9848 383 0 15 1 0 II-III d. C. Storiografia Cassius Dio XLIX Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae XLIX

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἐνάτῳ τῶν Δίωνος Ῥωμαϊκῶν

α. Ὡς Καῖσαρ Σέξτον ἐνίκησε καὶ Λέπιδον καθεῖλεν.

β. Ὡς Οὐεντίδιος Πάκορον νικήσας ἀπέκτεινεν καὶ τοὺς Πάρθους ὑπὲρ τὸν Εὐφράτην ἐξήλασεν.

γ. Ὡς Ἀντώνιος ὑπὸ Πάρθων ἡττήθη. δ. Ὡς Καῖσαρ Παννονίους κατεστρέψατο.

ε. Ὡς Ἀντώνιος Ἀρταουάσδην τὸν Ἀρμενίων βασιλέα ἀπατήσας εἷλεν.

ζ. Ὡς ἡ Παύλου στοὰ καθιερώθη. η. Ὡς Μαυριτανία ἡ περὶ Καισάρειαν Ῥωμαίων ἐγένετο.

Χρόνου πλῆθος ἔτη τέτταρα ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο

Λ. Γέλλιος Λ. υἱ. Ποπλικόλας ὕπ. Μ. Κοκκήιος ‹... υἱ.› Νέρουας Λ. Κορνουφίκιος Λ. υἱ. ‹ὕπ.› Σέξτος Πομπήιος Σέξτου υἱ. Μ. Ἀντώνιος Μ. υἱ. τὸ β΄ ὕπ. Λ. Σκριβώνιος Λ. υἱ. Λίβων Καῖσαρ τὸ β΄ ‹ὕπ.› Λ. Οὐολκάκιος Λ. υἱ. Τοῦλλος

[1]   Ἐν μὲν οὖν τῷ χειμῶνι ἐν ᾧ Λούκιός τε Γέλλιος καὶ Κοκκήιος Νέρουας ὑπάτευσαν, ταῦθ' οὕτως ἐγένετο· Καῖσαρ δέ, ὡς τό τε ναυτικὸν ἡτοίμαστο καὶ τὸ ἔαρ ἐνέστη, ἦρέ τε ἐκ τῶν Βαιῶν καὶ παρὰ τὴν Ἰταλίαν ἐκομίζετο, ἐλπίδα οὐκ ἐλαχίστην ἔχων ἁπανταχόθεν πέριξ τὴν Σικελίαν περισχήσειν. αὐτός τε γὰρ πολλαῖς ναυσὶν ἐπέπλει, καὶ αἱ τοῦ Ἀντωνίου ἐς τὸν πορθμὸν ἤδη παρῆσαν· [2] ὅ τε Λέπιδος ἄκων μέν, ὑπέσχητο δ' οὖν αὐτῷ βοηθήσειν. μέγιστον δὲ τῷ τε ὕψει τῶν σκαφῶν καὶ τῇ παχύτητι τῶν ξύλων ἐθάρσει· ὑπερπαχῆ τε γὰρ καὶ ὑπερμεγέθη κατεσκευάσθη, ὥστε ἐπιβάτας τε πλείστους ὅσους ἄγειν (καὶ γὰρ πύργους ἔφερον, ὅπως ὥσπερ ἀπὸ τείχους ἐξ ὑπερδεξίων ἀγωνίζωνται) καὶ αὐτὰ πρός τε τὰς ἐμβολὰς τῶν ἐναντίων ἀντέχειν, καὶ τοὺς ἐμβόλους αὐτῶν, ἅτε καὶ [3] βιαιοτέραν τὴν σύγκρουσιν ποιουμένων, ἀποστρέφειν. τοιούτοις μὲν λογισμοῖς ὁ Καῖσαρ ἐς τὴν Σικελίαν ἠπείγετο. καὶ αὐτῷ τὸ ἀκρωτήριον τὸ Παλίνουρον ὀνομαζόμενον ὑπερβάλλοντι χειμὼν μέγας ἐπέπεσε· καὶ οὗτός τε πολλὰς ναῦς ἔφθειρε, καὶ ὁ Μηνᾶς ταραττομέναις ταῖς λοιπαῖς ἐπιγενόμενος συχνὰς τὰς μὲν ἔκαυσε τὰς δ' [4] ἀνεδήσατο. εἰ δὲ μὴ αὖθις ἐπί τε τῇ ἀδείᾳ καὶ ἐπ' ἄλλαις τισὶν ἐλπίσι μετέστη, καὶ τριήρεις ψευδαυτομόλους δεξάμενος πᾶν τὸ ναυτικὸν οὗ ἦρχε προέδωκε, διὰ κενῆς ἂν καὶ τότε ὁ ἐπίπλους τῷ Καίσαρι ἐγένετο. τοῦτο δὲ ἔπραξεν, ὅτι οὔτε τῷ Λεπίδῳ πολεμῆσαι ὑπὸ τοῦ Σέξτου ἐπετράπη καὶ πρὸς πάντα τἆλλα ὑπωπτεύετο.

[5] Καῖσαρ δὲ προσήκατο μὲν αὐτὸν καὶ τότε ἀσμενέστατα, οὐ μέντοι καὶ ἐπίστευσέ τι ἔτ' αὐτῷ. ὡς δ' οὖν τάς τε πεπονηκυίας ναῦς ἐπεσκευάσατο, καὶ τοὺς δούλους τοὺς τριηρίτας ἠλευθέρωσε, τούς τε περίνεως (πολλοὶ γὰρ φθειρομένων ἐν τῇ ναυαγίᾳ τῶν σκαφῶν ἀπεκολύμβησαν) ἐς τὸ τοῦ Ἀντωνίου ναυτικὸν ὀλιγανδροῦν κατέταξεν, [6] ἔς τε Λιπάραν ἦλθε, κἀνταῦθα τόν τε Ἀγρίππαν καὶ τὰς ναῦς καταλιπὼν ἐς τὴν ἤπειρον ἐκομίσθη, ἵνα καὶ τὸν πεζὸν ἐς τὴν Σικελίαν, ὅταν καιρὸς γένηται, περαιώσῃ.

[2]

[1]    μαθὼν δὲ ταῦτα ὁ Σέξτος αὐτὸς μὲν ἐν Μεσσήνῃ ὑφώρμει, τὸν διάπλουν αὐτοῦ τηρῶν, τῷ δ' Ἀγρίππᾳ Δημοχάρην ἀνθορμεῖν [2] ἐν Μύλαις ἐκέλευσεν. οὗτοι οὖν τὸ μὲν πλεῖστον τοῦ χρόνου ἀποπειρώμενοι μὲν ἀλλήλων κατὰ τὸ ‹ἀεὶ› παρεῖκον, οὐ μέντοι καὶ ἐναποκινδυνεῦσαι παντὶ τῷ στόλῳ τολμῶντες, κατανάλωσαν· οὔτε γὰρ τὰς δυνάμεις ἀλλήλων ᾔδεσαν, καὶ πάντα πρός τε τὸ μεῖζον καὶ πρὸς τὸ φοβερώτερον παρ' ἀμφοτέροις περὶ τῶν ἑτέρων ἐλογοποιεῖτο.

[3] τέλος δὲ ὁ Ἀγρίππας συνιεὶς ὅτι οὐ συμφέρει οἱ διατρίβειν (οἱ γὰρ τοῦ Σέξτου, ἅτε ἐν τῇ οἰκείᾳ ναυλοχοῦντες, οὐδὲν ἐδέοντο σπεύδειν) τάς τε ἀρίστας τῶν νεῶν ἔλαβε, καὶ ἐπὶ τὰς Μύλας πρὸς κατασκοπὴν τοῦ τῶν ἐναντίων πλήθους ὥρμησε. καὶ ἐπειδὴ μήτε πάντας αὐτοὺς ἰδεῖν ἠδυνήθη μήτ' ἀναχθῆναί τις αὐτῶν ἠθέλησε, κατεφρόνησεν αὐτῶν, καὶ ἐπανελθὼν παρεσκευάζετο ὡς καὶ πάσαις [4] ταῖς ναυσὶ τῆς ὑστεραίας ἐπὶ τὰς Μύλας ἐπιπλευσούμενος. τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Δημοχάρης ἔπαθε· μόνας τε γὰρ τὰς ἀφικομένας ναῦς ὑποτοπήσας εἶναι, καὶ βραδύτατα αὐτὰς ὑπὸ τοῦ μεγέθους πλεούσας ἰδών, τόν τε Σέξτον τῆς νυκτὸς μετεπέμψατο, καὶ ἡτοιμάζετο ὡς καὶ αὐτῇ τῇ Λιπάρᾳ προσμίξων. ἡμέρα τε ὑπέφηνε, καὶ ἀμφότεροι ἅμα ὡς καὶ ἐπ' ἐλάττους σφῶν ἀλλήλους ὄντας [3] [1] ἔπλεον. ἐγγὺς δὲ δὴ γενόμενοι, καὶ παρὰ δόξαν πολλῷ πλείους τοὺς ἐναντίους ἑκάτεροι ὧν ᾤοντο εἶναι ἰδόντες, τὰ μὲν πρῶτα ἐταράχθησαν ὁμοίως ἀμφότεροι, καί τινες καὶ πρύμναν ἐκρούσαντο· ἔπειτα δὲ τὴν φυγὴν τῆς μάχης μᾶλλον φοβηθέντες, καὶ ἐν μὲν ταύτῃ καὶ κρατῆσαι ἂν ἐλπίσαντες, ἐν δὲ ἐκείνῃ πασσυδὶ ἀπολεῖσθαι προσδοκήσαντες, ἀντεξώρμησαν καὶ συμμίξαντες ἐναυμάχησαν.

[2] ἦσαν δὲ οἱ μὲν τῷ πλήθει τῶν νεῶν οἱ δὲ ταῖς ἐμπειρίαις τῶν ναυτικῶν προφέροντες, καὶ τοῖς μὲν τό τε ὕψος τῶν σκαφῶν καὶ τὸ πάχος τῶν ἐπωτίδων οἵ τε πύργοι συνῄροντο, τοὺς δ' ἑτέρους οἵ τε διέκπλοι ἀνέφερον, πρός τε τὴν ῥώμην τῶν τοῦ Καίσαρος ἐπιβατῶν ἡ τόλμα αὐτῶν ἀντήρκει· αὐτόμολοι γὰρ οἱ πλείους ἐκ τῆς [3] Ἰταλίας ὄντες ἀπονοίᾳ πολλῇ ἐχρῶντο. κἀκ τούτου πλεονεκτοῦντές τε ἅμα ἀλλήλων καὶ ἐλαττούμενοι οἷς εἶπον, ἴσην τὴν ἰσχὺν ἐκ τοῦ τῶν ὑπαρχόντων σφίσιν ἀντιπάλου εἶχον· καὶ διὰ τοῦτο χρόνῳ [4] καὶ ἀγχώμαλα ἐπὶ πλεῖστον ἠγωνίσαντο. οἵ τε γὰρ Σέξτειοι τοὺς μὲν ἄνδρας τοὺς ἐναντίους τῷ ῥοθίῳ ἐξέπλησσον, καί τινας ναῦς, ῥύμῃ τέ σφισι προσπίπτοντες καὶ τὰς παρεξειρεσίας αὐτῶν ἀναρρηγνύντες, ἐτίτρωσκον, ἀπὸ δὲ δὴ τῶν πύργων ἐν τῇ προσμίξει βαλλόμενοι καὶ χειρῶν ἐπιβολαῖς σιδηρῶν προσαρτώμενοι οὐδὲν ἔλαττον ὧν [5] ἔδρων ἔπασχον· καὶ οἱ Καισάρειοι ἐς χεῖρας μέν σφισιν ἰόντες καὶ ἐς τὰς ναῦς σφῶν μετεκβαίνοντες κρείττους ἐγίγνοντο, ἐκπηδώντων δὲ αὐτῶν ἐς τὴν θάλασσαν ὁπότε βαπτίζοιντο, καὶ ἑτέρων σκαφῶν ῥᾳδίως ἔκ τε τοῦ καλῶς νεῖν καὶ ἐκ τοῦ κούφως ἐσκευάσθαι ἐπιβαινόντων, [6] ἀντιρρόπως ἠλαττοῦντο. κἀν τούτῳ καὶ τῶν νεῶν ἥ τε τῆς ναυτιλίας τῶν ἑτέρων ὀξύτης ἰσοπαλὴς τῇ τῶν ἐναντίων βεβαιότητι καὶ ἡ τούτων βαρύτης ἰσοστασία τῇ ἐκείνων λεπτότητι [4] [1] ἐγίγνετο. ὀψὲ δ' οὖν ποτε καὶ πρὸς νύκτα ἤδη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπεδίωξάν τινα, ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μήτε καταλαβεῖν αὐτοὺς ἐδύναντο, καὶ ἐς τὴν γῆν, βράχη ὧν ἄπειροι ἦσαν ἔχουσαν, ἐφοβήθησαν ἐξοκεῖλαι· ὡς δέ τινες λέγουσιν, ὁ Ἀγρίππας, ἅτε καὶ ὑπὲρ τοῦ Καίσαρος ἀλλ' οὐχ ὑπὲρ ἑαυτοῦ μαχόμενος, ἐξαρκεῖν οἱ τὸ τρέψαι τοὺς ἀντιπάλους [2] ἡγεῖτο. καὶ γὰρ εἰώθει λέγειν πρὸς τοὺς πάνυ ἑταίρους ὅτι οἱ πλείους τῶν ἐν ταῖς δυναστείαις ὄντων οὐδένα ἐθέλουσι κρείττω σφῶν εἶναι, ἀλλὰ τὰ μὲν πλείω, ὅσα γε καὶ πρόχειρον τὴν νίκην ἔχει, αὐτοὶ δι' ἑαυτῶν ποιοῦνται, τὰ δὲ δὴ χείρω καὶ ἀτοπώτερα [3] ἄλλοις προστάττουσι. κἂν ἄρα ποτὲ τῶν ἀμεινόνων τι ἀναγκασθῶσί σφισιν ἐπιτρέψαι, βαρύνονταί τε καὶ ἄχθονται τῇ εὐδοξίᾳ αὐτῶν· ἡττᾶσθαι μὲν γάρ σφας καὶ κακῶς πράττειν οὐκ εὔχονται, οὐ μέντοι καὶ παντελῶς τι καταπράξαντας τὴν δόξαν [4] αὐτοὺς λαβεῖν αἱροῦνται. δεῖν οὖν παρῄνει τὸν ἄνδρα τὸν σωθησόμενον τῆς μὲν δυσχερείας αὐτοὺς τῶν πραγμάτων ἀπαλλάττειν, τὴν δὲ δὴ κατόρθωσίν σφων ἐκείνοις φυλάττειν. ἐγὼ δὲ ὅτι μὲν ταῦθ' οὕτω πέφυκε καὶ ὅτι καὶ ὁ Ἀγρίππας ἐπεμελεῖτο αὐτῶν οἶδα, οὐ μὴν ἔν γε τῷ τότε παρόντι τοῦτ' αἴτιον τῆς οὐ διώξεως αὐτοῦ γράφω· οὐδὲ γὰρ οὐδ' εἰ πάνυ ἐβούλετο, οἷός τε ἦν ἐπισπέσθαι σφίσιν.

[5]

[1]    ἐν ᾧ δ' οὖν ἡ ναυμαχία ἐγίγνετο, ὁ Καῖσαρ ὡς τάχιστα τόν τε Σέξτον ἐκ τῆς Μεσσήνης ἀπεληλυθότα καὶ τὸν πορθμὸν φυλακῆς ἔρημον ὄντα ᾔσθετο, τὸ μὲν καινὸν τοῦ πολέμου οὐ παρέλιπεν, ἀλλ' εὐθὺς ἐπιβὰς τῶν Ἀντωνιείων νεῶν πρὸς Ταυρομένιον ἐπεραιώθη, [2] οὐ μὴν καὶ ἐν τύχῃ αὐτῷ ἐχρήσατο. πλέοντα μὲν γὰρ οὐδ' ἀποβαίνοντα αὐτὸν οὐδεὶς ἐκώλυσεν, ἀλλὰ καὶ πάνυ καθ' ἡσυχίαν τά τε ἄλλα καὶ τὸ στρατόπεδον ἐποιήσατο· ἐπεὶ δὲ ἥ τε ναυμαχία ἐγένετο, καὶ ὁ Σέξτος ἔς τε τὴν Μεσσήνην σπουδῇ ἀφίκετο, καὶ μαθὼν παρόντα αὐτὸν ἄλλους τε διὰ ταχέων ἀκραιφνεῖς [3] ἐς τὰς ναῦς ἀντενεβίβασε καὶ ἐκείναις τε αὐτῷ ἅμα καὶ τοῖς ὁπλίταις κατὰ γῆν προσέμιξε, τούτοις μὲν οὐδ' ἐπεξῆλθεν, ἀνταναχθεὶς δὲ καταφρονήσει τῆς τε ὀλιγότητος τῶν ἐναντίων νεῶν καὶ ὅτι καὶ προήττηντο, τοῦ τε ναυτικοῦ τὸ πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου [4] προσδιεφθάρη. οὔκουν οὐδ' ἠδυνήθη πρὸς τοὺς ἑαυτοῦ τοὺς ἐν τῇ Σικελίᾳ ὄντας διαφυγεῖν, ἀλλ' ἀγαπητῶς ἐς τὴν ἤπειρον ἀπεσώθη. καὶ αὐτὸς μὲν ἐν ἀσφαλεῖ ἦν, ὁρῶν δὲ τὸ στράτευμα ἐν τῇ [5] νήσῳ ἀπειλημμένον δεινῶς ἤχθετο. καὶ οὐ πρότερον ἀνεθάρσησε πρὶν ἰχθύν τινα ἐκ τῆς θαλάσσης αὐτόματον ἀναθορόντα πρὸς τοὺς πόδας αὐτοῦ προσπεσεῖν· ἐκ γὰρ τούτου πιστεύσας τοῖς μάντεσιν, εἰποῦσίν οἱ ὅτι δουλώσεται αὐτήν, ἀνερρώσθη.

[6]

[1]    καὶ ὁ μὲν τὸν Ἀγρίππαν σπουδῇ πρὸς τὴν ἐπικουρίαν αὐτῶν μετεπέμπετο, ἐκεῖνοι δὲ ἐπολιορκοῦντο. καὶ ἐπειδὴ τά τε ἐπιτήδεια ἐπιλείπειν σφᾶς ἤρχετο καὶ βοήθεια οὐδεμία πω ἐφαίνετο, φοβηθεὶς ὁ Κορνουφίκιος (οὗτος γὰρ αὐτῶν ἦρχε) μὴ καὶ ὑπὸ λιμοῦ [2] τῷ χρόνῳ κατὰ χώραν μένων ἐκπολιορκηθῇ, καὶ νομίσας διατρίβοντι μέν οἱ αὐτοῦ ταύτῃ μηδένα τῶν πολεμίων ἐς χεῖρας, ἅτε καὶ κρείττονι τοῖς ὁπλίταις ὄντι, ἥξειν, ἂν δέ πῃ προχωρῇ, δυοῖν θάτερον, ἢ προσμίξαντάς σφισιν αὐτοὺς κρατήσειν, ἢ μὴ βουληθέντων αὐτῶν τοῦτο ποιῆσαι πρός τε τὸ ἀσφαλὲς ἀποχωρήσειν καὶ τῶν ἐπιτηδείων εὐπορήσειν καί τινα καὶ ὠφελίαν παρὰ τοῦ Καίσαρος [3] ἢ καὶ τοῦ Ἀγρίππου σχήσειν, τά τε σκάφη ὅσα ἔκ τε τῆς ναυμαχίας ὑπελέλειπτο καὶ πρὸς τὸ τάφρευμα ἐξεπεπτώκει κατέκαυσε, καὶ αὐτὸς ἄρας ὡς πρὸς τὰς Μύλας ἐπορεύετο. καὶ αὐτῷ προσβαλόντες καὶ ἱππῆς καὶ ψιλοὶ πόρρωθεν (οὐ γὰρ δὴ καὶ ὁμόσε [4] χωρῆσαι ἐτόλμων) ἄποροι δεινῶς ἐγίγνοντο. αὐτοὶ μὲν γὰρ καὶ ἐπῄεσαν ὁπότε καιρὸς εἴη, καὶ ἀνέστρεφον διὰ βραχέος· οἱ δέ, ὥς γε ὁπλῖται, οὔτ' ἄλλως ἐπιδιώκειν σφᾶς ὑπὸ τοῦ βάρους ἐδύναντο, καὶ τοὺς ἀόπλους τοὺς ἐκ τοῦ ναυτικοῦ σωθέντας περιέστελλον. κἀκ τούτου ἔπασχον μὲν πολλὰ καὶ δεινά, ἀντέδρων δὲ οὐδέν· εἰ γάρ που καὶ ἐπᾴξειάν τισιν, ἔτρεπον μὲν αὐτούς, πέρα δ' οὐ δυνάμενοι διώκειν χαλεπωτέρους σφᾶς ἐν τῇ ἀναστροφῇ, ἅτε καὶ [5] μονούμενοι ταῖς ἐκδρομαῖς, εἶχον. ἔν τε οὖν τῇ ἄλλῃ πορείᾳ καὶ ἐν ταῖς διαβάσεσι τῶν ποταμῶν μάλιστα ἰσχυρῶς ἐταλαιπώρουν· περιστοιχιζόμενοι γὰρ αὐτοὺς οἱ ἐναντίοι καὶ κατ' ὀλίγους, οἷα ἐν τῷ τοιούτῳ, σπουδῇ ἀτάκτως χωροῦντας, ἔς τε τὰ καίρια παραγυμνουμένους ἔπαιον, καὶ ἐς τὰ πηλώδη τά τε ῥοώδη ἐσπίπτοντας [7] [1] ὡς καὶ ἐνισχομένους ἢ καὶ παραφερομένους ἔβαλλον. καὶ τοῦτ' ἐπὶ τρεῖς ὅλας ἡμέρας ἐποίησαν, καὶ τῇ γε τελευταίᾳ παντελῶς αὐτοὺς ἐκάκωσαν, ἄλλως τε καὶ τοῦ Σέξτου τῷ ὁπλιτικῷ προσγενομένου σφίσιν, ὥστε τῶν μὲν ἀπολλυμένων οὐδένα ἔτι λόγον ἐποιοῦντο, ἀλλὰ καὶ ἐν κέρδει τὸ μηκέτ' αὐτοὺς κακοπαθεῖν ἐτίθεντο, καὶ ἤθελον [2] καὶ αὐτοὶ τῶν ἤδη τεθνηκότων ὑπὸ τῆς ἀνελπιστίας εἶναι. οἱ δὲ δὴ τραυματίαι πολλοί τε καὶ πλείους τῶν τελευτώντων ὄντες (ἅτε γὰρ καὶ λίθοις καὶ ἀκοντίοις πόρρωθεν βαλλόμενοι, καὶ μηδεμίαν ἐκ χειρὸς πληγὴν ὑπομένοντες, πολλαχῇ τε καὶ οὐ πάντῃ [3] καιρίαν ἐτιτρώσκοντο) αὐτοί τε δεινῶς ἐταλαιπώρουν, καὶ τοῖς περιλοίποις πολὺ πλείω πόνον ἢ οἱ πολέμιοι παρεῖχον· εἴτε γὰρ φέροιντο, καὶ τοὺς ἀνέχοντάς σφας προσαπώλλυσαν, εἴτε καὶ κατελείποντο, τὸ στράτευμα πᾶν ἐς ἀθυμίαν ὀλοφυρόμενοι καθίστασαν. κἂν πασσυδὶ διεφθάρησαν, εἰ μήπερ οἱ πολέμιοι καὶ ἄκοντές σφων [4] ἀπέσχοντο. ὅ τε γὰρ Ἀγρίππας τότε μὲν νικήσας τὴν ναυμαχίαν πρὸς τὴν Λιπάραν ἀνέπλευσε, μαθὼν δὲ τόν τε Σέξτον ἐς τὴν Μεσσήνην πεφευγότα καὶ τὸν Δημοχάρην ἄλλοσέ ποι ἀπεληλυθότα, ἐπεραιώθη ἐς τὴν Σικελίαν καὶ καταλαβὼν τάς τε Μύλας καὶ τὴν [5] Τυνδαρίδα σῖτόν τέ σφισι καὶ στρατιώτας ἔπεμψε· καὶ ὁ Σέξτος οἰηθεὶς καὶ αὐτὸν ἐκεῖνον ἥξειν ἐφοβήθη καὶ σπουδῇ προανεχώρησεν, ὥστε καὶ σκεύη τινὰ καὶ ἐπιτήδεια ἐν τῷ ἐρύματι καταλιπεῖν, ἐξ ὧν τὴν τροφὴν ἄφθονον οἱ περὶ τὸν Κορνουφίκιον [6] ἔχοντες πρὸς τὸν Ἀγρίππαν ἀπεσώθησαν. καὶ αὐτοὺς ὁ Καῖσαρ καὶ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο, καίπερ ὑπεροπτικώτατά σφισιν ἐπὶ τῇ τοῦ Ἀγρίππου ναυκρατίᾳ, ὡς καὶ διαπεπολεμηκότος, χρησάμενος. τοσοῦτον γάρ που καὶ ὁ Κορνουφίκιος ἐπὶ τῇ τῶν στρατιωτῶν σωτηρίᾳ ἐφρόνει ὥστε καὶ ἐν τῇ Ῥώμῃ ἐπὶ ἐλέφαντος, ὁσάκις ἔξω τῆς οἰκίας ἐδείπνει, ἀνακομίζεσθαι.

[8]

[1]    τῷ δ' οὖν Καίσαρι ἐς τὴν Σικελίαν μετὰ τοῦτ' ἐλθόντι ὁ Σέξτος περὶ τὸ Ἀρτεμίσιον ἀντεστρατοπεδεύσατο· καὶ μάχην μὲν οὐδεμίαν εὐθὺς μεγάλην ἐμαχέσαντο, ἱππομαχίας δέ τινας βραχείας ἐποιοῦντο. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις, τῷ μὲν Σέξτῳ ὁ Γάλλος ὁ Τισιῆνος, τῷ δὲ Καίσαρι ὁ Λέπιδος σὺν ταῖς δυνάμεσι [2] προσεγένοντο. οὗτός τε γὰρ περιπεσὼν τῷ χειμῶνι οὗπερ ἐμνημόνευσα καὶ τῷ Δημοχάρει, ναῦς τε συχνὰς ἀπέβαλε καὶ οὐκ εὐθὺς πρὸς τὸν Καίσαρα ἦλθεν, ἀλλ' εἴτε δὴ διὰ τὸ πάθος, εἴθ' ὅπως καθ' ἑαυτὸν ἐκεῖνος πονοῖτο, εἴτε καὶ ἀπαγαγεῖν τὸν Σέξτον ἀπ' αὐτοῦ βουληθείς, Λιλυβαίῳ προσέβαλε· καὶ ὁ Γάλλος ἐνταῦθα [3] αὐτῷ πεμφθεὶς ὑπὸ τοῦ Σέξτου προσεπολέμει. καὶ οὕτως ἐκεῖθεν ἀμφότεροι, ἐπειδὴ μηδὲν ἐπέραινον, πρὸς τὸ Ἀρτεμίσιον ἀφίκοντο. καὶ ὁ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ δὴ Λέπιδος τῷ τε Καίσαρι διηνέχθη (αὐτός τε γὰρ ἐκ τοῦ ἴσου πάντα αὐτῷ διοικεῖν ὡς καὶ συνάρχων ἠξίου, καὶ ἐκεῖνος ἐς πάντα αὐτῷ ὡς καὶ ὑποστρατήγῳ οἱ ἐχρῆτο), κἀκ τούτου πρός τε τὸν Σέξτον ἀπέκλινε καὶ [4] ἐκοινολογεῖτο αὐτῷ δι' ἀπορρήτων. ὑποτοπήσας οὖν τοῦτο ὁ Καῖσαρ, καὶ μήτε ἐκφῆναι τολμῶν, μὴ καὶ ἐκ τοῦ φανεροῦ αὐτὸν πολεμώσηται, μήτ' αὖ ἀποκρύψασθαι ἀσφαλῶς δυνάμενος (ὕποπτον μὲν γὰρ ἐνόμιζεν εἰ μὴ συμβουλεύοιτό τι αὐτῷ, δεινὸν δ' εἰ πάντα ἀνακοινοῖτο), διακινδυνεῦσαι ὅτι τάχιστα, πρὶν νεοχμωθῆναί τι, [5] ἔγνω, καίτοι τῶν ἄλλων ἕνεκα ἥκιστα ἐπειγόμενος· οὔτε γὰρ σῖτος οὔτε χρήματα τῷ Σέξτῳ ὑπῆν, ἐξ ὧν ἤλπιζεν αὐτὸν ἀμαχεὶ οὐ πολλῷ ὕστερον καταλύσειν. ἐπεὶ δ' οὖν ἔκρινε τοῦτο, αὐτός τε κατὰ γῆν τὸν στρατὸν ἐξάγων πρὸ τοῦ στρατοπέδου προπαρέτασσε, καὶ ὁ Ἀγρίππας ἅμα ἐπιπλέων ἀπεσάλευεν· ὁ γὰρ Σέξτος πολὺ ταῖς δυνάμεσιν [6] αὐτῶν ἐλαττούμενος οὐδετέρωσε ἀντεπεξῄει. καὶ τοῦτο καὶ ἐπὶ πλείους ἡμέρας ἐγένετο. τέλος δὲ δείσας μὴ καὶ καταφρονηθεὶς διὰ ταῦθ' ὑπὸ τῶν συμμάχων ἐγκαταλειφθῇ, ἀνταναχθῆναί ποτε ταῖς ναυσὶ προσέταξε· καὶ γάρ τινα ἐλπίδα ἐν ταύταις μᾶλλον [9] [1] εἶχεν. ὡς οὖν τό τε σημεῖον ἤρθη καὶ ἡ σάλπιγξ ὑπεσήμηνεν, ἐκεῖναί τε ἅπασαι πρὸς τῇ γῇ συνέμιξαν καὶ ὁ πεζὸς ἀμφοτέρων ὁμοίως ἐπ' αὐτῆς τῆς ῥαχίας παρετάξατο, ὥστε τὴν θέαν ἀξιολογωτάτην [2] γενέσθαι. ἥ τε γὰρ θάλασσα ἡ ἐκεῖ πᾶσα τῶν νεῶν ἐπεπλήρωτο (πολλαὶ γὰρ οὖσαι ἐπὶ πλεῖστον ἐπέσχον), καὶ ἡ χώρα ἡ μὲν ἐγγὺς αὐτῆς ὑπὸ τῶν ὡπλισμένων, ἡ δ' ἄλλη ‹ἡ› προσεχὴς ὑπὸ τοῦ λοιποῦ ἑκατέρων ὁμίλου κατείχετο. ὅθενπερ καὶ ὁ ἀγὼν ἔδοξε μὲν τῶν ναυμαχούντων μόνων εἶναι, τῇ δ' ἀληθείᾳ καὶ τῶν ἄλλων ἐγένετο· [3] οἵ τε γὰρ ἐν ταῖς ναυσὶν ὄντες προθυμότερον ἐς τὴν τῶν ὁρώντων σφᾶς ἐπίδειξιν ἡμιλλῶντο, καὶ ἐκεῖνοι, εἰ καὶ τὰ μάλιστα ἀπείχοντο ἀλλήλων, ἀλλὰ καὶ πρός γε τὴν τῶν δρωμένων ὄψιν καὶ αὐτοὶ τρόπον τινὰ ἠγωνίζοντο. ἀντιπάλου γὰρ ἐπὶ πολὺ τῆς μάχης γενομένης (ὁμοιοτροπώτατα γὰρ τοῖς πρόσθεν ἐναυμάχησαν) ἰσορρόπῳ [4] καὶ αὐτοὶ συστάσει τῆς γνώμης συνέσχοντο. μάλιστα μὲν γὰρ καὶ τὸν πόλεμον πάντα ἐν αὐτῇ καταλυθήσεσθαι ἤλπιζον· εἰ δὲ μή, οἱ μέν, εἰ καὶ τότε κρατήσειαν, οὐδὲν ἔτι μέγα ἐπιπονήσειν, οἱ δέ, εἰ τότε γε νικήσειαν, οὐκέθ' ἡττηθήσεσθαι προσδοκῶντες ἔρρωντο.

[5] καὶ διὰ τοῦτο καὶ σιωπῇ, ὅπως αὐτοί τε πρὸς τὰ γιγνόμενα ἀποβλέπωσι καὶ τοὺς ἐν τῷ ἔργῳ μὴ ἀποτρίβωσι, καὶ κραυγῇ μικρᾷ ἐχρῶντο, τούς τε ναυμαχοῦντας ἀνακαλοῦντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι, καὶ τοὺς μὲν κρατοῦντάς σφων ἐπαινοῦντες τοὺς δ' ἡττωμένους [6] λοιδοροῦντες, καὶ πολλὰ μὲν ἐκείνοις ἀντιπαρακελευόμενοι πολλὰ δὲ καὶ ἀλλήλοις ἀντιβοῶντες, τοῦ τε τοὺς σφετέρους ῥᾷον τὰ λεγόμενα ἀκούειν καὶ τοῦ τοὺς ἐναντίους ἧττον τῶν οἰκείων [10] [1] ἐπαΐειν. τέως μὲν οὖν ἰσοπαλεῖς ἦσαν, οὕτω τε ταῦτα παρ' ἀμφοτέρων ὁμοίως ἐγίγνετο, καί τι καὶ τοῖς σώμασιν ὡς καὶ ἰδεῖν καὶ νοῆσαι δυναμένοις σφίσιν ἐνεδείκνυντο· ἐπεὶ δὲ ἐτράποντο οἱ τοῦ Σέξτου, ἐνταῦθα ἤδη ἀθρόοι καὶ ἀπὸ μιᾶς ὁρμῆς οἱ μὲν ἐπαιώνισαν [2] οἱ δὲ ὠλοφύραντο. καὶ οὗτοι μέν, ὡς καὶ αὐτοὶ συννενικημένοι, πρὸς τὴν Μεσσήνην εὐθὺς ἀπεχώρησαν· ὁ δὲ δὴ Καῖσαρ τούς τε ἐκπίπτοντας τῶν ἡττωμένων ἐς τὴν γῆν ἐξεδέχετο, καὶ ἐς αὐτὴν τὴν θάλασσαν ἐπεσβαίνων πάντα τὰ σκάφη τά γε ἐς τὸ τεναγῶδες [3] ὀκέλλοντα κατεπίμπρη, ὥστε μήτε τοῖς ἔτι πλέουσιν ἀσφάλειαν εἶναι (πρὸς γὰρ τοῦ Ἀγρίππου ἐκόπτοντο) μήτε τοῖς προσίσχουσί πῃ (πρὸς γὰρ τοῦ Καίσαρος διώλλυντο), πλὴν ὀλίγων, ὅσοι ἐς τὴν Μεσσήνην προκατέφυγον. κἀν τούτῳ τῷ πόνῳ ὁ μὲν Δημοχάρης [4] ἁλισκόμενος ἑαυτὸν ἀπέσφαξεν, ὁ δ' Ἀπολλοφάνης ἄθραυστον τὴν ναῦν ἔχων καὶ δυνηθεὶς ἂν φυγεῖν προσεχώρησε τῷ Καίσαρι. τὸ δ' αὐτὸ τοῦτο καὶ ἄλλοι, ὅ τε Γάλλος καὶ οἱ ἱππῆς οἱ σὺν αὐτῷ [11] [1] πάντες, καὶ μετὰ ταῦτα καὶ πεζοί τινες ἐποίησαν. ἀφ' οὗπερ οὐχ ἥκιστα ὁ Σέξτος ἀπογνοὺς τὰ παρόντα φυγεῖν ἐβουλεύσατο, καὶ παραλαβὼν τήν τε θυγατέρα καὶ ἄλλους, τά τε χρήματα καὶ τὰ λοιπὰ τὰ πλείστου ἄξια ἐς τὰς ναῦς τὰς ἄριστα τῶν σωθεισῶν πλεούσας ἐσθέμενος, νυκτὸς ἀπῆρεν. οὐδὲ ἐπεδίωξέ τις αὐτόν· ἐκεῖνός τε γὰρ λάθρᾳ ἐξέπλευσε, καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ ταραχῇ παραχρῆμα ἐγένετο.

[2]    ὁ γὰρ Λέπιδος τῇ τε Μεσσήνῃ προσέπεσε, καὶ ἐσδεχθεὶς ἐς αὐτὴν τὰ μὲν ἐνεπίμπρη τὰ δ' ἥρπαζεν· ἐπειδή τε ἐκεῖνος αἰσθόμενος τοῦτ' ἐπῆλθέ τέ οἱ διὰ ταχέων καὶ ἐμποδὼν ἐγίγνετο, τῆς μὲν πόλεως ὑπεξῆλθε φοβηθείς, ἐπὶ δὲ λόφον τινὰ καρτερὸν ἀναστρατοπεδευσάμενος ἐγκλήματα ἐποιεῖτο, καταλέγων πάνθ' ὅσα ἐλαττοῦσθαι [3] ἐνόμιζε, καὶ τά τε ἄλλα ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώτην σφῶν συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ὡς καὶ συγκαταστρεψάμενος αὐτὴν ἀντεποιεῖτο. καὶ ὁ μὲν ταῦτά τε τῷ Καίσαρι [4] πέμπων τινὰς ἐπεκάλει, καὶ ἐς δίκην αὐτὸν προυκαλεῖτο (εἶχε δὲ τάς τε δυνάμεις ἃς ἐκ τῆς Λιβύης ἐπῆκτο, καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας, ἐπειδὴ καὶ πρώτως ἐς αὐτὴν ἐσεληλύθει καί τινα καὶ ἐλπίδα νεωτέρων σφίσι πραγμάτων ὑπεβεβλήκει)· [12] [1] Καῖσαρ δὲ πρὸς μὲν ταῦτα οὐδὲν ἀντεῖπε, νομίσας δὲ δὴ πάντα τὰ δίκαια παρά τε ἑαυτῷ καὶ παρὰ τοῖς ὅπλοις, ἅτε καὶ ἰσχυρότερος αὐτοῦ ὤν, ἔχειν, εὐθὺς ἐπ' αὐτὸν μετ' ὀλίγων τινῶν ὥρμησεν ὡς καὶ ἐκεῖνόν τε ἐκ τοῦ αἰφνιδίου, οἷα μηδὲν δραστήριον ἔχοντα, [2] καταπλήξων, καὶ τοὺς στρατιώτας αὐτοῦ προσποιησόμενος. ‹καὶ› ἐσῆλθε μὲν ἐς τὸ στρατόπεδον δόξας σφίσι διὰ τὴν ὀλιγότητα τῶν συνακολουθούντων οἱ εἰρηνικόν τι πράξειν· ὡς δ' οὐδὲν κατὰ γνώμην αὐτοῖς ἔλεγε, παρωξύνθησαν καὶ ἐπέθεντο αὐτῷ, καί τινας τῶν ἄλλων καὶ ἀπέκτειναν· ἐκεῖνος γὰρ ἐν τάχει βοηθείας τυχὼν ἐσώθη.

[3] καὶ μετὰ τοῦτ' ἐπῆλθέ τε αὖθις αὐτοῖς μετὰ παντὸς τοῦ στρατοῦ, καὶ κατακλείσας σφᾶς ἐς τὸ τάφρευμα ἐπολιόρκει. φοβηθέντες οὖν τὴν ἅλωσιν κοινῇ μὲν οὐδὲν διὰ τὴν τοῦ Λεπίδου αἰδῶ ἐνεόχμωσαν, ἰδίᾳ δὲ κατ' ὀλίγους ὡς ἕκαστοι ἐγκατέλιπον αὐτὸν καὶ μεθίσταντο· καὶ οὕτω καὶ ἐκεῖνος ἠναγκάσθη ἐθελοντὴς δὴ ἐν ἐσθῆτι [4] φαιᾷ ἱκέτης αὐτοῦ γενέσθαι. καὶ ὁ μὲν ἐκ τούτου τῆς τε ἐξουσίας πάσης παρελύθη, καὶ δίαιταν ἐν τῇ Ἰταλίᾳ οὐκ ἄνευ φυλακῆς εἶχε· τῶν δὲ δὴ τὰ τοῦ Σέξτου πραξάντων οἱ μὲν ἱππεύοντες ἢ καὶ βουλεύοντες ἐκολάσθησαν πλὴν ὀλίγων, τοῦ δὲ ἐν τῷ τεταγμένῳ ὄντος τὸ μὲν ἐλεύθερον ἐς τὰ τοῦ Καίσαρος στρατόπεδα κατελέχθη, [5] τὸ δὲ δεδουλευκὸς τοῖς δεσπόταις πρὸς τιμωρίαν ἀπεδόθη· εἰ δέ του μηδεὶς κύριος εὑρίσκετο, ἀνεσκολοπίζετο. τῶν τε πόλεων αἱ μὲν ἑκούσιαί οἱ προσχωρήσασαι συγγνώμης ἔτυχον, αἱ δ' ἀντάρασαι ἐδικαιώθησαν.

[13]

[1]    πράσσοντι δ' αὐτῷ ταῦτα οἱ στρατιῶται ἐστασίασαν· ἄλλως τε γὰρ οὐκ ὀλίγοι ὄντες πρὸς τὴν ὄψιν τοῦ πλήθους σφῶν ἐθρασύνοντο, καὶ τοὺς κινδύνους τάς τε ἐλπίδας τὰς ἐπ' αὐτοῖς ἐκλογιζόμενοι πρός τε τὰ γέρα ἀπλήστως εἶχον, καὶ συλλεγόμενοι κατ' [2] ἀλλήλους ᾔτουν ὅ τι τις ἐπόθει. ἐπειδή τε μάτην ἐθρύλουν (ὁ γὰρ Καῖσαρ, ἅτε μηδενὸς ἔτι πολεμίου οἱ παρόντος, ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιεῖτο), ἐθορύβουν· καὶ αὐτῷ καὶ προφέροντες πάνθ' ὅσ' ἐτεταλαιπώρηντο, καὶ προβάλλοντες εἴ τί που ὑπέσχητό σφισι, πολλὰ [3] ἐπηπείλουν, καὶ ἐνόμιζον καὶ ἄκοντα αὐτὸν καταδουλώσεσθαι. ἐπεὶ δ' οὐδὲν ἐπέραινον, τῆς γοῦν στρατείας ὡς καὶ κεκμηκότες ἀφεθῆναι ἠξίουν, θυμῷ καὶ βοῇ ἀπλέτῳ χρώμενοι, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς ἀπαλλαγῆναι (καὶ γὰρ ἤκμαζόν σφων οἱ πλείονες), ἀλλ' ὅτι τὸν μὲν πόλεμον τὸν πρὸς τὸν Ἀντώνιόν οἱ ἐσόμενον ὑπετόπουν καὶ διὰ τοῦθ' ἑαυτοὺς ἀνετίμων· ὧν γὰρ ἀπαιτοῦντες οὐκ ἐτύγχανον, [4] ταῦτ' ἐγκαταλείψειν αὐτὸν ἀπειλοῦντες λήψεσθαι προσεδόκων. οὐ μὴν οὐδὲ τοῦτό σφισι προυχώρησεν· ὁ γὰρ Καῖσαρ, εἰ καὶ τὰ μάλιστα τόν τε πόλεμον ἀκριβῶς ᾔδει γενησόμενον καὶ τὰ ἐκείνων βουλήματα σαφῶς συνίει, ἀλλ' οὔτοι καὶ ὑπεῖξεν αὐτοῖς, νομίζων μηδὲν δεῖν τὸν ἄρχοντα παρὰ γνώμην ὑπὸ τῆς τῶν στρατιωτῶν βίας ποιεῖν, ὡς καὶ ἄλλο τι αὖθίς σφων διὰ τοῦτο πλεονεκτῆσαι [14] [1] ἐθελησόντων. προσποιησάμενος οὖν εὔλογά τε αὐτοὺς ἀξιοῦν καὶ ἀνθρωπίνων δεῖσθαι, διῆκε πρώτους μὲν τοὺς ἐπὶ τὸν Ἀντώνιον πρὸς τὴν Μούτιναν στρατεύσαντας αὐτῷ, ἔπειτα δὲ ὡς καὶ οἱ ἄλλοι ἐνέκειντο, καὶ ἐξ ἐκείνων πάντας τοὺς δέκατον ἔτος ἐν τῇ στρατείᾳ ἔχοντας. καὶ ἵνα γε τοὺς λοιποὺς ἐπισχῇ, προσανεῖπεν ὅτι οὐδενὶ [2] ἔτ' αὐτῶν, οὐδ' ἂν τὰ μάλιστα ἐθελήσῃ, χρήσεται. ἀκούσαντες δὲ τοῦτο οὐδὲν ἔτ' ἐφθέγξαντο, ἀλλὰ καὶ πάνυ προσέχειν αὐτῷ ἤρξαντο, ὅτι τοῖς τε ἀφειμένοις, οὐ πᾶσι, πλὴν τῶν προτέρων, ἀλλὰ τοῖς ἀξιωτάτοις, τά τε ἄλλα ὅσα ὑπέσχητο δώσειν καὶ χώραν νεμεῖν ἐπηγγείλατο, καί σφισι πᾶσι μὲν πεντακοσίας δραχμάς, τοῖς δὲ δὴ [3] ναυκρατήσασι καὶ στέφανον ἐλαίας ἔδωκε. κἀκ τούτου τούς τε ἄλλους πολλὰ ὡς ἑκάστους, καὶ τοὺς ἑκατοντάρχους ὡς καὶ ἐς τὰς βουλὰς αὐτοὺς τὰς ἐν ταῖς πατρίσι καταλέξων, ἐπήλπισε. τοῖς τε ὑποστρατήγοις ἄλλοις τε ἄλλα καὶ τῷ Ἀγρίππᾳ στέφανον χρυσοῦν ἐμβόλοις ἠσκημένον ἐδωρήσατο· ὃ μήτε πρότερον μήτ' αὖθις ἄλλῳ [4] τῳ ἐγένετο. καὶ ὅπως γε διὰ παντός, ὁσάκις οἵ τινα ἐπινίκια πέμψαντες τὸν στέφανον τὸν δάφνινον ....., ἐκεῖνος τούτῳ τῷ ναυκρατητικῷ χρῷτο, δόγματι ὕστερον ἐβεβαιώθη. οὕτω μὲν τότε τοὺς στρατιώτας κατέστησε· καὶ τὸ μὲν ἀργύριον αὐτοῖς αὐτίκα, [5] τὴν δὲ χώραν οὐ πολλῷ ὕστερον ἔδωκεν. ἐπειδὴ γὰρ οὐκ ἐξήρκεσεν ἡ ἐν τῷ δημοσίῳ ἔτι τότε οὖσα, προσεξεπρίατο ἄλλην τε καὶ παρὰ Καμπανῶν τῶν ἐν τῇ Καπύῃ οἰκούντων συχνήν (καὶ γὰρ ἐποίκων ἡ πόλις πολλῶν ἐδεῖτο), καὶ αὐτοῖς τό τε ὕδωρ τὸ Ἰούλιον ὠνομασμένον, ἐφ' ᾧ καὶ τὰ μάλιστα διὰ πάντων ἀγάλλονται, τήν τε χώραν τὴν Κνωσίαν, ἣν καὶ νῦν ἔτι καρποῦνται, ἀντέδωκε.

[6]    ταῦτα μὲν οὖν ὕστερον ἐγένετο· τότε δὲ τά τε ἐν τῇ Σικελίᾳ διῴκησε, καὶ τὴν Λιβύην ἑκατέραν ἀμαχεὶ διὰ Στατιλίου Ταύρου παρεστήσατο, τῷ τε Ἀντωνίῳ τὸν ἴσον ἀντὶ τῶν ἀπολομένων νεῶν [15] [1] ἀριθμὸν ἀντέπεμψε. κἀν τούτῳ τά τε τῶν Τυρσηνῶν στασιάσαντα ἔπειτα ἅμα τῷ τῆς νίκης αὐτοῦ πυθέσθαι κατέστη, καὶ οἱ ἐν τῷ ἄστει ἐπαίνους τε αὐτῷ ὁμοθυμαδὸν καὶ εἰκόνας καὶ προεδρίαν ἁψῖδά τε τροπαιοφόρον, καὶ τὸ ἐφ' ἵππου ἐσελάσαι τό τε στεφάνῳ δαφνίνῳ ἀεὶ χρῆσθαι, καὶ τὸ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνενικήκει, ἱερομηνίᾳ ἀιδίῳ οὔσῃ, ἐν τοῦ Διὸς τοῦ Καπιτωλίου μετά τε τῆς [2] γυναικὸς καὶ μετὰ ‹τῶν› παίδων ἑστιᾶσθαι ἔδωκαν. ταῦτα μὲν εὐθύς σφισι μετὰ τὴν νίκην ἔδοξεν, ἤγγειλαν δὲ αὐτὴν πρῶτον μὲν στρατιώτης τις τῶν ἐν τῇ πόλει τότε ὄντων, κάτοχος ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ θεοῦ δή τινος γενόμενος, καὶ ἄλλα τε πολλὰ καὶ εἰπὼν καὶ πράξας, καὶ τέλος ἔς τε τὸ Καπιτώλιον ἀναδραμὼν καὶ τὸ ξίφος πρὸς τοὺς τοῦ Διὸς πόδας ὡς μηκέτ' αὐτοῦ χρείας οὔσης θείς, ἔπειτα δὲ καὶ οἱ ἄλλοι οἱ παραγενόμενοί τε ἐν αὐτῇ καὶ πεμφθέντες [3] ἐς τὴν Ῥώμην ὑπὸ τοῦ Καίσαρος. ἐπεὶ δὲ καὶ αὐτὸς ἀφίκετο, καί σφας συναγαγὼν ἔξω τοῦ πωμηρίου κατὰ τὰ πάτρια τά τε πεπραγμένα οἱ ἀπελογίσατο καὶ τῶν ψηφισθέντων τινὰ παρήκατο, τόν τε φόρον τὸν ἐκ τῶν ἀπογραφῶν, καὶ εἰ δή τι ἄλλο ἔτι τῷ δημοσίῳ ἐς τὸν πρὸ τοῦ ἐμφυλίου πολέμου χρόνον ἐπωφείλετο, ἀφῆκε, τέλη τέ τινα κατέλυσε, καὶ τὴν τοῦ Λεπίδου ἱερωσύνην διδομένην οἱ οὐκ ἔλαβεν (οὐδὲ γὰρ ἐξῆν ζῶντά τινα ἀφελέσθαι), [4] καὶ ἄλλα πολλὰ αὐτῷ προσεψηφίσαντο. ἤδη μὲν γάρ τινες διεθρόησαν ὅτι ἐπί τε τῇ τοῦ Ἀντωνίου καὶ ἐπὶ τῇ τοῦ Λεπίδου διαβολῇ, καὶ ὥστε τὴν αἰτίαν τῶν πρότερον ἀδίκως γενομένων ἐς ἐκείνους μόνους ἀπώσασθαι, ταῦθ' οὕτω τότε ἐμεγαλοφρονήσατο· ἄλλοι δὲ ὅτι, ἐπειδὴ μηδένα τρόπον ἀπολαβεῖν τὰ ὀφειλόμενα ἐδύνατο, χάριν τινὰ ἑαυτοῦ ἀζήμιον τὴν ἐκείνων ἀδυναμίαν ἐποιήσατο. [5] ἀλλὰ ταῦτα μὲν ἄλλως ἐθρυλεῖτο, τότε δὲ οἰκίαν τε αὐτῷ ἐκ τοῦ δημοσίου δοθῆναι ἔγνωσαν· τὸν γὰρ τόπον ὃν ἐν τῷ Παλατίῳ, ὥστ' οἰκοδομῆσαί τινα, ἐώνητο, ἐδημοσίωσε καὶ τῷ Ἀπόλλωνι ἱέρωσεν, ἐπειδὴ κεραυνὸς ἐς αὐτὸν ἐγκατέσκηψε. τήν τε οὖν οἰκίαν αὐτῷ ἐψηφίσαντο, καὶ τὸ μήτε ἔργῳ μήτε λόγῳ τι ὑβρίζεσθαι· εἰ [6] δὲ μή, τοῖς αὐτοῖς τὸν τοιοῦτό τι δράσαντα ἐνέχεσθαι οἷσπερ ἐπὶ τῷ δημάρχῳ ἐτέτακτο. καὶ γὰρ ἐπὶ τῶν αὐτῶν βάθρων συγκαθέζεσθαί σφισιν ἔλαβε.

[16]

[1]    τῷ μὲν οὖν Καίσαρι ταῦτα παρὰ τῆς βουλῆς ἐδόθη, αὐτὸς δὲ τόν τε Μεσσάλαν τὸν Οὐαλέριον, ὃν πρότερον ἐν ταῖς προγραφαῖς ἐτεθανατώκει, ἐς τοὺς οἰωνιστὰς ὑπὲρ τὸν ἀριθμὸν ἐσέγραψε, καὶ τοὺς Οὐτικησίους πολίτας ἐποιήσατο, τήν τε ἐσθῆτα τὴν ἁλουργῆ μηδένα ἄλλον ἔξω τῶν βουλευτῶν τῶν ἐν ταῖς ἀρχαῖς ὄντων ἐνδύεσθαι ἐκέλευσεν· ἤδη γάρ τινες καὶ τῶν τυχόντων αὐτῇ ἐχρῶντο.

[2] κἀν τῷ αὐτῷ τούτῳ ἔτει οὔτ' ἀγορανόμος τις ἀπορίᾳ τῶν αἱρεθησομένων ἐγένετο, ἀλλ' οἱ στρατηγοὶ οἵ τε δήμαρχοι τὰ προσήκοντα αὐτοῖς ἔπραξαν, οὔτε πολίαρχος ἐς τὰς ἀνοχὰς ἀπεδείχθη, ἀλλ' ἐκ τῶν στρατηγῶν τινες τὰ ἐπιβάλλοντα αὐτῷ διήγαγον. τά τε ἄλλα τὰ ἐν τῇ πόλει τῇ τε λοιπῇ Ἰταλίᾳ Γάιός τις Μαικήνας, ἀνὴρ ἱππεύς, καὶ τότε καὶ ἔπειτα ἐπὶ πολὺ διῴκησεν.

[17]

[1]    ὁ δὲ δὴ Σέξτος ἔκ τε τῆς Μεσσήνης ἐξαναχθεὶς καὶ τὴν δίωξιν φοβηθείς, προδοσίαν τέ τινα ἀπὸ τῶν συνακολουθούντων οἱ ἔσεσθαι ὑποτοπήσας, προεῖπε μέν σφισιν ὡς διὰ πελάγους τὸν πλοῦν ποιησόμενος, [2] ἀποσβέσας δὲ τὸ φῶς ὃ ἐν τοῖς νυκτερινοῖς πλοῖς αἱ στρατηγίδες νῆες, ὅπως καὶ αἱ λοιπαὶ κατὰ πόδας αὐτῶν ἐφέπωνται, προδεικνύουσι, παρά τε τὴν Ἰταλίαν παρέπλευσε, καὶ διαβαλὼν ἐπὶ Κέρκυραν ἐς Κεφαλληνίαν ἐκεῖθεν ἦλθε· κἀνταῦθα καὶ οἱ ἄλλοι κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αὖθις αὐτῷ συνεγένοντο.

[3] συγκαλέσας οὖν αὐτοὺς τήν τε σκευὴν τὴν στρατηγικὴν ἀπεδύσατο, καὶ εἰπὼν ἄλλα τε καὶ ὅτι ἀθρόοι μὲν ὄντες οὔτ' ὠφελίαν τινὰ ἀλλήλοις διαρκῆ παρέξουσιν οὔτε λήσουσι, σκεδασθέντες δὲ ῥᾴω τὴν διάφευξιν ποιήσονται, παρῄνεσέ σφισιν ἰδίᾳ καὶ καθ' ἑαυτὸν [4] ἑκάστῳ τῆς σωτηρίας προσκοπῆσαι. κἀκ τούτου πεισθέντων οἱ τῶν πλειόνων, καὶ, ἄλλων ἄλλοσε ἀποχωρησάντων, αὐτὸς ἐς τὴν Ἀσίαν μετὰ τῶν λοιπῶν ἐπεραιώθη, γνώμην ἔχων πρὸς τὸν Ἀντώνιον εὐθὺς ὁρμῆσαι. γενόμενος δὲ ἐν Λέσβῳ, καὶ ἐκεῖνόν τε ἐπὶ Μήδους ἐστρατευκέναι καὶ τὸν Καίσαρα καὶ τὸν Λέπιδον πεπολεμῶσθαι [5] μαθών, διενοεῖτο μὲν κατὰ χώραν χειμάσαι· τῶν δὲ Λεσβίων προθυμότατα αὐτὸν διὰ τὴν τοῦ πατρὸς αὐτοῦ μνήμην καὶ δεξαμένων καὶ κατεχόντων, ἐπειδὴ τόν τε Ἀντώνιον δυστυχήσαντα ἐν τῇ Μηδίᾳ ἐπύθετο καὶ Γάιος Φούρνιος ὁ τῆς Ἀσίας τότε [6] ἄρχων οὐκ εὐνοϊκῶς οἱ ἐχρῆτο, οὐ κατέμεινεν, ἀλλὰ ἐλπίσας τὴν τοῦ Ἀντωνίου ἀρχὴν διαδέξεσθαι, ὅτι τε ἐκ τῆς Σικελίας συχνοὶ πρὸς αὐτὸν ἀφίκοντο καὶ ὅτι καὶ ἕτεροι, οἱ μὲν κατὰ τὴν τοῦ πατρὸς αὐτοῦ δόξαν οἱ δὲ καὶ βίου δεόμενοι, συνελέγησαν, τό τε σχῆμα τὸ στρατηγικὸν ἀνέλαβε, καὶ παρεσκευάζετο ὡς καὶ τὴν [18] [1] περαίαν καταληψόμενος. κἀν τούτῳ τοῦ Ἀντωνίου ἔς τε τὴν φιλίαν ἀποσωθέντος καὶ τὰ πραττόμενα ὑπ' αὐτοῦ μαθόντος, καὶ τήν τε ἄδειαν αὐτῷ καὶ τὴν εὔνοιαν, ἂν τὰ ὅπλα κατάθηται, ὑποσχομένου δώσειν, ἀντέγραψε μὲν ὡς καὶ πεισθησόμενός οἱ, οὐ μέντοι καὶ ἐποίησε τοῦτο, ἀλλ' ἔκ τε τῶν συμφορῶν αὐτοῦ, καὶ ἐπειδὴ πρὸς τὴν Αἴγυπτον αὐτίκα ἀπῆρε, καταφρονήσας τῶν τε παρόντων εἴχετο [2] καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύετο. πυθόμενος δὲ ταῦτα ὁ Ἀντώνιος οὐκ ἀνέστρεψεν, ἀλλὰ τό τε ναυτικὸν καὶ τὸν Τίτιον τὸν Μᾶρκον, μεταστάντα τε πρὸς ἑαυτὸν πρότερον ἀπὸ τοῦ Σέξτου καὶ τότε συνόντα οἱ, ἐπ' αὐτὸν ἔπεμψε. καὶ ὃς προαισθόμενός τε τοῦτο καὶ φοβηθείς (οὐδέπω γὰρ ἱκανῶς παρεσκεύαστο) ἐξανήχθη, [3] καὶ προχωρῶν ᾗ μάλιστα διαφεύξεσθαι ἐδόκει, ἔς τε Νικομήδειαν ἀφίκετο, κἀνταῦθα καταληφθεὶς ἐπεκηρυκεύσατο μὲν αὐτῷ, ἅτε καὶ ἐλπίδα αὐτοῦ ἐκ τῆς εὐεργεσίας ἣν εὐηργέτητο ἔχων· ὡς δὲ ἐκεῖνος οὐκ ἔφη οἱ σπείσεσθαι ἂν μὴ τάς τε ναῦς καὶ τὴν λοιπὴν δύναμιν αὐτοῦ προπαραλάβῃ, τῆς τε κατὰ θάλασσαν σωτηρίας ἀπέγνω, καὶ τὰ σκεύη τὰ βαρύτερα ἐς τὰς ναῦς ἐμβαλὼν ταύτας [4] τε κατέκαυσε καὶ ἐς τὴν μεσόγειαν ὥρμησε. καὶ αὐτὸν ἐπιδιώξαντες ὅ τε Τίτιος καὶ ὁ Φούρνιος ἔν τε Μιδαείῳ τῆς Φρυγίας κατέλαβον καὶ περισχόντες ἐζώγρησαν. μαθὼν δὲ τοῦτο ὁ Ἀντώνιος εὐθὺς μὲν ὑπ' ὀργῆς ἐπέστειλέ σφισιν ἵνα ἀποθάνῃ, αὖθις δ' οὐ πολλῷ ὕστερον μετανοήσας ἵνα σωθῇ .........

[5] ........ τοῦ οὖν δευτέρου γραμματοφόρου τὸν πρότερον φθάσαντος, ὕστερον τὰ περὶ τοῦ θανάτου αὐτοῦ γράμματα ὁ Τίτιος λαβών, καὶ νομίσας ὄντως δεύτερα εἶναι, ἢ καὶ γνοὺς μὲν τὴν ἀλήθειαν, οὐκ ἐθελήσας δὲ αὐτῇ πιστεῦσαι, τῇ τάξει τῆς κομιδῆς [6] αὐτῶν ἀλλ' οὐ τῇ γνώμῃ προσέσχε. καὶ οὕτως ὅ τε Σέξτος ἐπί τε τοῦ Κορνουφικίου τοῦ Λουκίου καὶ ἐπὶ Σέξτου τινὸς Πομπηίου ὑπάτων ἀπέθανε, καὶ διὰ τοῦτο καὶ ὁ Καῖσαρ ἱπποδρομίαν τε ἐποίησε καὶ τῷ Ἀντωνίῳ ἅρμα τε ἔμπροσθεν τοῦ βήματος καὶ εἰκόνας ἐν τῷ Ὁμονοείῳ ἔστησε, τό τε ἐξουσίαν σύν τε τῇ γυναικὶ καὶ τοῖς τέκνοις ἑστιᾶσθαι ἐνταῦθ' ἔχειν ἔδωκεν, ὥσπερ ποτὲ καὶ [7] αὐτῷ ἐψήφιστο· φίλος τε γὰρ ἔτι οἱ εἶναι ἐπλάττετο, καὶ ἐκεῖνόν τε ἐπὶ ταῖς ἀπὸ τῶν Πάρθων συμφοραῖς παρεμυθεῖτο δῆθεν, καὶ ἑαυτοῦ τὸ ἐπίφθονον πρός τε τὴν νίκην καὶ πρὸς τὰ ψηφισθέντα ἐπ' αὐτῇ ἐξηκεῖτο.

[19]

[1]    καὶ ὁ μὲν ταῦτα ἔπραττε, τὰ δὲ δὴ τοῦ Ἀντωνίου τῶν τε βαρβάρων ὧδε ἔσχεν. ὁ Οὐεντίδιος ὁ Πούπλιος τὸν Πάκορον στράτευμά τε ἀθροίζειν καὶ ἐς τὴν Συρίαν ἐμβάλλειν μαθὼν ἔδεισεν, ἐπειδὴ μήτε αἱ πόλεις πω καθειστήκεσαν καὶ τὰ στρατόπεδα ἐν τοῖς χειμαδίοις ἔτι διέσπαρτο, καὶ τοιόνδε τι ἔς τε τὴν διατριβὴν αὐτοῦ [2] καὶ ἐς τὴν βραδυτῆτα τῆς στρατιᾶς ἐποίησε. Χανναῖόν τινα δυνάστην γνωρίμως μὲν καὶ αὐτῷ ἔχοντα, τὰ δὲ δὴ τῶν Πάρθων μᾶλλον φρονοῦντα εἰδώς, τά τε ἄλλα ὡς καὶ πιστότατόν οἱ ὄντα ἐτίμα καὶ σύμβουλον ἔστιν ὧν ἐποιεῖτο, ἐξ ὧν αὐτὸς μὲν οὐδὲν βλαβήσεσθαι, ἐκείνῳ δὲ δὴ πίστιν τοῦ καὶ τὰ ἀπορρητότατα δῆθεν [3] αὐτῷ συνειδέναι παρέξειν ἔμελλεν. ἐπειδή τε ἐνταῦθα ἦν, φοβεῖσθαί τε ἐπλάσατο μή πως οἱ βάρβαροι τὴν συνήθη σφίσι διάβασιν τοῦ Εὐφράτου, παρ' ᾗ τὸ Ζεῦγμα ἡ πόλις ἔστι, παραλιπόντες ἑτέρᾳ τινὶ ὁδῷ κάτω τοῦ ποταμοῦ χρήσωνται (τῇ μὲν γὰρ πεδία τοῖς πολεμίοις ἐπιτήδεια, τῇ δὲ γηλόφους ἑαυτοῖς πρέποντας εἶναι [4] ἔλεγε), καὶ τοῦτο αὐτόν ‹τ'› ἀνέπεισε πιστεῦσαι, καὶ τὸν Πάκορον δι' αὐτοῦ προσεξηπάτησε· τὴν γὰρ πεδιάδα, ἣν προσεποιεῖτο ὁ Οὐεντίδιος μὴ βούλεσθαι αὐτὸν ἐλθεῖν, μακροτέραν τῆς ἑτέρας οὖσαν [20] [1] τραπεὶς παρέσχεν οἱ καιρὸν τὰς δυνάμεις ἀθροῖσαι. καὶ οὕτως ἐν τῇ Συρίᾳ αὐτῷ τῇ Κυρηστικῇ γενομένῳ συμβαλὼν ἐνίκησεν. ἐπειδὴ γὰρ οὔτε τὸν ποταμὸν διαβῆναί σφας ἐκώλυσεν οὔτ' αὖ διαβᾶσιν εὐθὺς ἐπέθετο, μαλακίαν τέ τινα καὶ ἀρρωστίαν τῶν Ῥωμαίων κατέγνωσαν, κἀκ τούτου πρὸς τὸ ἔρυμα αὐτῶν καίπερ ἐν μετεώρῳ ὂν προσήλασαν ὡς καὶ αὐτοβοεί σφας αἱρήσοντες.

[2] ἐπεκδρομῆς τε αἰφνιδίου γενομένης κατά τε τοῦ πρανοῦς οὐ χαλεπῶς, ἅτε καὶ ἱππῆς ὄντες, ἀπεώσθησαν, κἀνταῦθα ἀνδρείως μὲν ἀμυνόμενοι (κατάφρακτοι γὰρ οἱ πλείους αὐτῶν ἦσαν) ταραττόμενοι δὲ πρός τε τὸ ἀνέλπιστον καὶ περὶ ἀλλήλοις, ὑπό τε τῶν ὁπλιτῶν καὶ ὑπὸ τῶν σφενδονητῶν μάλιστα ἡττήθησαν· πόρρωθεν γὰρ σφοδραῖς ταῖς βολαῖς ἐξικνούμενοι χαλεπώτατοι αὐτοῖς ἐγίγνοντο.

[3] κἀν τῷ πόνῳ τούτῳ καὶ ὁ Πάκορος πεσὼν πλεῖστον αὐτοὺς ἔβλαψεν· ὡς γὰρ τάχιστα τὸν ἄρχοντά σφων ἀπολωλότα ᾔσθοντο, ὀλίγοι μὲν περὶ τοῦ σώματος αὐτοῦ προθύμως ἠγωνίσαντο, φθαρέντων δὲ καὶ τούτων πάντες οἱ λοιποὶ ἐνέδοσαν. καὶ αὐτῶν οἱ μὲν διὰ τῆς γεφύρας οἴκαδε διαφυγεῖν ἐθελήσαντες οὐκ ἠδυνήθησαν, ἀλλὰ προκαταληφθέντες ἀπώλοντο, οἱ δὲ καὶ πρὸς τὸν Ἀντίοχον ἐς τὴν [4] Κομμαγηνὴν κατέφυγον. Οὐεντίδιος δὲ τὰ μὲν ἄλλα τὰ ἐν τῇ Συρίᾳ μετέωρα πρὸς τὴν τοῦ πολέμου ἔκβασιν γιγνόμενα (τὸν γὰρ Πάκορον ὅμοια τοῖς μάλιστα τῶν πώποτε βασιλευσάντων καὶ ἐπὶ δικαιοσύνῃ καὶ ἐπὶ πρᾳότητι ὑπερηγάπων) ῥᾳδίως, τὴν κεφαλὴν [5] αὐτοῦ κατὰ τὰς πόλεις περιπέμψας, κατεστήσατο· αὐτὸς δὲ ἐπὶ τὸν Ἀντίοχον, πρόφασιν μὲν ὅτι τοὺς ἱκέτας οἱ οὐκ ἐξέδωκε, τῇ δ' ἀληθείᾳ διὰ τὰ χρήματα ἃ πάμπολλα εἶχεν, ἐπεστράτευσεν.

[21]

[1]    ἐνταῦθα δὲ ἤδη αὐτῷ ὄντι ὁ Ἀντώνιος ἐξαίφνης ἐπιστὰς οὐ μόνον οὐχ ἥσθη ἀλλὰ καὶ ἐφθόνησεν, ὅτι ἔδοξέ τι καθ' ἑαυτὸν ἠνδραγαθῆσθαι· καὶ διὰ τοῦτο καὶ τῆς ἀρχῆς αὐτὸν ἔπαυσε, καὶ ἐς οὐδὲν ἔτι οὔτ' αὐτίκα οὔθ' ὕστερον αὐτῷ ἐχρήσατο, καίτοι καὶ ἱερομηνίας ἐπ' ἀμφοτέροις τοῖς ἔργοις καὶ ἐπινίκια δι' αὐτὸν λαβών.

[2] οἵ γε μὴν ἐν τῷ ἄστει Ῥωμαῖοι ἐψηφίσαντο μὲν τῷ Ἀντωνίῳ ταῦτα πρός τε τὸ προῦχον αὐτοῦ καὶ ἐκ τοῦ νόμου, ὅτι ἡ στρατηγία ἐκείνου ἦν, ἐψηφίσαντο δὲ καὶ τῷ Οὐεντιδίῳ, ἅτε καὶ τὴν συμφορὰν τὴν ἐπὶ τοῦ Κράσσου σφίσι γενομένην ἱκανώτατα τοῖς Πάρθοις διὰ τοῦ Πακόρου, καὶ μάλισθ' ὅτι ἐν τῇ αὐτῇ ἡμέρᾳ ἑκατέρου [3] τοῦ ἔτους ἀμφότερα συνηνέχθη, νομίζοντες ἀνταποδεδωκέναι. καὶ συνέβη γε τῷ Οὐεντιδίῳ μόνῳ τε τὰ νικητήρια ἑορτάσαι ὥσπερ καὶ μόνος ἐνίκησεν (ὁ γὰρ Ἀντώνιος προαπώλετο), καὶ δόξαν ἀπό τε τούτου καὶ ἐκ τοῦ παραλόγου ἅμα τῆς τύχης μείζω λαβεῖν· ἐν γὰρ τοῖς τοῦ Πομπηίου τοῦ Στράβωνος ἐπινικίοις πομπεύσας ποτὲ μετὰ τῶν ἄλλων αἰχμαλώτων αὐτὸς ἐπινίκια τῶν Πάρθων πρῶτος Ῥωμαίων ἤγαγε.

[22]

[1]    ταῦτα μὲν χρόνῳ ὕστερον ἐγένετο, τότε δὲ ὁ Ἀντώνιος προσέβαλε μὲν τῷ Ἀντιόχῳ, καὶ κατακλείσας αὐτὸν ἐς Σαμόσατα ἐπολιόρκει· ὡς δ' οὐδὲν ἐπέραινεν, ἀλλ' ὅ τε χρόνος ἄλλως ἀναλοῦτο καὶ τὰ τῶν στρατιωτῶν ἀλλοτρίως οἱ διὰ τὴν τοῦ Οὐεντιδίου ἀτιμίαν ἔχειν ὑπώπτευσε, διεκηρυκεύσατο αὐτῷ κρύφα, καὶ πλαστὰς [2] πρὸς αὐτὸν συνθήκας, ὅπως εὐπρεπῶς ἀπαναστῇ, ἐποιήσατο. ἀμέλει αὐτὸς μὲν οὔτε ὁμήρους, πλὴν δύο καὶ τούτων οὐκ ἐπιφανῶν, οὔτε τὰ χρήματα ἃ ᾔτησεν ἔλαβε, τῷ δ' Ἀντιόχῳ θάνατον Ἀλεξάνδρου τινὸς αὐτομολήσαντος παρ' αὐτοῦ πρότερον πρὸς τοὺς Ῥωμαίους ἐχαρίσατο. καὶ ὁ μὲν ταῦτα πράξας ἐς τὴν Ἰταλίαν ἀφωρμήθη, [3] Γάιος δὲ δὴ Σόσσιος τὴν ἀρχὴν τῆς τε Συρίας καὶ τῆς Κιλικίας παρ' αὐτοῦ λαβὼν τούς τε Ἀραδίους πολιορκηθέντας τε μέχρι τότε καὶ λιμῷ καὶ νόσῳ ταλαιπωρηθέντας ἐχειρώσατο, καὶ τὸν Ἀντίγονον τοὺς φρουροὺς τοὺς παρ' ἑαυτῷ τῶν Ῥωμαίων ὄντας ἀποκτείναντα μάχῃ τε ἐνίκησε, καὶ καταφυγόντα ἐς τὰ Ἱεροσόλυμα πολιορκίᾳ [4] κατεστρέψατο. πολλὰ μὲν δὴ καὶ δεινὰ καὶ οἱ Ἰουδαῖοι τοὺς Ῥωμαίους ἔδρασαν (τὸ γάρ τοι γένος αὐτῶν θυμωθὲν πικρότατόν ἐστι), πολλῷ δὲ δὴ πλείω αὐτοὶ ἔπαθον. ἑάλωσαν μὲν γὰρ πρότεροι μὲν οἱ ὑπὲρ τοῦ τεμένους τοῦ θεοῦ ἀμυνόμενοι, ἔπειτα δὲ [5] καὶ οἱ ἄλλοι ἐν τῇ τοῦ Κρόνου καὶ τότε ἡμέρᾳ ὠνομασμένῃ. καὶ τοσοῦτόν γε τῆς θρησκείας αὐτοῖς περιῆν ὥστε τοὺς προτέρους τοὺς μετὰ τοῦ ἱεροῦ χειρωθέντας παραιτήσασθαί τε τὸν Σόσσιον, ἐπειδὴ ἡμέρα αὖθις ἡ τοῦ Κρόνου ἐνέστη, καὶ ἀνελθόντας ἐς αὐτὸ [6] πάντα μετὰ τῶν λοιπῶν τὰ νομιζόμενα ποιῆσαι. ἐκείνους μὲν οὖν Ἡρώδῃ τινὶ ὁ Ἀντώνιος ἄρχειν ἐπέτρεψε, τὸν δ' Ἀντίγονον ἐμαστίγωσε σταυρῷ προσδήσας, ὃ μηδεὶς βασιλεὺς ἄλλος ὑπὸ τῶν Ῥωμαίων ἐπεπόνθει, καὶ μετὰ τοῦτο καὶ ἀπέσφαξεν.

[23]

[1]    ἐπὶ μὲν δὴ τοῦ τε Κλαυδίου τοῦ τε Νωρβανοῦ τοῦθ' οὕτως ἐγένετο, τῷ δ' ἐπιγιγνομένῳ ἔτει οἱ μὲν Ῥωμαῖοι οὐδὲν ἐν τῇ Συρίᾳ λόγου ἄξιον ἔπραξαν· Ἀντώνιος μὲν γὰρ ἔς τε τὴν Ἰταλίαν ἀφικνούμενος καὶ ἐκεῖσε αὖθις ἐπανιὼν πάντα τὸν ἐνιαυτὸν κατέτριψε, [2] Σόσσιος δέ, ἅτε τὰ ἐκείνου ἀλλ' οὐ τὰ ἑαυτοῦ ἐπαύξων, καὶ διὰ τοῦτο καὶ τὸν φθόνον τήν τε ὀργὴν αὐτοῦ φοβούμενος, διετέλεσε διασκοπῶν οὐχ ὅπως προσκατορθώσας τι ἀπεχθήσοιτό οἱ, ἀλλ' ὅπως ἡσυχίαν ἄγων χαρίσαιτο τὰ δὲ δὴ τῶν Πάρθων ἰσχυρῶς [3] αὐτὰ καθ' ἑαυτὰ ἐκ τοιοῦδέ τινος ἐνεωτερίσθη. ὁ Ὀρώδης ὁ βασιλεὺς αὐτῶν ἐπειδὴ τῇ τε ἡλικίᾳ καὶ τῷ πένθει τῷ τοῦ Πακόρου ἔκαμνε, Φραάτῃ τῷ πρεσβυτάτῳ τῶν λοιπῶν παίδων τὴν ἀρχὴν ζῶν ἔτ' ἐνεχείρισε, καὶ ὃς παραλαβὼν αὐτὴν ἀνοσιώτατος ἀνθρώπων [4] ἐγένετο· τούς τε γὰρ ἀδελφοὺς τοὺς ἐκ τῆς τοῦ Ἀντιόχου θυγατρὸς γεγεννημένους ἐδολοφόνησεν, ὅτι καὶ τὴν ἀρετὴν καὶ τὸ γένος τὸ μητρόθεν ἀμείνους αὐτοῦ ἦσαν, καὶ αὐτὸν ἐκεῖνον δυσανασχετοῦντα ἐπὶ τούτῳ ἐπαπέκτεινε, καὶ μετὰ ταῦτα καὶ τῶν ἄλλων τοὺς γενναιοτάτους [5] ἔφθειρε, καὶ πολλὰ ἕτερα καὶ δεινὰ ἐποίει, ὥστε συχνοὺς τῶν πρώτων ἐγκαταλιπόντας αὐτὸν τοὺς μὲν ἄλλοσε τοὺς δὲ καὶ πρὸς τὸν Ἀντώνιον ἀποχωρῆσαι, ἐν οἷς καὶ ὁ Μοναίσης ἦν. τοῦτο μὲν ἐπὶ τοῦ Ἀγρίππου καὶ ἐπὶ τοῦ Γάλλου ὑπατευόντων ἐγένετο· [24] [1] ἐν δὲ δὴ τῷ λοιπῷ χειμῶνι, τοῦ τε Γελλίου καὶ τοῦ Νέρουα ἀρχόντων, Πούπλιος Κανίδιος Κράσσος ἐπὶ Ἴβηρας τοὺς ταύτῃ στρατεύσας μάχῃ τε τὸν βασιλέα αὐτῶν Φαρνάβαζον ἐνίκησε καὶ ἐς συμμαχίαν προσηγάγετο, καὶ μετ' αὐτοῦ ἐς τὴν Ἀλβανίδα τὴν ὅμορον ἐμβαλών, καὶ ἐκείνους τόν τε βασιλέα αὐτῶν Ζόβηρα κρατήσας, [2] ὁμοίως αὐτοὺς ᾠκειώσατο. τούτοις τε οὖν ἐπαρθεὶς ὁ Ἀντώνιος, καὶ προσέτι καὶ ἐπὶ τῷ Μοναίσῃ πολλὰ ἐπελπίσας (καὶ γὰρ ὑπέσχητο αὐτῷ τῆς τε στρατείας ἡγήσεσθαι καὶ τὰ πλείω τῆς Παρθίας ἀκονιτὶ προσποιήσειν) τόν τε πόλεμον τὸν πρὸς αὐτοὺς ἐς χεῖρας ἤγετο ‹καὶ› τῷ Μοναίσῃ ἄλλα τε καὶ τρεῖς τῶν Ῥωμαίων πόλεις, μέχρις ἂν διαπολεμήσῃ, νέμεσθαι ἔδωκε, καὶ προσέτι καὶ τὴν τῶν [3] Πάρθων βασιλείαν ὑπέσχετο. πραττόντων δὲ αὐτῶν ταῦτα δείσας ὁ Φραάτης, ἄλλως τε καὶ τῶν Πάρθων χαλεπῶς ἐπὶ τῇ τοῦ Μοναίσου φυγῇ φερόντων, ἐπεκηρυκεύσατό τε αὐτῷ οὐδὲν ὅ τι οὐκ [4] ἐπαγγελλόμενος, καὶ ἔπεισεν αὐτὸν ἐπαναχωρῆσαι. γνοὺς οὖν τοῦτο ὁ Ἀντώνιος ὀργὴν μέν, ὥσπερ εἰκός, ἐποιεῖτο, οὐ μέντοι ἀπέκτεινε τὸν Μοναίσην, καίπερ ἐν τῇ αὐτοῦ ἐπικρατείᾳ ἔτ' ὄντα· οὔτε γὰρ ‹ἂν› ἄλλον τινὰ τῶν βαρβάρων, ἄν γέ τι τοιοῦτο ποιήσῃ, σφετερίσασθαι προσεδόκησε, καί τινα ἀπάτην ἐπ' αὐτοὺς παρεσκευάζετο.

[5] ἐκεῖνόν τε οὖν ἀφῆκεν ὡς καὶ τὰ τῶν Πάρθων οἱ προσποιήσοντα, καὶ πρέσβεις μετ' αὐτοῦ πρὸς τὸν Φραάτην ἔπεμψε. καὶ λόγῳ μὲν τὴν εἰρήνην ἔπραττεν ἐπὶ τῷ τά τε σημεῖα καὶ τοὺς αἰχμαλώτους τοὺς ἐν τῇ τοῦ Κράσσου συμφορᾷ ἁλόντας κομίσασθαι, ἵνα ἀπαράσκευον τὸν βασιλέα διὰ τὴν τῆς συμβάσεως ἐλπίδα λάβῃ, ἔργῳ [25] [1] δὲ τὰ τοῦ πολέμου πάντα ἡτοιμάζετο. καὶ ἦλθε μέχρι τοῦ Εὐφράτου, νομίζων ἔρημον αὐτὸν φρουρᾶς εἶναι· ἐπεὶ μέντοι πάντα τὰ ταύτῃ διὰ φυλακῆς ἀκριβοῦς ὄντα εὗρεν, ἐκεῖθεν μὲν ἀπετράπετο, ἐπὶ δὲ τὸν τῶν Μήδων βασιλέα Ἀρταουάσδην τῷ τῆς Ἀρμενίας τῆς μείζονος βασιλεῖ, ὁμωνύμῳ τέ οἱ καὶ ἐχθρῷ ὄντι, πεισθεὶς [2] στρατεῦσαι πρὸς τὴν Ἀρμενίαν εὐθὺς ὥσπερ εἶχεν ἐχώρησε, καὶ μαθὼν ἐνταῦθα τὸν Μῆδον πολὺ ἀπὸ τῆς οἰκείας ἐπὶ τῇ τοῦ Πάρθου συμμαχίᾳ ἀπηρκότα, τὰ μὲν σκευοφόρα καὶ τοῦ στρατοῦ μέρος μετ' Ὀππίου Στατιανοῦ ὑπελίπετο, ἐπακολουθεῖν σφας κελεύσας, αὐτὸς δὲ τούς τε ἱππέας καὶ τοῦ πεζοῦ τὸ κράτιστον λαβὼν [3] ἠπείχθη ὡς καὶ αὐτοβοεὶ πάντα τὰ τῶν ἐναντίων αἱρήσων, καὶ τοῖς Πραάσποις τῷ βασιλείῳ αὐτῶν προσπεσὼν χώματά τε ἔχου καὶ προσβολὰς ἐποιεῖτο. πυθόμενοι δὲ ταῦτα ὅ τε Πάρθος καὶ ὁ Μῆδος ἐκεῖνον μὲν μάτην εἴων πονεῖσθαι (τά τε γὰρ τείχη ἰσχυρὰ [4] ἦν καὶ συχνοὶ ἀπ' αὐτῶν ἠμύνοντο), τῷ δὲ δὴ Στατιανῷ ἀπροσδοκήτῳ τε ἐν τῇ πορείᾳ καὶ κεκμηκότι προσπεσόντες πάντας, πλὴν τοῦ Πολέμωνος τοῦ ἐν τῷ Πόντῳ βασιλεύοντος καὶ τότε συστρατεύοντος αὐτῷ, ἐφόνευσαν· τοῦτον γὰρ δὴ μόνον καὶ ἐζώγρησαν [5] καὶ ἀπέλυσαν χρήματα λαβόντες. ἠδυνήθησαν δὲ ταῦτα πρᾶξαι, ὅτι ὁ μὲν Ἀρμένιος οὐ παρεγένετο τῇ μάχῃ, ἀλλὰ καὶ δυνηθεὶς ἄν, ὥς φασί τινες, ἐπικουρῆσαι τοῖς Ῥωμαίοις οὔτε τοῦτ' ἐποίησεν οὔτε πρὸς τὸν Ἀντώνιον ἀφίκετο, ἀλλ' ἐς τὴν οἰκείαν ἀνεχώρησεν, [26] [1] ὁ δ' Ἀντώνιος ἠπείχθη μὲν πρὸς τὴν πρώτην πεμφθεῖσάν οἱ ὑπὸ τοῦ Στατιανοῦ ἀγγελίαν ὡς καὶ βοηθήσων αὐτῷ, ὑστέρησε δέ· ἔξω γὰρ τῶν νεκρῶν οὐδένα εὗρε. καὶ κατὰ μὲν τοῦτ' ἐφοβήθη, ὅτι δὲ οὐδενὶ τῶν βαρβάρων ἐνέτυχεν, ὑπετόπησέ τε ἀπεληλυθέναι ποι [2] αὐτοὺς ὑπὸ δέους καὶ ἀνεθάρσησε. κἀκ τούτου συμβαλών σφισιν οὐ πολλῷ ὕστερον τροπὴν μὲν αὐτῶν ἐποιήσατο· οἱ γὰρ σφενδονῆται πολλοί τε ὄντες καὶ μακροτέραν τῶν τόξων ἱέντες πάντα καὶ τὸν κατάφρακτον ἰσχυρῶς ἐλυμαίνοντο· οὐ μέντοι καὶ ἀξιόλογόν τι [3] πλῆθος ἔφθειρεν· οἱ γὰρ βάρβαροι διὰ ταχέων ἵππευον. τοῖς τε οὖν Πραάσποις αὖθις προσέμιξε καὶ ἐκεῖνα ἐπολιόρκει, τοὺς μὲν πολεμίους μηδὲν μέγα λυπῶν (οἵ τε γὰρ ἔνδον ὄντες ἰσχυρῶς αὐτὸν ἀπεκρούοντο, καὶ οἱ ἔξωθεν οὐ ῥᾳδίως αὐτῷ συνέμισγον), τῶν δὲ δὴ σφετέρων πολλοὺς μὲν ἐν τῇ τῶν ἐπιτηδείων καὶ ζητήσει καὶ [4] ἐπαγωγῇ ἀποβάλλων, συχνοὺς δὲ καὶ αὐτὸς κολάζων. τὸ μὲν γὰρ πρῶτον, ἕως ἔτι αὐτόθεν ποθὲν τὴν τροφὴν ἐλάμβανον, ἐξήρκουν ἐς ἀμφότερα, ὥστε καὶ τὴν προσεδρείαν καὶ τὴν λῆψιν αὐτῆς ἀσφαλῆ ποιεῖσθαι· ἐπεὶ δὲ τά τε ἐγγὺς πάντα κατανάλωτο καὶ πόρρω ποι [5] οἱ στρατιῶται προχωρεῖν ἠναγκάζοντο, συνέβαινεν αὐτοῖς, εἰ μὲν ὀλίγοι ποι πεμφθεῖεν, μὴ μόνον μηδὲν φέρειν ἀλλὰ καὶ προσαπόλλυσθαι, εἰ δὲ δὴ πλείους, ἔρημον τὸ τεῖχος τῶν πολιορκησόντων καταλείπειν, καὶ πολλοὺς μὲν ἄνδρας ἐν τούτῳ πολλὰς δὲ καὶ μηχανάς, [27] [1] ἐπεξιόντων σφίσι τῶν βαρβάρων, ἀποβάλλειν. καὶ διὰ ταῦτα ὁ Ἀντώνιος καὶ κριθὴν πᾶσιν αὐτοῖς ἀντὶ τοῦ σίτου ἔδωκε καὶ ἐδεκάτευσέ τινας, τό τε σύμπαν πολιορκεῖν δοκῶν τὰ τῶν πολιορκουμένων [2] ἔπασχεν· οἵ τε γὰρ ἐν τῷ τείχει τοὺς καιροὺς τῶν ἐπεκδρομῶν ἀκριβῶς ἐτήρουν, καὶ οἱ ἔξω τοῖς τε κατὰ χώραν μένουσιν αὐτῶν, ὁπότε δίχα γένοιντο, δεινῶς, καὶ προσελαύνοντες ἐξαπίνης καὶ ὑποστρέφοντες δι' ὀλίγου, ἐνέκειντο, καὶ τοῖς σιταγωγοῦσιν ἐπὶ μὲν τὰς κώμας ἀπιοῦσιν οὐκ ἠνώχλουν, σκεδαννυμένοις δὲ δὴ καὶ [3] ἀνακομιζομένοις προσέπιπτον ἀνέλπιστοι. προσκαθημένου δ' οὖν καὶ ὣς αὐτοῦ τῇ πόλει, δείσας ὁ Φραάτης μὴ καὶ κακόν τι αὐτὴν ἐν τῷ χρόνῳ, ἤτοι καθ' ἑαυτὸν τρόπον τινὰ ἢ καὶ συμμαχίαν ποθὲν προσλαβών, ἐργάσηται, ἔπεισεν αὐτόν, ὑποπέμψας τινάς, [4] ἐπικηρυκεύσασθαί οἱ ὡς καὶ ῥᾷστα τῶν σπονδῶν τευξόμενον. κἀκ τούτου τοῖς τε πεμφθεῖσιν ὑπ' αὐτοῦ ἐχρημάτισεν ἐπί τε χρυσοῦ δίφρου καθήμενος καὶ τὴν νευρὰν τοῦ τόξου ψάλλων, καὶ καταδραμὼν αὐτοὺς πολλὰ τέλος τὴν εἰρήνην, ἄν γε παραχρῆμα ἀποστρατοπεδεύσωνται, [5] δώσειν ὑπέσχετο. ἀκούσας οὖν τοῦτο ὁ Ἀντώνιος, καὶ φοβηθείς τε ἅμα τὴν μεγαλαυχίαν αὐτοῦ, καὶ πιστεύσας ὅτι, ἄν που μεταστῇ, σπείσεται, ἀπανέστη, μηδὲν τῶν ἐς τὴν πολιορκίαν [28] [1] παρεσκευασμένων ὡς καὶ ἐν φιλίᾳ φθείρας. ποιήσαντος δὲ αὐτοῦ τοῦτο καὶ τὰς σπονδὰς προσδεχομένου, οἵ τε Μῆδοι καὶ τὰ μηχανήματα κατέκαυσαν καὶ τὰ χώματα διεσκέδασαν, καὶ οἱ Πάρθοι λόγον μὲν οὐδένα ὑπὲρ τῆς εἰρήνης αὐτῷ ἔπεμψαν, προσπεσόντες [2] δὲ αἰφνίδιοι πολλὰ καὶ δεινὰ εἰργάσαντο. ὡς οὖν ἔμαθεν ὅτι ἠπάτηται, πρεσβεύσασθαι μὲν οὐκέτ' ἐτόλμησεν (οὔτε γὰρ ἐπὶ μετρίοις τισὶ καταλύσεσθαι προσεδόκησε, καὶ τοὺς στρατιώτας ἐς ἀθυμίαν ἐκ τῆς τῶν σπονδῶν διαμαρτίας ἐμβαλεῖν οὐκ ἠθέλησεν), ἐπειχθῆναι δέ, ἐπειδήπερ ἅπαξ ἐξανειστήκει, ἐς τὴν Ἀρμενίαν [3] ἔγνω. καὶ ἑτέραν τινὰ ὁδόν (ἣν γὰρ ἦλθον, ἀποκεκλεῖσθαί σφισι παντελῶς ἐνόμιζον) ἰόντες πολλὰ καὶ ἄτοπα ἔπαθον. ἔς τε γὰρ χωρία ἄγνωστα ἐσπίπτοντες ἐσφάλλοντο, καὶ προσέτι καὶ οἱ βάρβαροι τὰ στενόπορα αὐτῶν προκαταλαμβάνοντες τὰ μὲν ἀπέσκαπτον τὰ δὲ ἀπεσταύρουν, τήν τε ὑδρείαν πανταχοῦ ἐδυσχέραινον [4] καὶ τὰς νομὰς ἐξέτριβον· καὶ εἴγε που κατὰ τύχην δι' ἐπιτηδειοτέρων τινῶν τόπων χωρήσειν ἔμελλον, ἐκείνων μέν σφας ὡς καὶ προκατειλημμένων ψευδαγγελίαις ἀπέτρεπον, ἑτέρας δ' ὁδοὺς προλελοχισμένας ἰέναι ἐποίουν, ὥστε πολλοὶ μὲν ἐν τῷ τοιούτῳ πολλοὶ [29] [1] δὲ καὶ ὑπὸ λιμοῦ ἐφθείροντο. καὶ ἐκ τούτου καὶ αὐτομολία τις ἐγένετο. κἂν πάντες μετέστησαν, εἰ μήπερ οἱ βάρβαροι τοὺς τολμήσαντας αὐτὸ ποιῆσαι ἐν τοῖς τῶν ἄλλων ὀφθαλμοῖς κατετόξευσαν.

[2] τούτου τε οὖν ἐπέσχον, καί τι καὶ τοιόνδε παρὰ τῆς τύχης εὕροντο. ἐσπεσόντες ποτὲ ἐς ἐνέδραν καὶ πυκνοῖς τοξεύμασι βαλλόμενοι τήν τε χελώνην ἐξαπιναίως συνασπίσαντες ἐποίησαν καὶ τὰ γόνατά σφων [3] τὰ ἀριστερὰ πρὸς τὴν γῆν ἤρεισαν. νομίσαντες οὖν αὐτοὺς οἱ βάρβαροι (οὐ γάρ πω τοιοῦτόν τι ἑωράκεσαν) καταπεπτωκέναι τε ὑπὸ τῶν τραυμάτων καὶ μιᾶς ἐπικοπῆς εἶναι, τὰ μὲν τόξα ἀπέρριψαν καὶ ἀπὸ τῶν ἵππων ἀπεπήδησαν, τοὺς δ' ἀκινάκας σπασάμενοι [4] ἐγγύς σφισιν ὡς καὶ ἐπισφάξοντες αὐτοὺς προσῆλθον. κἀν τούτῳ ἐξαναστάντες οἱ Ῥωμαῖοι πᾶσάν τε ἀπὸ παραγγέλσεως τὴν φάλαγγα ἅμα ἀνέπτυξαν, καὶ τοῖς πλησίοις ἀντιπρόσωποι ὡς ἕκαστοι προσπεσόντες παμπληθεῖς, οἷα γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους Ῥωμαῖοι, κατέκοψαν, ὥστε τοὺς λοιποὺς πάντας παραχρῆμα ἀποχωρῆσαι καὶ μηκέτι μηδέν' αὐτοῖς ἐπακολουθῆσαι.

[30]

[1]    ἡ δὲ δὴ χελώνη αὕτη τοιάδε τίς ἐστι καὶ τόνδε τὸν τρόπον γίγνεται. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ οἵ τε ἱππῆς ἐν μέσῳ τοῦ στρατεύματος τετάχαται· τῶν δ' ὁπλιτῶν οἱ μὲν ταῖς προμηκέσιν ἀσπίσι ταῖς κοίλαις ταῖς σωληνοειδέσι χρώμενοι περί τε τὰ ἔσχατα ὥσπερ ἐν πλινθίῳ τινὶ τάσσονται, καὶ τοὺς ἄλλους, ἔξω τε [2] βλέποντες καὶ τὰ ὅπλα προβεβλημένοι, περιέχουσιν· οἱ δ' ἕτεροι οἱ τὰς πλατείας ἀσπίδας ἔχοντες ἔν τε τῷ μέσῳ συσπειρῶνται καὶ ἐκείνας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων ὑπεραίρουσιν, ὥστε μήτ' ἄλλο τι πλὴν ἀσπίδων διὰ πάσης ὁμοίως τῆς φάλαγγος ὁρᾶσθαι, καὶ ἐν σκέπῃ τῶν βελῶν πάντας αὐτοὺς ὑπὸ τῆς [3] πυκνότητος τῆς συντάξεως γίγνεσθαι. οὕτω γάρ τοι δεινῶς ἰσχυρίζεται ὥστε καὶ βαδίζειν τινὰς ἐπάνωθεν αὐτῆς, καὶ προσέτι καὶ ἵππους καὶ ὀχήματα, ὁσάκις ἂν ἐν κοίλῳ τινὶ καὶ στενῷ χωρίῳ γένωνται, ἐνελαύνεσθαι. τοιοῦτον μὲν δὴ τὸ σχῆμα τῆς τάξεως ταύτης ἐστί, καὶ διὰ τοῦτο καὶ τὴν τῆς χελώνης ἐπίκλησιν, πρός [4] τε τὸ ἰσχυρὸν καὶ πρὸς τὸ εὐσκέπαστον αὐτῆς, εἴληφε. χρῶνται δὲ αὐτῇ διχῇ· ἢ γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύονται, καὶ πολλάκις καὶ ἐπ' αὐτὸ τὸ τεῖχος ἀναβιβάζουσί τινας, ἢ ὑπὸ τοξοτῶν ποτε περιστοιχισθέντες κυπτάζουσι πάντες ἅμα (καὶ γὰρ ‹καὶ› οἱ ἵπποι ὀκλάζειν καὶ κατακλίνεσθαι διδάσκονται), κἀν τούτῳ δόκησίν σφισιν ὡς καὶ κεκμηκότες παρασχόντες ἐξεγείρονταί τε πελασάντων αὐτῶν ἐξαίφνης, καὶ ἐς ἔκπληξίν σφας καθιστᾶσιν.

[31]

[1]    ἡ μὲν οὖν χελώνη αὕτη τοιουτότροπός ἐστιν, Ἀντώνιος δὲ ὑπὸ μὲν τῶν πολεμίων οὐκετ' οὐδὲν δεινὸν ἔπαθεν, ὑπὸ δὲ δὴ τοῦ ψύχους ἰσχυρῶς ἐταλαιπώρησεν· χειμών τε γὰρ ἤδη ἦν, καὶ ἡ Ἀρμενία ἡ ἐν τοῖς ὄρεσι, δι' ὧνπερ καὶ μόνων ἀγαπητῶς ἐπορεύθη, κρυσταλλώδης ἀεί ποτέ ἐστι. τά τε τραύματα, ἃ πολλὰ εἶχον, [2] ἐνταῦθα δὴ καὶ μάλιστα αὐτοῖς συνεπέθετο. ὅθενπερ συχνῶν μὲν ἀπολλυμένων συχνῶν δὲ καὶ ἀπομάχων γιγνομένων, οὐκ ἤνεγκε τὴν καθ' ἕκαστον αὐτῶν πύστιν, ἀλλὰ ἀπηγόρευσε μηδὲν τοιοῦτο μηδένα οἱ ἀγγέλλειν. καὶ τόν τε Ἀρμένιον, καίτοι ἐν ὀργῇ τε ὅτι ἐγκατέλιπέ σφας ἔχων καὶ τιμωρήσασθαι ἐπιθυμῶν, καὶ ὑπῆλθε καὶ ἐθεράπευσεν, [3] ἵνα τά τε ἐπιτήδεια καὶ χρήματα παρ' αὐτοῦ λάβῃ· καὶ τέλος, ὡς οὔτ' ἀρκέσαι πρὸς πλείω πορείαν οἱ στρατιῶται, καὶ ταῦτ' ἐν χειμῶνι, ἐδύναντο, καὶ ἅμα καὶ μάτην ταλαιπωρήσειν ἔμελλον (ὑποστρέψαι γὰρ ἐς τὴν Ἀρμενίαν οὐκ ἐς μακρὰν ἐνενόει), πολλὰ μὲν ἐθώπευσεν αὐτόν, πολλὰ δὲ καὶ καθυπέσχετο αὐτῷ, ὅπως σφίσι χειμάσαι κατὰ χώραν ἐπιτρέψῃ, λέγων ὅτι τῷ ἦρι ἐπὶ [4] τοὺς Πάρθους αὖθις ἐπιστρατεύσει. καί οἱ καὶ παρὰ τῆς Κλεοπάτρας χρήματα ἦλθεν, ὥστε τοῖς τε ὁπλίταις καθ' ἑκατὸν δραχμὰς καὶ τοῖς ἄλλοις τὸ ἱκνούμενον δοθῆναι. ἐπειδή τε οὐκ ἐξήρκεσέ σφισι τὰ πεμφθέντα, προσεπέδωκε τοῖς λοιποῖς οἴκοθεν, τὸ μὲν ἀνάλωμα ἑαυτοῦ τὴν δὲ δὴ τῆς χάριτος δόξαν τῆς Κλεοπάτρας ποιούμενος· πολλὰ μὲν γὰρ καὶ τοὺς φίλους ἠράνισε, πολλὰ δὲ καὶ παρὰ τῶν συμμάχων ἠργυρολόγησε.

[32]

[1]    καὶ ὁ μὲν ταῦτα πράξας ἐς τὴν Αἴγυπτον ἀπῆρεν, οἱ δὲ δὴ οἴκοι Ῥωμαῖοι ἠγνόουν μὲν οὐδὲν τῶν γεγονότων, οὐχ ὅτι τἀληθὲς ἐκεῖνος ἐπέστειλέ σφισι (πάντα γὰρ δὴ τὰ δυσχερῆ συνέκρυπτε, καὶ ἔστιν ἅ γε αὐτῶν καὶ ἐς τὸ ἐναντιώτατον, ὡς καὶ εὐπραγῶν, [2] ἔγραφεν), ἀλλ' ὅτι ἥ τε φήμη τὴν ἀλήθειαν ἐσήγγελλε, καὶ ὁ Καῖσαρ οἵ τε ἄλλοι οἱ συνόντες αὐτῷ καὶ ἐπολυπραγμόνουν ἀκριβῶς αὐτὰ καὶ διεθρύλουν, οὐ μέντοι καὶ ἐν τῷ κοινῷ διήλεγχον, ἀλλὰ καὶ ἐβουθύτουν καὶ ἑώρταζον· τοῦ γὰρ Καίσαρος πρὸς τὸν Σέξτον ἔτι καὶ τότε προσπταίοντος οὔτε εὐπρεπὴς οὔτε ἐπίκαιρος ὁ ἔλεγχος [3] αὐτῶν γίγνεσθαι ἐδύνατο. ὁ δ' οὖν Ἀντώνιος ταῦτά τε οὕτως ἔπραξε, καὶ δυναστείας Ἀμύντᾳ μὲν Γαλατίας, καίπερ γραμματεῖ τοῦ Δηιοτάρου γενομένῳ, ἔδωκε, καὶ Λυκαονίας Παμφυλίας τέ τινα αὐτῷ προσθείς, Ἀρχελάῳ δὲ Καππαδοκίας, ἐκβαλὼν τὸν Ἀριαράθην. ὁ δ' Ἀρχέλαος οὗτος πρὸς μὲν πατρὸς ἐκ τῶν Ἀρχελάων ἐκείνων τῶν τοῖς Ῥωμαίοις ἀντιπολεμησάντων ἦν, ἐκ δὲ μητρὸς [4] ἑταίρας Γλαφύρας ἐγεγέννητο. οὐ μὴν ἀλλ' ἐπὶ μὲν τούτοις ἧττόν πως ὁ Ἀντώνιος (ἐν γὰρ τοῖς ἀλλοτρίοις ἐμεγαλοφρονεῖτο) κακῶς παρὰ τοῖς πολίταις ἤκουεν· ἐπὶ δὲ δὴ τῇ Κλεοπάτρᾳ μεγάλως διεβλήθη, ὅτι τε παῖδας ἐξ αὐτῆς, πρεσβυτέρους μὲν Ἀλέξανδρον καὶ Κλεοπάτραν (καὶ δίδυμοι γὰρ ἐτέχθησαν) νεώτερον δὲ Πτολεμαῖον [5] τὸν καὶ Φιλάδελφον ἐπικληθέντα, ἀνείλετο, καὶ ὅτι πολλὰ μὲν τῆς Ἀραβίας τῆς τε Μάλχου καὶ τῆς τῶν Ἰτυραίων (τὸν γὰρ Λυσανίαν, ὃν αὐτὸς βασιλέα σφῶν ἐπεποιήκει, ἀπέκτεινεν ὡς τὰ τοῦ Πακόρου πράξαντα), πολλὰ δὲ καὶ τῆς Φοινίκης τῆς τε Παλαιστίνης, Κρήτης τέ τινα καὶ Κυρήνην τήν τε Κύπρον αὐτοῖς ἐχαρίσατο.

[33]

[1]    τότε μὲν ταῦτ' ἔπραξε, τῷ δὲ ἐχομένῳ ἔτει, ‹ἐν ᾧ› ὅ τε Πομπήιος καὶ ὁ Κορνουφίκιος ὑπάτευσαν, στρατεῦσαι ἐπὶ τὸν Ἀρμένιον ἐπεχείρησεν, ἐλπίδα τοῦ Μήδου οὐκ ἐλαχίστην ἔχων, ὅτι πρός τε τὸν Φραάτην ἀγανακτήσας ἐπὶ τῷ μήτε τῶν λαφύρων πολλὰ παρ' αὐτοῦ μήτ' ἄλλην τινὰ τιμὴν λαβεῖν, καὶ τὸν Ἀρμένιον τιμωρήσασθαι τῆς τῶν Ῥωμαίων ἐπαγωγῆς ἐθελήσας, τὸν Πολέμωνα [2] αὐτῷ προσέπεμψε καὶ φιλίαν καὶ συμμαχίαν αἰτῶν. οὕτω γάρ που ὑπερήσθη τῷ πράγματι ὥστε καὶ ἐκείνῳ σπείσασθαι καὶ τῷ Πολέμωνι μισθὸν τῆς κηρυκείας τὴν μικροτέραν Ἀρμενίαν μετὰ ταῦτα δοῦναι. τὸν δ' οὖν Ἀρμένιον πρότερον μὲν ἐς τὴν Αἴγυπτον ὡς καὶ φίλον, καὶ ὡς ἐνταῦθα αὐτὸν ἀπόνως περιλαβὼν κατεργάσηται, μετεπέμψατο· ἐπεὶ δ' ὑποτοπήσας τοῦτ' οὐχ ὑπήκουσεν, [3] ἕτερόν τινα τρόπον ἐξαπατῆσαι ἐπεβούλευσε. φανερῶς μὲν γὰρ οὐκ ὠργίζετο αὐτῷ, μὴ καὶ πολεμωθείη· ὡς δ' ἐπὶ τοὺς Πάρθους καὶ τότε στρατεύσων, ἵνα ἀπαράσκευον αὐτὸν εὕρῃ, ἦρε μὲν ἐκ τῆς Αἰγύπτου, μαθὼν δὲ καθ' ὁδὸν τὴν Ὀκταουίαν ἀπὸ τῆς Ῥώμης ἀφικνεῖσθαι, οὐκέτι περαιτέρω προεχώρησεν ἀλλὰ ἀνεκομίσθη, [4] καίτοι καὶ παραυτίκα οἴκαδε αὐτῇ ἐπανελθεῖν κελεύσας, καὶ μετὰ τοῦτο τὰ δῶρα τὰ πεμφθέντα παρ' αὐτῆς, τά τε ἄλλα καὶ τοὺς στρατιώτας οὓς παρὰ τοῦ ἀδελφοῦ ἐπ' αὐτὸ τοῦτο ᾐτήκει, λαβών.

   καὶ ὁ μὲν ἔτι καὶ μᾶλλον τῷ τε ἔρωτι καὶ τῇ γοητείᾳ τῇ τῆς [34] [1] Κλεοπάτρας ἐδούλευε· Καῖσαρ δὲ ἐν τούτῳ, ἐπειδὴ ὅ τε Σέξτος ἀπωλώλει καὶ τὰ ἐν τῇ Λιβύῃ καταστάσεως ἐδεῖτο, ἦλθε μὲν ἐς τὴν Σικελίαν ὡς καὶ ἐκεῖσε πλευσούμενος, ἐγχρονίσας δὲ ἐνταῦθα [2] ὑπὸ τοῦ χειμῶνος οὐκέτ' ἐπεραιώθη. οἵ τε γὰρ Σάλασσοι καὶ οἱ Ταυρίσκοι Λιβυρνοί τε καὶ Ἰάπυδες οὐδὲν μὲν οὐδὲ ἐκ τοῦ πρὶν μέτριον ἐς τοὺς Ῥωμαίους ἔπρασσον, ἀλλὰ τήν τε συντέλειαν τῶν φόρων ἐξέλιπον καὶ ἐσβάλλοντες ἔστιν ὅτε ἐς τὰ ὁμοροῦντά σφισιν ἐκακούργουν· τότε δὲ φανερῶς πρὸς τὴν ἀπουσίαν αὐτοῦ ἐπανέστησαν.

[3] δι' οὖν τοῦτ' ἀναστρέψας τά τε ἄλλα ἐπ' αὐτοὺς παρεσκευάσατο, καὶ ἐπειδή τινες τῶν ἀφεθέντων ὅτε ἐστασίασαν καὶ μηδὲν λαβόντων στρατεύσασθαι αὖθις ἠθέλησαν, ἐς ἕν σφας στρατόπεδον κατεχώρισεν, ἵν' ἰδίᾳ καὶ καθ' ἑαυτοὺς ὄντες μήτε προσδιαφθείρωσί τινα, κἂν ἄρα νεωτερίσαι τι βουληθῶσιν, ἔκδηλοι παραχρῆμα [4] γένωνται. ὡς δ' οὐδὲν μᾶλλον ἐσωφρονίσθησαν, ὀλίγους ἐξ αὐτῶν τοὺς πρεσβυτάτους ἐς Γαλατίαν κληρουχήσοντας ἔπεμψε, νομίσας καὶ τοὺς ἄλλους ἐκ τούτου καὶ ἐπελπίσειν καὶ καταστήσειν. ἐπεὶ δὲ καὶ ὣς ἐθρασύνοντο, δίκῃ τινὰς αὐτῶν ἔδωκε. παροξυνθέντων τε ἐπὶ τούτῳ τῶν λοιπῶν συνεκάλεσέ τε αὐτοὺς ὡς καὶ ἐπ' ἄλλο τι, καὶ περισχὼν τῷ στρατῷ τά τε ὅπλα ἀφείλετο καὶ τῆς στρατείας [5] ἔπαυσε. καὶ οὕτω τήν τε ἑαυτῶν ἀσθένειαν ἅμα καὶ τὸ τοῦ Καίσαρος φρόνημα μαθόντες ἀληθῶς τε μετεβάλοντο, καὶ πολλὰ αὐτὸν ἱκετεύσαντες ἀνεστρατεύσαντο. ὁ γὰρ Καῖσαρ στρατιωτῶν τε δεόμενος, καὶ φοβηθεὶς μὴ καὶ ὁ Ἀντώνιος αὐτοὺς σφετερίσηται, συγγιγνώσκειν τέ σφισιν ἔφη καὶ χρησιμωτάτους πρὸς πάντα αὐτοὺς ἔσχε.

[35]

[1]    τοῦτο μὲν ὕστερον ἐγένετο, τότε δὲ τοὺς μὲν ἄλλους ἑτέροις τισὶ καταστρέψασθαι προσέταξεν, αὐτὸς δὲ ἐπὶ τοὺς Ἰάπυδας ἐστράτευσε. καὶ τοὺς μὲν ἐντὸς τῶν ὀρῶν, οὐ πάνυ πόρρω τῆς θαλάσσης οἰκοῦντας, ἀπονώτερον προσηγάγετο, τοὺς δὲ ἐπί τε τῶν ἄκρων καὶ ἐς τὰ ἐπὶ θάτερα αὐτῶν οὐκ ἀταλαιπώρως ἐχειρώσατο.

[2] τὸ γὰρ Μέτουλον, τὴν μεγίστην σφῶν πόλιν, κρατυνάμενοι πολλὰς μὲν προσβολὰς τῶν Ῥωμαίων ἀπεκρούσαντο, πολλὰ δὲ μηχανήματα κατέφλεξαν, αὐτόν τε ἐκεῖνον ἀπὸ πύργου τινὸς ξυλίνου ἐπιβῆναι [3] τοῦ περιβόλου πειρώμενον κατέστρωσαν. καὶ τέλος, ὡς οὐδὲν μᾶλλον ἀπανίστατο ἀλλὰ καὶ δυνάμεις προσμετεπέμπετο, συμβῆναί τε βούλεσθαι ἐπλάσαντο, καὶ φρουροὺς ἐς τὴν ἄκραν ἐσδεξάμενοι ἐκείνους [4] τε τῆς νυκτὸς ἅπαντας ἔφθειραν καὶ τὰς οἰκίας ἐνέπρησαν, καὶ οἱ μὲν ἑαυτοὺς οἱ δὲ καὶ τὰς γυναῖκας τά τε παιδία προσαπέκτειναν, ὥστε μηδ' ὁτιοῦν ἀπ' αὐτῶν τῷ Καίσαρι περιγενέσθαι. οὐ γὰρ ὅτι ἐκεῖνοι, ἀλλὰ καὶ οἱ ζωγρηθέντες σφῶν ἑκούσιοι οὐ πολλῷ ὕστερον ἐφθάρησαν.

[36]

[1]    ἐπεὶ δ' οὖν οὗτοί τε ἀπωλώλεσαν καὶ οἱ ἄλλοι κατεστράφατο μηδὲν ἀξιόλογον πράξαντες, ἐπὶ Παννονίους ἐπεστράτευσεν, ἔγκλημα μὲν οὐδὲν αὐτοῖς ἐπιφέρων (οὐδὲ γὰρ οὐδ' ἠδίκητό τι ὑπ' αὐτῶν), ἵνα δὲ δὴ τοὺς στρατιώτας ἀσκῇ τε ἅμα καὶ ἐκ τῶν ἀλλοτρίων τρέφῃ, πᾶν τὸ τῷ κρείττονι τοῖς ὅπλοις ἀρέσκον δίκαιον ἐς τοὺς [2] ἀσθενεστέρους ποιούμενος. οἱ δὲ δὴ Παννόνιοι νέμονται μὲν πρὸς τῇ Δελματίᾳ, παρ' αὐτὸν τὸν Ἴστρον, ἀπὸ Νωρικοῦ μέχρι τῆς Μυσίας τῆς ἐν τῇ Εὐρώπῃ, κακοβιώτατοι δὲ ἀνθρώπων ὄντες (οὔτε γὰρ γῆς οὔτε ἀέρων εὖ ἥκουσιν· οὐκ ἔλαιον, οὐκ οἶνον, πλὴν [3] ἐλαχίστου καὶ τούτου κακίστου, γεωργοῦσιν, ἅτε ἐν χειμῶνι πικροτάτῳ τὸ πλεῖστον διαιτώμενοι, ἀλλὰ τάς τε κριθὰς καὶ τοὺς κέγχρους καὶ ἐσθίουσιν ὁμοίως καὶ πίνουσιν) ἀνδρειότατοι δ' οὖν διὰ πάντων ὧν ἴσμεν νομίζονται· θυμικώτατοι γὰρ καὶ φονικώτατοι, [4] οἷα μηδὲν ἄξιον τοῦ καλῶς ζῆν ἔχοντες, εἰσί. ταῦτα δὲ οὐκ ἀκούσας οὐδ' ἀναγνοὺς μόνον, ἀλλὰ καὶ ἔργῳ μαθὼν ὥστε καὶ ἄρξας αὐτῶν, οἶδα· μετὰ γάρ τοι τὴν ἐν τῇ Ἀφρικῇ ἡγεμονίαν τῇ τε Δελματίᾳ, ἧς ποτε καὶ ὁ πατήρ μου χρόνον τινὰ ἦρξε, καὶ τῇ Παννονίᾳ τῇ ἄνω καλουμένῃ προσετάχθην, ὅθεν ἀκριβῶς πάντα [5] τὰ κατ' αὐτοὺς εἰδὼς γράφω. ὀνομάζονται δὲ οὕτως ὅτι τοὺς χιτῶνας τοὺς χειριδωτοὺς ἐξ ἱματίων τινῶν ἐς πάννους ἐπιχωρίως πως καὶ κατατέμνοντες καὶ προσαγορεύοντες συρράπτουσι. καὶ οἱ μὲν εἴτ' οὖν διὰ τοῦτο εἴτε καὶ δι' ἄλλο τι οὕτως ὠνομάδαται· [6] τῶν δὲ δὴ Ἑλλήνων τινὲς τἀληθὲς ἀγνοήσαντες Παίονάς σφας προσεῖπον, ἀρχαίου μέν που τοῦ προσρήματος τούτου ὄντος, οὐ μέντοι καὶ ἐκεῖ, ἀλλ' ἔν τε τῇ Ῥοδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδονίᾳ τῇ νῦν μέχρι τῆς θαλάσσης. ὑφ' οὗπερ καὶ ἐγὼ ἐκείνους μὲν Παίονας τούτους δὲ Παννονίους, ὥσπερ που καὶ αὐτοὶ ἑαυτοὺς καὶ Ῥωμαῖοί σφας καλοῦσι, προσαγορεύσω.

[37]

[1]    ἐπὶ οὖν τούτους ὁ Καῖσαρ τότε στρατεύσας τὸ μὲν πρῶτον οὔτε τι ἐδῄου οὔτε τι ἥρπαζε, καίπερ καὶ τὰς κώμας αὐτῶν τὰς ἐν τοῖς πεδίοις ἐκλιπόντων· ἤλπιζε γὰρ ἐθελοντὰς αὐτοὺς ὑπάξεσθαι· ὡς δὲ καὶ προχωροῦντα αὐτὸν πρὸς Σισκίαν ἐλύπησαν, ὠργίσθη καὶ τήν τε χώραν σφῶν ἔκαιε καὶ πάνθ' ὅσα ἐδύνατο [2] λείαν ἐποιεῖτο. πλησιάσαντος δ' αὐτοῦ τῇ πόλει οἱ ἐπιχώριοι παραυτίκα μὲν ὑπὸ τῶν δυνατῶν ἀναπεισθέντες ὡμολόγησάν τε αὐτῷ καὶ ὁμήρους ἔδοσαν, μετὰ δὲ τοῦτο τάς τε πύλας ἀπέκλεισαν καὶ ἐς πολιορκίαν κατέστησαν. εἶχον μὲν γὰρ καὶ τείχη ἰσχυρά, [3] τὸ δ' ὅλον ποταμοῖς δύο ναυσιπόροις ἐθάρσουν. ὁ γὰρ Κόλοψ ὀνομαζόμενος παρ' αὐτὸν τὸν περίβολον παραρρέων ἐς τὸν Σάουον ὀλίγον ἀπέχοντα αὐτοῦ ἐμβάλλει καὶ νῦν πᾶσαν τὴν πόλιν ἐγκεκύκλωται, Τιβερίου τάφρῳ τινὶ μεγάλῃ ἐς τοῦτο αὐτὸν καταστήσαντος, [4] δι' ἧς ἐς τὸ ἀρχαῖον αὖθις ῥεῖθρον ἐπανέρχεται. τότε δὲ τῇ μὲν τοῦ Κόλοπος παρ' αὐτὰ τὰ τείχη παρεξιόντος, τῇ δὲ τοῦ Σάουου ὀλίγον ἄπωθεν παραρρέοντος διάκενόν τι κατελέλειπτο, [5] ὃ καὶ σταυρώμασι καὶ ταφρεύμασιν ὠχύρωτο. ὁ οὖν Καῖσαρ πλοῖα παρὰ τῶν ταύτῃ συμμάχων ποιηθέντα λαβών, καὶ διά τε τοῦ Ἴστρου ἐς τὸν Σάουον καὶ δι' ἐκείνου ἐς τὸν Κόλοπα αὐτὰ ἀγαγών, προσέβαλέ σφισι τῷ πεζῷ ἅμα καὶ ταῖς ναυσί, καί τινας καὶ [6] ναυμαχίας ἐν αὐτῷ ἐποιήσατο. καὶ γὰρ οἱ βάρβαροι μονόξυλα πλοῖα ἀντικατασκευάσαντες διεκινδύνευον, καὶ ἔν τε τῷ ποταμῷ ἄλλους τε συχνοὺς καὶ τὸν Μηνᾶν τὸν τοῦ Σέξτου ἐξελεύθερον ἀπέκτειναν, καὶ ἐν τῇ γῇ ἰσχυρῶς αὐτὸν ἠμύνοντο, μέχρις οὗ τῶν συμμάχων τινὰς ἐνηδρεῦσθαί τε καὶ ἐφθάρθαι ἐπύθοντο· τότε γὰρ ἀθυμήσαντες ἐνέδοσαν. καὶ οὕτως ἁλόντων ἐκείνων καὶ τὸ ἄλλο Παννονικὸν ὁμολογίᾳ προσηγάγετο.

[38]

[1]    καὶ μετὰ ταῦτα ἐκεῖ μὲν Φούφιον Γέμινον σὺν δυνάμει τινὶ κατέλιπεν, αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἀνεκομίσθη, καὶ τὰ μὲν ἐπινίκια ψηφισθέντα οἱ ἀνεβάλετο, τῇ δ' Ὀκταουίᾳ τῇ τε Λιουίᾳ καὶ εἰκόνας καὶ τὸ τὰ σφέτερα ἄνευ κυρίου τινὸς διοικεῖν, τό τε ἀδεὲς καὶ τὸ ἀνύβριστον ἐκ τοῦ ὁμοίου τοῖς δημάρχοις ἔχειν ἔδωκεν.

[2] ὡρμημένου δὲ αὐτοῦ καὶ ἐς τὴν Βρεττανίαν κατὰ τὸν τοῦ πατρὸς ζῆλον στρατεῦσαι, καὶ ἤδη καὶ ἐς τὴν Γαλατίαν μετὰ τὸν χειμῶνα ἐν ᾧ ὅ τε Ἀντώνιος τὸ δεύτερον καὶ Λούκιος Λίβων ὑπάτευον προκεχωρηκότος, τῶν τε νεοαλώτων τινὲς καὶ Δελμάται σὺν αὐτοῖς [3] ἐπανέστησαν. καὶ Παννονίους μὲν ὁ Γέμινος, καίτοι τῆς Σισκίας ἐκπεσών, ὅμως μάχαις ἀνεκτήσατο, τούς τε Σαλάσσους καὶ τοὺς ἄλλους τοὺς μετ' αὐτῶν νεωτερίσαντας ὁ Μεσσάλας ‹ὁ› Οὐαλέριος ἐχειρώσατο· ἐπὶ δὲ δὴ τοὺς Δελμάτας πρότερος μὲν ὁ Ἀγρίππας, [4] ἔπειτα δὲ καὶ ὁ Καῖσαρ ἐπεστράτευσε. καὶ τοὺς μὲν πλείους σφῶν αὐτοὶ πολλὰ καὶ δεινὰ παθόντες, ὥστε καὶ τὸν Καίσαρα τρωθῆναι καὶ τῶν στρατιωτῶν τισι κριθὴν ἀντὶ τοῦ σίτου δοθῆναι, καὶ ἑτέρους τὴν τάξιν ἐκλιπόντας δεκατευθῆναι, κατεστρέψαντο, τοῖς δὲ δὴ λοιποῖς ὁ Ταῦρος ὁ Στατίλιος ἐπολέμησεν.

[39]

[1]    Ἀντώνιος δὲ ἐν τούτῳ τῆς μὲν ἀρχῆς αὐθημερὸν ἐξέστη, Λούκιον Σεμπρώνιον Ἀτρατῖνον ἀντικαταστήσας· ὅθεν εἰσὶν οἳ τοῦτον [2] ἀλλ' οὐκ ἐκεῖνον ἐν τῇ τῶν ὑπάτων ἀπαριθμήσει ὀνομάζουσι· πράττων δ' ὅπως ὡς ὅτι ἀπονώτατα τὸν Ἀρμένιον τιμωρήσηται, τήν τε θυγατέρα αὐτοῦ ὡς καὶ τῷ Ἀλεξάνδρῳ τῷ υἱεῖ συνοικίσων ᾔτησε, Κύιντόν τινα Δέλλιον παιδικά ποτε ἑαυτοῦ γενόμενον πέμψας, καὶ [3] πολλά τινα αὐτῷ δώσειν ὑπέσχετο. καὶ τέλος ἔς τε τὴν Νικόπολιν τὴν τοῦ Πομπηίου αἰφνίδιον ἅμα τῷ ἦρι ἦλθε, κἀνταῦθα αὐτὸν ὡς καὶ συμβουλεύσοντα καὶ συμπράξοντά τινα κατὰ τῶν Πάρθων μετεπέμψατο. ἐπειδή τε οὐκ ἀφίκετο τὴν ἐπιβουλὴν ὑποπτεύσας, τόν τε Δέλλιον αὖθις ἐς λόγους οἱ προσέπεμψε, καὶ αὐτὸς οὐδὲν [4] ἧττον σπουδῇ πρὸς τὰ Ἀρτάξατα ἤλασε. καὶ οὕτως αὐτὸν ὀψέ ποτε, τὰ μὲν πείθων διὰ τῶν ἑταίρων, τὰ δὲ καὶ διὰ τῶν στρατιωτῶν καταπλήσσων, πάντα τε ἁπλῶς ὡς πρὸς φίλον καὶ γράφων [5] καὶ πράττων, ἐπηγάγετο ἐς τὸ στρατόπεδον ἐσελθεῖν. κἀνταῦθα συλλαβὼν τὰ μὲν πρῶτα ἄδετόν τε εἶχε, καὶ κατὰ τὰ φρούρια ἐν οἷς οἱ θησαυροὶ ἦσαν περιῆγεν, εἴ πως ἀμαχεί σφας λάβοι, σκηπτόμενος δι' οὐδὲν ἄλλο αὐτὸν συνειληφέναι ἢ ἵνα τοὺς Ἀρμενίους [6] καὶ ἐπὶ τῇ σωτηρίᾳ καὶ ἐπὶ τῇ βασιλείᾳ αὐτοῦ δασμολογήσῃ. ὡς δ' οὔτε οἱ χρυσοφύλακες προσεῖχον αὐτῷ καὶ οἱ τὰ ὅπλα ἔχοντες Ἀρτάξην τὸν πρεσβύτατον τῶν παίδων αὐτοῦ βασιλέα ἀνθείλοντο, ἔδησεν αὐτὸν ἀργυραῖς ἁλύσεσιν· αἰσχρὸν γάρ, ὡς ἔοικεν, ἦν βασιλέα [40] [1] αὐτὸν γεγονότα σιδηραῖς δεθῆναι. κἀκ τούτου τοὺς μὲν ἐθελοντὶ τοὺς δὲ καὶ βίᾳ λαβὼν πᾶσαν τὴν Ἀρμενίαν κατέσχεν· ὁ γὰρ Ἀρτάξης ἐπειδὴ συμβαλών οἱ ἠλαττοῦτο, πρὸς τὸν Πάρθον ἀπεχώρησε.

[2] πράξας δὲ ταῦτα, καὶ τῷ υἱεῖ τὴν τοῦ Μήδου θυγατέρα, ὅπως ἔτι καὶ μᾶλλον αὐτὸν προσεταιρίσηται, μνηστεύσας, τά τε στρατόπεδα ἐν τῇ Ἀρμενίᾳ κατέλιπε καὶ ἐς τὴν Αἴγυπτον ἀνεκομίσθη, τήν τε ἄλλην λείαν πολλὴν καὶ τὸν Ἀρμένιον μετά τε τῆς γυναικὸς [3] καὶ μετὰ παίδων ἄγων. καί σφας σὺν τοῖς ἄλλοις αἰχμαλώτοις καὶ ἐν ἐπινικίοις τισὶν ἐς [τε] τὴν Ἀλεξάνδρειαν προπέμψας αὐτὸς ἐφ' ἅρματος ἐσήλασε, καὶ τά τε ἄλλα πάντα τῇ Κλεοπάτρᾳ ἐχαρίσατο καὶ τὸν Ἀρμένιον μετὰ τῶν οἰκείων ἐν χρυσοῖς δεσμοῖς προσήγαγε. προεκάθητο δὲ ἐν μέσῳ τῷ πλήθει ἐπί τε βήματος [4] ἐπαργύρου καὶ ἐπὶ δίφρου ἐπιχρύσου. οἵ γε μὴν βάρβαροι οὔθ' ἱκέτευσαν αὐτὴν οὔτε προσεκύνησαν, καίτοι πολλὰ μὲν καὶ ἀναγκαζόμενοι πολλὰ δὲ καὶ ἐλπίσιν ἀναπειθόμενοι, ἀλλ' ὀνομαστί ἑ προσαγορεύσαντες δόξαν μὲν φρονήματος ἔλαβον, κακουχίᾳ δὲ πολλῇ διὰ τοῦτο συνέσχοντο.

[41]

[1]    μετὰ δὲ τοῦτο ὁ Ἀντώνιος τούς τε Ἀλεξανδρέας εἱστίασε, καὶ τὴν Κλεοπάτραν τούς τε παῖδας αὐτῆς ἐν ἐκκλησίᾳ παρεκαθίσατο, δημηγορήσας τέ τινα ἐκείνην τε βασιλίδα βασιλέων καὶ τὸν Πτολεμαῖον, ὃν Καισαρίωνα ἐπωνόμαζον, βασιλέα βασιλέων καλεῖσθαι [2] ἐκέλευσε. καὶ αὐτοῖς καὶ τὴν Αἴγυπτον τήν τε Κύπρον, ἄλλην διανομήν τινα ποιησάμενος, ἔδωκε· τοῦ τε γὰρ προτέρου Καίσαρος τὴν μὲν γυναῖκα τὸν δὲ υἱὸν ὄντως γεγονέναι ἔλεγε, καὶ ἐς τὴν ἐκείνου δὴ χάριν ταῦτα ποιεῖν ἐσκήπτετο, ὅπως τὸν Καίσαρα τὸν Ὀκταουιανὸν ἐκ τούτου, ὅτι ποιητὸς ἀλλ' οὐ γνήσιος αὐτοῦ παῖς [3] ἦν, διαβάλλοι. ἐκείνοις μὲν δὴ ταῦτ' ἔνειμε, τοῖς δὲ δὴ αὑτοῦ παισὶ τοῖς ἐκ τῆς Κλεοπάτρας οἱ γεγονόσι, Πτολεμαίῳ μὲν τήν τε Συρίαν καὶ τὰ ἐντὸς τοῦ Εὐφράτου μέχρι τοῦ Ἑλλησπόντου πάντα, Κλεοπάτρᾳ δὲ τὴν Λιβύην τὴν περὶ Κυρήνην, τῷ τε ἀδελφῷ αὐτῶν Ἀλεξάνδρῳ τήν τε Ἀρμενίαν καὶ τἆλλα τὰ πέραν τοῦ Εὐφράτου μέχρις Ἰνδῶν δώσειν ὑπέσχετο· καὶ γὰρ ἐκεῖνα ὡς ἔχων [4] ἤδη ἐχαρίζετο. καὶ ταῦτα οὐκ ἐν τῇ Ἀλεξανδρείᾳ μόνον εἶπεν, ἀλλὰ καὶ ἐς τὴν Ῥώμην, ἵνα καὶ παρ' ἐκείνων τὸ κῦρος λάβῃ, ἐπέστειλεν. οὐ μέντοι καὶ ἐν τῷ κοινῷ τι αὐτῶν ἀνεγνώσθη· ὅ τε γὰρ Δομίτιος καὶ ὁ Σόσσιος ὑπατεύοντες ἤδη τότε, καὶ ἐς τὰ μάλιστα αὐτῷ προσκείμενοι, οὐκ ἠθέλησαν, καίπερ τοῦ Καίσαρος [5] ἐγκειμένου σφίσιν, ἐς πάντας αὐτὰ ἐκφῆναι. νικησάντων δὲ ἐν τούτῳ ἐκείνων, ἀντεπεκράτησεν ὁ Καῖσαρ μηδὲν τῶν περὶ τοῦ Ἀρμενίου γραφέντων δημοσιευθῆναι· τοῦτόν ‹τε› γὰρ ἠλέει ἅτε καὶ λάθρᾳ πρὸς αὐτὸν ἐπὶ τῷ Ἀντωνίῳ κεκοινολογημένος, καὶ [6] ἐκείνῳ τῶν νικητηρίων ἐφθόνει. τοιαῦτα δ' οὖν ὁ Ἀντώνιος πράττων ἐτόλμα τῇ βουλῇ γράφειν ὅτι τῆς τε ἀρχῆς παύσασθαι καὶ ἐπ' ἐκείνῃ τῷ τε δήμῳ πάντα τὰ πράγματα ποιήσασθαι ἐθέλει, οὐχ ὅτι τι καὶ πράξειν αὐτῶν ἔμελλεν, ἀλλ' ὅπως ταῖς παρ' αὐτοῦ ἐλπίσι τὸν Καίσαρα ἤτοι ἀναγκάσωσιν, ἅτε καὶ παρόντα, τῶν ὅπλων προαποστῆναι, ἢ καὶ ἀπειθήσαντα μισήσωσι.

[42]

[1]    τότε μὲν δὴ ταῦτά τε ἐγένετο, καὶ τὴν πανήγυριν τὴν τῇ Ἀφροδίτῃ τῇ γενεθλίῳ τελουμένην οἱ ὕπατοι ἐποίησαν· ἔν τε ταῖς ἀνοχαῖς αἱρετοὶ ὑπὸ τοῦ Καίσαρος πολίαρχοι, παῖδες ἄνηβοι, ἐξ [2] ἱππέων ἀλλ' οὐκ ἐκ βουλευτῶν γεγονότες, ἦρξαν. καὶ τὴν στοὰν τὴν Παύλου καλουμένην Αἰμίλιος Λέπιδος Παῦλος ἰδίοις τέλεσιν ἐξῳκοδόμησε κἀν τῇ ὑπατείᾳ καθιέρωσεν· ὑπάτευσε γὰρ ἐν μέρει τοῦ ἔτους τούτου. ὅ τέ ‹τις› Ἀγρίππας τὸ ὕδωρ τὸ Μάρκιον ὠνομασμένον, ἐκλιπὸν φθορᾷ τῶν ὀχετῶν, καὶ ἀνεκτήσατο δαπάνῃ οἰκείᾳ [3] καὶ ἐπὶ πολλὰ τῆς πόλεως ἐπωχέτευσεν. οὗτοι μὲν οὖν, καίπερ ἐξ ἰδίων χρημάτων φιλοτιμούμενοι, καὶ ὑπεστέλλοντο καὶ ἐμετρίαζον· ἄλλοι δὲ καὶ ἐλαχίστην τινὰ ἀρχὴν ἔχοντες καὶ ἐπινίκια διεπράττοντό σφισιν, οἱ μὲν διὰ τοῦ Ἀντωνίου οἱ δὲ διὰ τοῦ Καίσαρος, ψηφίζεσθαι, καὶ ἐπὶ τῇ προφάσει ταύτῃ χρυσίου πολὺ παρὰ τῶν δήμων ἐς τοὺς στεφάνους ἐσέπραττον.

[43]

[1]    τῷ δ' ὑστέρῳ ἔτει ἀγορανόμος ὁ Ἀγρίππας ἑκὼν ἐγένετο, καὶ πάντα μὲν τὰ οἰκοδομήματα τὰ κοινὰ πάσας δὲ τὰς ὁδούς, μηδὲν ἐκ τοῦ δημοσίου λαβών, ἐπεσκεύασε, τούς τε ὑπονόμους ἐξεκάθηρε, [2] καὶ ἐς τὸν Τίβεριν δι' αὐτῶν ὑπέπλευσε. κἀν τῷ ἱπποδρόμῳ σφαλλομένους τοὺς ἀνθρώπους περὶ τὸν τῶν διαύλων ἀριθμὸν ὁρῶν τούς τε δελφῖνας καὶ τὰ ᾠοειδῆ δημιουργήματα κατεστήσατο, ὅπως δι' αὐτῶν αἱ περίοδοι τῶν περιδρόμων ἀναδεικνύωνται. καὶ προσέτι [3] καὶ ἔλαιον καὶ ἅλας πᾶσι διέδωκε, τά τε βαλανεῖα προῖκα δι' ἔτους καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λοῦσθαι παρέσχε· καὶ τοὺς κουρέας ἐν ταῖς πανηγύρεσιν, ἃς πολλὰς καὶ παντοδαπὰς ἐποίησεν ὥστε καὶ τοὺς τῶν βουλευτῶν παῖδας τὴν Τροίαν ἱππεῦσαι, [4] ἐμισθώσατο, ἵνα μηδεὶς μηδὲν αὐτοῖς ἀναλώσῃ. καὶ τέλος σύμβολά τέ τινα ἐς τὸ θέατρον κατὰ κορυφὴν ἔρριψε, τῷ μὲν ἀργύριον τῷ δὲ ἐσθῆτα τῷ δὲ ἄλλο τι φέροντα, καὶ ἄλλα πάμπολλα [5] ὤνια ἐς τὸ μέσον καταθεὶς διαρπάσαι σφίσιν ἐπέτρεψεν. Ἀγρίππας μὲν δὴ ταῦτά τε ἐποίει, καὶ τοὺς ἀστρολόγους τούς τε γόητας ἐκ τῆς πόλεως ἐξήλασεν· ὑπὸ δὲ τὰς αὐτὰς ἡμέρας δόγμα ἐγένετο μηδένα τῶν ἐς τὴν γερουσίαν τελούντων ἐπὶ λῃστείᾳ κρίνεσθαι, καὶ οὕτως οἵ τε τότε ἐν τοιαύτῃ τινὶ αἰτίᾳ ὄντες ἀφείθησαν, καὶ ἐς τὸ [6] ἔπειτα ἄδειά τισι κακουργεῖν ἐδόθη. ὁ δ' οὖν Καῖσαρ τήν τε ὑπατείαν (ἦρξε γὰρ μετὰ Λουκίου Τούλλου δεύτερον) τῇ πρώτῃ εὐθὺς ἡμέρᾳ κατὰ τὸν τοῦ Ἀντωνίου τρόπον ἀπεῖπε, καὶ ἐς τὸ τῶν εὐπατριδῶν γένος ἐκ τοῦ πλήθους τινὰς ψηφισαμένης τῆς βουλῆς [7] ἐσήγαγεν. ἐπειδή τε Λούκιός τις Ἀσέλλιος στρατηγῶν τὴν ἀρχὴν διὰ μακρὰν ἀρρωστίαν ἀφεῖναι ἠθέλησε, τὸν υἱὸν αὐτοῦ ἀνταπέδειξε· καὶ στρατηγοῦ ἑτέρου τῇ τελευταίᾳ ἡμέρᾳ ἀποθανόντος ἄλλον ἐς τὰς περιλιπεῖς ὥρας ἐφείλετο. τοῦ τε Βόκχου τελευτήσαντος οὐδενὶ τὴν βασιλείαν αὐτοῦ ἔδωκεν, ἀλλ' ἐς τὰ τῶν Ῥωμαίων [8] ἔθνη αὐτὴν ἐσέγραψεν. ἐπειδή τε οἱ Δελμάται παντελῶς ἐκεχείρωντο, τάς τε στοὰς ἀπὸ τῶν λαφύρων αὐτῶν καὶ τὰς ἀποθήκας τῶν βιβλίων τὰς Ὀκταουιανὰς ἐπὶ τῆς ἀδελφῆς αὐτοῦ κληθείσας κατεσκεύασεν.

[44]

[1]    Ἀντώνιος δὲ ἐν τούτῳ ἤλασε μὲν μέχρι τοῦ Ἀράξου ὡς καὶ ἐπὶ τοὺς Πάρθους στρατεύσων, ἠρκέσθη δὲ τῇ πρὸς τὸν Μῆδον ὁμολογίᾳ· συμμαχήσειν τε γὰρ ἀλλήλοις, ὁ μὲν ἐπὶ τοὺς Πάρθους [2] ὁ δὲ ἐπὶ τὸν Καίσαρα, συνέθεντο, καὶ ἐπὶ τούτῳ στρατιώτας τέ τινας ἀντέδοσάν σφισι, καὶ ὁ μὲν τῆς Ἀρμενίας τῆς νεοκτήτου τινὰ ἔλαβεν, ὁ δὲ τὴν θυγατέρα αὐτοῦ Ἰωτάπην ὡς καὶ τῷ Ἀλεξάνδρῳ συνοικήσουσαν, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἐν τῇ τοῦ Στατιανοῦ [3] μάχῃ ἁλόντα. κἀκ τούτου ὁ μὲν Ἀντώνιος τῷ τε Πολέμωνι τὴν μικροτέραν Ἀρμενίαν, ὥσπερ εἶπον, χαρισάμενος, καὶ Λούκιον Φλάουιον ποιήσας τε ἅμα ὕπατον καὶ παύσας (συνῆν γὰρ αὐτῷ), ἔς τε τὴν Ἰωνίαν καὶ ἐς τὴν Ἑλλάδα ἐπὶ τῷ τοῦ Καίσαρος πολέμῳ [4] ὥρμησεν· ὅ τε Μῆδος τὰ μὲν πρῶτα συμμάχοις τοῖς Ῥωμαίοις χρώμενος τούς τε Πάρθους καὶ τὸν Ἀρτάξην ἐπελθόντας οἱ ἐνίκησε, τοῦ δ' Ἀντωνίου τούς τε ἑαυτοῦ στρατιώτας μεταπέμψαντος καὶ προσέτι καὶ τοὺς ἐκείνου κατασχόντος ἀνθηττήθη τε καὶ ἑάλω, καὶ οὕτως ἡ Ἀρμενία μετὰ τῆς Μηδίας ἀπώλετο.