4230 375 0 804 0 0 IV-III a. C. epistolografia Epicurus I Epistularum fragmenta Arrighetti, G., Turin, Einaudi, 1973. 5

Epicurus - Epistularum fragmenta

[40]

LUCIAN. de lapsu salut. 6:

Ἐπίκουρος ...... ἐν ταῖς σπουδαιοτέραις ἐπιστολαῖς (εἰσὶ δὲ αὗται ὀλίγαι) καὶ ἐν ταῖς πρὸς τοὺς φίλους μάλιστα ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ προστάττει.

[41]

ΠΡΟΣ ΑΘΗΝΑΙΟΝ PAP. HERC. 176 5 XXII VOGLIANO:

   Ἀθηναίωι δέ· Πολυαίνου παραγεγονότος πρὸς ἡμᾶς, οὗ τὸν πατέρ[α] ὁμώνυμον οὐκ ἐφίλεις μόνον, ἀλλὰ [καὶ] ἐ[σέβο]υ, συντραφεὶς ὑ‹π' αὐ]τοῦ κα[ὶ] πρὸς [πά]ντα τὰ [χρ]ήσιμα τῷ τέ[λει, οὐ μό]νον προαχθεὶ[ς ὃν εὖ γιν]ώσκεις τρόπ[ον κατὰ τὴ]ν ὅλην κηδεμονί[αν, ἀ]λλὰ δὴ καὶ ὑπὸ τοῦ τε[....]αν[ ]

[42]

ΠΡΟΣ ΑΝΑΞΑΡΧΟΝ PLUT. adv. Col. 1117a:

ἐν τῇ πρὸς Ἀνάξαρχον ἐπιστολῇ ταυτὶ γέγραφεν (Ἐπίκουρος)· ἐγὼ δ' ἐφ' ἡδονὰς συνεχεῖς παρακαλῶ καὶ οὐκ ἐπ' ἀρετάς, κενὰς καὶ ματαίας καὶ ταραχώδεις ἐχούσας τῶν καρπῶν τὰς ἐλπίδας.

[43]

ΠΡΟΣ ΑΠΕΛΛΗΝ ATHEN. XIII 588a:

Μακαρίζω σε, ὦ Ἀπελλῆ, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησας.

[44]

ΠΡΟΣ ΑΡΙΣΤΟΒΟΥΛΟΝ PAP. HERC. 176 5 XV VOGLIANO:

   κα[ὶ πρ]ὸς Ἀριστ[ό]βουλον δέ· τ[έ]ως π[ερ] πολλῶν [δια]σαφούντων ὀλί[γο]ν ἀ[φ]ίεσ[θαι]

[45]

DIOG. LAER. VII 9:

ἀπέστειλε (ὁ Ζήνων) δὲ Περσαῖον καὶ Φιλονίδην τὸν Θηβαῖον, ὧν ἀμφοτέρων Ἐπίκουρος μνημονεύει ὡς συνόντων Ἀντιγόνῳ ἐν τῇ πρὸς Ἀριστόβουλον τὸν ἀδελφὸν ἐπιστολῇ.

[46]

ΠΡΟΣ ΔΩΣΙΘΕΟΝ PLUT. contra Ep. beat. 1101ab1:

τοῖς ἀναιροῦσι λύπας καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν φίλων τελευταῖς μάχονται καὶ λέγουσι τὴν εἰς τὸ ἀπαθὲς καθεστῶσαν ἀλυπίαν ἀφ' ἑτέρου κακοῦ μείζονος ὑπάρχειν, ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης, διὸ πάσχειν τι βέλτιον εἶναι καὶ λυπεῖσθαι καὶ νὴ Δία λιπαίνειν τοὺς ὀφθαλμοὺς καὶ τήκεσθαι, καὶ ὅσα δὴ παθαινόμενοι καὶ γράφοντες ὑγροί τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. ταῦτα γὰρ ἐν ἄλλοις τε πολλοῖς Ἐπίκουρος εἴρηκε καὶ περὶ τῆς Ἡγησιάνακτος τελευτῆς πρὸς Δωσίθεον τὸν πατέρα γράφων καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνηκότος. ἔναγχος γὰρ κατὰ τύχην τὰς ἐπιστολὰς διῆλθον αὐτοῦ.

[47]

ΠΡΟΣ ΕΡΜΑΡΧΟΝ ATHEN. XIII 588b1:

οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐφ' ἑταιρείᾳ διαβόητον γενομένην; ἣ δὲ οὐδ' ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα πᾶσί τε τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς Κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν· ὥστ' ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτ' ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον ἐπιστολῶν.

[48]

ΠΡΟΣ ΕΥΡΥΛΟΧΟΝ

τοῦτον (Ἐπίκουρον) Ἀπολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους ἀκοῦσαί φησι καὶ Πραξιφάνους· αὐτὸς δὲ οὔ φησιν ἀλλ' ἑαυτοῦ ἐν τῇ πρὸς Εὐρύλοχον ἐπιστολῇ.

[49]

ΠΡΟΣ ΗΡΟΔΟΤΟΝ PHILOD. Πραγματεῖαι XXXIII DIANO:

   κ̣[αὶ Ἡ]ρ[ο]δότωι Ἐπίκουρος· πρότερον, [φης]ί, ‹ἀπ›ε‹ς›τάληι φέρων τὰ γράμματα ὑπηρέτης τις τῶν στρατηγῶν παρ' Ὀλυμπι[ο]δώρου ‹καὶ› ἐμ"οῦ, καὶ" οὐ φ[θάς]ας εὑρεῖν οὐδέτερον ὑμῶν πα[ρ'] Ἀντιπάτρωι ἔφη τὴν ἐπιστολὴν Ἀντ[ιπ]άτρωι δοῦναι ‹π›α[ρόν]τι. γινώσκετε τὸ μ[ὲν] πρῶτ[ον] αὐτ[ὸ]ν ἐν ̣κορίνθωι δεθέντ[α ὑ]πὸ Κρατέρου, νῦν δ' ἐ‹ν› Πει[ρ]αιεῖ τηρούμενο[ν] [ὑ]πό τινος Λυσίου [π]ερὶ τὴν ‹λ›ύ[σιν] [τὰ] δέκα τ[ά]λαντ' [ἀ]‹να›νεύον‹τ›ος, [ὡς] εἴκοσι τάλαντα διωμολογη[μέ]νωι Κρατέρω[ι]. περὶ το[ύτ]ω̣ν [δὲ ὕ]‹στερ›ον εἰπών· εἰ τὸν ἄνθρωπον [αὐτ]ῶι τὸ πλεῖστ[ον δι]δόντ' ἐ[ξ ὧ]ν

[50]

ΠΡΟΣ ΘΕΜΙΣΤΑΝ PHILOD. Πραγματεῖαι col. IV VH2 I 111:

Θε[μ]ίστα[ι] δ' ἐπὶ Φι[λί]ππου· αὐ]‹τ›ὸν φὴ[ς] πιστ[ῶς] εὔτακτο[ν γ]ε[γονέ[ν]‹αι κ›αὶ

[51] οἷός τέ εἰμι, ἐὰν μὴ ὑμεῖς πρός με ἀφίκησθε, αὐτὸς τρικύλιστος ὅποι ἂν ὑμεῖς καὶ Θεμίστα παρακαλῆτε ὠθεῖσθαι.

[52]

ΠΡΟΣ ΙΔΟΜΕΝΕΑ

τὴν μακαρίαν ἄγοντες καὶ ἅμα τελευτῶντες ἡμέραν τοῦ βίου ἐγράφομεν ὑμῖν ταυτί· στραγγουρικά τε παρηκολούθει καὶ δυσεντερικὰ πάθη ὑπερβολὴν οὐκ ἀπολείποντα τοῦ ἐν ἑαυτοῖς μεγέθους· ἀντιπαρετάττετο δὲ πᾶσι τούτοις τὸ κατὰ ψυχὴν χαῖρον ἐπὶ τῇ τῶν γεγονότων ἡμῖν διαλογισμῶν μνήμῃ· σὺ δὲ ἀξίως τῆς ἐκ μειρακίου παραστάσεως πρὸς ἐμὲ καὶ φιλοσοφίαν ἐπιμελοῦ τῶν παίδων Μητροδώρου.

[53]

IOANN. STOB. III XVII 23 H.

εἰ βούλει πλούσιον Πυθοκλέα ποιῆσαι μὴ χρημάτων προστίθει, τῆς δὲ ἐπιθυμίας ἀφαίρει.

[54]

PLUT. adv. Col. 1117de

πέμπε οὖν ἀπαρχὰς ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καὶ τέκνων· οὕτω γάρ μοι λέγειν ἐπέρχεται.

[55]

SENECA ep. 21 3

si gloria tangeris, notiorem te epistulae meae facient quam omnia ista quae colis et propter quae coleris.

[56]

SENECA ep. 22 5

   Epicuri epistulam ...... lege, Idomeneo quae inscribitur, quem rogat, ut quantum potest fugiat et properet, antequam aliqua vis maior interveniat et auferat libertatem recedendi. idem tamen subicit nihil esse temptandum, nisi cum apte poterit tempestiveque temptari. sed cum illud tempus captatum diu venerit, exiliendum ait. dormitare de fuga cogitantem vetat et sperat salutarem etiam ex difficillimis exitum, si nec properemus ante tempus nec cessemus in tempore.

[57]

THEO Progymn. 169 II p. 71 12 SPENGEL

ὦ πάντα τἀμὰ κινήματα τερπνὰ νομίσας ἐκ νέου.

[58]

IOANN. STOB. III XVII 13 H.

ἐζηλώσαμεν τὴν αὐτάρκειαν οὐχ ὅπως τοῖς εὐτελέσι καὶ λιτοῖς πάντως χρώμεθα, ἀλλ' ὅπως θαρρῶμεν πρὸς αὐτά.

[59]

PAP. HERC. 176 5 XV VOGLIANO:

καὶ ὑπ[..]ο̣υ̣[        ]οισ̣ [ᾐ]σθ[ημένος καθά[περ ἐκ]είνοις κ[αὶ κ]οινῆ[ι κ]αὶ ἰδ[ί]αι γ[έγ]ραφα, ἱκανὸς μὲν οὖν [κ]αὶ [ς]εαυτὸν ἀποσυνιστὰς αὐ̣[τ]οῖς [ε]ἶ. πεποίηκα δὲ κἀγὼι διὰ τῶν ἐπιστολῶν ἀ[π]οδηλ[ῶν] δι' οὗ μ[άλιστα συκοφά[ν]τη[ν εἰ]ς ἀρχὴ[ν ἐδέξα‹ν›το· "π"άσ[ηι] γά[ρ,] ὡς ἀληθ[ῶς,] τέχνηι, κἀκείνοι[ς δ]ιὰ σ[οῦ] καὶ σοὶ δι' ἐκείνων δε[ῖ] τὸ συ[ν̣]φέρον γείνεσθαι.

[60]

PHILOD. Πραγματεῖαι XXVI DIANO:

   [ἂν παρίστα]νε θαν[εῖν] αὐτὸν τὰ κ[ατὰ] ‹τ›ὴν γε‹ν›ομένην [ἐκ τῆς ἀρχ]ῆ‹ς› ἀποχώ[ρη[σι]ν καὶ τῶν ἁπάντων ἀποβολήν. καὶ προβάς· καὶ νὴ Δία ἐγὼ ‹οἷό›ς τ‹ε ἦ›ν συνιδ[ε]ῖν ἀνατάτ‹τω›ν τὰ ἐμα[υτ]‹οῦ› διὰ [χ]ρό[ν]ου [τ]ε καὶ ἀποδημῆσαι μὴ ποθῶν πρὸς οἰκείων 'ἑνούσα[ς χα]ρὰς', ‹ἔ›τι πα[ρ'] ‹ἐ›μο‹ὶ ὄ›ν[τ]ος [κ]α̣[ὶ] ἕτ[ερα] ‹δρᾶν› ἂ[ν] δ' ἐμοὶ ἓν ἐπικουφ[ί]σ[ωσι, πάν]τες [ἧι] δ[ύ]ναται φ[ίλ]οι [ἂν εἶεν]· ἃ μὴ [μόνο]ν̣ ἐκε[ί]νοις [ἀ]λλ' ἑτ[έροις] δ̣[εῖ] [σε μ]ηνύειν. ἐπὶ δ' ‹Εὐ›[βού]‹λο›[υ· εἰ] τ[ηρ]εῖς τὴν ἐπι[στο]λὴν ἐν [ἧι] πρὸ [τούτο[υ πάντ]‹α δι›εσαφ‹ήσα›μ[εν τὰ εἰ]ρη[μένα] ὑπ' α[ὐτῶν]

[61]

PLUT. adv. Col. 1127d

γράφων πρὸς Ἰδομενέα διακελεύεται μὴ νόμοις καὶ δόξαις δουλεύοντα ζῆν, ἐφ' ὅσον ἂν μὴ τὴν διὰ τοῦ πέλας ἐκ πληγῆς ὄχλησιν παρασκευάζωσιν.

[62]

ΠΡΟΣ ΚΩΛΩΤΗΝ PAP. HERC. 176 5 XXVIII VOGLIANO:

[            περὶ] Μητροδώ[ρου] ἐπὶ Δημοκλέους [Κω]λώτει

[63]

PAP. HERC. 118 fr. 39

[   κ]αὶ [ἐ]π̣[ὶ          ] [γρά]φει τοῦτ̣[ον τὸν τρό[πον] π̣ρὸς Κωλώ[την]

[64]

PHILOD. Πραγματεῖαι XXVIII DIANO:

κα‹ὶ Ἰ›δομενεῖ δὲ παραπλήσια [κα]‹ὶ Κ›ωλώτει· τούτωι δὲ ὅτι καὶ [ὑπέρτερ[ο]ν ἐγένετ‹ο› [χρ]ήσιμ[ο]ς ὁ ἀ[ν]ὴρ Φίλαι τε τῆι μητρὶ τῆι Κρατέρ[ο]υ κα‹ὶ α›ὐτῶι Κρατέρωι, ὡς αὐ[τὸ]ς ἀπολογίζεται Μιθρῆς.

[65]

PLUT. adv. Col. 1117b

ὡς σεβομένῳ γάρ σοι τὰ τόθ' ὑφ' ἡμῶν λεγόμενα προσέπεσεν ἐπιθύμημα ἀφυσιλόγητον τοῦ περιπλακῆναι ἡμῖν γονάτων ἐφαπτόμενον καὶ πάσης τῆς εἰθισμένης ἐπιλήψεως γίνεσθαι κατὰ τὰς σεβάσεις θεῶν καὶ λιτάς. ἐποίεις οὖν καὶ ἡμᾶς ἀνθιεροῦν σὲ αὐτὸν καὶ ἀντισέβεσθαι ...... ἄφθαρτός μοι περιπάτει καὶ ἡμᾶς ἀφθάρτους διανοοῦ.

[66]

PHILOD. π. εὐσεβ. 104 GO

[ὅτι μ]ὲν ὅρκοις καὶ θεῶν ἐπιρρήσεσιν ἐδοκίμαζον χρῆσθαι, γελοῖον ὑπομιμνήσκειν, ἀναμέστου τῆς πραγματείας τῶν τοιούτων οὔσης· προσῆκον δὲ λέγειν ὅτι παρῄνει τὰς δι' αὐτῶν καὶ τῶν ὁμοίων πε[ίστεις φυλάττειν, καὶ μάλ[ί]στα πάντων αὐτῷ γ[ε] Δι[ὶ] φυλάττειν τόν[δε τὸν] φανερὸν ..... καὶ οὐ γράφων 'ναὶ ‑ τ[ί λ]έ̣ξωι;' καὶ 'τί γὰρ [ὅσιον'] καὶ Κωλώτηι [πάντω]ν τε ὅρκων καὶ [πάσης] θεολογίας ἐπι[μελεῖσθαι συνεβούλευε].

[67]

ΠΡΟΣ ΛΕΟΝΤΕΑ PAP. HERC. 176 5 XXIV VOGLIANO

[        τ]οὺς ἀπὸ τῆς Ποικίλης Στοᾶς, ὑπὲρ ὧν καὶ Ἐπίκουρος ἔγραψεν· ἐπί τε Φιλίππου πρὸς αὐτὸ[ν] καὶ [Λ]εον[τέα· ἀλ]λὰ

[68]

PHILOD. Πραγματεῖαι XXXII DIANO:

[                       ἐπὶ] δ' Οὐρίου Λεοντεῖ.

[69]

PHILOD. π. παρρ. fr. 6

                  διὸ καὶ Ἐπί̣κ̣ο̣υρος Λε[οντ]έ̣ως διὰ Πυθοκλέα πύσ[τιν] θεῶ[ν] ο̣ὐ̣ παρέντο[ς], Πυθοκλεῖ μὲν [ἐ]π̣ι̣τ̣ιμᾶι μετρίως πρὸς δὲ ‹αὐ›τὸν γράφει [τ]ὴν λαμπρὰν καλουμένην ἐπι̣σ̣[τολ]ὴν, λαβὼ[ν ἀρχὴν] [ἀπὸ τοῦ] Πυ̣θ̣[οκλέους]

[70]

PAP. HERC. 176 5 X VOGLIANO:

[                     τὸ ἱκανὸν γίνωσ[κ]ε δ[ικαιοσ[ύν]ηι κοινῆι [π]ρὸς [ἀμφοτέρους. [ἀ]λ[λ]ὰ [ἐ]πισ[τολὰς αὐ[τῶι γρ]άψαντα [π]ερὶ τ[ούτων] [π]λεῖο[ν] οὐ γεγ[ρ]αφ[έναι οὐδενὶ α[ὐτ]ῶ[ν̣ Λ]εον[τέ]α [οὐδ'] αἰτιά[σασθαι οὐ]θέν' α[ὐ]τ[ῶν]

[71]

ΠΡΟΣ ΛΕΟΝΤΙΟΝ

Παιὰν ἄναξ, φίλον Λεοντάριον, οἵου κροτοθορύβου ἡμᾶς ἐνέπλησας ἀναγνόντας σου τὸν ἐπιστόλιον.

[72a]

AD MATREM

[      πε]ρὶ αὐτῶν [ταραχὴν με]γίστην [παρασκευάς]αι· αἱ μὲν [γὰρ φαντασίαι] τῶν ἀπόν[των χωρὶς ὄψ]εως ἐπι[βάλλουσι φόβον] τὸν μέ[γιστον, εἰ δὲ συ]μπαρέ[σονται, οὐδ' ἐλάχις]τον. [ἂν δὲ τὴν φύσιν] διαθε[ωρῇς αὐτῶν, ἄν]τικρύς ε̣ἰσι τοιαῦται, καὶ μὴ παρόντων, οἷαι καὶ παρόντων. ἁπταὶ γὰρ οὐκ οὖσαι, διανοηταὶ δέ, τὴν αὐτήν, ὅσον ἐφ' ἑαυτα[ῖ]ς, ἔχουσι δύναμιν πρὸς τοὺς "μὴ" παρόντας τῇ ὅτε καὶ παρόντων ἐκείνων ὑφειστήκεσαν. πρὸς οὖν ταῦτα, ὦ μῆτερ, [θάρρει· οὐδὲν] γὰρ ἐπι[δηλοῖ σοι τ]ὰ̣ φάζματα ἡμ[ῶν κακόν·] τίθει δ' αὖ τ[οὐναντίον] καθ' ἡμέρα[ν χρήσιμ]όν τι ἡμᾶς π[ροσκ]τωμένους εἰς [τὸ μακρ]οτέρω τῆς ε[ὐδαιμ]ονίας προβαί[νειν. οὐ] γὰρ μεικρὰ οὐδέ[ν τ' ἰσχ]ύοντα περιγείνεται ἡ[μ]ε‹ῖ›ν τάδ' οἷα τὴν διάθεσιν ἡμῶν ἰσόθεον ποιεῖ καὶ οὐδὲ διὰ τὴν θνητότητα τῆς ἀφθάρτου καὶ μακαρίας φύσεως λειπομένους ἡμᾶς δείκνυσιν. ὅτε μὲν γὰρ ζῶμεν, ὁμοίως τοῖς θεοῖς χαίρο[μ]εν ..................

[72b] .ησ.. τὴν ἴση[ν ἂν] [κ]ἀντιλάβηται τῆς ἐλαττώσεως· ἂν μὴ αἰσθάνηται δέ, πῶς ἐλαττοῦται; μετὰ δὴ τοιούτων ἡμᾶς ἀγαθῶν προσδόκα, μῆτερ, χαίροντας αἰεὶ καὶ ἔπαιρε σεαυτὴν ἐφ' οἷς πράττομεν. τῶν μέ[ν]τοι χορηγιῶν φείδου, πρὸς Διός, ὧν συνεχῶς ἡμεῖν ἀποστέλλεις. οὐ γὰρ σοί τι βούλομαι λείπειν, ἵν' ἐμοὶ περιττεύῃ, λείπειν δ' ἐμοὶ μᾶλλον, ἵνα μὴ σοί. καίτοι γε ἀφθ[όνως κἀμοῦ διάγ[ον]    τος ἐν πᾶσιν διὰ [τὸ τοὺς] φίλους καὶ τὸ συνεχῶ[ς] τὸν πατέρα ἡμεῖν πέμπειν ἀργύριον, προσφάτως δὲ δὴ καὶ διὰ τοῦ Κλέωνος τὰς ἐννέα μνᾶς ἀπεσταλκότος· οὐκοῦν ἑκάτερον ὑμῶν ἰδίᾳ δεῖ βαρεῖσθαι δι' ἡμᾶς, συνχρῆσθαι δὲ τῷ ἑτέρῳ τ[ὸ]ν [ἕτερον .....]

[73]

ΠΡΟΣ ΜΗΤΡΟΔΩΡΟΝ PHILOD. π. Ἐπικούρου (PAP. HERC. 1232) 6 II VOGLIANO:

[ ]ρ[.]ουμησ[      ]κηι δυν[ηθὲν προσπ[ ] καὶ χαλεπα[      ]ω[ ] θη καὶ προς ‑ ‑ ‑ ‑ ‑ και [συμ]παθῆ κ[        ]κοις πᾶσι τοῦ β[ίου κ]αιροῖς ἐ[π'] ἄκρον εὖ διωκτ[ε....]ις ὑπ' αὐτοῦ κατὰ τὸ ὀ[ν]ησιφόρον τ[ῆ]ι φύσ[ε]ι τ[έλος·] ὡς γὰρ ἐλπίδος ὁ καιρὸ[ς ἐ]ψιλώθη καὶ τῆς κ[ατ]ὰ σά[ρκα] ἡδονῆς καὶ ἐπιμ[ονῆς] ἀ[π]ελείφθη τῆ[ς τῶν γεγονότ]ων χάριτος, ἆ[ρ' ἂν ἔτι τηρ]ήσαιμί σ[οι,] Μητ[ρόδωρέ, τι ο]ἷον κατάστημα φυ[σικόν; μέχ]ρι μὲν ὅσου

[74]

ΠΡΟΣ ΜΙΘΡΗΝ PHILOD. Πραγματεῖαι XXXIV DIANO:

[                 ἐπὶ δ'] Ἀριστωνυμου Μιθρεῖ· πά[ντ' ἀ]πέδωκεν ἡμῖν Δι̣[όδω]ρο[ς] ὅ‹σα ς›υ‹νήγα›γ[ε] κατὰ τὰ παρὰ σοῦ καὶ τὴν ἄ[λλην ἐπιμ[έ]λειαν ἣν ἐποήσω γ' [ἡμ̣ῶν

[75]

PHILOD. Πραγματεῖαι XXIX DIANO:

[ἐπὶ] δὲ Δημοκλέ[ους καὶ αὐτ]ῶ[ι] γρά[φων· τὴν ς]ὴν [κε]χαρ[ι]σμέν[ην] ἀσ[πασίως δεδέχθ]αι [ἡμᾶς ἴσθι καὶ τ]ῶν

[76]

PHILOD. Πραγματεῖαι XXX DIANO

         Μιθρεῖ δέ· ὁ γὰρ ὅρος ὁ κατατεταγμένος τῆς συντάξ̣εως οὐ κα[κ]‹ῶ›[ς] εἶχ‹ε›ν ὥστε ἀποφορᾶς οἰκετῶν ε[ἶναι. ἐ]π' Εὐβο[ύ‹λ›[ου δ' α]ὖ ὅτι ‹δι›ὰ τὰ πρά[γμ]ατα οὐ μ[όν]ον τ[ὸ] ἐπιδεχόμεν[ον ἐ]ξῆν μερίζειν, ἀλλ' εἰ κα[ί τι] ‹ἐλ›έλειπ[το]

[77]

PHILOD. Πραγματεῖαι XXXI DIANO:

[         οὕτω διακείμενος] [πρὸς τὸν θάνατον Ἐπίκουρο̣[ς] ἐ̣[μ]φ[ανὴς ἦν κα]ὶ̣ ἐπὶ Πυθαρά[του Μιθρ]ε̣ῖ̣ [γρά]φων ὥς τι ἀσπ[αστὸν ποι]εῖσ[θ]αι πρὸς ἑαυτ[ὸν ἐπ]έπειστο καὶ τινὰ τρ[όπον] αὐτὸς ἀπεδέχετ' αὐτ[όν.]

[78]

PHILOD. Πραγματεῖαι XXXI DIANO

           ὧδε γὰ[ρ ἐ]π̣εφώνησεν ἐκπνέων· ἑβδόμη[ι] γὰρ ἡμέραι, φησίν, ὅτε ταῦτ' ἔγραφον, οὐχὶ ἀ̣π̣ο̣[κεχ]ώρ[η]κ̣ε̣ν κα[τὰ] τὴν ο̣ὔρησιν [ἐ]μοὶ οὐθέν, καὶ ἀλγηδόνες ἐνῆσαν τῶν ἐπὶ τὴν τελευταίαν ἡμέραν ἀγουσῶν. σὺ οὖν, ἄν τι γένηται, τὰ παιδία τὰ Μητροδώρου διοίκησον τέτταρα ἢ πέντ' ἔτη μηθὲν πλεῖον δαπανῶν ἤπερ νῦν ε[ἰ]ς [ἐ]μὲ δαπανᾷς κατ' ἐνιαυτόν. καὶ προβάς· ὑπὲρ τῶν υἱῶν οἶδα καὶ Αἰγέα καὶ Διόδωρον καὶ τῆς σῆς φρενὸς ὄντα[ς, καὶ οὐκ ἀρέσκευμα μ[ό]νον ποι[ουμέν]ο[υς] [ἐ]π' αὐ[τῶν, ὡ]ς [ἐ]π[ὶ τοῦτων γε] πρέ[π]‹ει, ἀ›[λλὰ] καὶ [ἐπ]ιλύ‹πω›[ς ἐσχη]κό̣[τας] πρὸς τ[ὴν ἐκείνου τελευτή]ν.

[79]

PHILOD. π. πλούτου col. V VH2 III 87

          καὶ τὸ πρὸς Μιθ̣[ρ̣]ῆ[ν] ἐπὶ Τηλοκλ[έ]ους· [οὔ]τοι [ἀ]ν̣[ετέο]ν̣ τὸν τρόπ[ο]ν. οὐ [γὰ]ρ ἄξιον φόβου τὸ κατὰ μετάπ[τ]ωσιν ἐνόχλημα, κα[ὶ δια]ίτης οὐ πάν[τα] [ἂ]ν δ[έοι] τὸ κατ' ἔνδειάν [γ'] ἐξολ̣[οῦ]ν [ἐ]ξ̣α[ιρ]ο̣ύμενον ἢ τὰς [καὶ] ἔτι ὑμ[ῖ]ν ἐπι[γινομένας δυσχερείας] [ἀπολυόμενον]

[80]

PHILOD. Πραγματεῖαι XXVIII DIANO

                             πρὸ[ς] Μ[ιθρῆ[ν δ'] ἡνίκα ἔζην Λυσίμαχο[ς], χρήσιμον οἰόμενο[ς] τὸ ὑ‹πο›μ‹έ›νειν [πρ]οπ[ίπ[των] ἐπὶ τῶν λοιπ[ῶν, ἐτήρεις τὰ ἔ]ντι[μ' ἄλλ]α τε καὶ τὰ [κ]ατὰ τὴν ἔξωθ‹εν› φα[ν]τασίαν, ἐφ' ὃ ἂν ἀνή[κ]ο̣ι τι καὶ τῶν τοιούτων πρὸς ἡμᾶς. ................................ Μιθρεῖ δέ· ἀνήγγελλέ μοι Πυθ̣[ι]άν̣α[ξ κατ]ὰ [ν]οῦν σου [π]ά[ν]τ[α] ἃ [συνεργὸ[ς γενόμενος Φίλ]αι διεπέ[ρ]α[ν]α [εἶναι· εἴ] τι γὰρ τιμᾶ‹ις› [π]ρὸ[ς τ]ὸ ε

[81]

PHILOD. Πραγματεῖαι XXXII DIANO

γρά[φω]‹ν Ἐπ›ίκουρος· ἀγοραία[ς φαμὲ]ν [καὶ φορτικ]ὰς τὰς μ̣[ὴ πρὸς ε]ὐδ[αίμον]α βίον [συ]ντεινούσας ἰδέας τοῦ βίου. καὶ πάλιν· ἄξιος γὰρ νὴ τοὺς θεοὺ[ς] ἐνεφάνη[ς ἡ]μῖν τῶ[ι] ὅλωι ἤθει [ε]ἶναι οὐ κατὰ νόμους ἐλευθέρας βιοτῆς.

[82]

PHILOD. Πραγματεῖαι XXXII DIANO

             προγράψα[ντες πάλιν δὲ καὶ Ἐπικούρο[υ πρὸς] Μιθρῆν ‹ἐπ›[ις]τ‹ο›λὴν [ὑ]πὲρ [τῶν] μερῶν τούτων.

[83]

ΠΡΟΣ ΠΟΛΥΑΙΝΟΝ SENECA ep. 18, 9

Hoc certe in his epistulis ait quas scripsit Charino magistratu ad Polyaenum; et quidem gloriatur non toto asse pasci, Metrodorum, qui nondum tantum profecerit, toto.

[84]

PHILOD. π. Ἐπικούρου (PAP. HERC. 1232) fr. 5 VOGLIANO:

[     ἐπὶ] Χαρίνου[ ] [     ]αον[...]τον[ ] [    κί]νδυνον αν[ ] [     ]καὶ σύμβολ[ον] [ ]ατ[τ]εσθαι του[ ] [      ]οτονορε[ ] [      ]ους καὶ τὰ[ ] [      ]εις ἀφροδισι[ ] [ ]ὅλος ἀπὸ λογισμο[ῦ] [ ]συμποσίοις κατ[ ] [γ]ὰρ Ἐπι[κο]ύρωι[ ]

[85]

PHILOD. π. πλούτου col. III VH2 III 85

.....[κ]αὶ πρὸς [Πολ]ύαι[νον] .....ο[.]εστ.κο[ ] .....[τὴ]ν πενίαν ἀδι[άφορον]

[86]

PHILOD. π. εὐσεβ. 105 GO.

ἀλλὰ κα[ὶ πρὸς Πολύαινον [συνεορταστέα κ' Ἀν[θεστήρια· καὶ γὰρ τῶ[ν θεῶν] ἐπιμνηστ̣έ[ον ὡς αἰτ‹ίω›ν πολλῶν [ἀγαθῶν] [ὄντω]ν.

[87]

THEO Progymn. 169 II p. 71 15 SPENGEL

λέγε δή μοι, Πολύαινε, οἶσθ' ἅπερ ἡμῖν μεγάλη χαρὰ γεγένηται.

ΠΡΟΣ ΠΥΘΟΚΛΕΑ

[88]

καθεδοῦμαι προσδοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον

[89] παιδείαν δὲ πᾶσαν, μακάριε, φεῦγε τἀκάτιον ἀράμενος

[90]

PHILOD. π. πλούτου col. V VH2 III 87

τὸ δ' ἀ[νέχοντα μὴ ἐνοχλήσεσθαι π[ροσδεῖν] μικρᾶς ἕνεκεν ἐλ[αττ]ώσ[ε̣]ως πρὸς Πυθ̣[οκ]λ̣έα [ἔλ]εγεν· ἂν [ἀνέ]χων [γ]ε̣ θαρ̣ρ̣[ῆι]ς τὴν μ[ετάπ]τωσ[ι]ν, οὐκ [ἐ̣]νο[χ]λήσεις.

[91]

DEMETR. LAC. PAP. HERC. 1012 col. 48 p. 51 DE FALCO:

         ἡμεῖς δ[έ], ὦ Πυθοκλῆ

[92]

ΠΡΟΣ ΤΙΜΟΚΡΑΤΗΝ PHILOD. Πραγματεῖαι XI DIANO

                             Τιμ[οκρά[τ]ει [δ'· ἰδὼν ὡς] ἡμεῖς [πά]ντα ταῦτα κ[ατὰ τ]ρόπον [διωρθ]ώ[με]    θα, συλλάμβανε καὶ αὐτοῖς, οὐ μόνον διὰ τὴν οἰκειότητά [σου ἀλλὰ] καὶ διὰ τὸ ἦθος αὐτῶν, ὅπ[ως τῆς] πάσης χορηγίας τυγχάνωσ[ιν] [τῆς ε]ἰς τὸ [μηθὲν ἐλλείπειν] ἁρμοττούσης καὶ οὗ δὴ τοῖς ἂν [ἐμ]πείρως ταὐτὸν κλή[ρω]μ' [ἔχου[σι] καὶ εὔνουν πλή[θει τούτωι] [πολ]ιτικῶι [ὐπ]οστολὴν λαοῦ

[93]

ΠΡΟΣ ΦΥΡΣΩΝΑ PHILOD. π. εὐσεβ. 127 GO.

      ας τινῶν ἀμε[ίνο]νας ἢ [καὶ φυλάττειν ἐνε[ρ]γε[ίαι] τὰς ἐπινο[ίας τῶν] θεῶν διά τ[ινων] χρόνων· οὐ [μόνον] δὲ ταῦτ' ἐδο[γμάτι]σεν ἀλλὰ καὶ δι[ὰ τῶν] ἔργων αὐτῶν ε[ὑρίσκεται πάσαις ταῖς πατρίοις ἑορταῖς καὶ θυσίαις κε[χ]ρ[ημένος· ἐπ' Ἀρ[ιστ]ωνύμου μὲγ γὰ[ρ] Φύρσωνι περί τινος αὐτοῦ πολείτου Θε[ο]δότου γράφων καὶ τῶν ἑορτῶν [αὐτῷ] πασῶν με[τεσχηκέ]ν[αι]             τὴν τ[ῶν] Χοῶν ἐορτὴν [συνεορτάζων καὶ [τὰ] μυστήρια τὰ [ἀστικὰ καὶ τὰς ἄλ[λας]

[94]

PHILOD. Πραγματεῖαι col. XV VH2 I 122

      κ[α]ὶ μνημονεύ[ε]ι κατὰ Δι[ότιμο[ν ὁ] Ἐπίκουρος ἄρχ[ο]ντα τοῦ βυβλ[ίου] Φύρσωνι γοῦ[ν] γράφων· ἀπέσ[τ]ει[λ]α τὸν [λόγο]ν καὶ τὸ πρὸς τοὺ[ς]

[95]

PHILOD. π. εὐσεβ. 125 GO.

οὐ πρὸς ἰδιώτη[ν γράφων, ἀλλὰ πρὸς Φ[ύρσω[να] τὸν Κολοφ̣[ώ[νιον], ἄνδρα καὶ οὐ[δε[νὸς κατὰ] τὰ πολ[ιτικὰ] [δεύτερον ὄντα]

[96]

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΛΑΜΨΑΚΩΙ ΦΙΛΟΥΣ PHILOD. π. πλούτου col. IVV VH2 III 8687

                     διὰ] [τὸ οὐ]δὲν ὅλως ἀπεργά[ζεσθαι, μένειν ἐπὶ χώρας [ἐ]άσομεν· τὸ μὲν δὴ πρὸς τοὺ[ς] ἐ̣ν̣ Λαμψάκωι φί[λους] [ἐπ]ὶ Φιλίπ[π]ου καὶ πᾶν [τοιοῦ]τ[ο] δεξόμεθα· κ̣[αὶ] γὰρ οὐδὲ τὴ[ν] πενίαν εἶπε μόνον, ἀλλὰ τὰς ἐκ̣ [πενίας [πρ]αγματείας ὑ[πέθετο] κατ' ἀ[παλλαγὴν ἐλαττώσεως δε[ῖν ἔτι προσδο]κᾶν.

[97]

PHILOD. Πραγματεῖαι col. III VH2 I 110

                κατὰ τὰ ἐν Κυ[ζίκωι [αὐτῶν] εὐ[μεν]ῶς ἐπιμεληθείς γ', ἃ συνεῖδε περὶ τῆς αἱρέσεως αὐτοῦ διασαφεῖ τοῖς ἐν Λαμψάκωι φ̣ί̣λο̣[ις ἐπι]στέλλων· ἠκουσαμεν γὰρ [ὅτι] δὴ Λεοντ[εὺς] πάν[τα] ἀπ[έδωκε      ]ευ[    ]ο[ ]      ὥστε π[αμπλη]θῆ δοπανήσ̣[ομεν ἃ συ[νεπ]εθέμεθα τῆι παρὰ τἀνδρ[ός γε κατ' ἐ]νιαυτὸν [ς]υ̣ν[τάξει]

[98]

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΑΣΙΑΙ ΦΙΛΟΥΣ PLUT. de occulte uiuendo 1128e

καὶ μὴν εἴ γε τοῖς χρηστοῖς λανθάνειν καὶ ἀγνοεῖσθαι παραινεῖς ............ καὶ σεαυτῷ πρῶτον, Ἐπίκουρε· μὴ γράφε τοῖς ἐν Ἀσίᾳ φίλοις, μηδὲ τοὺς ἀπ' Αἰγύπτου ξενολόγει, μηδὲ τοὺς Λαμψακηνῶν ἐφήβους δορυφόρει, μηδὲ διάπεμπε βίβλους πᾶσι καὶ πάσαις, ἐπιδεικνύμενος τὴν σοφίαν, μηδὲ διατάσσου περὶ ταφῆς.

[99]

ΠΡΟΣ ΤΟΥΣ ΦΙΛΟΥΣ PLUT. contra Ep. beat. 1097c

τοῖς φίλοις γράφοντος (Ἐπικούρου)· δαίως τε καὶ μεγαλοπρεπῶς ἐπεμελήθητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδήν, καὶ οὐρανομήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας.

[100]

ΠΡΟΣ ΤΟΥΣ ΜΕΓΑΛΟΥΣ PHILOD. π. εὐσεβ. 124 GO.

                 κἀ[ν] ταῖς ἐ[πι]στολα‹ῖ›ς [μ]έντοι ταῖς πρὸ[ς] τοὺς μεγάλους ὁμ[ολογεῖν ἔοικεν αὐ[τό·] [τ]οῦτο δ' ἵνα μή τ[ις] εἴπῃ πρὸς τοὺς

[101]

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΜΥΤΙΛΗΝΗΙ ΦΙΛΟΣΟΦΟΥΣ

   Τιμοκράτης ...... φησὶ ...... τόν τ' Επίκουρον πολλὰ κατὰ τὸν λόγον ἠγνοηκέναι, καὶ πολὺ μᾶλλον κατὰ τὸν βίον, τό τε σῶμα ἐλεεινῶς διακεῖσθαι ὡς πολλῶν ἐτῶν μὴ δύνασθαι ἀπὸ τοῦ φορείου διαναστῆναι, μνᾶν τε ἀναλίσκειν ἡμερησίαν εἰς τὴν τράπεζαν, ὡς αὐτὸς ἐν ταῖς πρὸς Λεόντιον ἐπιστολαῖς γράφει καὶ ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους· συνεῖναί τε αὐτῷ τε καὶ Μητροδώρῳ ἑταίρας καὶ ἄλλας, Μαμμάριον καὶ Ἡδεῖαν καὶ Ἐρώτιον καὶ Νικίδιον· καὶ ἐν ταῖς ἑπτὰ καὶ τριάκοντα βίβλοις ταῖς Περὶ φύσεως [τὰ πλεῖστα] ταὐτὰ λέγειν καὶ ἀντιγράφειν ἐν αὐταῖς ἄλλοις τε καὶ Ναυσιφάνει τὰ πλεῖστα, καὶ αὐτῇ λέξει φάσκειν οὕτως· ἀλλ' ἴτωσαν· εἶχε γὰρ ἐκεῖνος ὠδίνων τὴν ἀπὸ τοῦ στόματος καύχησιν τὴν σοφιστικὴν καθάπερ καὶ ἄλλοι πολλοὶ τῶν ἀνδραπόδων. καὶ αὐτὸν Ἐπίκουρον ἐν ταῖς ἐπιστολαῖς περὶ Ναυσιφάνους λέγειν· ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον. πλεύμονά τε αὐτὸν ἐκάλει καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνην· τοὺς τε περὶ Πλάτωνα Διονυσοκόλακας καὶ αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλην ἄσωτον, ‹ὃν› καταφαγόντα τὴν πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν· φορμοφόρον τε Πρωταγόραν καὶ γραφέα Δημοκρίτου καὶ ἐν κώμαις γράμματα διδάσκειν. Ἡράκλειτόν τε κυκητήν· καὶ Δημόκριτον Ληρόκριτον· καὶ Ἀντίδωρον Σαννίδωρον· τούς τε Κυζικηνοὺς ἐχθροὺς τῆς Ἑλλάδος· καὶ τοὺς διαλεκτικοὺς πολυφθόρους· Πύρρωνα δὲ ἀμαθῆ καὶ ἀπαίδευτον.

[102]

ATHEN. VIII 354bc

   εἰδὼς καὶ Ἐπίκουρον τὸν φιλαληθέστατον ταῦτ' εἰπόντα περὶ αὐτοῦ (Ἀριστοτέλους) ἐν τῇ περὶ ἐπιτηδευμάτων ἐπιστολῇ, ὅτι καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ὅτι ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν· εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου, φησί, παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις οὐκ ὢν ἀφυὴς καὶ κατὰ μικρὸν εἰς τὴν θεωρουμένην ἕξιν ἦλθεν ..................... ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ ὁ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα γὰρ ὑπ' ἐκείνου ἐπὶ ξύλων τινῶν ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπ' αὐτοῦ, καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα· ἀφ' ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι.

[103]

SEXT. EMP. adv. Math. I 4

   φησὶ γοῦν ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους ἐπιστολῇ· οἶμαι δ' ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δόξειν τοῦ πλεύμονος εἶναι, μετὰ μειρακίων τινῶν κραιπαλώντων ἀκούσαντα, καὶ προβὰς ....... λέγων· καὶ γὰρ πονηρὸς ἄνθρωπος ἦν καὶ ἐπιτετηδευκὼς τοιαῦτα ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖν.

[104]

PHILOD. πρὸς τούς fr. x SBORDONE:

ταῖς ἡμερ[οκ]ωμίαι[ς] ἐν Τέωι συσχόμενος π[ρὸ] τοῦ σοφιστεῦσα[ι] τοῦ τἀν[αξαγόρου ἀναγι[ν]ώ̣σκοντος καὶ Ἐμπεδο̣[κλ]έους καὶ περὶ ταῦτα τ[ε]ρθρ[ευομένου κατατεταμένω[σ.] ἢ πάλιν· ὁ τοὺς Ἑρμοκοπίδας ἐν Τέῳ συ[ς]τήσα[ς] [κατὰ Δ]ημόκριτον καὶ [Λεύκιπ]π̣ον πραγματευ[ομένους]

[105]

AD IGNOTOS PHILOD. Πραγματεῖαι col. VII VH2 I 114

        ἐπ' Ὀλυμπιοδώρου γ[ράφει·] [ἤ]τοι γε [τι]νὰ δεῖ [π]όνων

[106]

PHILOD. π. εὐσεβ. 125 GO.:

[             καὶ] πρὸς τὸν αὐτὸν [ἐπὶ Χαρίνου· τη.φ.. αιφι[     ]αὐτῶν μὲν[      ]θες τῶ[ν] ἁπαν[     ]κε ριωτ[       ]ς ἔξωθ[εν ἐ]πιφέροντος

[107]

PHILOD. π. εὐσεβ. 105 GO.

               ἐπὶ δὲ Χαρί[νου καὶ ἐπὶ] Διοτίμ[ου παραινεῖ] τὴν κα[θ' ἱερᾶς τραπέζης [συνθήκην μὴ] παραβαί[νειν]

[108]

PHILOD. π. πλούτου col. III VH2 II 114

       ὅ [ἐ]ὰν δ[ιανοῶνται, περι[γ]ίνοντ[αι] τῶ[ν] κατὰ τ̣[ὴ̣]ν̣ [ἔ]νδειαν κα[ὶ] πε[νί]αν κα‹κῶ›ν. ἐπὶ δὲ [Χ]αρίνου

[109]

PHILOD. π. πλούτου col. IV VH2 III 86

[ ]ἐπ‹ὶ› Χαρίνου

[110]

PHILOD. Πραγματεῖαι XXXII DIANO

ἐπὶ δ' Ἰσαίου καὶ γέγραφεν σ[ ]

[111]

PHILOD. πρὸς τούς fr. l4`6 SBORDONE:

       ἐπ' Ἰσαίου [δὲ] [τοὺ]ς Μενοικέως υἱο̣[ὺς] [εἰσφ]έρει νομίσα̣ντ̣α[ς] [ὡς] μ̣αθη̣τ̣ὰς

[112]

PHILOD. π. τῶν στωικῶν (PAP. HERC. 339) col. V VH4`1 VIII

       εἶθ' [ὕ]στερον [τοὺς ἐχθίς]τους ‹κ›ατα[λ]ύειν Μακε[δόνας] ὡς τ[ό]τε ἐπ' Εὐθίου γρά[φει]

[113]

PHILOD. πρὸς τούς fr. l4`3 SBORDONE:

           ἐπὶ δ' Εὐβούλ[ου· τὴ]ν ἐπιστολὴν π̣ρ̣ο̣σ̣[ανάπ]τοις καὶ τῶν Δη[μοκρί]του τινά, οὐχ οἷον

[114]

PHILOD. π. εὐσεβ. 126 GO.

πάλιν· ἡμ[εῖς θεοῖς] θύωμεν, φησίν, [ὀσίως καὶ καλῶς οὗ [καθήκει, κα[ὶ κ]αλῶ[ς] πάντα πράττωμεν [κατὰ τοὺς νόμους μ[ηθὲ[ν] ταῖς δόξαις α[ὐτοὺς ἐν τοῖς περὶ τῶν ἀρίστων κ[αὶ] σεμνοτάτων διαταράττοντες· [ἔτι] δὲ̣ καὶ δίκαιό[ν φα]μεν ἀφ' ἧς ἔλε[γον δόξης· οὕτω γὰρ [ἐνδέχεται φύσ[ιν θνητὴν ὁμοίω[ς Διὶ] νὴι Δία ζῆν [ὡς φαίνεται.

[115]

PHILOD. π. εὐσεβ. 125 GO.

κἂν πόλ[ε]μ[ος ἦι,] δεινὸν οὐκ ἂ"ν" θέσθαι θεῶν εἵλε[ων ὄντων. καὶ ‹π›[αλιν·] καθαρὰν τ[ὴν ζωὴν] διηχέναι κα[ὶ διάξειν σὺν αὐτ[ῷ] Μάτρωνι θε[ῶν εἵλεων ὄντων.

[116]

PHILOD. Πραγματεῖαι XXVIII DIANO:

[                τ]οῖς ἄ[λλοις] καὶ δεηθέντος μου φιλανθ[ρ]ωπεύσασθαι δ[ιὰ παντό]ς

[117]

PHILOD. Πραγματεῖαι col. IV, VH2 I 111

                    γρά‹φω›ν πρὸς ‹α›[ὐτὸν] περὶ τῆς Ἀθήνησ‹ιν› αὐτοῦ παρουσίας κα[ὶ περὶ] ‹ὧν› παρὰ φ[ίλων] ἤκουσαν, οὗ καί φησιν· ‹ἥ›κ̣[ει] γὰρ πρὸς ἡμᾶς ‹ἔ›τι ν[εα]νίσκο[ς] [ὢ]ν [καὶ αὐτὸν μακαρίζομεν πάν]τες.

[118]

PLUT. adv. Col. 1124c

προπέτειαν δὲ καὶ λαμυρίαν ἐμποιεῖ νέοις ὁ περὶ Πυθοκλέους οὔπω γεγονότος ὀκτωκαίδεκα ἔτη γράφων οὐκ εἶναι φύσιν ἐν ὅλῃ τῇ Ἑλλάδι ἀμείνω καὶ τερατικῶς αὐτὸν εὖ ἀπαγγέλλειν, καὶ πάσχειν αὐτὸς τὸ τῶν γυναικῶν, εὐχόμενος ἀνεμέσητα πάντα εἶναι καὶ ἀνεπίφθονα τῆς ὑπερβολῆς τῷ νεανίσκῳ.

[119]

PHILOD. Πραγματεῖαι XXV DIANO

ὑ[γι]ε̣ι̣νὸν [           πρὸς ὅν] γ' ἡ περὶ τῶν ἀσχολ[ι]ῶ[ν τότ' ἐ]γράφ[η.] καὶ προβ[άς· ἀκή]κοα ὡ[ς σὺ π]ειρᾶις ἥδειον ἂν εἴ [πο̣τ̣]ε, ἰδιώτει αὐτῶι γεγονότι τῆς πρότερον [προ]φανείας, τὴν φιλίαν συνάψαι, μ[έ]γ̣α̣ γε̣ π[α]ρ' ἃ [οἶ]δα, τῶι ἀνδρ[ὶ] πρ[ό]ς ὃν ἡ π[ερὶ] τῶν ἀσχο[λ]ιῶν ἐκ ‹Σ›άμου ἐ‹πι›σ̣τολὴ ἐγ̣ράφη [ὑπ' ἐ]μου· [ὀ]υ γὰρ τὰς τυχούσας ὑπὲ[ρ ἐμοῦ] φωνὰς Κωλώτης ἀνήγγ[ε]λ[λεν] ἀλλ' ἀνταξίας ἤπερ ἐ‹ς›τ[ὶ] ‹π›άν[τα] τὰ αὐτ[οῦ· δι]ὰ τα[ῦ]τα δή, [κ]εἰ [μ]ὴ μ[ό]    νον, ἐδωρεῖτο σὺν ἑταίρ[ωι μηθὲν] ἄνουν ἔπος γ' αὐτῶι μὴ π[αραπλησιάσαι μοι κατ' ἄ[λ]λας πρ[άξει]ς [χρ]ησίμωι γεν[ομένω]ι μηδ' ἰ[δι]ολ[ογησά[με]νο[ς, κα]ὶ ν[ῦν δ' ὅμ]οιά γ[ε] λέγων καὶ [πράτ]των μη[ ]

[120]

PHILOD. Πραγματεῖαι XIX DIANO:

[                   χά]ριν δ' ἔχ̣ε̣ιν κα[ί σοι τ]ῷ παρειληφότι τἀκείν[ου] [διδ]όν[αι Κ]αρνείσκῳ δεῖν τι, ὄν̣[τος] τοιούτου Κρονίου καὶ δόντος προ‹θυμ›[ως· καὶ μά]λ' ἀσπασίως τῶι Ἀρκε[φ]ῶντι μίαν μὲν ἐξ ἑπ‹τά γ'› οὖσαν, τὴν ‹ὑ›π' ἐμοῦ δοθεῖσαν αὐτῶι, πά‹ραδ›έ̣[δ]ωκε παρ[ὰ ἕ]τερ[α κα]ὶ οὐδὲ τὰ [ἑα]υ̣τ̣ῷ π[ροσόντ'] ἐτό[λμη]‹ς›εν ἑλεῖν ἀλ[λὰ κ]αὶ προ"στέ"ταχέ τιν[ι] Καλ[λι]‹στρά]τω[ι] π̣[έντ]ε μνᾶς ἡμῖν δοῦναι. καὶ προβάς· ὁ μὲν [δ]ὴ Καλλί[ς]τρατος ἐξ[έπ]τυ‹κε τρεῖς› μέχρι τε τοῦ̣ πα[ρ]ό̣ν̣τος [γ]έγο̣νεν̣ ἄτροπος κ̣αὶ̣ [τὸ ὅ]λον [οὐκ] εἶναι [ἑαυτῶι φησιν]

[121]

PHILOD. Πραγματεῖαι XXX DIANO

κα[ὶ] προβά[ς· ἐρεῖ τ]ὰ περὶ ἡμ[ᾶς] Ἡρα[κλείδης· ἣν οὖ]ν ἔταξα τιμὴ[ν] ἐμαυτῶ[ι] κἂν ἐν Ὑπερβο[ρ]είοις ὦσιν ἀποστέλλ[ε]ιν, ταύτην καὶ ὑμῖν συντάττω· [ἑ]κατὸν γὰρ καὶ εἴκοσι [δ]ρ[αχ]μὰ[ς μόν]ας κατ' ἐνιαυτὸν βούλομα[ι] παρ' ἑκατέρου λαμβάνειν. καὶ δι' ἑτέρας· ἤνεγκέ μοι Κτήσιππος τὴν κα[τ'] ἐνιαυτ[ὸν] σύνταξιν, ἣν ἀπέστειλας ὑπέρ τε τοῦ πατρὸς καὶ σεαυτοῦ.

[122]

PAP. HERC. 176 5 XXII VOGLIANO:

σιν λόγου[ς] καὶ κ[α]τὰ πάντας τρόπου[ς] ἐκπολυωρηθεὶς μέχρι ὅσου τὴν αὐτάρκη πρὸς τὸ [ς]εαυτὸν κυβερνᾶν {αν} ἡλι"κί"αν ἔσχες.

[123] πέμψον μοι τυροῦ κυθρίδιον, ἵν' ὅταν βούλωμαι πολυτελεύσασθαι δύνωμαι.

[124]

IOANN STOB. III XVII 33 H.

βρυάζω τῷ κατὰ τὸ σωμάτιον ἡδεῖ, ὕδατι καὶ ἄρτῳ χρώμενος, καὶ προσπτύω ταῖς ἐκ πολυτελείας ἡδοναῖς οὐ δι' αὐτάς, ἀλλὰ διὰ τὰ ἐξακολουθοῦντα αὐταῖς δυσχερῆ.

[125]

SENECA ep. 20 9

magnificentior, mihi crede, sermo tuus in grabato videbitur et in panno. non enim dicentur tantum illa sed probabuntur.

[126]

PORPH. ad Marc. 29 32 21 p.

κρεῖσσον δέ σοι θαρρεῖν ἐπὶ στιβάδος κατακειμένῳ ἢ ταράττεσθαι χρυσῆν ἔχοντι κλίνην καὶ πολυτελῆ τράπεζαν.

[127]

PHILOD. πρὸς τούς fr. l4`3 SBORDONE:

[                  οἴ]δαμ[εν] εἶναι πισ[τ]ὸ[ν] Κράτη[τ]ος [καὶ Ἀρ]ιστίππου τὰς πε[ρί τινων το]ῦ Πλάτωνος [διατριβ]ά[ς], καὶ Ἀριστοτέ[λους τ'] ἀναλυτικὰ καὶ [τὰ περὶ] φύσεως ὅσαπερ ἐ[κλέγ]ομεν.

[128]

SENECA ep. 79 15

in quadam epistula, cum amicitiam suam et Metrodori grata commemoratione cecinisset, hoc novissime adiecit, nihil sibi et Metrodoro inter bona tanta nocuisse, quod ipsos illa nobilis Graecia, non ignotos solum habuisset, sed paene inauditos.

[129]

SENECA ep. 7 11

egregie hoc Epicurus, cum .... scriberet: haec ego non multis, sed tibi: satis enim magnum alter alteri theatrum sumus.

[130]

SENECA ep. 25 6

incipiam tibi permittere quod idem suadet Epicurus: tunc praecipue in te ipse secede cum esse cogeris in turba.

[131]

Gnomol. cod. Paris. 1168 f. 115r

οὐδέποτε ὠρέχθην τοῖς πολλοῖς ἀρέσκειν, ἃ μὲν γὰρ ἐκείνοις ἤρεσκεν οὐκ ἔμαθον, ἃ δ' ᾔδειν ἐγὼ μακρὰν ἦν τῆς ἐκείνων αἰσθήσεως.

[132]

SENECA ep. 9 1. 8

an merito reprehendat in quadam epistula Epicurus eos qui dicunt sapientem se ipso esse contentum et propter hoc amico non indigere, desideras scire. hoc obicitur Stilponi ab Epicuro et iis quibus summum bonum visum est animus impatiens. sapiens etiamsi contentus est se, tamen habere amicum vult, si nihil aliud, ut exerceat amicitiam, ne tam magna virtus iaceat, non ad hoc, quod dicebat Epicurus in hac ipsa epistula, ut habeat qui sibi aegro adsideat, succurrat in vincula coniecto vel inopi, sed ut habeat aliquem cui ipse aegro adsideat, quem ipse circumventum hostili custodia liberet.

[133]

DIDYMUS CAECUS, in Eccles.:

ἐκεῖνος οὖν γράφ[ει........]επ.... ὅτι ἄλλως χρᾶται ὁ σοφὸς τοῖς πράγμασιν καὶ ἄλλως ὁ μὴ σοφός· καὶ ἐ̣[πιφέρει· τ]ότε σοφὸς οὐκ ἦς, νῦν δὲ ἐσπούδασας τοῦτο γενέσθαι. ἀναπόλ[ει] τὸ{ν} τοῦ προτέ[ρου βίο]υ καὶ τοῦ νῦν, εἰ οὕτως ἔφερες τότε νόσον ὡς νῦν, ἢ οὕτως ἐκράτεις πλ[ούτο]υ ὡς νῦν κρατεῖς.