[1] Παράδοξον μὲν τυχὸν φαίνεταί τισιν τὸ ἀξιούμενον ὑπὸ τῶν φιλοσόφων, ὅμως δὲ σκεψώμεθα κατὰ δύναμιν, εἰ ἀληθές ἐστι τὸ δεῖν ἅμα μὲν εὐλαβῶς ἅμα δὲ [2] θαρρούντως πάντα ποιεῖν. ἐναντίον γάρ πως δοκεῖ τῷ θαρραλέῳ τὸ εὐλαβές, τὰ δ' ἐναντία οὐδαμῶς συνυπάρχει.
[3] τὸ δὲ φαινόμενον πολλοῖς ἐν τῷ τόπῳ παράδοξον δοκεῖ μοι τοιούτου τινὸς ἔχεσθαι· εἰ μὲν γὰρ πρὸς ταὐτὰ ἠξιοῦμεν χρῆσθαι τῇ τ' εὐλαβείᾳ καὶ τῷ θάρσει, δικαίως ἂν ἡμᾶς ᾐτιῶντο ὡς τὰ ἀσύνακτα συνάγοντας.
[4] νῦν δὲ τί δεινὸν ἔχει τὸ λεγόμενον; εἰ γὰρ ὑγιῆ ταῦτ' ἐστι τὰ πολλάκις μὲν εἰρημένα, πολλάκις δ' ἀποδεδειγμένα, ὅτι ἡ οὐσία τοῦ ἀγαθοῦ ἔστιν ἐν χρήσει φαντασιῶν καὶ τοῦ κακοῦ ὡσαύτως, τὰ δ' ἀπροαίρετα οὔτε τὴν τοῦ κακοῦ δέχεται φύσιν [5] οὔτε τὴν τοῦ ἀγαθοῦ, τί παράδοξον ἀξιοῦσιν οἱ φιλόσοφοι, εἰ λέγουσιν 'ὅπου μὲν τὰ ἀπροαίρετα, ἐκεῖ τὸ θάρσος ἔστω σοι, ὅπου δὲ τὰ προαιρετικά, [6] ἐκεῖ ἡ εὐλάβεια'; εἰ γὰρ ἐν κακῇ προαιρέσει τὸ κακόν, πρὸς μόνα ταῦτα χρῆσθαι ἄξιον εὐλαβείᾳ· εἰ δὲ τὰ ἀπροαίρετα καὶ μὴ ἐφ' ἡμῖν οὐδὲν πρὸς ἡμᾶς, πρὸς [7] ταῦτα τῷ θάρσει χρηστέον. καὶ οὕτως ἅμα μὲν εὐλαβεῖς ἅμα δὲ θαρραλέοι ἐσόμεθα καὶ νὴ Δία διὰ τὴν εὐλάβειαν θαρραλέοι. διὰ γὰρ τὸ εὐλαβεῖσθαι τὰ ὄντως κακὰ συμβήσεται θαρρεῖν ἡμῖν πρὸς τὰ μὴ οὕτως ἔχοντα.
[8] Λοιπὸν ἡμεῖς τὸ τῶν ἐλάφων πάσχομεν· ὅτε φοβοῦνται καὶ φεύγουσιν αἱ ἔλαφοι τὰ πτερά, ποῦ τρέπονται καὶ πρὸς τίνα ἀναχωροῦσιν ὡς ἀσφαλῆ; πρὸς τὰ δίκτυα· καὶ οὕτως ἀπόλλυνται ἐναλλάξασαι τὰ φοβερὰ καὶ τὰ [9] θαρραλέα. οὕτως καὶ ἡμεῖς ποῦ χρώμεθα τῷ φόβῳ; πρὸς τὰ ἀπροαίρετα. ἐν τίσιν πάλιν θαρροῦντες ἀναστρεφόμεθα ὡς οὐδενὸς ὄντος δεινοῦ; ἐν τοῖς προαιρετικοῖς.
[10] ἐξαπατηθῆναι ἢ προπεσεῖν ἢ ἀναίσχυντόν τι ποιῆσαι ἢ μετ' ἐπιθυμίας αἰσχρᾶς ὀρεχθῆναί τινος οὐδὲν διαφέρει ἡμῖν, ἂν μόνον ἐν τοῖς ἀπροαιρέτ[ικ]οις εὐστοχῶμεν. ὅπου δὲ θάνατος ἢ φυγὴ ἢ πόνος ἢ ἀδοξία, [11] ἐκεῖ τὸ ἀναχωρητικόν, ἐκεῖ τὸ σεσοβημένον. τοιγαροῦν ὥσπερ εἰκὸς τοὺς περὶ τὰ μέγιστα διαμαρτάνοντας τὸ μὲν φύσει θαρραλέον θρασὺ κατασκευάζομεν, ἀπονενοημένον, ἰταμόν, ἀναίσχυντον, τὸ δ' εὐλαβὲς φύσει καὶ αἰδῆμον δειλὸν καὶ ταπεινόν, φόβων καὶ ταραχῶν [12] μεστόν. ἂν γάρ τις ἐκεῖ μεταθῇ τὸ εὐλαβές, ὅπου προαίρεσις καὶ ἔργα προαιρέσεως, εὐθὺς ἅμα τῷ θέλειν εὐλαβεῖσθαι καὶ ἐπ' αὐτῷ κειμένην ἕξει τὴν ἔκκλισιν· ἂν δ' ὅπου τὰ μὴ ἐφ' ἡμῖν ἐστι καὶ ἀπροαίρετα, πρὸς τὰ ἐπ' ἄλλοις ὄντα τὴν ἔκκλισιν ἔχων ἀναγκαίως φοβήσεται, [13] ἀκαταστατήσει, ταραχθήσεται. οὐ γὰρ θάνατος ἢ πόνος φοβερόν, ἀλλὰ τὸ φοβεῖσθαι πόνον ἢ θάνατον. διὰ τοῦτο ἐπαινοῦμεν τὸν εἰπόντα ὅτι
οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλ' αἰσχρῶς θανεῖν.
[14] Ἔδει οὖν πρὸς μὲν τὸν θάνατον τὸ θάρσος ἐστράφθαι, πρὸς δὲ τὸν φόβον τοῦ θανάτου τὴν εὐλάβειαν· νῦν δὲ τὸ ἐναντίον πρὸς μὲν τὸν θάνατον τὴν φυγήν, πρὸς δὲ τὸ περὶ αὐτοῦ δόγμα τὴν ἀνεπιστρεψίαν καὶ [15] τὸ †ἀφειδὲς καὶ τὸ ἀδιαφορητικόν. ταῦτα δ' ὁ Σωκράτης καλῶς ποιῶν μορμολύκεια ἐκάλει. ὡς γὰρ τοῖς παιδίοις τὰ προσωπεῖα φαίνεται δεινὰ καὶ φοβερὰ δι' ἀπειρίαν, τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν πρὸς τὰ πράγματα δι' οὐδὲν ἄλλο ἢ ὥσπερ καὶ τὰ παιδία πρὸς [16] τὰς μορμολυκείας. τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κἀκεῖνα οὐδὲν ἡμῶν [17] ἔλαττον ἔχει. θάνατος τί ἐστιν; μορμολύκειον. στρέψας αὐτὸ κατάμαθε· ἰδοῦ, πῶς οὐ δάκνει. τὸ σωμάτιον δεῖ χωρισθῆναι τοῦ πνευματίου, ὡς πρότερον ἐκεχώριστο, ἢ νῦν ἢ ὕστερον. τί οὖν ἀγανακτεῖς, εἰ νῦν; εἰ γὰρ μὴ [18] νῦν, ὕστερον. διὰ τί; ἵνα ἡ περίοδος ἀνύηται τοῦ κόσμου· χρείαν γὰρ ἔχει τῶν μὲν ἐνισταμένων, τῶν δὲ μελλόντων, [19] τῶν δ' ἠνυσμένων. πόνος τί ἐστιν; μορμολύκειον. στρέψον αὐτὸ καὶ κατάμαθε. τραχέως κινεῖται τὸ σαρκίδιον, εἶτα πάλιν λείως. ἄν σοι μὴ λυσιτελῇ, ἡ [20] θύρα ἤνοικται· ἂν λυσιτελῇ, φέρε. πρὸς πάντα γὰρ ἠνοῖχθαι δεῖ τὴν θύραν· καὶ πρᾶγμα οὐκ ἔχομεν.
[21] Τίς οὖν τούτων τῶν δογμάτων καρπός; ὅνπερ δεῖ κάλλιστόν τ' εἶναι καὶ πρεπωδέστατον τοῖς τῷ ὄντι παιδευομένοις, [22] ἀταραξία ἀφοβία ἐλευθερία. οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσι μόνους τοὺς παιδευθέντας [23] ἐλευθέρους εἶναι. ‑ Πῶς τοῦτο; ‑ Οὕτως· νῦν ἄλλο τί ἐστιν ἐλευθερία ἢ τὸ ἐξεῖναι ὡς βουλόμεθα διεξάγειν; 'οὐδέν.' λέγετε δή μοι, ὦ ἄνθρωποι, βούλεσθε ζῆν ἁμαρτάνοντες; 'οὐ βουλόμεθα.' οὐδεὶς [24] τοίνυν ἁμαρτάνων ἐλεύθερός ἐστιν. βούλεσθε ζῆν φοβούμενοι, βούλεσθε λυπούμενοι, βούλεσθε ταρασσόμενοι; 'οὐδαμῶς.' οὐδεὶς ἄρα οὔτε φοβούμενος οὔτε λυπούμενος οὔτε ταρασσόμενος ἐλεύθερός ἐστιν, ὅστις δ' ἀπήλλακται λυπῶν καὶ φόβων καὶ ταραχῶν, οὗτος τῇ αὐτῇ [25] ὁδῷ καὶ τοῦ δουλεύειν ἀπήλλακται. πῶς οὖν ἔτι ὑμῖν πιστεύσομεν, ὦ φίλτατοι νομοθέται; οὐκ ἐπιτρέπομεν παιδεύεσθαι, εἰ μὴ τοῖς ἐλευθέροις; οἱ φιλόσοφοι γὰρ λέγουσιν ὅτι οὐκ ἐπιτρέπομεν ἐλευθέροις εἶναι εἰ μὴ τοῖς πεπαιδευμένοις, τοῦτό ἐστιν ὁ θεὸς οὐκ ἐπιτρέπει.
[26] ‑ Ὅταν οὖν στρέψῃ τις ἐπὶ στρατηγοῦ τὸν αὑτοῦ δοῦλον, οὐδὲν ἐποίησεν; ‑ Ἐποίησεν. ‑ Τί; ‑ Ἔστρεψεν τὸν αὑτοῦ δοῦλον ἐπὶ στρατηγοῦ. ‑ Ἄλλο οὐδέν; ‑ [27] Ναί· καὶ εἰκοστὴν αὐτοῦ δοῦναι ὀφείλει. ‑ Τί οὖν; ὁ ταῦτα παθὼν οὐ γέγονεν ἐλεύθερος; ‑ Οὐ μᾶλλον ἢ [28] ἀτάραχος. ἐπεὶ σὺ ὁ ἄλλους στρέφειν δυνάμενος οὐδένα ἔχεις κύριον; οὐκ ἀργύριον, οὐ κοράσιον, οὐ παιδάριον, οὐ τὸν τύραννον, οὐ φίλον τινὰ τοῦ τυράννου; τί οὖν τρέμεις ἐπί τινα τοιαύτην ἀπιὼν περίστασιν;
[29] Διὰ τοῦτο λέγω πολλάκις 'ταῦτα μελετᾶτε καὶ ταῦτα πρόχειρα ἔχετε, πρὸς τίνα δεῖ τεθαρρηκέναι καὶ πρὸς τίνα εὐλαβῶς διακεῖσθαι, ὅτι πρὸς τὰ ἀπροαίρετα θαρρεῖν, [30] εὐλαβεῖσθαι τὰ προαιρετικά'. ‑ Ἀλλ' οὐκ ἀνέγνων [31] σοι οὐδ' ἔγνως τί ποιῶ. ‑ Ἐν τίνι; ἐν λεξειδίοις. ἔχε σου τὰ λεξείδια· δεῖξον, πῶς ἔχεις πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἰ μὴ ἀποτυγχάνεις ὧν θέλεις, εἰ μὴ περιπίπτεις οἷς οὐ θέλεις. ἐκεῖνα δὲ τὰ περιόδια, ἂν νοῦν [32] ἔχῃς, ἄρας πού ποτε ἀπαλείψεις. ‑ Τί οὖν; Σωκράτης οὐκ ἔγραφεν; ‑ Καὶ τίς τοσαῦτα; ἀλλὰ πῶς; ἐπεὶ μὴ ἐδύνατο ἔχειν ἀεὶ τὸν ἐλέγχοντα αὐτοῦ τὰ δόγματα ἢ ἐλεγχθησόμενον ἐν τῷ μέρει, αὐτὸς ἑαυτὸν ἤλεγχεν καὶ ἐξήταζεν καὶ ἀεὶ μίαν γέ τινα πρόληψιν ἐγύμναζεν χρηστικῶς.
[33] ταῦτα γράφει φιλόσοφος· λεξείδια δὲ καὶ †ἡ ὁδός, ἣν λέγω, ἄλλοις ἀφίησι, τοῖς ἀναισθήτοις ἢ τοῖς μακαρίοις, τοῖς σχολὴν ἄγουσιν ὑπὸ ἀταραξίας ἢ τοῖς μηδὲν τῶν ἑξῆς ὑπολογιζομένοις διὰ μωρίαν.
[34] Καὶ νῦν καιροῦ καλοῦντος ἐκεῖνα δείξεις ἀπελθὼν καὶ ἀναγνώσῃ καὶ ἐμπερπερεύσῃ; 'ἰδοῦ, πῶς διαλόγους [35] συντίθημι.' μή, ἄνθρωπε, ἀλλ' ἐκεῖνα μᾶλλον 'ἰδοῦ, πῶς ὀρεγόμενος οὐκ ἀποτυγχάνω. ἰδοῦ, πῶς ἐκκλίνων οὐ περιπίπτω. φέρε θάνατον καὶ γνώσῃ· φέρε πόνους, [36] φέρε δεσμωτήριον, φέρε ἀδοξίαν, φέρε καταδίκην.' αὕτη ἐπίδειξις νέου ἐκ σχολῆς ἐληλυθότος. τἆλλα δ' ἄλλοις ἄφες, μηδὲ φωνήν τις ἀκούσῃ σου περὶ αὐτῶν ποτε μηδ', ἂν ἐπαινέσῃ τις ἐπ' αὐτοῖς, ἀνέχου, δόξον δὲ μηδεὶς [37] εἶναι καὶ εἰδέναι μηδέν. μόνον τοῦτο εἰδὼς φαίνου, [38] πῶς μήτ' ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς. ἄλλοι μελετάτωσαν δίκας, ἄλλοι προβλήματα, ἄλλοι συλλογισμούς· σὺ ἀποθνῄσκειν, σὺ δεδέσθαι, σὺ στρεβλοῦσθαι, [39] σὺ ἐξορίζεσθαι. πάντα ταῦτα θαρρούντως, πεποιθότως τῷ κεκληκότι σε ἐπ' αὐτά, τῷ ἄξιον τῆς χώρας ταύτης κεκρικότι, ἐν ᾗ κατα‹τα›χθεὶς ἐπιδείξεις, τίνα δύναται λογικὸν ἡγεμονικὸν πρὸς τὰς ἀπροαιρέτους [40] δυνάμεις ἀντιταξάμενον. καὶ οὕτως τὸ παράδοξον ἐκεῖνο οὐκέτι οὔτ' ἀδύνατον φανεῖται οὔτε παράδοξον, ὅτι ἅμα μὲν εὐλαβεῖσθαι δεῖ ἅμα δὲ θαρρεῖν, πρὸς μὲν τὰ ἀπροαίρετα θαρρεῖν, ἐν δὲ τοῖς προαιρετικοῖς εὐλαβεῖσθαι.
[2]
[1] Ὅρα σὺ ὁ ἀπιὼν ἐπὶ τὴν δίκην, τί θέλεις τηρῆσαι [2] καὶ ποῦ θέλεις ἀνύσαι. εἰ γὰρ προαίρεσιν θέλεις τηρῆσαι κατὰ φύσιν ἔχουσαν, πᾶσά σοι ἀσφάλεια, πᾶσά [3] σοι εὐμάρεια, πρᾶγμα οὐκ ἔχεις. τὰ γὰρ ἐπὶ σοὶ αὐτεξούσια καὶ φύσει ἐλεύθερα θέλων τηρῆσαι καὶ τούτοις ἀρκούμενος τίνος ἔτι ἐπιστρέφῃ; τίς γὰρ αὐτῶν κύριος, [4] τίς αὐτὰ δύναται ἀφελέσθαι; εἰ θέλεις αἰδήμων εἶναι καὶ πιστός, τίς οὐκ ἐάσει σε; εἰ θέλεις μὴ κωλύεσθαι μηδ' ἀναγκάζεσθαι, τίς σε ἀναγκάσει ὀρέγεσθαι ὧν οὐ [5] δοκεῖ σοι, τίς ἐκκλίνειν ἃ μὴ φαίνεταί σοι; ἀλλὰ τί; πράξει μέν σοί τινα ἃ δοκεῖ φοβερὰ εἶναι· ἵνα δὲ καὶ [6] ἐκκλίνων αὐτὰ πάθῃς, πῶς δύναται ποιῆσαι; ὅταν οὖν ἐπὶ σοὶ ᾖ τὸ ὀρέγεσθαι καὶ ἐκκλίνειν, τίνος ἔτι ἐπιστρέφῃ; [7] τοῦτό σοι προοίμιον, τοῦτο διήγησις, τοῦτο πίστις, τοῦτο νίκη, τοῦτο ἐπίλογος, τοῦτο εὐδοκίμησις.
[8] Διὰ τοῦτο ὁ Σωκράτης πρὸς τὸν ὑπομιμνῄσκοντα, ἵνα παρασκευάζηται πρὸς τὴν δίκην, ἔφη 'οὐ δοκῶ οὖν σοι ἅπαντι τῷ βίῳ πρὸς τοῦτο παρασκευάζεσθαι;' [9] ‑ 'Ποίαν παρασκευήν;' ‑ 'Τετήρηκα', φησίν, 'τὸ ἐπ' ἐμοί.' ‑ 'Πῶς οὖν;' ‑ 'Οὐδὲν οὐδέποτ' [10] ἄδικον οὔτ' ἰδίᾳ οὔτε δημοσίᾳ ἔπραξα.' εἰ δὲ θέλεις καὶ τὰ ἐκτὸς τηρῆσαι, τὸ σωμάτιον καὶ τὸ οὐσίδιον καὶ τὸ ἀξιωμάτιον, λέγω σοι· ἤδη αὐτόθεν παρασκευάζου τὴν δυνατὴν παρασκευὴν πᾶσαν καὶ λοιπὸν σκέπτου καὶ τὴν φύσιν τοῦ δικαστοῦ καὶ τὸν [11] ἀντίδικον. εἰ γονάτων ἅψασθαι δεῖ, γονάτων ἅψαι· [12] εἰ κλαῦσαι, κλαῦσον· εἰ οἰμῶξαι, οἴμωξον. ὅταν γὰρ ὑποθῇς τὰ σὰ τοῖς ἐκτός, δούλευε τὸ λοιπὸν καὶ μὴ ἀντισπῶ καὶ ποτὲ μὲν θέλε δουλεύειν, ποτὲ δὲ μὴ [13] θέλε, ἀλλ' ἁπλῶς καὶ ἐξ ὅλης τῆς διανοίας ἢ ταῦτα ἢ ἐκεῖνα· ἢ ἐλεύθερος ἢ δοῦλος, ἢ πεπαιδευμένος ἢ ἀπαίδευτος, ἢ γενναῖος ἀλεκτρυὼν ἢ ἀγεννής, ἢ ὑπόμενε τυπτόμενος, μέχρις ἂν ἀποθάνῃς, ἢ ἀπαγόρευσον εὐθύς. μή σοι γένοιτο πληγὰς πολλὰς λαβεῖν καὶ ὕστερον [14] ἀπαγορεῦσαι. εἰ δ' αἰσχρὰ ταῦτα, αὐτόθεν ἤδη δίελε 'ποῦ φύσις κακῶν καὶ ἀγαθῶν; οὗ καὶ ἀλήθεια. ὅπου ἀλήθεια καὶ οὗ φύσις, ἐκεῖ τὸ εὐλαβές· ὅπου ἡ ἀλήθεια, ἐκεῖ τὸ θαρραλέον, ὅπου ἡ φύσις'.
[15] Ἐπεί τ‹ο›ι δοκεῖς, ὅτι τὰ ἐκτὸς τηρῆσαι θέλων Σωκράτης παρελθὼν ἂν ἔλεγε 'ἐμὲ δ' Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ' οὔ'; [16] οὕτω μωρὸς ἦν, ἵνα μὴ ἴδῃ ὅτι αὕτη ἡ ὁδὸς ἐνταῦθα οὐ φέρει, ἀλλ' ἄλλῃ; τί οὖν ἐστιν, ὅτι οὐκ ἔχει λόγον [17] καὶ προσερεθίζει; ὡς ὁ ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτι 'ἀλλ' οὔτε δεήσομαι ὑμῶν οὔτ' ἐπιστρέφομαι, τί μέλλετε κρίνειν· ὑμεῖς τε μᾶλλον οἱ κρινόμενοί [18] ἐστε ἢ ἐγώ.' καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον. τίς χρεία; μόνον μὴ δέου, μὴ προστίθει δ' ὅτι 'καὶ οὐ δέομαι'. εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δικαστὰς [19] ὡς Σωκράτει. καὶ σὺ εἰ τοιοῦτον ἐπίλογον παρασκευάζῃ, [20] τί ἀναβαίνεις, τί ὑπακούεις; εἰ γὰρ σταυρωθῆναι θέλεις, ἔκδεξαι καὶ ἥξει ὁ σταυρός· εἰ δ' ὑπακοῦσαι λόγος αἱρεῖ καὶ πεῖσαι τό γε παρ' αὐτόν, τὰ ἑξῆς τούτῳ ποιητέον τηροῦντι μέντοι τὰ ἴδια.
[21] Ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν 'ὑπόθου μοι'. τί σοι ὑποθῶμαι; ἀλλὰ 'ποίησόν μου τὴν διάνοιαν ὅ τι ἂν [22] ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι'. ἐπεὶ ἐκεῖνό γε ὅμοιόν ἐστιν οἷον εἰ ἀγράμματος λέγοι 'εἰπέ μοι τί γράψω, [23] ὅταν μοι προβληθῇ τι ὄνομα'. ἂν γὰρ εἴπω ὅτι Δίων, εἶτα παρελθὼν ἐκεῖνος αὐτῷ προβάλῃ μὴ τὸ Δίωνος [24] ὄνομα, ἀλλὰ τὸ Θέωνος, τί γένηται; τί γράψῃ; ἀλλ' εἰ μὲν μεμελέτηκας γράφειν, ἔχεις καὶ παρασκευάσ‹ασθ›αι πρὸς πάντα τὰ ὑπαγορευόμενα· εἰ δὲ μή, τί σοι ἐγὼ νῦν ὑποθῶμαι; ἂν γὰρ ἄλλο τι ὑπαγορεύῃ τὰ πράγματα, [25] τί ἐρεῖς ἢ τί πράξεις; τούτου οὖν τοῦ καθολικοῦ μέμνησο καὶ ὑποθήκης οὐκ ἀπορήσεις. ἐὰν δὲ πρὸς τὰ ἔξω χάσκῃς, ἀνάγκη σε ἄνω καὶ κάτω κυλίεσθαι πρὸς τὸ [26] βούλημα τοῦ κυρίου. τίς δ' ἐστὶ κύριος; ὁ τῶν ὑπὸ σοῦ τινος σπουδαζομένων ἢ ἐκκλινομένων ἔχων ἐξουσίαν.
[3]
[1] Καλῶς ὁ Διογένης πρὸς τὸν ἀξιοῦντα γράμματα παρ' αὐτοῦ λαβεῖν συστατικὰ 'ὅτι μὲν ἄνθρωπος', φησίν, 'εἶ, καὶ ἰδὼν γνώσεται· εἰ δ' ἀγαθὸς ἢ κακός, εἰ μὲν ἔμπειρός ἐστι διαγνῶναι τοὺς ἀγαθοὺς καὶ κακούς, γνώσεται, εἰ δ' ἄπειρος, οὐδ' ἂν μυριάκις [2] γράψω αὐτῷ'. ὅμοιον γὰρ ὥσπερ εἰ δραχμὴ συσταθῆναί τινι ἠξίου, ἵνα δοκιμασθῇ. εἰ ἀργυρογνωμονικός [3] ἐστιν, σὺ σαυτὴν συστήσεις. ἔδει οὖν τοιοῦτόν τι ἔχειν ἡμᾶς καὶ ἐν τῷ βίῳ οἷον ἐπ' ἀργυρίου, ἵν' εἰπεῖν δύνωμαι καθάπερ ὁ ἀργυρογνώμων λέγει 'φέρε ἣν θέλεις [4] δραχμὴν καὶ διαγνώσομαι'. ἀλλ' ἐπὶ συλλογισμῶν 'φέρε ὃν θέλεις καὶ διακρινῶ σοι τὸν ἀναλυτικόν τε καὶ μή'. διὰ τί; οἶδα γὰρ ἀναλύειν συλλογισμούς· ἔχω τὴν δύναμιν, ἣν ἔχειν δεῖ τὸν ἐπιγνωστικὸν τῶν περὶ συλλογισμοὺς [5] κατορθούντων. ἐπὶ δὲ τοῦ βίου τί ποιῶ; νῦν μὲν λέγω ἀγαθόν, νῦν δὲ κακόν. τί τὸ αἴτιον; τὸ ἐναντίον ἢ ἐπὶ τῶν συλλογισμῶν, ἀμαθία καὶ ἀπειρία.
[4]
[1] Λέγοντος αὐτοῦ ὅτι Ὁ ἄνθρωπος πρὸς πίστιν γέγονεν καὶ τοῦτο ὁ ἀνατρέπων ἀνατρέπει τὸ ἴδιον τοῦ ἀνθρώπου ἐπεισῆλθέν τις τῶν δοκούντων φιλολόγων, ὃς κατείληπτό [2] ποτε μοιχὸς ἐν τῇ πόλει. ὁ δ' Ἀλλ' ἄν, φησίν, ἀφέντες τοῦτο τὸ πιστόν, πρὸς ὃ πεφύκαμεν, ἐπιβουλεύωμεν τῇ γυναικὶ τοῦ γείτονος, τί ποιοῦμεν; τί γὰρ ἄλλο ἢ ἀπόλλυμεν καὶ ἀναιροῦμεν; τίνα; τὸν πιστόν, [3] τὸν αἰδήμονα, τὸν ὅσιον. ταῦτα μόνα; γειτνίασιν δ' οὐκ ἀναιροῦμεν, φιλίαν δ' οὔ, πόλιν δ' οὔ; εἰς τίνα δὲ χώραν αὑτοὺς κατατάσσομεν; ὡς τίνι σοι χρῶμαι, ἄνθρωπε; ὡς γείτονι, ὡς φίλῳ; ποίῳ τινί; ὡς πολίτῃ; τί σοι [4] πιστεύσω; εἶτα σκευάριον μὲν εἰ ἦς οὕτως σαπρόν, ὥστε σοι πρὸς μηδὲν δύνασθαι χρῆσθαι, ἔξω ἂν ἐπὶ τὰς κοπρίας [5] ἐρρίπτου καὶ οὐδ' ἐκεῖθεν ἄν τίς σε ἀνῃρεῖτο· εἰ δ' ἄνθρωπος ὢν οὐδεμίαν χώραν δύνασαι ἀποπληρῶσαι ἀνθρωπικήν, τί σε ποιήσομεν; ἔστω γάρ, φίλου οὐ δύνασαι τόπον ἔχειν· δούλου δύνασαι; καὶ τίς σοι πιστεύσει; οὐ θέλεις οὖν ῥιφῆναί που καὶ αὐτὸς ἐπὶ κοπρίαν [6] ὡς σκεῦος ἄχρηστον, ὡς κόπριον; εἶτα ἐρεῖς 'οὐδείς μου ἐπιστρέφεται, ἀνθρώπου φιλολόγου'; κακὸς γὰρ εἶ καὶ ἄχρηστος. οἷον εἰ οἱ σφῆκες ἠγανάκτουν, ὅτι οὐδεὶς αὐτῶν ἐπιστρέφεται, ἀλλὰ φεύγουσι πάντες κἄν τις δύνηται, [7] πλήξας κατέβαλεν. σὺ κέντρον ἔχεις τοιοῦτον, ὥστε ὃν ἂν πλήξῃς εἰς πράγματα καὶ ὀδύνας ἐμβάλλειν. τί σε θέλεις ποιήσωμεν; οὐκ ἔχεις ποῦ τεθῇς.
[8] Τί οὖν; οὐκ εἰσὶν αἱ γυναῖκες κοιναὶ φύσει; κἀγὼ λέγω. καὶ γὰρ τὸ χοιρίδιον κοινὸν τῶν κεκλημένων· ἀλλ' ὅταν μέρη γένηται, ἄν σοι φανῇ, ἀνάρπασον ἀπελθὼν τὸ τοῦ παρακατακειμένου μέρος, λάθρᾳ κλέψον ἢ παρακαθεὶς τὴν χεῖρα λίχνευε, κἂν μὴ δύνῃ τοῦ κρέως ἀποσπάσαι, λίπαινε τοὺς δακτύλους καὶ περίλειχε. καλὸς [9] συμπότης καὶ σύνδειπνος Σωκρατικός. ἄγε, τὸ δὲ θέατρον οὐκ ἔστι κοινὸν τῶν πολιτῶν; ὅταν οὖν καθίσωσιν, [10] ἐλθών, ἄν σοι φανῇ, ἔκβαλέ τινα αὐτῶν. οὕτως καὶ αἱ γυναῖκες φύσει κοιναί. ὅταν δ' ὁ νομοθέτης ὡς ἑστιάτωρ διέλῃ αὐτάς, οὐ θέλεις καὶ αὐτὸς ἴδιον μέρος ζητεῖν, ἀλλὰ τὸ ἀλλότριον ὑφαρπάζεις καὶ λιχνεύεις; [11] 'ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ.' Ἀρχέδημον τοίνυν νοῶν μοιχὸς ἴσθι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος ἢ πίθηκος. τί γὰρ κωλύει;
[5]
[1] Αἱ ὗλαι ἀδιάφοροι, ἡ δὲ χρῆσις αὐτῶν οὐκ ἀδιάφορος.
[2] πῶς οὖν τηρήσῃ τις ἅμα μὲν τὸ εὐσταθὲς καὶ ἀτάραχον, ἅμα δὲ τὸ ἐπιμελὲς καὶ μὴ εἰκαῖον μηδ' ἐπισεσυρμένον; [3] ἂν μιμῆται τοὺς κυβεύοντας. αἱ ψῆφοι ἀδιάφοροι, οἱ κύβοι ἀδιάφοροι· πόθεν οἶδα, τί μέλλει πίπτειν; τῷ πεσόντι δ' ἐπιμελῶς καὶ τεχνικῶς χρῆσθαι, [4] τοῦτο ἤδη ἐμὸν ἔργον ἐστίν. οὕτως τοίνυν τὸ μὲν προηγούμενον καὶ ἐπὶ τοῦ βίου ἔργον ἐκεῖνο· δίελε τὰ πράγματα καὶ διάστησον καὶ εἰπὲ 'τὰ ἔξω οὐκ ἐπ' ἐμοί· [5] προαίρεσις ἐπ' ἐμοί. ποῦ ζητήσω τὸ ἀγαθὸν καὶ τὸ κακόν; ἔσω ἐν τοῖς ἐμοῖς'. ἐν δὲ τοῖς ἀλλοτρίοις μηδέποτε μήτ' ἀγαθὸν ὀνομάσῃς μήτε κακὸν μήτ' ὠφέλειαν μήτε βλάβην μήτ' ἄλλο τι τῶν τοιούτων.
[6] Τί οὖν; ἀμελῶς τούτοις χρηστέον; οὐδαμῶς. τοῦτο γὰρ πάλιν τῇ προαιρέσει κακόν ἐστι καὶ ταύτῃ [τὴν] [7] παρὰ φύσιν. ἀλλ' ἅμα μὲν ἐπιμελῶς, ὅτι ἡ χρῆσις οὐκ ἀδιάφορον, ἅμα δ' εὐσταθῶς καὶ ἀταράχως, ὅτι ἡ ὕλη [8] οὐ διαφέρουσα. ὅπου γὰρ τὸ διαφέρον, ἐκεῖ οὔτε κωλῦσαί μέ τις δύναται οὔτ' ἀναγκάσαι. ὅπου κωλυτὸς καὶ ἀναγκαστός εἰμι, ἐκείνων ἡ μὲν τεῦξις οὐκ ἐπ' ἐμοὶ οὐδ' ἀγαθὸν ἢ κακόν, ἡ χρῆσις δ' ἢ κακὸν ἢ ἀγαθόν, [9] ἀλλ' ἐπ' ἐμοί. δύσκολον δὲ μῖξαι καὶ συναγαγεῖν ταῦτα, ἐπιμέλειαν τοῦ προσπεπονθότος ταῖς ὕλαις καὶ εὐστάθειαν τοῦ ἀνεπιστρεπτοῦντος, πλὴν οὐκ ἀδύνατον. εἰ [10] δὲ μή, ἀδύνατον τὸ εὐδαιμονῆσαι. ἀλλ' οἷόν τι ἐπὶ τοῦ πλοῦ ποιοῦμεν. τί μοι δύναται; τὸ ἐκλέξασθαι τὸν κυβερνήτην, [11] τοὺς ναύτας, τὴν ἡμέραν, τὸν καιρόν. εἶτα χειμὼν ἐμπέπτωκεν. τί οὖν ἔτι μοι μέλει; τὰ γὰρ ἐμὰ ἐκπεπλήρωται. ἄλλου ἐστὶν ἡ ὑπόθεσις, τοῦ κυβερνήτου.
[12] ἀλλὰ καὶ ἡ ναῦς καταδύεται. τί οὖν ἔχω ποιῆσαι; ὃ δύναμαι, τοῦτο μόνον ποιῶ· μὴ φοβούμενος ἀποπνίγομαι οὐδὲ κεκραγὼς οὐδ' ἐγκαλῶν τῷ θεῷ, ἀλλ' εἰδώς, [13] ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ. οὐ γάρ εἰμι αἰών, ἀλλ' ἄνθρωπος, μέρος τῶν πάντων ὡς ὥρα ἡμέρας. ἐνστῆναί με δεῖ ὡς τὴν ὥραν καὶ παρελθεῖν ‹ὡς› ὥραν.
[14] τί οὖν μοι διαφέρει πῶς παρέλθω, πότερον πνιγεὶς ἢ πυρέξας; διὰ γὰρ τοιούτου τινὸς δεῖ παρελθεῖν με.
[15] Τοῦτο ὄψει ποιοῦντας καὶ τοὺς σφαιρίζοντας ἐμπείρως. οὐδεὶς αὐτῶν διαφέρεται περὶ τοῦ ἁρπαστοῦ ὡς περὶ ἀγαθοῦ ἢ κακοῦ, περὶ δὲ τοῦ βάλλειν καὶ δέχεσθαι.
[16] λοιπὸν ἐν τούτῳ ἡ εὐρυθμία, ἐν τούτῳ ἡ τέχνη, τὸ τάχος, ἡ εὐγνωμοσύνη, ἵν' ἐγώ, μηδ' ἂν τὸν κόλπον ἐκτείνω, δύναμαι λαβεῖν αὐτό, ὁ δέ, ἂν βάλω, λαμβάνει.
[17] ἂν δὲ μετὰ ταραχῆς καὶ φόβου δεχώμεθα ἢ βάλ‹λ›ωμεν αὐτό, ποία ἔτι παιδιά, ποῦ δέ τις εὐσταθήσει, ποῦ δέ τις τὸ ἑξῆς ὄψεται ἐν αὐτῇ; ἀλλ' ὁ μὲν ἐρεῖ 'βάλε', ‹ὁ δὲ› 'μὴ βάλῃς', ὁ δὲ †'μὴ ἀνέβαλες'. τοῦτο δὴ μάχη ἐστὶ καὶ οὐ παιδιά.
[18] Τοιγαροῦν Σωκράτης ᾔδει σφαιρίζειν. πῶς; παίζειν ἐν τῷ δικαστηρίῳ. 'λέγε μοι', φησίν, 'Ἄνυτε, πῶς με φῂς θεὸν οὐ νομίζειν; οἱ δαίμονές σοι τίνες εἶναι δοκοῦσιν; οὐχὶ ἤτοι θεῶν παῖδές εἰσιν ἢ [19] ἐξ ἀνθρώπων καὶ θεῶν μεμιγμένοι τινές;' ὁμολογήσαντος δὲ 'τίς οὖν σοι δοκεῖ δύνασθαι ἡμιόνους μὲν ἡγεῖσθαι εἶναι, ὄνους δὲ μή;' ὡς ἁρπαστίῳ παίζων. καὶ τί ἐκεῖ ἐν μέσῳ ἁρπάστιον τότ' ἦν; τὸ δεδέσθαι, τὸ φυγαδευθῆναι, τὸ πιεῖν φάρμακον, τὸ γυναικὸς [20] ἀφαιρεθῆναι, τὸ τέκνα ὀρφανὰ καταλιπεῖν. ταῦτα ἦν ἐν μέσῳ οἷς ἔπαιζεν, ἀλλ' οὐδὲν ἧττον ἔπαιζεν καὶ ἐσφαίριζεν εὐρύθμως. οὕτως καὶ ἡμεῖς τὴν μὲν ἐπιμέλειαν σφαιριστικωτάτην, τὴν δ' ἀδιαφορίαν ὡς ὑπὲρ [21] ἁρπαστίου. δεῖ γὰρ πάντως περί τινα τῶν ἐκτὸς ὑλῶν φιλοτεχνεῖν, ἀλλ' οὐκ ἐκείνην ἀποδεχόμενον, ἀλλ' οἵα ἂν ᾖ ἐκείνη, τὴν περὶ αὐτὴν φιλοτεχνίαν ἐπιδεικνύοντα. οὕτως καὶ ὁ ὑφάντης οὐκ ἔρια ποιεῖ, ἀλλ' οἷα ἂν παραλάβῃ [22] περὶ αὐτὰ φιλοτεχνεῖ. ἄλλος σοι δίδωσι τροφὰς καὶ κτῆσιν καὶ αὐτὰ ταῦτα δύναται ἀφελέσθαι καὶ τὸ σωμάτιον αὐτό. σὺ λοιπὸν παραλαβὼν τὴν ὕλην ἐργάζου.
[23] εἶτα ἂν ἐξέλθῃς μηδὲν παθών, οἱ μὲν ἄλλοι ἀπαντῶντές σοι συγχαρήσονται ὅτι ἐσώθης, ὁ δ' εἰδὼς βλέπειν τὰ τοιαῦτα, ἂν μὲν ἴδῃ ὅτι εὐσχημόνως ἀνεστράφης ἐν τούτῳ, ἐπαινέσει καὶ συνησθήσεται· ἂν δὲ δι' ἀσχημοσύνην τινὰ διασεσωσμένον, τὰ ἐναντία. ὅπου γὰρ τὸ χαίρειν εὐλόγως, ἐκεῖ καὶ τὸ συγχαίρειν.
[24] Πῶς οὖν λέγεται τῶν ἐκτός τινα κατὰ φύσιν καὶ παρὰ φύσιν; ὥσπερ ἂν εἰ ἀπόλυτοι ἦμεν. τῷ γὰρ ποδὶ κατὰ φύσιν εἶναι ἐρῶ τὸ καθαρῷ εἶναι, ἀλλ', ἂν αὐτὸν ὡς πόδα λάβῃς καὶ ὡς μὴ ἀπόλυτον, καθήξει αὐτὸ‹ν› καὶ εἰς πηλὸν ἐμβαίνειν καὶ ἀκάνθας πατῆσαι καὶ ἔστιν ὅτε ἀποκοπῆναι ὑπὲρ τοῦ ὅλου· εἰ δὲ μή, οὐκέτι ἔσται πούς.
[25] τοιοῦτόν τι καὶ ἐφ' ἡμῶν ὑπολαβεῖν δεῖ. τί εἶ; ἄνθρωπος. εἰ μὲν ὡς ἀπόλυτον σκοπεῖς, κατὰ φύσιν ἐστὶ ζῆσαι μέχρι γήρως, πλουτεῖν, ὑγιαίνειν. εἰ δ' ὡς ἄνθρωπον σκοπεῖς καὶ μέρος ὅλου τινός, δι' ἐκεῖνο τὸ ὅλον νῦν μέν σοι νοσῆσαι καθήκει, νῦν δὲ πλεῦσαι καὶ κινδυνεῦσαι, νῦν δ' ἀπορηθῆναι, πρὸ ὥρας δ' ἔστιν ὅτ' ἀποθανεῖν.
[26] τί οὖν ἀγανακτεῖς; οὐκ οἶδας ὅτι ὡς ἐκεῖνος οὐκέτι ἔσται πούς, οὕτως οὐδὲ σὺ ἄνθρωπος; τί γάρ ἐστιν ἄνθρωπος; μέρος πόλεως, πρώτης μὲν τῆς ἐκ θεῶν καὶ ἀνθρώπων, μετὰ ταῦτα δὲ τῆς ὡς ἔγγιστα λεγομένης, [27] ἥ τί ἐστι μικρὸν τῆς ὅλης μίμημα. 'νῦν οὖν ἐμὲ κρίνεσθαι;' νῦν οὖν ἄλλον πυρέσσειν, ἄλλον πλεῖν, ἄλλον ἀποθνῄσκειν, ἄλλον κατακεκρίσθαι; ἀδύνατον γὰρ ἐν τοιούτῳ σώματι, ἐν τούτῳ τῷ περιέχοντι, τούτοις τοῖς [28] συζῶσιν μὴ συμπίπτειν ἄλλοις ἄλλα τοιαῦτα. σὸν οὖν ἔργον ἐλθόντα εἰπεῖν ἃ δεῖ, διαθέσθαι ταῦτα ὡς ἐπιβάλλει.
[29] εἶτα ἐκεῖνος λέγει 'κρίνω σε ἀδικεῖν'. 'εὖ σοι γένοιτο. ἐποίησα ἐγὼ τὸ ἐμόν, εἰ δὲ καὶ σὺ τὸ σὸν ἐποίησας, ὄψει αὐτός.' ἔστι γάρ τις κἀκείνου κίνδυνος, μή σε λανθανέτω.
[6]
[1] Τὸ συνημμένον ἀδιάφορον· ἡ κρίσις ἡ περὶ αὐτοῦ οὐκ ἀδιάφορος, ἀλλ' ἢ ἐπιστήμη ἢ δόξα ἢ ἀπάτη. οὕτως [2] τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος. μή ποτ' οὖν, ὅταν εἴπῃ τις ὑμῖν ἀδιαφορεῖν καὶ ταῦτα, ἀμελεῖς γίνεσθε, μήθ' ὅταν εἰς ἐπιμέλειάν τις ὑμᾶς παρακαλῇ, [3] ταπεινοὶ καὶ τᾶς ὕλας τεθαυμακότες. καλὸν δὲ καὶ τὸ εἰδέναι τὴν αὑτοῦ παρασκευὴν καὶ δύναμιν, ἵν' ἐν οἷς μὴ παρεσκεύασαι, ἡσυχίαν ἄγῃς μηδ' ἀγανακτῇς, εἴ [4] τινες ἄλλοι πλεῖόν σου ἔχουσιν ἐν ἐκείνοις. καὶ γὰρ σὺ ἐν συλλογισμοῖς πλεῖον ἀξιώσεις σεαυτὸν ἔχειν κἂν ἀγανακτῶσιν ἐπὶ τούτῳ, παραμυθήσῃ αὐτούς· 'ἐγὼ ἔμαθον, [5] ὑμεῖς δ' οὔ'. οὕτως καί, ὅπου τινὸς χρεία τριβῆς, μὴ ζήτει τὸ ἀπὸ τῆς χρείας περιγινόμενον, ἀλλ' ἐκείνου μὲν παραχώρει τοῖς περιτετριμμένοις, σοὶ δ' ἀρκείτω τὸ εὐσταθεῖν.
[6] 'Ἄπελθε καὶ ἄσπασαι τὸν δεῖνα.' ‹'ἀσπάζομαι.'› 'πῶς;' 'οὐ ταπεινῶς.' 'ἀλλ' ἐξεκλείσθης.' 'διὰ θυρίδος γὰρ οὐκ ἔμαθον εἰσέρχεσθαι. ὅταν δὲ κεκλ‹ε›ιμένην εὕρω τὴν θύραν, ἀνάγκη μ' ἢ ἀποχωρῆσαι ἢ διὰ τῆς [7] θυρίδος εἰσελθεῖν'. 'ἀλλὰ καὶ λάλησον αὐτῷ.' 'λαλῶ.' [8] 'τίνα τρόπον;' 'οὐ ταπεινῶς.' 'ἀλλ' οὐκ ἐπέτυχες.' μὴ γὰρ σὸν τοῦτο ‹τὸ› ἔργον ἦν; ἀλλ' ἐκείνου. τί οὖν ἀντιποιῇ τοῦ ἀλλοτρίου; ἀεὶ μεμνημένος ὅ τι σὸν καὶ [9] τί ἀλλότριον [καὶ] οὐ ταραχθήσῃ. διὰ τοῦτο καλῶς ὁ Χρύσιππος λέγει ὅτι 'μέχρις ἂν ἄδηλά μοι ᾖ τὰ ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν· αὐτὸς γάρ μ' ὁ θεὸς [10] ἐποίησεν τούτων ἐκλεκτικόν. εἰ δέ γε ᾔδειν ὅτι νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπ' αὐτό· καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι.'
[11] Ἐπεί τοι τίνος ἕνεκα γίνονται στάχυες; οὐχ ἵνα καὶ ξηρανθῶσιν; ἀλλὰ ξηραίνονται μέν, οὐχ ἵνα δὲ καὶ [12] θερισθῶσιν; οὐ γὰρ ἀπόλυτοι γίνονται. εἰ οὖν αἴσθησιν εἶχον, εὔχεσθαι αὐτοὺς ἔδει, ἵνα μὴ θερισθῶσιν μηδέποτε; τοῦτο δὲ κατάρα ἐστὶν ἐπὶ σταχύων τὸ μηδέποτε [13] θερισθῆναι. οὕτως ἴστε ὅτι καὶ ἐπ' ἀνθρώπων κατάρα ἐστὶ τὸ μὴ ἀποθανεῖν· ὅμοιον τῷ μὴ πεπανθῆναι, [14] μὴ θερισθῆναι. ἡμεῖς δ' ἐπειδὴ οἱ αὐτοί ἐσμεν, ἅμα μὲν οὓς δεῖ θερισθῆναι, ἅμα δὲ καὶ αὐτῷ τούτῳ παρακολουθοῦντες ὅτι θεριζόμεθα, διὰ τοῦτο ἀγανακτοῦμεν. οὔτε γὰρ ἴσμεν τίνες ἐσμὲν οὔτε μεμελετήκαμεν [15] τὰ ἀνθρωπικὰ ὡς ἱππικοὶ τὰ ἱππικά. ἀλλὰ Χρυσάντας μὲν παίειν μέλλων τὸν πολέμιον, ἐπειδὴ τῆς σάλπιγγος ἤκουσεν ἀνακαλούσης, ἀνέσχεν· οὕτως προυργιαίτερον ἔδοξεν αὐτῷ τὸ τοῦ στρατηγοῦ πρόσταγμα ἢ τὸ ἴδιον [16] ποιεῖν· ἡμῶν δ' οὐδεὶς θέλει οὐδὲ τῆς ἀνάγκης καλούσης εὐλύτως ὑπακοῦσαι αὐτῇ, ἀλλὰ κλάοντες καὶ στένοντες πάσχομεν ἃ πάσχομεν καὶ περιστάσεις αὐτὰ καλοῦντες.
[17] ποίας περιστάσεις, ἄνθρωπε; εἰ περιστάσεις λέγεις τὰ περιεστηκότα, πάντα περιστάσεις εἰσίν· εἰ δ' ὡς δύσκολα καλεῖς, ποίαν δυσκολίαν ἔχει τὸ γενόμενον [18] φθαρῆναι; τὸ δὲ φθεῖρον ἢ μάχαιρά ἐστιν ἢ τροχὸς ἢ θάλασσα ἢ κεραμὶς ἢ τύραννος. τί σοι μέλει, ποίᾳ ὁδῷ [19] καταβῇς εἰς Ἅιδου; ἴσαι πᾶσαί εἰσιν. εἰ δὲ θέλεις ἀκοῦσαι τἀληθῆ, συντομωτέρα ἣν πέμπει ὁ τύραννος. οὐδέποτ' οὐδεὶς τύραννος ἓξ μησίν τινα ἔσφαξεν, πυρετὸς δὲ καὶ ἐνιαυτῷ πολλάκις. ψόφος ἐστὶ πάντα ταῦτα καὶ κόμπος κενῶν ὀνομάτων.
[20] 'Τῇ κεφαλῇ κινδυνεύω ἐπὶ Καίσαρος.' ἐγὼ δ' οὐ κινδυνεύω, ὃς οἰκῶ ἐν Νικοπόλει, ὅπου σεισμοὶ τοσοῦτοι; σὺ δ' αὐτὸς ὅταν διαπλέῃς τὸν Ἀδρίαν, τί κινδυνεύεις; [21] οὐ τῇ κεφαλῇ; 'ἀλλὰ καὶ τῇ ὑπολήψει κινδυνεύω.' τῇ σῇ; πῶς; τίς γάρ σε ἀναγκάσαι δύναται ὑπολαβεῖν τι ὧν οὐ θέλεις; ἀλλὰ τῇ ἀλλοτρίᾳ; καὶ ποῖός ἐστι κίνδυνος [22] σὸς ἄλλους τὰ ψεύδη ὑπολαβεῖν; 'ἀλλ' ἐξορισθῆναι κινδυνεύω.' τί ἐστιν ἐξορισθῆναι; ἀλλαχοῦ εἶναι ‹ἢ› ἐν Ῥώμῃ; 'ναί. τί οὖν; ἂν εἰς Γύαρα πεμφθῶ;' ἄν σοι ποιῇ, ἀπελεύσῃ· εἰ δὲ μή, ἔχεις ποῦ ἀντὶ Γυάρων ἀπέλθῃς, ὅπου κἀκεῖνος ἐλεύσεται, ἄν τε θέλῃ ἄν τε μή, ὁ [23] πέμπων σε εἰς Γύαρα. τί λοιπὸν ὡς ἐπὶ μεγάλα ἀνέρχῃ; μικρότερά ἐστι τῆς παρασκευῆς, ἵν' εἴπῃ νέος εὐφυὴς ὅτι 'οὐκ ἦν τοσούτου τοσούτων μὲν ἀκηκοέναι, τοσαῦτα δὲ γεγραφέναι, τοσούτῳ δὲ χρόνῳ παρακεκαθικέναι γεροντίῳ [24] οὐ πολλοῦ ἀξίῳ'. μόνον ἐκείνης τῆς διαιρέσεως μέμνησο, καθ' ἣν διορίζεται τὰ σὰ καὶ οὐ τὰ σά. μή [25] ποτ' ἀντιποιήσῃ τινὸς τῶν ἀλλοτρίων. βῆμα καὶ φυλακὴ τόπος ἐστὶν ἑκάτερον, ὁ μὲν ὑψηλός, ὁ δὲ ταπεινός· ἡ προαίρεσις δ' ἴση, ἂν ἴσην αὐτὴν ‹ἐν› [26] ἑκατέρῳ φυλάξαι θέλῃς, δύναται φυλαχθῆναι. καὶ τότ' ἐσόμεθα ζηλωταὶ Σωκράτους, ὅταν ἐν φυλακῇ δυνώμεθα [27] παιᾶνας γράφειν. μέχρι δὲ νῦν ὡς ἔχομεν, ὅρα εἰ ἠνεσχόμεθ' ἂν ἐν τῇ φυλακῇ ἄλλου τινὸς ἡμῖν λέγοντος 'θέλεις ἀναγνῶ σοι παιᾶνας'; 'τί μοι πράγματα παρέχεις; οὐκ οἶδας τὰ ἔχοντά με κακά; ἐν τούτοις γάρ μοι ἔστιν ‑ ' ἐν τίσιν οὖν; 'ἀποθνῄσκειν μέλλω.' ἄνθρωποι δ' ἄλλοι ἀθάνατοι ἔσονται;
[7]
[1] Διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ [2] παραλείπομεν. τί γὰρ ὁ μάντις δύναται πλέον ἰδεῖν θανάτου [3] ἢ κινδύνου ἢ νόσου ἢ ὅλως τῶν τοιούτων; ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων; [4] τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων ἢ τῶν οἰωνῶν; ἀλλ' ἀνέχομαι λέγοντος ἐκείνου 'συμφέρει σοι'; [5] τί γάρ ἐστι συμφέρον οἶδεν; τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ [6] ἀδίκων. ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ ἢ θάνατος, πενία ἢ πλοῦτος· πότερον δὲ συμφέρει ταῦτα [7] ἢ ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι; διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδ' οὖν, ὅπου πάντες ἄνθρωποι [8] πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα; διὰ τοῦτο ἡ γυνὴ καλῶς εἶπεν ἡ πέμψαι θέλουσα τῇ Γρατίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν εἰπόντα ὅτι 'Ἀφαιρήσεται αὐτὰ Δομιτιανὸς' 'Μᾶλλον θέλω', φησίν, 'ἵν' ἐκεῖνος αὐτὰ ἀφέληται ἢ ἵν' ἐγὼ μὴ πέμψω'.
[9] Τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει; ἡ δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολακεύομεν τοὺς μάντεις· 'κληρονομήσω, κύριε, τὸν πατέρα;' 'ἴδωμεν· ἐπεκθυσώμεθα.' 'ναί, κύριε, ὡς ἡ τύχη θέλει.' εἶτ' ἂν εἴπῃ 'κληρονομήσεις', ὡς παρ' αὐτοῦ τὴν κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο [10] κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν. τί οὖν; δεῖ δίχα ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁ ὁδοιπόρος πυνθάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέρα[ν] τῶν ὁδῶν φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς ‹τὸ› τὴν δεξιὰν μᾶλλον φέρειν ἢ τὴν ἀριστεράν· οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν [11] θέλει, ἀλλὰ τὴν φέρουσαν. οὕτως ἔδει καὶ ἐπὶ τὸν θεὸν ἔρχεσθαι ὡς ὁδηγόν, ὡς τοῖς ὀφθαλμοῖς χρώμεθα, οὐ παρακαλοῦντες αὐτοὺς ἵνα τὰ τοιαῦτα μᾶλλον ἡμῖν δεικνύωσιν, ἀλλ' οἷα ἐνδείκνυνται τούτων τὰς φαντασίας [12] δεχόμενοι. νῦν δὲ τρέμοντες τὸ ὀρνιθάριον κρατοῦμεν καὶ τὸν θεὸν ἐπικαλούμενοι δεόμεθα αὐτοῦ· [13] 'κύριε, ἐλέησον· ἐπίτρεψόν μοι ἐξελθεῖν'. ἀνδράποδον, ἄλλο γάρ τι θέλεις ἢ τὸ ἄμεινον; ἄλλο οὖν τι ἄμεινον [14] ἢ τὸ τῷ θεῷ δοκοῦν; τί τὸ ὅσον ἐπὶ σοὶ διαφθείρει‹ς› τὸν κριτήν, παράγεις τὸν σύμβουλον;
[8]
[1] Ὁ θεὸς ὠφέλιμος· ἀλλὰ καὶ τἀγαθὸν ὠφέλιμον. εἰκὸς οὖν, ὅπου ἡ οὐσία τοῦ θεοῦ, ἐκεῖ εἶναι καὶ τὴν τοῦ [2] ἀγαθοῦ. τίς οὖν οὐσία θεοῦ; σάρξ; μὴ γένοιτο. ἀγρός; μὴ γένοιτο. φήμη; μὴ γένοιτο. νοῦς, ἐπιστήμη, λόγος [3] ὀρθός. ἐνταῦθα τοίνυν ἁπλῶς ζήτει τὴν οὐσίαν τοῦ ἀγαθοῦ. ἐπεί τοι μή τι αὐτὴν ἐν φυτῷ ζητεῖς; οὔ. μή τι ἐν ἀλόγῳ; οὔ. ἐν λογικῷ οὖν ζητῶν τί ἔτι ἀλλαχοῦ [4] ζητεῖς ἢ ἐν τῇ παραλλαγῇ τῇ πρὸς τὰ ἄλογα; τὰ φυτὰ οὐδὲ φαντασίαις χρηστικά ἐστιν· διὰ τοῦτο οὐ λέγεις ἐπ' αὐτῶν τὸ ἀγαθόν. δεῖται οὖν τὸ ἀγαθὸν χρήσεως [5] φαντασιῶν. ἆρά γε μόνης; εἰ γὰρ μόνης, λέγε καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἀγαθὰ εἶναι καὶ εὐδαιμονίαν καὶ [6] κακοδαιμονίαν. νῦν δ' οὐ λέγεις καὶ καλῶς ποιεῖς· εἰ γὰρ καὶ τὰ μάλιστα χρῆσιν φαντασιῶν ἔχει, ἀλλὰ παρακολούθησίν γε τῇ χρήσει τῶν φαντασιῶν οὐκ ἔχει. καὶ εἰκότως. ὑπηρετικὰ γὰρ γέγονεν ἄλλοις, οὐκ α‹ὐ›τὰ [7] προηγούμενα. ὁ ὄνος ἐπεὶ γέγονεν μή τι προηγουμένως; οὔ· ἀλλ' ὅτι νώτου χρείαν. εἴχομεν βαστάζειν τι δυναμένου. ἀλλὰ νὴ Δία καὶ περιπατοῦντος αὐτοῦ χρείαν εἴχομεν· διὰ τοῦτο προσείληφε καὶ τὸ χρῆσθαι φαντασίαις· [8] ἄλλως γὰρ περιπατεῖν οὐκ ἐδύνατο. καὶ λοιπὸν αὐτοῦ που πέπαυται. εἰ δὲ καὶ αὐτός που προσειλήφει παρακολούθησιν τῇ χρήσει τῶν φαντασιῶν, καὶ δῆλον ὅτι κατὰ λόγον οὐκέτ' ἂν ἡμῖν ὑπετέτακτο οὐδὲ τὰς χρείας ταύτας παρεῖχεν, ἀλλ' ἦν ἂν ἴσος ἡμῖν καὶ ὅμοιος.
[9] Οὐ θέλεις οὖν ἐκεῖ ζητεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, οὗ μὴ παρόντος ἐπ' οὐδενὸς τῶν ἄλλων θέλεις λέγειν [10] τὸ ἀγαθόν; 'τί οὖν; οὐκ ἔστι θεῶν ἔργα κἀκεῖνα;' ἔστιν, [11] ἀλλ' οὐ προηγούμενα οὐδὲ μέρη θεῶν. σὺ δὲ προηγούμενον εἶ, σὺ ἀπόσπασμα εἶ τοῦ θεοῦ· ἔχεις τι ἐν σεαυτῷ μέρος ἐκείνου. τί οὖν ἀγνοεῖς σου τὴν συγγένειαν; τί [12] οὐκ οἶδας, πόθεν ἐλήλυθας; οὐ θέλεις μεμνῆσθαι, ὅταν ἐσθίῃς, τίς ὢν ἐσθίεις καὶ τίνα τρέφεις; ὅταν συνουσίᾳ χρῇ, τίς ὢν χρῇ; ὅταν ὁμιλίᾳ; ὅταν γυμνάζῃ, ὅταν διαλέγῃ, οὐκ οἶδας ὅτι θεὸν τρέφεις, θεὸν γυμνάζεις; θεὸν [13] περιφέρεις, τάλας, καὶ ἀγνοεῖς. δοκεῖς με λέγειν ἀργυροῦν τινα ἢ χρυσοῦν ἔξωθεν; ἐν σαυτῷ φέρεις αὐτὸν καὶ μολύνων οὐκ αἰσθάνῃ ἀκαθάρτοις μὲν διανοήμασι, [14] ῥυπαραῖς δὲ πράξεσι. καὶ ἀγάλματος μὲν τοῦ θεοῦ παρόντος οὐκ ἂν τολμήσαις τι τούτων ποιεῖν ὧν ποιεῖς. αὐτοῦ δὲ τοῦ θεοῦ παρόντος ἔσωθεν καὶ ἐφορῶντος πάντα καὶ ἐπακούοντος οὐκ αἰσχύνῃ ταῦτα ἐνθυμούμενος καὶ ποιῶν, ἀναίσθητε τῆς αὑτοῦ φύσεως καὶ θεοχόλωτε;
[15]
Λοιπὸν ἡμεῖς τί φοβούμεθα ἐκπέμποντες νέον ἐπί τινας πράξεις ἐκ τῆς σχολῆς, μὴ ἄλλως ποιήσῃ τι, μὴ ἄλλως φάγῃ, μὴ ἄλλως συνουσιάσῃ, μὴ ταπεινώσῃ αὐτὸν [16] ῥάκη περιτεθέντα, μὴ ἐπάρῃ κομψὰ ἱμάτια; οὗτος οὐκ οἶδεν αὑτοῦ θεόν, οὗτος οὐκ οἶδεν, μετὰ τίνος ἀπέρχεται. ἀλλ' ἀνεχόμεθα λέγοντος αὐτοῦ 'σὲ ἤθελον [17] ἔχειν'; ἐκεῖ τὸν θεὸν οὐκ ἔχεις; εἶτ' ἄλλον τινὰ ζητεῖς [18] ἐκεῖνον ἔχων; ἢ ἄλλα σοι ἐρεῖ ἐκεῖνος ἢ ταῦτα; ἀλλ' εἰ μὲν τὸ ἄγαλμα ἦς τὸ Φειδίου, ἡ Ἀθηνᾶ ἢ ὁ Ζεύς, ἐμέμνησο ἂν καὶ σαυτοῦ καὶ τοῦ τεχνίτου καὶ εἴ τινα αἴσθησιν εἶχες, ἐπειρῶ ἂν μηδὲν [ἂν] ἀνάξιον ποιεῖν τοῦ κατασκευάσαντος μηδὲ σεαυτοῦ μηδ' ἐν ἀπρεπεῖ [19] σχήματι φαίνεσθαι τοῖς ὁρῶσι· νῦν δέ σε ὅτι ὁ Ζεὺς πεποίηκεν, διὰ τοῦτο ἀμελεῖς οἷόν τινα δείξεις σεαυτόν; καὶ τί ὁ τεχνίτης τῷ τεχνίτῃ ὅμοιος ἢ τὸ κατασκεύασμα [20] τῷ κατασκευάσματι; καὶ ποῖον ἔργον τεχνίτου εὐθὺς ἔχει τὰς δυνάμεις ἐν ἑαυτῷ, ἃς ἐμφαίνει διὰ τῆς κατασκευῆς; οὐχὶ λίθος ἐστὶν ἢ χαλκὸς ἢ χρυσὸς ἢ ἐλέφας; καὶ ἡ Ἀθηνᾶ ἡ Φειδίου ἅπαξ ἐκτείνασα τὴν χεῖρα καὶ τὴν Νίκην ἐπ' αὐτῆς δεξαμένη ἕστηκεν οὕτως ὅλῳ τῷ αἰῶνι, τὰ δὲ τοῦ θεοῦ κινούμενα, ἔμπνοα, χρηστικὰ [21] φαντασιῶν, δοκιμαστικά. τούτου τοῦ δημιουργοῦ κατασκεύασμα ὢν καταισχύνεις αὐτό; τί δ'; ὅτι οὐ μόνον σε κατεσκεύασεν, ἀλλὰ καὶ σοὶ μόνῳ ἐπίστευσεν καὶ [22] παρακατέθετο, οὐδὲ τούτου μεμνήσῃ, ἀλλὰ καὶ καταισχυνεῖς τὴν ἐπιτροπήν; εἰ δέ σοι ὀρφανόν τινα ὁ θεὸς [23] παρέθετο, οὕτως ἂν αὐτοῦ ἠμέλεις; παραδέδωκέ σοι σεαυτὸν καὶ λέγει 'οὐκ εἶχον ἄλλον πιστότερόν σου· τοῦτόν μοι φύλασσε τοιοῦτον οἷος πέφυκεν, αἰδήμονα, πιστόν, ὑψηλόν, ἀκατάπληκτον, ἀπαθῆ, ἀτάραχον'. εἶτα σὺ οὐ φυλάσσεις;
[24] 'Ἀλλ' ἐροῦσιν· "πόθεν ἡμῖν οὗτος ὀφρῦν ἐνήνοχεν καὶ σεμνοπροσωπεῖ;"' οὔπω κατ' ἀξίαν. 'ἔτι γὰρ οὐ θαρρῶ οἷς ἔμαθον καὶ συγκατεθέμην· ἔτι τὴν ἀσθένειαν [25] τὴν ἐμαυτοῦ φοβοῦμαι. ἐπεί τοι ἄφετέ με θαρρῆσαι καὶ τότε ὄψεσθε βλέμμα οἷον δεῖ καὶ σχῆμα οἷον δεῖ, τότε ὑμῖν δείξω τὸ ἄγαλμα, ὅταν τελειωθῇ, ὅταν [26] στιλπνωθῇ. τί δοκεῖτε; ὀφρῦν; μὴ γένοιτο. μὴ γὰρ ὁ Ζεὺς ὁ ἐν Ὀλυμπίᾳ ὀφρῦν ἀνέσπακεν; ἀλλὰ πέπηγεν αὐτοῦ τὸ βλέμμα, οἷον δεῖ εἶναι τοῦ ἐροῦντος
οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλόν.
[27] τοιοῦτον ὑμῖν δείξω ἐμαυτόν, πιστόν, αἰδήμονα, γενναῖον, [28] ἀτάραχον. μή τι οὖν ἀθάνατον ἀγήρων, μή τι ἄνοσον; ἀλλ' ἀποθνῄσκοντα θείως, νοσοῦντα θείως. ταῦτα ἔχω, ταῦτα δύναμαι· τὰ δ' ἄλλα οὔτ' ἔχω οὔτε [29] δύναμαι. δείξω ὑμῖν νεῦρα φιλοσόφου. ποῖα νεῦρα; ὄρεξιν ἀναπότευκτον, ἔκκλισιν ἀπερίπτωτον, ὁρμὴν καθήκουσαν, πρόθεσιν ἐπιμελῆ, συγκατάθεσιν ἀπρόπτωτον. ταῦτα ὄψεσθε.'
[9]
Οὐκ ἔστι τὸ τυχὸν αὐτὸ μόνον ἀνθρώπου ἐπαγγελίαν [2] πληρῶσαι. τί γάρ ἐστιν ἄνθρωπος; ‑ Ζῷον, φησί, λογικὸν θνητόν. ‑ Εὐθὺς ἐν τῷ λογικῷ τίνων χωριζόμεθα; ‑ Τῶν θηρίων. ‑ Καὶ τίνων ἄλλων; [3] ‑ Τῶν προβάτων καὶ τῶν ὁμοίων. ‑ Ὅρα οὖν μή τί πως ὡς θηρίον ποιήσῃς· εἰ δὲ μή, ἀπώλεσας τὸν ἄνθρωπον, οὐκ ἐπλήρωσας τὴν ἐπαγγελίαν. ὅρα μή τι ὡς πρόβατον· εἰ δὲ μή, καὶ οὕτως ἀπώλετο ὁ ἄνθρωπος.
[4] τίνα οὖν ποιοῦμεν ὡς πρόβατα; ὅταν τῆς γαστρὸς ἕνεκα, ὅταν τῶν αἰδοίων, ὅταν εἰκῇ, ὅταν ῥυπαρῶς, ὅταν ἀνεπιστρέπτως, ποῦ ἀπεκλίναμεν; ἐπὶ τὰ [5] πρόβατα. τί ἀπωλέσαμεν; τὸ λογικόν. ὅταν μαχίμως καὶ βλαβερῶς καὶ θυμικῶς καὶ ὠστικῶς, ποῦ ἀπεκλίναμεν; [6] ἐπὶ τὰ θηρία. λοιπὸν οἱ μὲν ἡμῶν μεγάλα θηρία εἰσίν, οἱ δὲ θηρίδια κακοήθη καὶ μικρά, ἀφ' [7] ὧν ἔστιν εἰπεῖν 'λέων με καὶ φαγέτω.' διὰ πάντων δὲ [8] τούτων ἀπόλλυται ἡ τοῦ ἀνθρώπου ἐπαγγελία. πότε γὰρ σῴζεται συμπεπλεγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ, ὥστε σωτηρία συμπεπλεγμένου ἐστὶ τὸ ἐξ ἀληθῶν συμπεπλέχθαι. πότε διεζευγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ. πότε αὐλοί, πότε λύρα, πότε ἵππος, [9] πότε κύων; τί οὖ‹ν› θαυμαστόν, εἰ καὶ ἄνθρωπος [10] ὡσαύτως μὲν σῴζεται, ὡσαύτως δ' ἀπόλλυται; αὔξει δ' ἕκαστον καὶ σῴζει τὰ κατάλληλα ἔργα· τὸν τέκτονα τὰ τεκτονικά, τὸν γραμματικὸν τὰ γραμματικά. ἂν δ' ἐθίσῃ γράφειν ἀγραμμάτως, ἀνάγκη καταφθείρεσθαι καὶ ἀπόλλυσθαι [11] τὴν τέχνην. οὕτως τὸν μὲν αἰδήμονα σῴζει τὰ αἰδήμονα ἔργα, ἀπολλύει δὲ τὰ ἀναιδῆ· τὸν δὲ πιστὸν [12] τὰ πιστὰ καὶ τὰ ἐναντία ἀπολλύει. καὶ τοὺς ἐναντίους πάλιν ἐπαύξει τὰ ἐναντία· τὸν ἀναίσχυντον ‹ἀναισχυντία›, τὸν ἄπιστον ‹ἀπιστία›, τὸν λοίδορον λοιδορία, τὸν ὀργίλον ὀργή, τὸν φιλάργυρον αἱ ἀκατάλληλοι λήψεις καὶ δόσεις.
[13] Διὰ τοῦτο παραγγέλλουσιν οἱ φιλόσοφοι μὴ ἀρκεῖσθαι μόνῳ τῷ μαθεῖν, ἀλλὰ καὶ μελέτην [14] προσλαμβάνειν, εἶτα ἄσκησιν. πολλῷ γὰρ χρόνῳ τὰ ἐναντία ποιεῖν εἰθίσμεθα καὶ τὰς ὑπολήψεις τὰς ἐναντίας ταῖς ὀρθαῖς χρηστικὰς ἔχομεν. ἂν οὖν μὴ καὶ τὰς ὀρθὰς χρηστικὰς ποιήσωμεν, οὐδὲν ἄλλο ‹ἢ› ἐξηγηταὶ [15] ἐσόμεθα ἀλλοτρίων δογμάτων. ἄρτι γὰρ τίς ἡμῶν οὐ δύναται τεχνολογῆσαι περὶ ἀγαθῶν καὶ κακῶν; ὅτι τῶν ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δ' ἀδιάφορα· ἀγαθὰ μὲν οὖν ἀρεταὶ καὶ τὰ μετέχοντα τῶν ἀρετῶν· κακὰ τὰ δ' ἐναντία· ἀδιάφορα δὲ [16] πλοῦτος, ὑγεία, δόξα. εἶτ' ἂ‹ν› μεταξὺ λεγόντων ἡμῶν ψόφος μείζων γένηται ἢ τῶν παρόντων τις καταγελάσῃ [17] ἡμῶν, ἐξεπλάγημεν. ποῦ ἐστιν, φιλόσοφε, ἐκεῖνα ἃ ἔλεγες; πόθεν αὐτὰ προφερόμενος ἔλεγες; ἀπὸ τῶν χειλῶν αὐτόθεν. τί οὖν ἀλλότρια βοηθήματα μολύνεις; τί [18] κυβεύεις περὶ τὰ μέγιστα; ἄλλο γάρ ἐστιν ὡς εἰς ταμιεῖον ἀποθέσθαι ἄρτους καὶ οἶνον, ἄλλο ἐστὶ φαγεῖν. τὸ βρωθὲν ἐπέφθη, ἀνεδόθη, νεῦρα ἐγένετο, σάρκες, ὀστέα, αἷμα, εὔχροια, εὔπνοια. τὰ ἀποκείμενα ὅταν μὲν θελήσῃς ἐκ προχείρου λαβὼν δεῖξαι δύνασαι, ἀπ' αὐτῶν δέ σοι ὄφελος οὐδὲν εἰ μὴ μέχρι τοῦ δοκεῖν ὅτι ἔχεις.
[19] τί γὰρ διαφέρει ταῦτα ἐξηγεῖσθαι ἢ τὰ τῶν ἑτεροδόξων; τεχνολόγει νῦν καθίσας τὰ Ἐπικούρου καὶ τάχα ἐκείνου χρηστικώτερον τεχνολογήσεις. τί οὖν Στωικὸν λέγεις σεαυτόν, τί ἐξαπατᾷς τοὺς πολλούς, τί ὑποκρίνῃ Ἰουδαῖον [20] ὢν Ἕλλην; οὐχ ὁρᾷς, πῶς ἕκαστος λέγεται Ἰουδαῖος, πῶς Σύρος, πῶς Αἰγύπτιος; καὶ ὅταν τινὰ ἐπαμφοτερίζοντα ἴδωμεν, εἰώθαμεν λέγειν 'οὐκ ἔστιν Ἰουδαῖος, ἀλλ' ὑποκρίνεται'. ὅταν δ' ἀναλάβῃ τὸ πάθος τὸ τοῦ βεβαμμένου καὶ ᾑρημένου, τότε καὶ ἔστι τῷ ὄντι [21] καὶ καλεῖται Ἰουδαῖος. οὕτως καὶ ἡμεῖς παραβαπτισταί, λόγῳ μὲν Ἰουδαῖοι, ἔργῳ δ' ἄλλο τι, ἀσυμπαθεῖς πρὸς τὸν λόγον, μακρὰν ἀπὸ τοῦ χρῆσθαι τούτοις ἃ λέγομεν, [22] ἐφ' οἷς ὡς εἰδότες αὐτὰ ἐπαιρόμεθα. οὕτως οὐδὲ τὴν τοῦ ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι δυνάμενοι προσλαμβάνομεν τὴν τοῦ φιλοσόφου, τηλικοῦτο φορτίον οἷον εἴ τις δέκα λίτρας ἆραι μὴ δυνάμενος τὸν τοῦ Αἴαντος λίθον βαστάζειν ἤθελεν.
[10]
[1] Σκέψαι τίς εἶ. τὸ πρῶτον ἄνθρωπος, τοῦτο δ' ἔστιν οὐδὲν ἔχων κυριώτερον προαιρέσεως, ἀλλὰ ταύτῃ τὰ ἄλλα ὑποτεταγμένα, αὐτὴν δ' ἀδούλευτον καὶ ἀνυπότακτον.
[2] σκόπει οὖν, τίνων κεχώρισαι κατὰ λόγον. κεχώρισαι [3] θηρίων, κεχώρισαι προβάτων. ἐπὶ τούτοις πολίτης εἶ τοῦ κόσμου καὶ μέρος αὐτοῦ, οὐχ ἓν τῶν ὑπηρετικῶν, ἀλλὰ τῶν προηγουμένων· παρακολουθητικὸς γὰρ [4] εἶ τῇ θείᾳ διοικήσει καὶ τοῦ ἑξῆς ἐπιλογιστικός. τίς οὖν ἐπαγγελία πολίτου; μηδὲν ἔχειν ἰδίᾳ συμφέρον, περὶ μηδενὸς βουλεύεσθαι ὡς ἀπόλυτον, ἀλλ' ὥσπερ ἄν, εἰ ἡ χεὶρ ἢ ὁ ποὺς λογισμὸν εἶχον καὶ παρηκολούθουν τῇ φυσικῇ κατασκευῇ, οὐδέποτ' ἂν ἄλλως ὥρμησαν ἢ [5] ὠρέχθησαν ἢ ἐπανενεγκόντες ἐπὶ τὸ ὅλον. διὰ τοῦτο καλῶς λέγουσιν οἱ φιλόσοφοι ὅτι εἰ προῄδει ὁ καλὸς καὶ ἀγαθὸς τὰ ἐσόμενα, συνήργει ἂν καὶ τῷ νοσεῖν καὶ τῷ ἀποθνῄσκειν καὶ τῷ πηροῦσθαι, αἰσθανόμενός γε, ὅτι ἀπὸ τῆς τῶν ὅλων διατάξεως τοῦτο ἀπονέμεται, κυριώτερον δὲ τὸ ὅλον τοῦ μέρους καὶ ἡ [6] πόλις τοῦ πολίτου. νῦν δ' ὅτι οὐ προγιγνώσκομεν, καθήκει τῶν πρὸς ἐκλογὴν εὐφυεστέρων ἔχεσθαι, ὅτι καὶ πρὸς τοῦτο γεγόναμεν.
[7] Μετὰ τοῦτο μέμνησο, ὅτι υ‹ἱ›ὸς εἶ. τίς τούτου τοῦ προσώπου ἐπαγγελία; πάντα ‹τὰ› αὑτοῦ ἡγεῖσθαι τοῦ πατρός, πάντα ὑπακούειν, μηδέποτε ψέξαι πρός τινα μηδὲ βλαβερόν τι αὐτῷ εἰπεῖν ἢ πρᾶξαι, ἐξίστασθαι ἐν πᾶσιν καὶ παραχωρεῖν συνεργοῦντα κατὰ δύναμιν.
[8] μετὰ τοῦτο ἴσθι ὅτι καὶ ἀδελφὸς εἶ. καὶ πρὸς τοῦτο δὲ τὸ πρόσωπον ὀφείλεται παραχώρησις, εὐπ‹ε›ίθεια, εὐφημία, μηδέποτ' ἀντιποιήσασθαί τινος πρὸς [ἑ]αὐτὸν τῶν ἀπροαιρέτων, ἀλλ' ἡδέως ἐκεῖνα προίεσθαι, ἵν' ἐν τοῖς [9] προαιρετικοῖς πλέον ἔχῃς. ὅρα γὰρ οἷόν ἐστιν ἀντὶ θίδρακος, ἂν οὕτως τύχῃ, καὶ καθέδρας αὐτὸν εὐγνωμοσύνην [10] κτήσασθαι, ὅση ἡ πλεονεξία. μετὰ ταῦτα εἰ βουλευτὴς πόλεώς τινος, ὅτι βουλευτής· ‹εἰ› νέος, ὅτι νέος· εἰ πρεσβύτης, ὅτι πρεσβύτης· εἰ πατήρ, ὅτι πατήρ.
[11] ἀεὶ γὰρ ἕκαστον τῶν τοιούτων ὀνομάτων εἰς [12] ἐπιλογισμὸν ἐρχόμενον ὑπογράφει τὰ οἰκεῖα ἔργα. ἐὰν δ' ἀπελθὼν ψέγῃ‹ς› σου τὸν ἀδελφόν, λέγω σοι 'ἐπελάθου, [13] τίς εἶ καὶ τί σοι ὄνομα'. εἶτα εἰ μὲν χαλκεὺς ὢν ἐχρῶ τῇ σφύρᾳ ἄλλως, ἐπιλελησμένος ἂν ἦς τοῦ χαλκέως· εἰ δὲ τοῦ ἀδελφοῦ ἐπελάθου καὶ ἀντὶ ἀδελφοῦ ἐχθρὸς ἐγένου, οὐδὲν ἀντ' οὐδενὸς ἠλλάχθαι φανεῖ [14] σεαυτῷ; εἰ δ' ἀντὶ ἀνθρώπου, ἡμέρου ζῴου καὶ κοινωνικοῦ, θηρίον γέγονας βλαβερόν, ἐπίβουλον, δηκτικόν, οὐδὲν ἀπολώλεκας; ἀλλὰ δεῖ σε κέρμα ἀπολέσαι, ἵνα ζημιωθῆς, ἄλλ‹ου δ'› οὐδενὸς ἀπώλεια ζημιοῖ τὸν [15] ἄνθρωπον; εἶ‹τα› γραμματικὴν μὲν ἀποβαλὼν ἢ μουσικὴν ζημίαν ‹ἂν› ἡγοῦ τὴν ἀπώλειαν αὐτῆς· εἰ δ' αἰδῶ καὶ καταστολὴν καὶ ἡμερότητα ἀποβαλεῖς, οὐδὲν [16] ἡγῇ τὸ πρᾶγμα; καίτοι ἐκεῖνα μὲν παρ' ἔξωθέν τινα καὶ ἀπροαίρετον αἰτίαν ἀπόλλυται, ταῦτα δὲ παρ' ἡμᾶς· καὶ ἐκεῖνα μὲν οὔτ' ἔχειν ‹καλόν ἐστιν› οὔτ' ἀπολλύειν αἰσχρόν ἐστιν, ταῦτα δὲ καὶ μὴ ἔχειν καὶ ἀπολλύειν καὶ αἰσχρόν ἐστι καὶ ἐπονείδιστον καὶ ἀτύχημα.
[17] τί ἀπολλύει ὁ τὰ τοῦ κιναίδου πάσχων; τὸν ἄνδρα. ὁ δὲ διατιθείς; πολλὰ μὲν καὶ ἄλλα καὶ αὐτὸς δ' οὐδὲν [18] ἧττον ‹τὸν› ἄνδρα. τί ἀπολλύει ὁ μοιχεύων; τὸν αἰδήμονα, τὸν ἐγκρατῆ, τὸν κόσμιον, τὸν πολίτην, τὸν γείτονα. τί ἀπολλύει ὁ ὀργιζόμενος; ἄλλο τι. ὁ φοβούμενος; [19] ἄλλο τι. οὐδεὶς δίχα ἀπωλείας καὶ ζημίας κακός ἐστιν. λοιπὸν εἰ τὴν ζημίαν ζητεῖς ἐν κέρματι, πάντες οὗτοι ἀβλαβεῖς, ἀζήμιοι, ἂν οὕτως τύχῃ, καὶ ὠφελούμενοι καὶ κερδαίνοντες, ὅταν διά τινος τούτων τῶν [20] ἔργων κέρμα αὐτοῖς προσγένηται. ὅρα δ' εἰ ἐπὶ κερμάτιον πάντα ἀνάγεις, ὅτι οὐδ' ὁ τὴν ῥῖνά σοι ἀπολλύων ἔσται βεβλαμμένος. ‑ Ναί, φησίν, κεκολόβωται [21] γὰρ τὸ σῶμα. ‑ Ἄγε, ὁ δὲ τὴν ὀσφρασίαν αὐτὴν ἀπολωλεκὼς οὐδὲν ἀπολλύει; ψυχῆς οὖν δύναμις οὐκ ἔστιν οὐδεμία, ἣν ὁ μὲν κτησάμενος ὠφελεῖται, ὁ δ' [22] ἀποβαλὼν ζημιοῦται; ‑ Ποίαν καὶ λέγεις; ‑ Οὐδὲν ἔχομεν αἰδῆμον φύσει; ‑ Ἔχομεν. ‑ Ὁ τοῦτο ἀπολλύων οὐ ζημιοῦται, οὐδενὸς στερίσκεται, οὐδὲν ἀποβάλλει [23] τῶν πρὸς αὑτόν; οὐκ ἔχομεν φύσει τι πιστόν, φύσει στερκτικόν, φύσει ὠφελητικόν, ἀλλήλων φύσει ἀνεκτικόν; ὅστις οὖν εἰς ταῦτα περιορᾷ ζημιούμενον ἑαυτόν, οὗτος ᾖ ἀβλαβὴς καὶ ἀζήμιος;
[24] Τί οὖν; μὴ βλάψω τὸν βλάψαντα; ‑ Πρῶτον μὲν ἰδού, τί ἐστι βλάβη καὶ μνήσθητι ὧν ἤκουσας παρὰ [25] τῶν φιλοσόφων. εἰ γὰρ τὸ ἀγαθὸν ἐν προαιρέσει καὶ τὸ κακὸν ὡσαύτως ἐν προαιρέσει, βλέπε μὴ τοιοῦτ' [26] ἐστιν ὃ λέγεις 'τί οὖν; ἐπειδὴ ἐκεῖνος ἑαυτὸν ἔβλαψεν πρὸς ἐμέ τι ἄδικον ποιήσας, ἐγὼ ἐμαυτὸν μὴ βλάψω [27] πρὸς ἐκεῖνον ἄδικόν τι ποιήσας;' τί οὖν οὐ τοιοῦτόν τι φανταζόμεθα, ἀλλ' ὅπου τι σωματικὸν ἐλάττωμα ‹ἢ› εἰς κτῆσιν, ἐκεῖ ἡ βλάβη, ὅπου εἰς τὴν προαίρεσιν, [28] οὐδεμία βλάβη; οὔτε γὰρ τὴν κεφαλὴν ἀλγεῖ ὁ ἐξαπατηθεὶς ἢ ἀδικήσας οὔτε τὸν ὀφθαλμὸν οὔτε τὸ ἰσχίον [29] οὔτε τὸν ἀγρὸν ἀπολλύει. ἡμεῖς δ' ἄλλο οὐδὲν ἐθέλομεν ἢ ταῦτα· τὴν προαίρεσιν δὲ π[ρ]ότερον αἰδήμονα καὶ πιστὴν ἕξομεν ἢ ἀναίσχυντον καὶ ἄπιστον, οὐδ' ἐγγὺς διαφερόμεθα πλὴν μόνον ἐν τῇ σχολῇ μέχρι τῶν λογαρίων.
[30] τοιγαροῦν μέχρι τῶν λογαρίων προκόπτομεν, ἔξω δ' αὐτῶν οὐδὲ τὸ ἐλάχιστον.
[11]
[1] Ἀρχὴ φιλοσοφίας παρά γε τοῖς ὡς δεῖ καὶ κατὰ θύραν ἁπτομένοις αὐτῆς συναίσθησις τῆς αὑτοῦ ἀσθενείας [2] καὶ ἀδυναμίας περὶ τὰ ἀναγκαῖα. ὀρθογωνίου μὲν γὰρ τριγώνου ἢ διέσεως ἡμιτονίου οὐδεμίαν φύσει ἔννοιαν ἥκομεν ἔχοντες, ἀλλ' ἔκ τινος τεχνικῆς παραλήψεως διδασκόμεθα ἕκαστον αὐτῶν καὶ διὰ τοῦτο οἱ [3] μὴ εἰδότες αὐτὰ οὐδ' οἴονται εἰδέναι. ἀγαθοῦ δὲ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ πρέποντος καὶ ἀπρεποῦς καὶ εὐδαιμονίας καὶ προσήκοντος καὶ ἐπιβάλλοντος καὶ ὅ τι δεῖ ποιῆσαι καὶ ὅ τι οὐ δεῖ ποιῆσαι τίς [4] οὐκ ἔχων ἔμφυτον ἔννοιαν ἐλήλυθεν; διὰ τοῦτο πάντες χρώμεθα τοῖς ὀνόμασιν καὶ ἐφαρμόζειν πειρώμεθα τὰς [5] προλήψεις ταῖς ἐπὶ μέρους οὐσίαις. καλῶς ἐποίησεν, δεόντως, οὐ δεόντως· ἠτύχησεν, εὐτύχησεν· ἄδικός ἐστιν, δίκαιός ἐστιν. τίς ἡμῶν φείδεται τούτων τῶν ὀνομάτων; τίς ἡμῶν ἀναβάλλεται τὴν χρῆσιν αὐτῶν μέχρι μάθῃ καθάπερ τῶν περὶ τὰς γραμμὰς ἢ τοὺς [6] φθόγγους οἱ οὐκ εἰδότες; τούτου δ' αἴτιον τὸ ἥκειν ἤδη τινὰ ὑπὸ τῆς φύσεως κατὰ τὸν τόπον ὥσπερ δεδιδαγμένους, ἀφ' ὧν ὁρμώμενοι καὶ τὴν οἴησιν προσειλήφαμεν.
[7] ‑ †Διὰ γάρ, φησίν, οὐκ οἶδα ἐγὼ τὸ καλὸν καὶ τὸ αἰσχρόν; οὐκ ἔχω ἔννοιαν αὐτοῦ; ‑ Ἔχεις. ‑ Οὐκ ἐφαρμόζω τοῖς ἐπὶ μέρους; ‑ Ἐφαρμόζεις. ‑ Οὐ [8] καλῶς οὖν ἐφαρμόζω; ‑ Ἐνταῦθά ἐστι τὸ ζήτημα πᾶν καὶ οἴησις ἐνταῦθα προσγίνεται. ἀφ' ὁμολογουμένων γὰρ ὁρμώμενοι τούτων ἐπὶ τὸ ἀμφισβητούμενον προάγουσιν [9] ὑπὸ τῆς ἀκαταλλήλου ἐφαρμογῆς. ὡς εἴ γε καὶ τοῦτο ἔτι πρὸς ἐκείνοις ἐκέκτηντο, τί ἐκώλυε‹ν› αὐτοὺς [10] εἶναι τελείους; νῦν δ' ἐπεὶ δοκεῖς ὅτι καὶ καταλλήλως ἐφαρμόζεις τὰς προλήψεις τοῖς ἐπὶ μέρους, εἰπέ μοι, πόθεν τοῦτο λαμβάνεις; ‑ Ὅτι δοκεῖ μοι. ‑ Τουτὶ οὖν ‹ᾧ›τινι οὐ δοκεῖ, καὶ οἴεται καὶ αὐτὸς ἐφαρμόζειν [11] καλῶς· ἢ οὐκ οἴεται; ‑ Οἴεται. ‑ Δύνασθε οὖν περὶ ὧν τὰ μαχόμενα δοξάζετε ἀμφότεροι καταλλήλως [12] ἐφαρμόζειν τὰς προλήψεις; ‑ Οὐ δυνάμεθα. ‑ Ἔχεις οὖν δεῖξαί τι ἡμῖν πρὸς τὸ αὐτὰς ἐφαρμόζειν ἄμεινον ἀνωτέρω τοῦ δοκεῖν σοι; ὁ δὲ μαινόμενος ἄλλα τινὰ ποιεῖ ἢ τὰ δοκοῦντά οἱ καλά; κἀκείνῳ οὖν ἀρκεῖ τοῦτο τὸ κριτήριον; ‑ Οὐκ ἀρκεῖ. ‑ Ἐλθὼν οὖν ἐπί τι ἀνωτέρω τοῦ δοκεῖν τί τοῦτό ἐστιν †
[13] Ἴδ' ἀρχὴ φιλοσοφίας· αἴσθησις μάχης τῆς πρὸς ἀλλήλους τῶν ἀνθρώπων καὶ ζήτησις τοῦ παρ' ὃ γίνεται ἡ μάχη καὶ κατάγνωσις καὶ ἀπιστία πρὸς τὸ ψιλῶς δοκοῦν, ἔρευνα δέ τις περὶ τὸ δοκοῦν εἰ ὀρθῶς δοκεῖ καὶ εὕρεσις κανόνος τινός, οἷον ἐπὶ βαρῶν τὸν ζυγὸν εὕρομεν, οἷον ἐπὶ εὐθέων καὶ στρεβλῶν τὴν [14] στάθμην. ‑ Τοῦτ' ἔστιν ἀρχὴ φιλοσοφίας; πάντα καλῶς ἔχει τὰ δοκοῦντα ἅπασι; ‑ Καὶ πῶς δυνατὸν τὰ μαχόμενα καλῶς ἔχειν; οὐκοῦν οὐ πάντα, ἀλλὰ τὰ ἡμῖν [15] δοκοῦντα. τί μᾶλλον ἢ τὰ Σύροις, τί μᾶλλον ἢ τὰ Αἰγυπτίοις, τί μᾶλλον ἢ τὰ ἐμοὶ φαινόμενα ἢ τὰ τῷ δεῖνι; ‑ Οὐδὲν μᾶλλον. ‑ Οὐκ ἄρα ἀρκεῖ τὸ δοκοῦν ἑκάστῳ πρὸς τὸ εἶναι· οὐδὲ γὰρ ἐπὶ βαρῶν ἢ μέτρων ψιλῇ τῇ ἐμφάσει ἀρκούμεθα, ἀλλὰ κανόνα τινὰ ἐφ' [16] ἑκάστου εὕρομεν. ἐνταῦθ' οὖν οὐδεὶς κανὼν ἀνωτέρω τοῦ δοκεῖν; καὶ πῶς οἷόν τε ἀτέκμαρτα εἶναι καὶ ἀνεύρετα τὰ ἀναγκαιότατα ἐν ἀνθρώποις; ‑ Ἔστιν οὖν.
[17] ‑ Καὶ διὰ τί οὐ ζητοῦμεν αὐτὸν καὶ ἀνευρίσκομεν καὶ ἀνευρόντες λοιπὸν ἀπαραβάτως χρώμεθα δίχα αὐτοῦ [18] μηδὲ τὸν δάκτυλον ἐκτείνοντες; τοῦτο γάρ, οἶμαι, ἐστὶν ὃ εὑρεθὲν ἀπαλλάσσει μανίας τοὺς μόνῳ τῷ δοκεῖν μέτρῳ πάντων χρωμένους, ἵνα λοιπὸν ἀπό τινων γνωρίμων καὶ διευκρινημένων ὁρμώμενοι χρώμεθα ἐπὶ τῶν ἐπὶ μέρους διηρθρωμέναις ταῖς προλήψεσι.
[19] Τίς ὑποπέπτωκεν οὐσία περὶ ἧς ζητοῦμεν; ‑ Ἡδονή.
[20] ‑ Ὕπαγε αὐτὴν τῷ κανόνι, βάλε εἰς τὸν ζυγόν. τὸ ἀγαθὸν δεῖ εἶναι τοιοῦτον, ἐφ' ᾧ θαρρεῖν ἄξιον καὶ ᾧ πεποιθέναι; ‑ Δεῖ. ‑ Ἀβεβαίῳ οὖν τινι θαρρεῖν ἄξιον; [21] ‑ Οὔ. ‑ Μή τι οὖν βέβαιον ἡ ἡδονή; ‑ Οὔ. ‑ Ἆρον οὖν καὶ βάλε ἔξω ἐκ τοῦ ζυγοῦ καὶ ἀπέλασον τῆς χώρας [22] τῶν ἀγαθῶν μακράν. εἰ δ' οὐκ ὀξυβλεπτεῖς καὶ ἕν σοι ζυγὸν οὐκ ἀρκεῖ, φέρε ἄλλο. ἐπὶ τῷ ἀγαθῷ ἄξιον ἐπαίρεσθαι; ‑ Ναί. ‑ Ἐφ' ἡδονῇ οὖν παρούσῃ ἄξιον ἐπαίρεσθαι; βλέπε μὴ εἴπῃς ὅτι ἄξιον· εἰ δὲ μή, οὐκέτι [23] σε οὐδὲ τοῦ ζυγοῦ ἄξιον ἡγήσομαι. οὕτως κρίνεται τὰ [24] πράγματα καὶ ἵσταται τῶν κανόνων ἡτοιμασμένων· καὶ τὸ φιλοσοφεῖν τοῦτό ἐστιν, ἐπισκέπτεσθαι καὶ βεβαιοῦν [25] τοὺς κανόνας, τὸ δ' ἤδη χρῆσθαι τοῖς ἐγνωσμένοις τοῦτο τοῦ καλοῦ καὶ ἀγαθοῦ ἔργον ἐστίν.
[12]
[1] Ἃ μὲν δεῖ μαθόντα εἰδέναι χρῆσθαι λόγῳ, ἠκρίβωται ὑπὸ τῶν ἡμετέρων. περὶ δὲ τὴν χρῆσιν αὐτῶν [2] τὴν προσήκουσαν τελέως ἀγύμναστοί ἐσμεν. δὸς γοῦν ᾧ θέλεις ἡμῶν ἰδιώτην τινὰ τὸν προσδιαλεγόμενον· καὶ οὐχ εὑρίσκει χρήσασθαι αὐτῷ, ἀλλὰ μικρὰ κινήσας τὸν ἄνθρωπον, ἂν παρὰ σκέλος ἀπαντᾷ ἐκεῖνος, οὐκέτι δύναται μεταχειρίσασθαι, ἀλλ' ἢ λοιδορεῖ λοιπὸν ἢ καταγελᾷ καὶ λέγει 'ἰδιώτης ἐστίν· οὐκ ἔστιν αὐτῷ [3] χρήσασθαι'. ὁ δ' ὁδηγός, ὅταν λάβῃ τινὰ πλανώμενον, ἤγαγεν ἐπὶ τὴν ὁδὸν τὴν δέουσαν, οὐχὶ καταγελάσας [4] ἢ λοιδορησάμενος ἀπῆλθεν. καὶ σὺ δεῖξον αὐτῷ τὴν ἀλήθειαν καὶ ὄψει ὅτι ἀκολουθεῖ. μέχρι δ' ἂν οὗ μὴ δεικνύῃς, μὴ ἐκείνου καταγέλα, ἀλλὰ μᾶλλον αἰσθάνου τῆς ἀδυναμίας τῆς αὑτοῦ.
[5] Πῶς οὖν ἐποίει Σωκράτης; αὐτὸν ἠνάγκαζεν τὸν προσδιαλεγόμενον αὐτῷ μαρτυρεῖν, ἄλλου δ' οὐδενὸς ἐδεῖτο μάρτυρος. τοιγαροῦν ἐξῆν αὐτῷ λέγειν ὅτι 'τοὺς μὲν ἄλλους ἐῶ χαίρειν, ἀεὶ δὲ τῷ ἀντιλέγοντι ἀρκοῦμαι μάρτυρι· καὶ τοὺς μὲν ἄλλους οὐκ ἐπιψηφίζω, τὸν δὲ προσδιαλεγόμενον [6] μόνον'. οὕτω γὰρ ἐναργῆ ἐτίθει τὰ ἀπὸ τῶν ἐννοιῶν, ὥστε πάνθ' ὁντιναοῦν συναισθανόμενον τῆς μάχης [7] ἀναχωρεῖν ἀπ' αὐτῆς. 'Ἆρά γε ὁ φθονῶν χαίρει;' ‑ 'Οὐδαμῶς, ἀλλὰ μᾶλλον λυπεῖται.' ἀπὸ τοῦ ἐναντίου ἐκίνησε τὸν πλησίον. 'Τί δ'; ἐπὶ κακοῖς δοκεῖ σοι εἶναι λύπη ὁ φθόνος; καὶ τί ὁ φθόνος [8] ἐστὶ κακῶν;' οὐκοῦν ἐκεῖνον ἐποίησεν εἰπεῖν ὅτι λύπη ἐστὶν ἐπ' ἀγαθοῖς ὁ φθόνος. 'Τί δέ; φθονοίη ἄν [9] τις τοῖς οὐδὲν πρὸς αὐτόν;' ‑ 'Οὐδαμῶς.' καὶ οὕτως ἐκπεπληρωκὼς τὴν ἔννοιαν καὶ διηρθρωκὼς ἀπηλλάσσετο, οὐ λέγων ὅτι 'ὅρισαί μοι τὸν φθόνον', εἶτα ὁρισαμένου 'κακῶς ὡρίσω· οὐ γὰρ ἀντακολουθεῖ τῷ [10] κεφαλαιώδει τὸ ὁρικόν'· ῥήματα τεχνικὰ καὶ διὰ τοῦτο τοῖς ἰδιώταις φορτικὰ καὶ δυσπαρακολούθητα, ὧν [11] ἡμεῖς ἀποστῆναι οὐ δυνάμεθα. ἐξ ὧν δ' αὐτὸς ὁ ἰδιώτης ἐπακολουθῶν ταῖς αὑτοῦ φαντασίαις παραχωρῆσαι δύναιτ' ἄν τι ἢ ἀθετῆσαι, οὐδαμῶς διὰ τούτων αὐτὸ‹ν› [12] κινῆσαι δυνάμεθα. καὶ λοιπὸν εἰκότως συναισθανόμενοι ταύτης ἡμῶν τῆς ἀδυναμίας ἀπεχόμεθα τοῦ πράγματος, [13] ὅσοις γ' ἐστί τι εὐλαβείας. οἱ δὲ πολλοὶ καὶ εἰκαῖοι συγκαθέντες εἴς τι τοιοῦτον φύρονται καὶ φύρουσι καὶ τὰ τελευταῖα λοιδορήσαντες καὶ λοιδορηθέντες ἀπέρχονται.
[14] Τὸ πρῶτον δὲ τοῦτο καὶ μάλιστα ἴδιον Σωκράτους μηδέποτε παροξυνθῆναι ἐν λόγῳ, μηδέποτε λοίδορον προενέγκασθαι μηδέν, μηδέποθ' ὑβριστικόν, ἀλλὰ τῶν [15] λοιδορούντων ἀνέχεσθαι καὶ παύειν μάχην. εἰ θέλετε γνῶναι, πόσην ἐν τούτῳ δύναμιν εἶχεν, ἀνάγνωτε τὸ Ξενοφῶντος Συμπόσιον καὶ ὄψεσθε πόσας μάχας διαλέλυκεν.
[16] διὰ τοῦτο εἰκότως καὶ παρὰ τοῖς ποιηταῖς ἐν μεγίστῳ ἐπαίνῳ λέλεκται τὸ
αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν.
[17] Τί οὖν; οὐ λίαν ἐστὶ νῦν ἀσφαλὲς τὸ πρᾶγμα καὶ μάλιστα ἐν Ῥώμῃ. τὸν γὰρ ποιοῦντα αὐτὸ οὐκ ἐν γωνίᾳ δηλονότι δεήσει ποιεῖν, ἀλλὰ προσελθόντα ὑπατικῷ τινι, ἂν οὕτως τύχῃ, πλουσίῳ πυθέσθαι αὐτοῦ [18] 'ἔχεις μοι εἰπεῖν, ὦ οὗτος, ᾧ τινι τοὺς ἵππους τοὺς σεαυτοῦ παρέδωκας;' 'ἔγωγε.' 'ἆρα τῷ τυχόντι καὶ ἀπείρῳ ἱππικῆς;' 'οὐδαμῶς.' 'τί δ'; ᾧ τινι τὸ χρυσίον ἢ τὸ ἀργύριον ἢ τὴν ἐσθῆτα;' 'οὐδὲ ταῦτα τῷ τυχόντι.' [19] 'τὸ σῶμα δὲ τὸ σαυτοῦ ἤδη τινὶ ἔσκεψαι ἐπιτρέψαι εἰς ἐπιμέλειαν αὐτοῦ;' 'πῶς γὰρ οὔ;' 'ἐμπείρῳ δηλονότι καὶ τούτῳ ἀλειπτικῆς ‹ἢ› ἰατρικῆς;' 'πάνυ μὲν οὖν.' [20] 'πότερον ταῦτά σοι τὰ κράτιστά ἐστιν ἢ καὶ ἄλλο τι ἐκτήσω πάντων ἄμεινον;' 'ποῖον καὶ λέγεις;' 'τὸ αὐτοῖς νὴ Δία τούτοις χρώμενον καὶ δοκιμάζον ἕκαστον καὶ [21] βουλευόμενον.' 'ἆρά γε τὴν ψυχὴν λέγεις;' 'ὀρθῶς ὑπέλαβες· ταύτην γάρ τοι καὶ λέγω.' 'πολὺ νὴ Δία τῶν [22] ἄλλων τοῦτο ἄμεινον δοκῶ μοι κεκτῆσθαι.' 'ἔχεις οὖν εἰπεῖν, ὅτῳ τρόπῳ τῆς ψυχῆς ἐπιμεμέλησαι; οὐ γὰρ εἰκῇ χὠς ἔτυχεν εἰκός σε οὕτως σοφὸν ὄντα καὶ ἐν τῇ πόλει δόκιμον τὸ κράτιστον τῶν σεαυτοῦ περιορᾶν ἀμελούμενον [23] καὶ ἀπολλύμενον.' 'οὐδαμῶς.' 'ἀλλ' αὐτὸς ἐπιμεμέλησαι αὐτοῦ; πότερον μαθὼν παρά του ἢ εὑρὼν αὐτός;' [24] ὧδε λοιπὸν ὁ κίνδυνος, μὴ πρῶτον μὲν εἴπῃ 'τί δέ σοι μέλει, βέλτιστε; κύριός μου εἶ;' εἶτ' ἂν ἐπιμείνῃς [25] πράγματα παρέχων, διαράμενος κονδύλους σοι δῷ. τούτου τοῦ πράγματος ἤμην ποτὲ ζηλωτὴς καὶ αὐτός, πρὶν εἰς ταῦτα ἐμπεσεῖν.
[13]
[1] Ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω· οὗτος τί ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφ' αὑτῷ τι ἤθελεν, πῶς [2] ἂν ἔτι ἠγωνία; διὰ τοῦτο καὶ ὁ κιθαρῳδὸς μόνος μὲν ᾄδων οὐκ ἀγωνιᾷ, εἰς θέατρον δ' εἰσερχόμενος, κἂν λίαν εὔφωνος ᾖ καὶ καλῶς κιθαρίζῃ· οὐ γὰρ ᾆσαι μόνον θέλει καλῶς, ἀλλὰ καὶ εὐδοκιμῆσαι, τοῦτο δ' οὐκέτι [3] ἐστὶν ἐπ' αὐτῷ. λοιπὸν οὗ μὲν ἡ ἐπιστήμη αὐτῷ πρόσεστιν, ἐκεῖ τὸ θάρσος· φέρε ὃν θέλεις ἰδιώτην καὶ οὐκ ἐπιστρέφεται· ὅπου δ' οὐκ οἶδεν οὐδὲ μεμελέτηκεν, [4] ἐκεῖ ἀγωνιᾷ. τί δ' ἔστι τοῦτο; οὐκ οἶδεν, τί ἐστιν ὄχλος οὐδὲ τί ὄχλου ἔπαινος· ἀλλὰ τὴν νήτην μὲν τύπτειν ἔμαθεν καὶ τὴν ὑπάτην, ἔπαινος δ' ὁ παρὰ τῶν πολλῶν τί ἐστι καὶ τίνα δύναμιν ἔχει ἐν βίῳ οὔτε [5] οἶδεν οὔτε μεμελέτηκεν αὐτό. ἀνάγκη λοιπὸν τρέμειν καὶ ὠχριᾶν. κιθαρῳδὸν μὲν οὖν οὐ δύναμαι εἰπεῖν μὴ εἶναι, ὅταν ἴδω τινὰ φοβούμενον, ἄλλο δέ τι δύναμαι [6] εἰπεῖν καὶ οὐδὲ ἕν, ἀλλὰ πολλά. καὶ πρῶτον πάντων ξένον αὐτὸν καλῶ καὶ λέγω· οὗτος ὁ ἄνθρωπος οὐκ οἶδεν ποῦ τῆς γῆς ἐστιν, ἀλλ' ἐκ τοσούτου χρόνου ἐπιδημῶν ἀγνοεῖ τοὺς νόμους τῆς πόλεως καὶ τὰ ἔθη καὶ τί ἔξεστι καὶ τί οὐκ ἔξεστιν. ἀλλ' οὐδὲ νομικόν τινα παρέλαβεν πώποτε τὸν ἐροῦντα αὐτῷ καὶ ἐξηγησόμενον [7] τὰ νόμιμα· ἀλλὰ διαθήκην μὲν οὐ γράφει μὴ εἰδὼς πῶς δεῖ γράφειν ἢ παραλαβὼν τὸν εἰδότα οὐδ' ἐγγύην ἄλλως σφραγίζεται ἢ ἀσφάλειαν γράφει, ὀρέξει δὲ χρῆται δίχα νομικοῦ καὶ ἐκκλίσει καὶ ὁρμῇ καὶ ἐπιβολῇ [8] καὶ προθέσει. πῶς δίχα νομικοῦ; οὐκ οἶδεν ὅτι θέλει τὰ μὴ διδόμενα καὶ οὐ θέλει τὰ ἀναγκαῖα καὶ οὐκ οἶδεν οὔτε τὰ ἴδια οὔτε τὰ ἀλλότρια. εἰ δέ γ' ᾔδει, οὐδέποτ' ἂν ἐνεποδίζετο, οὐδέποτ' ἐκωλύετο, οὐκ ἂν ἠγωνία.
[9] πῶς γὰρ οὔ; φοβεῖταί τις οὖν ὑπὲρ τῶν μὴ κακῶν; ‑ Οὔ. ‑ Τί δ'; ὑπὲρ τῶν κακῶν μέν, ἐπ' αὐτῷ [10] δ' ὄντων ὥστε μὴ συμβῆναι; ‑ Οὐδαμῶς. ‑ Εἰ οὖν τὰ μὲν ἀπροαίρετα οὔτ' ἀγαθὰ οὔτε κακά, τὰ προαιρετικὰ δὲ πάντα ἐφ' ἡμῖν καὶ οὔτ' ἀφελέσθαι τις ἡμῶν αὐτὰ δύναται οὔτε περιποιῆσαι ἃ οὐ θέλομεν αὐτῶν, [11] ποῦ ἔτι τόπος ἀγωνίας; ἀλλὰ περὶ τοῦ σωματίου ἀγωνιῶμεν, ὑπὲρ τοῦ κτησιδίου, περὶ τοῦ τί δόξει τῷ Καίσαρι, περὶ τῶν ἔσω δ' οὐδενός. μή τι περὶ τοῦ μὴ ψεῦδος ὑπολαβεῖν; ‑ Οὔ· ἐπ' ἐμοὶ γάρ ἐστιν. ‑ Μή τι τοῦ ὁρμῆσαι παρὰ φύσιν; ‑ Οὐδὲ περὶ τούτου. ‑ [12] Ὅταν οὖν ἴδῃς τινὰ ὠχριῶντα, ὡς ὁ ἰατρὸς ἀπὸ τοῦ χρώματος λέγει 'τούτου ὁ σπλὴν πέπονθε, τούτου δὲ τὸ ἧπαρ', οὕτως καὶ σὺ λέγε 'τούτου ὄρεξις καὶ ἔκκλισις [13] πέπονθεν, οὐκ εὐοδεῖ, φλεγμαίνει'. χρῶμα γὰρ οὐ μεταβάλλει οὐδὲν ἄλλο οὐδὲ τρόμον ποιεῖ οὐδὲ ψόφον τῶν ὀδόντων οὐδὲ
μετοκλάζει καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει.
[14] διὰ τοῦτο Ζήνων μὲν Ἀντιγόνῳ μέλλων ἐντυγχάνειν οὐκ ἠγωνία· ἃ γὰρ οὗτος ἐθαύμαζεν, τούτων οὐδενὸς εἶχεν ἐκεῖνος ἐξουσίαν, ὧν δ' εἶχεν ἐκεῖνος οὐκ ἐπεστρέφετο [15] οὗτος· Ἀντίγονος δὲ Ζήνωνι μέλλων ἐντυγχάνειν ἠγωνία, καὶ εἰκότως· ἤθελε γὰρ ἀρέσκειν αὐτῷ, τοῦτο δ' ἔξω ἔκειτο· οὗτος δ' ἐκείνῳ οὐκ ἤθελεν, οὐδὲ γὰρ ἄλλος τις τεχνίτης τῷ ἀτέχνῳ.
[16] Ἐγώ σοι ἀρέσαι θέλω; ἀντὶ τίνος; οἶδας γὰρ τὰ μέτρα, καθ' ἃ κρίνεται ἄνθρωπος ὑπ' ἀνθρώπου; μεμέλ[ετ]ηκέ σοι γνῶναι, τί ἐστιν ἀγαθὸς ἄνθρωπος καὶ τί κακὸς καὶ πῶς ἑκάτερον γίγνεται; διὰ τί οὖν σὺ [17] αὐτὸς ἀγαθὸς οὐκ εἶ; ‑ Πῶς, φησίν, οὐκ εἰμί; ‑ Ὅτι οὐδεὶς ἀγαθὸς πενθεῖ οὐδὲ στενάζει, οὐδεὶς οἰμώζει, οὐδεὶς ὠχριᾷ καὶ τρέμει οὐδὲ λέγει 'πῶς μ' ἀποδέξεται, [18] πῶς μου ἀκούσει;' ἀνδράποδον, ὡς ἂν αὐτῷ δοκῇ. τί οὖν σοὶ μέλει περὶ τῶν ἀλλοτρίων; νῦν οὐκ ἐκείνου ἁμάρτημά ἐστι τὸ κακῶς ἀποδέξασθαι ‹τὰ› παρὰ σοῦ; ‑ Πῶς γὰρ οὔ; ‑ Δύναται δ' ἄλλου μὲν εἶναι ἁμάρτημα, ἄλλου δὲ κακόν; ‑ Οὔ. ‑ Τί οὖν [19] ἀγωνιᾷς ὑπὲρ τῶν ἀλλοτρίων; ‑ Ναί· ἀλλ' ἀγωνιῶ, πῶς ἐγὼ αὐτῷ λαλήσω. ‑ Εἶτ' οὐκ ἔξεστι γὰρ ὡς θέλεις αὐτῷ λαλῆσαι; ‑ Ἀλλὰ δέδοικα μὴ ἐκκρουσθῶ.
[20] ‑ Μή τι γράφειν μέλλων τὸ Δίωνος ὄνομα δέδοικας μὴ ἐκκρουσθῇς; ‑ Οὐδαμῶς. ‑ Τί τὸ αἴτιον; οὐχ ὅτι μεμελέτηκας γράφειν; ‑ Πῶς γὰρ οὔ; ‑ Τί δ'; ἀναγιγνώσκειν μέλλων οὐχ ὡσαύτως ἂν εἶχες; ‑ Ὡσαύτως. ‑ Τί τὸ αἴτιον; ὅτι πᾶσα τέχνη ἰσχυρόν [21] τι ἔχει καὶ θαρραλέον ἐν τοῖς ἑαυτῆς. λαλεῖν οὖν οὐ μεμελέτηκας; καὶ τί ἄλλο ἐμελέτας ἐν τῇ σχολῇ; ‑ Συλλογισμοὺς καὶ μεταπίπτοντας. ‑ Ἐπὶ τί; οὐχ ὥστε ἐμπείρως διαλέγεσθαι; τὸ δ' ἐμπείρως ἐστὶν οὐχὶ εὐκαίρως καὶ ἀσφαλῶς καὶ συνετῶς, ἔτι δ' ἀπταίστως καὶ ἀπαραποδίστως, ἐπὶ πᾶσι δὲ τούτοις τεθαρρηκότως; ‑ [22] Ναί. ‑ Ἱππεὺς οὖν ὢν εἰς πεδίον ἐληλυθὼς πρὸς πεζὸν ἀγωνιᾶς, ὅπου σὺ μεμελέτηκας, ἐκεῖνος δ' ἀμελέτητός ἐστιν; ‑ Ναί· ἀλλὰ ἐξουσίαν ἔχει ἀποκτεῖναί [23] με. ‑ Λέγε οὖν τὰ ἀληθῆ, δύστηνε, καὶ μὴ ἀλαζονεύου μηδὲ φιλόσοφος εἶναι ἀξίου μηδὲ ἀγνόει σου τοὺς κυρίους, ἀλλὰ μέχρις ἂν ἔχῃς ταύτην τὴν λαβὴν τὴν ἀπὸ τοῦ σώματος, ἀκολούθει παντὶ τῷ ἰσχυροτέρῳ.
[24] λέγειν δὲ Σωκράτης ἐμελέτα ὁ πρὸς τοὺς τυράννους οὕτως διαλεγόμενος, ὁ πρὸς τοὺς δικαστάς, ὁ ἐν τῷ δεσμωτηρίῳ. λέγειν Διογένης μεμελετήκει ὁ πρὸς Ἀλέξανδρον οὕτως λαλῶν, ὁ πρὸς Φίλιππον, ὁ πρὸς τοὺς πειρατάς, ὁ πρὸς τὸν ὠνησάμενον αὐτόν ..........
[24] ἐκείνοις, οἷς μεμέλ[ετ]ηκεν, τοῖς θαρροῦσι· σὺ δ' ἐπὶ τὰ σαυτοῦ βάδιζε καὶ ἐκείνων ἀποστῇς μηδέποτε· εἰς τὴν γωνίαν ἀπελθὼν κάθησο καὶ πλέκε συλλογισμοὺς καὶ ἄλλῳ πρότεινε·
[27] οὐκ ἔστι δ' ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ.
[14]
[1] Εἰσελθόντος τινὸς τῶν Ῥωμαικῶν μετὰ υἱοῦ καὶ ἐπακούοντος ἑνὸς ἀναγνώσματος Οὗτος, ἔφη, ὁ τρόπος [2] ἐστὶ τῆς διδασκαλίας καὶ ἀπεσιώπησεν. ἀξιοῦντος δ' ἐκείνου εὑρεῖν τὰ ἑξῆς Κόπον ἔχει, ἔφη, πᾶσα τέχνη [3] τῷ ἰδιώτῃ καὶ ἀπείρῳ αὐτῆς, ὅταν παραδιδῶται. καὶ τὰ μὲν ἀπὸ τῶν τεχνῶν γινόμενα τήν τε χρείαν εὐθὺς ἐνδείκνυται πρὸς ὃ γέγονεν καὶ τὰ πλεῖστα αὐτῶν [4] ἔχει τι καὶ ἀγωγὸν καὶ ἐπίχαρι. καὶ γὰρ σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές, τὸ δ' ὑπόδημα χρήσιμον καὶ ἰδεῖν ἄλλως οὐκ ἀηδές.
[5] καὶ τέκτονος ἡ μὲν μάθησις ἀνιαρὰ μάλιστα τῷ ἰδιώτῃ παρατυγχάνοντι, τὸ δ' ἔργον ἐπιδείκνυσι τὴν χρείαν [6] τῆς τέχνης. πολὺ δὲ μᾶλλον ἐπὶ μουσικῆς ὄψει αὐτό· ἂν γὰρ παρῇς τῷ διδασκομένῳ, φανεῖταί σοι πάντων ἀτερπέστατον τὸ μάθημα, τὰ μέντοι ἀπὸ τῆς μουσικῆς [7] ἡδέα καὶ ἐπιτερπῆ τοῖς ἰδιώταις ἀκούειν. καὶ ἐνταῦθα τὸ μὲν ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα, ὅτι δεῖ τὴν αὑτοῦ βούλησιν συναρμόσαι τοῖς γινομένοις, ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ [8] γίνεσθαι. ἐξ οὗ περίεστι τοῖς συστησαμένοις αὐτὸ ἐν ὀρέξει μὴ ἀποτυγχάνειν, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτειν, ἀλύπως, ἀφόβως, ἀταράχως διεξάγειν καθ' αὑτὸν μετὰ τῶν κοινωνῶν τηροῦντα τὰς σχέσεις τάς τε φυσικὰς καὶ ἐπιθέτους, τὸν υἱόν, τὸν πατέρα, τὸν ἀδελφόν, τὸν πολίτην, τὸν ἄνδρα, τὴν γυναῖκα, τὸν γείτονα, τὸν σύνοδον, τὸν ἄρχοντα, τὸν ἀρχόμενον.
[9] Τὸ ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα. λοιπὸν ἐφεξῆς τούτῳ ζητοῦμεν, πῶς ἔσται τοῦτο.
[10] ὁρῶμεν οὖν ὅτι ὁ τέκτων μαθών τινα γίνεται τέκτων, ὁ κυβερνήτης μαθών τινα γίνεται κυβερνήτης. μή ποτ' οὖν καὶ ἐνθάδε οὐκ ἀπαρκεῖ τὸ βούλεσθαι καλὸν καὶ ἀγαθὸν γενέσθαι, χρεία δὲ καὶ μαθεῖν τινα; ζητοῦμεν [11] οὖν τίνα ταῦτα. λέγουσιν οἱ φιλόσοφοι, ὅτι μαθεῖν δεῖ πρῶτον τοῦτο, ὅτι ἔστι θεὸς καὶ προνοεῖ τῶν ὅλων καὶ οὐκ ἔστι λαθεῖν αὐτὸν οὐ μόνον ποιοῦντα, ἀλλ' οὐδὲ διανοούμενον ἢ ἐνθυμούμενον· [12] εἶτα ποῖοί τινες εἰσίν. οἷοι γὰρ ἂν ἐκεῖνοι εὑρεθῶσιν, τὸν ἐκείνοις ἀρέσοντα καὶ πεισθησόμενον ἀνάγκη πειρᾶσθαι κατὰ δύναμιν ἐξομοιοῦσθαι [13] ἐκείνοις· εἰ πιστόν ἐστι τὸ θεῖον, καὶ τοῦτον εἶναι πιστόν· εἰ ἐλεύθερον, καὶ τοῦτον ἐλεύθερον· εἰ εὐεργετικόν, καὶ τοῦτον εὐεργετικόν· εἰ μεγαλόφρον, καὶ τοῦτον μεγαλόφρονα· ὡς θεοῦ τοίνυν ζηλωτὴν τὰ ἑξῆς πάντα καὶ ποιεῖν καὶ λέγειν.
[14] Πόθεν οὖν ἄρξασθαι δεῖ; ‑ Ἂν συγκαθῇς, ἐρῶ σοι ὅτι πρῶτον δεῖ σε τοῖς ὀνόμασι παρακολουθεῖν. ‑ [15] Ὥστ' ἐγὼ νῦν οὐ παρακολουθῶ τοῖς ὀνόμασιν; ‑ Οὐ παρακολουθεῖς. ‑ Πῶς οὖν χρῶμαι αὐτοῖς; ‑ Οὕτως ‹ὡς› οἱ ἀγράμματοι ταῖς ἐγγραμμάτοις φωναῖς, ὡς τὰ κτήνη ταῖς φαντασίαις· ἄλλο γάρ ἐστι χρῆσις, ἄλλο [16] παρακολούθησις. εἰ δ' οἴει παρακολουθεῖν, φέρε ὃ θέλεις ὄνομα καὶ βασανίσωμεν αὑτούς, εἰ παρακολουθοῦμεν.
[17] ‑ Ἀλλ' ἀνιαρὸν τὸ ἐξελέγχεσθαι πρεσβύτερον ἄνθρωπον ἤδη κἂν οὕτως τύχῃ τὰς τρεῖς στρατ‹ε›ίας [18] ἐστρατευμένον. ‑ Οἶδα κἀγώ. νῦν γὰρ σὺ ἐλήλυθας πρὸς ἐμὲ ὡς μηδενὸς δεόμενος. τίνος δ' ἂν καὶ φαντασθείης ὡς ἐνδέοντος; πλουτεῖς, τέκνα ἔχεις τυχὸν καὶ γυναῖκα καὶ οἰκέτας πολλούς, ὁ Καῖσάρ σε οἶδεν, ἐν Ῥώμῃ πολλοὺς φίλους κέκτησαι, τὰ καθήκοντα ἀποδίδως, οἶδας τὸν εὖ ποιοῦντα ἀντευποιῆσαι καὶ τὸν [19] κακῶς ποιοῦντα κακῶς ποιῆσαι. τί σοι λείπει; ἂν οὖν σοι δείξω, ὅτι τὰ ἀναγκαιότατα καὶ μέγιστα πρὸς εὐδαιμονίαν καὶ ὅτι μέχρι δεῦρο πάντων μᾶλλον ἢ τῶν προσηκόντων ἐπιμεμέλησαι, καὶ τὸν κολοφῶνα ἐπιθῶ· οὔτε τί θεός ἐστιν οἶδας οὔτε τί ἄνθρωπος οὔτε τί [20] ἀγαθὸν οὔτε τί κακόν, καὶ τὸ μὲν τῶν ἄλλων ἴσως ἀνεκτόν, ὅτι δ' αὐτὸς αὑτὸν ἀγνοεῖς, πῶς δύνασαι ἀνασχέσθαι μου καὶ ὑποσχεῖν τὸν ἔλεγχον καὶ παραμεῖναι; [21] οὐδαμῶς, ἀλλ' εὐθὺς ἀπαλλάσσῃ χαλεπῶς ἔχων. καίτοι τί σοι ἐγὼ κακὸν πεποίηκα; εἰ μὴ καὶ τὸ ἔσοπτρον τῷ αἰσχρῷ, ὅτι δεικνύει αὐτὸν αὐτῷ οἷός ἐστιν· εἰ μὴ καὶ ὁ ἰατρὸς τὸν νοσοῦντα [ὅταν αὐτὸν] ὑβρίζει, ὅταν εἴπῃ αὐτῷ 'ἄνθρωπε, δοκεῖς μηδὲν ἔχειν, πυρέσσεις δέ· ἀσίτησον σήμερον, ὕδωρ πίε'· καὶ οὐδεὶς λέγει 'ὦ δεινῆς [22] ὕβρεως'. ἐὰν δέ τινι εἴπῃς 'αἱ ὀρέξεις σου φλεγμαίνουσιν, αἱ ἐκκλίσεις ταπειναί εἰσιν, αἱ ἐπιβολαὶ ἀνομολογούμεναι, αἱ ὁρμαὶ ἀσύμφωνοι τῇ φύσει, αἱ ὑπολήψεις εἰκαῖαι καὶ ἐψευσμέναι', εὐθὺς ἐξελθὼν λέγει 'ὕβρισέν με'.
[23] Τοιαῦτά ἐστι τὰ ἡμέτερα ὡς ἐν πανηγύρει. τὰ μὲν κτήνη π[α]ραθησόμενα ἄγεται καὶ οἱ βόες, οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων οἱ μὲν ὠνησόμενοι οἱ δὲ πωλήσοντες· ὀλίγοι δέ τινές εἰσιν οἱ κατὰ θέαν ἐρχόμενοι τῆς πανηγύρεως, πῶς τοῦτο γίνεται καὶ διὰ τί καὶ τίνες οἱ [24] τιθέντες τὴν πανήγυριν καὶ ἐπὶ τίνι. οὕτως καὶ ἐνθάδ' ἐν τῇ πανηγύρει ταύτῃ· οἱ μέν τινες ὡς κτήνη οὐδὲν πλέον πολυπραγμονοῦσι τοῦ χόρτου· ὅσοι γὰρ περὶ κτῆσιν καὶ ἀγροὺς καὶ οἰκέτας καὶ ἀρχάς τινας [25] ἀναστρέφεσθε, ταῦτα οὐδὲν ἄλλο ἢ χόρτος ἐστίν· ὀλίγοι δ' εἰσὶν οἱ πανηγυρίζοντες ἄνθρωποι φιλοθεάμονες. 'τί ποτ' οὖν ἐστιν ὁ κόσμος, τίς αὐτὸν διοικεῖ.
[26] οὐδείς; καὶ πῶς οἷόν τε πόλιν μὲν ἢ οἶκον μὴ δύνασθαι διαμένειν μηδ' ὀλιγοστὸν χρόνον δίχα τοῦ διοικοῦντος καὶ ἐπιμελομένου, τὸ δ' οὕτως μέγα καὶ καλὸν κατασκεύασμα εἰκῇ καὶ ὡς ἔτυχεν οὕτως εὐτάκτως [27] οἰκονομεῖσθαι; ἔστιν οὖν ὁ διοικῶν. ποῖός τις καὶ πῶς ὁ διοικῶν; ἡμεῖς δὲ τίνες ὄντες ὑπ' αὐτοῦ γεγόναμεν καὶ πρὸς τί ἔργον; ἆρά γ' ἔχομέν τινα ἐπιπλοκὴν πρὸς [28] αὐτὸν καὶ σχέσιν ἢ οὐδεμίαν;' ταῦτ' ἔστιν ἃ πάσχουσιν οὗτοι οἱ ὀλίγοι· καὶ λοιπὸν τούτῳ μόνῳ σχολάζουσι τῷ [29] τὴν πανήγυριν ἱστορήσαντας ἀπελθεῖν. τί οὖν; καταγελῶνται ὑπὸ τῶν πολλῶν· καὶ γὰρ ἐκεῖ οἱ θεαταὶ ὑπὸ τῶν ἐμπόρων· καὶ εἰ τὰ κτήνη συναίσθησίν τινα εἶχεν, κατεγέλα τῶν ἄλλο τι τεθαυμακότων ἢ τὸν χόρτον.
[15]
[1] Ὅταν ἀκούσωσί τινες τούτων τῶν λόγων, ὅτι βέβαιον εἶναι δεῖ καὶ ἡ μὲν προαίρεσις ἐλεύθερον φύσει καὶ ἀνανάγκαστον, τὰ δ' ἄλλα κωλυτά, ἀναγκαστά, δοῦλα, ἀλλότρια, φαντάζονται ὅτι δεῖ παντὶ τῷ κριθέντι [2] ὑπ' αὐτῶν ἀπαραβάτως ἐμμένειν. ἀλλὰ πρῶτον ὑγιὲς εἶναι δεῖ τὸ κεκριμένον. θέλω γὰρ εἶναι τόνους ἐν σώματι, [3] ἀλλ' ὡς ὑγιαίνοντι, ὡς ἀθλοῦντι· ἂν δέ μοι φρενιτικοῦ τόνους ἔχων ἐνδεικνύῃ[ς] καὶ ἀλαζονεύῃ ἐπ' αὐτοῖς, ἐρῶ σοι ὅτι 'ἄνθρωπε, ζήτει τὸν θεραπεύσοντα.
[4] τοῦτο οὐκ εἰσὶ τόνοι, ἀλλ' ἀτονία'. ἕτερον τρόπον τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς πάσχουσιν οἱ παρακούοντες τῶν λόγων τούτων. οἷον καὶ ἐμός τις ἑταῖρος ἐξ [5] οὐδεμιᾶς αἰτίας ἔκρινεν ἀποκαρτερεῖν. ἔγνων ἐγὼ ἤδη τρίτην ἡμέραν ἔχοντος αὐτοῦ τῆς ἀποχῆς καὶ ἐλθὼν [6] ἐπυνθανόμην τί ἐγένετο. ‑ Κέκρικα, φησίν. ‑ Ἀλλ' ὅμως τί σε ἦν τὸ ἀναπεῖσαν; εἰ γὰρ ὀρθῶς ἔκρινας, ἰδοὺ παρακαθήμεθά σοι καὶ συνεργοῦμεν, ἵν' ἐξέλθῃς· [7] εἰ δ' ἀλόγως ἔκρινας, μετάθου. ‑ Τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. ‑ Τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν, ἀλλὰ τοῖς ὀρθῶς. ἐπεὶ παθὼν ἄρτι ὅτι νύξ ἐστιν, ἄν σοι δοκῇ, μὴ μετατίθεσο, ἀλλ' ἔμμενε καὶ λέγε ὅτι τοῖς κριθεῖσιν [8] ἐμμένειν δεῖ. [τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν.] οὐ θέλεις τὴν ἀρχὴν στῆσαι καὶ τὸν θεμέλιον, τὸ κρίμα σκέψασθαι πότερον ὑγιὲς ἢ οὐχ ὑγιές, καὶ οὕτως λοιπὸν [9] ἐποικοδομεῖν αὐτῷ τὴν εὐτονίαν, τὴν ἀσφάλειαν; ἂν δὲ σαπρὸν ὑποστήσῃ καὶ καταπῖπτον, οὐκ †οἰκοδόμημά τι ὄν, ὅσῳ δ' ἂν πλείονα καὶ ἰσχυρότερα ἐπιθῇς, τοσούτῳ [10] θᾶττον [θᾶττον] κατενεχθήσεται. ἄνευ πάσης αἰτίας ἐξάγεις ἡμῖν ἄνθρωπον ἐκ τοῦ ζῆν φίλον καὶ συνήθη, τῆς αὐτῆς πόλεως πολίτην καὶ τῆς μεγάλης καὶ τῆς μικρᾶς· [11] εἶτα φόνον ἐργαζόμενος καὶ ἀπολλύων ἄνθρωπον μηδὲν [12] ἠδικηκότα λέγεις ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. εἰ δ' ἐπῆλθέν σοί πώς ποτ' ἐμὲ ἀποκτεῖναι, ἔδει σε ἐμμένειν τοῖς κριθεῖσιν;
[13] Ἐκεῖνος μὲν οὖν μόγις μετεπείσθη. τῶν δὲ νῦν τινας οὐκ ἔστι μεταθεῖναι. ὥστε μοι δοκῶ ὃ πρότερον ἠγνόουν νῦν εἰδέναι, τί ἐστι τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον· [14] μωρὸν οὔτε πεῖσαι οὔτε ῥῆξαι ἔστιν. μή μοι γένοιτο φίλον ἔχειν σοφὸν μωρόν. δυσμεταχειριστ‹ότερ›ον οὐδέν ἐστιν. 'κέκρικα.' καὶ γὰρ οἱ μαινόμενοι· ἀλλ' ὅσῳ βεβαιότερον κρίνουσι τὰ οὐκ ὄντα, τοσούτῳ [15] πλείονος ἐλλεβόρου δέονται. οὐ θέλεις τὰ τοῦ νοσοῦντος ποιεῖν καὶ τὸν ἰατρὸν παρακαλεῖν; 'νοσῶ, κύριε· βοήθησόν μοι. τί με δεῖ ποιεῖν σκέψαι· ἐμόν [16] ἐστι πείθεσθαί σοι.' οὕτως καὶ ἐνταῦθ'. 'ἃ δεῖ με ποιεῖν οὐκ οἶδα, ἐλήλυθα δὲ μαθησόμενος.' οὔ, ἀλλὰ 'περὶ [17] τῶν ἄλλων μοι λέγε. τοῦτο δὲ κέκρικα'. περὶ ποίων ἄλλων; τί γάρ ἐστι μεῖζον ἢ προὐργιαίτερον τοῦ πεισθῆναί σε, ὅτι οὐκ ἀρκεῖ τὸ κεκρικέναι καὶ τὸ μὴ μεταθέσθαι; [18] οὗτοι οἱ μανικοὶ τόνοι, οὐχ ὑγιεινοί. 'ἀποθανεῖν θέλω, ἄν με τοῦτο ἀναγκάσῃς.' διὰ τί, ἄνθρωπε; τί ἐγένετο; 'κέκρικα.' ἐσώθην, ὅτι οὐ κέκρικας ἐμὲ [19] ἀποκτεῖναι. 'ἀργύριον οὐ λαμβάνω.' διὰ τί; 'κέκρικα.' ἴσθι ὅτι ᾧ τόνῳ νῦν χρῇ πρὸς τὸ μὴ λαμβάνειν, οὐδὲν κωλύει σε ἀλόγως ποτὲ ῥέψαι πρὸς τὸ λαμβάνειν καὶ [20] πάλιν λέγειν ὅτι 'κέκρικα', ὥσπερ ἐν νοσοῦντι καὶ ῥευματιζομένῳ σώματι ποτὲ μὲν ἐπὶ ταῦτα ποτὲ δ' ἐπ' ἐκεῖνα ῥέπει τὸ ῥεῦμα. οὕτως καὶ ἀσθενὴς ψυχή, ὅπου μὲν κλίνει, ἄδηλον ἔχει· ὅταν δὲ καὶ τόνος προσῇ τῷ κλίματι τούτῳ καὶ τῇ φορᾷ, τότε γίνεται τὸ κακὸν ἀβοήθητον καὶ ἀθεράπευτον.
[16]
[1] Ποῦ τὸ ἀγαθόν; ‑ Ἐν προαιρέσει. ‑ Ποῦ τὸ κακόν; ‑ Ἐν προαιρέσει. ‑ Ποῦ τὸ οὐδέτερον; ‑ Ἐν [2] τοῖς ἀπροαιρέτοις. ‑ Τί οὖν; μέμνηταί τις ἡμῶν ἔξω τούτων τῶν λόγων; μελετᾷ τις αὐτὸς ἐφ' αὑτοῦ τοῦτον τὸν τρόπον ἀποκρίνεσθαι τοῖς πράγμασιν ὡς ἐπὶ τῶν ἐρωτημάτων· 'ἆρά γε ἡμέρα ἐστίν;' 'ναί.' 'τί δέ; νύξ ἐστιν;' 'οὔ.' 'τί δ'; ἄρτιοί εἰσιν οἱ ἀστέρες;' 'οὐκ ἔχω [3] λέγειν.' ὅταν σοι προφαίνηται ἀργύριον, μεμελέτηκας ἀποκρίνεσθαι τὴν δέουσαν ἀπόκρισιν, ὅτι 'οὐκ ἀγαθόν'; ἤσκηκας ἐν ταύταις ταῖς ἀποκρίσεσιν ἢ πρὸς μόνα· τὰ [4] σοφίσματα; τί οὖν θαυμάζεις, εἰ, ὅπου μὲν μεμελέτηκας, ἐκεῖ κρείττων γένῃ σεαυτοῦ, ὅπου δ' ἀμελετήτως ἔχεις, [5] ἐκεῖ δ' ὁ αὐτὸς διαμένεις; ἐπεὶ διὰ τί ὁ ῥήτωρ εἰδὼς ὅτι γέγραφε καλῶς, ὅτι ἀνείληφε τὰ γεγραμμένα, φωνὴν εἰσφέρων ἡδεῖαν ὅμως ἔτι ἀγωνιᾷ; ὅτι οὐκ ἀρκεῖται τῷ [6] μελετῆσαι. τί οὖν θέλει[ς]; ἐπαινεθῆναι ὑπὸ τῶν παρόντων. πρὸς μὲν οὖν τὸ δύνασθαι μελετᾶν ἤσκηται, [7] πρὸς ἔπαινον δὲ καὶ ψόγον οὐκ ἤσκηται. πότε γὰρ ἤκουσεν παρά τινος, ‹τί ἐστιν ἔπαινος,› τί ἐστι ψόγος, τίς ἑκατέρου φύσις; τοὺς ποίους τῶν ἐπαίνων διωκτέον ἢ τοὺς ποίους τῶν ψόγων φευκτέον; πότε δ' ἐμελέτησεν ταύτην τὴν μελέτην ἀκόλουθον τούτοις τοῖς λόγοις; [8] τί οὖν ἔτι θαυμάζεις, εἰ, ὅπου μὲν ἔμαθεν, ἐκεῖ διαφέρει τῶν ἄλλων, ὅπου δ' οὐ μεμελέτηκεν, ἐκεῖ τοῖς [9] πολλοῖς ὁ αὐτός ἐστιν; ὡς ὁ κιθαρῳδὸς οἶδεν κιθαρίζειν, ᾄδει καλῶς, στατὸν ἔχει καλὸν καὶ ὅμως εἰσερχόμενος τρέμει· ταῦτα γὰρ οἶδεν, ὄχλος δὲ τί ἐστιν οὐκ [10] οἶδεν οὐδ' ὄχλου βοὴ οὐδὲ κατάγελως. ἀλλ' οὐδ' αὐτὸ τὸ ἀγωνιᾶν τί ἐστιν οἶδεν, πότερον ἡμέτερον ἔργον ἐστὶν ἢ ἀλλότριον, ἔστιν αὐτὸ παῦσαι ἢ οὐκ ἔστιν. διὰ τοῦτο ἐὰν μὲν ἐπαινεθῇ, φυσηθεὶς ἐξῆλθεν· ἐὰν δὲ καταγελασθῇ, τὸ φυσημάτιον ἐκεῖνο ἐκεντήθη καὶ προσεκάθισεν.
[11] Τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν. τίνα θαυμάζομεν; τὰ ἐκτός. περὶ τίνα σπουδάζομεν; περὶ τὰ ἐκτός. εἶτ' [12] ἀποροῦμεν, πῶς φοβούμεθα ἢ πῶς ἀγωνιῶμεν; τί οὖν ἐνδέχεται, ὅταν τὰ ἐπιφερόμενα κακὰ ἡγώμεθα; οὐ δυνάμεθα [13] μὴ φοβεῖσθαι, οὐ δυνάμεθα μὴ ἀγωνιᾶν. εἶτα λέγομεν 'κύριε ὁ θεός, πῶς μὴ ἀγωνιῶ;' μωρέ, χεῖρας οὐκ ἔχεις; οὐκ ἐποίησέν σοι αὐτὰς ὁ θεός; εὔχου νῦν καθήμενος, ὅπως αἱ μύξαι σου μὴ ῥέωσιν· ἀπόμυξαι [14] μᾶλλον καὶ μὴ ἐγκάλει. τί οὖν; ἐνταῦθά σοι οὐδὲν δέδωκεν; οὐ δέδωκέ σοι καρτερίαν, οὐ δέδωκέ σοι μεγαλοψυχίαν, οὐ δέδωκεν ἀνδρείαν; τηλικαύτας ἔχων χεῖρας [15] ἔτι ζητεῖς τὸν ἀπομύξοντα; ἀλλ' οὐδὲ μελετῶμεν ταῦτα οὐδ' ἐπιστρεφόμεθα. ἐπεὶ δότε μοι ἕνα, ᾧ μέλει πῶς τι ποιήσῃ, ὃς ἐπιστρέφεται οὐ τοῦ τυχεῖν τινος, ἀλλὰ τῆς ἐνεργείας τῆς αὑτοῦ· τίς περιπατῶν τῆς ἐνεργείας τῆς αὑτοῦ ἐπιστρέφεται; τίς βουλευόμενος αὐτῆς τῆς βουλῆς, οὐχὶ δὲ τοῦ τυχεῖν ἐκείνου περὶ οὗ βουλεύεται; [16] κἂν μὲν τύχῃ, ἐπῆρται καὶ λέγει 'πῶς γὰρ ἡμεῖς καλῶς ἐβουλευσάμεθα; οὐκ ἔλεγόν σοι, ἀδελφέ, ὅτι ἀδύνατόν ἐστιν ἡμῶν τι σκεψαμένων μὴ οὕτως ἐκβῆναι;' ἂν δ' ἑτέρως χωρήσῃ, τεταπείνωται τάλας, οὐχ εὑρίσκει οὐδὲ τί εἴπῃ περὶ τῶν γεγονότων. τίς [17] ἡμῶν τούτου ἕνεκα μάντιν παρέλαβεν; τίς ἡμῶν †οὐκ ἐνεκοιμήθη †ὑπὲρ ἐνεργείας; τίς; ἕνα μοι δότε, ἵνα ἴδω τοῦτον, ὃν ἐκ πολλοῦ χρόνου ζητῶ, τὸν ταῖς ἀληθείαις εὐγενῆ καὶ εὐφυᾶ· εἴτε νέον εἴτε πρεσβύτερον, δότε.
[18] Τί οὖν ἔτι θαυμάζομεν εἰ περὶ μὲν τὰς ὕλας τετρίμμεθα, ἐν δὲ ταῖς ἐνεργείαις ταπεινοί, ἀσχήμονες, οὐδενὸς ἄξιοι, δειλοί, ἀταλαίπωροι, ὅλοι ἀτυχήματα; οὐ [19] γὰρ μεμέληκεν ἡμῖν οὐδὲ μελετῶμεν. εἰ δὲ μὴ τὸν θάνατον ἢ τὴν φυγὴν ἐφοβούμεθα, ἀλλὰ τὸν φόβον, ‹ἐ›μελετῶμεν ἂν ἐκείνοις μὴ περιπίπτειν ἃ φαίνεται [20] ἡμῖν κακά. νῦν δ' ἐν μὲν τῇ σχολῇ γοργοὶ καὶ κατάγλωσσοι, κἂν ζητημάτιον ἐμπέσῃ περί τινος τούτων, ἱκανοὶ τὰ ἑξῆς ἐπελθεῖν· ἕλκυσον δ' εἰς χρῆσιν καὶ εὑρήσεις τάλανας ναυαγούς. προσπεσέτω φαντασία ταρακτικὴ καὶ γνώσῃ, τί ἐμελετῶμεν καὶ πρὸς τί ἐγυμναζόμεθα.
[21] λοιπὸν ὑπὸ τῆς ἀμελετησίας προσεπισωρεύομεν ἀεί τινα καὶ προσπλάσ‹ς›ομεν μείζονα τῶν καθεστώτων.
[22] εὐθὺς ἐγώ, ὅταν πλέω, κατακύψας εἰς τὸν βυθὸν ἢ τὸ πέλαγος περιβλεψάμενος καὶ μὴ ἰδὼν γῆν ἐξίσταμαι καὶ φανταζόμενος, ὅτι ὅλον με δεῖ τὸ πέλαγος τοῦτο ἐκπιεῖν, ἂν ναυαγήσω, οὐκ ἐπέρχεταί μοι, ὅτι μοι τρεῖς ξέσται ἀρκοῦσιν. τί οὖν με ταράσσει; τὸ πέλαγος; οὔ, ἀλλὰ τὸ [23] δόγμα. πάλιν ὅταν σεισμὸς γένηται, φαντάζομαι ὅτι ἡ πόλις ἐπιπίπτειν μοι μέλλει· οὐ γὰρ ἀρκεῖ μικρὸν λιθάριον, ἵν' ἔξω μου τὸν ἐγκέφαλον βάλῃ;
[24] Τίνα οὖν ἐστι τὰ βαροῦντα καὶ ἐξιστάντα ἡμᾶς; τίνα γὰρ ἄλλα ἢ τὰ δόγματα; τὸν γὰρ ἐξιόντα καὶ ἀπαλλαττόμενον τῶν συνήθων καὶ ἑταίρων καὶ τόπων καὶ [25] συναναστροφῆς τί ἐστι τὸ βαροῦν ἄλλο ἢ δόγμα; τὰ γοῦν παιδία εὐθὺς ὅταν κλαύσῃ μικρὰ τῆς τιτθῆς ἀπελθούσης, [26] πλακούντιον λαβόντα ἐπιλέλησται. θέλεις οὖν καὶ ἡμεῖς τοῖς παιδίοις ὁμο‹ι›ῶμεν; οὔ, νὴ τὸν Δία. οὐ γὰρ ὑπὸ πλακουντίου τοῦτο πάσχειν ἀξιῶ, ἀλλ' ὑπὸ [27] δογμάτων ὀρθῶν. τίνα δ' ἐστὶ ταῦτα; ἃ δεῖ τὸν ἄνθρωπον ὅλην τὴν ἡμέραν μελετῶντα μηδεν‹ὶ› προσπάσχειν τῶν ἀλλοτρίων, μηθ' ἑταίρῳ μήτε τόπῳ μήτε γυμνασίοις, ἀλλὰ μηδὲ τῷ σώματι τῷ αὑτοῦ, μεμνῆσθαι δὲ τοῦ νόμου καὶ τοῦτον πρὸ ὀφθαλμῶν ἔχειν.
[28] τίς δ' ὁ νόμος ὁ θεῖος; τὰ ἴδια τηρεῖν, τῶν ἀλλοτρίων μὴ ἀντιποιεῖσθαι, ἀλλὰ διδομένοις μὲν χρῆσθαι, μὴ διδόμενα δὲ μὴ ποθεῖν, ἀφαιρουμένου δέ τινος ἀποδιδόναι εὐλύτως καὶ αὐτόθεν, χάριν εἰδότα οὗ ἐχρήσατο χρόνου, εἰ θέλεις μὴ κλάειν τὴν τιτθὴν καὶ μάμμην.
[29] τί γὰρ διαφέρει, τίνος ἥττων ἐστὶ καὶ ἐκ τίνος κρέμαται; τί κρείττων εἶ τοῦ διὰ κοράσιον κλάοντος, εἰ διὰ γυμνασίδιον καὶ στωίδια καὶ νεανισκάρια καὶ [30] τοιαύτην διατριβὴν πενθεῖς; ἄλλος ἐλθὼν ὅτι οὐκέτι τὸ τῆς Δίρκης ὕδωρ πίνειν μέλλει. τὸ γὰρ Μάρκιον χεῖρόν ἐστι τοῦ τῆς Δίρκης; 'ἀλλ' ἐκεῖνό μοι σύνηθες [31] ἦν.' καὶ τοῦτο πάλιν ἔσται σοι σύνηθες. εἶτ' ἂν μὲν τοιούτῳ προσπάθῃς, καὶ τοῦτο πάλιν κλαῖε καὶ ζήτει στίχον ὅμοιον τῷ Εὐριπίδου ποιῆσαι
θερμάς τε τὰς Νέρωνος Μάρκιόν θ' ὕδωρ.
ἴδε πῶς τραγῳδία γίνεται, ὅταν εἰς μωροὺς ἀνθρώπους πράγματα ‹τὰ› τυγχάνοντ' ἐμπέσῃ.
[32] 'Πότε οὖν Ἀθήνας πάλιν ὄψομαι καὶ τὴν ἀκρόπολιν;' τάλας, οὐκ ἀρκεῖ σοι ἃ βλέπεις καθ' ἡμέραν; κρεῖττόν τι ἔχεις ἢ μεῖζον ἰδεῖν τοῦ ἡλίου, τῆς σελήνης, τῶν [33] ἄστρων, τῆς γῆς ὅλης, τῆς θαλάσσης; εἰ δὲ δὴ παρακολουθεῖς τῷ διοικοῦντι τὰ ὅλα κἀκεῖνον ἐν σαυτῷ περιφέρεις, ἔτι ποθεῖς λιθάρια καὶ πέτραν κομψήν; ὅταν οὖν μέλλῃς ἀπολιπεῖν αὐτὸν τὸν ἥλιον καὶ τὴν σελήνην, [34] τί ποιήσεις; κλαύσεις καθήμενος ὡς τὰ παιδία; τί οὖν ἐν τῇ σχολῇ ἐποίεις, τί ἤκουες, τί ἐμάνθανες; τί σαυτὸν φιλόσοφον ἐπέγραφες ἐξὸν τὰ ὄντα ἐπιγράφειν; ὅτι 'εἰσαγωγὰς ἔπραξά[ς] τινας καὶ Χρυσίππεια ἀνέγνων, [35] φιλοσόφου δ' οὐδὲ θύραν παρῆλθον. ποῦ γάρ μοι μέτεστι τούτου τοῦ πράγματος, οὗ Σωκράτει ‹με›τῆν τῷ οὕτως ἀποθανόντι, οὕτως ζήσαντι; οὗ Διογένει μετῆν;' [36] ἐπινοεῖς τούτων τινὰ κλάοντα ἢ ἀγανακτοῦντα, ὅτι τὸν δεῖνα οὐ μέλλει βλέπειν οὐδὲ τὴν δεῖνα οὐδ' ἐν Ἀθήναις ἔσεσθαι ἢ ἐν Κορίνθῳ, ἀλλ', ἂν οὕτως τύχῃ, ἐν [37] Σούσοις ἢ ἐν Ἐκβατάνοις; ᾧ γὰρ ἔξεστιν ἐξελθεῖν, ὅταν θέλῃ, τοῦ συμποσίου καὶ μηκέτι παίζειν, ἔτι οὗτος ἀνιᾶται μένων; οὐχὶ δ' ὡς παιδιᾷ παραμένει, μέχρις ἂν [38] ψυχαγωγῆται; ταχύ γ' ἂν ὁ τοιοῦτος ὑπομείναι φυγήν τινα φυγεῖν εἰς ἅπαντα ἢ τὴν ἐπὶ θανάτῳ κατακριθείς.
[39] Οὐ θέλεις ἤδη ὡς τὰ παιδία ἀπογαλακτισθῆναι καὶ ἅπτεσθαι τροφῆς στερεωτέρας μηδὲ κλάειν μάμμας καὶ [40] τιτθάς, γραῶν ἀποκλαύματα; 'ἀλλ' ἐκείνας ἀπαλλασσόμενος ἀνιάσω.' σὺ αὐτὰς ἀνιάσεις; οὐδαμῶς, ἀλλ' ὅπερ καὶ σέ, τὸ δόγμα. τί οὖν ἔχεις ποιῆσαι; ἔξελε, τὸ δ' ἐκείνων, ἂν εὖ ποιῶσιν, αὐταὶ ἐξελοῦσιν· εἰ δὲ μή, [41] οἰμώξουσι δι' αὑτάς. ἄνθρωπε, τὸ λεγόμενον τοῦτο ἀπονοήθητι ἤδη ὑπὲρ εὐροίας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ μεγαλοψυχίας. ἀνάτεινόν ποτε τὸν τράχηλον ὡς ἀπηλλαγμένος [42] δουλείας, τόλμησον ἀναβλέψας πρὸς τὸν θεὸν εἰπεῖν ὅτι 'χρῶ μοι λοιπὸν εἰς ὃ ἂν θέλῃς· ὁμογνωμονῶ σοι, [ἰ]σός εἰμι· οὐδὲν παραιτοῦμαι τῶν σοὶ δοκούντων· ὅπου θέλεις, ἄγε· ἣν θέλεις ἐσθῆτα περίθες. ἄρχειν με θέλεις, ἰδιωτεύειν, μένειν, φεύγειν, πένεσθαι, πλουτεῖν; ἐγώ σοι ὑπὲρ ἁπάντων τούτων πρὸς τοὺς ἀνθρώπους [43] ἀπολογήσομαι· δείξω τὴν ἑκάστου φύσιν οἵα ἐστίν.' οὔ· [44] ἀλλ' ἐν βοὸς κοιλίᾳ καθήμενος ἐκδέχου σου τὴν μάμμην, μέχρις σε χορτάσῃ. ὁ Ἡρακλῆς εἰ τοῖς ἐν οἴκῳ παρεκάθητο, τίς ἂν ἦν; Εὐρυσθεὺς καὶ οὐχὶ Ἡρακλῆς. ἄγε, πόσους δὲ περιερχόμενος τὴν οἰκουμένην συνήθεις ἔσχεν, φίλους; ἀλλ' οὐδὲν φίλτερον τοῦ θεοῦ· διὰ τοῦτο ἐπιστεύθη Διὸς υἱὸς εἶναι καὶ ἦν. ἐκείνῳ τοίνυν πειθόμενος [45] περιῄει καθαίρων ἀδικίαν καὶ ἀνομίαν. ἀλλ' οὐκ εἶ Ἡρακλῆς καὶ οὐ δύνασαι καθαίρειν τὰ ἀλλότρια κακά, ἀλλ' οὐδὲ Θησεύς, ἵνα τὰ τῆς Ἀττικῆς καθάρῃς· τὰ σαυτοῦ κάθαρον. ἐντεῦθεν ἐκ τῆς διανοίας ἔκβαλε ἀντὶ Προκρούστου καὶ Σκίρωνος λύπην, φόβον, ἐπιθυμίαν, φθόνον, ἐπιχαιρεκακίαν, φιλαργυρίαν, μαλακίαν, [46] ἀκρασίαν. ταῦτα δ' οὐκ ἔστιν ἄλλως ἐκβαλεῖν, εἰ μὴ πρὸς μόνον τὸν θεὸν ἀποβλέποντα, ἐκείνῳ μόνῳ προσπεπονθότα, τοῖς ἐκείνου προστάγμασι καθωσιωμένον.
[47] ἂν δ' ἄλλο τι θέλῃς, οἰμώζων καὶ στένων ἀκολουθήσεις τῷ ἰσχυροτέρῳ ἔξω ζητῶν ἀεὶ τὴν εὔροιαν καὶ μηδέποτ' εὐροεῖν δυνάμενος. ἐκεῖ γὰρ αὐτὴν ζητεῖς, οὗ μή ἐστιν, ἀφεὶς ἐκεῖ ζητεῖν, ὅπου ἐστίν.
[17]
[1] Τί πρῶτόν ἐστιν ἔργον τοῦ φιλοσοφοῦντος; ἀποβαλεῖν οἴησιν· ἀμήχανον γάρ, ἅ τις εἰδέναι οἴεται, ταῦτα [2] ἄρξασθαι μανθάνειν. τὰ μὲν οὖν ποιητέα καὶ οὐ ποιητέα καὶ ἀγαθὰ καὶ κακὰ καὶ καλὰ καὶ αἰσχρὰ πάντες ἄνω καὶ κάτω λαλοῦντες ἐρχόμεθα πρὸς τοὺς φιλοσόφους, ἐπὶ τούτοις ἐπαινοῦντες ψέγοντες, ἐγκαλοῦντες μεμφόμενοι, περὶ ἐπιτηδευμάτων καλῶν καὶ αἰσχρῶν ἐπικρίνοντες [3] καὶ διαλαμβάνοντες. τίνος δ' ἕνεκα προσερχόμεθα τοῖς φιλοσόφοις; †ἃ οὐκ οἰόμεθα εἰδέναι. τίνα δ' ἐστὶ ταῦτα; τὰ θεωρήματα. ἃ γὰρ λαλοῦσιν οἱ φιλόσοφοι, μαθεῖν θέλομεν ὡς κομψὰ καὶ δριμέα, οἱ δ', ἵν' ἀπ' [4] αὐτῶν περιποιήσωνται. γελοῖον οὖν τὸ οἴεσθαι, ὅτι ἄλλα μέν τις μαθεῖν βούλεται, ἄλλα δὲ μαθήσεται, ἢ λοιπὸν [5] ὅτι προκόψει τις ἐν οἷς οὐ μανθάνει. τὸ δ' ἐξαπατῶν τοὺς πολλοὺς τοῦτ' ἔστιν, ὅπερ καὶ Θεόπομπον τὸν ῥήτορα, ὅπου καὶ Πλάτωνι ἐγκαλεῖ ἐπὶ τῷ βούλεσθαι [6] ἕκαστα ὁρίζεσθαι. τί γὰρ λέγει; 'οὐδεὶς ἡμῶν πρὸ σοῦ ἔλεγεν ἀγαθὸν ἢ δίκαιον; ἢ μὴ παρακολουθοῦντες τί ἐστι τούτων ἕκαστον ἀσήμως καὶ [7] κενῶς ‹ἐ›φθεγγόμεθα τὰς φωνάς;' τίς γάρ σοι λέγει, Θεόπομπε, ὅτι ἐννοίας οὐκ εἴχομεν ἑκάστου τούτων φυσικὰς καὶ προλήψεις; ἀλλ' οὐχ οἷόν τ' ἐφαρμόζειν τὰς προλήψεις ταῖς καταλλήλοις οὐσίαις μὴ διαρθρώσαντα αὐτὰς καὶ αὐτὸ τοῦτο σκεψάμενον, ποίαν τινὰ [8] ἑκάστῃ αὐτῶν οὐσίαν ὑποτακτέον. ἐπεὶ τοιαῦτα λέγε καὶ πρὸς τοὺς ἰατρούς· 'τίς γὰρ ἡμῶν οὐκ ἔλεγεν ὑγιεινόν τι καὶ νοσερόν, πρὶν Ἱπποκράτη γενέσθαι; ἢ κενῶς τὰς [9] φωνὰς ταύτας ἀπηχοῦμεν;' ἔχομεν γάρ τινα καὶ ὑγιεινοῦ πρόληψιν, ἀλλ' ἐφαρμόσαι οὐ δυνάμεθα. διὰ τοῦτο ὁ μὲν λέγει 'ἀνάτεινον', ὁ δὲ λέγει 'δὸς τροφήν'· καὶ ὁ μὲν λέγει 'φλεβοτόμησον', ὁ δὲ λέγει 'σικύασον'. τί τὸ αἴτιον; ἄλλο γε ἢ ὅτι τὴν τοῦ ὑγιεινοῦ πρόληψιν οὐ δύναται καλῶς ἐφαρμόσαι τοῖς ἐπὶ μέρους;
[10] Οὕτως ἔχει καὶ ἐνθάδ' ἐπὶ τῶν κατὰ τὸν βίον. ἀγαθὸν καὶ κακὸν καὶ συμφέρον καὶ ἀσύμφορον τίς ἡμῶν οὐ λαλεῖ; τίς γὰρ ἡμῶν οὐκ ἔχει τούτων ἑκάστου πρόληψιν; [11] ἆρ' οὖν διηρθρωμένην καὶ τελείαν; τοῦτο δεῖξον. 'πῶς δείξω;' ἐφάρμοσον αὐτὴν καλῶς ταῖς ἐπὶ μέρους οὐσίαις. εὐθὺς τοὺς ὅρους Πλάτων μὲν ὑποτάσσει τῇ τοῦ [12] χρησ‹ί›μου προλήψει, σὺ δὲ τῇ τοῦ ἀχρήστου. δυνατὸν οὖν ἐστιν ἀμφοτέρους ὑμᾶς ἐπιτυγχάνειν; πῶς οἷόν τε; τῇ δὲ τοῦ πλούτου οὐσίᾳ οὐχ ὁ μέν τις ἐφαρμόζει τὴν τοῦ ἀγαθοῦ πρόληψιν, ὁ δ' οὔ; τῇ δὲ τῆς ἡδονῆς, τῇ [13] δὲ τῆς ὑγείας; καθόλου γὰρ εἰ πάντες οἱ τὰ ὀνόματα λαλοῦντες μὴ κενῶς ἴσμεν ἕκαστα τούτων καὶ μηδεμιᾶς ἐπιμελείας περὶ τὴν διάρθρωσιν τῶν προλήψεων δεόμεθα, τί διαφερόμεθα, τί πολεμοῦμεν, τί ψέγομεν ἀλλήλους;
[14] Καὶ τί μοι νῦν τὴν πρὸς ἀλλήλους μάχην παραφέρειν καὶ ταύτης μεμνῆσθαι; σὺ αὐτὸς εἰ ἐφαρμόζεις καλῶς [15] τὰς προλήψεις, διὰ τί δυσροεῖς, διὰ τί ἐμποδίζῃ; ἀφῶμεν ἄρτι τὸν δεύτερον τόπον τὸν περὶ τὰς ὁρμὰς καὶ τὴν κατὰ ταύτας περὶ τὸ καθῆκον φιλοτεχνίαν. ἀφῶμεν [16] καὶ τὸν τρίτον τὸν περὶ τὰς συγκαταθέσεις. χαρίζομαί σοι ταῦτα πάντα. στῶμεν ἐπὶ τοῦ πρώτου καὶ σχεδὸν αἰσθητὴν παρέχοντος τὴν ἀπόδειξιν τοῦ μὴ ἐφαρμόζειν [17] καλῶς τὰς προλήψεις. νῦν σὺ θέλεις τὰ δυνατὰ καὶ τὰ σοὶ δυνατά; τί οὖν ἐμποδίζῃ; διὰ τί δυσροεῖς; νῦν οὐ φεύγεις τὰ ἀναγκαῖα; διὰ τί οὖν περιπίπτεις τινί, διὰ τί δυστυχεῖς; διὰ τί θέλοντός σού τι οὐ γίνεται καὶ μὴ [18] θέλοντος γίνεται; ἀπόδειξις γὰρ αὕτη μεγίστη δυσροίας καὶ κακοδαιμονίας. θέλω τι καὶ οὐ γίνεται· καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ; οὐ θέλω τι καὶ γίνεται· καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ;
[19] Τοῦτο καὶ ἡ Μήδεια οὐχ ὑπομείνασα ἦλθεν ἐπὶ τὸ ἀποκτεῖναι τὰ τέκνα. μεγαλοφυῶς κατά γε τοῦτο. εἶχε γὰρ ἣν δεῖ φαντασίαν, οἷόν ἐστι τὸ ἃ θέλει τινὶ μὴ προχωρεῖν.
[20] 'εἶτα οὕτως τιμωρήσομαι τὸν ἀδικήσαντά με καὶ ὑβρίσαντα. καὶ τί ὄφελος τοῦ κακῶς οὕτως διακειμένου; πῶς οὖν γένηται; ἀποκτείνω μὲν τὰ τέκνα. ἀλλὰ καὶ [21] ἐμα‹υ›τὴν τιμωρήσομαι. καὶ τί μοι μέλει;' τοῦτ' ἔστιν ἔκπτωσις ψυχῆς μεγάλα νεῦρα ἐχούσης. οὐ γὰρ ᾔδει, ποῦ κεῖται τὸ ποιεῖν ἃ θέλομεν, ὅτι τοῦτο οὐκ ἔξωθεν δεῖ λαμβάνειν οὐδὲ τὰ πράγματα μετατιθέντα καὶ μεθαρμοζόμενον.
[22] μὴ θέλε τὸν ἄνδρα, καὶ οὐδὲν ὧν θέλεις οὐ γίνεται. μὴ θέλε αὐτὸν ἐξ ἅπαντός σοι συνοικεῖν, μὴ θέλε μένειν ἐν Κορίνθῳ καὶ ἁπλῶς μηδὲν ἄλλο θέλε ἢ ἃ ὁ θεὸς θέλει. καὶ τίς σε κωλύσει, τίς ἀναγκάσει; οὐ μᾶλλον ἢ τὸν Δία.
[23] Ὅταν τοιοῦτον ἔχῃς ἡγεμόνα καὶ τοιούτῳ συνθέλῃς [24] καὶ συνορέγῃ, τί φοβῇ ἔτι μὴ ἀποτύχῃς; χάρισαί σου τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν πενίᾳ καὶ πλούτῳ· ἀποτεύξῃ, περιπεσῇ. ἀλλ' ὑγιείᾳ· δυστυχήσεις· ἀρχαῖς, τιμαῖς, πατρίδι, φίλοις, τέκνοις, ἁπλῶς ἄν τινι τῶν ἀπροαιρέτων.
[25] ἀλλὰ τῷ Διὶ χάρισαι αὐτά‹ς›, τοῖς ἄλλοις θεοῖς· ἐκείνοις παράδος, ἐκεῖνοι κυβερνάτωσαν, μετ' ἐκείνων τετάχθωσαν· [26] καὶ ποῦ ἔτι δυσροήσεις; εἰ δὲ φθονεῖς, ἀταλαίπωρε, καὶ ἐλεεῖς καὶ ζηλοτυπεῖς καὶ τρέμεις καὶ μίαν ἡμέραν οὐ διαλείπεις, ἐν ᾗ οὐ κατακλάεις καὶ σαυτοῦ [27] καὶ τῶν θεῶν, καὶ τί ἔτι λέγεις πεπαιδεῦσθαι; ποίαν παιδείαν, ἄνθρωπε; ὅτι συλλογισμοὺς ἔπραξας, μεταπίπτοντας; οὐ θέλεις ἀπομαθεῖν, εἰ δυνατόν, πάντα ταῦτα καὶ ἄνωθεν ἄρξασθαι συναισθανόμενος ὅτι μέχρι [28] νῦν οὐδ' ἥψω τοῦ πράγματος, καὶ λοιπὸν ἔνθεν ἀρξάμενος προσοικοδομεῖν τὰ ἑξῆς, πῶς μηδὲν ἔσται σοῦ μὴ θέλοντος, ‹θέλοντος› μηδὲν οὐκ ἔσται;
[29] Δότε μοι ἕνα νέον κατὰ ταύτην τὴν ἐπιβολὴν ἐληλυθότα εἰς σχολήν, τούτου τοῦ πράγματος ἀθλητὴν γενόμενον καὶ λέγοντα ὅτι 'ἐμοὶ τὰ μὲν ἄλλα πάντα χαιρέτω, ἀρκεῖ δ' εἰ ἐξέσται ποτὲ ἀπαραποδίστῳ καὶ ἀλύπῳ διαγαγεῖν καὶ ἀνατεῖναι τὸν τράχηλον πρὸς τὰ πράγματα ὡς ἐλεύθερον καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπειν ὡς φίλον τοῦ θεοῦ μηδὲν φοβούμενον τῶν συμβῆναι δυναμένων.' [30] δειξάτω τις ὑμῶν αὐτὸν τοιοῦτον, ἵνα εἴπω· ἔρχου, νεανίσκε, εἰς τὰ σά· σοὶ γὰρ εἵμαρται κοσμῆσαι φιλοσοφίαν, σά ἐστι ταῦτα ‹τὰ› κτήματα, σὰ τὰ βιβλία, σοὶ [31] οἱ λόγοι. εἶθ', ὅταν τοιοῦτον ἐκπονήσῃ καὶ καταθλήσῃ τὸν τόπον, πάλιν ἐλθών μοι εἰπάτω 'ἐγὼ θέλω μὲν καὶ ἀπαθὴς εἶναι καὶ ἀτάραχος, θέλω δ' ὡς εὐσεβὴς καὶ φιλόσοφος καὶ ἐπιμελὴς εἰδέναι τί μοι πρὸς θεούς ἐστι καθῆκον, τί πρὸς γονεῖς, τί πρὸς ἀδελφούς, τί πρὸς τὴν [32] πατρίδα, τί πρὸς ξένους'. ἔρχου καὶ ἐπὶ τὸν δεύτερον [33] τόπον· σός ἐστι καὶ οὗτος. 'ἀλλ' ἤδη καὶ τὸν δεύτερον τόπον ἐκμεμελέτηκα. ἤθελον δ' ἀσφαλῶς καὶ ἀσ‹ε›ί‹ς›τως καὶ οὐ μόνον ἐγρηγορώς, ἀλλὰ καὶ καθεύδων καὶ οἰνωμένος καὶ ἐν μελαγχολίᾳ.' σὺ θεὸς εἶ, ὦ ἄνθρωπε, σὺ μεγάλας ἔχεις ἐπιβολάς.
[34] Οὔ· ἀλλ' 'ἐγὼ θέλω γνῶναι, τί λέγει Χρύσιππος ἐν τοῖς περὶ τοῦ Ψευδομένου'. οὐκ ἀπάγξῃ μετὰ τῆς ἐπιβολῆς ταύτης, τάλας; καὶ τί σοι ὄφελος ἔσται; πενθῶν [35] ἅπαν ἀναγνώσῃ καὶ τρέμων πρὸς ἄλλους ἐρεῖς. οὕτως καὶ ὑμεῖς ποιεῖτε. 'θέλεις ἀναγνῶ σοι, ἀδελφέ;' 'καὶ σὺ ἐμοί.' 'θαυμαστῶς, ἄνθρωπε, γράφεις'· καὶ 'σὺ μεγάλως εἰς τὸν Ξενοφῶντος χαρακτῆρα', 'σὺ εἰς τὸν Πλάτωνος', [36] 'σὺ εἰς τὸν Ἀντισθένους'. εἶτ' ἀλλήλοις ὀνείρους διηγησάμενοι πάλιν ἐπὶ ταὐτὰ ἐπανέρχεσθε· ὡσαύτως ὀρέγεσθε, ὡσαύτως ἐκκλίνετε, ὁμοίως ὁρμᾶτε, ἐπιβάλλεσθε, προ[ς]τίθεσθε, ταὐτὰ εὔχεσθε, περὶ ταὐτὰ σπουδάζετε.
[37] εἶτα οὐδὲ ζητεῖτε τὸν ὑπομνήσοντα ὑμᾶς, ἀλλ' ἄχθεσθε, ἐὰν ἀκούητε τούτων. εἶτα λέγετε 'ἀφιλόστοργος γέρων· ἐξερχομένου μου οὐκ ἔκλαυσεν οὐδ' εἶπεν εἰς οἵαν περίστασιν ἀπέρχῃ μοι, τέκνον· ἂν σωθῇς, ἅψω λύχνους'.
[38] ταῦτ' ἔστι τὰ τοῦ φιλοστόργου; μέγα σοι ἀγαθὸν ἔσται σωθέντι τοιούτῳ καὶ λύχνων ἄξιον. ἀθάνατον γὰρ εἶναί σε δεῖ καὶ ἄνοσον.
[39] Ταύτην οὖν, ὅπερ λέγω, τὴν οἴησιν τὴν τοῦ δοκεῖν εἰδέναι τι τῶν χρησίμων ἀποβάλλοντας ἔρχεσθαι δεῖ πρὸς τὸν λόγον, ὡς πρὸς τὰ γεωμετρικὰ προσάγομεν, [40] ὡ‹ς› πρὸς τὰ μουσικά· εἰ δὲ μή, οὐδ' ἐγγὺς ἐσόμεθα τῷ προκόψαι, κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντάξεις τὰς Χρυσίππου μετὰ τῶν Ἀντιπάτρου καὶ Ἀρχεδήμου διέλθωμεν.
[18]
[1] Πᾶσα ἕξις καὶ δύναμις ὑπὸ τῶν καταλλήλων ἔργων συνέχεται καὶ αὔξεται, ἡ περιπατητικὴ ὑπὸ τοῦ περιπατεῖν, [2] ἡ τροχαστικὴ ὑπὸ τοῦ τρέχειν. ἂν θέλῃς ἀναγνωστικὸς εἶναι, ἀναγίγνωσκε· ἂν γραφικός, γράφε. ὅταν δὲ τριάκοντα ἐφεξῆς ἡμέρας μὴ ἀναγνῷς, ἀλλ' ἄλλο τι [3] πράξῃς, γνώσῃ τὸ γινόμενον. οὕτως κἂν ἀναπέσῃς δέκα ἡμέρας, ἀναστὰς ἐπιχείρησον μακροτέραν ὁδὸν περιπατῆσαι [4] καὶ ὄψει, πῶς σου τὰ σκέλη παραλύεται. καθόλου οὖν εἴ τι ποιεῖν ἐθέλῃς, ἑκτικὸν ποίει αὐτό· εἴ τι μὴ ποιεῖν ἐθέλῃς, μὴ ποίει αὐτό, ἀλλ' ἔθισον ἄλλο τι πράττειν [5] μᾶλλον ἀντ' αὐτοῦ. οὕτως ἔχει καὶ ἐπὶ τῶν ψυχικῶν· ὅταν ὀργισθῇς, γίγνωσκε ὅτι οὐ μόνον σοι τοῦτο γέγονεν κακόν, ἀλλ' ὅτι καὶ τὴν ἕξιν ηὔξησας καὶ ὡς [6] πυρὶ φρύγανα παρέβαλες. ὅταν ἡττηθῇς τινος ἐν συνουσίᾳ, μὴ τὴν μίαν ἧτταν ταύτην λογίζου, ἀλλ' ὅτι καὶ [7] τὴν ἀκρασίαν σου τέτροφας, ἐπηύξησας. ἀδύνατον γὰρ ἀπὸ τῶν καταλλήλων ἔργων μὴ καὶ τὰς ἕξεις καὶ τὰς δυνάμεις τὰς μὲν ἐμφύεσθαι μὴ πρότερον οὔσας, τὰς δ' ἐπιτείνεσθαι καὶ ἰσχυροποιεῖσθαι.
[8] Οὕτως ἀμέλει καὶ τὰ ἀρρωστήματα ὑποφύεσθαι λέγουσιν οἱ φιλόσοφοι. ὅταν γὰρ ἅπαξ ἐπιθυμήσῃς ἀργυρίου, ἂν μὲν προσαχθῇ λόγος εἰς αἴσθησιν ἄξ[ι]ων τοῦ κακοῦ, πέπαυταί τε ἡ ἐπιθυμία καὶ τὸ ἡγεμονικὸν ἡμῶν [9] εἰς τὸ ἐξαρχῆς ἀποκατέστη· ἐὰν δὲ μηδὲν προσαγάγῃς εἰς θεραπείαν, οὐκέτι εἰς ταὐτὰ ἐπάνεισιν, ἀλλὰ πάλιν ἐρεθισθὲν ὑπὸ τῆς καταλλήλου φαντασίας θᾶττον ‹ἢ› πρότερον ἐξήφθη πρὸς τὴν ἐπιθυμίαν. καὶ τούτου συνεχῶς γινομένου τυλοῦται λοιπὸν καὶ τὸ ἀρρώστημα βεβαιοῖ [10] τὴν φιλαργυρίαν. ὁ γὰρ πυρέξας, εἶτα παυσάμενος οὐχ ὁμοίως ἔχει τῷ πρὸ τοῦ πυρέξαι, ἂν μή τι θεραπευθῇ [11] εἰς ἅπαν. τοιοῦτόν τι καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν γίνεται. ἴχνη τινὰ καὶ μώλωπες ἀπολ‹ε›ίπονται ἐν αὐτῇ, οὓς εἰ μή τις ἐξαλείψῃ καλῶς, πάλιν κατὰ τῶν αὐτῶν μαστιγωθεὶς οὐκέτι μώλωπας, ἀλλ' ἕλκη ποιεῖ.
[12] εἰ οὖν θέλεις μὴ εἶναι ὀργίλος, μὴ τρέφε σου τὴν ἕξιν, μηδὲν αὐτῇ παράβαλλε αὐξητικόν. τὴν πρώτην ἡσύχασον [13] καὶ τὰς ἡμέρας ἀρίθμει ἃς οὐκ ὠργίσθης. 'καθ' ἡμέραν εἰώθειν ὀργίζεσθαι, νῦν παρ' ἡμέραν, εἶτα παρὰ δύο, εἶτα παρὰ τρεῖς.' ἂν δὲ καὶ τριάκοντα παραλίπῃς, ἐπίθυσον τῷ θεῷ. ἡ γὰρ ἕξις ἐκλύεται τὴν πρώτην, εἶτα καὶ [14] παντελῶς ἀναιρεῖται. 'σήμερον οὐκ ἐλυπήθην οὐδ' αὔριον οὐδ' ἐφεξῆς διμήνῳ καὶ τριμήνῳ· ἀλλὰ προσέσχον γενομένων τινῶν ἐρεθιστικῶν.' γίγνωσκε ὅτι κομψῶς [15] σοί ἐστιν. 'σήμερον καλὸν ἰδὼν ἢ καλὴν οὐκ εἶπον αὐτὸς ἐμαυτῷ ὅτι 'ὤφελόν τις μετὰ ταύτης ἐκοιμήθη' καὶ 'μακάριος ὁ ἀνὴρ αὐτῆς'· ὁ γὰρ τοῦτ' εἰπὼν 'μακάριος' [16] καὶ 'ὁ μοιχός'· οὐδὲ τὰ ἑξῆς ἀναζωγραφῶ, παροῦσαν [17] αὐτὴν καὶ ἀποδυομένην καὶ παρακατακλινομένην. καταψῶ τὴν κορυφήν μου καὶ λέγω· εὖ, Ἐπίκτητε, κομψὸν σοφισμάτιον ἔλυσας, πολλῷ κομψότερον τοῦ Κυριεύοντος.
[18] ἂν δὲ καὶ βουλομένου τοῦ γυναικαρίου καὶ νεύοντος καὶ προσπέμποντος, ἂν δὲ καὶ ἁπτομένου καὶ συνεγγίζοντος ἀπόσχωμαι καὶ νικήσω, τοῦτο μὲν ἤδη τὸ σόφισμα ὑπὲρ τὸν Ψευδόμενον, ὑπὲρ τὸν Ἡσυχάζοντα. ἐπὶ τούτῳ καὶ μέγα φρονεῖν ἄξιον, οὐκ ἐπὶ τῷ τὸν Κυριεύοντα ἐρωτῆσαι.
[19] Πῶς οὖν γένηται τοῦτο; θέλησον ἀρέσαι αὐτός ποτε σεαυτῷ, θέλησον καλὸς φανῆναι τῷ θεῷ· ἐπιθύμησον καθαρὸς μετὰ καθαροῦ σαυτοῦ γενέσθαι καὶ μετὰ τοῦ [20] θεοῦ. εἶθ' ὅταν προσπίπτῃ σοί τις φαντασία τοιαύτη, Πλάτων μὲν ὅτι ἴθι ἐπὶ τὰς ἀποδιοπομπήσεις, ἴθι ἐπὶ θεῶν ἀποτροπαίων ἱερὰ ἱκέτης· [21] ἀρκεῖ κἂν ἐπὶ τὰς τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν συνουσίας ἀποχωρήσας πρὸς τούτῳ γίνῃ ἀντεξετάζων, ἄν τε τῶν ζώντων τινὰ ἔχῃς ἄν τε τῶν ἀποθανόντων.
[22] ἄπελθε πρὸς Σωκράτη καὶ ἴδε αὐτὸν συγκατακείμενον Ἀλκιβιάδῃ καὶ διαπαίζοντα αὐτοῦ τὴν ὥραν. ἐνθυμήθητι οἵαν νίκην ποτὲ ἔγνω ἐκεῖνος νενικηκότα ἑαυτόν, οἷα Ὀλύμπια, πόστος ἀφ' Ἡρακλέους ἐγένετο· ἵνα τις, νὴ τοὺς θεούς, δικαίως ἀσπάζηται αὐτὸν 'χαῖρε, παράδοξε', οὐχὶ τοὺς σαπροὺς τούτους πύκτας καὶ παγκρατιαστὰς [23] οὐδὲ τοὺς ὁμοίους αὐτοῖς, τοὺς μονομάχους. ταῦτα ἀντιθεὶς νικήσεις τὴν φαντασίαν, οὐχ ἑλκυσθήσῃ ὑπ' αὐτῆς.
[24] τὸ πρῶτον δ' ὑπὸ τῆς ὀξύτητος μὴ συναρπασθῇς, ἀλλ' εἰπὲ 'ἔκδεξαί με μικρόν, φαντασία· ἄφες ἴδω τίς [25] εἶ καὶ περὶ τίνος, ἄφες σε δοκιμάσω.' καὶ τὸ λοιπὸν μὴ ἐφῇς αὐτῇ προάγειν ἀναζωγραφούσῃ τὰ ἑξῆς. εἰ δὲ μή, οἴχεταί σε ἔχουσα ὅπου ἂν θέλῃ. ἀλλὰ μᾶλλον ἄλλην τινὰ ἀντεισάγαγε καλὴν καὶ γενναίαν φαντασίαν καὶ ταύτην [26] τὴν ῥυπαρὰν ἔκβαλε. κἂν ἐθισθῇς οὕτως γυμνάζεσθαι, ὄψει, οἷοι ὦμοι γίνονται, οἷα νεῦρα, οἷοι τόνοι· νῦν δὲ μόνον τὰ λογάρια καὶ πλέον οὐδὲ ἕν.
[27] Οὗτός ἐστιν ὁ ταῖς ἀληθείαις ἀσκητὴς ὁ πρὸς τὰς [28] τοιαύτας φαντασίας γυμνάζων ἑαυτόν. μεῖνον, τάλας, μὴ συναρπασθῇς. μέγας ὁ ἀγών ἐστιν, θεῖον τὸ ἔργον, ὑπὲρ βασιλείας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ εὐροίας, ὑπὲρ [29] ἀταραξίας. τοῦ θεοῦ μέμνησο, ἐκεῖνον ἐπικαλοῦ βοηθὸν καὶ παραστάτην ὡς τοὺς Διοσκόρους ἐν χειμῶνι οἱ πλέοντες. ποῖος γὰρ μείζων χειμὼν ἢ ὁ ἐκ φαντασιῶν ἰσχυρῶν καὶ ἐκκρουστικῶν τοῦ λόγου; αὐτὸς γὰρ ὁ χειμὼν [30] τί ἄλλο ἐστὶν ἢ φαντασία; ἐπεί τοι ἆρον τὸν φόβον τοῦ θανάτου καὶ φέρε ὅσας θέλεις βροντὰς καὶ ἀστραπὰς καὶ γνώσῃ, ὅση γαλήνη ἐστὶν ἐν τῷ ἡγεμονικῷ καὶ [31] εὐδία. ἂν δ' ἅπαξ ἡττηθεὶς εἴπῃς ὅτι ὕστερον νικήσεις, εἶτα πάλιν τὸ αὐτό, ἴσθι ὅτι οὕτως ποθ' ἕξεις κακῶς καὶ ἀσθενῶς, ὥστε μηδ' ἐφιστάνειν ὕστερον ὅτι ἁμαρτάνεις, ἀλλὰ καὶ ἀπολογίας ἄρξῃ πορίζειν ὑπὲρ τοῦ [32] πράγματος· καὶ τότε βεβαιώσεις τὸ τοῦ Ἡσιόδου, ὅτι ἀληθές ἐστιν
αἰεὶ δ' ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
[19]
[1] Ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται· κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ [τὸ] πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι καὶ τῷ [ἀ]δυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν καὶ τῷ [] δυνατὸν εἶναι ὃ οὔτ' ἔστιν ἀληθὲς οὔτ' ἔσται, συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυεῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ μηδὲν εἶναι δυνατόν, [2] ὃ οὔτ' ἔστιν ἀληθὲς οὔτ' ἔσται. λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυεῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτ' ἔστιν ἀληθὲς οὔτ' ἔσται, καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι [3] δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν Ἀντίπατρος. οἱ δὲ τἆλλα δύο, ὅτι δυνατόν τ' ἐστίν, ὃ οὔτ' ἔστιν ἀληθὲς οὔτ' ἔσται, καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν [4] ἐστιν, δυνατῷ δ' ἀδύνατον ἀκολουθεῖ. τὰ τρία δ' ἐκεῖνα τηρῆσαι ἀμήχανον διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην.
[5] Ἂν οὖν τίς μου πύθηται 'σὺ δὲ ποῖα αὐτῶν τηρεῖς;' ἀποκρινοῦμαι πρὸς αὐτὸν ὅτι οὐκ οἶδα· παρείληφα δ' ἱστορίαν τοιαύτην, ὅτι Διόδωρος μὲν ἐκεῖνα ἐτήρει, οἱ δὲ περὶ Πανθοίδην οἶμαι καὶ Κλεάνθην τὰ ἄλλα, οἱ δὲ [6] περὶ Χρύσιππον τὰ ἄλλα. 'σὺ οὖν τί;' οὐδὲ γέγονα πρὸς τούτῳ, τῷ βασανίσαι τὴν ἐμαυτοῦ φαντασίαν καὶ συγκρῖναι τὰ λεγόμενα καὶ δόγμα τι ἐμαυτοῦ ποιήσασθαι κατὰ τὸν τόπον. διὰ τοῦτο οὐδὲν διαφέρω τοῦ γραμματικοῦ.
[7] 'τίς ἦν ὁ τοῦ Ἕκτορος πατήρ;' 'Πρίαμος.' 'τίνες ἀδελφοί;' 'Ἀλέξανδρος καὶ Δηίφοβος.' 'μήτηρ δ' αὐτῶν τίς;' 'Ἑκάβη. παρείληφα ταύτην τὴν ἱστορίαν.' 'παρὰ τίνος;' 'παρ' Ὁμήρου. γράφει δὲ περὶ τῶν αὐτῶν δοκῶ [8] καὶ Ἑλλάνικος καὶ εἴ τις ἄλλος τοιοῦτος.' κἀγὼ περὶ τοῦ Κυριεύοντος τί ἄλλο ἔχω ἀνωτέρω; ἀλλ' ἂν ὦ κενός, μάλιστα ἐπὶ συμποσίῳ καταπλήσσομαι τοὺς παρόντας [9] ἐξαριθμούμενος τοὺς γεγραφότας. 'γέγραφεν δὲ καὶ Χρύσιππος θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν. καὶ Κλεάνθης δ' ἰδίᾳ γέγραφεν περὶ τούτου καὶ Ἀρχέδημος. γέγραφεν δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δ' ἐν τοῖς περὶ Δυνατῶν, ἀλλὰ καὶ κατ' ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύοντος.
[10] οὐκ ἀνέγνωκας τὴν σύνταξιν;' 'οὐκ ἀνέγνωκα.' 'ἀνάγνωθι.' καὶ τί ὠφεληθήσεται; φλυαρότερος ἔσται καὶ ἀκαιρότερος ἢ νῦν ἐστιν. σοὶ γὰρ τί ἄλλο προσγέγονεν ἀναγνόντι; ποῖον δόγμα πεποίησαι κατὰ τὸν τόπον; ἀλλ' ἐρεῖς ἡμῖν Ἑλένην καὶ Πρίαμον καὶ τὴν τῆς Καλυψοῦς νῆσον τὴν οὔτε γενομένην οὔτ' ἐσομένην.
[11] Καὶ ἐνταῦθα μὲν οὐδὲν μέγα τῆς ἱστορίας κρατεῖν, ἴδιον δὲ δόγμα μηδὲν πεποιῆσθαι. ἐπὶ τῶν ἠθικῶν δὲ [12] πάσχομεν αὐτὸ πολὺ μᾶλλον ἢ ἐπὶ τούτων. 'εἰπέ μοι περὶ ἀγαθῶν καὶ κακῶν.' 'ἄκουε·
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.[13] τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δ' ἀδιάφορα. ἀγαθὰ μὲν οὖν αἱ ἀρεταὶ καὶ τὰ μετέχοντα αὐτῶν, κακὰ δὲ κακίαι καὶ τὰ μετέχοντα κακίας, ἀδιάφορα δὲ τὰ μεταξὺ τούτων, πλοῦτος, ὑγίεια, ζωή, θάνατος, ἡδονή, πόνος.' [14] 'πόθεν οἶδας;' 'Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς.' τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι Διογένης ἐν τῇ Ἠθικῇ ἢ Χρύσιππος ἢ Κλεάνθης; βεβασάνικας οὖν τι αὐτῶν [15] καὶ δόγμα σεαυτοῦ πεποίησαι; δείκνυε πῶς εἴωθας ἐν πλοίῳ χειμάζεσθαι. μέμνησαι ταύτης τῆς διαιρέσεως, ὅταν ψοφήσῃ τὸ ἱστίον καὶ ἀνακραυγάσαντί σοι κακόσχολός ‹πως› παραστὰς εἴπῃ 'λέγε μοι τοὺς θεούς σοι ἃ πρῴην ἔλεγες· μή τι κακία[ς] ἐστὶ τὸ ναυαγῆσαι, μή τι [16] κακίας μετέχον;' οὐκ ἄρας ξύλον ἐνσείσεις αὐτῷ; 'τί ἡμῖν καὶ σοί, ἄνθρωπε; ἀπολλύμεθα καὶ σὺ ἐλθὼν παίζεις.' [17] ἂν δέ σε ‹ὁ› Καῖσαρ μεταπέμψηται κατηγορούμενον, μέμνησαι τῆς διαιρέσεως, ἄν τίς σοι εἰσιόντι καὶ ὠχριῶντι ἅμα καὶ τρέμοντι προσελθὼν εἴπῃ 'τί τρέμεις, ἄνθρωπε; περὶ τίνων σοί ἐστιν ὁ λόγος; μή τι ἔσω ὁ Καῖσαρ ἀρετὴν καὶ κακίαν τοῖς εἰσερχομένοις δίδωσι;' [18] 'τί μοι ἐμπαίζεις καὶ σὺ πρὸς τοῖς ἐμοῖς κακοῖς;' 'ὅμως, φιλόσοφε, εἰπέ μοι, τί τρέμεις; οὐχὶ θάνατός ἐστι τὸ κινδυνευόμενον ἢ δεσμωτήριον ἢ πόνος τοῦ σώματος ἢ φυγὴ ἢ ἀδοξία; τί γὰρ ἄλλο; μή τι κακία, μή τι μέτοχον [19] κακίας; σὺ οὖν τίνα ταῦτα ἔλεγες;' 'τί ἐμοὶ καὶ σοί, ἄνθρωπε; ἀρκεῖ ἐμοὶ τὰ ἐμὰ κακά.' καὶ καλῶς λέγεις. ἀρκεῖ γάρ σοι τὰ σὰ κακά, ἡ ἀγέννεια, ἡ δειλία, ἡ ἀλαζονεία, ἣν ἠλαζονεύου ἐν τῇ σχολῇ καθήμενος. τί τοῖς ἀλλοτρίοις ἐκαλλωπίζου; τί Στωικὸν ἔλεγες σεαυτόν;
[20] Τηρεῖτε οὕτως ἑαυτοὺς ἐν οἷς ἐπράσσετε καὶ εὑρήσετε τίνος ἔσθ' αἱρέσεως. τοὺς πλείστους ὑμῶν Ἐπικουρείους εὑρήσετε, ὀλίγους τινὰς Περιπατητικοὺς καὶ [21] τούτους ἐκλελυμένους. ποῦ γὰρ ἵν' ὑμεῖς τὴν ἀρετὴν πᾶσιν τοῖς ἄλλοις ἴσην ἢ καὶ κρείττονα ἔργῳ ὑπολάβητε; [22] Στωικὸν δὲ δείξατέ μοι, εἴ τινα ἔχητε. ποῦ ἢ πῶς; ἀλλὰ τὰ λογάρια τὰ Στωικὰ λέγοντας μυρίους. τὰ γὰρ Ἐπικούρεια αὐτοὶ οὗτοι χεῖρον λέγουσι; τὰ γὰρ Περιπατητικὰ [23] οὐ καὶ αὐτὰ ὁμοίως ἀκριβοῦσιν; τίς οὖν ἐστι Στωικός; ὡς λέγομεν ἀνδριάντα Φειδιακὸν τὸν τετυπωμένον κατὰ τὴν τέχνην τὴν Φειδίου, οὕτως τινά μοι δείξατε [24] κατὰ τὰ δόγματα ἃ λαλεῖ τετυπωμένον. δείξατέ μοί τινα νοσοῦντα καὶ εὐτυχοῦντα, κινδυνεύοντα καὶ εὐτυχοῦντα, ἀποθνῄσκοντα καὶ εὐτυχοῦντα, πεφυγαδευμένον καὶ εὐτυχοῦντα, ἀδοξοῦντα καὶ εὐτυχοῦντα. δείξατ'· [25] ἐπιθυμῶ τινα νὴ τοὺς θεοὺς ἰδεῖν Στωικόν. ἀλλ' οὐκ ἔχετε τὸν τετυπωμένον δεῖξαι· τόν γε τυπούμενον δείξατε, τὸν ἐπὶ ταῦτα κεκλικότα. εὐεργετήσατέ με· μὴ φθονήσητε ἀνθρώπῳ γέροντι ἰδεῖν θέαμα, ὃ μέχρι νῦν [26] οὐκ εἶδον. οἴεσθε ὅτι τὸν Δία τὸν Φειδίου δείξετε ἢ τὴν Ἀθηνᾶν, ἐλεφάντινον καὶ χρυσοῦν κατασκεύασμα. ψυχὴν δειξάτω τις ὑμῶν ἀνθρώπου θέλοντος ὁμογνωμονῆσαι τῷ θεῷ καὶ μηκέτι μήτε θεὸν μήτ' ἄνθρωπον μέμφεσθαι, μὴ ἀποτυχεῖν τινος, μὴ περιπεσεῖν τινι, μὴ ὀργισθῆναι, μὴ φθονῆσαι, μὴ ζηλοτυπῆσαι (τί γὰρ δεῖ [27] περιπλέκειν;), θεὸν ἐξ ἀνθρώπου ἐπιθυμοῦντα γενέσθαι καὶ ἐν τῷ σωματίῳ τούτῳ τῷ νεκρῷ περὶ τῆς πρὸς τὸν Δία κοινωνίας βουλευόμενον. δείξατε. ἀλλὰ οὐκ ἔχετε.
[28] τί οὖν αὑτοῖς ἐμπαίζετε καὶ τοὺς ἄλλους κυβεύετε; καὶ περιθέμενοι σχῆμα ἀλλότριον περιπατεῖτε κλέπται καὶ λωποδύται τούτων τῶν οὐδὲν προσηκόντων ὀνομάτων καὶ πραγμάτων;
[29] Καὶ νῦν ἐγὼ μὲν παιδευτής εἰμι ὑμέτερος, ὑμεῖς δὲ παρ' ἐμοὶ παιδεύεσθε. κἀγὼ μὲν ἔχω ταύτην ‹τὴν› ἐπιβολήν, ἀποτελέσαι ὑμᾶς ἀκωλύτους, ἀναναγκάστους, ἀπαραποδίστους, ἐλευθέρους, εὐροοῦντας, εὐδαιμονοῦντας, εἰς τὸν θεὸν ἀφορῶντας ἐν παντὶ καὶ μικρῷ καὶ μεγάλῳ· ὑμεῖς δὲ ταῦτα μαθησόμενοι καὶ μελετήσοντες [30] πάρεστε. διὰ τί οὖν οὐκ ἀνύετε τὸ ἔργον, εἰ καὶ ὑμεῖς ἔχετ' ἐπιβολὴν οἵαν δεῖ κἀγὼ πρὸς τῇ ἐπιβολῇ καὶ παρασκευὴν [31] οἵαν δεῖ; τί τὸ λεῖπόν ἐστιν; ὅταν ἴδω τέκτονα, ὅτῳ ὕλη πάρεστιν παρακειμένη, ἐκδέχομαι τὸ ἔργον. καὶ ἐνθάδε τοίνυν ὁ τέκτων ἐστίν, ἡ ὕλη ἐστίν· τί ἡμῖν λείπει; [32] οὐκ ἔστι διδακτὸν τὸ πρᾶγμα; διδακτόν. οὐκ ἔστιν οὖν ἐφ' ἡμῖν; μόνον μὲν οὖν τῶν ἄλλων πάντων. οὔτε πλοῦτός ἐστιν ἐφ' ἡμῖν οὔθ' ὑγίεια οὔτε δόξα οὔτε ἄλλο τι ἁπλῶς πλὴν ὀρθὴ χρῆσις φαντασιῶν. τοῦτο ἀκώλυτον [33] φύσει μόνον, τοῦτο ἀνεμπόδιστον. διὰ τί οὖν οὐκ ἀνύετε; εἴπατέ μοι τὴν αἰτίαν. ἢ γὰρ παρ' ἐμὲ γίνεται ἢ παρ' ὑμᾶς ἢ παρὰ τὴν φύσιν τοῦ πράγματος. αὐτὸ τὸ πρᾶγμα ἐνδεχόμενον καὶ μόνον ἐφ' ἡμῖν. λοιπὸν οὖν ἢ παρ' ἐμέ ἐστιν ἢ παρ' ὑμᾶς ἤ, ὅπερ ἀληθέστερον, παρ' ἀμφοτέρους.
[34] τί οὖν; θέλετε ἀρξώμεθά ποτε τοιαύτην ἐπιβολὴν κομίζειν ἐνταῦθα; τὰ μέχρι νῦν ἀφῶμεν. ἀρξώμεθα μόνον, πιστεύσατέ μοι, καὶ ὄψεσθε.
[20]
[1] Τοῖς ὑγιέσι καὶ ἐναργέσιν ἐξ ἀνάγκης καὶ οἱ ἀντιλέγοντες προσχρῶνται. καὶ σχεδὸν τοῦτο μέγιστον ἄν τις ποιήσαιτο τεκμήριον τοῦ ἐναργές τι εἶναι, τὸ ἐπάναγκες εὑρίσκεσθαι καὶ τῷ ἀντιλέγοντι συγχρήσασθαι αὐτῷ· [2] οἷον εἴ τις ἀντιλέγοι τῷ εἶναί τι καθολικὸν ἀληθές, δῆλον ὅτι τὴν ἐναντίαν ἀπόφασιν οὗτος ὀφείλει ποιήσασθαι· οὐδέν ἐστι καθολικὸν ἀληθές. ἀνδρά[3]ποδον, οὐδὲ τοῦτο. τί γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ οἷον εἴ [4] τι ἔστι καθολικόν, ψεῦδός ἐστιν; πάλιν ἄν τις παρελθὼν λέγῃ 'γίγνωσκε, ὅτι οὐδέν ἐστι γνωστόν, ἀλλὰ πάντα ἀτέκμαρτα' ἢ ἄλλος ὅτι 'πίστευσόν μοι καὶ ὠφεληθήσῃ· οὐδὲν δεῖ ἀνθρώπῳ πιστεύειν' ἢ πάλιν ἄλλος 'μάθε παρ' ἐμοῦ, ἄνθρωπε, ὅτι οὐδὲν ἐνδέχεται μαθεῖν· [5] ἐγώ σοι λέγω τοῦτο καὶ διδάξω σε, ἐὰν θέλῃς'· τίνι οὖν τούτων διαφέρουσιν οὗτοι ‑ τίνες ποτέ; ‑ οἱ Ἀκαδημαικοὺς αὑτοὺς λέγοντες; 'ὦ ἄνθρωποι, συγκατάθεσθε ὅτι οὐδεὶς συγκατατίθεται· πιστεύσατε ἡμῖν ὅτι οὐδεὶς πιστεύει οὐδενί.'
[6] Οὕτως καὶ Ἐπίκουρος, ὅταν ἀναιρεῖν θέλῃ τὴν φυσικὴν κοινωνίαν ἀνθρώποις πρὸς ἀλλήλους, αὐτῷ τῷ [7] ἀναιρουμένῳ συγχρῆται. τί γὰρ λέγει; 'μὴ ἐξαπατᾶσθε, ἄνθρωποι, μηδὲ παράγεσθε μηδὲ διαπίπτετε· οὐκ ἔστι φυσικὴ κοινωνία τοῖς λογικοῖς πρὸς ἀλλήλους· πιστεύσατέ μοι. οἱ δὲ τὰ ἕτερα λέγοντες ἐξαπατῶσιν ὑμᾶς καὶ παραλογίζονται.' [8] τί οὖν σοι μέλει; ἄφες ἡμᾶς ἐξαπατηθῆναι. μή τι χεῖρον ἀπαλλάξεις, ἂν πάντες οἱ ἄλλοι πεισθῶμεν, ὅτι φυσική ἐστιν ἡμῖν κοινωνία πρὸς ἀλλήλους καὶ ταύτην δεῖ παντὶ τρόπῳ φυλάσσειν; καὶ πολὺ κρεῖσσον [9] καὶ ἀσφαλέστερον. ἄνθρωπε, τί ὑπὲρ ἡμῶν φροντίζεις, τί δι' ἡμᾶς ἀγρυπνεῖς, τί λύχνον ἅπτεις, τί ἐπανίστασαι, τί τηλικαῦτα βιβλία συγγράφεις; μή τις ἡμῶν ἐξαπατηθῇ περὶ θεῶν ὡς ἐπιμελουμένων ἀνθρώπων ἢ μή τις [10] ἄλλην οὐσίαν ὑπολάβῃ τοῦ ἀγαθοῦ ἢ ἡδονήν; εἰ γὰρ οὕτως ταῦτα ἔχει, βαλὼν κάθευδε καὶ τὰ τοῦ σκώληκος ποίει, ὧν ἄξιον ἔκρινας σεαυτόν· ἔσθιε καὶ πῖνε καὶ [11] συνουσίαζε καὶ ἀφόδευε καὶ ῥέγκε. τί δὲ σοὶ μέλει, πῶς οἱ ἄλλοι ὑπολήψονται περὶ τούτων, πότερον ὑγιῶς ἢ οὐχ ὑγιῶς; τί γὰρ σοὶ καὶ ἡμῖν; τῶν γὰρ προβάτων σοι μέλει, ὅτι παρέχει ἡμῖν αὑτὰ καρησόμενα καὶ ἀμελχθησόμενα [12] καὶ τὸ τελευταῖον κατακοπησόμενα; οὐχὶ δ' εὐκταῖον ἦν, εἰ ἐδύναντο οἱ ἄνθρωποι κατακηληθέντες καὶ ἐπᾳσθέντες ὑπὸ τῶν Στωικῶν ἀπονυστάζειν καὶ παρέχειν σοι καὶ τοῖς ὁμοίοις καρησομένους καὶ ἀμελχθησομένους [13] ἑαυτούς; πρὸς γὰρ τοὺς Συνεπικουρείους ἔδει σε ταῦτα λέγειν, οὐχὶ δὲ πρὸς ἐκείνους †ἀποκρύπτεσθαι, πολὺ μάλιστ' ἐκείνους πρὸ πάντων ἀναπείθειν, ὅτι φύσει κοινωνικοὶ γεγόναμεν, ὅτι ἀγαθὸν ἡ ἐγκράτεια, ἵνα [14] σοι πάντα τηρῆται; ἢ πρός τινας μὲν δεῖ φυλάττειν ταύτην τὴν κοινωνίαν, πρός τινας δ' οὔ; πρὸς τίνας οὖν δεῖ τηρεῖν; πρὸς τοὺς ἀντιτηροῦντας ἢ πρὸς τοὺς παραβατικῶς αὐτῆς ἔχοντας; καὶ τίνες παραβατικώτερον αὐτῆς ἔχουσιν ὑμῶν τῶν ταῦτα διειληφότων;
[15] Τί οὖν ἦν τὸ ἐγεῖρον αὐτὸν ἐκ τῶν ὕπνων καὶ ἀναγκάζον γράφειν ἃ ἔγραφεν; τί γὰρ ἄλλο ἢ τὸ πάντων τῶν ἐν ἀνθρώποις ἰσχυρότατον, ἡ φύσις ἕλκουσα ἐπὶ [16] τὸ αὑτῆς βούλημα ἄκοντα καὶ στένοντα; 'ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα, γράψον αὐτὰ καὶ ἄλλοις ἀπόλιπε καὶ ἀγρύπνησον δι' αὐτὰ καὶ αὐτὸς ἔργῳ κατήγορος [17] γενοῦ τῶν σαυτοῦ δογμάτων.' εἶτα Ὀρέστην μὲν ὑπὸ Ἐρινύων ἐλαυνόμενον φῶμεν ἐκ τῶν ὕπνων ἐξεγείρεσθαι· τούτῳ δ' οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποιναί; ἐξήγειρον καθεύδοντα καὶ οὐκ εἴων ἠρεμεῖν, ἀλλ' ἠνάγκαζον ἐξαγγέλλειν τὰ αὑτοῦ κακὰ ὥσπερ τοὺς Γάλλους [18] ἡ μανία καὶ ὁ οἶνος. οὕτως ἰσχυρόν τι καὶ ἀνίκητόν ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη. πῶς γὰρ δύναται ἄμπελος μὴ ἀμπελικῶς κινεῖσθαι, ἀλλ' ἐλαικῶς, ἢ ἐλαία πάλιν μὴ ἐλαικῶς, ἀλλ' ἀμπελικῶς; ἀμήχανον, ἀδιανόητον.
[19] οὐ τοίνυν οὐδ' ἄνθρωπον οἷόν τε παντελῶς ἀπολέσαι τὰς κινήσεις τὰς ἀνθρωπικὰς καὶ οἱ ἀποκοπτόμενοι τάς γε προθυμίας τὰς τῶν ἀνδρῶν ἀποκόψασθαι οὐ [20] δύνανται. οὕτως καὶ Ἐπίκουρος τὰ μὲν ἀνδρὸς πάντ' ἀπεκόψατο καὶ τὰ οἰκοδεσπότου καὶ πολίτου καὶ φίλου, τὰς δὲ προθυμίας τὰς ἀνθρωπικὰς οὐκ ἀπεκόψατο· οὐ γὰρ ἠδύνατο, οὐ μᾶλλον ἢ οἱ ἀταλαίπωροι Ἀκαδημαικοὶ τὰς αἰσθήσεις τὰς αὑτῶν ἀποβαλεῖν ἢ ἀποτυφλῶσαι δύνανται καίτοι τοῦτο μάλιστα πάντων ἐσπουδακότες.
[21] †Τίς ἢ ἀτυχίας; λαβών τις παρὰ τῆς φύσεως μέτρα καὶ κανόνας εἰς ἐπίγνωσιν τῆς ἀληθείας οὐ προσφιλοτεχνεῖ τούτοις προσθεῖναι καὶ προσεξεργάσασθαι τὰ λ‹ε›ίποντα, ἀλλὰ πᾶν τοὐναντίον, εἴ τι καὶ ἔχει γνωριστικὸν [22] τῆς ἀληθείας, ἐξαιρεῖν πειρᾶται καὶ ἀπολλύειν. τί λέγεις, φιλόσοφε; τὸ εὐσεβὲς καὶ τὸ ὅσιον ποῖόν τί σοι φαίνεται; 'ἂν θέλῃς, κατασκευάσω ὅτι ἀγαθόν.' ναὶ κατασκεύασον, ἵν' οἱ πολῖται ἡμῶν ἐπιστραφέντες τιμῶσι τὸ θεῖον καὶ παύσωνταί ποτε ῥᾳθυμοῦντες περὶ τὰ μέγιστα. 'ἔχεις οὖν τὰς κατασκευάς;' ἔχω καὶ χάριν [23] οἶδα. 'ἐπεὶ οὖν ταῦτά σοι λίαν ἀρέσκει, λάβε τὰ ἐναντία· ὅτι ‹θεοὶ› οὔτ' εἰσίν, εἴ τε καὶ εἰσίν, οὐκ ἐπιμελοῦνται ἀνθρώπων οὐδὲ κοινόν τι ἡμῖν ἐστι πρὸς αὐτοὺς τό τ' εὐσεβὲς τοῦτο καὶ ὅσιον παρὰ τοῖς πολλοῖς ἀνθρώποις λαλούμενον κατάψευσμά ἐστιν ἀλαζόνων ἀνθρώπων καὶ σοφιστῶν ἢ νὴ Δία νομοθετῶν εἰς φόβον καὶ ἐπίσχεσιν τῶν [24] ἀδικούντων.' εὖ, φιλόσοφε· ὠφέλησας ἡμῶν τοὺς πολίτας, ἀνεκτήσω τοὺς νέους ῥέποντας ἤδη πρὸς καταφρόνησιν [25] τῶν θείων. 'τί οὖν; οὐκ ἀρέσκει σοι ταῦτα; λάβε νῦν, πῶς ἡ δικαιοσύνη οὐδέν ἐστιν, πῶς ἡ αἰδὼς μωρία ἐστίν, πῶς πατὴρ οὐδέν ἐστιν, [26] πῶς ὁ υἱὸς οὐδέν ἐστιν.' εὖ, φιλόσοφε· ἐπίμενε, πεῖθε τοὺς νέους, ἵνα πλείονας ἔχωμεν ταὐτά σοι πεπονθότας καὶ λέγοντας. ἐκ τούτων τῶν λόγων ηὐξήθησαν ἡμῖν αἱ εὐν‹ομ›ούμεναι πόλεις, Λακεδαίμων διὰ τούτους τοὺς λόγους ἐγένετο, Λυκοῦργος ταῦτα τὰ πείσματα ἐνεποίησεν αὐτοῖς διὰ τῶν νόμων αὐτοῦ καὶ τῆς παιδείας, ὅτι οὔτε τὸ δουλεύειν αἰσχρόν ἐστι μᾶλλον ἢ καλὸν οὔτε τὸ ἐλευθέρους εἶναι καλὸν μᾶλλον ἢ αἰσχρόν, οἱ ἐν Θερμοπύλαις ἀποθανόντες διὰ ταῦτα τὰ δόγματα ἀπέθανον, Ἀθηναῖοι δὲ τὴν πόλιν διὰ ποίους ἄλλους λόγους ἀπέλιπον; [27] εἶτα οἱ λέγοντες ταῦτα γαμοῦσι καὶ παιδοποιοῦνται καὶ πολιτεύονται καὶ ἱερεῖς καθιστᾶσιν αὑτοὺς καὶ προφήτας. τίνων; τῶν οὐκ ὄντων· καὶ τὴν Πυθίαν ἀνακρίνουσιν αὐτοί, ἵνα τὰ ψευδῆ πύθωνται, καὶ ἄλλοις τοὺς χρησμοὺς ἐξηγοῦνται. ὦ μεγάλης ἀναισχυντίας καὶ γοητείας.
[28] Ἄνθρωπε, τί ποιεῖς; αὐτὸς σεαυτὸν ἐξελέγχεις καθ' ἡμέραν καὶ οὐ θέλεις ἀφεῖναι τὰ ψυχρὰ ταῦτα ἐπιχειρήματα; ἐσθίων ποῦ φέρεις τὴν χεῖρα; εἰς τὸ στόμα ἢ εἰς τὸν ὀφθαλμόν; λουόμενος ποῦ ἐμβαίνεις; πότε τὴν χύτραν [29] εἶπες λο[υ]πάδα ἢ τὴν τορύνην ὀβελίσκον; εἴ τινος αὐτῶν δοῦλος ἤμην, εἰ καὶ ἔδει με καθ' ἡμέραν ὑπ' αὐτοῦ ἐκδέρεσθαι, ἐγὼ ἂν αὐτὸν ἐστρέβλουν. 'βάλε ἐλάδιον, παιδάριον, εἰς τὸ βαλανεῖον.' ἔβαλον ἂν γάριον καὶ ἀπελθὼν κατὰ τῆς κεφαλῆς αὐτοῦ κατέχεον. 'τί τοῦτο;' 'φαντασία μοι ἐγένετο ἐλαίου ἀδιάκριτος, ὁμοιοτάτη, [30] νὴ τὴν σὴν τύχην.' 'δὸς ὧδε τὴν πτισάνην.' ἤνεγκα ἂν αὐτῷ γεμίσας παροψίδα ὀξογάρου. 'οὐκ ᾔτησα τὴν πτισάνην;' 'ναὶ κύριε· τοῦτο πτισάνη ἐστίν.' 'τοῦτο οὐκ ἔστιν ὀξόγαρον;' 'τί μᾶλλον ἢ πτισάνη;' 'λάβε καὶ ὀσφράνθητι, λάβε καὶ γεῦσαι.' 'πόθεν οὖν οἶδας, εἰ αἱ αἰσθήσεις [31] ἡμᾶς ψεύδονται;' τρεῖς, τέσσαρας τῶν συνδούλων ‹εἰ› ἔσχον ὁμονοοῦντας, ἀπάγξασθαι ἂν αὐτὸν ἐποίησα ῥηγνύμενον ἢ μεταθέσθαι. νῦν δ' ἐντρυφῶσιν ἡμῖν τοῖς μὲν παρὰ τῆς φύσεως διδομένοις πᾶσι χρώμενοι, λόγῳ δ' αὐτὰ ἀναιροῦντες.
[32] Εὐχάριστοί γ' ἄνθρωποι καὶ αἰδήμονες. εἰ μηδὲν ἄλλο καθ' ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν ὅτι 'οὐκ οἴδαμεν, εἰ ἔστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων'· [33] ἵνα μὴ λέγω, ὅτι νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἄστρων καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρ' ἀνθρώπων συνεργ[ε]ίας ὑπ' οὐδενὸς τούτων οὐδὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξεμέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυμνάσαντες [34] ἀπελθεῖν εἰς βαλανεῖον. τί δ' ἐροῦσι καὶ περὶ τίνων ἢ πρὸς τίνας καὶ τί ἔσται αὐτοῖς ἐκ τῶν λόγων τούτων, οὐδὲ κατὰ βραχὺ πεφροντίκασι· μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι ὑπ' αὐτῶν ἢ καὶ παθὼν πάντ' ἀπολέσῃ τὰ τῆς εὐγενείας σπέρματα· [35] μή τινι μοιχεύοντι ἀφορμὰς παράσχωμεν τοῦ ἀπαναισχυντῆσαι πρὸς τὰ γινόμενα· μή τις τῶν νοσφιζομένων τὰ δημόσια εὑρεσιλογίας τινὸς ἐπιλάβηται ἀπὸ τῶν λόγων τούτων· μή τις τῶν αὑτοῦ γονέων ἀμελῶν θράσος τι καὶ ἀπὸ τούτων προσλάβῃ. τί οὖν κατὰ σὲ ἀγαθὸν ἢ [36] κακόν, ‹αἰσχρὸν› ἢ καλόν; ταῦτα ἢ ταῦτα; τί οὖν; ἔτι τούτων τις ἀντιλέγει τινὶ ἢ λόγον δίδωσιν ἢ λαμβάνει [37] ἢ μεταπείθειν πειρᾶται; πολὺ νὴ Δία μᾶλλον τοὺς κιναίδους ἐλπίσαι τις ἂν μεταπείσειν ἢ τοὺς ἐπὶ τοσοῦτον ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους.
[21]
[1] Τῶν περὶ αὑτοὺς κακῶν τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν ἄνθρωποι, τὰ δ' οὐ ῥᾳδίως. οὐδεὶς οὖν ὁμολογήσει ὅτι ἄφρων ἐστὶν ἢ ἀνόητος, ἀλλὰ πᾶν τοὐναντίον πάντων ἀκούσεις λεγόντων 'ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ [2] τύχην εἶχον'. δειλοὺς δὲ ῥᾳδίως ἑαυτοὺς ὁμολογοῦσι καὶ λέγουσιν 'ἐγὼ δειλότερός εἰμι, ὁμολογῶ· τὰ δ' ἄλλ' [3] οὐχ εὑρήσεις με μωρὸν ἄνθρωπον'. ἀκρατῆ οὐ ῥᾳδίως ὁμολογήσει τις, ἄδικον οὐδ' ὅλως, φθονερὸν οὐ πάνυ ἢ [4] περίεργον, ἐλεήμονα οἱ πλεῖστοι. τί οὖν τὸ αἴτιον; τὸ μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, ἄλλοις δ' ἄλλα αἴτια καὶ σχεδὸν ὅσα ἂν αἰσχρὰ φαντάζωνται, ταῦτα οὐ πάνυ ὁμολογοῦσι· [5] τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ τὸ ἐλεήμονα, τὸ δ' ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου· καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσίενται.
[6] ἐπὶ δὲ τῶν πλείστων ἁμαρτημάτων κατὰ τοῦτο μάλιστα φέρονται ἐπὶ τὸ ὁμολογεῖν αὐτά, ὅτι φαντάζονταί τι ἐν αὐτοῖς εἶναι ἀκούσιον καθάπερ ἐν τῷ δειλῷ [7] καὶ ἐλεήμονι. κἂν ἀκρατῆ που παρομολογῇ τις αὑτόν, ἔρωτα προσέθηκεν, ὥστε συγγνωσθῆναι ὡς ἐπ' ἀκουσίῳ. τὸ δ' ἄδικον οὐδαμῶς φαντάζονται ἀκούσιον. ἔνι τι καὶ τῷ ζηλοτύπῳ, ὡς οἴονται, τοῦ ἀκουσίου· διὰ τοῦτο καὶ περὶ τούτου παρομολογοῦσιν.
[8] Ἐν οὖν τοιούτοις ἀνθρώποις ἀναστρεφόμενον, οὕτως τεταραγμένοις, οὕτως οὐκ εἰδόσιν οὔθ' ὅ τι λέγουσιν οὔθ' ὅ τι ἔχουσιν κακὸν ἢ ‹εἰ› ἔχουσιν ἢ παρὰ τί ἔχουσιν ἢ πῶς παύσονται αὐτῶν, καὶ αὐτὸν οἶμαι ἐφιστάνειν [9] ἄξιον συνεχὲς 'μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων; τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ; πῶς ἐμαυτῷ χρῶμαι; μή τι καὶ αὐτὸς ὡς φρονίμῳ, μή τι καὶ αὐτὸς ὡς ἐγκρατεῖ; μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα, ὅτι εἰς τὸ ἐπιὸν [10] πεπαίδευμαι; ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα, ὅτι οὐδὲν οἶδα; ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος; ἢ καὶ αὐτὸς κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων, ἃ πρότερον οὐκ ἐνόουν, ἂν δ' οὕτως τύχῃ, καὶ ἄλλοις ἐξηγησόμενος;' [11] ἄνθρωπ', ἐν οἴκῳ διαπεπύκτευκας τῷ δουλαρίῳ, τὴν οἰκίαν ἀνάστατον πεποίηκας, τοὺς γείτονας συντετάραχας· καὶ ἔρχῃ μοι καταστολὰς ποιήσας ὡς σοφὸς καὶ καθήμενος κρίνεις, πῶς ἐξηγησάμην τὴν λέξιν, πῶς [12] τί ποτ' ἐφλυάρησα τὰ ἐπελθόντα μοι; φθονῶν ἐλήλυθας, τεταπεινωμένος, ὅτι σοι ἐξ οἴκου φέρεται οὐδέν, καὶ κάθῃ μεταξὺ λεγομένων τῶν λόγων αὐτὸς οὐδὲν ἄλλο ἐνθυμούμενος ἢ πῶς ὁ πατὴρ τὰ πρός σε ἢ πῶς ὁ ἀδελφός; [13] 'τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ; νῦν οἴονταί με προκόπτειν καὶ λέγουσιν ὅτι ἥξει ἐκεῖνος [14] πάντα εἰδώς. ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπανελθεῖν, ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς.'
[15] Εἶτα λέγουσιν 'οὐδεὶς ὠφελεῖται ἐκ τῆς σχολῆς'. τίς γὰρ ἔρχεται εἰς σχολήν, τίς γάρ, ὡς θεραπευθησόμενος; τίς ὡς παρέξων αὑτοῦ τὰ δόγματα ἐκκαθαρθησόμενα, [16] τίς συναισθησόμενος τίνων δεῖται; τί οὖν θαυμάζετ', εἰ ἃ φέρετ' εἰς τὴν σχολήν, αὐτὰ ταῦτα ἀποφέρετε πάλιν; οὐ γὰρ ὡς ἀποθησόμενοι ἢ ἐπανορθώσοντες ἢ ἄλλ' ἀντ' [17] αὐτῶν ληψόμενοι ἔρχεσθε. πόθεν; οὐδ' ἐγγύς. ἐκεῖνο γοῦν βλέπετε μᾶλλον, εἰ ἐφ' ὃ ἔρχεσθε τοῦτο ὑμῖν γίνεται. θέλετε λαλεῖν περὶ τῶν θεωρημάτων. τί οὖν; οὐ φλυαρότεροι γίνεσθε; οὐχὶ δὲ παρέχει τινὰ ὕλην ὑμῖν πρὸς τὸ ἐπιδείκνυσθαι τὰ θεωρημάτια; ‹οὐ› συλλογισμοὺς ἀναλύετε, μεταπίπτοντας; οὐκ ἐφοδεύετε Ψευδομένου λήμματα, ὑποθετικούς; τί οὖν ἔτι ἀγανακτεῖτε [18] εἰ ἐφ' ἃ πάρεστε, ταῦτα λαμβάνετε; 'ναί· ἀλλ' ἂν ἀποθάνῃ μου τὸ παιδίον ἢ ὁ ἀδελφὸς ἢ ἐμὲ ἀποθνῄσκειν δέῃ [19] ἢ στρεβλοῦσθαι, τί με τὰ τ‹οι›αῦτα ὠφελήσει;' μὴ γὰρ ἐπὶ τοῦτο ἦλθες, μὴ γὰρ τούτου ἕνεκά μοι παρακάθησαι, μὴ γὰρ διὰ τοῦτό ποτε λύχνον ἧψας ἢ ἠγρύπνησας; ἢ εἰς τὸν περίπατον ἐξελθὼν προέβαλές ποτε σαυτῷ φαντασίαν τινὰ ἀντὶ συλλογισμοῦ καὶ ταύτην κοινῇ [20] ἐφωδεύσατε; ποῦ ποτε; εἶτα λέγετε 'ἄχρηστα τὰ θεωρήματα'. τίσιν; τοῖς οὐχ ὡς δεῖ χρωμένοις. τὰ γὰρ κολλύρια οὐκ ἄχρηστα τοῖς ὅτε δεῖ καὶ ὡς δεῖ ἐγχριομένοις, τὰ μαλάγματα δ' οὐκ ἄχρηστα, οἱ ἁλτῆρες οὐκ ἄχρηστοι, [21] ἀλλὰ τισὶν ἄχρηστοι, τισὶν πάλιν χρήσιμοι. ἄν μου πυνθάνῃ νῦν 'χρήσιμοί εἰσιν οἱ συλλογισμοί;' ἐρῶ σοι ὅτι χρήσιμοι, κἂν θέλῃς, ἀποδείξω, πῶς. 'ἐμὲ οὖν τι ὠφελήκασιν;' ἄνθρωπε, μὴ γὰρ ἐπύθου, εἰ σοὶ χρήσιμοι, [22] ἀλλὰ καθόλου; πυθέσθω μου καὶ ὁ δυσεντερικός, εἰ χρήσιμον ὄξος, ἐρῶ ὅτι χρήσιμον. 'ἐμοὶ οὖν χρήσιμον;' ἐρῶ 'οὔ'. ζήτησον πρῶτον σταλῆναί σου τὸ ῥεῦμα, τὰ ἑλκύδρια ἀπουλωθῆναι. καὶ ὑμεῖς, ἄνδρες, τὰ ἕλκη πρῶτον θεραπεύετε, τὰ ῥεύματα ἐπιστήσατε, ἠρεμήσατε τῇ διανοίᾳ, ἀπερίσπαστον αὐτὴν ἐνέγκατε εἰς τὴν σχολήν· καὶ γνώσεσθε οἵαν ἰσχὺν ὁ λόγος ἔχει.
[22]
[1] Περὶ ἅ τις ἐσπούδακεν, φιλεῖ ταῦτα εἰκότως. μή τι οὖν περὶ τὰ κακὰ ἐσπουδάκασιν οἱ ἄνθρωποι; οὐδαμῶς. ἀλλὰ μή τι περὶ τὰ μηδὲν πρὸς αὐτούς; οὐδὲ περὶ ταῦτα.
[2] ὑπολείπεται τοίνυν περὶ μόνα τὰ ἀγαθὰ ἐσπουδακέναι [3] αὐτούς· εἰ δ' ἐσπουδακέναι, καὶ φιλεῖν ταῦτα. ὅστις οὖν ἀγαθῶν ἐπιστήμων ἐστίν, οὗτος ἂν καὶ φιλεῖν εἰδείη· ὁ δὲ μὴ δυνάμενος διακρῖναι τὰ ἀγαθὰ ἀπὸ τῶν κακῶν καὶ τὰ οὐδέτερα ἀπ' ἀμφοτέρων πῶς ἂν ἔτι οὗτος φιλεῖν δύναιτο; τοῦ φρονίμου τοίνυν ἐστὶ μόνου τὸ φιλεῖν.
[4] Καὶ πῶς; φησίν· ἐγὼ γὰρ ἄφρων ὢν ὅμως φιλῶ μου [5] τὸ παιδίον. ‑ Θαυμάζω μὲν νὴ τοὺς θεούς, πῶς καὶ τὸ πρῶτον ὡμολόγηκας ἄφρονα εἶναι σεαυτόν. τί γάρ σοι λείπει; οὐ χρῇ αἰσθήσει, οὐ φαντασίας διακρίνεις, οὐ τροφὰς προσφέρῃ τὰς ἐπιτηδείους τῷ σώματι, οὐ [6] σκέπην, οὐκ οἴκησιν; πόθεν οὖν ὁμολογεῖς ἄφρων εἶναι; ὅτι νὴ Δία πολλάκις ἐξίστασαι ὑπὸ τῶν φαντασιῶν καὶ ταράττῃ καὶ ἡττῶσίν σε αἱ πιθανότητες αὐτῶν· καὶ ποτὲ μὲν ταῦτα ἀγαθὰ ὑπολαμβάνεις, εἶτα ἐκεῖνα αὐτὰ κακά, ὕστερον δ' οὐδέτερα· καὶ ὅλως λυπῇ, φοβῇ, φθονεῖς, ταράσσῃ, μεταβάλλῃ· διὰ ταῦτα ὁμολογεῖς ἄφρων [7] εἶναι. ἐν δὲ τῷ φιλεῖν οὐ μεταβάλλῃ; ἀλλὰ πλοῦτον μὲν καὶ ἡδονὴν καὶ ἁπλῶς αὐτὰ τὰ πράγματα ποτὲ μὲν ἀγαθὰ ὑπολαμβάνεις εἶναι, ποτὲ δὲ κακά· ἀνθρώπους δὲ τοὺς αὐτοὺς οὐχὶ ποτὲ μὲν ἀγαθούς, ποτὲ δὲ κακοὺς καὶ ποτὲ μὲν οἰκείως ἔχεις, ποτὲ δ' ἐχθρῶς αὐτοῖς καὶ ποτὲ μὲν ἐπαινεῖς, ποτὲ δὲ ψέγεις; ‑ Ναὶ καὶ ταῦτα [8] πάσχω. ‑ Τί οὖν; ὁ ἐξηπατημένος περί τινος δοκεῖ σοι φίλος εἶναι αὐτοῦ; ‑ Οὐ πάνυ. ‑ Οὐδ' ὁ μεταπτώτως ἑλόμενος αὐτὸν εἶναι εὔνους αὐτῷ; ‑ Οὐδ' οὗτος. ‑ Ὁ δὲ νῦν λοιδορῶν μέν τινα, ὕστερον δὲ θαυμάζων; [9] ‑ Οὐδ' οὗτος. ‑ Τί οὖν; κυνάρια οὐδέποτ' εἶδες σαίνοντα καὶ προσπαίζοντα ἀλλήλοις, ἵν' εἴπῃς 'οὐδὲν φιλικώτερον'; ἀλλ' ὅπως ἴδῃς, τί ἐστι φιλία, βάλε κρέας [10] εἰς μέσον καὶ γνώσῃ. βάλε καὶ σοῦ καὶ τοῦ παιδίου μέσον ἀγρίδιον καὶ γνώσῃ, πῶς σὲ τὸ παιδίον ταχέως κατορύξαι θέλει καὶ σὺ τὸ παιδίον εὔχῃ ἀποθανεῖν. εἶτα σὺ πάλιν 'οἷον ἐξέθρεψα τεκνίον· πάλαι ἐκφέρει'.
[11] βάλε κορασίδιον κομψὸν καὶ αὐτὸ ὁ γέρων φίλει κἀκεῖνος ὁ νέος· ἂν δέ, δοξάριον. ἂν δὲ κινδυνεῦσαι δέῃ, ἐρεῖς τὰς φωνὰς τὰς τοῦ Ἀδμήτου πατρός·
[χαίρεις ὁρῶν φῶς, πατέρα δ' οὐ χαίρειν δοκεῖς;]
θέλεις βλέπειν φῶς, πατέρα δ' οὐ θέλειν δοκεῖς;
[12] οἴει ὅτι ἐκεῖνος οὐκ ἐφίλει τὸ ἴδιον παιδίον, ὅτε μικρὸν ἦν, οὐδὲ πυρέσσοντος αὐτοῦ ἠγωνία οὐδ' ἔλεγεν πολλάκις ὅτι 'ὤφελον ἐγὼ μᾶλλον ἐπύρεσ‹ς›ον'; εἶτα ἐλθόντος τοῦ πράγματος καὶ ἐγγίσαντος ὅρα οἵας φωνὰς [13] ἀφιᾶσιν. ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης οὐκ ἦσαν ἐκ τῆς αὐτῆς μητρὸς καὶ τοῦ αὐτοῦ πατρός; οὐκ ἦσαν συντεθραμμένοι, συμβεβιωκότες, συμπεπωκότες, συγκεκοιμημένοι, πολλάκις ἀλλήλους καταπεφιληκότες; ὥστ' εἴ τις οἶμαι εἶδεν αὐτούς, κατεγέλασεν ἂν τῶν φιλοσόφων [14] ἐφ' οἷς περὶ φιλίας παραδοξολογοῦσιν. ἀλλ' ἐμπεσούσης εἰς τὸ μέσον ὥσπερ κρέως τῆς τυραννίδος ὅρα οἷα λέγουσι·
ποῦ ποτε στήσῃ πρὸ πύργων; ‑ ὡς τί μ' †ἐρωτᾷς τῷδ'; ‑
ἀντιτάξομαι κτενῶν σε. ‑ κἀμὲ τοῦδ' ἔρως ἔχει.
καὶ εὔχονται εὐχὰς τοιάσδε.
[15] Καθόλου γὰρ ‑ μὴ ἐξαπατᾶσθε ‑ πᾶν ζῷον οὐδενὶ οὕτως ᾠκείωται ὡς τῷ ἰδίῳ συμφέροντι. ὅ τι ἂν οὖν πρὸς τοῦτο φαίνηται αὐτῷ ἐμποδίζειν, ἄν τ' ἀδελφὸς ᾖ τοῦτο ἄν τε πατὴρ ἄν τε τέκνον ἄν τ' ἐρώμενος ἄν τ' [16] ἐραστής, μισεῖ, προβάλλεται, καταρᾶται. οὐδὲν γὰρ οὕτως φιλεῖν πέφυκεν ὡς τὸ αὑτοῦ συμφέρον· τοῦτο πατὴρ καὶ ἀδελφὸς καὶ συγγενεῖς καὶ πατρὶς καὶ θεός.
[17] ὅταν γοῦν εἰς τοῦτο ἐμποδίζειν ἡμῖν οἱ θεοὶ δοκῶσιν, κἀκείνους λοιδοροῦμεν καὶ τὰ ἱδρύματα αὐτῶν καταστρέφομεν καὶ τοὺς ναοὺς ἐμπιπρῶμεν, ὥσπερ Ἀλέξανδρος ἐκέλευσεν ἐμπρησθῆναι τὰ Ἀσκλήπεια ἀποθανόντος τοῦ [18] ἐρωμένου. διὰ τοῦτο ἂν μὲν ἐν ταὐτῷ τις θῇ τὸ συμφέρον καὶ τὸ ὅσιον καὶ τὸ καλὸν καὶ πατρίδα καὶ γονεῖς καὶ φίλους, σῴζεται ταῦτα πάντα· ἂν δ' ἀλλαχοῦ μὲν τὸ συμφέρον, ἀλλαχοῦ δὲ τοὺς φίλους καὶ τὴν πατρίδα καὶ τοὺς συγγενεῖς καὶ αὐτὸ τὸ δίκαιον, οἴχεται πάντα [19] ταῦτα καταβαρούμενα ὑπὸ τοῦ συμφέροντος. ὅπου γὰρ ἂν τὸ 'ἐγὼ' καὶ τὸ 'ἐμόν', ἐκεῖ ἀνάγκη ῥέπειν τὸ ζῷον· εἰ ἐν σαρκί, ἐκεῖ τὸ κυριεῦον εἶναι· εἰ ἐν προαιρέσει, ἐκεῖ[νο] [20] εἶναι· εἰ ἐν τοῖς ἐκτός, ἐκεῖ[νο]. εἰ τοίνυν ἐκεῖ εἰμι ἐγώ, ὅπου ἡ προαίρεσις, οὕτως μόνως καὶ φίλος ἔσομαι οἷος δεῖ καὶ υἱὸς καὶ πατήρ. τοῦτο γάρ μοι συνοίσει τηρεῖν τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ἀνεκτικόν, τὸν ἀφεκτικὸν [21] καὶ συνεργητικόν, φυλάσσειν τὰς σχέσεις. ἂν δ' ἀλλαχοῦ μὲν ἐμαυτὸν θῶ, ἀλλαχοῦ δὲ τὸ καλόν, οὕτως ἰσχυρὸς γίνεται ὁ Ἐπικούρου λόγος, ἀποφαίνων ἢ μηδὲν εἶναι τὸ καλὸν ἢ εἰ ἄρα τὸ ἔνδοξον.
[22] Διὰ ταύτην τὴν ἄγνοιαν καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι διεφέροντο καὶ Θηβαῖοι πρὸς ἀμφοτέρους καὶ μέγας βασιλεὺς πρὸς τὴν Ἑλλάδα καὶ Μακεδόνες πρὸς ἀμφοτέρους καὶ νῦν Ῥωμαῖοι πρὸς Γέτας καὶ ἔτι πρότερον [23] τὰ ἐν Ἰλίῳ διὰ ταῦτα ἐγένετο. ὁ Ἀλέξανδρος τοῦ Μενελάου ξένος ἦν, καὶ εἴ τις αὐτοὺς εἶδεν φιλοφρονουμένους ἀλλήλους, ἠπίστησεν ἂν τῷ λέγοντι οὐκ εἶναι φίλους αὐτούς. ἀλλ' ἐβλήθη εἰς τὸ μέσον μερίδιον, [24] κομψὸν γυναικάριον, καὶ περὶ αὐτοῦ πόλεμος. καὶ νῦν ὅταν ἴδῃς φίλους, ἀδελφοὺς ὁμονοεῖν δοκοῦντας, μὴ αὐτόθεν ἀποφήνῃ περὶ τῆς φιλίας τι αὐτῶν μηδ' ἂν ὀμνύωσιν μηδ' ἂν ἀδυνάτως ἔχειν λέγωσιν ἀπηλλάχθαι [25] ἀλλήλων. οὐκ ἔστι πιστὸν τὸ τοῦ φαύλου ἡγεμονικόν· ἀβέβαιόν ἐστιν, ἄκριτον, ἄλλοθ' ὑπ' ἄλλης φαντασίας [26] νικώμενον. ἀλλ' ἐξέτασον μὴ ταῦθ' ἃ οἱ ἄλλοι, εἰ ἐκ τῶν αὐτῶν γονέων καὶ ὁμοῦ ἀνατεθραμμένοι καὶ ὑπὸ τῷ αὐτῷ παιδαγωγῷ, ἀλλ' ἐκεῖνο μόνον, ποῦ τὸ συμφέρον [27] αὐτοῖς τίθενται, πότερον ἐκτὸς ἢ ἐν προαιρέσει. ἂν ἐκτός, μὴ εἴπῃς φίλους οὐ μᾶλλον ἢ πιστοὺς ἢ βεβαίους ἢ θαρραλέους ἢ ἐλευθέρους, ἀλλὰ μηδ' ἀνθρώπους, εἰ [28] νοῦν ἔχεις. οὐ γὰρ ἀνθρωπικὸν δόγμα ἐστὶ τὸ πο‹ι›οῦν δάκνειν ἀλλήλους καὶ λοιδορεῖσθαι καὶ τὰς ἐρημίας καταλαμβάνειν ἢ τὰς ἀγορὰς †ὡς τὰ ὄρη καὶ ἐν τοῖς δικαστηρίοις ἀποδείκνυσθαι τὰ λῃστῶν· οὐδὲ τὸ ἀκρατεῖς καὶ μοιχοὺς καὶ φθορεῖς ἀπεργαζόμενον οὐδ' ὅσ' ἄλλα πλημμελοῦσιν ἄνθρωποι κατ' ἀλλήλων δι' ἓν καὶ μόνον τοῦτο δόγμα, τὸ ἐν τοῖς ἀπροαιρέτοις τίθεσθαι [29] αὑτοὺς καὶ τὰ ἑαυτῶν. ἂν δ' ἀκούσῃς, ὅτι ταῖς ἀληθείαις οὗτοι οἱ ἄνθρωποι ἐκεῖ μόνον οἴονται τὸ ἀγαθὸν ὅπου προαίρεσις, ὅπου χρῆσις ὀρθὴ φαντασιῶν, μηκέτι πολυπραγμονήσῃς μήτ' εἰ υἱὸς καὶ πατήρ ἐστι μήτ' εἰ ἀδελφοὶ μήτ' εἰ πολὺν χρόνον συμπεφοιτηκότες καὶ ἑταῖροι, ἀλλὰ μόνον αὐτὸ τοῦτο γνοὺς θαρρῶν ἀποφαίνου, [30] ὅτι φίλοι, ὥσπερ ὅτι πιστοί, ὅτι δίκαιοι. ποῦ γὰρ ἀλλαχοῦ φιλία ἢ ὅπου πίστις, ὅπου αἰδώς, ὅπου δόσις τοῦ καλοῦ, τῶν δ' ἄλλων οὐδενός;
[31] 'Ἀλλὰ τεθεράπευκέ με τοσούτῳ χρόνῳ· καὶ οὐκ ἐφίλει με;' πόθεν οἶδας, ἀνδράποδον, εἰ οὕτως τεθεράπευκεν ὡς τὰ ὑποδήματα σπογγίζει τὰ ἑαυτοῦ, ὡς τὸ κτῆνος; πόθεν οἶδας, εἰ τὴν χρείαν σ' ἀποβαλόντα τὴν τοῦ [32] σκευαρίου ῥίψει ὡς κατεαγὸς πινάκιον; 'ἀλλὰ γυνή μου ἐστὶ καὶ τοσούτῳ χρόνῳ συμβεβιώκαμεν.' πόσῳ δ' ἡ Ἐριφύλη μετὰ τοῦ Ἀμφιαράου καὶ τέκνων μήτηρ καὶ [33] πολλῶν; ἀλλ' ὅρμος ἦλθεν εἰς τὸ μέσον. τί δ' ἐστὶν ὅρμος; τὸ δόγμα τὸ περὶ τῶν τοιούτων. ἐκεῖνο ἦν τὸ θηριῶδες, ἐκεῖνο τὸ διακόπτον τὴν φιλίαν, τὸ οὐκ ἐῶν [34] εἶναι γυναῖκα γαμετήν, [τὴν] μητέρα μητέρα. καὶ ὑμῶν ὅστις ἐσπούδακεν ἢ αὐτός τινι εἶναι φίλος ἢ ἄλλον κτήσασθαι φίλον, ταῦτα τὰ δόγματα ἐκκοπτέτω, ταῦτα μισησάτω, ταῦτα ἐξελασάτω ἐκ τῆς ψυχῆς τῆς ἑαυτοῦ.
[35] καὶ οὕτως ἔσται πρῶτον μὲν αὐτὸς ἑαυτῷ μὴ λοιδορούμενος, μὴ μαχόμενος, μὴ μετανοῶν, μὴ βασανίζων ἑαυτόν· [36] ἔπειτα καὶ ἑτέρῳ, τῷ μὲν ὁμοίῳ παντὶ ἁπλῶς, τοῦ δ' ἀνομοίου ἀνεκτικός, πρᾷος πρὸς αὐτόν, ἥμερος, συγγνωμονικὸς ὡς πρὸς ἀγνοοῦντα, ὡς πρὸς διαπίπτοντα περὶ τῶν μεγίστων· οὐδενὶ χαλεπός, ἅτ' εἰδὼς ἀκριβῶς τὸ τοῦ Πλάτωνος, ὅτι πᾶσα ψυχὴ ἄκουσα στέρεται [37] τῆς ἀληθείας. εἰ δὲ μή, τὰ μὲν ἄλλα πράξετε πάντα ὅσα οἱ φίλοι καὶ συμπιεῖσθε καὶ συσκηνήσετε καὶ συμπλεύσετε καὶ ἐκ τῶν αὐτῶν γεγενημένοι ἔσεσθε· καὶ γὰρ οἱ ὄφεις· φίλοι δ' οὔτ' ἐκεῖνοι οὔθ' ὑμεῖς, μέχρις ἂν ἔχητε τὰ θηριώδη ταῦτα καὶ μιαρὰ δόγματα.
[23]
[1] Βιβλίον πᾶς ἂν ἥδιον ἀναγνῴη καὶ ῥᾷον τὸ εὐσημοτέροις γράμμασι γεγραμμένον οὐκοῦν καὶ λόγους πᾶς ἄν τις ῥᾷον ἀκούσει‹ε› τοὺς εὐσχήμοσιν ἅμα καὶ εὐπρεπέσιν [2] ὀνόμασι σεσημασμένους. οὐκ ἄρα τοῦτο ῥητέον, ὡς οὐδεμία δύναμίς ἐστιν ἀπαγγελτική· τοῦτο γὰρ ἅμα μὲν ἀσεβοῦς ἐστιν ἀνθρώπου, ἅμα δὲ δειλοῦ. ἀσεβοῦς μέν, ὅτι τὰς παρὰ τοῦ θεοῦ χάριτας ἀτιμάζει, ὥσπερ εἰ ἀνῄρει τὴν εὐχρη‹ς›τίαν τῆς ὁρατικῆς ἢ τῆς [3] ἀκουστικῆς δυνάμεως ἢ αὐτῆς τῆς φωνητικῆς. εἰκῇ οὖν σοι ὁ θεὸς ὀφθαλμοὺς ἔδωκεν, εἰκῇ πνεῦμα ἐνεκέρασεν αὐτοῖς οὕτως ἰσχυρὸν καὶ φιλότεχνον, ὥστε μακρὰν ἐξικνούμενον ἀναμάσ‹ς›εσθαι τοὺς τύπους τῶν ὁρωμένων; [4] ‹καὶ› ποῖος ἄγγελος οὕτως ὠκὺς καὶ ἐπιμελής; εἰκῇ δὲ ‹καὶ τὸν› μεταξὺ ἀέρα οὕτως ἐνεργὸν ἐποίησεν καὶ ἔντ‹ον›ον, ‹ὥς›τε δι' α‹ὐ›τοῦ τ‹ε›ινομένου πως διικνεῖσθαι ‹τὴ›ν ‹ὅρ›ασιν; εἰκῇ δὲ φῶς ἐποίησεν, οὗ μὴ παρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν;
[5] Ἄνθρωπε, μήτ' ἀχάριστος ἴσθι μήτε πάλιν ἀμνήμων τῶν κρεισσόνων, ἀλλ' ὑπὲρ μὲν τοῦ ὁρᾶν καὶ ἀκούειν καὶ νὴ Δία ὑπὲρ αὐτοῦ τοῦ ζῆν καὶ τῶν συνεργῶν πρὸς αὐτό, ὑπὲρ καρπῶν ξηρῶν, ὑπὲρ οἴνου, ὑπὲρ ἐλαίου [6] εὐχαρίστει τῷ θεῷ· μέμνησο δ' ὅτι ἄλλο τί σοι δέδωκεν κρεῖττον ἁπάντων τού‹των,› τὸ χρησόμενον αὐτοῖς, τὸ [7] δοκιμάσον, τὸ τὴν ἀξίαν ἑκάστου λογιούμενον. τί γάρ ἐστι τὸ ἀποφαινόμενον ὑπὲρ ἑκάστης τούτων τῶν δυνάμεων, πόσου τις ἀξία ἐστὶν αὐτῶν; μή τι αὐτὴ ἑκάστη ἡ δύναμις; μή τι τῆς ὁρατικῆς ποτ' ἤκουσας λεγούσης τι περὶ ἑαυτῆς, μή τι τῆς ἀκουστικῆς; [μή τι πυρῶν; μή τι κριθῶν; μή τι ἵππου; μή τι κυνός;] ἀλλ' ὡς διάκονοι καὶ δοῦλαι τεταγμέναι εἰσὶν ὑπηρετεῖν τῇ χρηστικῇ [8] τῶν φαντασιῶν. κἂν πύθῃ, πόσου ἕκαστον ἄξιόν ἐστιν, τίνος πυνθάνῃ; τίς σοι ἀποκρίνεται; πῶς οὖν δύναταί τις ἄλλη δύναμις κρείσσων εἶναι ταύτης, ἣ καὶ ταῖς λοιπαῖς διακόνοις χρῆται καὶ δοκιμάζει αὐτὴ ἕκαστα [9] καὶ ἀποφαίνεται; τίς γὰρ ἐκείνων οἶδεν, τίς ἐστιν αὐτὴ καὶ πόσου ἀξία; τίς ἐκείνων οἶδεν, ὁπότε δεῖ χρῆσθαι αὐτῇ καὶ πότε μή; τίς ἐστιν ἡ ἀνοίγουσα καὶ κλείουσα τοὺς ὀφθαλμοὺς καὶ ἀφ' ὧν δεῖ ἀποστρέφουσα, τοῖς δὲ προσάγουσα; ἡ ὁρατική; οὔ, ἀλλ' ἡ προαιρετική.
[10] τίς ἡ τὰ ὦτα ἐπικλείουσα καὶ ἀνοίγουσα; τίς, καθ' ἣν περίεργοι καὶ πευθῆνες ἢ πάλιν ἀκ‹ίνη›τοι ὑπὸ λόγου; [11] ἡ ἀκουστική; οὐκ ἄλλη ἢ ἡ προα‹ιρετι›κὴ δύναμις. εἶτ' αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλα‹ῖς› καὶ ‹κω›φαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μηδέ τι ἄλλο συνορᾶν δυναμέναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφ' οἷς τεταγμέναι εἰσὶ διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέπει καὶ τάς τ' ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ [12] αὐτήν; καὶ τί ποιεῖ ἄλλο ὀφθαλμὸς ἀνοιχθεὶς ἢ ὁρᾷ; εἰ δὲ δεῖ τὴν τοῦ τινος ἰδεῖν γυναῖκα καὶ πῶς, τί‹ς› [13] λέγει; ἡ προαιρετική. εἰ δὲ δεῖ πιστεῦσαι τοῖς λεχθεῖσιν ἢ ἀπιστῆσαι καὶ πιστεύσαντα ἐρεθισθῆναι ἢ μή, τίς λέγει; [14] οὐχ ἡ προαιρετική; ἡ δὲ φραστικὴ αὕτη καὶ καλλωπιστικὴ τῶν ὀνομάτων, εἴ τις ἄρα ἰδία δύναμις, τί ἄλλο ποιεῖ ἤ, ὅταν ἐμπέσῃ λόγος περί τινος, καλλωπίζει τὰ ὀνομάτια καὶ συντίθησιν ὥσπερ οἱ κομμωταὶ τὴν κόμην; [15] πότερον δ' εἰπεῖν ἄμεινον ἢ σιωπῆσαι καὶ οὕτως ἄμεινον ἢ ἐκείνως καὶ τοῦτο πρέπον ἢ οὐ πρέπον, καὶ τὸν καιρὸν ἑκάστου καὶ τὴν χρείαν τίς ἄλλη λέγει ἢ ἡ προαιρετική; θέλεις οὖν αὐτὴν παρελθοῦσαν αὑτῆς καταψηφίσασθαι;
[16] 'Τί οὖν;', φησίν, 'εἰ οὕτως τὸ πρᾶγμα ἔχει, καὶ δύναται τὸ διακονοῦν κρεῖσσον εἶναι ἐκείνου ᾧ διακονεῖ, ὁ ἵππος τοῦ ἱππέως ἢ ὁ κύων τοῦ κυνηγοῦ ἢ τὸ ὄργανον τοῦ κιθαριστοῦ ἢ οἱ ὑπηρέται τοῦ βασιλέως.' ‑ [17] Τί ἐστι τὸ χρώμενον; προαίρεσις. τί ἐπιμελεῖται πάντων; προαίρεσις. τί ὅλον ἀναιρεῖ τὸν ἄνθρωπον ποτὲ μὲν λιμῷ, ποτὲ δ' ἀγχόνῃ, ποτὲ δὲ κατὰ κρημνοῦ; [18] προαίρεσις. εἶτα τούτου τί ἰσχυρότερον ἐν ἀνθρώποις ἐστίν; καὶ πῶς οἷόν τε τοῦ ἀκωλύτου τὰ κωλυόμενα; [19] τὴν ὁρατικὴν δύναμιν τίνα πέφυκεν ἐμποδίζειν; καὶ προαίρεσις καὶ ‹ἀ›προαίρετα. τὴν ἀκουστικὴν ταὐτά, τὴν φραστικὴν ὡσαύτως. προαίρεσιν δὲ τί ἐμποδίζειν πέφυκεν; ἀπροαίρετον οὐδέν, αὐτὴ δ' ἑαυτὴν διαστραφεῖσα. διὰ τοῦτο κακία μόνη αὕτη γίνεται ἢ ἀρετὴ μόνη.
[20] Εἶτα τηλικαύτη δύναμις οὖσα καὶ πᾶσι τοῖς ἄλλοις ἐπιτεταγμένη παρελθοῦσα ἡμῖν λεγέτω κράτιστον εἶναι τῶν ὄντων τὴν σάρκα. οὐδὲ εἰ αὐτὴ ἡ σὰρξ ἑαυτὴν [21] ἔλεγεν εἶναι κράτιστον, ἠνέσχετο ἄν τις αὐτῆς. νῦν δὲ τί ἐστιν, Ἐπίκουρε, τὸ ταῦτα ἀποφαινόμενον; τὸ περὶ Τέλους συγγεγραφός, τὸ τὰ[ς] Φυσικά[ς], τὸ περὶ Κανόνος; τὸ τὸν πώγωνα καθεικός; τὸ γράφον, ὅτε ἀπέθνῃσκεν, ὅτι 'τὴν τελευταίαν ἄγοντες ἅμα καὶ [22] μακαρίαν ἡμέραν;' ἡ σὰρξ ἢ ἡ προαίρεσις; εἶτα τούτου τι κρεῖσσον ἔχειν ὁμολογεῖς καὶ οὐ μαίνῃ; οὕτως τυφλὸς ταῖς ἀληθείαις καὶ κωφὸς εἶ;
[23] Τί οὖν; ἀτιμάζει τις τὰς ἄλλας δυνάμεις; μὴ γένοιτο. λέγει τις μηδεμίαν εἶναι χρείαν ἢ προαγωγὴν .... τῆς προαιρετικῆς δυνάμεως; μὴ γένοιτο. ἀνόητον, ἀσεβές, ἀχάριστον πρὸς τὸν θεόν. ἀλλὰ τὴν ἀξίαν [24] ἑκάστῳ ἀποδίδωσιν. ἔστι γάρ τις καὶ ὄνου χρεία, ἀλλ' οὐχ ἡλίκη βοός· ἔστι καὶ κυνός, ἀλλ' οὐχ ἡλίκη οἰκέτου· ἔστι καὶ οἰκέτου, ἀλλ' οὐχ ἡλίκη τῶν πολιτῶν· [25] ἔστι καὶ τούτων, ἀλλ' οὐχ ἡλίκη τῶν ἀρχόντων. οὐ μέντοι διὰ τὸ ἄλλα εἶναι κρείττονα καὶ ἣν παρέχει τὰ ἕτερα χρείαν ἀτιμαστέον. ἔστι τις ἀξία καὶ τῆς φραστικῆς [26] δυνάμεως, ἀλλ' οὐχ ἡλίκη τῆς προαιρετικῆς. ὅταν οὖν ταῦτα λέγω, μή τις οἰέσθω ὅτι ἀμελεῖν ὑμᾶς ἀξιῶ φράσεως· οὐδὲ γὰρ ὀφθαλμῶν οὐδ' ὤτων οὐδὲ χειρῶν [27] οὐδὲ ποδῶν οὐδ' ἐσθῆτος οὐδ' ὑποδημάτων. ἀλλ' ἄν μου πυνθάνῃ 'τί οὖν ἐστι κράτιστον τῶν ὄντων;', τί εἴπω; τὴν φραστικήν; οὐ δύναμαι· ἀλλὰ τὴν προαιρετικήν, [28] ὅταν ὀρθὴ γένηται. τοῦτο γάρ ἐστι τὸ κἀκείνῃ χρώμενον καὶ ταῖς ἄλλαις πάσαις καὶ μικραῖς καὶ μεγάλαις δυνάμεσιν· τούτου κατορθωθέντος ἀγαθὸς ἄνθρωπος [ἀγαθὸς] γίνεται, ἀποτευχθέντος κακὸς ἄνθρωπος [29] γίνεται· παρ' ὃ ἀτυχοῦμεν, εὐτυχοῦμεν, μεμφόμεθ' ἀλλήλους, εὐαρεστοῦμεν, ἁπλῶς ὃ λεληθὸς μὲν κακοδαιμονίαν ποιεῖται, τυχὸν δ' ἐπιμελείας εὐδαιμονίαν.
[30] Τὸ δ' αἴρειν τὴν δύναμιν τῆς φραστικῆς καὶ λέγειν μὴ εἶναι μηδεμίαν ταῖς ἀληθείαις οὐ μόνον ἀχαρίστου [31] ἐστὶ πρὸς τοὺς δεδωκότας, ἀλλὰ καὶ δειλοῦ. ὁ γὰρ τοιοῦτος φοβεῖσθαί μοι δοκεῖ, μή, εἴπερ ἐστί τις δύναμις κατὰ τὸν τόπον, οὐ δυνηθῶμεν αὐτῆς καταφρονῆσαι.
[32] τοιοῦτοί εἰσι καὶ οἱ λέγοντες μηδεμίαν εἶναι παραλλαγὴν κάλλους πρὸς αἶσχος. εἶτα ὁμοίως ἦν κινηθῆναι τὸν Θερσίτην ἰδόντα καὶ τὸν Ἀχιλλέα; ὁμοίως [33] τὴν Ἑλένην καὶ ἣν ἔτυχε γυναῖκα; καὶ ταῦτα μωρὰ καὶ ἄγροικα καὶ οὐκ εἰδότων τὴν ἑκάστου φύσιν, ἀλλὰ φοβουμένων μὴ ἄν τις αἴσθηται τῆς διαφορᾶς, εὐθὺς [34] συναρπασθεὶς καὶ ἡττηθεὶς ἀπέλθῃ. ἀλλὰ τὸ μέγα τοῦτο, ἀπολιπεῖν ἑκάστῳ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει καὶ ἀπολιπόντα ἰδεῖν τὴν ἀξίαν τῆς δυνάμεως καὶ τὸ κράτιστον τῶν ὄντων καταμαθεῖν καὶ τοῦτο ἐν παντὶ μεταδιώκειν, περὶ τοῦτο ἐσπουδακέναι, πάρεργα τἆλλα πρὸς τοῦτο πεποιημένον, οὐ μέντοι ἀμελοῦντα οὐδ' [35] ἐκείνων κατὰ δύναμιν. καὶ γὰρ ὀφθαλμῶν ἐπιμελητέον, ἀλλ' οὐχ ὡς τοῦ κρατίστου, ἀλλὰ καὶ τούτων διὰ τὸ κράτιστον· ὅτι ἐκεῖνο οὐκ ἄλ‹λ›ως ἕξει κατὰ φύσιν εἰ μὴ ἐν τούτοις εὐλογιστοῦν καὶ τὰ ἕτερα παρὰ τὰ ἕτερα αἱρούμενον.
[36] Τί οὖν ἐστι τὸ γινόμενον; οἷον εἴ τις ἀπιὼν εἰς τὴν πατρίδα τὴν ἑαυτοῦ καὶ διοδεύων πανδοκεῖον καλὸν ἀρέσαντος αὐτῷ τοῦ πανδοκείου καταμένοι ἐν τῷ [37] πανδοκείῳ. ἄνθρωπε, ἐπελάθου σου τῆς προθέσεως· οὐκ εἰς τοῦτο ὥδευες, ἀλλὰ διὰ τούτου. 'ἀλλὰ κομψὸν τοῦτο.' πόσα δ' ἄλλα πανδοκεῖα κομψά, πόσοι δὲ λειμῶνες· [38] ἁπλῶς ὡς δίοδος. τὸ δὲ προκείμενον ἐκεῖνο· εἰς τὴν πατρίδα ἐπανελθεῖν, τοὺς οἰκείους ἀπαλλάξαι δέους, αὐτὸν τὰ τοῦ πολίτου ποιεῖν, γῆμαι, παιδοποιεῖσθαι, [39] ἄρξαι τὰς νομιζομένας ἀρχάς. οὐ γὰρ τοὺς κομψοτέρους ἡμῖν τόπους ἐκλεξόμενος ἐλήλυθας, ἀλλ' ἐν οἷς ἐγένου καὶ ὧν κατατέταξαι πολίτης, ἐν τούτοις ἀναστραφησόμενος. τοιοῦτόν τι καὶ ἐνταῦθά ἐστι τὸ [40] γινόμενον. ἐπ‹ε›ὶ διὰ λόγου καὶ τοιαύτης παραδόσεως ἐλθεῖν ἐπὶ τὸ τέλειον δεῖ καὶ τὴν αὑτοῦ προαίρεσιν ἐκκαθᾶραι καὶ τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν ὀρθὴν κατασκευάσαι, ἀνάγκη δὲ τὴν παράδοσιν γίνεσθαι ‹διά› τ‹ιν›ων θεωρημάτων καὶ διὰ λέξεως ποιᾶς καὶ μετά τινος ποικιλίας καὶ δριμύτητος τῶν θεωρημάτων, [41] ὑπ' αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένουσιν αὐτοῦ, ὁ μὲν ὑπὸ τῆς λέξεως, ὁ δ' ὑπὸ συλλογισμῶν, ὁ δ' ὑπὸ μεταπιπτόντων, ὁ δ' ὑπ' ἄλλου τινὸς τοιούτου πανδοκείου, καὶ προσμείναντες κατασήπονται ὡς παρὰ ταῖς Σειρῆσιν.
[42] Ἄνθρωπε, τὸ προκείμενον ἦν σοι κατασκευάσαι σαυτὸν χρηστικὸν ταῖς προσπιπτούσαις φαντασίαις κατὰ φύσιν, ἐν ὀρέξει ἀναπότευκτον, ἐν δ' ἐκκλίσει ἀπερίπτωτον, μηδέποτ' ἀτυχοῦντα, μηδέποτε δυστυχοῦντα, ἐλεύθερον, ἀκώλυτον, ἀνανάγκαστον, συναρμόζοντα τῇ τοῦ Διὸς διοικήσει, ταύτῃ πειθόμενον, ταύτῃ εὐαρεστοῦντα, μηδένα μεμφόμενον, μηδέν' αἰτιώμενον, δυνάμενον εἰπεῖν τούτους τοὺς στίχους ἐξ ὅλης ψυχῆς
ἄγου δέ μ', ὦ Ζεῦ, καὶ σύ ‹γ'› ἡ Πεπρωμένη.
[43] εἶτα τοῦτο τὸ προκείμενον ἔχων ἀρέσαντός σοι λεξειδίου, ἀρεσάντων θεωρημάτων τινῶν αὐτοῦ καταμένεις καὶ κατοικεῖν προαιρῇ ἐπιλαθόμενος τῶν ἐν οἴκῳ καὶ λέγεις 'ταῦτα κομψά ἐστιν'; τίς γὰρ λέγει μὴ εἶναι [44] αὐτὰ κομψά; ἀλλ' ὡς δίοδον, ὡς πανδοκεῖα. τί γὰρ κωλύει φράζοντα ὡς Δημοσθένης ἀτυχεῖν; τί δὲ κωλύει συλλογισμοὺς ἀναλύοντα ὡς Χρύσιππος ἄθλιον εἶναι, πενθεῖν, φθονεῖν, ἁπλῶς ταράσσεσθαι, κακοδαιμονεῖν; [45] οὐδὲ ἕν. ὁρᾷς οὖν ὅτι πανδοκεῖα ἦν ταῦτα οὐδενὸς [46] ἄξια, τὸ δὲ προκείμενον ἄλλο ἦν. ταῦτα ὅταν λέγω πρός τινας, οἴονταί με καταβάλλειν τὴν περὶ τὸ λέγειν ἐπιμέλειαν ἢ τὴν περὶ τὰ θεωρήματα. ἐγὼ δ' οὐ ταύτην καταβάλλω, ἀλλὰ τὸ περὶ ταῦτ' ἀκαταληκτικῶς [47] ἔχειν καὶ ἐνταῦθα τίθεσθαι τὰς αὑτῶν ἐλπίδας. εἴ τις τοῦτο παριστὰς βλάπτει τοὺς ἀκούοντας, κἀμὲ τίθεσθε ἕνα τῶν βλαπτόντων. οὐ δύναμαι δ' ἄλλο βλέπων τὸ κράτιστον καὶ τὸ κυριώτατον ἄλλο λέγειν εἶναι, ἵν' ὑμῖν χαρίσωμαι.
[24]
[1] Εἰπόντος αὐτῷ τινος ὅτι Πολλάκις ἐπιθυμῶν σου ἀκοῦσαι ἦλθον πρὸς σὲ καὶ οὐδέποτέ μοι ἀπεκρίνω· [2] καὶ νῦν, εἰ δυνατόν, παρακαλῶ σε εἰπεῖν τί μοι, Δοκεῖ σοι, ἔφη, καθάπερ ἄλλου τινὸς εἶναι τέχνη οὕτως δὲ καὶ τοῦ λέγειν, ἣν ὁ μὲν ἔχων ἐμπείρως ἐρεῖ, ὁ δὲ [3] μὴ ἔχων ἀπείρως; ‑ Δοκεῖ. ‑ Οὐκοῦν ὁ μὲν διὰ τοῦ λέγειν αὐτός τε ὠφελούμενος καὶ ἄλλους οἷός τε ὢν ὠφελεῖν οὗτος ἐμπείρως ἂν λέγοι, ὁ δὲ βλαπτόμενος μᾶλλον καὶ βλάπτων οὗτος ἄπειρος ἂν εἴη τῆς τέχνης ταύτης τῆς τοῦ λέγειν; εὕροις ἂν τοὺς μὲν [4] βλαπτομένους τοὺς δ' ὠφελουμένους. οἱ δ' ἀκούοντες πάντες ὠφελοῦνται ἀφ' ὧν ἀκούουσιν ἢ καὶ τούτων εὕροις ἂν τοὺς μὲν ὠφελουμένους τοὺς δὲ βλαπτομένους; ‑ Καὶ τούτων, ἔφη. ‑ Οὐκοῦν καὶ ἐνταῦθα ὅσοι μὲν ἐμπείρως ἀκούουσιν ὠφελοῦνται, ὅσοι δ' ἀπείρως [5] βλάπτονται; ‑ Ὡμολόγει. ‑ Ἔστιν ἄρα τις ἐμπειρία καθάπερ τοῦ λέγειν οὕτως καὶ τοῦ ἀκούειν; ‑ [6] Ἔοικεν. ‑ Εἰ δὲ βούλει, καὶ οὕτως σκέψαι αὐτό. τὸ μουσικῶς ἅψασθαι τίνος σοι δοκεῖ; ‑ Μουσικοῦ. ‑ [7] Τί δέ; τὸν ἀνδριάντα ὡς δεῖ κατασκευάσαι τίνος σοι φαίνεται; ‑ Ἀνδριαντοποιοῦ. ‑ Τὸ ἰδεῖν ἐμπείρως οὐδεμιᾶς σοι προσδεῖσθαι φαίνεται τέχνης; ‑ Προσδεῖται [8] καὶ τοῦτο. ‑ Οὐκοῦν εἰ καὶ τὸ λέγειν ὡς δεῖ τοῦ ἐμπείρου ἐστίν, ὁρᾷς ὅτι καὶ τὸ ἀκούειν ὠφελίμως [9] τοῦ ἐμπείρου ἐστίν; καὶ τὸ μὲν τελείως καὶ ὠφελίμως, εἰ βούλει, πρὸς τὸ παρὸν ἀφῶμεν, ἐπεὶ καὶ μακράν [10] ἐσμεν ἀμφότεροι παντὸς τοῦ τοιούτου· ἐκεῖνο δὲ πᾶς ἄν τις ὁμολογῆσαί μοι δοκεῖ, ὅτι ποσῆς γέ τινος τριβῆς περὶ τὸ ἀκούειν προσδεῖται ὁ τῶν φιλοσόφων ἀκουσόμενος. ἢ γὰρ οὔ;
[11] Περὶ τίνος οὖν λέγω πρὸς σέ; δεῖξόν μοι. περὶ τίνος ἀκοῦσαι δύνασαι; περὶ ἀγαθῶν καὶ κακῶν; τίνος; ἆρά γε ἵππου; ‑ Οὔ. ‑ Ἀλλὰ βοός; ‑ Οὔ. ‑ Τί [12] οὖν; ἀνθρώπου; ‑ Ναί. ‑ Οἴδαμεν οὖν, τί ἐστιν ἄνθρωπος, τίς ἡ φύσις αὐτοῦ, τίς ἡ ἔννοια; ἔχομεν καὶ κατὰ ποσὸν περὶ τοῦ‹το› τὰ ὦτα τετρημένα; ἀλλὰ φύσις τί ἐστιν ἐννοεῖς ἢ δύνασαι καὶ κατὰ ποσὸν ἀκολουθῆσαί [13] μοι λέγοντι; ἀλλ' ἀποδείξει χρήσομαι πρὸς σέ; πῶς; παρακολουθεῖς γὰρ αὐτῷ τούτῳ, τί ἐστιν ἀπόδειξις ἢ πῶς τι ἀποδείκνυται ἢ διὰ τίνων; ἢ τίνα [14] ὅμοια μὲν ἀποδείξει ἐστίν, ἀπόδειξις δ' οὐκ ἔστιν; τί γάρ ἐστιν ἀληθὲς οἶδας ἢ τί ἐστι ψεῦδος; τί τίνι ἀκολουθεῖ, τί τίνι μάχεται ἢ ἀνομολογούμενόν ἐστιν ἢ [15] ἀσύμφωνον; ἀλλὰ κινῶ σε πρὸς φιλοσοφίαν; πῶς παραδεικνύω σοι τὴν μάχην τῶν πολλῶν ἀνθρώπων, καθ' ἣν διαφέρονται περὶ ἀγαθῶν καὶ κακῶν καὶ συμφερόντων καὶ ἀσυμφόρων, αὐτὸ τοῦτο τί ἐστι μάχη οὐκ εἰδότι; δεῖξον οὖν μοι, τί περανῶ διαλεγόμενός σοι.
[16] κίνησόν μοι προθυμίαν. ὡς ἡ κατάλληλος πόα τῷ προβάτῳ φανεῖσα προθυμίαν αὐτῷ κινεῖ πρὸς τὸ φαγεῖν, ἂν δὲ λίθον ἢ ἄρτον παραθῇς, οὐ κινηθήσεται, οὕτως εἰσί τινες ἡμῖν φυσικαὶ προθυμίαι καὶ πρὸς τὸ λέγειν, ὅταν ὁ ἀκουσόμενος φανῇ τις, ὅταν αὐτὸς ἐρεθίσῃ. ἂν δ' ὡς λίθος ἢ χόρτος ᾖ παρακείμενος, πῶς δύναται ἀνθρώπῳ [17] ὄρεξιν κινῆσαι; ἡ ἄμπελος μή τι λέγει τῷ γεωργῷ 'ἐπιμελοῦ μου'; ἀλλ' αὐτὴ δι' αὑτῆς ἐμφαίνουσα, ὅτι ἐπιμεληθέντι λυσιτελήσει αὐτῷ, ἐκκαλεῖται πρὸς τὴν [18] ἐπιμέλειαν. τὰ παιδία τὰ πιθανὰ καὶ δριμέα τίνα οὐκ ἐκκαλεῖται πρὸς τὸ συμπαίζειν αὐτοῖς καὶ συνέρπειν καὶ πρὸς τὸ συμψελλίζειν; ὄνῳ δὲ τίς προθυμεῖται συμπαίζειν ἢ συνογκᾶσθαι; καὶ γὰρ εἰ μικρόν, ὅμως ὀνάριόν ἐστιν.
[19] Τί οὖν μοι οὐδὲν λέγεις; ‑ Ἐκεῖνο μόνον ἔχω σοι εἰπεῖν, ὅτι ὁ ἀγνοῶν, τίς ἐστι καὶ ἐπὶ τί γέγονεν καὶ ἐν τίνι τούτῳ τῷ κόσμῳ καὶ μετὰ τίνων κοινωνῶν καὶ τίνα τὰ ἀγαθά ἐστι καὶ τὰ κακὰ καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ μήτε λόγῳ παρακολουθῶν μήτ' ἀποδείξει, μήτε τί ἐστιν ἀληθὲς ἢ τί ψεῦδος, μήτε διακρῖναι ταῦτα δυνάμενος οὔτ' ὀρέξεται κατὰ φύσιν οὔτ' ἐκκλινεῖ οὔθ' ὁρμήσει οὔτ' ἐπιβαλεῖται, οὐ συγκαταθήσεται, οὐκ ἀνανεύσει, οὐκ ἐφέξει, τὸ σύνολον. κωφ[λ]ὸς καὶ τυφλὸς περιελεύσεται [20] δοκῶν μέν τις εἶναι, ὢν δ' οὐδείς. νῦν γὰρ πρῶτον τοῦθ' οὕτως ἔχει; οὐχὶ ἐξ οὗ γένος ἀνθρώπων ἐστίν, ἐξ ἐκείνου πάντα τὰ ἁμαρτήματα καὶ τὰ ἀτυχήματα [21] παρὰ ταύτην τὴν ἄγνοιαν γεγένηται; Ἀγαμέμνων καὶ Ἀχιλλεὺς δι‹ὰ τί› ἀλλήλοις διεφέροντο; οὐχὶ διὰ τὸ μὴ εἰδέναι, τίνα ἐστὶ συμφέροντα καὶ ἀσύμφορα; οὐχὶ ὁ μὲν λέγει, ὅτι συμφέρει ἀποδοῦναι τῷ πατρὶ τὴν Χρυσηίδα, ὁ δὲ λέγει, ὅτι οὐ συμφέρει; οὐχὶ ὁ μὲν λέγει, ὅτι δεῖ αὐτὸν λαβεῖν τὸ ἄλλου γέρας, ὁ δέ, ὅτι οὐ δεῖ; οὐχὶ διὰ ταῦτα ἐπελάθοντο καὶ τίνες ἦσαν καὶ ἐπὶ [22] τί ἐληλύθεσαν; ἔα, ἄνθρωπε, ἐπὶ τί ἐλήλυθας; ἐρωμένας κτησόμενος ἢ πολεμήσων; 'πολεμήσων.' τίσι; τοῖς Τρωσὶν ἢ τοῖς Ἕλλησιν; 'τοῖς Τρωσίν.' ἀφεὶς οὖν τὸν [23] Ἕκτορα ἐπὶ τὸν βασιλέα τὸν σαυτοῦ σπᾷς τὸ ξίφος; σὺ δ', ὦ βέλτιστε, ἀφεὶς τὰ τοῦ βασιλέως ἔργα,
ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλεν,
περὶ κορασιδίου διαπυκτεύεις τῷ πολεμικωτάτῳ τῶν συμμάχων, ὃν δεῖ παντὶ τρόπῳ περιέπειν καὶ φυλάττειν; καὶ χείρων γίνῃ κομψοῦ ἀρχιερέως, ὃς τοὺς καλοὺς μονομάχους διὰ πάσης ἐπιμελείας ἔχει; ὁρᾷς, οἷα ποιεῖ ἄγνοια περὶ τῶν συμφερόντων;
[24] 'Ἀλλὰ κἀγὼ πλούσιός εἰμι.' μή τι οὖν τοῦ Ἀγαμέμνονος πλουσιώτερος; 'ἀλλὰ καὶ καλός εἰμι.' μή τι οὖν τοῦ Ἀχιλλέως καλλίων; 'ἀλλὰ καὶ κόμιον κομψὸν ἔχω.' ὁ δ' Ἀχιλλεὺς οὐ κάλλιον καὶ ξανθόν; καὶ οὐκ ἐκτένιζεν [25] αὐτὸ κομψῶς οὐδ' ἔπλασσεν. 'ἀλλὰ καὶ ἰσχυρός εἰμι.' μή τι οὖν δύνασαι λίθον ἆραι ἡλίκον ὁ Ἕκτωρ ἢ ὁ Αἴας; 'ἀλλὰ καὶ εὐγενής.' μή τι ἐκ θεᾶς μητρός, μή τι πατρὸς ἐγγόνου Διός; τί οὖν ἐκεῖνο‹ν› ὠφελεῖ ταῦτα, ὅταν καθήμενος κλαίῃ διὰ τὸ κορασίδιον; 'ἀλλὰ ῥήτωρ [26] εἰμί.' ἐκεῖνος δ' οὐκ ἦν; οὐ βλέπεις πῶς κέχρηται τοῖς δεινοτάτοις τῶν Ἑλλήνων περὶ λόγους Ὀδυσσεῖ καὶ Φοίνικι, πῶς αὐτοὺς ἀστόμους πεποίηκε;
[27] Ταῦτά σοι μόνα ἔχω εἰπεῖν καὶ οὐδὲ ταῦτα προθύμως.
[28] ‑ Διὰ τί; ‑ Ὅτι με οὐκ ἠρέθισας. εἰς τί γὰρ ἀπιδὼν ἐρεθισ‹θ›ῶ ὡς οἱ ἱππικοὶ περὶ τοὺς ἵππους τοὺς εὐφυεῖς; εἰς τὸ σωμάτιον; αἰσχρῶς αὐτὸ πλάσσεις. εἰς τὴν ἐσθῆτα; καὶ ταύτην τρυφερὰν ἔχεις. εἰς σχῆμα, [29] εἰς βλέμμα; εἰς οὐδέν. ὅταν ἀκοῦσαι θέλῃς φιλοσόφου, μὴ λέγε αὐτῷ ὅτι 'οὐδέν μοι λέγεις;', ἀλλὰ μόνον δείκνυε σαυτὸν †τοῦ ἀκούειν καὶ ὄψει, πῶς κινήσεις τὸν λέγοντα.
[25]
[1] Τῶν παρόντων δέ τινος εἰπόντος Πεῖσόν με, ὅτι τὰ λογικὰ χρήσιμά ἐστιν, Θέλεις, ἔφη, ἀποδείξω σοι τοῦτο; [2] ‑ Ναί. ‑ Οὐκοῦν λόγον μ' ἀποδεικτικὸν διαλεχθῆναι δεῖ; ‑ Ὁμολογήσαντος δὲ Πόθεν οὖν εἴσῃ, ἄν σε σοφίσωμαι; [3] ‑ Σιωπήσαντος δὲ τοῦ ἀνθρώπου Ὁρᾷς, ἔφη, πῶς αὐτὸς ὁμολογεῖς ὅτι ταῦτα ἀναγκαῖά ἐστιν, εἰ χωρὶς αὐτῶν οὐδ' αὐτὸ τοῦτο δύνασαι μαθεῖν, πότερον ἀναγκαῖα ἢ οὐκ ἀναγκαῖά ἐστιν.
[26]
[1] Πᾶν ἁμάρτημα μάχην περιέχει. ἐπεὶ γὰρ ὁ ἁμαρτάνων οὐ θέλει ἁμαρτάνειν, ἀλλὰ κατορθῶσαι, δῆλον [2] ὅτι ὃ μὲν θέλει οὐ ποιεῖ. τί γὰρ ὁ κλέπτης θέλει πρᾶξαι; τὸ αὑτῷ συμφέρον. οὐκ οὖν, εἰ ἀσύμφορόν ἐστιν [3] αὐτῷ τὸ κλέπτειν, ὃ μὲν θέλει ποιεῖ. πᾶσα δὲ ψυχὴ λογικὴ φύσει διαβέβληται πρὸς μάχην· καὶ μέχρι μὲν ἂν μὴ παρακολουθῇ τούτῳ, ὅτι ἐν μάχῃ ἐστίν, οὐδὲν κωλύεται τὰ μαχόμενα ποιεῖν· παρακολουθήσαντα δὲ πολλὴ ἀνάγκη ἀποστῆναι τῆς μάχης καὶ φυγεῖν οὕτως ὡς καὶ ἀπὸ τοῦ ψεύδους ἀνανεῦσαι πικρὰ ἀνάγκη τῷ αἰσθανομένῳ, ὅτι ψεῦδός ἐστιν· μέχρι δὲ τοῦτο μὴ φαντάζηται, [4] ὡς ἀληθεῖ ἐπινεύει αὐτῷ. δεινὸς οὖν ἐν λόγῳ, ὁ δ' αὐτὸς καὶ προτρεπτικὸς καὶ ἐλεγκτικὸς οὗτος ὁ δυνάμενος ἑκάστῳ παραδεῖξαι τὴν ‹μάχην›, καθ' ἣν ἁμαρτάνει, καὶ σαφῶς παραστῆσαι, πῶς ὃ θέλει οὐ ποιεῖ καὶ [5] ὃ μὴ θέλει ποιεῖ. ἂν γὰρ τοῦτο δείξῃ τις, αὐτὸς ἀφ' αὑτοῦ ἀναποχωρήσει. μέχρι δὲ μὴ δεικνύῃς, μὴ θαύμαζε, εἰ ἐπιμένει· κατορθώματος γὰρ φαντασίαν λαμβάνων [6] ποιεῖ αὐτό. διὰ τοῦτο καὶ Σωκράτης ταύτῃ τῇ δυνάμει πεποιθὼς ἔλεγεν ὅτι 'ἐγὼ ἄλλον μὲν οὐδένα εἴωθα παρέχειν μάρτυρα ὧν λέγω, ἀρκοῦμαι δ' ἀεὶ τῷ προσδιαλεγομένῳ καὶ ἐκεῖνον ἐπιψηφίζω καὶ καλῶ μάρτυρα καὶ εἷς ὢν οὗτος ἀρκεῖ μοι [7] ἀντὶ πάντων'. ᾔδει γάρ, ὑπὸ τίνος λογικὴ ψυχὴ κινεῖται , ζυγῷ ἐπιρρέψει, ἄν τε θέλῃς ἄν τε μή. λογικῷ ἡγεμονικῷ δεῖξον μάχην καὶ ἀποστήσεται· ἂν δὲ μὴ δεικνύῃς, αὐτὸς σαυτῷ μᾶλλον ἐγκάλει ἢ τῷ μὴ πειθομένῳ.