3165 222 0 2 0 0 IV d. C. Retorica Libanius XXXIX Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 69

Libanius - Declamatio XXXIX

Φήμη ἦν συνεῖναι τὸν πατέρα τῇ τοῦ παιδὸς γυναικί. νόμον ἔθηκεν ὁ πατὴρ ἐξεῖναι τοὺς παῖδας ἀκρίτους ἀποκτιννύναι. τίθησι καὶ ὁ παῖς νόμον ἐξεῖναι τοὺς μοιχοὺς ἀκρίτους ἀποκτιννύναι.

[1]

‹Ἡ μελέτη›.

[1]    Ἐπειδὴ τῆς τῶν νέων εὐκοσμίας πεφροντικέναι φησὶν ὁ πατὴρ διὰ τοῦ νόμου, δέξασθε καὶ παρ' ἐμοῦ νόμον μετριωτέρους δυνάμενον ἡμῖν καταστῆσαι τοὺς μοιχούς. δεῖ δὲ ὑμᾶς καὶ τοῦτον νομίσαι τίθεσθαι παρὰ τοῦ πατρός. ὁ γὰρ τά τε ἄλλα με πεπαιδευκὼς καὶ τὴν γνώμην οὕτω μοι παρασκευάσας ὥστ' ἤδη καὶ νόμους ὑπὲρ γάμων ἐπιχειρεῖν εἰσφέρειν πῶς οὐκ ἂν εἰκότως αἴτιος εἶναι δοκοίη τῶν ὑπ' ἐμοῦ τήμερον γιγνομένων;

[2] ὃ καὶ θαυμάσαι τις ἂν εἰ συναγωνίζεσθαι τῷ παιδὶ δέον καὶ τὸν νόμον ἐπαινεῖν καὶ συμπράττειν ὅπως ἔσται κύριος, ὁ δ' ὥσπερ ἀδικούμενος ἢ μὴ κοινωνήσων μοι τῆς δόξης ἐναντιωσόμενος ἥκει καὶ ταῦτα πάντων τῶν ἐμῶν καὶ μικρῶν καὶ μεγάλων ὁμοίως μετεσχηκώς.

[3] πάλαι μὲν οὖν διενοούμην, ὦ ἄνδρες δικασταί, τουτονὶ θεῖναι τὸν νόμον, ἀφ' οὗ τὴν γυναῖκα ταύτην ἣν ἔχομεν ὁ πατὴρ ἡμῖν εἰς τὴν οἰκίαν εἰσήγαγεν· ὁ δὲ πολλὰ δὴ πολλαχοῦ βλάπτων τοὺς νεωτέρους ὄκνος πολύν τινά μοι χρόνον ἐν τῷ μέλλειν κατανάλωσεν. ὡς δὲ εἶδον τὸν πατέρα τῷ νόμῳ τοὺς μὲν δικαστὰς ἀκύρους τῶν παίδων πεποιηκότα, τοῖς γονεῦσι δὲ τὴν ἐκείνων ἐπιτρέποντα σφαγήν, οὕτως ἤδη καὶ αὐτὸς παρεκλήθην εἰς μέσον ἐνεγκεῖν ἃ πάλαι βουλόμενος ἀνεβαλλόμην. ὃν γὰρ καὶ μηδενὸς τοιούτου προεισενηνεγμένου νόμου δικαίως ἂν ὑπὲρ σωφροσύνης ἔθεσθε, τοῦτον ἡγούμην ὑμᾶς ἑτοιμότερον προσήσεσθαι διδόντα τοῖς γεγαμηκόσι κατὰ τῶν μοιχῶν ἃ τοῖς γονεῦσι κατὰ τῶν παίδων δεδώκατε.

[4]    Τὰ μὲν οὖν ἄλλα πιστεύω τὸν νόμον εὖ ἔχειν δόξειν, φοβοῦμαι δὲ ἕν, ὦ ἄνδρες δικασταί, μόνον μὴ τὸ τὸν μὲν γράφοντα νέον τε εἶναι καὶ παῖδα, τὸν δὲ ἀντιλέγοντα πρεσβύτερόν τε καὶ πατέρα βλάβη γένηται τοῖς ὀρθῶς γεγραμμένοις. ἀλλ' εἰ μὲν μὴ πολλοὺς μὲν ἤδη πρεσβυτέρους ἑωράκειτε τὰ τῶν νέων ἁμαρτάνοντας, πολλοὺς δὲ νεωτέρους πολλῶν ἄμεινον πρεσβυτέρων εὑρηκότας τὸ δέον, καλῶς ἂν ἐποιεῖσθε τὸν χρόνον κριτήν· ἐπεὶ δὲ αἱ φύσεις ἰσχυρότεραι τοῦ τῶν ἐτῶν ἀριθμοῦ, τί θαυμαστὸν εἰ καὶ πατὴρ ἐκφέρεται τοῦ προσήκοντος καὶ παῖς λέγει τι βέλτιον;

[5] εἰ μὲν οὖν μὴ τὴν χείρω μοι δόξαν ὁ πατὴρ κατεσκευάκει διὰ τοῦ νόμου, τὸν ἐμὸν τοῦτον εὐθὺς ἂν ἐπεχείρουν λυσιτελοῦντα δεικνύειν· ἐπεὶ δὲ εἰς ἐμέ τινες ἐβλέπετε τούτου νομοθετοῦντος καὶ τοιοῦτος ἐνίους, ὡς εἰκός, εἰσήρχετο λογισμός, ὅτι οὗτος μέντοι τὸν παῖδα πονηρὸν εἰς αὑτὸν εὑρηκὼς αὐτὸς ἐπιθυμεῖ κτεῖναι καὶ τοῦτο ἐσπούδακεν, οὐ τοῖς ἄλλοις ἐπικουρῆσαι πατράσιν, ἀλλ' αὑτῷ χαρίσασθαι μιαροῦ παιδὸς σφαγήν, φέρε ὑμῖν ἀπολογήσωμαι μάρτυρι τῷ πατρὶ χρώμενος.

[6]

   Ἔπεμπές με, ὦ πάτερ, νέον ὄντα κομιδῆ παρὰ τοὺς διδασκάλους. ἐνταῦθα ἔλαβόν τινα αἰτίαν ὧν οἱ πολλοί; κατῄσχυνά σε τοῖς ἐμαυτοῦ πράγμασιν; οὐ δῆτα. μετὰ ταῦτα τῆς μητρὸς ἀποθανούσης, ἧς ζώσης οὐκ ἄν ποτε τοῦτον ἔθηκας τὸν νόμον, ἐκώλυε γὰρ ἄν, ἠπείχθην πρὸς γάμον; ἐμνήσθην σοι περὶ γυναικός, ὡς ἄν τις, ἀφέλκων ἐμαυτὸν τῆς μετὰ σοῦ διαίτης; οὐδὲ τοῦτο.

[7] ἀλλ' ὁ μὲν ἐνάγων με πρὸς γάμον οὗτος ἦν, ὦ ἄνδρες δικασταί, καὶ λέγων· γυναικὸς ἡμῖν, ὦ παῖ, δεῖ, γυναικὸς ἣ τῶν τε ἔνδον ἐπιμελήσεται καὶ τὴν ἐπὶ τῇ μητρί σου λύπην καταπαύσει πληροῦσά μοι τἀκείνης καὶ καθιστᾶσά πως τὴν οἰκίαν εἰς τὴν προτέραν τάξιν. ἐγὼ δ' ἀνερυθριῶν ἔλεγον ὅτι ταῦτα ἕξει μὲν οὕτως ὅπως ἂν αὐτὸς ἐθέλῃς, δεῖ δὲ ἴσως οὐχ οὕτω ταχέως γαμεῖν οὐδὲ πενθοῦντας ἔτι δεῖπνα παρασκευάζειν καὶ κρατῆρας ἱστάναι καὶ δαιτυμόνας συγκαλεῖν καὶ ὑμέναιον ᾄδειν. ὁ δὲ ληρεῖν με ἔφη, δεῖν γὰρ ἤδη τὴν ἀντ' ἐκείνης ἐσομένην εἰσελθεῖν.

[8] εἶξα, ὦ ἄνδρες δικασταί, καὶ συνεχώρησα καίτοι σαφῶς ἐπιστάμενος ὅτι τὸ πρᾶγμα τοῦτο, ὁ γάμος, πολλοῖς πολλῶν καὶ μεγάλων αἴτιον κατέστη κακῶν. οἱ μοιχοὶ γάρ, ὦ πάτερ, καθ' ὧν νῦν ἐγὼ νομοθετῶ, μυρίοι καὶ οὓς οὐκ ἂν ᾠήθης ἥψαντο εὐνῆς ἀλλοτρίας, καὶ οἱ φυλάττειν δίκαιοι πολλάκις αὐτοὶ διέφθειραν. καὶ τοῦτο τὸ δέος ἔτι νέος ὢν ἐλάμβανον παρὰ τῶν ποιητῶν καὶ τί ἄν σοι διηγοίμην; οἶσθα γὰρ ἃ λέγουσιν. ἀλλ' ὅμως κινδυνεύειν ᾑρούμην ἐν τῷ τοῦ μέλλοντος ἀδήλῳ μᾶλλον ἢ τῇ τοῦ πατρὸς ἐπιθυμίᾳ μάχεσθαι.

[9] ὡς τοίνυν ἐδέδοκτο γαμεῖν, οὐδ' ἐν τοῖς ἑξῆς ἔστιν εἰπεῖν ὡς ἐγώ τι τοῦτον ἐλύπουν. οὐ γὰρ ὁ μὲν ἑτέραν ἐβούλετο λαμβάνειν, ἐγὼ δὲ ἄλλην οὐδ' εἰς ἔριν ἦλθον αὐτῷ περὶ τούτων οὐδ' ἐζυγομάχουν, τοσοῦτον δὲ ἠρόμην μόνον· ἐκ σωφρόνων δέ ἐστιν, ὦ πάτερ, καὶ μεμελέτηκε σωφρονεῖν; ᾔδειν γάρ, ὦ ἄνδρες δικασταί, ὅτι τούτου μὲν τοῦ καλοῦ παρόντος καὶ πενία γυναικὸς καὶ δυσείδεια κοῦφον καὶ ὅ τι ἂν εἴποι τις, ἀπόντος δὲ καὶ πλοῦτος καὶ ὥρα καὶ γένος οὐδὲ μικρὸν εἰς παραμυθίαν μέρος.

[10] τί γὰρ ἄν τις ἀγαθὸν ἀντιθείη τοσούτῳ κακῷ; τῷ δ' ἄν τις ἐνέγκαι τηλικαύτην πληγήν; ἦ δεινὸν μὲν ἂν ἦν, εἰ καὶ λανθάνειν ἐδύνατο, νῦν δ' ἅμα τε πράττεται καὶ θρυλεῖται καὶ ὁ πρῶτος αἰσθόμενος ἄλλῳ μηνύει κἀκεῖνος ἑτέρῳ καὶ οὗτος ἄλλῳ. καὶ οὕτως ὁ λόγος εἰς ἀγορὰν ἐλθὼν ᾄδεται.

[11] διὰ ταῦτα, ὦ ἄνδρες δικασταί, τῶν ἄλλων οὐδενὸς μνησθεὶς ὑπὲρ σωφροσύνης ἐδεόμην μανθάνειν. ὁ δὲ ἄγριον εἰς ἐμὲ βλέψας ἐγώ φησι τούτων γέγονα δοκιμαστής, ἐγὼ τὴν κόρην οἶδα. θάρρει περὶ τῆς ἀρεσκούσης ἐμοί. ταῦτα ἀκούσας ἡσύχαζον καὶ ἄφωνος ἦν καὶ ᾤμην δεῖν τῇ τούτου γνώμῃ γαμεῖν. ἐλάβομεν τὴν νύμφην, ἠγάγομεν, εἴχομεν. ἆρ' οὖν τι μετὰ ταῦτα ἠδίκουν; εἰπάτω.

[12]    Καὶ οὐ τῶν ἐμαυτοῦ γε μόνον, ἀλλὰ καὶ τῶν τῆς γυναικὸς πρὸς αὐτὸν ἔργων ἕτοιμος ἐγὼ ποιεῖσθαι τὴν ἐξέτασιν. οὐχ ὁμοίως ἀμφοῖν ἐπεμελήθη; οὐχ ὥσπερ τῶν ἐμῶν, οὕτω καὶ τῶν σῶν ἐφρόντισε, τροφῆς, ἐσθῆτος, εὐνῆς; οὐχ ἡδονῆς ἐκοινώνησέ σοι καθάπερ ἡ μήτηρ πρότερον; οὐκ εἰσιόντα ἔξωθεν προσιοῦσα ἐθεράπευσεν; οὐκ ἐξιόντα προὔπεμψεν εὐχομένη ταχέως ἐπανελθεῖν; οὐκ ἄδηλόν σοι κατέστησε τῆς ἐμῆς μητρὸς τὴν τελευτὴν πάντα ποιοῦσα τἀκείνης;

[13] καὶ τούτων, ὦ πάτερ, γιγνομένων ἔστιν ὅτε ἐμεμψάμην ἢ κατεβόησα τῆς γυναικὸς ὡς ἂν οὐ τἀμὰ προτιμώσης, ἀλλὰ μεριζομένης ἀκριβῶς εἰς ἐμέ τε καὶ σέ; ἀλλ' ἐάν τίς μου καταμαρτυρήσῃ παρελθὼν ἢ δοῦλος ἢ ἐλεύθερος, γράψον, εἴπερ οἷόν τε, τούτου χαλεπώτερον κατὰ τῶν παίδων νόμον.

[14]    Οὕτως οὖν ὑποπεπτωκότος ἐμοῦ τοῖς σοῖς βουλεύμασι καὶ οὐδενὸς ἐμαυτὸν ποιοῦντος κύριον, ἀλλὰ σοὶ πάντων ἁπλῶς παρακεχωρηκότος τίς αἰτία τοῦ καλοῦ τούτου νόμου; τί τούτοις δίδως ὑποπτεύειν ὡς ἔστι τις ἡμῖν ἐπὶ τῆς οἰκίας πόλεμος δεόμενος ὀξείας σφαγῆς ἣν δεῖ πεπρᾶχθαι πρίν τινα εἰδέναι διότι; [15] ἀλλ' εἰ καὶ μὴ τὸν νόμον τιθείς, νῦν γε ἡνίκα τέθεικας, ἔλεγξον τὴν ἐμὴν κακίαν καὶ τὰς αἰτίας ὅρισον καὶ μὴ δίδου τοῖς περιεστηκόσιν ἄλλα ἄλλοις νομίζειν. ἢ οὐκ οἴει τούτων πολλούς, τοὺς μὲν πρὸς ἑαυτὸν ἕκαστον, τοὺς δὲ πρὸς ἀλλήλους, πολλὰ τοιαῦτα λέγειν ἃ οὐκ ἄν ποτε ἐγὼ φθεγξαίμην; ἃ γὰρ οὐδ' ἀκοῦσαι φορητόν, πῶς ἂν ταῦτα εἰπεῖν ὑπομείναιμι; πλὴν τοσοῦτον ἐρῶ ὅτι τούτων οἱ μὲν ἀδικεῖν ἐμὲ νομίζουσι καὶ πρὸς τοῦτον σὲ τὸν νόμον ἁμαρτάνοντα ἐπηρκέναι, ἕτεροι δέ γε ἴσως ἀδικεῖσθαί μέ φασι καὶ δυστυχεῖν καὶ διὰ τοῦτο μισεῖσθαι.

[16] παρελώμεθα τῶν πολλῶν τὰς ὑπονοίας εἰπόντες τὰ τοῦ παιδὸς πονηρεύματα. ἀλλ' οὐκ ἐθέλεις; οὐκοῦν ἱκανή μοι τοῦτο ἀπολογία; καὶ διὰ τοῦτό γε ἤδη τοῦ νόμου κειμένου τούτοις πρὸς ὑμᾶς ἐχρησάμην, ὦ ἄνδρες δικασταί, τοῖς λόγοις, ὅπως κἀκ τούτου μάθητέ μου τὴν ἐπιείκειαν καὶ ὡς οὐδαμοῦ ταῖς ὁρμαῖς ἠναντίωμαι τοῦ πατρός. ὃς γὰρ οὐδ' ἐν τηλικούτοις βιωσόμενος φόβοις ἐτόλμησα ῥῆξαι φωνήν, τί τῶν ἄλλων οὐκ ἐνήνοχα σιγῇ;

[17] τούτου τοίνυν ἀκούων ἀναγινώσκοντος νόμον κρίσεως ἀποστεροῦντα τοὺς παῖδας καὶ φάσκοντος οὐκ ἄλλως εὖ οἰκήσεσθαι τὴν πόλιν καὶ ὑμᾶς ἀνασχομένους ὁρῶν ἥκειν ἡγησάμην καὶ ἐμαυτῷ καιρὸν θεῖναι νόμον, ὃν τὸ πάλαι θεῖναι βουλόμενος, ὅπερ ἀρχόμενος ἔφην, οὐκ οἶδ' ὅπως οὐκ ἐθάρρησα. καὶ σκοπεῖτε, πρὸς Διός, εἰ μὴ καλὸς καὶ πρέπων τῇ πόλει καὶ τοῖς ἄλλοις τοῖς περὶ τὸν γάμον ὁμολογῶν.

[18]    Τῷ καταλαβόντι φησὶ μοιχὸν ἐπὶ τῇ γυναικὶ κτείνειν εὐθὺς ἐξεῖναι τὸν ὑβρίζοντα. ἀλλ' ὁ πατὴρ ἀγανακτεῖ καὶ ἀντερῶν ἥκει. διὰ τί, πάτερ, οὐ μέτεστί μοι τοῦ νομοθετεῖν; ἄτιμος ἐν τῇ πόλει περιέρχομαι καὶ δέομαι κύπτειν εἰς γῆν; ἐγὼ δὲ τῶν μεγίστων ἐμαυτὸν ἀξιῶ καὶ νόμους γράφω.

[19] εἰ μὲν οὖν ἄλλος με τῆς παρρησίας ἐκβέβληκεν, οὐκ οἶδα, τοῖς δὲ τῆς πολιτείας νόμοις οὔπω τοῦτο πέπονθα. οὐκοῦν νομοθετῶ μὲν ἐξόν μοι τοῦτο ποιεῖν, γράφω δὲ ὑπὲρ τῶν ἐμαυτῷ προσηκόντων καὶ οὐκ ἄν με φαίη τις πρᾶγμα ἀλλότριον ἁρπάζειν, οἷον εἰ περὶ νεῶν ἢ ἱππέων ἢ ὁπλιτῶν ἢ φόρων ἢ τείχους ἢ μετοίκων ἢ τελῶν νόμους ἐτίθην, εἰκότως ἂν ἐδόκουν τὰ τῶν στρατηγῶν καὶ ῥητόρων καὶ ὅλως τῶν πρεσβυτέρων ὡς ἐμαυτὸν ἕλκειν. κατὰ δὲ τῶν μοιχῶν ἡμῖν πρέπει τοῖς νεωτέροις γράφειν.

[20] καὶ θαυμαστὸν οὐδέν. νέαις γάρ, ὦ πάτερ, συνοικοῦμεν. ἂν δὲ δὴ καὶ διαφερούσαις ἑτέρων τὴν ὄψιν, οἵαπερ ἡμῖν ἐστιν ἡ γυνή, καὶ γὰρ τοῦτο ὁ πατὴρ ἐσκέψατο, ὅπως τοὺς ὀφθαλμοὺς εὐφραίνοι τῷ συνοικοῦντι τὸ σῶμα τῆς γυναικός, ὁ δὴ τὴν τοιαύτην ἔχων πρᾶγμα εἰκὸς πέπονθε φυλακὴν ἅπασαν τῷ κάλλει περιτιθείς. οὕτως οὐκ ἐξὸν μόνον, ἀλλὰ καὶ περὶ τῶν μάλιστά μοι προσηκόντων τίθημι νόμον. καὶ ὅστις οἶδεν ἀκριβῶς τὰ ἡμέτερα, πολλοὺς δὲ οἶμαι, καὶ τὴν σπουδὴν οὗτος ἐπαινεῖ τὴν ἐμήν.

[21]    Πρῶτον τοίνυν ὡς σαφὴς καὶ δικαίως ἔχων ὁ νόμος, ὁρᾶτε. μὴ κρινέτω, φησί, μοιχὸν ὁ λαβών, ἀλλ' αὐτὸς σφαττέτω. τί τοῦδε σαφέστερον; καὶ μὴν ἐν τῷ μοιχὸν εἰπεῖν πάντα ἁπλῶς περιλαμβάνει μοιχόν, κἂν νέος ᾖ κἂν μὴ νέος, κἂν ἄγνωστος κἂν γνώριμος, κἂν συνήθης κἂν μή, κἂν τῶν ἔξωθεν κἂν τῶν ἔνδοθεν, καὶ ὅλως οὐδὲν ὑπεξείλετο, οὐ γένος, οὐ τύχην, οὐχ ἡλικίαν. τί τοῦδε δικαιότερον;

[22] ἀλλὰ μὴν ὡς συμφέρων ὁ νόμος, παντί που δῆλον. ἐγὼ γὰρ οἶδ' ὅτι σώζουσι μὲν τὰς πόλεις αἱ στρατεῖαι, ποιεῖ δὲ τοὺς ἐξιόντας εὐψύχους τὸ μέγιστον τῶν ἄθλων, γνήσιοι παῖδες. ἂν δέ μοι τούτων τὰς γονὰς ὑπόπτους ποιῇ τις, ὦ πάτερ, φαῦλον ποιεῖ ὁπλίτην τὸν ὑπὲρ τοιούτων μαχόμενον. οὐκοῦν ὁ συνέχων τὴν σωφροσύνην νόμος οὗτος φρουρεῖ τὴν πόλιν.

[23]    Θαυμάζω δὲ καὶ τίνος ποτὲ εὐπορηκὼς ὁ πατὴρ λόγου κωλύσων ἥκει τὸν νόμον. τὸ μὲν γὰρ ἰσχυρὸν ἐκεῖνο τὸ μηδένα δεῖν ἄκριτον ἐν δημοκρατίᾳ θνήσκειν ἀπολώλεκε. πῶς; οὐδεὶς τῶν παλαιῶν νόμων πατέρα πεποίηκε κύριον τῆς τῶν παίδων ψυχῆς, ἀλλὰ τύπτειν μὲν καὶ τραπέζης ἀπελαύνειν καὶ μὴ διαλέγεσθαι καὶ ῥήμασι χαλεποῖς ἀνιᾶν καὶ τὰ τοιαῦτα δέδοται τῷ πατρὶ καὶ οὐδὲν ἐπὶ ταῦτα δεῖ δικαστῶν οὐδὲ ψήφων, ἀποκτεῖναι δὲ καὶ διαχρήσασθαι καὶ κατακόψαι νέον μὴ δεξάμενον αἰτίαν ἐν μέσῳ, μὴ τυχόντα δικαστῶν, μὴ μεταλαβόντα λόγου δεινὸν ἐδόκει καὶ ἀσεβὲς καὶ πόρρω δημοκρατίας. καὶ τί λέγω σφαγήν; οὐδ' ἀποκήρυξιν ἄκριτος ὁ παῖς ἐκ τῶν παλαιῶν ὑποστήσεται νόμων. ὁ δ' οὐδὲ τῆς οὐσίας τῆς τοῦ πατρὸς ἄνευ κρίσεως στερηθεὶς ἂν ἀποθανεῖται τὴν αἰτίαν ἀγνοῶν τοῦ θανάτου;

[24]

τί δὲ καὶ φεύγει δικαστήριον ὁ πατήρ; εἴποι τις ἄν. τὸ γὰρ ἔγκλημα τοῦ δώσοντος δήπουθεν, οὐ τοῦ ληψομένου τὴν δίκην. λέγε, φησί, τὴν αἰτίαν, ἔλεγξον, ὅρα διδόντα δίκην. ἀλλ' οὐδὲν λέγεις τηλικοῦτον. παῦσαι θυμούμενος. ὀργῇ δὲ ζεούσῃ πατέρων οὐκ ἐξέδωκαν οἱ νόμοι τὴν νεότητα τῆς πόλεως εἰδότες ὅτι κρατεῖ πολλάκις ὀργὴ λογισμῶν.

[25] ἀλλ' αἰσχρὸν διηγεῖσθαι παίδων ἁμαρτήματα πατράσι. σφαγὴ δὲ καλοῦ τινος γίνεται τεκμήριον; καὶ μὴν ἐν μὲν τῷ δικαστηρίῳ τοῦτο δόξας ἀδικεῖν ὅπερ ἠδίκηκε μόνον ὁ παῖς ἀποθανεῖται, κρίσεως δὲ μὴ γεγενημένης οὐδὲν ὅ τι οὐκ ἠδικηκέναι δόξει. τοῖς γὰρ τὴν οὖσαν οὐκ εἰδόσιν αἰτίαν πᾶν εἰκάζειν ἀνάγκη. καὶ οὕτως ἀθλιώτερος πατὴρ ὁ κτείνας τοῦ κρίναντος.

[26] διὰ μὲν δὴ ταῦτα οἱ παλαιοὶ νόμοι κρίσιν ἐποίησαν καὶ οὐκ ἀπεστέρησαν ἀστοὺς ὧν τοῖς οἰκέταις μετέδωκαν, οὐδένα γοῦν οἰκέτην, ὦ πάτερ, ἄκριτον ἀποκτενεῖς, ἀλλ' ὅμως ἐκεῖνα τὰ ἀρχαῖα καὶ μακρῷ βεβαιωθέντα χρόνῳ πάντα ὕθλον ἀπέφηνας καὶ πεποίηκας τῶν παίδων τοὺς πατέρας σφαγέας. οὐδεὶς ἐναντιοῦταί σου τῷ νόμῳ. κρατείτω μετὰ τῶν ἄλλων τῶν φονικῶν ἤ, εἰ βούλει γε, καὶ πρὸ ἐκείνων ἐπαινείσθω. τοῦτ' αὐτὸ μέντοι πεποίηκεν ὁδὸν τῷ κατὰ τῶν μοιχῶν νόμῳ. καὶ τοσούτῳ ῥᾷον ἐμοὶ τοῦτον ἢ σοὶ θεῖναι τὸν πρότερον ἐκεῖνον, ὅσῳ πρὸς παράδειγμα μὲν ἐγὼ βλέπων γράφω, σὺ δὲ καινότατα πάντων ἠξίους. παίδων οὖν ἀκρίτων ἀποθανουμένων μοιχῷ τὸ ἴσον οὐκ ἐπικείσεται;

[27]    Τί γὰρ κωλύει, φησί, τὸν εἰλημμένον κρίνειν; ἐγώ σοι πρὸς τοῦτο ἀποκρινοῦμαι, πάτερ. πρῶτον μὲν βαρὺ τῷ πάσχοντι τοσοῦτον κακὸν ὁρῶντι ἀνέχεσθαι καὶ κατέχειν δεξιὰν ὑπὸ τῆς ἐν ὀφθαλμοῖς ὕβρεως ἐπειγομένην πρὸς φόνον. ἔπειτα πολλάκις ἔργα λόγων ἐν δικαστηρίοις ἡττήθη καὶ ὁ μὲν μοιχὸς ἔδοξε σωφρονεῖν, ὁ δὲ ἠδικημένος συκοφαντεῖν. πολλὰ γάρ ἐστι τὰ τοῖς κρινομένοις βοηθοῦντα πολλάκις, ἐμπειρία πραγμάτων, δόξα τοῦ φεύγοντος, πλῆθος συνηγόρων. ἤδη δέ τινα καὶ πολιὰ καὶ χρόνος ἐρρύσατο, καὶ ὃν ἰδὼν οὐκ ἂν εἴποις τὰ τοιαῦτα ἁμαρτάνειν, οὗτος μοιχεύει καὶ ταύτην ἣν οὐκ ἂν ὑπολάβοις.

[28] πολλὰ γὰρ τῶν ἀδικημάτων ἀκοῦσαι μέν ἐστιν ἀπίθανα, πράττεται δέ. καὶ εἰ μὲν καὶ νῦν γίνεταί τι τοιοῦτον, ἔξεστι ζητεῖν. αἱ γοῦν τραγῳδίαι γέμουσι παραδόξων κακῶν. ἃ οὐ χρὴ νομίζειν ἐπ' ἐκείνων ἑστάναι τῶν χρόνων. τῆς γὰρ αὐτῆς οὔσης φύσεως εἰκός τοι καὶ τὰ αὐτὰ τολμᾶσθαι.

[29] δικαστηρίου δεῖ τῷ μοιχῷ; τί οὖν, ἂν νεώτερος ὁ γραφόμενος ᾖ; τί δ', ἂν ἐν πατρὸς ὁ μεμοιχευκὼς ἡλικίᾳ; οὐκ οἴει τοὺς μὲν ἐπιτιμήσειν, τοὺς δὲ ἀπιστήσειν, τοὺς δὲ ἀφεῖναι κελεύσειν; τί δ', ἂν οἱ μέλλοντες μαρτυρεῖν τὸν μοιχὸν ποιῶνται πρὸ τοῦ παθόντος κακῶς; οὐκ ἀνάγκη τῇ περὶ τὴν γυναῖκα συμφορᾷ καὶ ζημίαν προσεῖναι συκοφαντίας; ἔασον δή με, πρὸς Διός, ὦ πάτερ, θεῖναι τὸν νόμον καὶ παῦσαι λυπῶν, ὡς νῦν μέν με ἀνιᾷς, κυρωθέντος δὲ οὐκέτι.

[30] ἀλλὰ μέμφῃ γράφοντα; σὺ τούτων αἴτιός μοι γεγένησαι διὰ τῆς γυναικός. εἰ γὰρ μὴ ταύτην πρός με ἐθαύμασας μηδὲ τὴν ὥραν ἐπῄνεσας μηδὲ γαμεῖν ἠνάγκασας, ἀφείμην ἂν τῶν νυνὶ τούτων φροντίδων καὶ φόβων. νῦν δὲ γάμος καὶ δέος νομοθέτην με πεποίηκεν. ἢ πόθεν οἴει τὰς πολλὰς ταυτασὶ τολμᾶσθαι μοιχείας; οὐκ ἀπὸ τοῦ τοῖς μοιχοῖς ἐκ τῶν κρίσεων διαδύσεις ὑπάρχειν; δεῖ δή ποτε τοῦτο τὸ κακὸν ὡς ἐλάχιστον γενέσθαι, δεῖ τοῦδε τοῦ νόμου βοηθήσοντος μὲν τοῖς γεγαμηκόσιν, ἐπισχήσοντος δὲ τὴν ἀφόρητον ταύτην ὕβριν.

[31]    Κερδανοῦμεν δέ τι καὶ ἕτερον, ὦ ἄνδρες δικασταί, μέγιστον οἱ τὴν πόλιν οἰκοῦντες. ἢν γὰρ ἀκριβεστέρα γένηται περὶ τὰς γυναῖκας ἡ πρόνοια, καὶ τοῖς ἡδέως κακῶς λέγουσι τουτοισὶ κλείσομεν τὰ στόματα. ὡς νῦν γε ἐμπιπλᾶσι τὴν ἀγορὰν τοιούτων λόγων· ὁ δεῖνα τὴν τοῦ δεῖνος. κἂν ἀπιστῇ τις, ὅρκος εὐθέως. ὁ δὲ ἀκούσας ἀντὶ τοῦ τὸν εἰπόντα ἐπισχεῖν ἑτέρῳ γίνεται διδάσκαλος καὶ προϊὸν εἰς φήμην τὸ πρᾶγμα καθίσταται.

[32] εἶθ' οἱ ποιηταὶ μείζω τούτων καταβλάπτουσιν ἡμᾶς θεὸν τὴν φήμην πεποιηκότες καὶ μαρτυροῦντες τοῖς κακῶς ἀγορεύουσιν. οὓς παύσομεν, ὦ πάτερ, διὰ τοῦ νόμου. οὐ γὰρ ἔτι πιστὰ δόξουσι λέγειν ἐφεστηκότων τοῖς μοιχοῖς τῶν ὑβριζομένων μετὰ τοῦ ξίφους. βοηθείτω τοίνυν ὁ νόμος τῇ πόλει πάντως καὶ ἡμεῖς αὐτοῦ τὸ μέρος ἀπολαυσόμεθα.

[33]    Ἀλλὰ πολλοί, φησι, τοὺς ἐχθροὺς δι' ἀπάτης ὡς αὑτοὺς εἰσαγαγόντες ἀποκτενοῦσιν ὡς μοιχοὺς ψευσάμενοι. καὶ τίς οὕτως ἀνόητος ἢ κακοδαίμων, ὦ πάτερ, ὥσθ' ἧς λαμβάνει μείζω δοῦναι δίκην ἂν ἐθελῆσαι; ἢ νομίζεις ἴσην εἶναι ζημίαν ἀποθανεῖν καὶ περὶ τὴν γυναῖκα ὑβρίσθαι; οὐκ οἶσθ' ὅτι τῷ μὲν μετὰ τὴν πληγὴν οὐδενὸς αἴσθησις, τὸν δ' ἐν αἰσχύνῃ ζῆν ἀνάγκη;

[34] τί φῄς; ἀποθανεῖταί τις ὡς μοιχὸς σωφρονῶν; καὶ πῶς ὁ κτείνας βιώσεται τοιαῦτα πεπονθέναι δοκῶν; ἐμοὶ γάρ, ὦ πάτερ, τοῦτ' εἶναι δοκεῖ πάντων ἀφορητότατον. σὺ δ' οὐχ οὕτω φρονεῖς. οὐδὲν τοσοῦτον, οὐ δήμευσις τῶν ὄντων, οὐ πήρωσις σώματος, οὐ θάνατοι τέκνων, οὐ φυγὴ καὶ πλάνη κατὰ τὴν ξένην, οὐ δήμιος, οὐ κώνειον, οὐ τὸ ἄταφον ἐρρίφθαι. διὰ τοῦτο μάλιστα τὰς τυραννίδας μισῶ, ὅτι μεγίστην τέρψιν ἡγοῦνται τὰς τοιαύτας ὕβρεις. τοῦτο καὶ πραττόμενον καὶ δοκοῦν ἐσχάτην συμφορὰν ‹ἡγοῦμαι καὶ ἀποθανεῖν› δεξαίμην ἂν μᾶλλον ἢ μοιχείας δόξαν οὐκ οὔσης κατασκεδάσαι τῆς οἰκίας.

[35] θάρρει δὴ περὶ τῶν σωφρονούντων, ὦ πάτερ. τῶν δὲ οὐχ οὕτως ἐχόντων μὴ πάνυ κηδώμεθα μηδὲ πλάττωμεν φόβους, ἵνα μή τινα ἀναγκάσωμεν εἰπεῖν· σὺ δὲ τὸν μὲν οὐ μοιχὸν δι' ἔχθραν ἀποθανεῖσθαι νομίζεις, παῖδα δὲ βέλτιστον ὡς πονηρὸν οὐκ ἀποθανεῖσθαι νομίζεις κακίᾳ πατρός; τί δ', ἂν λελυπηκὼς ὁ πατὴρ ᾖ τὸν παῖδα καὶ δι' αὐτό γε τοῦτο μισῇ τὸν υἱόν, ὅτι οἶδεν ἠδικημένον; δώσομεν αὐτῷ τὴν ἐξουσίαν τοῦ φόνου;

[36] οὐχ ὁρᾶτε καὶ νῦν τινας πρὸς τοὺς αὑτῶν χαλεπούς; τίνας δὴ τῆς ἀδείας δοθείσης νομίζομεν ἔσεσθαι; μὴ γὰρ ἱκανὸν οἴεσθε, ὦ ἄνδρες δικασταί, δεσμὸν εἶναι τὴν φύσιν, ἀλλὰ κρατεῖ μὲν ὡς τὰ πολλά, ὅταν δὲ τὰ νοσήματα τῆς ψυχῆς ἐρρωμενέστερα γένηται, διακόπτεται καὶ ὁ πατὴρ ἄλλο τι φαίνεται τοῦ τῆς ψυχῆς ἀναγκάζοντος πάθους.

[37] εἰ δὲ σοὶ βούλει πεπηγέναι τὸν νόμον ὃν τέθεικας, εἶκε καὶ τῷδε. ὡς φιλονεικῶν γε κἀκεῖνον κινεῖς. κατέγνωκας γὰρ τῆς γυναικός τινα ἀκρασίαν; σὺ δέ, ὦ πάτερ, κατέγνωκάς τινα τοῦ παιδὸς μοχθηρίαν; ἀλλ' ὅμως τὸ μέλλον ὑφορώμενος νομοθετεῖς. ἀνεπίφθονον δὴ κἀμὲ τὸ μέλλον ἀξιῶσαι μείζονός τε καὶ ἀπονωτέρας φροντίδος, ἐπεὶ νῦν γε ἡ γυνὴ μάλα ἐπίπονον τοῖς φυλάττουσιν ἔχει. τιμᾷ γὰρ αὕτη νῦν μὲν ἐμέ, νῦν δὲ τοῦτον. οὐ γὰρ ὁμοῦ τὰς ἐξόδους, ὦ ἄνδρες δικασταί, ποιούμεθα. ἀλλὰ σοφόν τι τοῦτο πρὸς τὴν γυναῖκα εὕρηκεν ὁ πατήρ. ἀγοράζει μὲν αὐτὸς οἴκοι μένοντος ἐμοῦ, διατρίβει δὲ οἴκοι περιπατοῦντος ἐπ' ἀγορᾶς ἐμοῦ, ὥστ' ἢ ἐμοὶ σύνεστι τὸ γύναιον ἢ τούτῳ, κἂν ὁ γεγαμηκὼς ἀπῇ, τὸν κηδεστὴν ἀντὶ τοῦ γεγαμηκότος ἔχει φύλακα.

[38] ἀλλὰ καὶ κατ' αὐτὸ τοῦτο μέντοι προσήκει τόνδε κυρωθῆναι τὸν νόμον, ἵνα παύσηταί ποτε τῇ γυναικὶ παρακαθήμενος ὁ πατὴρ καὶ μεριμνῶν καὶ πονῶν καὶ τῶν κοινῶν ἀμελῶν. εὐθὺς γὰρ αὐτὸν ἀποστήσει τῆς γυναικὸς οὗτος ὁ νόμος ἱκανὸς φύλαξ σωφροσύνης καθιστάμενος.

[39]    Ὡς ἔδει γε, ὦ ἄνδρες δικασταί, ζῆν ἡμῖν ἔτι τὴν μητέρα, καὶ οὐδὲν ἂν τῶν νῦν τούτων ἐπράττετο. τί γὰρ ἂν ἔδει μοι νόμου τῶν ἐκείνης ὀφθαλμῶν εἰς φρουρὰν ἀποχρώντων; νῦν δέ, ἐπειδὴ τέθνηκεν, εἰς τοῦτο ἥκω καὶ νομοθετῶ καὶ λύω τῷ τε πατρὶ καὶ ἐμαυτῷ τὰ παρόντα πράγματα.

[40] ἴθι δή, ὦ πάτερ, ἀπαλλαγεὶς τῶν ἔνδον, δὸς σαυτὸν ὅλον τοῖς κοινοῖς καὶ τὴν γυναῖκα τῷ νόμῳ. συνεχῆ ποιοῦ τὴν πολιτείαν καὶ νόμισον ἄλλος γεγονέναι τήμερον. προσέρχου τῷ δήμῳ, λέγε γνώμας ἐν τῇ βουλῇ, πρέσβευε, στρατήγει, ποίησαί τινα καλὴν ἀποδημίαν. μέλει μέν σοι τῆς ἐμῆς γυναικός, οἶδα καὶ οἵδε πάντες τοῦτο ἴσασι καλῶς ὡς πολὺ τῶν ἄλλων κηδεστῶν ἐν τοῖς πρὸς ἐκείνην διήνεγκας, ἀλλ' ἱκανὴν ἐκεῖθεν δόξαν ἐσχηκὼς κτῆσαι τὴν ἀπὸ τῶν μειζόνων, ἄλλως θ' ὅτε καὶ παῖδα παρέσχου τῇ πόλει νόμους δυνάμενον γράφειν.

[41]

ἐγώ σοι συλλήψομαι τῶν πολιτευμάτων οὐδὲ μικρὸν χωριζόμενος, συνεξιὼν οἴκοθεν, συνεισιὼν οἴκαδε, μονονοὺ συμπεφυκώς, δουλεύων ταύτην τὴν ἡδίστην δουλείαν, ἂν ἄρα ἀναμάρτητος εἶναί σοι δόξω καὶ μὴ πρῶτος πατέρων κατ' ἐμοῦ χρήσῃ τῷ νόμῳ.

[42] καὶ δῆτα ἀναστὰς λέγε τούτων ἐναντίον, τί ποιῶν καὶ τί μὴ ποιῶν ἐγὼ διαφεύξομαί σου τὴν δεξιάν; κἂν μὴ πείθωμαι πᾶν ὅσον καλόν, ἀπόκτεινον. οὐ δεῖ μεμνῆσθαί με χωρίων; οὐ μεμνήσομαι. οὐ δεῖ προσάπτεσθαι χρημάτων; οὐ προσάψομαι. οὐ δεῖ προστάττειν οἰκέταις; οὐκ ἐπιτάξω. λῄδιον δεῖ φοροῦντα ἀνέχεσθαι; ἀνέξομαι. λιμώττοντα φέρειν; οἴσω. σιγᾶν; οὐ φθέγξομαι. χαμαὶ καθεύδειν; τοῦτο ποιήσω. πάντα σοι χαριοῦμαι ταῦτα. καὶ οὐκ ὄψει με περὶ ταῦτα θρασύν. μοιχοὺς δὲ ἐξέστω μοι μισεῖν καὶ νόμους κατ' αὐτῶν γράφειν.

[43] φήσει δέ με καὶ τἄλλα ὁ πατὴρ φαιδρότερον γεγονέναι καὶ οὐκ ἀηδῆ συγγενέσθαι. νῦν μὲν γὰρ ἐπιτιμᾷ πολλάκις· τί σκυθρωπάζεις, ὦ τέκνον; τί τοῖς πενθοῦσιν ἔοικας; ἐγὼ δὲ τότε μὲν ἔλεγον οὐδέν, νῦν δὲ φράσω· τὸν νόμον τοῦτον, ὦ πάτερ, κατὰ τῶν μοιχῶν θεῖναι μὲν βουλόμενος, ἀεὶ δὲ μέλλων ἐβαρυνόμην καὶ ὥσπερ ὠδίνων ἤλγουν τὴν καρδίαν· εἰ δὲ κυρωθείη τήμερον καὶ συγχωρήσαις καὶ τοῦτο ὑπομείναις, ὄψει μειδιῶντα τὸν κατηφῆ, ὄψει βλέποντα ἐλεύθερον τὸν κατεπτηχότα.

[44] ἐποίει δέ με λογισμός τις τοιοῦτον, ὡς μὲν ἂν σὺ φαίης, εὐήθης, ἐποίει δ' οὖν. ᾤμην ἐνδεέστερον τὸν παλαιὸν νόμον ὀργίζεσθαι τοῖς μοιχοῖς, ὡς καὶ τοὺς πολλοὺς ἐπ' ἀλλοτρίους παρακαλεῖσθαι γάμους, τοὺς μὲν δοῦναι δυναμένους, τοὺς δὲ πιστευομένους. μετὰ δὴ τοῦτον τὸν νόμον οὐκέτ' ὄψει με τὸν ἔμπροσθεν, ἀλλ' οἷον εἰκὸς τὸν ὑπὲρ γυναικὸς ἱκανῶς τεθαρρηκότα.

[45]    Σὺ μὲν κήρυττε, πάτερ, τοῖς περιεστηκόσι τουτοισὶ νέοις ὅτι, ὦ παῖδες, φυλάττεσθε τὰς τῶν πατέρων ὀργάς, ἐγὼ δὲ ἀντικηρύξω καὶ αὐτὸς καὶ πρεσβυτέρῳ καὶ νέῳ καὶ ξένῳ καὶ πολίτῃ καὶ παιδὶ καὶ πατρί· σωφρόνει καὶ φρίττε τὴν τοῦ γεγαμηκότος δεξιὰν ὡς τῆς αὐτῆς εὐνῆς δεξομένης καὶ τὴν ὕβριν καὶ τὴν σφαγήν. ἐγὼ δὲ πρῶτος σιδηροφορῶν βιώσομαι κἂν ὁντιναοῦν λάβω, τῷ σιδήρῳ χρήσομαι καὶ οὐδὲν ἔσται μοι παίδων αἰδεσιμώτερον, ἀλλ' ἀκονησάμενος τὸ ξίφος ἔχων ἀναπαύσομαι καὶ φανέντος ποθὲν μοιχοῦ τοῦ πατρὸς δεήσομαι βοηθεῖν.