6433 390 0 3 0 0 IV d. C. Retorica Libanius XLIX Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 121

Libanius - Declamatio XLIX

Διέσωσέ τις ἐμπρησμοῦ γενομένου τὸν ἑαυτοῦ πατέρα. πειρώμενος σώζειν καὶ τὴν μητέρα καὶ τοῦ σῶσαι διήμαρτε καὶ τοὺς ὀφθαλμοὺς προσαπώλεσεν. ἐπεισήγαγεν αὐτῷ μητρυιὰν ὁ πατήρ. αὕτη δεδεμένον φάρμακον ἐν τοῖς ἱματίοις τοῦ παιδὸς ἔδειξε τῷ πατρί. καὶ πυνθανομένου τοῦ πατρὸς πόθεν εἴη τὸ φάρμακον οὐδὲν ἀπεκρίνατο. μετὰ ταῦτα γράφων διαθήκην τῇ μὲν γυναικὶ τὸν κλῆρον εἴασεν, ἀποκληρονόμον δὲ τὸν παῖδα κατέλιπε. καὶ νυκτὸς θορύβου γενομένου κατὰ τὴν οἰκίαν καὶ πολλῶν συνελθόντων εὕρηται ὁ μὲν πατὴρ νεοσφαγής, τὸ δὲ ξίφος τοῦ παιδὸς παρακείμενον, ἡ δὲ μητρυιὰ παρακαθεύδουσα, ὁ δὲ τυφλὸς ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῆς οἰκίας ἐν ᾗ καθ' ἑαυτὸν ἔμενεν. ἀντεγκαλοῦσιν ἀλλήλοις ὁ τυφλὸς καὶ ἡ μητρυιά.

[1]

Προθεωρία.

[1]    Τὸ δυσχερὲς τοῦ ζητήματος καὶ αὐτόθεν μὲν τοῖς ἀκούουσι πρόδηλον, πολλῷ δὲ φανερώτερον καταφαίνεται τοῖς ἀκριβέστερον αὐτὸ καθορᾶν δυναμένοις. φύσει μὲν γὰρ καὶ πάντες οἱ ἀντεγκληματικοὶ στοχασμοὶ πολλὴν ἔχουσι τὴν δυσκολίαν καὶ διαιρέσεως ἕνεκα καὶ τάξεως καὶ τῆς ἄλλης οἰκονομίας, ἐξαιρέτως δὲ οὗτος διὰ τὴν ἐνοῦσαν πλοκὴν καὶ περιπέτειαν τῷ πλάσματι.

[2] ζητοῦσι μὲν οὖν οἱ τὰς διαιρετικὰς τέχνας συγγράψαντες πότερον κατὰ κεφάλαιον ἕκαστον δεῖ προθεῖναι τὴν ἀντεξέτασιν ποιουμένους ἢ διόλου τὸ μέρος πληρώσαντας οὕτως ἐπὶ τὸ ἕτερον μετιέναι. καὶ ζητοῦντες εὑρίσκουσιν ἀγωνιστικώτερον μὲν τὸ κατὰ κεφάλαιον ποιεῖσθαι τὴν ἀντεξέτασιν, πλείστης δὲ συγχύσεως αἴτιον, τὸ δὲ διόλου σαφέστερον μέν, ὑπτιώτερον δέ. καὶ τέλος ἔκριναν προτέραν μὲν ποιεῖσθαι τὴν ἀπολογίαν ὁλόκληρον, δευτέραν δὲ τὴν κατηγορίαν ὁμοίως τῆς ὑπτιότητος ἔλαττον φροντίσαντες διὰ τὴν σαφήνειαν.

[3] ἡμεῖς δὲ κατὰ δύναμιν φυλαξάμενοι τὴν ἐν ἑκατέροις κακίαν τὴν ἀρετὴν τετηρήκαμεν. τοῦ μὲν γὰρ τὸ ἐναγώνιον ζηλώσαντες τὴν σύγχυσιν διαπεφεύγαμεν, τοῦ δὲ τὸ ὕπτιον φυλαξάμενοι τὸ σαφὲς τετηρήκαμεν.

[4]

ὅπως δὲ τοῦτο κατώρθωται, ῥᾳδίως δηλώσει προϊὼν ὁ λόγος. τὴν γὰρ ἀπολογίαν ἑκάστῳ κεφαλαίῳ προτάττοντες τὴν κατηγορίαν ἐπάγομεν καὶ τὰς ἐφ' ἑκάστου κατὰ τὴν οἰκείαν ἰδίᾳ τάξιν ἀντιθέσεις εἰσάγομεν ὡς ἀναγκαίαν ὁμοῦ καὶ ἐναγώνιον καὶ εὐκρινῆ τὴν ὅλην διαχείρισιν γίνεσθαι.

[5] θεωρεῖν δὲ ἄξιον ὅπως λανθάνει μὲν ἐν τοῖς ἀγῶσι τὸ πάθος, λανθάνει δὲ πάλιν ἐν τοῖς πάθεσιν οὐδὲν ἧττον ἀγωνιζόμενος καὶ τούτων ἑκάτερον ἐν ἀμφοτέροις πληρῶν, ἔν τε τοῖς ὑπὲρ αὑτοῦ λόγοις καὶ τοῖς κατὰ τῆς μητρυιᾶς καὶ ὅπως πόρρωθεν προδιοικεῖ τὰ συμφέροντα καὶ προδιαλύει τὰ βλάπτοντα καὶ τῇ Δημοσθενικῇ κατανοήσει χρώμενος τοῖς μὲν ἀθρόοις ἠρέμα συναγωνίζεται πανταχόθεν περιστέλλων αὐτὰ καὶ πιστούμενος, τῶν δὲ πρόδηλον ἐχόντων τὴν δύναμιν καὶ αὐτόθεν ἰσχυρῶν φαινομένων οὐδεμίαν προβάλλεται βοηθοῦσαν ἐπίνοιαν ἔξωθεν, ἵνα τοῖς πράγμασιν αὐτοῖς καὶ μὴ δεινότητι δοκῇ περιγίνεσθαι, καὶ διὰ τῶν αὐτῶν ποιεῖ τὸ συναμφότερον, δι' ὧν ἀπολογεῖται κατηγορῶν καὶ δι' ὧν κατηγορεῖ συναπολογούμενος.

[6] προσήκει δὲ χρηστὸν καὶ σπουδαῖον ὑποθέσθαι τὸν παῖδα τῆς τοῦ ζητήματος πλάσεως τὰς ἀφορμὰς ἡμῖν πρὸς τοῦτο παρεχομένης, οὕτω γὰρ ἂν μᾶλλον τὴν δυστυχίαν αὐξήσαιμεν, οἱ γὰρ ἀγαθοὶ δυστυχοῦντες τὰ πάθη μειζόνως ἐγείρουσι, καὶ δι' ὅλου τοῦ λόγου τὸ πρέπον διαφυλάττειν καὶ τῷ ἤθει τοῦ τοιούτου παιδὸς καὶ τῇ φύσει τῶν ὑποκειμένων πραγμάτων καὶ λογισμοῖς χρῆσθαι πιθανωτέροις.

[7] ἐν γὰρ τοῖς τοιούτοις ἀγῶσιν ἐν οἷς τὰ εἰκότα μεγίστην ἔχει τὴν δύναμιν προσήκει τὴν ἐργασίαν ποιεῖσθαι τῶν πιθανωτέρων ἐκ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνειν εἰωθότων. ταῦτα γὰρ πρὸς πίστιν προκαλεῖται μάλιστα τοὺς ἀκούοντας, ὅταν ἐφ' ἑαυτῶν αὐτὰ λογιζόμενοι καὶ σκοποῦντες οἱ δικασταὶ ῥᾳδίως καὶ ἐπὶ τῶν ἄλλων γενήσεσθαι πιστεύωσιν.

[2][t]

Ὁ πηρός.

[1]    Μόλις, ὦ ἄνδρες δικασταί, τῶν ἐπὶ τῷ πατρὶ θρήνων ὀλίγον ἀναπαυσάμενος παρ' ὑμᾶς ἦλθον, ὡς ὁρᾶτε, χειραγωγούμενος, θανάτου μὲν ἐφιέμενος, τίς γάρ μοι τοῦ ζῆν ἔτι παραμυθία; τιμωρῆσαι δὲ τῷ πατρὶ πρότερον προσήχειν ὑπολαμβάνων, καὶ γὰρ ἂν εἴη τῶν ἀλογωτάτων, εἰ πυρὶ μὲν καὶ τοῖς δεινοτάτοις ἐμαυτὸν ἀφειδῶς ἔδωκα τῆς περὶ τὸν πατέρα χάριν κηδεμονίας, νυνὶ δὲ μηδαμῶς βοηθήσαιμι παρὰ πάντας τοὺς νόμους ἀπανθρώπως οὕτως ἀνῃρημένῳ καίτοι ῥᾳδίως τὴν κατ' ἐκείνου γενομένην ἐπιβουλὴν μεθ' ὑμῶν διελέγξαι δυνάμενος.

[2] ὅμως γάρ, κἂν ἡ τῶν συμφορῶν τούτων αἰτία γεγενημένη πολλοὺς ἡμῖν ἔχῃ τοὺς συνηγόρους οὓς ἀπὸ τῶν ἡμετέρων χρημάτων μισθωσαμένη προβέβληται καὶ παντάπασιν αὐτὸς ἔρημος ὦ καὶ λέγειν ἀδύνατος, οἶμαι τὴν ἀλήθειαν ἔχων συναιρομένην καὶ τὴν τῶν δικαζόντων ὑμῶν εὐσέβειαν φανερὰν ὑμῖν καταστήσειν τὴν τῆς ἀνδροφόνου ταύτης μιαιφονίαν. δι' ὧν γὰρ ἂν ἀπολογεῖσθαι περὶ τοῦ φόνου καὶ κατηγορεῖν ἡμῶν ἐπιχειρῇ, διὰ τούτων αὐτὴν ἔνοχον οὖσαν τοῖς ἐγκλήμασιν ἐπιδείξομεν.

[3]

   Θαρρεῖν μὲν οὖν, ὦ ἄνδρες δικασταί, συμβαίνει καὶ δεδιέναι. κρατήσειν μὲν γὰρ ὑπολαμβάνω τὰ πράγματα λογιζόμενος, ὅταν δὲ πάλιν τὴν ἐμαυτοῦ δυστυχίαν ἐνθυμηθῶ, τἀναντία μοι προσδοκᾶν ἔπεισι. δεδυστύχηται μὲν γὰρ ἡμῖν πολλὰ καὶ μεγάλα, τὸ δὲ νῦν τῶν ἄλλων μεῖζον καὶ χαλεπώτερον. ὅπου γὰρ πρὸς τοσοῦτον ἀπανθρωπίας ἅμα καὶ τόλμης ἡ γυνὴ προελήλυθεν ὡς ἀνελεῖν μὲν δι' ἐμὲ τὸν πατέρα, διὰ δὲ τῆς ἀναιρέσεως ἐκείνου κἀμὲ πειρᾶσθαι συκοφαντεῖν, πῶς οὐ βαρὺ μὲν καὶ σχέτλιον, δυστυχὲς δὲ καὶ πάσης ὠμότητος χαλεπώτερον;

[4] ὅμως δὲ πειρατέον καὶ ταύτην ἀποδιδόναι τῷ πατρὶ τὴν τελευταίαν ἐπικουρίαν. πολὺ γὰρ αἱρετώτερον τὴν ὑπὲρ αὐτοῦ κρίσιν ἀναδεχόμενον, ἐὰν ἄρα συμβῇ τι, παθεῖν ἢ τοῦτο δεδιότα καὶ φυλαττόμενον ἄκριτον ἀπελθεῖν ἐᾶσαι τὴν ἀνδροφόνον. τοῦ μὲν γὰρ ὑπάρξει τὴν τύχην αἰτίαν ὑπολαμβάνειν, τὸ δὲ ἡμέτερον.

[5]    Εἴθε μὲν οὖν ἐγὼ τοῦ πυρὸς ἔργον ἐκείνου γενόμενος τὸν αὐτὸν ὑπέστην τῇ μητρὶ θάνατον, παντάπασι γὰρ ἂν τῶν μετὰ ταῦτα συμφορῶν τὴν πεῖραν ἐκέρδανα καὶ καλὸν ἐντάφιον ἔχων ἀπεληλύθειν, τὴν ἐπὶ τῇ τοῦ πατρὸς σωτηρίᾳ δόξαν ἀείμνηστον· ἐπειδὴ δὲ τοσούτων καὶ τηλικούτων με πειραθῆναι δυστυχημάτων, ὡς ἔοικεν, εἵμαρτο, τῇ γοῦν τῆς ἀνδροφόνου μιαιφονίᾳ περιπεσὼν ἐβουλόμην ἀπολωλέναι.

[6] νῦν μὲν γὰρ τὴν ἐκ τοῦ πράγματος ὑποψίαν φυλαξαμένη οἰκτρότερον ἡμᾶς διεχρήσατο τοῦ πατρὸς αὐτόχειρ γεγενημένη, τότε δὲ κουφοτέραν ἂν ἔσχον τὴν τελευτὴν καὶ τῶν νομιζομένων τυχὼν καὶ τιμωρὸν τοῦ πάθους τὸν ἐμαυτοῦ πατέρα καταλιπών. ὁ μὲν γὰρ ἂν τοῦ παιδὸς ῥᾳδίως τὸν φόνον ἐζήτησε καὶ δίκην ἂν ἔλαβε τὴν προσήκουσαν· νυνὶ δὲ τὴν ἐκείνῳ συμβᾶσαν ἀπώλειαν οὐκ ἂν εὐχερῶς, οἶμαι, διελέγξειν ἐπίστευσα τῶν ὀφθαλμῶν παντελῶς ἀφῃρημένος, εἰ μὴ παντάπασιν ἡ τῆς μιαιφονίας ἐπιβουλὴ προφανὴς ὑπῆρχε καὶ τοῖς οὕτω διακειμένοις.

[7]    Δυστυχὴς μὲν οὖν ὁ πατήρ, ἐγὼ δὲ δυστυχέστερος. ὁ μὲν γὰρ πάντας ἀνθρώπους κακοδαιμονίᾳ νενίκηκε, πολὺ δὲ τοῦ πατρὸς ὁ παῖς ἀθλιώτερος. αὐτὸς γὰρ ἐμαυτῷ τῶν συμφορῶν αἴτιος, αὐτὸς ἐμαυτῷ τὴν μητρυιὰν ἐπεισήγαγον, εἴτε δὲ παρανοίας εἴτε δυστυχίας κατηγορεῖν ἐμαυτοῦ δικαίως ἐπὶ τούτοις οὐκ ἂν ὀκνήσαιμι.

[8] καὶ μηδεὶς τὸ παράδοξον λογιζόμενος ἀπιστείτω τοῖς εἰρημένοις, ἐρῶ γὰρ ὑμῖν τὴν τῆς ἀτοπίας πρόφασιν μικρὸν ὕστερον, ὅσοι μὲν γὰρ τῶν ἡμετέρων πραγμάτων τὴν ἀκριβῆ γνῶσιν οὐ παρειλήφασι, τὸν πατέρα τούτων ἡμῖν αἴτιον γεγενῆσθαι νομίζουσιν, ὅσοι δὲ τὰ καθ' ἡμᾶς ἴσασιν ἀκριβέστερον, ἐμοὶ τὴν αἰτίαν εἰκότως λογίζονται. κἂν ὑμῖν ἄνωθεν ἅπαντα διηγήσωμαι, καὶ αὐτοὶ ῥᾳδίως ὁμολογήσετε.

[9]    Διὸ δὴ καὶ πάντων ἀνθρώπων ἐμαυτὸν νενόμικα δυστυχέστατον. τὰ μὲν γὰρ πρῶτά μοι τῆς ἡλικίας ζηλωτὰ καὶ περίβλεπτα, πατὴρ φιλόπαις, μήτηρ παραπλησία, βίος εὐδαίμων, αὐτάρκης περιουσία, τὰ δὲ νῦν βέλτιον σιωπᾶν. αὐτὰ γὰρ ὑμῖν τὰ δυστυχήματα παντὸς λόγου δείκνυσιν ἐναργέστερον.

[10] τὸ δὲ κεφάλαιον τῶν συμφορῶν, ὁ πατὴρ ἐκεῖνος ἀνήρπασται καὶ τέθνηκεν, ὦ Ζεῦ καὶ Ἥλιε, διὰ τὴν περὶ ἡμᾶς ὑπερβάλλουσαν εὔνοιαν, ὁ μόνος φιλόπαις, ὁ πάντας τοὺς πώποτε πατέρας ὑπερβαλόμενος. τίς γὰρ ἐκείνῳ παραπλησίως ἀνέθρεψε; τίς ἐλευθερίως οὕτως ἐπαίδευσε; ποίων μὲν προσηκόντων διδασκαλείων ἀπείρατον εἴασε; ποίων δὲ λόγων καλῶν τε καὶ χρησίμων ἀνήκοον;

[11] πάντα μὲν οὖν τὰ μαθήματα ‹τὰ› λαμπρὰ τοῖς εὖ φρονοῦσι καὶ περισπούδαστα, θεοὺς θεραπεύειν, φιλανθρωπίαν ἀσπάζεσθαι, τοὺς συγγενεῖς ἀγαπᾶν, τοῖς δεομένοις ἐπικουρεῖν, αἰδεῖσθαι τοὺς τῷ χρόνῳ προειληφότας καὶ μηδὲν ἄδικον διαπράττεσθαι, τῶν δὲ πραττομένων ἔφορον εἶναι τὴν Δίκην, νομίζοντας τῶν μὲν ἀνθρωπίνων ἁμαρτημάτων ἀπέχεσθαι, σπουδῇ δὲ μετιέναι τὰ κάλλιστα, ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια τῇ τοῦ πατρὸς ἐπιμελείᾳ μανθάνων ἐπαιδευόμην.

[12]

τὸ δὲ δὴ μέγιστον τῶν μαθημάτων καὶ τιμιώτατον, περὶ οὗ πολλὰ μὲν εἴρηται ποιηταῖς τε καὶ λογογράφοις, πλείω δὲ διεξῄεσαν οἱ παιδεύοντες ἐπαινοῦντες μὲν ὡς εὐσεβές τε καὶ θεῖον, εὐδαίμονας δὲ τοὺς τὸ μάθημα τοῦτο τοῖς ἔργοις ἐπαληθεύοντας καὶ μακαρίους πολλάκις ἐπονομάζοντες, τί τοῦτο λέγω; τιμᾶν θεοὺς οὓς δεῖ μάλιστα, τοὺς γονέας θεραπεύειν μετ' ἐκείνους, προνοεῖν τῶν πατέρων καὶ κήδεσθαι, πάντα τρόπον ἐκείνοις εἶναι κεχαρισμένον, γηρωκομεῖν, ἀποδιδόναι τὰ πρέποντα χαριστήρια, μὴ συγχωρεῖν, ἂν ὑβρίζῃ τις, ἂν ἀδικῇ τις, ἐπεξιέναι, κἂν κίνδυνος, κἂν τεθνάναι συμβαίνῃ, φέρειν ἀσμένως. εὐχῆς γὰρ ἄξιος ἐκεῖνος ὁ θάνατος καὶ περισπούδαστος ὑπὲρ πατέρων γινόμενος.

[13]    Τούτοις, ὦ ἄνδρες δικασταί, τοῖς μαθήμασι παιδευόμενος ἐπεμελούμην, ἐφρόντιζον, ἐθεράπευον, ἐκηδόμην. εἰ περιῆν ὁ πατήρ, αὐτὸς ἂν ὑμῖν διηγήσατο τὴν πολλὴν κηδεμονίαν, τὴν εὔνοιαν, τὰς φροντίδας, τὴν ἐπιμέλειαν. οὐδένα γὰρ χρόνον ἡσύχαζον πράττων καὶ λέγων ἃ λυσιτελεῖν ἐκείνοις ἐνόμιζον, μᾶλλον δὲ ταῦτα διαπραττόμενος ἐμαυτῷ τὸ συμφέρον ἐβουλευόμην. ὅσοι γὰρ τοὺς ἑαυτῶν πατέρας τὰ πρέποντα θεραπεύουσι, δι' αὐτῶν ὧν κηδόμενοι πράττουσι τὴν προσήκουσαν χάριν κομίζονται.

[14] καὶ τί δεῖ καθ' ἕκαστον λέγειν ἐξὸν ἑνὶ τεκμηρίῳ δηλῶσαι τὴν ὑπερβάλλουσαν σπουδήν τε καὶ προθυμίαν; ὡς γὰρ ἡ Τύχη καὶ τὸ δαιμόνιον ἀφορμὴν ἡμῖν παρέδωκαν ἀβούλητον μέν, ὅμως δὲ μόνην ἱκανὴν παιδὸς ἀγαθοῦ καὶ κηδεμόνος ἐπιδεῖξαι προαίρεσιν, οὐκ ἐμέλλησα πρὸς τὸν κίνδυνον οὐδὲ τὸ μέγεθος τοῦ τολμήματος λογισάμενος εὐλαβέστερον διετέθην, τεθνάναι δὲ βέλτιον ἡγησάμενος ἢ περιιδεῖν τοὺς γονέας ἀπολλυμένους καὶ μόνον τοῦτον τὸν κίνδυνον ζηλωτὸν νομίσας καὶ περιμάχητον διέσωσα μὲν τὸν πατέρα πυρὶ παντοχόθεν κατειλημμένον.

[15] ᾧ προτέρῳ βοηθεῖν ἐδόκει μοι δικαιότερον, ἀμφοτέροις γὰρ ἅμα βουλόμενος ἐμαυτὸν ἑώρων ἀδυνατώτερον, ὑπὲρ δὲ τῆς μητρὸς τὴν αὐτὴν προθυμίαν ἐπιδειξάμενος καὶ τοῦ σῶσαι τὴν ἀθλίαν διήμαρτον τοῦ πυρὸς κυριωτέρου γεγενημένου καὶ τῶν ὀφθαλμῶν ἀφῃρέθην φιλονεικότερον ἐκείνῳ μαχόμενος.

[16] τούτων δὲ οὕτω γεγενημένων καὶ τῆς μητρός, ὡς ἔφην, ἀπολωλυίας ὁ μὲν χρηστὸς ἐκεῖνος πατὴρ καὶ περὶ τοὺς οἰκείους εὐνοϊκώτατος ὁμοῦ μὲν τὴν ἐκείνης ἀπώλειαν, ὁμοῦ δὲ τὴν συμφορὰν τὴν ἐμὴν ὀδυρόμενος χαλεπώτερον τὸ κατ' ἐμὲ πάθος θρηνῶν καὶ στένων δῆλος ἦν, ἐγὼ δὲ τὴν μητέρα συνοδυρόμενος παρεμυθούμην ‹ἐπ'› ἐμαυτῷ τὸν πατέρα· δεινὸν μέν, ὦ πάτερ, τὸ πάθος, ἔχει δέ τι καὶ φιλοτιμίας· τὴν γὰρ πρόφασιν λογιζόμενος κουφότερον φέρω τὴν συμφοράν. ὑπόμνημα γὰρ αὕτη καὶ γνώρισμα τῆς περὶ ὑμᾶς εὐνοίας καὶ προθυμίας.

[17] ὡς δὲ τῶν ἐπὶ τῇ μητρὶ θρήνων ἀπέστημεν καὶ πολὺς μετὰ ταῦτα χρόνος διεληλύθει, καιρός, ὦ παῖ, περὶ τῶν κατειληφότων, ἔφη, βουλεύεσθαι, καιρὸς ἡμῖν διαγνῶναι τὸ παριστάμενον. ἐγὼ μὲν ἤδη ταύτην ἄγω τὴν ἡλικίαν, σὲ δὲ πολλῆς τινος ἐπιμελείας ὁρῶ δεόμενον. τίς οὖν καὶ σὲ θεραπεύσει κἀμὲ γηρωκομήσει; καλὸν ἀγαγέσθαι σοι γύναιον. χρήσιμον ἀμφοτέροις τὸ διανόημα.

[18] ταῦτα λέγοντος ἐκείνου πολλάκις οὐκ εὐφημήσεις, ὦ πάτερ, ἔφην, καὶ συγχωρήσεις ῥᾳδίως μοι φέρειν τὴν συμφοράν; οἷς γὰρ νῦν λέγειν ἐπιχειρεῖς, τούτοις μοι βαρυτέραν ἀποφαίνεις τὴν δυστυχίαν τὴν μνήμην ἀνακινῶν τοῦ πάθους καὶ τὴν ἐνοῦσαν δυσχέρειαν τῷ καθ' ἡμᾶς ἀτυχήματι φέρων εἰς μέσον. γυναικὸς ἀνάσχωμαι, πάτερ, γυναικὸς οὑτωσὶ διακείμενος; ἵνα ποίοις μὲν ὀφθαλμοῖς αὐτὴν θεάσωμαι, ποίαις δὲ θεασάμενος ὄψεσι τῇ συνεχεῖ θέᾳ τὴν πρὸς αὐτὴν εὔνοιαν βεβαιώσωμαι; διὰ γὰρ τούτων ἀρχὴ μὲν εὐνοίας καὶ συνηθείας, ἀρχὴ δὲ φιλίας καὶ πόθου καὶ τῶν καλλίστων ἁπάντων πέφυκε γίνεσθαι.

[19] πῶς οὖν τοῦ βλέπειν ἐστερημένος τυγχάνειν τούτων δυνήσομαι; πῶς δέ με τὸ γύναιον οὕτω διακείμενον ὄψεται; πῶς εὐνοήσει; πῶς οὖν ἡμῖν ὁμοφροσύνη γενήσεται; τί δέ μοι τῆς ἀθεάτου κοινωνίας γένοιτ' ἂν ὄφελος; παίδων γένεσις, εἴποι τις ἄν. τοῦτο μὲν οὖν καὶ κωλύει μᾶλλον τὸν γάμον.

[20] οὐκ εὐτυχές, ἔφην, ὦ πάτερ, τὸ σπουδαζόμενον. ἡδὺ μὲν γὰρ χρῆμα καὶ τιμιώτατον παῖδες ὃν προσήκει τρόπον προῃρημένοι καὶ μετ' εὐνοίας κήδεσθαι τῶν γονέων δεδιδαγμένοι καὶ πεφυκότες, ἀλλὰ τοῖς ὁρῶσι καὶ τὴν τοῦ κτήματος ἔχειν ἀπόλαυσιν δυναμένοις. ἐμοὶ δὲ τίς ὠφέλεια, τίς ὄνησις μήτε προσβλέπειν μήτε γινώσκειν αὐτοὺς δυναμένῳ, τυφλῷ δὲ καὶ κακοδαίμονι καὶ τῶν ἀγαθῶν πάντων ἐστερημένῳ; τίς γὰρ ὅμοιος ἔσται μοι τῶν παίδων; οὐκ ὄψομαι. τίς τοῖς πατράσιν ἢ τοῖς προγόνοις, τίς δέ μοι μᾶλλον κεχαρισμένος; ἀνιῶμαι ταῦτα λέγειν ἀναγκαζόμενος καὶ τῆς συμφορᾶς τὸ δεινότατον λογιζόμενος.

[21] ἀλλ' ἵνα τὸν κλῆρον αὐτοῖς καταλίπω; τοῖς ἀγνώστοις; τοῖς ἀλλοτρίοις; ὑπόπτους γὰρ αὐτοὺς ἡγήσομαι καὶ νόθους. ἔχω προσφιλέστερον κληρονόμον τὸν δῆμον, τὴν πόλιν. ἀναλώσω τὸν κλῆρον εἰς τὰ κοινῇ τῇ πατρίδι συμφέροντα χορηγῶν, εἰσφέρων, ἐπιδιδούς, προϊέμενος, νῦν μὲν ἰδίᾳ, νῦν δὲ κοινῇ παρέχων ἐμαυτὸν χρήσιμον. λειτουργήσω τοῖς χρήμασι, τὸ σώματι γὰρ προαφῄρημαι. διὰ τούτων ἐκτίσω τῇ πατρίδι τὸ χρέος καὶ πολίτης ἔσομαι κατὰ δύναμιν χρησιμώτατος.

[22] τίς οὖν ἐμὲ θεραπεύσει; τίς σὲ γηρωβοσκήσει; τίς ἀμφοτέροις πληρώσει τὴν ἐπιμέλειαν; αὐτός, ὦ πάτερ, ἀγαγοῦ. πρεσβύτης μὲν γὰρ ἤδη καὶ γέρων, δέῃ δὲ γυναικὸς οὐ παιδοποιοῦ μᾶλλον ἢ γηρωκόμου, πολλαὶ δὲ τοιαῦται κατὰ τὴν πόλιν.

[23]

οἶδα μὲν οὖν ὡς δεινόν τι χρῆμα μητρυιὰ καὶ φύσει πολέμιον, ἱκανὴ μὲρ γὰρ ἐπιβουλεῦσαι καὶ διαφθεῖραι παντάπασιν οἶκον εὐδαίμονα, δεινὴ δὲ διαβολαῖς ἀνοσίοις καὶ σκευωρήμασιν ἢ φαρμακείαις καὶ μαγγανεύμασι διαλῦσαι μὲν πατρικὴν εὔνοιαν, ἐκπολεμῶσαι δὲ τὰ γένη πρὸς ἄλληλα καὶ πάντα τρόπον μίση μηχανήσασθαι τῶν φιλτάτων. ἔχει δέ τι καὶ μιαιφόνον καὶ τραγικῆς σκηνῆς ἄξιον. μεστὰ γοῦν τούτων τὰ δράματα, πλήρης δὲ τῶν ἀνθρώπων ὁ βίος.

[24] ὅμως δὲ συμβουλεύσεις αὐτῇ καὶ παραινέσεις καὶ νουθετῶν ποιήσεις ἡμερωτέραν, κἂν ἡ φύσις πρὸς τὰ χείρω βιάζηται, μάτην δὲ διελέγξεις ἐπιβουλεύουσαν. οὔτε γὰρ ἀνέξῃ μηχανωμένης οὔτε πεισθήσῃ διαβολαῖς ἢ λόγοις κατὰ τοῦ παιδὸς συγκειμένοις. ἀκριβῶς οἶδα τὴν σὴν περὶ ἡμᾶς εὔνοιαν, ἀκριβέστερον δὲ καὶ αὐτὸς ἡμῶν πεπείρασαι.

[25]    Πεισθεὶς ὁ πατὴρ ἠγάγετο. τούτοις δ' ἑπόμενος αὐτόχειρα μᾶλλον ἢ γηρωκόμον ἔλαθεν ἀγαγόμενος. οὕτω τῶν συμφορῶν ἐμαυτῷ καὶ τῶν κατειληφότων κακῶν αἴτιος ἐγενόμην. ἅμα τε γὰρ εἰς τὴν οἰκίαν εἰσεληλύθει καὶ παραχρῆμα μυρίαι τε φαρμακεῖαι καὶ σκευωρήματα καὶ τὸ δεινότατον, φόνος ἀνοσιώτατος.

[26] ἡ δὲ πρὸς τοσοῦτον ὠμότητος ἅμα καὶ δυσσεβείας ἐλήλυθεν ὡς ἀνελεῖν μὲν ἐκεῖνον καὶ φόνον ἀνήμερον διαπράξασθαι, τολμᾶν δὲ τῆς ἀναιρέσεως ἐκείνου τῷ παιδὶ προσάγειν τὸ ἔγκλημα. κρινομένη γοῦν ἐφ' οἷς ἐτόλμησεν ἐμὲ κρίνειν ἐπιχειρεῖ καὶ τὸν σεαυτοῦ πατέρα, φησίν, ἀπέκτεινας.

[27] ἐγὼ τὸν πατέρα τὸν ἐμαυτοῦ; τοῦτό μοι τῶν ἀνηκέστων συμφορῶν χαλεπώτερον, τοῦτο καὶ τῆς τυφλότητος καὶ τῆς ὀρφανίας ἀφορητότερον. ἐγώ, πρὸς Πατρῴου καὶ Γενεθλίου, τὸν ἐμαυτοῦ πατέρα διεχρησάμην; τὸν σπείραντα, τὸν παιδεύσαντα, τὸν ἀναθρέψαντα καὶ κηδόμενον; δι' ὃν καὶ ζῆν ἐβουλόμην καὶ κουφοτέραν ἦγον τὴν συμφοράν; ὃς μόνος ἦν μοι τοῦ βίου παραμυθία, μόνος ἡδονῆς αἴτιος ὁμιλῶν καὶ φθεγγόμενος καὶ πάντα πράττων κεχαρισμένα;

[28] τῆς γοῦν ἐκείνου φωνῆς ἀκούων ηὐφραινόμην καὶ ὁρᾶν ἐδόκουν καὶ τοὺς ὀφθαλμοὺς ἔχειν ὧν ἀφῃρέθην. ζῶντος μὲν γὰρ ἐκείνου πάντα μὲν ἔβλεπον, πάντων δὲ τῶν καλλίστων ἐτύγχανον. νυνὶ δὲ ὄντως πεπήρωμαι, νῦν τὴν συμφορὰν ὁλόκληρον ἔχω.

[29]    Πατρός, εἰπέ μοι, τίς αὐτόχειρ γενέσθαι βούλεται; ἀνθρώπου δὲ ὅλως ἄνθρωπος παιδευθεὶς τὰ πρέποντα καὶ μαθὼν ἃ προσήκει τὸν κατὰ νόμους βεβιωκότα, θεοὺς θεραπεύων, φιλανθρωπίαν εἰδώς; τύπτει δέ τις πατέρα γνωρίζων καὶ πεπεισμένος; ὑβρίζει δέ; ἀντιλέγει δὲ ὅλως;

[30] ἐγὼ μὲν οἶμαι τοὺς τούτων τι πράττειν ἐπιχειροῦντας ἀλλοτρίους ὄντας λανθάνειν καὶ νόθους τοῦ γένους. τίς γὰρ ἄν, εἰ σωφρονεῖ, τὸν ἑαυτοῦ πατέρα λυπήσειε; τίς δ' ἂν ἀδελφὸν ἢ φίλον ἢ συγγενῆ κακῷ τινι περιβάλοι; τίς οὕτως ἄγριος; τίς ἀνήμερος;

[31] αἰδεῖται καὶ τὰ θηρία τὴν φύσιν καὶ περὶ τοὺς ἄλλους ἅπαντας ἀγριαίνοντα φιλίᾳ τοῦ γένους πολύ τι τὸ ἥμερον ἐπιδείκνυσιν. εἶδον γοῦν καὶ ταῦτα πολλάκις ἐπὶ τῆς πρώτης ἐκείνης εὐδαιμονίας ὑπὲρ μὲν τῶν γονέων πολεμοῦντα προθύμως καὶ κινδυνεύοντα, θεραπεύοντα δὲ τούτους καὶ περιέποντα καὶ πλείστην κηδεμονίαν ἐπιδεικνύμενα. τοσούτῳ δὲ τούτων διάκεινται πάντες ἄνθρωποι περὶ τοὺς ἑαυτῶν πατέρας εὐνοϊκώτερον ὅσῳ τῶν ἀλόγων οἱ λογισμὸν ἔχοντες ἡμερώτεροι καὶ τῶν ἀγριωτάτων οἱ πρᾳότατοι τὴν φύσιν διενηνόχασι.

[32] τί δεῖ τὰ πολλὰ λέγειν; ἴστε γὰρ ταῦτα, κἂν παραλείπω. πατέρες μὲν γὰρ ὑμῶν οἱ πλείους, παῖδες δὲ δήπου πάντες γεγόνατε. τίς οὖν ὑμῶν ἢ σύνοιδεν ἢ ἀκήκοεν, οὐ λέγω φόνον πατρῷον γεγενημένον, ἀλλὰ πληγαῖς υἱὸν αἰκισάμενον ἢ λοιδορίᾳ κατὰ τῶν πατέρων χρησάμενον; ἢ μόνος ἐγὼ τῶν πάντων ὠμότατος, μόνος μιαιφονώτατος; εἰ μὲν δυστυχέστατος, οὐκ ἂν ἀντείποιμι, περίεστι γάρ μοι τοῦ πράγματος, εἰ δὲ πονηρότατος, ὑμῖν καταλείπω σκοπεῖν. οὐ γάρ, εἰ τυφλός, ἤδη καὶ μιαιφόνος, οὐδέ, εἰ δυστυχής, ἤδη καὶ πατροκτόνος.

[33]

ὁ περὶ τοὺς ἀλλοτρίους φιλάνθρωπος περὶ τοὺς οἰκείους ὠμότατος; ὁ τῶν γνωρίμων καὶ συνήθων κηδόμενος τοῖς γονεῦσι πολεμιώτατος; καὶ τῶν μὲν οἰκετῶν οὐδεὶς ὑφ' ἡμῶν, οἶμαι, λελύπηται, πατέρα δ' ἂν ἐμαυτοῦ διεχρησάμην; καὶ θεράποντα μὲν γνησίως ἡμῶν ἐπιμελούμενον οὐκ ἂν λοιδορήσαιμι, τοῦ δὲ πατρὸς αὐτόχειρ ἂν ἐγενόμην, ὃς ἦν μοι τὰ πάντα, πατὴρ καὶ φίλος, μήτηρ καὶ συγγενής, θεράπων, χειραγωγός, δοῦλος ἀναγκαιότατος; ἤδη γὰρ καὶ τὰς τῶν δούλων ὑπηρεσίας εὐνοίᾳ τῇ πρὸς ἡμᾶς ὑπομένειν ᾤετο δεῖν.

[34] εἰ καὶ μὴ ὡς πατρὸς ἐκηδόμην, ὡς γοῦν θεραπεύοντος ἂν ἐφεισάμην. εἰ καὶ ἀνήμερος ἤμην τῷ τρόπῳ, ταῖς εὐποιίαις ἂν ἐγενόμην πρᾳότερος. ἡμεροῦνται καὶ θῆρες θεραπευόμενοι, κἂν πρότερον ἀγριαίνωσιν. ἐγὼ δὲ καὶ τῶν ἀνημέρων, ὡς ἔοικεν, ἀγριώτερος.

[35]

καὶ πρὶν μὲν τοσαύτης παρὰ τοῦ πατρὸς τυγχάνειν ἐπιμελείας ἠγάπων, ἐφρόντιζον, ἐκινδύνευον, τὴν πολλὴν εὔνοιαν ἅπαντες ὡμολόγουν, θεραπευόμενος δὲ πάσης προσδοκίας ἐπέκεινα καὶ τυγχάνων ὧν ἐβουλόμην, ὅτε τὴν προϋπάρχουσαν εὔνοιαν ἔδει διπλασιάζεσθαι, τότ' ἂν κακόνους ὤφθην καὶ δυσμενέστατος; καὶ τίς ἂν ταῦτα πιστεύσειεν;

[36] οὐκ ἐδεόμην τοσαύτης ἐπιμελείας ὁρῶν ἔτι καὶ τὰ προσήκοντα πράττειν δυνάμενος, ὅμως δὲ σώζεσθαι τὸν πατέρα καὶ μηδενὸς ἀηδοῦς πεῖραν λαμβάνειν ἑκάστοτε τοῖς θεοῖς ηὐχόμην καὶ πάντα κίνδυνον ὑπὲρ τούτου προθύμως ἀνεδεχόμην· εἶτα μὴ δεόμενος μὲν οὕτως ἐφρόντιζον, ἄνευ δὲ τῆς παρ' ἐκείνου κηδεμονίας ζῆν μὴ δυνάμενος ἀνελεῖν ἂν ἐπεχείρησα καὶ πρὸς τοσαύτην μιαιφονίαν ἀθρόως ἐχώρησα μηδέν τι πώποτε δυσχερὲς εἰς ἐκεῖνον διαπραξάμενος, οὐκ ἀντειπών, οὐ λόγῳ λυπήσας, οὐ θρασυνάμενος.

[37] καίτοι γε τὰ μικρὰ καὶ φαῦλα τῶν ἀδικημάτων πρὸ τῶν μεγίστων καὶ δεινοτάτων ἅπαντες εἰώθασι διαπράττεσθαι. κἂν τοῖς γονεῦσιν ἀντείπῃ τις, δῆλον ὡς ὁ τοιοῦτος ὑβρίσει, κἂν ὑβρίσῃ, τυπτήσει γε προϊών, ὅσῳ δ' ἂν προβαίνῃ, γενήσεται χαλεπώτερος. ἐγὼ δὲ καινότατος τῶν πώποτε κακούργων γεγενημένων ὁμοῦ κακόνους καὶ μιαιφόνος;

[38] καὶ τοσοῦτον ὁ δυστυχὴς μεταβέβλημαι τῆς πρότερον προαιρέσεως ὡς ἀνελεῖν ὃν διέσωζον, ὡς αὐτόχειρ γενέσθαι δι' ὃν προδήλοις κινδύνοις ἐμαυτὸν δέδωκα καὶ πυρὶ καὶ θανάτῳ; πῶς γὰρ ἂν εἴη τῆς αὐτῆς εὐνοίας νῦν μὲν κινδυνεύειν καὶ σώζειν καὶ τεθνάναι πρὸ τοῦ πατρὸς προσήκειν ὑπολαμβάνειν, αὖθις δὲ τὸν αὐτὸν ἀναιρεῖν, ἐπιβουλεύειν καὶ πᾶσαν δυσμένειαν ἐπιδείκνυσθαι, καὶ τῆς μὲν μητρὸς αὐτὸν ποιήσασθαι προτιμότερον, νῦν δὲ τῶν φύσει πολεμίων παντάπασι δυσμενέστερον, καὶ τοῦ πυρὸς ἔργον ὅπως μὴ γένηται κινδυνεύσαντα τἠμῇ δεξιᾷ ταμιεύσασθαι τὸ κατόρθωμα; πάνυ γε. οὐ γὰρ τῶν αὐτῶν μαθημάτων ἀμφότερα οὐδὲ τῆς αὐτῆς προαιρέσεως τούτων ἑκάτερον.

[39]    Τί δὲ καὶ βουλόμενος ἂν οὕτως ἐβουλευσάμην δυσσεβεῖν καὶ ὑπὸ Ἐριννύων ἐλαύνεσθαι καὶ τελείαν ἐμαυτῷ κατασκευάσασθαι τὴν συμφορὰν καὶ τὴν λειπομένην ἀφελέσθαι παραμυθίαν, τῇ μητρὶ προσθεῖναι καὶ τὸν πατέρα καὶ πανταχόθεν ἔρημον ἐμαυτὸν ἀποδεῖξαι καὶ δυστυχέστατον; οὐ γὰρ ἱκανὸν ἦν τὸ δυστύχημα, μητρὸς ἀπώλεια, τυφλότης, πάντα τὰ χαλεπώτατα μόνῃ τῇ τοῦ πατρὸς σωτηρίᾳ φορητὰ νομιζόμενα;

[40]

τί δὲ τοσοῦτον ἀδικηθεὶς οὕτως ἀνηλεῶς ἠμυνάμην; ὃς πάντων μὲν τῶν προσηκόντων ἐτύγχανον, οὐδενὸς δὲ τῶν ἀβουλήτων διὰ τὸν πατέρα πεπείραμαι. καὶ ταύτην μὲν παρὰ πάντα τὸν χρόνον ἡμῖν ἐπιβουλεύουσαν οὐδεπώποτε καίτοι δικαίως ἀμύνασθαι προειλόμην, τὸν δὲ κακοῦ μὲν οὐδενός, ἀγαθῶν δὲ μυρίων αἴτιόν μοι γεγενημένον πῶς ἂν ἀνελεῖν ἐπεχείρησα;

[41]    Ναί φησιν. ἠγανάκτεις γὰρ ὅτι μοι τὸν κλῆρον παντάπασι δεδωκὼς ἄμοιρόν σε κατέστησεν. ὠργιζόμην, εἰπέ μοι, πρὸς θεῶν, ἐφ' οἷς ὑπὲρ ἐμοῦ βουλευσάμενος ἔπραξεν εἰδὼς τὴν ἐκείνου διάνοιαν μεθ' ἧς οὕτω περὶ τοῦ κλήρου βεβούλευτο καὶ κοινωνὸς τῆς σκέψεως καὶ μερίτης γεγενημένος;

[42] ἐκεῖνος γάρ, ὦ ἄνδρες δικασταί, συνεχῶς ταύτην ὁρῶν ἡμῖν ἐπιβουλεύουσαν καὶ παντελῶς ἀνελεῖν σπουδάζουσαν δι' οὐδὲν ἕτερον ἢ τὴν τῶν χρημάτων ἐπιθυμίαν ἔγνω συμφέρειν καὶ τὴν ἑαυτοῦ γνώμην ἡμῖν ἀνήνεγκε μηχανήσασθαί τι πρὸς τὴν ταύτης ἐπιθυμίαν δι' οὗ παύσει μὲν αὐτὴν ἡμῖν ἐπιβουλεύουσαν, παύσει δὲ πανταχόθεν καθ' ἡμῶν ῥᾳδίως μηχανωμένην.

[43] λογιζόμενος οὖν συνοίσειν ἐνόμιζε τῆς πρὸς ἡμᾶς δυσμενείας ἀνελεῖν τὴν πρόφασιν καὶ μόνῃ τὸν κλῆρον καταλιπεῖν. οὕτω γὰρ ἕξειν ἑκάτερον καλῶς, καὶ τὸ πεπαῦσθαι ταύτην ἐπιβουλεύουσαν καὶ τὸ μὴ δοῦναι βεβαίαν ἤδη τὴν χάριν. ἐξεῖναι γὰρ αὐτῷ μετὰ ταῦτα τὰ γραφέντα πάλιν ἐπανορθώσασθαι. ταῦτα βουλευσάμενος ὁ πατὴρ οὕτως ἔπραξε, ταῦτα διανοηθεὶς ἄμοιρόν με τότε τοῦ κλήρου κατέστησε.

[44] πῶς οὖν ἀγανακτεῖν εἰκὸς ἐφ' οἷς ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας ἐμηχανήσατο; πῶς δὲ διὰ ταῦτα χαλεπῶς φέρειν ἃ τῆς περὶ ἡμᾶς εὐνοίας ἕνεκεν πράττειν ἐνόμιζε, καὶ ἐφ' οἷς ἔδει τῆς ὑπερβαλλούσης κηδεμονίας μᾶλλον αὐτὸν ἢ πρότερον ἀγαπᾶν, ἐπὶ τούτοις ἀγανακτεῖν καὶ μέχρι τῶν ἀνηκέστων καὶ δεινοτάτων ἐκτείνειν τὴν ἀγανάκτησιν;

[45]

εἰ δὲ καὶ μὴ ταῦτα φρονῶν ἔγραφεν, ἀλλ' ὄντως ἀλλότριόν με καταστῆσαι τοῦ κλήρου βουλόμενος, οὐκ ἦν μοι λυσιτελέστερον ζῆν ἢ τεθνάναι καὶ δι' αὐτὸ τοῦτο τὸν ἐμαυτοῦ πατέρα; περιόντος μὲν γὰρ ἐλπὶς ἦν καὶ μεταβολὴν γενέσθαι τῆς προαιρέσεως καὶ πρὸς τὴν φύσιν πάλιν ἐπανελθεῖν καὶ λῦσαι μὲν ἃ πρότερον ἀπατηθεὶς διεπράξατο, προτιμοτέραν δὲ ποιήσασθαι τῶν διαβολῶν τὴν ἀλήθειαν καὶ βελτίονι κρίσει τὴν μὴ προσήκουσαν διορθώσασθαι· τελευτήσαντος δὲ παντελὴς μὲν ἀπώλεια, προσδοκία δὲ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς πανταχόθεν ἀνῄρητο μηδεμιᾶς ἔτι λειπομένης ἐλπίδος. ἃ γὰρ εἰκὸς ἦν πράξειν, εἰ περιῆν, ἀδύνατον ὑπάρχειν ἀπολωλότος.

[46] ἵν' οὖν αὐτὸς μὲν ἐκπέσω τοῦ κλήρου παντάπασι, ταύτῃ δὲ βεβαίαν τῆς τῶν ὑπαρχόντων περιουσίας τὴν κτῆσιν παρασκευάσω, τὸν πατέρα διεχρησάμην καὶ τοσαύτην μιαιφονίαν ἀνεδεξάμην; εἰ γὰρ τοὐναντίον ἀπροσδόκητον ἦν ζῶντος μὲν τὸν κλῆρον κομίσασθαι, τεθνεῶτος δὲ παραχρῆμα τὸ λαβεῖν πρόχειρον, πρὸς τοσοῦτον ἂν ἦλθον ἀπανθρωπίας ὡς χρημάτων ἕνεκεν φόνον ἐργάσασθαι καὶ τοῦτον πατρῷον; καὶ τῆς μὲν ἐμαυτοῦ σωτηρίας τὴν τοῦ πατρὸς προετίμησα, δι' ἣν δὲ κινδυνεύειν προθύμως καὶ τεθνάναι δεῖν ὑπελάμβανον, ταύτην ἂν προηκάμην τὴν τοῦ κλήρου γεγενημένην ἡμῶν ἀλλοτρίωσιν αἰτιώμενος;

[47] ἀγανακτεῖ δέ τις οὕτως ἐπὶ τοιούτοις ἐγκλήμασι καὶ μηδὲν ἀνήκεστον πεπονθὼς πρὸς τὴν τοῦ πατρὸς ἀναίρεσιν παροξύνεται; πολλά τις ἂν εἴποι πρὸς ἑαυτὸν πρίν τι τῶν δεινῶν διαπράξασθαι, πλείω δ' ἐμοὶ περιῆν τῶν ἄλλων λογιζομένῳ ῥᾳδίως φέρειν τὴν ἀγανάκτησιν.

[48] νῦν εἰς ἡμᾶς ὁ πατὴρ ἐξήμαρτεν, ἀλλ' εὖ πεποίηκεν ἤδη πολλάκις. τῶν ὑπαρχόντων ἀμοίρους κατέστησεν, ἀλλὰ τῆς γενέσεως γέγονεν αἴτιος. τὰ μείζω δὲ τῶν καταδεεστέρων καὶ τὰ πλείω τῶν ἐλαττόνων καὶ τῶν ὕστερον γεγενημένων τὰ πρεσβύτερα τιμιώτερα. κἂν νῦν ὀργίζηται, προϊὼν ἔσται φιλανθρωπότερος. ἐπὶ τοῦ παρόντος κεκίνηται, μικρὸν ὕστερον πατὴρ ὢν ἐπιγνώσεται.

[49]

ταῦτα καὶ τὰ τούτοις ὅμοια πρὸς ἐμαυτὸν ἔφην ἄν, εἰ δυσμεναίνων ἐτύγχανε καὶ μὴ τοῦ συμφέροντος ἕνεκεν οὕτω βεβούλευτο. τὴν δὲ τῶν πεπραγμένων διάνοιαν ἀκριβῶς ἐπιστάμενος τίνα τῆς πρὸς ἐκεῖνον ὀργῆς εἶχον τὴν πρόφασιν;

[50] χωρὶς δὲ τούτων οὐκ εὔηθες δοκεῖν μὲν ἀμύνεσθαι, πολλῷ δὲ δήπουθεν ἐμαυτὸν ἀδικεῖν χαλεπώτερα, καὶ δι' ὧν τις τιμωρίαν λαμβάνει, διὰ τούτων ἑαυτῷ βλάβην προσάγειν ἀνήκεστον; τί γὰρ ἀνδροφόνου τῶν ὄντων ἀνοσιώτερον; ὅταν δὲ καὶ πατέρα τις διαχρήσηται καὶ τὸ δεινὸν ἐκεῖνο καὶ παρὰ πᾶσιν ἀπιστούμενον ἔργον τολμήσῃ τις, Ἡράκλεις, τοῦ δυσσεβήματος. οὐδὲ τὴν μίμησιν τοῦ τοιούτου δράματος ἐπὶ σκηνῆς ἰδεῖν εὖ φρονῶν ἄν τις ἀνάσχοιτο.

[51]    Πρὸς δὲ τούτοις κἀκεῖνο πρὸς ὑμᾶς εἰπεῖν βούλομαι. πολλὰ μὲν καὶ μεγάλα τῶν τοῦ βλέπειν ἐστερημένων τὰ δυστυχήματα, τὸ δὲ δὴ μέγιστον, αὐτοὶ μὲν οὐκ ἂν λάθοιέν τι διαπραττόμενοι, πάντες δὲ τούτοις ἀκινδύνως ἐπιβουλεύουσι. πῶς ἂν οὖν τὸν φόνον ἐτόλμησα δεδιὼς μή τις θεάσηται καὶ ταύτην μάλιστα συγκαθεύδουσαν φυλαττόμενος; πῶς δ' ἂν αὐτὸν ἐκεῖνον ἐπέγνων ὃν ἀνελεῖν ἐσπούδαζον ὁ πάντως χειραγωγούμενος;

[52] οὐχ οὕτω ταῦτ' ἔχει. πόθεν; σὸν ὡς γυναικὸς καὶ ταύτης μητρυιᾶς τὸ δυσσέβημα προγόνῳ μὲν ἐπιβουλεύειν προῃρημένης, τοῦ δὲ κλήρου παντὸς ἐφιεμένης, δυσμενέστερον δὲ καὶ πρὸς τὸν ἄνδρα διακειμένης, ὅτι τοῦ παιδὸς ἑώρας κηδόμενον καὶ ἃς καθ' ἡμῶν ἐκίνεις ἐπιβουλὰς ἀνονήτους παρασκευάζοντα καὶ φύλακα διαπαντὸς ἀήττητον καὶ γήρᾳ μὲν ἤδη κατειλημμένον, παιδοποιήσασθαι δὲ μηκέτι δυνάμενον.

[53] ταῦτα σέ, πάτερ, κακῶς ἀπολώλεκεν, ἡ πολλὴ περὶ ἡμᾶς εὔνοια, τὸ τῆς κηδεμονίας ἡμῶν ἀνυπέρβλητον, ἡ τῆς γυναικὸς τῶν χρημάτων ἐπιθυμία δι' ἣν καὶ πάλαι μὲν ἡμῖν ἐπεβούλευε, νῦν δὲ τὴν ἀνήκεστον ταύτην ἐπιβουλὴν ἀθρόως ἐπήνεγκε.

[54]    Καίτοι τί βουλομένη, φησίν, ἀπέκτεινα τοῦ κλήρου κυρία γενομένη; τὴν κτῆσιν τούτου βεβαιοτέραν καὶ ἀσφαλέστερον ἑλεῖν τὴν τῶν χρημάτων περιουσίαν καὶ μηδεμίαν ὕστερον τοῦ πατρὸς δεδιέναι μεταβολήν. ᾔδεις γάρ, ᾔδεις τὴν ἐκείνου διάνοιαν καὶ τὴν περὶ ἡμᾶς εὔνοιαν ὅση τις ἦν ἀφ' ὧν σοι πολλάκις ὑπὲρ ἡμῶν συνεβούλευεν, ἀφ' ὧν θεραπεύειν ἠξίου καὶ τοῦ μὲν ἐπιβουλεύειν ἀφίστασθαι, μητρὸς δὲ μᾶλλον ἢ μητρυιᾶς ἐπιδεικνύειν προαίρεσιν.

[55] τούτοις τεκμηρίοις χρωμένη τὴν διαθήκην ὑπώπτευες, ὑπενόεις. σαφῶς ἐγίνωσκες τὸ περὶ τοῦ κλήρου τοῦ πατρὸς διανόημα. διὰ τοῦτο τὸν φόνον εἰργάσω, διὰ τοῦτο τοὐμοῦ πατρὸς αὐτόχειρ ἐγένου βουλομένη μὲν ἀκίνητον διαμεῖναι τὴν περὶ τοῦ κλήρου προαίρεσιν, ὑποτεμνομένη δὲ τῷ θανάτῳ τὴν ἐπὶ τὸ βέλτιον ἐκείνου μεταβολὴν καὶ τὸν χρόνον παραιρουμένη τῆς μεταγνώσεως.

[56] οὐ γὰρ ἠγνόεις ὡς ζῶντος μὲν τοῦ πατρὸς τῷ μὲν δοκεῖν τὸν κλῆρον ἐκέκτησο, δεσπότης δὲ τῶν ἑαυτοῦ περιὼν ἐκεῖνος ἦν ἀληθέστερος καὶ ὡς πρὸς τῷ πεπρωμένῳ τέλει τοῦ βίου γενόμενος τῷ παιδὶ τὸν κλῆρον ἐάσει καλὸν ἅμα καὶ δίκαιον λογισάμενος, ἀναιρεθέντος δὲ φόβος μὲν οὐδεὶς μεταγνώσεως, τῶν δὲ χρημάτων ἡ κτῆσις βεβαιοτέρα καὶ λοιπὸν ὁ κλῆρος ἀκίνδυνος τοῦ δυνηθέντος ἂν ἀφελέσθαι πάλιν ἀνῃρημένου καὶ διὰ τῆς αὐτῆς πράξεως ὑπάρξει μὲν τυχεῖν ὧν ἐσπούδαζες, ὑπάρξει δὲ συμφοραῖς ἀνηκέστοις περιβαλεῖν τὸν πρόγονον ὀρφανόν, ἔρημον, τῶν ἀναγκαίων ἐνδεᾶ καταστήσασα.

[57]    Ῥᾳδίαν δὲ τὴν ἀναίρεσιν ἔσεσθαι τοῦ πατρὸς κατανοήσασα προχειρότερον ἐπὶ τὸν φόνον ἐχώρησεν. ὁ μὲν υἱός, ἔφη πρὸς ἑαυτήν, εὐνούστατος μὲν περὶ τὸν πατέρα καὶ πρόθυμος, τυφλὸς δὲ καὶ τοῦ φυλάξοντος μᾶλλον δεόμενος ἢ βοηθεῖν ἄλλῳ δυνάμενος. οὐδεὶς δ' ἕτερος κωλύσει διαχρωμένην, οὐδεὶς ἐπιβουλεύουσαν ἐκείνῳ φωράσει. νῦν μὲν οὐ καιρὸς ἔσται τῆς ἀναιρέσεως, καθεύδοντος δὲ ῥᾳδίως αὐτόχειρ γενέσθαι δυνήσομαι.

[58]

κἂν τὸν φόνον ἐργάσωμαι, διαφεύξομαι καὶ τὸ ἔγκλημα. τίς μὲν γὰρ ἐγκαλέσει, τίς δὲ ἑλκύσει προθύμως εἰς δικαστήριον; ἂν μὲν ἀλλότριος ᾖ, μάλιστα μὲν ὀκνήσει τὸν κίνδυνον, προελόμενος δὲ καὶ τῶν καθ' ἡμᾶς μηδὲν ἀκριβῶς ἐπιστάμενος ἁλώσεται μάτην συκοφαντῶν· ἐὰν δὲ τὴν γραφὴν ὁ παῖς ἀναδέξηται, τὸν φόνον ἀντεγκαλέσω καὶ καταστήσω ῥᾳδίως εἰς κίνδυνον ἄπιστον μὲν ἔγκλημα παιδὶ σπουδαίῳ πατρῷον φόνον ἐπάγουσα, πολλοῖς δὲ δυναμένη πρὸς τὸν ἔλεγχον χρήσασθαι τεκμηρίοις. οἷς γὰρ αὐτὴ διεπραξάμην ἐπιβουλεύουσα, τούτοις κατὰ τοῦ παιδὸς χρήσομαι. καὶ διὰ τῶν αὐτῶν ὁμοῦ μὲν ἐκεῖνον ἔνοχον ἐπιδείξομεν, ὁμοῦ δὲ τὴν δίκην διαφευξόμεθα.

[59]    Τούτων οὖν οὕτω βεβουλευμένων τὰ μὲν ἤδη κατώρθωσε, τὰ δὲ προσθήσειν ὑπείληφε. φάρμακον γοῦν ἔχων ἐφωράθης, φησί, καὶ οἷς ἂν κατ' αὐτῆς τις χρήσαιτο, ταῦτα καθ' ἡμῶν προφέρειν οἴεται δεῖν. τὸ μὲν οὖν δεδέσθαι φάρμακον ἐν τοῖς ἱματίοις οὐκ ἂν ἀρνηθείην, ὅτι δ' ἐκ ταύτης γέγονε τὸ σκευώρημα, πρόδηλον. ἡ μὲν γὰρ τοῦτο τῷ πατρὶ κατεμήνυσεν, ὁ δὲ παραχρῆμα τὴν ἐπιβουλὴν ὑπενόησε καὶ ὡς ἐρωτήσαντος πόθεν εἴη τὸ φάρμακον ἐσιώπησα διὰ τούτου τὴν καθ' ἡμῶν ἐπήρειαν ἐνδειξάμενος, συνῆκε τὸν τρόπον τοῦ σκευωρήματος καὶ τὴν ταύτης πονηρίαν εἰκότως ἐμίσησε τοιαῦτα κατὰ τοῦ προγόνου μηχανωμένης.

[60]

τὴν γὰρ τυφλότητα τὴν ἐμὴν ἀφορμὴν αὐτάρκη πρὸς ἅπασαν ἐπιβουλὴν εὐτυχήσασα συνεχῶς ἐχρῆτο τούτῳ καθ' ἡμῶν τῷ πλεονεκτήματι. καὶ τὸ φάρμακον ἐκεῖνο θοιματίῳ τῷ ἐμῷ φέρουσα ἐγκατέδησε. τίς γὰρ οὐκ ἂν λάθοι τυφλὸν πάντα κατ' αὐτοῦ σκευωρούμενος καὶ παρόντος πράττων ἃ βούλοιτο καὶ μετὰ πλείστης ἀδείας τὰ χείρω προφανῶς μηχανώμενος;

[61] ἤ, πρὸς θεῶν, οὕτως ὑπῆρχον ἀνόητος ὡς τυφλοὺς εἶναι καὶ τοὺς ἄλλους ὑπολαμβάνειν καὶ παρασκευάζειν μὲν δηλητήριον, δῆλον δὲ τούτῳ ποιεῖν ὡς ἐπεβούλευον; τίνα δὲ τούτῳ διαφθεῖραι προῃρημένος περιῄειν τοῖς ὁρῶσιν ἐπιδεικνύμενος; πότερον ταύτην ἢ τὸν πατέρα; καθ' ἑκάτερον γὰρ αὐτὴν συκοφαντοῦσαν ἐπιδείξομεν.

[62] εἰ μὲν τὸν πατέρα φήσειεν, ἀνθ' ὅτου λεγέτω. καὶ τὴν πρόφασιν αὐτὴν ἐρωτήσατε. τοῦ γὰρ κλήρου μηδέπω ταύτῃ δεδωρημένου δι' ὅν, ὥς φησιν, ἠγανάκτησα, τίνα τις ἂν εἴποι ἄλλην αἰτίαν ἣν προλαβὼν ἐπεβούλευον; εἰ δὲ κατ' αὐτῆς ηὐτρέπιστό μοι τὸ φάρμακον, πῶς ταύτην μὲν ἀνελεῖν ἐσπούδαζον, ἀντὶ δὲ ταύτης τὸν πατέρα διεχρησάμην;

[63]

εἶτα πῶς οὐκ ἄλογον ἐγκαλεῖν μὲν ὡς ἐπιβουλεύοντι τῷ πατρί, τεκμήριον δὲ τούτων ἀπαιτουμένην προφέρειν τὸ δηλητήριον, ὃ τὴν κατὰ τοῦ πατρὸς ἐπιβουλὴν οὐδαμῶς ἐπιδείκνυσιν;

[64] ἡδέως δ' ἂν αὐτὴν κἀκεῖνο μεθ' ὑμῶν ἐρωτήσαιμι, πότερόν ποτε τοῦτο τὸ δηλητήριον οὕτως ἦν πρόδηλον ὡς εἶναι καταφανὲς ἢ τοὺς ἄλλους ἅπαντας ἐλάνθανεν; εἰ μὲν γὰρ πρόδηλον, πρῶτον μὲν μανία δήπουθεν ἄντικρυς ἐπιβουλεύειν μὲν τῶν ἀνηκέστων λάθρα τι διαπράξασθαι, προφανῶς δὲ τοῦτο καταμηνύειν ὥσπερ δεδιὼς μὴ λάθω τὴν ἐπιβουλὴν μηχανώμενος. ἔπειτα δὲ τῶν μὲν ἄλλων ἁπάντων τοσούτων ὄντων ἐπὶ τῆς πατρῴας ἑστίας οὐδεὶς οὐδεπώποτε θεασάμενος τοῦτο διήλεγξε, μόνη δὲ τὸ πρόδηλον ἅπασιν εἶδεν ἡ μητρυιά; καὶ τίς ἂν ταῦτα κακουργίας ἐκτὸς γεγενῆσθαι πιστεύσειεν;

[65] εἰ δὲ τοὐναντίον λανθάνειν λέγει τὸ δηλητήριον, πῶς μὲν ἐζήτησε; πῶς δὲ τὸ λανθάνον διηρευνήσατο; πόθεν δὲ ταύτῃ περιεργάσασθαι τὰ καθ' ἡμᾶς ἐπελήλυθεν; ἐγὼ μὲν οἶμαι καὶ τοῦτο μέγιστον εἶναι τῆς καθ' ἡμῶν ἐπιβουλῆς δήπου τεκμήριον, ὅμως δὲ λανθάνον μὲν οὐκ ἐζήτησεν, ὅπερ δὲ σαφῶς ἐγίνωσκε σκευωρήσασα, τοῦτο καὶ τῷ πατρὶ πεπεισμένη δεδήλωκεν. οὔτε γὰρ ἂν ἔδειξεν ὅ τι περ ἦν ἀγνοοῦσα τὸ δεδεμένον οὔτ' ἂν ἀκριβῶς οὕτως ἐγίνωσκεν, εἰ μὴ τὸ φάρμακον δήσασα προετύγχανε.

[66] παραχρῆμα γοῦν ὁ πατὴρ ἔγνω τὴν ταύτης καθ' ἡμῶν ἐνέδραν γεγενημένην καὶ συνεὶς ἤρετο μὲν πόθεν τὸ φάρμακον, εἰδὼς δὲ καὶ ταῦτά μου σιωπήσαντος τὴν περὶ τοῦ κλήρου διάνοιαν ἐβουλεύσατο. παύσειν γὰρ οὕτως ἐνόμιζε ταύτην ἐπιβουλεύουσαν. ἐλελήθει δὲ ἄρα καθ' ἑαυτοῦ σοφιζόμενος. δι' ὧν γὰρ τῆς καθ' ἡμῶν προαιρέσεως κωλύειν ἐνόμιζε, διὰ τούτων τὴν καθ' ἑαυτοῦ πληγὴν καιριωτέραν ἤνεγκε.

[67] πρὸς δὲ τούτοις, εἰ μὲν φαρμάκοις ἀνῄρητο, παρῆν μὲν ἂν καὶ τότε διελέγχειν τὴν κακουργίαν, τάχα δ' ἄν τις μᾶλλον ὑπώπτευσεν· ὅπου δὲ σιδήρῳ τὸν φόνον ἐτόλμησε, τί τὸ δηλητήριον ἐνταῦθα προφέρει καὶ τῆς ἀναιρέσεως λέγει τὸ φάρμακον εἶναι σημεῖον; ὥσπερ ἂν εἴ τις φαρμακείας ἐπάγων ἔγκλημα τούτου μὲν μηδὲν ἔχοι λέγειν τεκμήριον, ὅτι δὲ σίδηρον εἶδεν ἔχοντα τὸν κρινόμενον λέγοι. τί οὖν εἴποι τις ἂν πρὸς ἐκεῖνον; ἐμβρόντητε, τοῦτο οὐ σημαίνει τὸ ἔγκλημα. φαρμακείαν μὲν γὰρ ἐλέγχει τὸ δηλητήριον, σιδήρῳ δέ τις οὐ τοῦτον διαφθείρει τὸν τρόπον.

[68]    Καὶ περὶ μὲν τούτων ἱκανῶς, οἶμαι, δεδήλωται. ταύτης τε γὰρ ἦν ἡ τῶν φαρμάκων ἐπιβουλὴ καὶ παραχρῆμα τοῦτο λογισάμενος ὁ πατήρ, μικροῦ δέω λέγειν, ἐδάκρυσεν, ἐφ' οἷς ἐρωτηθεὶς ἐσιώπησα βαρέως ἐκείνῳ τὴν ἐπιβουλὴν αἰνιττόμενος. τῇ γὰρ σιωπῇ τὴν μητρυιὰν ἐδήλωσα μήτε διελέγχειν αὐτὴν προφανῶς τότε δυνάμενος μήτε τι ψεύδεσθαι προσήκειν ὑπολαμβάνων.

[69] περὶ δὲ τοῦ ξίφους, τοῦτο γὰρ καὶ νῦν ἡμῖν ἐπανατείνεται καὶ προφέρει πολλάκις, ἐγὼ δὲ τοσοῦτον ἂν εἴποιμι· τὸ μὲν ξίφος ἡμέτερον ξίφος, ἐφ' ἑτέραις ἐλπίσιν ὑπὲρ πατρίδος, ὑπὲρ γονέων, ἂν δέῃ, κατὰ τῶν πολεμίων ἐκείνῳ χρήσομαι, κοινὸν δὲ προὔθηκε τοῖς ὑφαιρεῖσθαι βουλομένοις ἡ τύχη. καί τις ἂν τῶν ἐπὶ τῆς οἰκίας προελόμενος κἀμὲ ῥᾳδίως αὐτῷ διεχρήσατο μήτε κωλύειν ὑφαιρουμένου μήτε φυλάττεσθαι δήπου δυνάμενον. πιστεύει δέ τις ὡς ἐγὼ τοὐμοῦ πατρὸς αὐτόχειρ γενέσθαι προῃρημένος τὴν ἀναίρεσιν ἂν τὠμῷ ξίφει διεπραττόμην ἢ τούτῳ διαχρησάμενος κατέλιπον ἂν φώριον τοῦ φόνου;

[70]    Ταύτης, ὦ ἄνδρες δικασταί, γέγονε τὸ σκευώρημα. τῆς μητρυιᾶς ἐκεῖνο τὸ διανόημα δι' οὗ κατορθώσειν ἀμφότερα προσεδόκησε, καὶ τὸ λαθεῖν αὐτόχειρ γεγενημένη καὶ τὸ καθ' ἡμῶν ἑλεῖν συκοφαντίας ἐφόδιον. ἀλλ' ἔοικε γὰρ τὸ δαιμόνιον ἐφορᾶν ὀξέως τὰ δρώμενα, καὶ δι' ὧν ἄν τις ἐπιβουλεύῃ ἑτέροις καὶ κακουργῶν λανθάνειν ὑπολαμβάνῃ, διὰ τούτων ἐλέγχειν ὑπεύθυνον αὑτὸν ὑπάρχοντα τοῖς ἐγκλήμασιν.

[71]

οὕτω γοῦν οἷς καθ' ἡμῶν ἐπεχείρησεν ἑαυτὴν κατεμήνυσε. τὸ γὰρ ἐκείνῳ τῷ ξίφει τολμῆσαι τὸν φόνον καὶ καταλιπεῖν πρόδηλον ἱκανὸν ἕξειν κατ' ἐμοῦ τεκμήριον προσδοκήσασα τοὐναντίον ἐδήλωσεν ὡς οὔτ' ἂν αὐτὸς διαχρησάμενος οὕτως ἀλογίστως ἐβουλευσάμην οὔτ' ἄν τις ἕτερος κατ' ἐμοῦ ταῦτα συνέθηκεν. ἀλλ' ὁ τῆς ἐπιβουλῆς τρόπος τὴν τῆς μητρυιᾶς διελέγχει προαίρεσιν. τίς γὰρ ἀνδροφόνος καθ' ἑαυτοῦ καταλείπει γνώρισμα; τίς κλέπτης; τίς ἱερόσυλος; τίς κακουργήσας δι' ὧν ἐλεγχθήσεται διαπράττεται;

[72]    Σοφόν γέ σου τὸ διανόημα, καλά γε τὰ σκευωρήματα, φονεύειν, ἀντεγκαλεῖν· ἐπιβουλεύειν, προφέρειν ἑτέροις ἃ δέδρακας. ἀπεχρήσω τἠμῇ τυφλότητι πρὸς δυσσέβειαν, τῇ συμφορᾷ πρὸς πᾶσαν ἐπιβουλήν. ἐὰν ἐμπλήσω τὴν ἐσθῆτα φαρμάκων, τυφλὸς ὤν, ἔφη πρὸς ἑαυτήν, οὐκ ὄψεται ταῦτα σκευωρουμένην. τὸ ξίφος ἐὰν ὑφέλω, τίς μου καταμηνύσει τὸν φόνον ἐργασαμένης; συκοφαντήσω τὸν πρόγονον, κἂν ἀπαιτῶμαι τεκμήριον, προβαλοῦμαι τὸ ξίφος.

[73] ταῦτά σου τὰ σοφίσματα, ταῦτα τὰ μηχανήματα πᾶσαν ὑπεραίροντα πονηρίαν. ἐμὸν μέν, ὦ γύναι, τὸ ξίφος, σὸν δὲ τὸ τόλμημα. συγκαθεύδειν ἐκείνῳ προσποιουμένη διέφθειρας τὸν καιρὸν αὐτόθεν τοῦ φόνου κατανοήσασα ᾧ διεχρήσω τὸν δυστυχέστατον. καὶ ὁ μὲν μηδὲν ἀνήκεστον προσδοκῶν ἀνεπαύετο, σὺ δὲ λοιπὸν ὕπνῳ κατειλημμένον θεασαμένη ῥᾳδίως ἀπέκτεινας.

[74] εἰ δὲ μὴ τοῦτον ἐπράχθη τὸν τρόπον ὁ φόνος, πῶς μὲν οὐκ ᾔσθου τῆς ἀναιρέσεως; πῶς δέ σέ τις ἔλαθε διαχρώμενος; πῶς τὴν πληγὴν ἐπιφέρων καὶ τοσοῦτον ἔργον διαπραττόμενος; σὺ δὲ τὴν καιρίαν ἐκείνου λαβόντος καὶ φωνὴν ἀφιέντος οἵαν εἰκὸς ἀφιέναι τοὺς οὕτως ἀναιρουμένους οὐκ ἔγνως τὸν φόνον; οὐχ αἵματος αἴσθησις παραχρῆμα διήγειρεν ὁμοῦ μὲν τὴν κοίτην ἅπασαν ἐμπλήσαντος, ὁμοῦ δὲ σοῦ τῷ σώματι πλησιάζοντος; οὐ τὰ τελευταῖα, ταραχὴ καὶ θόρυβος καὶ πᾶς μὲν ὁ οἶκος κεκινημένος, πολὺς δὲ θρῆνος ἀναβοώμενος;

[75] ἀλλ' ἐγὼ μὲν πόρρω που τοῦ πατρὸς ἐν ἑτέροις οἴκοις ἀναπαυόμενος ᾐσθόμην εὐθέως καὶ διεγερθεὶς εἱστήκειν ἐπὶ τῶν εἰσόδων τῆς οἰκίας ἣν κατοικεῖν με συνέβαινεν ἐκπλήξει μὲν καὶ φόβῳ κατειλημμένος, περαιτέρω δὲ προελθεῖν μὴ δυνάμενος, σὲ δὲ πλησίον τοῦ σώματος καθεύδουσαν οὐκ ἂν τὸ πένθος διήγειρε; καὶ οἱ μὲν ἐκ γειτόνων οἰκοῦντες αἰσθόμενοι τοῦ συμβεβηκότος ἀπήντησαν καὶ καθεύδοντες διηγέρθησαν, αὕτη δὲ μόνη καίτοι τῷ κειμένῳ παρακαθεύδουσα τοῦ πτώματος οὐδὲν ἄρα διενηνόχει; ποῖος μὲν ὕπνος, ποῖον δὲ φάρμακον ἀναισθησίας τοσοῦτον πάλιν κατεδυνάστευσεν;

[76] ἀλλ', οἶμαι, προσποίησις ἦν τὸ γιγνόμενον καὶ τοὺς καθεύδοντας ἐμιμεῖτο μηδενὸς ὕπνου κατειληφότος ἀνύποπτον διὰ τούτου κατασκευάζουσα ἑαυτὴν καὶ τὴν ἐπὶ τοῖς γεγενημένοις ὑπόνοιαν διαφεύγειν σπουδάζουσα. ᾤετο γὰρ ὅτι διεγερθεῖσα μὲν καὶ προσώπῳ καὶ συνειδότι καὶ πολλοῖς ἑτέροις τεκμηρίοις ἑαυτὴν καταστήσει κατάφωρον, εἰ δὲ καθεύδουσαν αὐτὴν ὕστερον καταλάβοι τις, ὡς μηδὲν τῶν γεγενημένων ἐπισταμένη τὴν ἐπὶ τούτοις ὑπόνοιαν διαφεύξεται. Δίκη δέ τις τῶν ἀνθρωπίνων πραγμάτων ἔφορος τὴν τῆς κακουργίας ἐπίνοιαν εἰς τοὐναντίον μετέστησεν. ἃ γὰρ λαθεῖν πειρωμένη διεβουλεύσατο, ταῦτα φανερωτέραν δήπου κατέστησεν.

[77]    Ἀλλ' εἰ, φησί, μιαιφόνος τις ἦν καὶ τὸν τρόπον οὕτως ἀνήμερος, οὐκ ἂν τοῦ προγόνου παντάπασι φεισαμένη τὸν ἐμαυτῆς ἄνδρα διεχρησάμην. εἶτα σοφιζομένης αὐτῆς πάλιν ἀνέξεσθε καὶ τοῖς πράγμασιν αὐτοῖς ἀπιστήσαντες τοῖς πρὸς ἀπάτην μεμηχανημένοις προσέξετε; δεῖ δὲ ὅμως καὶ τοῦτον αὐτῆς διελέγξαι τὸν λόγον.

[78] πολλὰ τὴν ἐμὴν ἀναίρεσιν διεκώλυε· πρῶτον μὲν ἁπάντων καὶ μέγιστον, ὁ πατὴρ εὐνοῶν, φυλάττων, κηδόμενος· ἔπειτα δὲ τῆς ὑποψίας ὁ φόβος καὶ τῆς τιμωρίας ὁ κίνδυνος καὶ τὸ δυσχερὲς μὲν τῆς ἀναιρέσεως, ῥᾴδιον δὲ τῶν ἀποδείξεων. οὔτε γὰρ ὁ πατὴρ καιρὸν ἐνεδίδου ταύτῃ πρὸς τὴν ἀναίρεσιν οὔτε μὴν ἐγὼ δεδιὼς ἀεὶ καὶ φυλαττόμενος οὔτ' ἂν τολμήσασα τὸν φόνον διέλαθεν οὔτ' ἂν ἑτέροις ὥσπερ νῦν ἀντεγκαλεῖν ἐπεχείρησεν, ἀλλὰ διήλεγξεν ἂν ὁ πατὴρ ῥᾳδίως τὸν φόνον καὶ πικρότατος ἂν ἐπέστη ταύτῃ κατήγορος νῦν μὲν αὐτῆς τὰς πρότερον ἐπιβουλὰς διηγούμενος καὶ δι' ἐκείνων τὰ παρόντα πιστούμενος, αὖθις δὲ τοῖς τῆς ἀναιρέσεως τεκμηρίοις πρὸς ἔλεγχον χρώμενος. εἰ δὲ τούτων ἠπόρει, μητρυιᾶς τὸ περὶ τοὺς προγόνους φύσει πολέμιον ἐβεβαίου τὴν ὑποψίαν.

[79] πρὸς δὲ τοῖς εἰρημένοις, εἰ καὶ τὴν γραφὴν τοῦ φόνου διαφεύξεσθαι προσεδόκα, τοῦ κλήρου στερησομένη σαφῶς ἐγίνωσκε. ταύτην γὰρ ἂν ὁ πατὴρ παρ' αὐτῆς ἔλαβε τιμωρίαν τῆς οἰκίας ἀποπεμψάμενος καὶ τὸν κλῆρον αὐτῆς ἀφελόμενος. καὶ νῦν μὲν τὸ ξίφος, τὰ φάρμακα δέδωκε πρόφασιν καθ' ἡμῶν ταύτῃ συκοφαντίας, σαθρὰ μέν, ὡς ἤδη δεδήλωται, συναιρόμενα δὲ ὅμως πρὸς συκοφαντίαν εὐφώρατον· τότε δ' ἂν ποῖα μὲν φάρμακα, ποῖον δὲ ξίφος, ποίαν δ' ἐπιβουλὴν σκευωρήσασα τὴν τῆς ἀναιρέσεως ἐφ' ἕτερον ἂν μετέστησεν ὑποψίαν;

[80] καὶ τοῦ μὲν πατρὸς τελευτήσαντος κἀμὲ ῥᾳδίως ἀναιρήσειν ὕστερον προσεδόκησεν ἢ λάθρα μηδενὸς ὁμοίως ἔτι φυλάττοντος ἢ τηλικούτων ἀδικημάτων γραφὴν ἐπάγουσα καὶ τὸν περὶ τοῦ παντὸς ἐπιστήσασα κίνδυνον· ἀναιρεθέντος δ' ἐμοῦ συμβήσεσθαι δυοῖν θάτερον, ἢ τιμωρίαν αὐτὴν ὑποσχεῖν ἢ τοῦ πατρὸς αὐτῇ δυσμεναίνοντος μήτε δύνασθαι κἀκεῖνον προσανελεῖν παντελῶς αὐτὴν φυλαττόμενον μήτε τοῦ κλήρου λοιπὸν εἶναι κυρίαν. διὰ ταῦτα τὴν μὲν ἡμετέραν ἀναίρεσιν εἰς καιρὸν ἕτερον ὑπερέθετο, καὶ γέγονε τὸ μὲν τῆς μιαιφονίας προοίμιον, ἐμὲ δὲ δευτέροις ἀγῶσιν ἐταμιεύσατο.

[81]    Τεθνάναι μὲν οὖν ἔσται μοι κεχαρισμένον, θάνατον δὲ δυστυχεῖ μᾶλλον ἢ κακούργῳ προσήκοντα, καὶ καταλῦσαι μὲν ἤδη τὸν βίον, πρότερον δὲ τὴν ὑπὲρ τοῦ πατρὸς τιμωρίαν εἰσπράξασθαι. δρᾶμα γὰρ παραδέδωκε δράματι τοῖς μὲν ἀκούουσιν ἀπιστούμενον, τοῖς ὁρῶσι δὲ φοβερώτατον. οὐκ ἦν ἄρα μοι διὰ πάντων δυστυχὴς ἡ τυφλότης, οὐκ ἦν παντάπασιν ἀλυσιτελὴς ἡμῖν ἡ συμφορά. φέρει τι καὶ κέρδος πολλάκις δυστυχία τις ἀνυπέρβλητος. εὐτύχημα γοῦν ἔναγχος ἔσχον τὴν συμφοράν. οὐκ εἶδον θέαμα φρικωδέστατον, οὐκ εἶδον πάθος ἀνήμερον.

[82] εἴθε καὶ τῶν ἀκοῶν ἡ δύναμις συναφῄρητο καὶ πεπηρώμην τὸ συναμφότερον. οὕτω γὰρ ἂν ὁμοῦ μὲν ἀθέατος, ὁμοῦ δὲ πάλιν ἀνήκοος ἤμην τοῦ πάθους. νῦν δὲ κερδάνας τὴν θέαν ταῖς ἀκοαῖς ἔγνων τὴν συμφοράν. ποίαν γὰρ ἡμῖν, ὦ Ἥλιε, δραματουργίαν ἀπήγγειλαν; ποίας μιαιφονίας ἐπίδειξιν;

[83] ὁ μὲν δυστυχέστατος ἐκεῖνος πατὴρ ἐφ' οὗ καθεύδων ἐτύγχανε σχήματος, ἐπὶ τούτου καὶ νεκρὸς ἔκειτο πληγῇ μὲν ἀπανθρώπῳ ἀνῃρημένος, οἰκείῳ δὲ πανταχόθεν αἵματι καὶ λύθρῳ περιρρεόμενος. ἡ δὲ παντὸς θηρίου μιαρωτέρα τὸν φόνον ἐργασαμένη πλησίον τοῦ πτώματος ἀνεπαύετο. καὶ ξίφος ἐκεῖνο τὸ δυστυχὲς φρικωδεστέραν ἐποίει τὴν θέαν, ὅτι μὲν τοῦ παιδὸς ἦν, γνωριζόμενον, ὅτι δὲ τούτῳ τὸ δρᾶμα τετόλμητο, φοβερωτέραν ἀποφαῖνον τὴν συμφοράν.

[84] ταῦτα μανθάνων καὶ διηγούμενος πῶς μὲν οἴεσθε διετέθην; πῶς δὲ καὶ φέρω διανοούμενος; αὐτὸς ἀναιρεῖσθαι νομίζω τῷ ξίφει καὶ κατ' ἐμαυτοῦ φέρεσθαι τὴν πληγήν. νῦν ἡσυχάζουσιν Ἐριννύες, νῦν οὔτε τιμωροὶ δαίμονες οὔτε Ποιναί τινες τὴν μιαιφόνον ἐλαύνουσιν. ἀλλὰ ταύτας μέν φασι κατὰ τῶν παίδων ὁπλίζεσθαι καὶ τιμωρεῖν πατράσιν ὑπὸ τῶν παίδων ἀνῃρημένοις, ἐπὶ τοιούτοις δὲ δυσσεβήμασιν οὐ κεκίνηνται γυναικὸς τὸν ἑαυτῆς ἄνδρα παρ' αὐτὸν τὸν τῆς πίστεως καὶ κοινωνίας καιρὸν διαχρησαμένης.

[85]

   Ἐγώ σε, πάτερ, ὄντως ἀνῄρηκα. δι' ἐμὲ ταύτην ὑπέσχες τὴν τιμωρίαν. τί με γὰρ γνησίως ἠγάπας; τί δὲ προθύμως ἡμᾶς ἐθεράπευες; τί προφανῆ τὴν ὑπερβάλλουσαν κηδεμονίαν ἐποίεις καὶ τὴν γυναῖκα διὰ τούτων δυσμενεστέραν οὐδὲ προσποιούμενος τὸν παῖδα μισεῖν ἐλάνθανες οὕτω κηδόμενος οὐδὲ δοκῶν ἡμῖν ὀργίζεσθαι τὴν ὑπόκρισιν τῆς ὀργῆς διεφύλαττες; [86] ἔνδηλος ἦς καὶ τότε τῷ μὲν δοκεῖν ὀργιζόμενος, τὴν εὔνοιαν δὲ μᾶλλον ἐπιδεικνύμενος. οὐκ ἠδυνήθης, ὦ πάτερ, δυσμένειαν πρὸς ἡμᾶς ὑποκρίνασθαι. κατενόησε τὴν σὴν προαίρεσιν ἡ πασῶν αὕτη κακουργοτάτη. δι' ἀμφοτέρων οὖν ὦσε τὸ ξίφος, κἀμὲ γὰρ ἔτρωσε καιριωτέραν, καὶ τῆς αὐτῆς πληγῆς ἔργον ἀμφότεροι γεγενήμεθα. τί γὰρ ἀναισθήτου σώματος διενήνοχα; τί δέ μοι τοῖς ζῶσι πρόσεστι παραπλήσιον; [87] μόνην τὴν αἴσθησιν ἔχω τῶν οἰκείων ἀτυχημάτων καὶ τὴν γνῶσιν τῶν καλλίστων ἀφῃρημένος οἶδα τὰ ἐμὰ δυστυχήματα. τὴν μητέρα πυρὶ δαπανωμένην ἐθεασάμην καὶ πρὸ τῆς θέας ἐκείνης τῶν ὀφθαλμῶν ἐκπεσεῖν δέον παραχρῆμα θεασάμενος κἀκείνων προσαφῃρέθην. τυφλὸς γενόμενος τὴν τοῦ πατρὸς σωτηρίαν ἱκανὴν εἶχον παραμυθίαν. εἷς ἦν μοι λοιπὸν ὀφθαλμὸς καὶ κάλλιστος ὁ πατήρ. καὶ τοῦτον πεπήρωμαι.

[88] περίειμι δὲ συμφορῶν ὑπόμνημα, μεγέθους ἀτυχημάτων. τὸν δυστυχέστατον ἂν εἴποι τις. τὸν πηρὸν ἅπαντες ὀνομάζουσι. τὸν πηρὸν εἰ λέγοι τις, δηλώσει τὸν βαρυδαίμονα. τὸ τῶν συμφορῶν ἀνυπέρβλητον ὄνομά μοι τοῦ πρόσθεν γεγένηται κυριώτερον. ἐπώνυμον γὰρ ἀτυχημάτων πεποίηνται.

[89] καὶ συναλγοῦσι μὲν ἡμῖν μικροῦ δεῖν ἅπαντες κατὰ τὴν πόλιν, γελᾷ δὲ τὴν ἐμὴν δυστυχίαν ἡ μητρυιὰ καὶ τοῖς κακοῖς ἐπεμβαίνει τοῖς ἡμετέροις. καὶ θρηνεῖν μὲν ὑποκρίνεται τὸν πατέρα, μεμελέτηκε γὰρ ὑποκρίνεσθαι ποτὲ μὲν ὕπνον, ποτὲ δὲ θρῆνον καὶ δάκρυα, γάμον δὲ πάλιν ἤδη περινοεῖ τὸν κλῆρον προτείνουσα καὶ τοῖς ἡμετέροις χρήμασι πολλοὺς δελεάζουσα.

[90]    Νῦν δακρύεις, ὦ γύναι, νῦν ὀδύρῃ καὶ προσδοκᾷς ὑπὸ τούτων ἐλεηθήσεσθαι. καιρὸς ἦν ποτε δακρύων, καιρὸς οἴκτου καὶ φιλανθρωπίας, ὅτε γαμηλίοις μὲν δαίμοσι καὶ νόμῳ τῆς κοινωνίας πιστεύων ὁ πατὴρ ἀνεπαύετο, σὺ δὲ φόνον ὠμότατον εἰργάσω τοῦ βαρυδαίμονος μήτε γῆρας ἐλεεινὸν μήτε βίου συνήθειαν ἐννοήσασα.

[91] τοιαῦτα τολμήσασα παρ' ὑμᾶς ἕστηκεν, ἀπὸ τοιούτων ἐλθοῦσα δυσσεβημάτων μιαίνει τὸ δικαστήριον. καθαρσίων ὑμῖν δεῖ, μᾶλλον δὲ πάσῃ τῇ πόλει τηλικούτου μιάσματος. καθάρσιον δὲ πρεπωδέστατον ἔσται ταύτης ἡ κόλασις. ἐγὼ δὲ πυρὶ καθαρσίῳ τὸ λειπόμενον δώσω τοῦ σώματος. πρότερον μὲν γὰρ τὴν μητέρα καὶ τοὺς ὀφθαλμοὺς αὐτόματον ἐπελθὸν συνανάλωσε, νυνὶ δὲ τὴν μιαιφόνον τιμωρησάμενος χειροποιήτῳ πυρὶ προσθήσω καὶ τὸ λειπόμενον.

[92] ἐπὶ ποίαις γὰρ ἔτι βιώσομαι ταῖς ἐλπίσι; τίς θεραπεύσει; τίς προνοήσεται; ποῖος μὲν πατήρ, τίς δὲ καὶ μήτηρ φιλοφρονήσεται; τίς ἑστία πατρῴα, τίς οἶκος προγονικὸς ὑποδέξεται; πόθεν τῶν ἀναγκαίων ἐπικουρία; καὶ ταῦτα γὰρ τῷ πατρὶ συνανῄρηται. καὶ γέγονεν ὁμοῦ πάντα τῆς μητρυιᾶς, ὁ κλῆρος, ὁ φόνος, ἡ παντελὴς ἡμῶν ἀπώλεια. μόλις ἐνταφίων ἔτυχεν ὁ πατήρ, μόλις, ὦ Γῆ καὶ Ἥλιε, τῶν νομιζομένων ἱκανὸν κλῆρον καταλιπών.

[93] διὰ ταῦτα τεθνάναι καλόν, διὰ ταῦτα καταλῦσαι τὸν βίον λυσιτελέστερον τῷ πατρὶ τιμωρήσαντα. τιμωρὸν γὰρ ἔχεις, ὦ πάτερ, τιμωρὸν τοῦ φόνου, μόνον, ὡς ἔοικεν, εὐτυχέστατον, ὅταν ὑπὲρ σοῦ τι διαγωνίζεσθαι δέῃ. τοῦ τε γὰρ πυρὸς ἐκείνου τοῦ πολεμίου κεκράτηκα τῆς σῆς ἕνεκεν μαχόμενος σωτηρίας.

[94]

καὶ νῦν δεινότερον μὲν ἀγῶνα τοῦτον ἀνεδεξάμην, πολὺ γὰρ τοῦ πυρὸς αὕτη χαλεπωτέρα, κρατήσειν δ' ὅμως πεπίστευκα. παραμυθήσονται γάρ με δικασταὶ φιλοικτίρμονες κολάζειν μὲν τοὺς πονηροὺς καὶ μισεῖν, τοὺς δὲ δυστυχεῖς οἰκτείρειν μεμαθηκότες.

[95]    Δεήσομαι δὲ πάντων ὑμῶν δέησιν ἴσως ἀλυποτάτην· τούτῳ τῷ ξίφει διαχρησάσθω ταύτην ὁ δήμιος. τῷ ταύτης αἵματι τὸν ἐπικείμενον λύθρον ἀποκαθάρωμεν. κἂν ὑμῖν τοῦτο δοκῇ, τῷ τοῦ πατρὸς τάφῳ ταύτην ἐπαποκτείνωμεν, σφάγιον εὐσεβές τε καὶ δικαιότατον. οὕτω γάρ, οἶμαι, τοὺς ἐκείνου δαίμονας εὐμενεστέρους ἑαυτοῖς καταστήσομεν.

[96] οὐκ ὄψομαι μὲν οὖν τὴν μιαιφόνον δικαίως ‹ἀποκτεινομένην› οὐδὲ θεατὴς γενέσθαι δυνήσομαι τῆς τιμωρίας, ὅμως δὲ καὶ ταῦτα διηγουμένων ἀκούων δόξω κολαζομένην ἑωρακέναι. τοῦτό μοι τὸ διήγημα τὸ πρώην ἐπὶ τῷ τοῦ πατρὸς πάθει γεγενημένον παραμυθήσεται, τοῦτο τὴν ἀκοὴν ἐκείνην ἐξίτηλον γενέσθαι παρασκευάσει καὶ κουφοτέραν ποιήσει τὴν συμφοράν.

[97]    Ἐγὼ μὲν οὖν, ὦ πατρῷοι δαίμονες, καὶ ζῶντι καὶ τελευτήσαντι τῷ πατρὶ βεβοήθηκα κατὰ δύναμιν πάντα διαπραξάμενος, ἐμὲ δὲ τίς θεραπεύσει; τίς κηδεύσει καὶ τελευτήσαντα παντελῶς ἔρημον ὄντα καὶ δυστυχέστατον; τοσοῦτον δὲ μόνον εἰπὼν καταβήσομαι· γένοιτο μέν, ὦ ἄνδρες δικασταί, μὴ πειραθῆναι μητρυιᾶς· εἰ δὲ ἄρα τοῦτο συμβαίνοι, μηδεὶς πιστευέτω, κἂν εὔνοιαν ὑποκρίνηται. τοσούτῳ γὰρ ἔσται χαλεπωτέρα καὶ κακουργήσει δεινότερον, ὅσῳπερ ἂν λανθάνῃ τὰ χείρω κατὰ τῶν πιστευόντων μηχανωμένη. τοῦτο γὰρ τῇ πείρᾳ μεμαθηκώς, ὡς μήποτε ὤφελον, σύμβουλος ἂν εἴην, ὡς ἔοικεν, ἀξιόχρεως καὶ τοῖς ἀκούουσιν ἢ ἐμαυτῷ μᾶλλον λυσιτελέστερος.