6372 441 0 15 3 0 IV-III a. C. Nat. Hist. Theophrastus VIII Historia plantarum Hort, A., Cambridge, Mass., Harvard University Press, 1916 Rist. 1:1968; 2:1961 0

Theophrastus-Historia plantarum VIII

Θ

[1]   Περὶ μὲν οὖν τῶν ἄλλων ποιωδῶν ἱκανῶς εἰρήσθω· περὶ δὲ σίτου καὶ τῶν σιτωδῶν λέγωμεν ὁμοίως τοῖς πρότερον· τοῦτο γὰρ κατάλοιπον ἦν τῶν ποιωδῶν.

   Δύο δὲ αὐτοῦ γένη τὰ μέγιστα τυγχάνει· τὰ μὲν γὰρ σιτώδη, οἷον πυροὶ κριθαὶ τίφαι ζειαὶ τὰ ἄλλα τὰ ὁμοιόπυρα ἢ ὁμοιόκριθα· τὰ δὲ χεδροπά, οἷον κύαμος ἐρέβινθος πισὸς καὶ ὅλως τὰ ὄσπρια προσαγορευόμενα· τρίτον δὲ παρ' αὐτὰ κέγχρος ἔλυμος σήσαμον καὶ ἁπλῶς τὰ ἐν τοῖς θερινοῖς ἀρότοις ἀνώνυμα κοινῇ προσηγορίᾳ.

[2]    Ἔστι δὲ ἡ μὲν γένεσις αὐτῶν μία καὶ ἁπλῆ· φύεται γὰρ ἀπὸ σπέρματος, ἐὰν μή τι σπάνιον καὶ ὀλίγον ἀπὸ τῆς ῥίζης. ὧραι δὲ τοῦ σπόρου τῶν πλείστων δύο· πρώτη μὲν καὶ μάλιστα ἡ περὶ Πλειάδος δύσιν, ᾗ καὶ Ἡσίοδος ἠκολούθηκε καὶ σχεδὸν οἱ πλεῖστοι, δι' ὃ καὶ καλοῦσί τινες αὐτὴν ἄροτον· ἄλλη δ' ἀρχομένου τοῦ ἦρος μετὰ τὰς τροπὰς τοῦ χειμῶνος. οὐ τῶν αὐτῶν δὲ ἑκατέρα. τὰ μὲν γὰρ αὐτῶν φιλεῖ πρωϊσπορεῖσθαι, τὰ δὲ ὀψὲ διὰ τὸ μὴ δύνασθαι φέρειν τοὺς χειμῶνας, τὰ δὲ πρὸς ἀμφοτέρας τὰς ὥρας οὐ κακῶς ἔχει, καὶ πρὸς χειμῶνα καὶ πρὸς ἔαρ.

[3]    Πρωΐσπορα μὲν οὖν ἐστι πυρὸς κριθή, καὶ τούτων ἡ κριθὴ πρωϊσπορώτερον· ἔτι δὲ ζειὰ τίφη ὀλύρα καὶ εἴ τι ἕτερον ὁμοιόπυρον· ἁπάντων γὰρ σχεδὸν ὁ αὐτὸς χρόνος τῆς σπορᾶς· τῶν δὲ χεδροπῶν μάλιστα ὡς εἰπεῖν κύαμος καὶ ὦχρος· ταῦτα γὰρ διὰ τὴν ἀσθένειαν προλαβεῖν τῇ ῥιζώσει βούλεται τοὺς χειμῶνας· πρωΐσπορον δὲ καὶ ὁ θέρμος· ἀπὸ τῆς ἅλω γάρ φασι δεῖν καταβάλλειν εὐθύς.

[4]    Ὀψίσπορα δὲ τούτων γε αὐτῶν ὅσα διαφέρει τοῖς γένεσιν, οἷον πυρῶν τέ τι γένος καὶ κριθῶν ὃ καλοῦσι τρίμηνον διὰ τὸ ἐν τοσούτῳ τελειοῦσθαι· καὶ τῶν χεδροπῶν τὰ τοιάδε, φακὸς ἀφάκη πισός. ἐν ἀμφοτέραις δὲ ταῖς ὥραις τῶν χεδροπῶν, καθάπερ ὄροβος ἐρέβινθος· οἱ δὲ καὶ τὸν κύαμον ὀψὲ σπείρουσιν, ἐὰν ὑστερήσωσι τῶν πρώτων ἀρότων. ἁπλῶς δὲ πρωϊσποροῦσι τὰ μὲν δι' ἰσχὺν ὡς δυνάμενα φέρειν τοὺς χειμῶνας, τὰ δὲ δι' ἀσθένειαν, ὅπως προλάβωσι ταῖς εὐδίαις τὴν αὔξησιν. δύο μὲν οὖν αὗται. τρίτη δὲ τῶν θερινῶν ἣν εἴπομεν, ἐν ᾗ κέγχρος σπείρεται καὶ μέλινος καὶ σήσαμον, ἔτι δ' ἐρύσιμον καὶ ὅρμινον. χρόνοι μὲν οὖν ἑκάστων οὗτοι.

[5]    Βλαστάνει δὲ τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον· καὶ κριθὴ μὲν καὶ πυρὸς ἑβδομαῖα μάλιστα· προτερεῖ δὲ ἡ κριθὴ μᾶλλον· τὰ δ' ὄσπρια τεταρταῖα ἢ πεμπταῖα πλὴν κυάμων· κύαμος δὲ καὶ τῶν σιτωδῶν ἔνια πλείοσιν· ἐνιαχοῦ γὰρ καὶ πεντεκαιδεκαταῖος, ὁτὲ δὲ καὶ εἰκοσταῖος· δυσφυέστατον γὰρ τοῦτο πάντων, ἐὰν δὲ δὴ καὶ σπαρέντος ἐπὶ πλέον ὕδωρ ἐπιγένηται, καὶ παντελῶς. εἰ δὲ τῶν ἐν τοῖς ἠρινοῖς ἀρότοις θᾶττον ἡ ἔκφυσις διὰ τὴν ὥραν σκεπτέον.

[6]    Χρὴ δὲ τὰς ἀναβλαστήσεις καὶ τὰς διαφύσεις ταύτας ὡς ἐπὶ τὸ πᾶν διαλαβεῖν· ἐνίοτε γὰρ ἐνιαχοῦ καὶ ἐν ἐλάττοσιν ἡμέραις, καθάπερ ἐν Αἰγύπτῳ ‹κριθή›· τριταίαν γάρ φασι καὶ τεταρταίαν ἀνατέλλειν· παρ' ἄλλοις δὲ ἐν πλείοσι τῶν εἰρημένων, ὅπερ καὶ οὐκ ἄλογον, ὅταν καὶ χώρα καὶ ἀὴρ διαφέρῃ καὶ πρωϊαίτερον ἢ ὀψιαίτερον ἀρόσῃ καὶ τὰ ἐπιγινόμενα ἀνόμοια τυγχάνῃ. ἡ μὲν γὰρ μανὴ καὶ κούφη καὶ εὐκράτῳ ἀέρι ταχὺ καὶ ῥᾳδίως ἀναδίδωσιν, ἡ δὲ γλίσχρα καὶ βαρεῖα βραδέως, ἡ δὲ τοῖς τόποις αὐχμωδεστέρα βραδύτερον.

[7]   Ἔτι δὲ ἂν χειμῶνες ἐπιγένωνται καὶ αὐχμοὶ καὶ εὐδίαι καὶ πάλιν ὕδατα· καὶ γὰρ ἐν τούτοις πολὺ παραλλάττουσιν. ὡσαύτως δὲ καὶ ἐὰν ἡ γῆ προειργασμένη καὶ κόπρον ἔχουσα τυγχάνῃ, καὶ ἐὰν μηδὲν τούτων· ἐπεὶ καὶ περὶ τὸ πρωϊσπορεῖν ἕκαστα καὶ ὀψισπορεῖν αἱ χῶραι διαφέρουσιν. ἔνιοι δὲ καὶ περὶ τὴν Ἑλλάδα πάντα πρωϊσπορεῖν εἰώθασι διὰ ψυχρότητα τῆς χώρας, ὥσπερ οἱ Φωκεῖς, ὅπως ἂν οἱ χειμῶνες μὴ νήπια καταλαμβάνωσιν.

[2]

[1]    Βλαστάνει δὲ τὰ μὲν ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν ἀφιέντα καὶ τὸ φύλλον, τὰ δὲ ἑκάτερον ἐξ ἑκατέρου τοῦ ἄκρου. πυρὸς μὲν οὖν καὶ κριθὴ καὶ τίφη καὶ ὅλως ὅσα σιτώδη πάντα ἐξ ἑκατέρου ὥσπερ ἐν τῷ στάχυϊ πέφυκεν, ἀπὸ μὲν τοῦ κάτω τοῦ παχέος τὴν ῥίζαν ἀπὸ δὲ τοῦ ἄνω τὸν βλαστόν· ἓν δέ τι καὶ συνεχὲς γίνεται τὸ ἀμφοῖν τῆς τε ῥίζης καὶ τοῦ καυλοῦ. κύαμος δὲ καὶ τὰ ἄλλα χεδροπὰ οὐχ ὁμοίως, ἀλλ' ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν καὶ τὸν καυλόν, καθ' ὃ καὶ ἡ πρόσφυσις αὐτῶν ἐστι πρὸς τὸν λοβόν, ἐν ᾧ καὶ ἔχουσιν οἷον ἀρχήν τινα φανεράν· ἐπ' ἐνίων δὲ καὶ αἰδοιῶδες φαίνεται, καθάπερ ἐπὶ τῶν κυάμων καὶ τῶν ἐρεβίνθων καὶ μάλιστα τῶν θέρμων· ἐκ τούτου γὰρ ἡ μὲν ῥίζα κάτω τὸ δὲ φύλλον καὶ ὁ καυλὸς ἄνω χωρεῖ.

[2]    Ταύτῃ μὲν οὖν πη διαφέρει. τῇ δὲ ὁμοίως ἔχει τῷ πάντα κατὰ τὴν πρόσφυσιν τοῦ λοβοῦ καὶ τοῦ στάχυος ἀφιέναι τὴν ῥίζαν καὶ μὴ καθάπερ ἐν τοῖς δενδρικοῖς τισιν ἀνάπαλιν, οἷον ἀμυγδαλῇ καρύῳ βαλάνῳ τοῖς τοιούτοις. ἐν ἅπασι δὲ ἡ ῥίζα μικρῷ πρότερον ἐκφύεται τοῦ καυλοῦ· συμβαίνει δὲ ἔν γέ τισι τῶν δένδρων ὥστε τὸν μὲν βλαστὸν ἐν αὐτῷ τῷ σπέρματι βλαστάνειν πρῶτον, αὐξανομένου δὲ διΐστασθαι τὰ σπέρματα ‑ πάντα γάρ πως καὶ ταῦτα διμερῆ, τὰ δὲ δὴ χεδροπὰ φανερῶς πάντα δίθυρα καὶ σύνθετα ‑ τὴν δὲ ῥίζαν εὐθὺς ἔξω προωθεῖσθαι· ἐν δὲ τοῖς σιτηροῖς διὰ τὸ καθ' ἓν αὐτὰ εἶναι τοῦτο μὲν οὐ συμβαίνει, προτερεῖ δὲ ἡ ῥίζα μικρόν.

[3]    Ἀναφύεται δὲ ἡ μὲν κριθὴ καὶ ὁ πυρὸς μονόφυλλα, ὁ δὲ πισὸς καὶ ὁ κύαμος καὶ ὁ ἐρέβινθος πολύφυλλα. ῥίζαν δὲ ἔχει τὰ μὲν χεδροπὰ πάντα ξυλώδη καὶ μίαν ἀπὸ δὲ ταύτης καὶ ἀποφύσεις λεπτάς. βαθυρριζότατον δὲ ὡς εἰπεῖν τούτων ὁ ἐρέβινθος, ἐνίοτε δὲ καὶ παρακαθίησιν· ἀλλ' ὁ πυρὸς καὶ ἡ κριθὴ καὶ τὰ ἄλλα τὰ σιτώδη πολύρριζα καὶ λεπτόρριζα, δι' ὃ καὶ ταρρώδη. καὶ πολύκλαδα καὶ πολύκαυλα πάντα τὰ τοιαῦτα. σχεδὸν δὲ καὶ ἐναντίωσίς τις ἑκατέρων ἐστί· τὰ μὲν γὰρ χεδροπὰ μονόρριζα ὄντα πολλὰς ἄνωθεν ἀπὸ τῶν καυλῶν ἀποφύσεις ἔχει πλὴν κυάμου· τὰ δὲ σιτηρὰ πολύρριζα πολλοὺς μὲν ἀνίησι βλαστούς, ἀπαράβλαστοι δὲ οὗτοι, πλὴν εἴ τι γένος πυρῶν τοιοῦτον, οὓς καλοῦσι σιτανίας καὶ κριθανίας.

[4]    Τὸν μὲν οὖν χειμῶνα ἐν τῇ χλόῃ μένει τὰ σιτώδη, διαγελώσης δὲ τῆς ὥρας καυλὸν ἀφίησιν ἐκ τοῦ μέσου καὶ γονατοῦται. συμβαίνει δ' εὐθὺς ἐν τῷ τρίτῳ γόνατι, τοῖς δὲ ἐν τῷ τετάρτῳ, καὶ τὸν στάχυν ἔχειν ἀλλ' οὐ φανερὸν ἐν τῷ ὄγκῳ· ‑ γίνεται δὲ ἐν τῷ ὅλῳ καλάμῳ πλείω τούτων· ‑ ὥστε σχεδὸν ἅμα τῷ καλαμοῦσθαι συνίστασθαι ‹ἢ› μικρὸν ὕστερον· ἀλλ' οὐ πρότερον φανερὸς γίνεται πρὶν ἂν προαυξηθεὶς ἐν τῇ κάλυκι γένηται, τότε δὲ ἡ κύησις φανερὰ διὰ τὸν ὄγκον.

[5]    Ἀπολυθεὶς δ' εὐθὺς ἀνθεῖ μεθ' ἡμέρας τέτταρας ἢ πέντε καὶ πυρὸς καὶ κριθὴ καὶ ἀνθεῖ σχεδὸν τὰς ἴσας, οἱ δὲ τὰς πλείστας λέγοντες ἐν ταῖς ἑπτά φασιν ἀπανθεῖν. ἀλλὰ τῶν χεδροπῶν χρόνιος ἡ ἄνθησις· χρονιωτάτη δὲ τῶν μὲν ἄλλων ὀρόβου καὶ ἐρεβίνθου, τούτων δ' ἁπάντων τοῦ κυάμου καὶ ἐν μεγίστῃ διαφορᾷ· τετταράκοντα γὰρ ἡμερῶν ἀνθεῖν λέγουσι· πλὴν οἱ μὲν ἀεὶ παρανθοῦντος ἑτέρου καὶ ἑτέρου λέγουσι, κατὰ μέρος γὰρ ἀνθεῖν, οἱ δὲ ἁπλῶς. ἡ γὰρ ἄνθησις τῶν μὲν σταχυηρῶν ἀθρόως τῶν δὲ ἐλλοβωδῶν καὶ χεδροπῶν πάντων κατὰ μέρος· πρῶτα γὰρ ἀνθεῖ τὰ κάτω, καὶ ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἐχόμενα, καὶ οὕτως αἰεὶ βαδίζει πρὸς τὰ ἄνω. δι' ὃ πολλὰ τῶν ὀρόβων τίλλεται τὰ μὲν κάτω κατερρυηκότα τὰ δ' ἄνω χλωρὰ πάμπαν.

[6]    Μετὰ δὲ τὴν ἀπάνθησιν ἁδρύνονται καὶ τελειοῦνται πυρὸς μὲν καὶ κριθὴ τετταρακοσταῖα μάλιστα· παραπλησίως δὲ καὶ τίφη καὶ τἆλλα τὰ τοιαῦτα. τετταρακοσταῖον δέ φασι καὶ τὸν κύαμον, ὥστε ἐν ἴσαις ἀνθεῖν καὶ τελειοῦσθαι· τὰ δ' ἄλλα ἐν ἐλάττοσιν· ἐλαχίσταις δὲ ὁ ἐρέβινθος, εἴπερ ἀπὸ τῆς σπορᾶς ἐν τετταράκοντα τελειοῦται ταῖς ἁπάσαις ὥσπερ τινές φασιν· ἐπεὶ τό γ' ὅλον ὅτι τάχιστα φανερόν. οἱ δὲ κέγχροι καὶ τὰ σήσαμα καὶ οἱ μέλινοι καὶ ὅλως τὰ θερινὰ σχεδὸν ὁμολογεῖται τὰς τετταράκονθ' ἡμέρας λαμβάνειν· οἱ δέ φασι καὶ ἐλάττους.

[7]    Διαφέρει δὲ καὶ πρὸς τὴν τελείωσιν χώρα τε χώρας καὶ ἀὴρ ἀέρος· ἐν ἐλάττοσι γὰρ ἔνιαι δοκοῦσιν ἐκφέρειν, ὥσπερ ἄλλαι τε καὶ μάλιστα ἐπιδήλως Αἴγυπτος· ἐκεῖ γὰρ κριθαὶ μὲν ἐν ἑξαμήνῳ πυροὶ δὲ ἐν τῷ ἑβδόμῳ θερίζονται· περὶ δὲ τὴν Ἑλλάδα κριθαὶ μὲν ἐν τῷ ἑβδόμῳ παρὰ δὲ τοῖς πλείστοις ὀγδόῳ, πυροὶ δὲ ἔτι προσεπιλαμβάνουσιν. οὐ μὴν οὐδὲ ἐκεῖ τό γε πᾶν πλῆθος οὕτως, ἀλλ' ὅσον εἰς ἀπαρχήν· κομίζεται γὰρ πρὸς ἱερῶν τινῶν χρείαν ἄλφιτα νέα τῷ ἕκτῳ μηνὶ καὶ ταῦτα ἐκ τῶν ἄνω τόπων ὑπὲρ Μέμφιν.

[8]    Λέγεται δὲ καὶ ἐν Σικελίᾳ τῆς Μεσσηνίας ἐν ταῖς καλουμέναις Μύλαις ταχεῖάν τινα γίνεσθαι τὴν τελείωσιν τῶν ὀψίων· τὸν τῶν ὀσπρίων μὲν γὰρ σπορητὸν ἓξ μῆνας, τὸν δὲ τῷ ὑστάτῳ σπείραντα θερίζειν ἅμα τοῖς πρώτοις· ἀγαθὴν δὲ διαφερόντως εἶναι τὴν χώραν, ὥστε τριακοντάχοα ποιεῖν, ἔχειν δὲ καὶ νομὰς θαυμαστὰς καὶ ὕλην. ἐν Μήλῳ δέ τι θαυμασιώτερον λέγουσιν· ἐν γὰρ τριάκοντα ἢ τετταράκοντα ἡμέραις σπαρέντα θερίζουσι, δι' ὃ καὶ λέγειν αὐτοὺς ὅτι μέχρι τούτου δεῖ σπείρειν ἕως ἂν ἴδῃ τις δράγμα· γίνεσθαι δὲ οὔτε ὄσπρια τοιαῦτα οὔτε πολλὰ παρ' αὐτοῖς. δεινὴν δέ τινα διαδοῦναι τὴν χώραν τροφήν· καὶ γὰρ εἶναι σιτοφόρον μὲν καὶ ἐλαιοφόρον ἀγαθὴν ἀμπελοφόρον δὲ μετρίαν.

[9]    Ὑπερβάλλον δ' ἔτι τούτου καὶ πάντων θαυμασιώτερον τὸ περὶ Χαλκίαν τὴν νῆσον τὴν Ῥοδίων γινόμενον· ἐκεῖ γάρ φασιν εἶναί τινα τόπον πρώϊον οὕτω καὶ εὔφορον ὡς σπαρεισῶν κριθῶν ἅμα ταῖς ἄλλαις θερίσαντες ταύτας σπείρουσιν εἶτα πάλιν, εἶτα θερίζουσιν ἅμα τοῖς λοιποῖς· μεγίστη μὲν οὖν, εἴπερ ἀληθής, αὕτη διαφορά. τὸ γὰρ εἰς ἑτέραν χώραν μετενεχθέντα διαφέρειν, ὥσπερ ἐκ Κιλικίας φασὶν εἰς Καππαδοκίαν καὶ ὅλως τὴν ἐπέκεινα τοῦ Ταύρου, ἧττον ἄτοπον· φανερὰ γὰρ ἡ τῶν τόπων διάστασις.

[10]    Τὸ δὲ τὴν αὐτὴν διφορεῖν, ἐν ᾧπερ γε ἅπαξ αἱ ἄλλαι, σύνορον οὖσαν καὶ μίαν θαυμασιώτατον· αὕτη μὲν οὖν ἐν μεγίστῃ διαφορᾷ.

   Τὰ δὲ κατὰ τὰς ἄλλας χώρας οὐ πολλὴν ἢ οὐδεμίαν ὡς εἰπεῖν τοῦ γε χρόνου λαμβάνει διάστασιν· προτερεῖ γὰρ ταῖς ὥραις τὰ Ἀθήνῃσι τῶν περὶ Ἑλλήσποντον ἡμέραις τριάκοντα μάλιστα ἢ οὐ πολλῷ πλείοσιν· εἰ μὲν οὖν καὶ ὁ σπορητὸς πρότερον, μετάθεσις ἂν εἴη τῆς ὥρας· εἰ δ' ἅμα, δῆλον ὅτι πλείων ἂν ὁ χρόνος.

[11]    Οὐ μικρὰν δὲ ποιοῦσι διαφορὰν οὐδὲ οἱ τόποι, καίπερ ἔνιοι συνεγγὺς ὄντες· τὰ γὰρ ἐν Σαλαμῖνι προτερεῖ πολὺ τῶν ἄλλων τῶν ἐν τῇ Ἀττικῇ καὶ ὅλως τὰ ἐπιθαλάττια καὶ εἰς ταῦτα καὶ εἰς τοὺς ἄλλους καρπούς, ὡς τὰ περὶ τὴν Ἀκτὴν καλουμένην τῆς Πελοποννήσου καὶ τὰ ἐν Φαλύκῳ τῆς Μεγαρίδος· πλὴν ἐνταῦθά γε συμβάλλεται καὶ τὸ λεπτόγεων εἶναι καὶ ψαφαρὰν τὴν χώραν. καὶ τὰ μὲν περὶ τὴν γένεσιν καὶ τὴν τελείωσιν οὕτως ἔχει.

[3]

[1]    Διαφέρει δὲ καθ' ὅλα τὰ γένη τὰ διῃρημένα τῶν γενῶν, οἷον σῖτος χεδροπὰ τὰ θερινά, καὶ καθ' ἕκαστον γένος τὰ ὁμογενῆ. τὰ μὲν γὰρ σιτώδη τὸ φύλλον ἔχει καλάμου, τῶν δὲ χεδροπῶν τὰ μὲν περιφερές, οἷον ὁ κύαμος καὶ σχεδὸν τὰ πλεῖστα, τὰ δὲ προμηκέστερον, οἷον ὁ πισὸς καὶ ὁ λάθυρος καὶ ὁ ὦχρος καὶ τὰ τοιαῦτα. καὶ τὰ μὲν ἰνώδη τὰ δ' ἄφλεβα καὶ ἄϊνα. τὸ δὲ σήσαμον καὶ τὸ ἐρύσιμον ἰδιώτερα παρὰ ταῦτα.

[2]    Πάλιν ὁ καυλὸς τῶν μὲν γονατώδης καὶ κοῖλος, δι' ὃ καὶ καλεῖται κάλαμος· ὁ δὲ τοῦ κυάμου κοῖλος, τῶν δ' ἄλλων χεδροπῶν ξυλωδέστερος, ξυλωδέστατος δὲ ὁ ἐρέβινθος· τῶν δὲ θερινῶν κέγχρου μὲν καὶ μελίνου καλαμώδης, σησάμου δὲ καὶ ἐρυσίμου ναρθηκώδης μᾶλλον. καὶ τὰ μέν ἐστιν ὀρθόκαυλα, καθάπερ πυρὸς καὶ κριθὴ καὶ ὅλως τὰ σιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον, οἷον ἐρέβινθος ὄροβος φακός, τὰ δ' ἐπιγειόκαυλα, καθάπερ ὦχρος πισὸς λάθυρος· ὁ δὲ δόλιχος, ἐὰν παρακαταπήξῃ τις ξύλα μακρά, ἀναβαίνει καὶ γίνεται κάρπιμος, εἰ δὲ μή, φαῦλος καὶ ἐρυσιβώδης· μόνος δ' ἢ μάλιστα τῶν χεδροπῶν ὀρθόκαυλος ὁ κύαμος.

[3]    Ἔχει δὲ καὶ τὰ ἄνθη διαφορὰν καὶ τῇ φύσει καὶ τῇ θέσει, περὶ ὧν σχεδὸν ἐν τοῖς καθ' ὅλου διείλομεν, ὅτι τὰ μὲν χνοώδη, καθάπερ σίτου καὶ παντὸς τοῦ σταχυώδους· τὰ δὲ φυλλώδη, καθάπερ τῶν χεδροπῶν, καὶ τῶν πλείστων κολοβά· τὰ γὰρ πολλὰ κολοβανθῆ· χνοῶδες δὲ καὶ τὸ τοῦ κέγχρου καὶ μελίνου τοῦ δὲ σησάμου καὶ τοῦ ἐρυσίμου φυλλῶδες. καὶ ὅτι δὴ τὰ μὲν ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον τὰ σιτώδη καὶ κεγχρώδη περὶ τὸν στάχυν· τὰ δὲ χεδροπὰ ἐξ αὐτοῦ πως τοῦ ἄνθους ἢ ἀπό γε τῆς αὐτῆς ἀρχῆς γίνεται. καὶ τὴν ἄνθησιν, ὅτι τὰ μὲν ἀθρόαν τὰ δὲ κατὰ μέρος ποιεῖται· καὶ τἆλλα δὲ τὰ παραπλήσια τούτοις.

[4]    Ὁμοίως δὲ καὶ τὰ κατὰ τοὺς καρπούς, ὅτι τὰ μὲν ἔχει στάχυν, τὰ δὲ χεδροπὰ λοβόν, τὰ δὲ κεγχρώδη φόβην· ἡ δὲ καλαμώδης ἀπόχυσις φόβη. τὸ δ' ὅλον ἐναγγειόσπερμα, τὰ δὲ ἐνυμενόσπερμα, τὰ δὲ γυμνόσπερμα· καὶ ἔτι τὰ μὲν ἀκρόκαρπα, τὰ δὲ πλαγιόκαρπα, καὶ ὅσα δὴ ἄλλα ταύτης ἔχεται τῆς θεωρίας.

   Ὅλως δὲ πολυκαρπότερα καὶ πολυχούστερα τὰ χεδροπά, τούτων δ' ἔτι μᾶλλον τὰ θερινὰ κέγχρος καὶ σήσαμον, αὐτῶν δὲ τῶν χεδροπῶν [5] μάλιστα φακός. ἁπλῶς δὲ τὰ μικροσπερμότερα μᾶλλον ὡς εἰπεῖν, ὥσπερ καὶ τῶν λαχανωδῶν κύμινον ἁπάντων ὄντων πολυσπέρμων. ἰσχυρότερα δὲ πρὸς μὲν τὸν χειμῶνα καὶ ὅλως τὰ τοῦ ἀέρος τὰ σιτηρά, πρὸς δὲ τὴν τροφὴν τὰ χεδροπά. τάχα δὲ τοῦτό γε ἡμῖν τοῖς ἄλλοις ἀνάπαλιν.

[4]

[1]    Τὰ μὲν οὖν ὅλα γένη τοιαύτας ἔχει διαφοράς· τὰ δὲ ὁμογενῆ δῆλον ὅτι κατὰ τὴν τῶν μερῶν ἀνωμαλίαν, οἷον τῶν σιτωδῶν πυρὸς κριθῆς στενοφυλλότερον καὶ λειοκαυλότερον καὶ πυκνότερον καὶ γλισχρότερον ἔχει τὸν καυλὸν καὶ δυσθλαστότερον· ἅμα δὲ καὶ ὁ μὲν ἐν χιτῶσι πολλοῖς ἡ δὲ γυμνόν· μάλιστα γὰρ δὴ γυμνοσπέρματον ἡ κριθή. πολύλοπον δὲ καὶ ἡ τίφη καὶ ἡ ὀλύρα καὶ πάντα τὰ τοιαῦτα καὶ μάλιστα πάντων ὡς εἰπεῖν ὁ βρόμος. ἔστι δὲ καὶ ὑψηλότερος ὁ κάλαμος τοῦ πυροῦ ἢ τῆς κριθῆς, καὶ τὸν στάχυν ἀπηρτημένον ἔχει τοῦ φύλλου μᾶλλον ὁ πυρός.

   Ἴδιον δὲ καὶ τὸ ἄχυρον τοῦ κριθίνου τὸ πύρινον· ἐγχυλότερον γὰρ καὶ μαλακώτερον. διαφέρει δὲ [2] ἡ κριθὴ καὶ τούτῳ τῶν πυρῶν· ἡ μὲν γὰρ στοιχειώδης, ὁ δὲ πυρὸς ἄστοιχος καὶ πανταχόθεν ὁμαλής τις.

   Τῷ μὲν οὖν ὅλῳ γένει πρὸς γένος τοιαῦταί τινές εἰσι διαφοραί. καθ' ἑκάτερον δὲ τούτων πάλιν, οἷον πυρῶν καὶ κριθῶν, πολλὰ γένη καὶ τοῖς καρποῖς αὐτοῖς διαφέροντα καὶ τοῖς στάχυσι καὶ ταῖς ἄλλαις μορφαῖς καὶ ἔτι ταῖς δυνάμεσι καὶ τοῖς πάθεσι. τῶν μὲν κριθῶν αἱ μέν εἰσι δίστοιχοι αἱ δὲ τρίστοιχοι αἱ δὲ τετράστοιχοι καὶ πεντάστοιχοι· πλεῖστον δ' ἑξάστοιχον, καὶ γὰρ τοιοῦτό τι γένος ἐστί. πυκνότεραι δὲ ἀεὶ κατὰ τὴν θέσιν ὡς ἐπὶ πᾶν αἱ πολυστοιχότεραι. διαφορὰ δὲ μεγάλη καὶ τὸ παραβλαστητικὴν εἶναι, καθάπερ εἴπομεν τὴν Ἰνδικήν. καὶ οἱ στάχυες δὲ τῶν μὲν μεγάλοι καὶ μανότεροι ταῖς κριθαῖς τῶν δὲ ἐλάττους καὶ πυκνότεροι, καὶ ἀπέχοντες δὲ τοῦ φύλλου τῶν μὲν πολὺ τῶν δὲ μικρόν, ὥσπερ τῶν Ἀχιλλείων καλουμένων. καὶ αὐτῶν δὲ τῶν κριθῶν αἱ μὲν στρογγυλότεραι καὶ ἐλάττους αἱ δὲ προμηκέστεραι καὶ μείζους καὶ μανότεραι κατὰ τὸν στάχυν. ἔτι δὲ αἱ μὲν λευκαί, αἱ δὲ μέλαιναι καὶ ἐπιπορφυρίζουσαι, αἵπερ καὶ πολυάλφιτοι δοκοῦσιν εἶναι καὶ πρὸς τοὺς χειμῶνας δὲ καὶ τὰ πνεύματα καὶ ὅλως τὸν ἀέρα τῶν λευκῶν ἰσχυρότεραι.

[3]    Πολλὰ δὲ γένη καὶ τῶν πυρῶν ἐστιν εὐθὺς ἀπὸ τῶν χωρῶν ἔχοντα τὰς ἐπωνυμίας, οἷον Λιβυκοὶ Ποντικοὶ Θρᾷκες Ἀσσύριοι Αἰγύπτιοι Σικελοί. διαφορὰς δὲ καὶ ταῖς χροιαῖς καὶ τοῖς μεγέθεσι καὶ τοῖς εἴδεσι καὶ ταῖς ἰδιότησιν ἔχουσι καὶ ἐν ταῖς δυνάμεσι ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς πρὸς τὴν σίτησιν. τινὲς καὶ ἀπ' ἄλλων τὰς προσηγορίας, οἷον καγχρυδίας στλεγγὺς Ἀλεξάνδρειος· ὧν ἁπάντων ἐν τοῖς εἰρημένοις τὰς διαφορὰς ληπτέον. οὐχ ἥκιστα δ' οἰκεῖαι εἴ τις λαμβάνοι τὰς τοιαύτας· οἷόν εἰσιν οἱ μὲν πρώϊοι οἱ δὲ ὄψιοι, καὶ εὐαυξεῖς καὶ πολύχοι οἱ δὲ ‹μικροὶ› καὶ ὀλιγόχοι, καὶ μεγαλοστάχυες οἱ δὲ μικροστάχυες. καὶ οἱ μὲν ἐν κάλυκι πολὺν χρόνον οἱ δ' ὀλίγον ἐνόντες, ὥσπερ ὁ Λιβυκός. καὶ κάλαμον οἱ μὲν λεπτὸν οἱ δὲ παχύν· καὶ τοῦτο ὁ Λιβυκὸς ἔχει, παχὺν δὲ καὶ ὁ καγχρυδίας. ἔτι δὲ χιτῶνας οἱ μὲν ὀλίγους οἱ δὲ πολλούς, ὥσπερ ὁ Θρᾴκιος. καὶ ὁ μὲν μονοκάλαμος ὁ δὲ πολυκάλαμος, καὶ μᾶλλον δὲ καὶ ἧττον.

[4]    Ὁμοίως δὲ καὶ εἴ τι παραπλήσιον τούτοις ἢ τοῖς πρότερον εἰρημένοις κατὰ τὰς δυνάμεις. αἱ γὰρ τοιαῦται φυσικώταται δόξαιεν ἂν εἶναι τῶν διαφορῶν. ἐν αἷς καὶ τὸ τῶν τριμήνων καὶ τὸ τῶν διμήνων καὶ εἴ τι γένος ἐν ἐλάττοσιν ἡμέραις τελειοῦται, καθάπερ φασὶν εἶναι περὶ τὴν Αἰνείαν, οἳ τετταράκοντα ἡμέραις ἀπὸ τῆς σπορᾶς ἁδρύνονται καὶ τέλος ἴσχουσιν· εἶναι δ' ἰσχυρὸν τοῦτον καὶ βαρὺν οὐχ ὥσπερ τὸν τρίμηνον κοῦφον, δι' ὃ καὶ τοῖς οἰκέταις παρέχειν, καὶ γὰρ οὐδὲ πίτυρον ἔχειν πολύ. σπανιώτατος μὲν οὖν καὶ τάχιστος εἰς τελείωσιν οὗτος. εἰσὶ δὲ καὶ δίμηνοί τινες οἵπερ καὶ ἐκ Σικελίας ἐκομίσθησαν εἰς Ἀχαίαν· ὀλιγοχόοι δὲ καὶ ὀλιγογόνοι καὶ κοῦφοι κατὰ τὴν προσφορὰν καὶ ἡδεῖς. καὶ ἄλλοι δέ τινες οἱ περὶ Εὔβοιαν εἰσὶ καὶ μάλιστα ἐν τῇ Καρυστίᾳ. τρίμηνοι δὲ πολλοὶ καὶ πανταχοῦ κοῦφοι οὗτοι καὶ ὀλιγοχόοι καὶ μονοκάλαμοι κατὰ τὴν ἔκφυσιν καὶ τὸ ὅλον [5] ἀσθενεῖς. κουφότατος μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν πυρὸς ὁ Ποντικός· βαρύτερος δὲ τῶν εἰς τὴν Ἑλλάδα παραγινομένων ὁ Σικελός· τούτου δ' ἔτι βαρύτερος ὁ Βοιωτός· σημεῖον δὲ λέγουσιν ὅτι οἱ μὲν ἀθληταὶ ἐν τῇ Βοιωτίᾳ τρί' ἡμιχοίνικα μόλις ἀναλίσκουσιν, Ἀθήναζε δὲ ὅταν ἔλθωσι πένθ' ἡμιχοίνικα ῥᾳδίως. κοῦφος δὲ καὶ ὁ ἐν τῇ Λακωνικῇ. τούτων μὲν οὖν ἔν τε ταῖς χώραις καὶ τῷ ἀέρι τὸ αἴτιον· ἐπεὶ καὶ περὶ τὴν Ἀσίαν οὐ πόρρω Βάκτρων ἐν μέν τινι τόπῳ οὕτως ἁδρὸν εἶναί φασι τὸν σῖτον ὥστε πυρῆνος ἐλαίας μέγεθος λαμβάνειν, ἐν δὲ τοῖς Πισσάτοις καλουμένοις οὕτως ἰσχυρὸν ὥστ' εἴ τις πλεῖον προσενέγκοιτο διαρρήγνυσθαι, καὶ τῶν Μακεδόνων καὶ πολλοὺς τοῦτο παθεῖν. ἄτοπον δὲ καὶ ἀνομολογούμενον πρὸς τὴν τῶν τριμήνων κουφότητα τὸ περὶ τοὺς Ποντικοὺς συμβαῖνον· εἰσὶ γὰρ οἱ μὲν σκληροὶ ἠρινοὶ οἱ δὲ μαλακοὶ χειμερινοί· πολὺ γὰρ διαφέρει τῇ κουφότητι ὁ [6] μαλακός. [ὁμοίως δὲ καὶ δύο ἀρότους ὡς ἔοικε παντὸς τοῦ σίτου ποιοῦνται, τὸν μὲν χειμερινὸν τὸν δὲ ἠρινόν, ἐν ᾧ καὶ τὰ ὄσπρια καταβάλλουσιν].

   Εἰσὶ δὲ καὶ οἱ μὲν καθαροὶ αἰρῶν, ὥσπερ ὁ Ποντικὸς καὶ ὁ Αἰγύπτιος· καθαρὸς δὲ ἐπιεικῶς καὶ ὁ Σικελὸς καὶ μάλιστα ὁ Ἀκραγαντῖνος οὐκ αἰρώδης.

   Ὁ δὲ Σικελὸς ἴδιον ἔχει τὸ μελάμπυρον καλούμενον, ὅ ἐστιν ἀβλαβὲς καὶ οὐχ ὥσπερ ἡ αἶρα βαρὺ καὶ κεφαλαλγές. ἀλλὰ τὰ μὲν τοιαῦτα, καθάπερ ἐλέχθη, ταῖς χώραις ἀναθετέον καὶ ὅσον ἐπιβάλλει τοῖς γένεσιν.

[5]

[1]    Ἐν δὲ τοῖς ὀσπρίοις οὐχ ὁμοίως ἐστὶ λαβεῖν τὰς τοιαύτας διαφοράς, εἴτ' οὖν διὰ τὸ μὴ ἐξετάζειν ὁμοίως εἴτε καὶ διὰ τὸ μονοειδέστερα τυγχάνειν· ἔξω γὰρ ἐρεβίνθου καὶ φακοῦ καὶ ἐπ' ὀλίγου κυάμου καὶ ὀρόβου, καθ' ὅσον ἡ τῶν χρωμάτων καὶ τῶν χυλῶν διαφορά, τῶν γ' ἄλλων οὐ ποιοῦσιν ἰδέας. οἱ δὲ ἐρέβινθοι καὶ τοῖς μεγέθεσι καὶ τοῖς χυλοῖς καὶ τοῖς χρώμασι καὶ ταῖς μορφαῖς διαφέρουσιν, οἷον κριοὶ ὀροβιαῖοι οἱ ἀνὰ μέσον. ἐπὶ πᾶσι δὲ τὰ λευκὰ γλυκύτερα· καὶ γὰρ ὁ ὄροβος καὶ φακὸς καὶ ἐρέβινθος καὶ κύαμος καὶ σήσαμον· ἔστι γὰρ καὶ σήσαμον λευκόν.

[2]    Ἀλλὰ μᾶλλον ἐν τοῖς τοιοῖσδε ποιεῖν ἐστι τὰς διαφορὰς οἷον, ἐπεὶ πάντα ταῦτ' ἔλλοβα, τὰ μὲν αὐτῶν ἀδιάφρακτα καὶ ὥσπερ συμψαύοντα τυγχάνει, καθάπερ ὄροβος πισὸς καὶ σχεδὸν τὰ πλεῖστα, τὰ δὲ διαπεφραγμένα, καθάπερ θέρμος, ἔτι δὲ μᾶλλον καὶ ἰδίως τὸ σήσαμον. καὶ τὰ μὲν μακρόλοβα τὰ δὲ καὶ στρογγυλόλοβα, καθάπερ ὁ ἐρέβινθος. ἀνὰ λόγον δ' ἀκολουθεῖ καὶ τὰ πλήθη τῶν σπερμάτων· ἐλάττω γὰρ ἐν τοῖς μικροῖς, ὥσπερ ἔν τε τῷ τῶν ἐρεβίνθων καὶ ἐν τῷ τῶν φακῶν.

[3]    Καὶ παραπλήσιαι δὲ ἴσως αἱ τοιαῦται καὶ ἃς ἐπὶ τῶν σιτηρῶν ἐλέγομεν περὶ τῶν σταχύων καὶ αὐτῶν τῶν καρπῶν· ἐπεὶ καὶ οἱ καλούμενοι λοβοὶ σχεδὸν ἀκόλουθοι τοῖς σπέρμασίν εἰσιν, οἱ μὲν ἐπιπλατεῖς, ὥσπερ οἱ τοῦ φακοῦ καὶ τῆς ἀφάκης, οἱ δὲ κυλινδρώδεις μᾶλλον, ὡς οἱ τοῦ ὀρόβου καὶ τοῦ πισοῦ· τὰ γὰρ σπέρματα ἑκατέρων τοιαῦτα τοῖς σχήμασι· ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς πολλὰς ἄν τις εὕροι καθ' ἕκαστον, ὧν αἱ μὲν κοιναὶ πᾶσιν αἱ δὲ ἴδιαι κατὰ γένος.

[4]    Ὅτι δὲ πάντα προσπέφυκε τοῖς λοβοῖς καὶ ἔχει καθάπερ ἀρχήν τινα, τὰ μὲν προέχουσαν, ὥσπερ ὁ κύαμος καὶ ὁ ἐρέβινθος, τὰ δὲ καὶ ἔγκοιλον, ὥσπερ θέρμος καὶ ἄλλ' ἄττα, τὰ δὲ οὕτω μὲν οὐ φανερὰν ἐλάττω δὲ καὶ ὥσπερ ἀποσημαίνουσαν μόνον, δῆλον μὲν ἀπὸ τῆς ὄψεως· ἐξ ἧς καὶ ὅταν σπαρῇ βλαστάνει καὶ ῥιζοῦται, καθάπερ ἐλέχθη, κατ' ἀρχὰς δὲ καὶ αὐτὰ τρέφεται προσηρτημένα τῷ λοβῷ, μέχρι οὗ ἂν τελειωθῇ· φανερὸν δέ ἐστι καὶ ἐκ τῶν νῦν καὶ ἐκ τῶν προειρημένων. περὶ μὲν οὖν τῶν κατὰ τὰς διαφορὰς ἅλις.

[6]

[1]    Σπείρειν δὲ ξυμφέρει πάντα μάλιστα μὲν ἐν τοῖς ὡραίοις ἀρότοις· οὐ μὴν ἀλλὰ καὶ ἐν ξηρᾷ τινες καταβάλλουσι καὶ οὐχ ἥκιστα πυροὺς καὶ κριθὰς ὡς μάλιστα αὐταρκεῖν δυνάμενα, ὅπου μὴ ὄρνισιν ἢ ἄλλοις θηρίοις ἐπισινὴς ἡ χώρα. δοκεῖ γὰρ ὡς ἐπὶ πᾶν ὁ πρῶτος ἄροτος ἀμείνων εἶναι, χείριστος δὲ σπόρος ἐν ταῖς ἡμιβρόχοις· ἀπόλλυται γὰρ καὶ ἐκγαλακτοῦται τὰ σπέρματα, καὶ ἅμα ξυμβαίνει πόαν ἀναφύεσθαι πολλήν. μετὰ δὲ τὴν σπορὰν ὕδωρ ἐπιγίνεσθαι πᾶσι ξυμφέρει, πλὴν ὅσα δυσβλαστῆ γίνεται μᾶλλον, ὥσπερ ὅ τε κύαμος δοκεῖ καὶ τῶν θερινῶν σήσαμον καὶ κύμινον καὶ ἐρύσιμον.

[2]    Πυκνοσπορεῖν δὲ καὶ μανοσπορεῖν καὶ πρὸς τὰς χώρας βλέποντα χρή· πλεῖον γὰρ ἡ πίειρα καὶ ἀγαθὴ δύναται φέρειν τῆς ὑφάμμου τε καὶ λεπτῆς. καίτοι λέγεταί τις λόγος ὡς ὁτὲ μὲν πλέον ὁτὲ δὲ ἔλαττον ἡ αὐτὴ δέχεται χώρα· καὶ οἰωνίζονται τὸ πλέον ὡς οὐκ ἀγαθόν, πεινῆν γὰρ εὐθύς φασι τὴν γῆν· οὗτος μὲν οὖν ἴσως εὐηθέστερος λόγος. εἰ δέ τις πρὸς τὰ σπέρματα θεωροίη καὶ μάλιστά γε πρὸς αὐτοὺς τοὺς τόπους ἅμα τῷ ἐδάφει καὶ τὴν θέσιν ἀναθεωρῶν τήν γε πρὸς τὰ πνεύματα καὶ τὸν ἥλιον, οἰκειότερον ἂν λαμβάνοι τὰς διαφοράς.

[3]    Ἀνὰ λόγον δὲ ἔχει καὶ ἡ κόπρισις τοῖς σπόροις πρὸς τὰς χώρας· νειὸς δ' ἀμείνων ἡ χειμέριος τῆς ἐαρινῆς. ἐνιαχοῦ δὲ οὐ ξυμφέρειν βαθεῖαν ἀροτριᾶν, ὥσπερ καὶ ἐν Συρίᾳ, δι' ὃ μικροῖς ἀρότροις χρῶνται. παρ' ἄλλοις δὲ τὸ λίαν ἐξεργάζεσθαι βλάπτει, καθάπερ ἐν Σικελίᾳ, δι' ὃ καὶ τῶν ξένων ὡς ἔοικε πολλοὶ διαμαρτάνουσι. πάντα μὲν οὖν πρὸς τὰς χώρας.

[4]    Διαιροῦσι δὲ καὶ τὰ σπέρματα ποίᾳ ποῖον πρόσφορον· ἐν γὰρ ταῖς χειμεριναῖς πυρὸν μᾶλλον ἢ κριθήν, καὶ ὅλως σῖτον ἢ χεδροπὰ κελεύουσιν ἐν ταῖς χέρσοις καὶ διὰ χρόνου κινουμέναις· καὶ γὰρ αὗται πυρὸν φέρουσι μᾶλλον ἢ κριθήν. δέχεται δὲ καὶ ἐπομβρίαν μᾶλλον πυρὸς τῆς κριθῆς, καὶ ἐν τοῖς ἀκόπροις φέρει μᾶλλον. ὡσαύτως δὲ καὶ αὐτῶν τῶν πυρῶν ποῖος τῇ ποίᾳ πρόσφορος, οἷον ἀγαθῇ καὶ πιείρᾳ καὶ ψαφαρᾷ καὶ λεπτῇ ‹καὶ› ταῖς ἄλλαις ὁμοίως.

[5]    Ὕδωρ δὲ ὅταν μὲν χλοηφορήσῃ καὶ κυήσῃ πλεῖον ἅπασι ξυμφέρει· ἀνθοῦσι δὲ πυροῖς μὲν καὶ κριθαῖς καὶ τοῖς σιτώδεσι βλαβερόν· ἀπόλλυσι γάρ· ὀσπρίοις δ' ἀβλαβὲς πλὴν ἐρεβίνθων· οὗτοι γὰρ ἀποκλυσθείσης τῆς ἅλμης ἀπόλλυνται σφακελίζοντες καὶ ὑπὸ καμπῶν κατεσθιόμενοι· ἰσχυρότερος δὲ ὁ μέλας ἐρέβινθος καὶ ὁ πυρρὸς τοῦ λευκοῦ· συμφέρει δέ, φασίν, ἐν τοῖς ἐφύδροις τόποις ὀψὲ σπείρειν αὐτόν. κύαμος δὲ ἀνθῶν μάλιστα φιλεῖ βρέχεσθαι, δι' ὃ καὶ οὐκ ἐθέλουσιν ὀψισπορεῖν, ὥσπερ εἴπομεν, ὅτι πολὺν ἀνθεῖ· μετὰ δὲ τὴν ἀπάνθησιν ὀλίγου πάμπαν ὕδατος δεῖται· σύνεγγυς γὰρ ἡ τελείωσις. ἀλλ' ὅταν ἁδρυνθῇ καὶ βλάπτειν δοκεῖ τὰ σιτώδη καὶ κριθὴν δὲ πυροῦ μᾶλλον.

[6]    Ἐν Αἰγύπτῳ δὲ καὶ Βαβυλῶνι καὶ Βάκτροις, ὅπου μὴ ὕεται ἡ χώρα ‹ἢ› σπανίως, αἱ δρόσοι τὸ ὅλον ἐκτρέφουσιν. ἔτι καὶ οἱ περὶ Κυρήνην καὶ Εὐεσπερίδας τόποι. καιριώτατα δὲ πᾶσιν ὡς ἁπλῶς εἰπεῖν τὰ ἠρινά· δι' ὃ καὶ ἡ Σικελία πολύσιτος· πολλὰ γὰρ τοῦ ἦρος καὶ μαλακὰ γίνεται, τοῦ δὲ χειμῶνος ὀλίγα. ζητεῖ δὲ ἡ μὲν λεπτόγεως πολλὰ κατὰ μικρόν· ἡ δὲ πίειρα καὶ πλῆθος μὲν ἐνεγκεῖν δύναται καὶ ἀϋδρίαν ‑ πρὸς δὲ τὴν χώρας ἀϋδρίαν πόντια πνεύματα καὶ αὖραι δοκοῦσι ξυμφέρειν, ἄλλα δὲ παρ' ἄλλοις τοιαῦτα, καθάπερ καὶ πρότερον εἴρηται, ‑ ὡς ἐπὶ τὸ πᾶν δὲ μᾶλλον αὐχμὸς ἢ ἐπομβρία ξυμφέρει τῷ σίτῳ· [7] οἱ γὰρ ὄμβροι καὶ ἄλλως ἐναντίοι καὶ πολλάκις αὐτὰ τὰ σπέρματα διαφθείρουσιν, εἰ δὲ μὴ πλῆθός γε ποιοῦσι βοτάνης, ὥστε καταπνίγεσθαι καὶ ἀτροφεῖν.

[7]

[1]    Τῶν μὲν οὖν ἄλλων σπερμάτων οὐδὲν εἰς ἄλλο πέφυκε μεταβάλλειν φθειρόμενον, πυρὸν δὲ καὶ κριθὴν εἰς αἶράν φασι καὶ μᾶλλον τὸν πυρόν, γίνεσθαι δὲ τοῦτ' ἐν ταῖς ἐπομβρίαις καὶ μάλιστα ἐν τοῖς εὐύδροις καὶ ὀμβρώδεσι χωρίοις. ὅτι δ' οὐκ ἔστιν ἠρινὸν ἡ αἶρα καθάπερ ἡ ἄλλη πόα, πειρῶνται γάρ τινες τοῦτο λέγειν, ἐκεῖθεν δῆλον· εὐθὺς γὰρ τοῦ χειμῶνος φανερὰ γίνεται πεφυκυῖα· καὶ διαφέρει πολλοῖς· ἔχει γὰρ τὸ φύλλον στενὸν καὶ δασὺ καὶ λιπαρόν, καὶ τούτων ἰδιώτατον τὸ λιπαρόν· ἡ γὰρ δασύτης καὶ τοῖς τοῦ αἰγίλωπος ὑπάρχει, ἀλλ' ἐκφανὴς γίνεται ἐπὶ τοῖς τοῦ αἰγίλωπος τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τούτων, καὶ ἔτι τοῦ λίνου· καὶ γὰρ ἐκ τούτου φασὶ γίνεσθαι τὴν αἶραν.

[2]    Τοῦ δὲ ἐρεβίνθου πρὸς τὰ ἄλλα χεδροπὰ τό τε περὶ τὴν ἄνθησιν λεχθὲν καὶ τὸ τάχιστα τελειοκαρπεῖν ἰσχυρότατον ὂν καὶ ξυλωδέστατον, καὶ τὸ ὅλον μὴ ποιεῖν νειὸν ‹ὡς› καρπιζόμενον· τὴν δὲ πόαν ἐξαπόλλυσι καὶ μάλιστα δὲ καὶ τάχιστα τὸν τρίβολον. ὅλως δὲ οὐδὲ ἡ τυχοῦσα δύναται φέρειν αὐτόν, ἀλλὰ μελάγγειόν τινα δεῖ καὶ πίειραν εἶναι. τῶν δὲ ἄλλων ἡ ἀρίστη νειὸς ἀπὸ τῶν κυάμων καίπερ πυκνοσπορουμένων καὶ πολὺν καρπὸν φερόντων.

[3]    Τὰ δὲ ἐν τοῖς θερινοῖς ἀρότοις ὀλίγου δεῖ πάντα, φασὶ δὲ καὶ τὰ ναματιαῖα συμφέρειν μᾶλλον αὐτοῖς τῶν ἐκ διός, μέλινοι δὲ καὶ κέγχροι ἐλάττους ὕδατος· ἐὰν γὰρ ἔχωσι πλεῖον φυλλοβολοῦσιν. ἰσχυρότερον δὲ ὁ κέγχρος· οἱ δὲ μέλινοι γλυκύτεροι καὶ ἀσθενέστεροι. σήσαμον δὲ οὐδὲν ‹ζῶον› ἐσθίει χλωρὸν οὐδὲ θέρμον. εἰ δὲ μηδ' ἐρύσιμον μηδὲ ὅρμινον σκεπτέον· καὶ ταῦτα πικρά. ἔστι δὲ τὸ μὲν ἐρύσιμον ὅμοιον σησάμῳ καὶ λῖπος ἔχει· τὸ δὲ ὅρμινον κυμινῶδες μέλαν· σπείρεται δὲ ἅμα καὶ τὸ σήσαμον. περὶ μὲν οὖν τούτων σκεπτέον.

[4]    Ἐν δὲ ταῖς ἀγαθαῖς χώραις πρὸς τὸ μὴ φυλλομανεῖν ἐπινέμουσι καὶ ἐπικείρουσι τὸν σῖτον, ὥσπερ καὶ ἐν Θετταλίᾳ. συμβαίνει δ' ἂν μὲν ἐπινέμωσιν ὁποσακισοῦν μηδὲν ἀλλοιοῦσθαι τὸν καρπόν, ἂν δὲ ἐπικείρωσιν ἅπαξ μόνον ἐξίστασθαι τὸν πυρὸν καὶ γίνεσθαι μακρὸν καὶ οὐχ ἁδρόν, ὃν καλοῦσι καμακίαν, καὶ οὐκ ἀποκαθίστασθαι πάλιν σπειρόμενον· τοῦτο μὲν οὖν ὡς παύροις συμβαῖνον Θετταλοὶ λέγουσιν. ἐν Βαβυλῶνι δὲ ἀεὶ καὶ ὥσπερ τεταγμένως ἐπικείρουσι μὲν δίς, τὸ δὲ τρίτον τὰ πρόβατα ἐπαφιᾶσιν· οὕτω γὰρ φύει τὸν καυλόν, εἰ δὲ μὴ φυλλομανεῖ· γίνεται δὲ μὴ καλῶς ἐργασαμένοις πεντηκονταχόα, τοῖς δὲ ἐπιμελῶς ἑκατονταχόα. ἡ δὲ ἐργασία τὸ ὡς πλεῖστον χρόνον ἐμμένειν τὸ ὕδωρ, ὅπως ἰλὺν ποιήσῃ πολλήν· πίειραν γὰρ οὖσαν καὶ πυκνὴν τὴν γῆν δεῖ ποιῆσαι μανήν. ὕλην δὲ οὐ φέρει καὶ πόαν ὥσπερ ἐν Αἰγύπτῳ. τὰ μὲν οὖν τοιαῦτα χώρας ἀρετῆς.

[5]    Φύεται δὲ καὶ ἀπὸ ῥιζῶν πυρὸς καὶ κριθὴ πολλαχοῦ τῷ ὑστέρῳ ἔτει· αὐτοετὴς δὲ καὶ ἀπὸ τῶν εἰς κράστιν κειρομένων ἑτέρου καλάμου παραβλαστάνοντος. ὡσαύτως δὲ κἂν ὑπὸ χειμῶνος ἐκπαγῇ· παραβλαστάνει γὰρ ὑδάτων ἐπιγινομένων· ὁ δὲ στάχυς ἀτελὴς καὶ μικρὸς ἀπὸ τῶν τοιούτων. βλαστάνουσι δὲ τῷ ὑστέρῳ ἔτει καὶ ἀπὸ τῶν καταπονουμένων καὶ συμπατουμένων, ὥστε μηδὲν εἶναι δῆλον ὡς εἰπεῖν, οἷον ὅταν διέλθῃ στρατόπεδον, καὶ οἱ στάχυες μικροὶ καὶ τούτων, οὓς καλοῦσιν ἄρνας· τῶν δὲ χεδροπῶν οὐδὲν δύναται τοιοῦτον ποιεῖν ἢ οὐχ ὁμοίως. καὶ αἱ βλαστήσεις τοσαυταχῶς.

[6]    Πρὸς αὔξησιν δὲ καὶ τροφὴν μέγιστα μὲν ἡ τοῦ ἀέρος κρᾶσις συμβάλλεται, καὶ ὅλως ἡ τοῦ ἔτους κατάστασις· εὐκαίρων γὰρ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων γινομένων ἅπαντα εὔφορα καὶ πολύκαρπα, κἂν ἐν ἁλμώδεσι καὶ λεπτογείοις ᾖ· δι' ὃ καὶ παροιμιαζόμενοι λέγουσιν οὐ κακῶς ὅτι "ἔτος φέρει οὐχὶ ἄρουρα."

   Μέγα δὲ καὶ αἱ χῶραι διαφέρουσιν οὐ μόνον τῷ πίειραι καὶ λεπταὶ καὶ ἔπομβροι καὶ αὐχμώδεις ‹εἶναι› ἀλλὰ καὶ τῷ ἀέρι τῷ περιέχοντι καὶ τοῖς πνεύμασιν· ἔνιαι γὰρ οὖσαι λεπταὶ καὶ φαῦλαι τελεσφοροῦσι διὰ τὸ πρὸς τὰ πνεύματα τὰ πόντια [7] κεῖσθαι καλῶς. ἄλλα δὲ ἄλλαις τοιαῦτα, καθάπερ πολλάκις εἴρηται· ταῖς μὲν γὰρ τὰ ζεφυρικὰ ταῖς δὲ τὰ βόρεια ταῖς δὲ τὰ νότια.

   Συμβάλλεται δὲ καὶ οὐ μικρὰ ἡ ἐργασία καὶ μάλισθ' ἡ ‹πρὸ› τοῦ σπόρου· κατεργασθεῖσα γὰρ ῥᾳδίως ἐκφέρει. καὶ ἡ κόπρος δὲ μεγάλα βοηθεῖ τῷ διαθερμαίνειν καὶ συμπέττειν· προτρέχει γὰρ τὰ κοπριζόμενα τῶν ἀκόπρων καὶ εἴκοσιν ἡμέραις· ἅπασι δὲ οὐ ξυμφέρει· καὶ χρήσιμος οὐ μόνον τοῖς περὶ τὸν σῖτον ἀλλὰ καὶ τοῖς ἄλλοις πλὴν πτερίδος, ταύτην δὲ φθείρειν φασὶν ἐπιβαλλομένην. ἀπόλλυται δὲ ἡ πτερὶς καὶ ἐπικοιμωμένων τῶν προβάτων, ὡς δέ τινες λέγουσι καὶ ἡ Μηδικὴ διὰ τὴν κόπρον καὶ τὸ οὖρον.

[8]

[1]    Τῶν δὲ σπερμάτων ἕκαστα καὶ πρὸς τὴν τῆς χώρας φύσιν ἁρμόττει, καὶ ὅλως γένη πρὸς γένος καὶ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν, ἃ δὴ πειρῶνται διαιρεῖν. μεταβάλλει δὲ τὰ ξενικὰ τῶν σπερμάτων μάλιστα μὲν ἐν τρισὶν ἔτεσιν εἰς τὰ ἐπιχώρια. συμφέρει δὲ ἐκ τῶν ἀλεεινῶν εἰς τὰ μικρὸν ἧττον ἀλεεινὰ καὶ ἐκ τῶν ψυχεινῶν ἀνὰ λόγον ποιεῖσθαι τὴν μεταβολήν. τὰ δ' ἐκ τῶν δυσχειμερινῶν ἐν τοῖς πρωΐοις ὀψὲ ἀποχεῖται, ὥστ' ἀπ' αὐχμοῦ φθείρεται, ἐὰν μὴ ὄψιον ὕδωρ σώσῃ. διὰ τοῦτο καὶ εὐλαβητέον φασὶ τὸ μίσγειν τὰ ξενικὰ τοῖς ἐπιχωρίοις ἐὰν μὴ ἐξ ὁμοίας, ὅτι ἀσύμφωνα τῇ χώρᾳ κατὰ τὸν σπόρον καὶ κατὰ τὴν γένεσιν, ὥστε καὶ ἐργασίας ἑτέρας δεῖται· τάς τε τῆς γῆς διαφορὰς καὶ τὰς τῶν σπερμάτων δυνάμεις καὶ ἔτι τὰς ἑκάστων ὥρας.

[2]    Ὅταν δὲ εὐετηρία γένηται, καὶ πολυνοστότερα τὰ σπέρματα γίνεται. Ἀθήνῃσι γοῦν αἱ κριθαὶ τὰ πλεῖστα ποιοῦσιν ἄλφιτα· κριθοφόρος γὰρ ἀρίστη· τοῦτο δ' οὐχ ὅταν πλεῖσται γένωνται ἀλλ' ὅταν λάβῃ τινὰ κρᾶσιν. ἐν δὲ τῇ Φωκίδι περὶ Ἐλάτειαν οἱ πυροὶ ποιοῦσιν ἡμιόλια τὰ ἄλευρα, καὶ ἐν Σόλοις τῆς Κιλικίας καὶ οἱ πυροὶ καὶ αἱ κριθαί· καὶ παρ' ἄλλοις ἄλλα πρὸς ἅπερ εὐφυὴς ἑκάστη. βελτίω μὲν οὖν καὶ χείρω τὰ σπέρματα καὶ διὰ τὴν ἐργασίαν καὶ διὰ τὴν γῆν γίνεται· καὶ γὰρ ἀπαγριοῦται καὶ ἡμεροῦται, καθάπερ τὰ δένδρα· καὶ ὅλως μεταβάλλει ‹κατὰ› τὴν χώραν, ὥσπερ τινὰ τῶν δένδρων εὐθὺς ἕστηκε πρὸς τὸ χεῖρον.

[3]    Γένος δ' ὅλον ἐξαλλάττειν εἰς ἕτερον οὐδὲν ἄλλο πέφυκε πλὴν τίφη καὶ ζειά, καθάπερ εἴπομεν ἐν τοῖς πρώτοις λόγοις, καὶ ἡ αἶρα δ' ἐκ τῶν πυρῶν καὶ κριθῶν διαφθειρομένων· ἢ εἰ μὴ τοῦτο ἀλλὰ φιλεῖ γε μάλιστα ἐν τοῖς πυροῖς γίνεσθαι, καθάπερ καὶ ὁ μελάμπυρος ὁ Ποντικὸς καὶ τὸ τῶν βολβῶν σπέρμα, καὶ ἄλλα δὲ ἐν ἄλλοις τῶν σπερμάτων· ἐπεὶ καὶ ὁ αἰγίλωψ δοκεῖ μᾶλλον ἐν ταῖς κριθαῖς, ἐν δὲ τοῖς φακοῖς ἄρακος τὸ τραχὺ καὶ σκληρόν, ἐν δὲ ταῖς ἀφάκαις ὁ πελεκῖνος ὅμοιον τῇ ὄψει τῷ πελέκει· σχεδὸν δὲ καθ' ἕκαστόν ἐστι τὸ συνεκτρεφόμενον καὶ συναναμιγνύμενον εἴτε διὰ τὰς χώρας, ὅπερ οὐκ ἄλογον, [4] εἴτε δι' ἄλλην τινὰ αἰτίαν. ἔνια δὲ καὶ φανερῶς ἐστι κοινὰ πλειόνων, ἀλλὰ διὰ τὸ μάλιστα ἔν τισιν εὐθενεῖν ἴδια τούτων φαίνεται, καθάπερ ἡ ὀροβάγχη τῶν ὀρόβων καὶ ἡ ἀπαρίνη τῶν φακῶν· ἀλλὰ ἡ μὲν μάλιστα ἐπικρατεῖ τῶν ὀρόβων διὰ τὴν ἀσθένειαν· ἡ δὲ ἀπαρίνη μάλιστα ἐν τοῖς φακοῖς εὐτροφεῖ· τρόπον δέ τινα καὶ παραπλήσιόν ἐστι τῇ ὀροβάγχῃ ‹τῷ› ἐπιβάλλειν καὶ κατέχειν ὅλον ὥσπερ πλεκτάναις· ἀποπνίγει γὰρ οὕτως, ὅθεν καὶ τοὔνομα εἴληφε.

[5]    Τὸ δ' ὑποφυόμενον εὐθὺς ἐκ τῆς ῥίζης τῷ κυμίνῳ καὶ τῷ βουκέρῳ τὸ αἱμόδωρον καλούμενον μᾶλλον ἰδίᾳ. ἔστι δὲ τὸ αἱμόδωρον μονόκαυλον οὐκ ἀπεμφερές [τῷ καυλῷ], πλὴν βραχύτερόν τε πολύ, καὶ ἄνωθέν τι κεφαλῶδες ἔχει ῥίζαν δὲ ὑποστρόγγυλον· οὐθὲν δὲ ἕτερον ἀφαυαίνεται παρὰ τὸ βούκερας. γίνεται δὲ ταῦτα ἐν ταῖς λεπταῖς οὐκ ἐν ταῖς πιείραις, ὥσπερ καὶ τῆς Εὐβοίας ἐν τῷ Ληλάντῳ μὲν οὐ γίνεται περὶ δὲ τὸν Κάνηθον καὶ εἴ τις ἄλλος τοιοῦτος τόπος. ταῦτα μὲν οὖν κοινὰ πλειόνων ὄντα κατισχύει μᾶλλον ἐν τοῖς εἰρημένοις διὰ τὴν ἀσθένειαν.

[6]    Τὸ δὲ τέραμον καὶ ἀτέραμον λέγεται μὲν ἐπὶ τῶν ὀσπρίων μόνον, οὐκ ἄλογον δὲ καὶ ἐπὶ τῶν σιτωδῶν παραπλήσιον ἢ καὶ ταὐτό τι συμβαίνειν, ἀλλὰ διὰ τὸ μὴ τὴν αὐτὴν εἶναι χρείαν οὐχ ὁμοίως ἐμφανές· ἐπεὶ οὐδ' ἐπὶ τούτων ἁπάντων ὁμοίως ἀλλὰ μάλιστα ἐπὶ τῶν κυάμων λέγεται καὶ φακῶν, εἴτ' οὖν καὶ μάλιστα πασχόντων εἴτε καὶ διὰ τὴν χρείαν φαινομένων. γίνεται γοῦν πλεοναχῶς· πολλαχοῦ γὰρ τόποι τινές εἰσιν οἳ αἰεὶ φέρουσι τεράμονα καὶ ἄλλοι πάλιν ἀτεράμονα· τὸ δὲ ὡς ἐπὶ πᾶν οἱ λεπτόγεω μᾶλλον [7] τεράμονα· καὶ ἀέρος κατάστασίς τις ποιεῖ τὴν τοιαύτην παραλλαγήν· σημεῖον δὲ ὅτι ταὐτὰ χωρία καὶ ὁμοίως ἐργασθέντα φέρει ποτὲ μὲν τεράμονα ‹ποτὲ δὲ ἀτεράμονα.› περὶ Φιλίππους δὲ ὁ κύαμος λικμώμενος, ἐὰν ὑπὸ πνεύματος ἐγχωρίου ληφθῇ, τεράμων ὢν ἀτεράμων γίνεται. ταῦτα μὲν οὖν μηνύει διότι πολλαχῶς τῶν αὐτῶν χωρίων ἔνια σύνορα καὶ ὁμοίως καθήμενα καὶ οὐδεμίαν ἔχοντα κατὰ τὴν γῆν διαφορὰν τὸ μὲν τεράμονα τὸ δ' ἀτεράμονα φέρει, καὶ ἐνίοτε μόνον αὔλακος διοριζούσης.

[9]

[1]    Καρπίζεται τὴν γῆν μάλιστα πυρὸς εἶτα κριθή, δι' ὃ καὶ ὁ μὲν ἀγαθὴν ζητεῖ χώραν ἡ δὲ κριθὴ δύναται καὶ ἐν ταῖς ψαφαρωτέραις ἐκφέρειν· τῶν δὲ χεδροπῶν μάλιστα ἐρέβινθος καίπερ ἐλάχιστον χρόνον ἐν τῇ γῇ μένων, ὁ δὲ κύαμος, ὥσπερ ἐλέχθη, καὶ ἄλλως οὐ βαρὺ καὶ ἔτι κοπρίζειν δοκεῖ τὴν γῆν διὰ μανότητα καὶ εὐσηψίαν· δι' ὃ καὶ οἱ περὶ Μακεδονίαν καὶ Θετταλίαν ὅταν ἀνθῶσιν ἀνατρέπουσι τὰς ἀρούρας.

[2]    Τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶς τίφης ὀλύρας βρόμου αἰγίλωπος, ἰσχυρότατον καὶ μάλιστα καρπιζόμενον ἡ ζειά· καὶ γὰρ πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον· ὁ δὲ καρπὸς κουφότατος καὶ προσφιλὴς πᾶσι τοῖς ζώοις. τῶν δὲ ἄλλων ὁ βρόμος· πολύρριζος γὰρ καὶ οὗτος καὶ πολυκάλαμος. ἡ δὲ ὀλύρα μαλακώτερον καὶ ἀσθενέστερον τούτων. ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ καὶ μονοκάλαμον ‹καὶ λεπτοκάλαμον,› δι' ὃ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥσπερ ἡ ζειὰ πίειραν καὶ ἀγαθήν. ἔστι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖς πυροῖς ἥ τε ‹ζειὰ καὶ ἡ τίφη,› ὁ δ' αἰγίλωψ καὶ ὁ βρόμος ὥσπερ ἄγρι' ἄττα καὶ ἀνήμερα.

[3]    Ἐπικαρπίζεται δὲ σφόδρα καὶ ὁ αἰγίλωψ τὴν γῆν, καί ἐστι πολύρριζον καὶ πολυκάλαμον· ἡ δὲ αἶρα παντελῶς ἀπηγριωμένον. τῶν δὲ ἐν τοῖς θερινοῖς ἀρότοις τὸ σήσαμον δοκεῖ χαλεπώτατον εἶναι τῇ γῇ καὶ μάλιστα καρπίζεσθαι· καίτοι πολυκαλαμώτερον καὶ παχυκαλαμώτερον καὶ πολυρριζότερον κέγχρος. διαφέρει δὲ τά τε πρὸς τὴν γῆν κοῦφα καὶ τὰ πρὸς τὴν ἡμετέραν τροφήν. ἔνια γὰρ ἐναντίως, ὥσπερ τὰ χεδροπὰ καὶ οἱ κέγχροι· καὶ τὰ πρὸς ἡμᾶς δέ, ὥσπερ ἐλέχθη, καὶ τἆλλα ζῶα. καὶ περὶ μὲν τούτων ἅλις.

[10]

[1]    Νοσήματα δὲ τῶν σπερμάτων τὰ μὲν κοινὰ πάντων ἐστίν, οἷον ἡ ἐρυσίβη, τὰ δ' ἴδιά τινων, οἷον ὁ σφακελισμὸς τοῦ ἐρεβίνθου, καὶ τὸ ὑπὸ καμπῶν κατεσθίεσθαι καὶ ὑπὸ ψυλλῶν, τινὰ δὲ καὶ ὑπ' ἄλλων θηριδίων. ἔνια δὲ καὶ ψωριᾷ καὶ ἁλμᾷ, καθάπερ καὶ τὸ κύμινον. τὰ δ' ἐπιγινόμενα ζῶα μὴ ἐξ αὐτῶν ἀλλ' ἐκ τῶν ἔξωθεν οὐχ ὁμοίως βλάπτει. ἐπιγίνεται γὰρ ἡ μὲν κανθαρὶς ἐν τοῖς πυροῖς, τὸ δὲ φαλάγγιον ἐν ὀρόβοις, ἄλλα δ' ἐν ἄλλοις.

[2]    Ἐρυσιβᾷ δ' ὡς ἁπλῶς εἰπεῖν τὰ σιτώδη μᾶλλον τῶν ὀσπρίων· αὐτῶν δὲ τούτων κριθὴ μᾶλλον ἢ πυρός· καὶ τῶν κριθῶν ἕτεραι ἑτέρων, μάλιστα δ' ὡς εἰπεῖν ἡ Ἀχιλληΐς. διαφέρει δὲ καὶ ἡ τῶν χωρίων θέσις καὶ ἡ φύσις οὐ μικρόν· τὰ γὰρ προσήνεμα καὶ μετέωρα οὐκ ἐρυσιβᾷ ἢ ἧττον, ἀλλὰ τὰ ἔγκοιλα καὶ ἄπνοα· γίνεται δὲ ἡ ἐρυσίβη [3] πανσελήνοις μάλιστα. ἀπόλλυται δὲ καὶ ὑπὸ τῶν πνευμάτων καὶ πυρὸς καὶ κριθή, ὅταν ἢ ἀνθοῦντα ληφθῇ ἢ ἄρτι ἀπηνθηκότα καὶ ἀσθενῆ· μᾶλλον δὲ κριθή, πολλάκις δ' ἤδη ἐν τῷ ἁδρύνεσθαι οὖσα, ἐὰν μεγάλα καὶ πλείω χρόνον ἐπιγένηται· ξηραίνει γὰρ καὶ ἀφαυαίνει, ὃ καλοῦσί τινες ἐξανεμοῦσθαι. διαπόλλυσι δὲ καὶ ἥλιος ὁ ἐκνέφελος ἄμφω καὶ μᾶλλον πυρὸν ἢ κριθήν, ὥστε μηδ' ἐπίδηλον εἶναι τὸν στάχυν τῇ ὄψει ὄντα κενόν.

[4]    Τὸν δὲ πυρὸν ἀπολλύουσι καὶ οἱ σκώληκες οἱ μὲν εὐθὺς κατεσθίοντες φυόμενοι τὰς ῥίζας, οἱ δὲ ὅταν αὐχμῶντες ἀποχυθῆναι μὴ δύνωνται· τότε γὰρ ἐγγινόμενος ὁ σκώληξ ἐσθίει τὸν ἀποπηνιζόμενον κάλαμον· ἐσθίει δὲ ἄχρι τοῦ στάχυος, εἶτ' ἐξαναλώσας ἀπόλλυται· καὶ ἐὰν μὲν ὅλον ἐκφάγῃ τελέως αὐτὸς ὁ πυρός, ἐὰν δὲ ἐπὶ θάτερον τοῦ καλάμου καὶ ἐκβιάσηται τὴν ἀπόχυσιν, τοῦτο μὲν αὖον τοῦ στάχυος θάτερον δὲ ὑγιές. γίνεται δὲ οὐ πανταχοῦ τὸ περὶ τοὺς πυρούς, οἷον ἐν Θετταλίᾳ, ἀλλὰ κατὰ χώρας τινάς, ὥσπερ ἐν τῇ Λιβύῃ καὶ τῆς Εὐβοίας ἐν τῷ Ληλάντῳ.

[5]    Σκώληκες δὲ γίνονται καὶ ἐν τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς, ὅταν ὑγρανθῶσι καὶ θερμημερίαι γένωνται, καθάπερ καὶ ἐν τοῖς ἐρεβίνθοις αἱ κάμπαι. πάντα δὲ ἐξαναλώσαντα τὰς τροφὰς ἀπόλλυται καὶ ἐν τοῖς χλωροῖς καὶ ἐν τοῖς ξηροῖς καρποῖς, οἷον οἵ τε ἶπες καὶ οἱ ἐν τοῖς κυάμοις ἐγγινόμενοι καὶ ἐν τοῖς ἄλλοις, ὥσπερ καὶ ἐν τοῖς δένδρεσι καὶ ἐν τοῖς ξύλοις ἐλέχθη, πλὴν τῶν κεραστῶν καλουμένων. πρὸς ἅπαντα δὴ ταῦτα μεγάλα διαφέρουσιν αἱ χῶραι οὐκ ἀλόγως· ὁ γὰρ ἀὴρ εὐθὺς διάφορος τῷ θερμὸς ἢ ψυχρὸς εἶναι ἢ ὑγρὸς ἢ ξηρός· οὗτος δ' ἦν ὁ γονεύων· δι' ὃ καὶ ἐν οἷς εἰώθασι γίνεσθαι οὐκ ἀεὶ γίνονται.

[11]

[1]    Τῶν δὲ σπερμάτων οὐχ ἡ αὐτὴ δύναμίς ἐστιν εἴς τε τὴν βλάστησιν καὶ εἰς θησαυρισμόν. ἔνια μὲν γὰρ βλαστάνει καὶ τελειοῦται τάχιστα καὶ θησαυρίζεται κράτιστα, καθάπερ ἔλυμος καὶ κέγχρος· ἔνια δὲ βλαστάνει μὲν εὖ ταχέως δὲ σήπεται, καθάπερ ὁ κύαμος καὶ μᾶλλον ὁ τεράμων· ταχὺ δ' ἡ ἀφάκη καὶ ὁ δόλιχος· κριθὴ δὲ πυροῦ ‹θᾶττον·› θᾶττον δὲ καὶ ὁ κονιορτώδης σῖτος καὶ ὁ ἐν οἰκήμασι κονιατοῖς ἢ ἀκονιάτοις.

[2]    Γίνεται δὴ φθειρομένοις σπέρμασι ἴδια ζῶα, καθάπερ ἐλέχθη, πλὴν ἐρεβίνθου· μόνος γὰρ οὗτος οὐ ζωογονεῖ. καὶ σηπομένοις μὲν πᾶσι σκώληξ κοπτομένοις δὲ καθ' ἕκαστον ἴδιον. πάντων δὲ μάλιστα διαμένουσιν ἐρέβινθος καὶ ὄροβος, τούτων δ' ἔτι μᾶλλον ὁ θέρμος· ἀλλ' ἔοικέ γ' οὗτος ὥσπερ ἀγρίῳ.

[3]    Διαφέρει δὲ ὡς ἔοικε χώρα χώρας καὶ ἀὴρ ἀέρος εἰς τὸ κόπτεσθαι καὶ μὴ τὰ σπέρματα· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον οὐκ ἐσθίεσθαί φασιν ὅλως κύαμον, δι' ὃ καὶ εἰς θησαυρισμὸν ἀποτίθεσθαι· διαμένει δὲ καὶ περὶ Κυζικὸν ἐπὶ πλείω. μέγα δὲ πρὸς διαμονὴν καὶ τὸ ξηρὰ θερίζειν· ἐλάττων γὰρ ἡ ὑγρότης· θερίζουσι δ' ἐγχυλότερα τὰ μὲν χεδροπὰ πρὸς τὸ μᾶλλον καὶ ῥᾷον συλλέξαι, ταχὺ γὰρ καταρρεῖ καὶ αὐανθέντα θρύπτεται, τοὺς δὲ πυροὺς καὶ γένος τι κριθῶν διὰ τὸ βελτίους εἰς τὰ ἄλφιτα γίνεσθαι μὴ ἀπεξηραμμένας.

[4]   Δι' ὃ καὶ εἰς θώμους συντιθέασι καὶ πυροὺς καὶ κριθάς, καὶ δοκοῦσιν ἁδρύνεσθαι ἐν θώμῳ μᾶλλον ἢ λιποσαρκεῖν. οὐκ ἐσθίεται δὲ σῖτος, ὅταν ὑσθεὶς θερισθῇ· ἀθέριστος δὲ μάλιστα διαμένει ὁ πυρός, ἔτι δὲ μᾶλλον ὁ θέρμος· οὐδὲ γὰρ θερίζουσι τοῦτον πρότερον ἢ ὕδωρ γενέσθαι, διὰ τὸ ἐκπηδᾶν θεριζόμενον καὶ ἀπόλλυσθαι τὸ σπέρμα.

[5]    Πρὸς ἔκφυσιν δὲ καὶ τὴν ὅλην σπορὰν ἄριστα δοκεῖ τὰ ἑνάενα· τὰ δὲ δίενα χείρω καὶ τὰ τρίενα, τὰ δ' ὑπερτείνοντα σχεδὸν ἄγονα, πρὸς δὲ τὴν σίτησιν ἀρκοῦντα. βίος γάρ ἐστιν ἑκάστοις ὡρισμένος εἰς γονήν. καίτοι καὶ ταύταις παραλλάττει ταῖς δυνάμεσι διὰ τοὺς τόπους ἐν οἷς ἂν θησαυρίζωνται. τῆς γοῦν Καππαδοκίας ἐν χωρίῳ τινὶ τῷ καλουμένῳ Πέτρᾳ καὶ τετταράκοντα ἔτη διαμένειν φασὶ γόνιμα καὶ χρήσιμα πρὸς σπόρον, εἰς δὲ τὴν σίτησιν ἑξήκοντα ἢ ἑβδομήκοντα· τὸ γὰρ ὅλον οὐ κόπτεσθαι· τὰ δὲ ἱμάτια καὶ τὴν ἄλλην [6] γάζαν κόπτεσθαι. τὸ γὰρ χώριον ἄλλως τε ὑψηλὸν εἶναι καὶ εὔπνουν καὶ ἔναυρον αἰεὶ καὶ ἀπ' ἀνατολῆς ἔχουσι καὶ δύσεως καὶ μεσημβρίας. φασὶ δὲ καὶ ἐν Μηδείᾳ καὶ ταῖς ἄλλαις ταῖς ὑψηλαῖς χώραις διαμένειν θησαυριζόμενα πολὺν χρόνον. ἐρέβινθον δὲ δὴ καὶ θέρμον καὶ ὄροβον καὶ κέγχρον καὶ τὰ τοιαῦτα δῆλον ὅτι πολλῷ πλείω τούτων, ὥσπερ καὶ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἴρηται, τῶν τόπων ἴδια.

[7]    Δοκεῖ δὲ καὶ γῆ τις εἶναι παρά τισιν ἣ διαπαττομένη συντηρεῖ τὸν πυρόν, ὥσπερ ἥ τε ἐν Ὀλύνθῳ καὶ ἐν Κηρίνθῳ τῆς Εὐβοίας· ποιεῖ δὲ χείρω μὲν εἰς τὴν σίτησιν ἁδρότερον δὲ τῇ προσόψει· παραπάττουσι δὲ χοίνικα εἰς τὸν μέδιμνον.

   Πυρωθέντα πάντα τὰ σπέρματα ἀπόλλυται καὶ ἀβλαστῆ γίνεται· καίτοι περί γε Βαβυλῶνά φασι τὰς κριθὰς καὶ τοὺς πυροὺς ἐπὶ τῆς ἅλω πηδᾶν, ὥσπερ τὰ φρυγόμενα· ἀλλὰ δῆλον ὅτι διαφορά τίς ἐστι τῆς θερμότητος, ἢ ἁπλῶς πως θερμασίᾳ γίνεται [καὶ] ἡ πήδησις. καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὡσπερεὶ κοινὰ δόξειεν ἂν εἶναι πάντων ἢ τῶν πλείστων.

[8]    Ἔνια δὲ ἔχει τινὰ ἰδιότητα καὶ τῶν δοκούντων ὥσπερ ἀγρίων εἶναι καὶ κατὰ τὴν γένεσιν καὶ τὴν ἔκφυσιν, ὥσπερ ὁ θέρμος καὶ ὁ αἰγίλωψ· ὁ μὲν γὰρ θέρμος καίπερ ἰσχυρότατος ὢν ὅμως, ἐὰν μὴ εὐθὺς ἀπὸ τῆς ἅλω καταβληθῇ, κακοφυὴς γίνεται, καθάπερ ἐλέχθη, καὶ τὸ ὅλον δὲ οὐκ ἐθέλει κρύπτεσθαι τῇ γῇ, δι' ὃ καὶ οὐχ ὑπαροῦντες σπείρουσι· πολλάκις δὲ κἂν εἰς ὕλην ἢ βοτάνην τινὰ πέσῃ, διωσάμενος ταύτην συνάπτει τὴν ῥίζαν τῇ γῇ καὶ βλαστάνει. χώραν δὲ ὕφαμμον ζητεῖ καὶ φαύλην μᾶλλον, τὸ δὲ ὅλον οὐκ ἐθέλει φύεσθαι ἐν διειργασμένῃ.

[9]    Ὁ δὲ αἰγίλωψ ἀνάπαλιν· ἐν γὰρ τῇ γεωργουμένῃ κάλλιον· καὶ ἐνιαχοῦ δὲ πρότερον ἀβλαστὴς ὢν ἐὰν γεωργηθῇ βλαστάνει καὶ γίνεται πολύς, καὶ ὅλως δὲ φιλεῖ χώραν ἀγαθήν. ἴδιον δὲ αὐτοῦ λέγεται πρὸς τὰ ἄλλα τὰ σιτώδη σπέρματα καὶ ἡ παρ' ἐνιαυτὸν βλάστησις ἑκατέρου τῶν σπερμάτων. δι' ὃ καὶ οἱ βουλόμενοι τελέως φθεῖραι, δύσφθαρτον γὰρ δὴ φύσει τυγχάνει, τὰς ἀρούρας ἀνιᾶσιν ἀσπόρους ἐπὶ δύο ἔτη, καὶ ὅταν ἀναβλαστήσῃ τὰ πρόβατα ἐπαφιᾶσι πολλάκις, ἕως ἂν ἐκνεμηθῶσι, καὶ αὕτη γίνεται φθορὰ παντελής· ἅμα δὲ τοῦτο μαρτυρεῖ καὶ τὴν παρὰ μέρος βλάστησιν.