[1]
[1] Εἴη ἂν καὶ τοῦτο τῆς ἐμῆς ἀτυχίας, ὦ ἄνδρες, τό τινας ἐπιχειρεῖν πείθειν ὑμᾶς ὡς ἄρα ἐμοῦ βελτίους περὶ τὸν ἐμὸν υἱὸν καὶ γεγόνασι καὶ εἰσίν. ἐγὼ δέ, εἰ μὲν ὡς ἀθλιώτατον ἀνθρώπων ἁπάντων παρῄνουν ὑμῖν ἀποκτεῖναί με, καὶ χρηστοὺς καὶ φιλανθρώπους καὶ εὐεργέτας ἐμαυτοῦ τοὺς ταῦτα ποιοῦντας ἡγούμην ἄν, οἷς γὰρ ἐν λύπῃ τῇ μεγίστῃ ζῆν ἀνάγκη, τούτοις κέρδος οὐ μικρὸν ἡ τελευτή· ἐπεὶ δὲ ἐκ κατηγορίας καὶ ψήφου καὶ οἷα ἠκούσατε αἰτιώμενοι πειρῶνται τοῦτο ποιεῖν, οὐ τὸ μηκέτ' εἶναι, τὸ δὲ ἐπὶ τοιούτοις ἀποθανεῖν δεινότατον εἶναι νομίζων οἶμαι δεῖν τινα ποιήσασθαι περὶ ὧν οὐκ ὤκνησα ποιεῖν ἐν ὑμῖν ἀπολογίαν.
[2] δεῖ δὲ καὶ ὑμᾶς, ὦ ἄνδρες, τοῖς ὥσπερ ἐγὼ κακῶς διακειμένοις βοηθεῖν μᾶλλον ἢ τοῖς μετὰ τῆς τύχης ἐπιτιθεμένοις τοῖς ἅπανθ' ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως καὶ προαιρουμένοις καὶ πράττουσιν. οὐδὲ γὰρ ἂν ἔχοι λόγον τὸν εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἅπαντας νενικηκότα τοῦτον ὡς περὶ τοὺς οἰκείους τοὺς αὑτοῦ πονηρότατον ἀποθανεῖν.
[3] τὸ μὲν οὖν δίκαιον ἦν ἐᾶσθαί με νῦν τῷ τάφῳ προσεδρεύειν καὶ μήτε νύκτα μήθ' ἡμέραν ἀπαλλάττεσθαι τοῦ τὸν φίλτατόν μοι παῖδα δεδεγμένου χωρίου, τοῖς μὲν γὰρ ἄλλοις ὑμῖν καιρὸς ἐν ἱεροῖς τε διατρίβειν καὶ θυσίαις καὶ ὕμνοις προσδοκήσασι μὲν τὰ δεινότατα, πεπονθόσι δ' οὐδὲν ὧν φοβεῖσθαι παρῆν, τῷ δ' ἀπολωλεκότι ἐμοὶ ‹τὸν παῖδα› δακρύειν τε αὐτὸν καὶ θρήνῳ συνεχεῖ τιμᾶν καὶ τῶν παραμυθουμένων ἀκούειν, οἷς ἐγὼ πολλὴν οἶδα χάριν· ἐπειδὴ δὲ πεφήνασί τινες ἕλκοντές τε ἀπὸ τοῦ τάφου καὶ κρίνοντες ἄνθρωπον οὐδὲ ὀρθοῦσθαι δυνάμενον καὶ δι' ἐμοῦ τὸ κοινὸν διαβάλλουσιν, εἰ δόξει τρέφειν πολίτας οὐ διὰ τὸ τὴν πόλιν φιλεῖν, τὸ δὲ τοὺς αὑτῶν μισεῖν τὰ τοιαῦτα τολμῶντας, δέομαι πάντων ὑμῶν, μὴ ἀνάσχησθε μήτε τῇ πόλει μήτε ἐμοὶ χείρονος δόξης γιγνομένης, ἀλλ' οἵων ἂν ἠξιώσατε δικαστῶν τυχεῖν ὅμοια μὲν ἐμοὶ βεβουλευμένοι, ὅμοια δὲ κατωρθωκότες, ἐφ' ὁμοίοις δὲ κρινόμενοι, τοιούτους ὑμᾶς αὐτοὺς ἐμοὶ παράσχετε τήμερον.
[4]
Ἐγὼ μὲν οὖν ἐγνώκειν, ὦ ἄνδρες, μηδέποτε ὧν
ὑπὲρ ὑμῶν πέπονθα μνημονεῦσαι πρὸς ὑμᾶς, δεῖ γάρ, οἶμαι, τὸν φιλόπολιν πανταχοῦ μὲν πρὸ αὑτοῦ ποιεῖσθαι τὸ κοινόν, ὠφεληκότα δέ τι καὶ ἔργον ἀνδρὸς ἀγαθοῦ διαπεπραγμένον αὐτόν τε τοῦτο σιγᾶν καὶ ἑτέρου λέγοντος ἐρυθριᾶν· ἐπεὶ δὲ ἀναγκάζουσιν οὗτοι λέγειν ἃ ἥκιστ' ἂν ἐβουλόμην, ἡ γὰρ ἀπολογία πᾶσα ἐν τούτοις ἐστίν, ὦ ἄνδρες, μὴ τοῦ λέγοντος, τῶν δὲ οὐκ ἐώντων αὐτὰ σιωπᾶσθαι τούτους ἡγεῖσθε τοὺς λόγους, οἳ οὐ τοῦτο μόνον καὶ ἐμὲ καὶ ὑμᾶς ἀδικοῦσιν, ἀλλ' ὅτι καὶ τῷ τυράννῳ τῆς λύπης οὐ μικρὸν ἀφαιροῦσι κρίνοντες καὶ πράγματα παρέχοντες ἀνθρώπῳ ὃν ἐκεῖνος αὑτῷ πάντων ἔχθιστον ἡγεῖται.[5] ἀλλὰ τούτοις μὲν ἴσως ἀνάγκη πάντα ὑπηρετεῖν ἐκείνῳ, ὑμᾶς δὲ δεῖ τοὺς οὐδεμίαν αὐτῷ χάριν ὀφείλοντας καὶ ἅμα ὀμωμοκότας μὴ δι' ὧν ἂν ἡσθείη ὁ θεοῖς ἐχθρὸς ἐκεῖνος ποιεῖν, ἀλλὰ μᾶλλον ἐξ ὧν ἀνιάσεται. τοῦτο δ' ἂν γένοιτο, εἰ καὶ πρὸ τῆς ἀπολογίας ὑμεῖς ἅπερ εἰκὸς ἦν παρ' ἐμοῦ ‹λέγεσθαι›, ταῦτα πρὸς ὑμᾶς αὐτοὺς λέγοιτε.
[6] Ἠγαγόμην, ὦ ἄνδρες, γυναῖκα κατὰ τοὺς τῆς πόλεως νόμους καὶ παῖδας ηὐξάμην ὁ δυστυχὴς ἐκ τούτων μοι γενέσθαι τῶν γάμων ἐμοί τε καὶ τῇ πόλει βοηθοὺς λέγοντας, γράφοντας, στρατευομένους, τὸν ὑπὲρ τῆς ἐνεγκούσης ἡδέως δεχομένους θάνατον. ᾔτουν δὲ καὶ ἀγαθοὺς καὶ μάλιστα δὴ σώφρονας.
[7] οἱ δὲ ‹θεοὶ› ἔδοσαν, ὡς οὐκ ἔδει, τοῦτον δὴ τὸν ὑφ' ὑμῶν ἐπαινούμενον, λαμπρὸν μὲν τὴν ἰδέαν, βέλτιστον δὲ τὸν τρόπον, τὸν αὐτὸν τῇ μὲν ὥρᾳ πάντας ὀφθαλμοὺς ἐφ' ἑαυτὸν ἕλκοντα, τῇ δὲ σωφροσύνῃ παριόντα τὴν ὥραν. καὶ τὸν δεῖνα εἰπὼν ἄν τις τὸν καλὸν προσέθηκεν, ἐγὼ δὲ ὁ κακοδαίμων ἀκούων ἔχαιρον καὶ τοῖς θεοῖς ᾤμην δεῖν καὶ τούτου χάριν ἔχειν. ἔμελλον δὲ ἄρα ὑπὸ ταύτης ἀπολεῖσθαι τῆς καλῆς δωρεᾶς.
[8] ἐγὼ μὲν οὖν αὐτὸν ἔτρεφον, ὡς εἰκὸς τὸν τοιοῦτον, πάσῃ προνοίᾳ πάσας ἐπιβουλὰς ἀνείργων. ἐδεῖτο μὲν γὰρ οὐδὲν τῆς ἐκ τῶν ἐφεστηκότων φυλακῆς, ὅμως δὲ εἵποντο παιδαγωγοὶ τοῦ μηδὲ ψευδῆ τινα διαβολὴν ἐπ' αὐτὸν ἐλθεῖν. ἐπεὶ δὲ ἀνάλωτος ἦν τοῖς ἁπάσῃ μηχανῇ κατὰ τῶν ὡραίων χρωμένοις καὶ οὔτε ξένος οὐδεὶς οὔτε πολίτης οὐ πλούσιος, οὐκ ἀνδρεῖος, οὐ σοφός, οὐκ ἀπ' ἄλλου του περίβλεπτος ἔπειθεν αὑτῷ προσέχειν, ἔγνωσάν τινες διὰ τοῦ τυράννου καταισχῦναι τὸ σῶμα καὶ τὸν οὐ πειθόμενον βιάσασθαι.
[9] καὶ βαδίζοντες, ὡς εἰκός, παρ' ἐκεῖνον σὺ δὲ τυραννῶν, ἔλεγον, καὶ δυνάμενος φοβεῖν καὶ θηρεύων ἡδονὰς τὰ μὲν οὐδενὸς ἄξια μειρακύλλια συλλέγεις, τοῦ καλλίστου δὲ τῶν ὑπὸ τὸν ἥλιον οὐκ ἀπολαύσῃ καὶ ταῦτα ἐγγὺς ὄντος; εἶτ', οἶμαι, διηγοῦντο περὶ τῆς τριχός, περὶ τοῦ προσώπου, περὶ τῶν χειρῶν, περὶ τῶν ἄλλων καὶ ὡς καὶ τοῖς ζωγράφοις ἆθλόν ἐστι τὸ μειράκιον ἐλεγχούσης τῆς ὥρας τὴν τέχνην.
[10] τούτοις αὐτὸν κινοῦντες καὶ ἀνάπτοντες καὶ ποιοῦντες ὧν οὐκ εἶδεν ἐραστὴν πείθουσι τὴν ἀναίσχυντον ἐκείνην ἀποστεῖλαι πρεσβείαν. καὶ ὅ τε δῆμος συνεληλύθει καὶ οἱ πεμφθέντες παρῄεσαν καὶ ἦν ἐλπὶς τούτων δή τι τῶν ἐπιεικεστέρων αἰτήσοντας ἀφῖχθαι, οἷον ὅπλα, σῖτον, στρατιώτας, τὸ τῶν φυγάδων τισὶ διαλλαγῆναι.
[11] δεινὰ μέν, οἶμαι, καὶ ταῦτα, πολεμοῦντα ἄνθρωπον ἐλευθερίᾳ καὶ νόμοις τοῖς μετὰ τούτων ζῆν αἱρουμένοις ὑπὲρ τοῦ τινος τυχεῖν διαλέγεσθαι, ὅμως δὲ ἦν ἄν τις αὐτῷ λόγος. ὁ δὲ τί διὰ τῶν πρέσβεων, ὦ Γῆ καὶ Ἥλιε καὶ πικρὰ τῆς ἐμῆς οἰκίας Μοῖρα; ἐπειδὴ χαίρω μὲν ἐγὼ ταῖς τῶν μειρακίων μίξεσι, τρέφει δέ τις παρ' ὑμῖν υἱὸν πατὴρ οἷον οὐδένα οὐδεὶς ἐν οὐδεμιᾷ πόλει, καὶ εἶπε τίνα καὶ τίνος, πέμψατέ μοι τὸν νέον πεισόμενον ὅ τι ἂν ἐμοὶ δοκῇ.
[12] ἐγὼ μὲν οὖν ἐπὶ τούτοις συγκαλυψάμενος καὶ πληγεὶς τὴν ψυχὴν ἄφωνος ἐν τοῖς τῶν φίλων ἐκείμην γόνασι μικρὸν τεθνεῶτος διαφέρων, μόλις αἰσθανόμενος τοῦ θορύβου ὃν ὑμεῖς αἰσχυνόμενοι μὲν θεούς, αἰσχυνόμενοι δὲ ἀλλήλους, αἰσχυνόμενοι δὲ τὴν φύσιν ἐθορυβεῖτε καὶ ταῦτα προσθέντων ἐκείνων ὡς, εἰ μὴ τὸ σῶμα παραδοίητε, πολεμήσεσθε, οἰόμενοι τῷ φόβῳ τῆς ὑμετέρας περιέσεσθαι σωφροσύνης· ὑμῖν δὲ ἄρα τῶν προσδοκωμένων πόνων δεινότερον ἐδόκει τὰ τοιαῦτα παρ' ὑμῶν δίδοσθαι καὶ τοῖς οὖσι παρ' ἐκείνῳ μειρακίοις συνήχθεσθε καὶ δίκην ἥδιστ' ἂν ὑπὲρ τῶν ὑβρισμένων ἐλάβετε.
[13] ὑμεῖς μὲν οὖν ἀπηλαύνετε τοὺς πρέσβεις, ὁ δ' ὧν ἐπήγγειλεν ἀτυχήσας εὐθὺς ἐπῄει τὰ ὅπλα, ἡνίκα τοὺς πρέσβεις ἀπέστειλεν, ἐν ταῖς χερσίν, ὡς εἰκός, ἔχων, ὅπως ὑμῖν ἀπαρασκεύοις ἐπίθοιτο. καὶ αὐτίκα μεστὴ μὲν ἦν ἡ χώρα τῶν πολεμίων, οἱ γεωργοὶ δὲ ὅ τι ἠδύναντο τῶν σκευῶν ἄγοντες εἰς ἄστυ συνέρρεον καὶ ἐξιέναι μὲν καὶ μάχεσθαι προεμπεσόντος τοῦ πολέμου καὶ τῶν δεινῶν οὐκ ἐνῆν, κατακεκλεισμένους δὲ τῶν τῆς πολιορκίας ἀνέχεσθαι κακῶν ἔδει. ἦν δὲ βαρέα μὲν τὰ παρόντα, φοβερὰ δὲ τὰ μέλλοντα, σύμμαχος δὲ οὐδαμόθεν, ὁ τύραννος δὲ μέγας. καὶ βοὴ μὲν παρ' ἐκείνοις ἡ τῶν πολιορκούντων, ἀθυμία δὲ παρ' ἡμῖν ἡ τῶν συγκεκλεισμένων.
[14] ἐνταῦθα ἐγὼ τῶν μὲν ἐπιτηδείων ἢ συγγενῶν οὐδένα εἰς βουλὴν παρεκάλουν, κατ' ἐμαυτὸν δὲ καθίσας ἐμαυτῷ διελεγόμην ὡς ἄν τις ἑταῖρος ἑταίρῳ. ὦ πατέρων, ἔφην, δυστυχέστατε σύ, ὦ κατὰ σαυτοῦ τε καὶ τῆς πατρίδος κάλλος υἱέος κτησάμενε, τὴν μὲν περιεστηκυῖαν τὸ τεῖχος στρατιὰν ὁρᾷς καὶ τὸν μανίας γέμοντα τύραννον καὶ τοὺς ἅπαντα ποιεῖν ὄντας ἑτοίμους ὑπὲρ ἐρῶντος δεσπότου καὶ ὡς οὐκ ἔστι σωθῆναι τῇ πόλει τοῦ κακοῦ προϊόντος. τούτων δ' αἴτιος παῖς ὁ σὸς καὶ τὸ τοῦ παιδὸς κάλλος. κἂν μὴ τοῦτο ἢ ἀπόληται ἢ τοῦ τυράννου γένηται, λύσις οὐκ ἔστι τοῖς παροῦσιν. ἐπεὶ οὖν ἡ μὲν ὕβρις ἀφόρητον, ἡ τελευτὴ δὲ οὐ τοσοῦτον, σωσάτω τὴν πόλιν μετὰ τῆς αὑτοῦ σωφροσύνης.
[15] ταῦτα ἐδόκει τὴν πρώτην ἡμέραν κράτιστα, ταῦτα τὴν δευτέραν, ταῦτα τὴν τρίτην, καὶ οὐδὲν ἦν ὃ τούτων ἐδύνατο νομισθῆναι βέλτιον. λαβὼν δὴ τὸ ξίφος πάλιν κατεθέμην καὶ πάλιν λαβὼν ἔρριψα, καὶ πολλάκις ἑκάτερον καὶ μετὰ δακρύων ἕκαστον. εἶτ' ἐνίκα τῇ πατρίδι τὸν υἱὸν ἐπιδοῦναι καὶ πλήξας πολλάκις τὸ πρόσωπον καὶ τίλλων τὰς τρίχας καὶ πρὸς τὸν ἐμαυτοῦ δαίμονα εἰπών· ἐμπλήσθητι τῶν ἐμῶν κακῶν ἔπεισα δι' ὧν ἔδειξα τὸν τύραννον μηκέτι τὰ μηκέτ' ὄντα ζητεῖν. καὶ ἡ τελευτὴ τοῦ παιδὸς καὶ τῷ πολέμῳ γεγένηται τελευτή.
[16] ἐπὶ τούτοις ἐπένθησα, ἔθαψα, τοῦ σήματος εἰχόμην, ᾤμην δεῖν αὐτοῦ καθῆσθαι. καὶ δὴ τοῦτον ὁρῶν προσιόντα τὸν χρηστὸν ἐνόμιζον ταὐτὸν τοῖς ἄλλοις ποιήσοντα ἥκειν καὶ παραμυθήσεσθαι. ὁ δὲ ἐπιστὰς καὶ βοήσας ἄγριον ἀνίστω, φησίν, ὦ πονηρότατε σύ, καὶ ἕπου δίκην δώσων τούτων ὧν καὶ νῦν ἔλεγεν, ὦ ἄνδρες. φησὶ γάρ με τὸν υἱὸν ἀπεκτονέναι καὶ ἠρώτα εἰ μὴ τοῦτ' ἀληθὲς καὶ εἰ μὴ δεινόν.
[17] Ἐγὼ δὲ δεδρακέναι μὲν ὁμολογῶ τοῦτο τὸ ἔργον, κακίαν δὲ ἐμαυτοῦ καταγινώσκειν οὐκ ἔχω. διὰ τί; ὅτι τὴν αἰτίαν οὐδεὶς ἂν δύναιτο δεῖξαι τοῦ πεπραγμένου πονηράν, τῆς αἰτίας δ' οὐκ οὔσης τοιαύτης οὐδ' ἂν ἐκεῖνο δύναιτο πονηρὸν νομισθῆναι. τουτὶ γὰρ ὅσον ἐστὶ πολλαχόθεν μὲν ἄν τις μάθοι, μάλιστα δὲ ἐκ τῶν περὶ τῆς βλάβης νόμων, ἐν οἷς οὐ μικρὸν διαφέρει τὸ ἑκόντα ἢ ἄκοντα. κἀν τοῖς φονικοῖς δὲ τὸ ἴσον εὕροι τις ἄν. τί δέ; οἱ στρατηγοὶ οὐ καὶ τὰς αὑτῶν ναῦς πολλάκις κατέκαυσαν καὶ τὸν καρπὸν διέφθειραν καὶ ταῦτα ποιήσαντες ἐστεφάνωνται; οὐ γὰρ ἵνα τοὺς πιστεύσαντας, ἀλλ' ἵνα τοὺς ἐναντίους τούτοις βλάψωσιν ἔπραξαν. τῆς τοίνυν γνώμης εὐδοκιμούσης ἀπήλλακται καὶ τὸ πραχθὲν αἰτίας.
[18] καὶ σὺ τοίνυν μὴ δι' ὃ γέγονε παρεὶς αὐτὸ λέγε τὸ γεγενημένον μόνον, ἀλλ' ἔασον τούτους ἀπὸ παντός, ὦ χρηστέ, τὴν ψῆφον ἐπενεγκεῖν. ἂν μὲν τοίνυν ἐπιδεῖξαι δυνηθῆς ὡς ἐγὼ τὸν ἐμαυτοῦ παῖδα ἐμίσουν καὶ ὑγιαίνοντος ἠχθόμην καὶ ἀρρωστοῦντος εὐφραινόμην καὶ προσιόντος ἀπεστρεφόμην καὶ παίων καὶ ἄγχων διετέλουν καὶ καταρώμενος αὐτῷ πολλάκις ἐπεδείχθην πρὶν ἄνδρα γενέσθαι ἀποθανεῖν, εἰ μέν τι τούτων ὁ διώκων αἰτιᾶσθαι δύναιτο καὶ οὐκ αἰτιᾶσθαι μόνον, ἀλλὰ καὶ παρέχεσθαι μάρτυρας, ἀποκτείνατε, κατακόψατε, καταποντίσατε, λόγος οὐδεὶς ἔσται μοι· εἰ δ' ὃν ζῆν ἐβουλόμην ἀφῃρέθην, ἐλέησον τὸν ἐζημιωμένον. ποῦ γὰρ ἂν ἔχοι λόγον τὸ μὲν τῆς χειρὸς ἔργον εἰς ἐξέτασιν ἄγειν, ἃ δὲ φρονῶν τοῦτ' ἔδρων ὑπερπηδᾶν;
[19] ἐβουλόμην, ὦ ἄνδρες, τὸν τύραννον ἐν τῇ πολιορκίᾳ πέμψαντα κήρυκα εἰς ὑμᾶς εἰπεῖν ὅτι νενίκηκε παρ' ὑμῖν μὴ δοῦναι τὸν νέον, ὑμεῖς δὲ ἔκδοτέ μοι τὸν τούτου πατέρα καὶ παύσω τὸν πόλεμον. τότ' ἂν εἴδετε καλῶς ὅστις ἐγὼ πρὸς τὸν ἐμαυτοῦ. αὐτὸς γὰρ ἂν παριὼν ἔγραφον τὸ περὶ τῆς ἐκδόσεως ψήφισμα, μᾶλλον δὲ καὶ πρὸ τοῦ ψηφίσματος ἔτρεχον ἂν ὑπὸ τὰ τοῦ τυράννου ξίφη καὶ οὐδὲν ἂν ἔδεισα τῶν δεινῶν ἓν ἐκεῖνο ξίφη καὶ τούτων κερδαίνειν, τὸ ζῆν ἐμοὶ τὸν υἱόν.
[20] διὰ τί γὰρ οὐκ ἂν ἐπέδωκα ἐμαυτὸν ὑπὲρ ἐκείνου; οὐκ ἐπιεικής; οὐ κόσμιος; οὐ φιλοπάτωρ; οὐχ οἷος ἐνδοξοτέρους μὲν ποιῆσαι τοὺς αὑτοῦ προγόνους, τῶν κοινῶν δὲ ἁπτόμενος μηδενὸς ὕστερος γενέσθαι; πλέον γὰρ οὐδὲν ἐρῶ. οὐκ ᾔδειν ὅτι καὶ δημηγορῶν καὶ στρατηγῶν ἐκεῖνος νοῦν γε ἔχων μετὰ κάλλους ὑμᾶς μὲν ποιήσει μείζους, τὸν πατέρα δὲ καὶ τεθνεῶτα λαμπρότερον;
[21] ἐῶ τἄλλα, ἀλλ' εἴ τις ὑμᾶς ἔροιτο τοὺς κατηγοροῦντας· διὰ τί τοῦτο ποιεῖτε; λυπεῖσθαι φαίητ' ἂν ὑπὲρ τοῦ μειρακίου. εἶθ' ὑμεῖς μὲν λυπεῖσθε τεθνεῶτος, ἐγὼ δὲ χαίρω; πάνυ γοῦν τοῖς μετὰ τὸν θάνατον διαβέβληκα τὸν φόνον. ὁρᾶτε ὡς λευχειμονῶ καὶ ἐπὶ λουτρὰ βαδίζω καὶ δειπνῶ πολυτελῶς καὶ ἐν συμποσίοις ᾄδω; οὐκ ἐν τέφρᾳ κεῖμαι; οὐκ ἔοικα νεκροῖς; οὐκ ἐπιθυμῶ τελευτῆς; ταῦτ' οὖν ἐζήτουν ὧν γενομένων ἀπόλωλα; καὶ οὐδὲ τῶν θηρίων ᾐσχυνόμην τὴν περὶ τὰ τέκνα φιλοστοργίαν;
[22] Τίς οὖν ἡ τοῦ πραχθέντος αἰτία; ἐμὲ γὰρ δεῖ τοῦτ' ἀποκρίνασθαι, οἱ δικάζοντες δέ, οἱ δὲ περιεστηκότες, ἅπασα δὲ ἡ πόλις οὐκ ἂν εἴποι, παῖδες, γυναῖκες; ἀλλ' ἐμὲ δεῖ περὶ ὧν ἅπαντες ἴσασι λέγειν.
[23] Δύναμις ἐπεληλύθει πολλὴ καὶ μεγάλη, στράτευμα δεινὸν καὶ χαλεπόν, ἱππεῖς, ὁπλῖται, τοξόται, σφενδονῆται. αἱ κῶμαι διεφθείροντο, τὰ βοσκήματα ἡρπάζετο, τὰ δένδρα ἐτέμνετο. κύριος μὲν ἦν τῆς χώρας ὁ τύραννος, ἐβούλετο δὲ καὶ τῆς πόλεως. καὶ τὰ μηχανήματα ἑωρῶμεν, καὶ κραυγὴ πολλὴ καὶ λοιδορία στρατηγοῦ πρὸς ταξίαρχον, ταξιάρχου πρὸς στρατιώτας, στρατιωτῶν πρὸς τοὺς ἄρχοντας. φόβοι δὲ πανταχοῦ προσέπιπτον ὁμοίως ταράττοντες τοῖς λόγοις. ἡμέρα μὲν ἦν ἐν ταραχῇ, νύκτες δ' ἐν ἀγρυπνίᾳ, τροφὴ δὲ οὐκ εἰς κόρον. τὸ δὲ τῆς πολιορκίας πέρας ἔτι μὲν ἀπῆν, ἑωρᾶτο δὲ τοῖς λογισμοῖς.
[24] εἰ μὲν οὖν οἷός τε ἦν ἢ ἀπὸ τῶν ἐπάλξεων βέλει τοῦ τυράννου τυχεῖν ἢ λόγῳ πεῖσαι παρ' αὐτὸν ἐξελθὼν ἀπελθεῖν ἢ δύναμιν ἐξαγαγὼν ἐκβαλεῖν τὴν ἐπελθοῦσαν, ἠδίκουν ‹ἂν› οὐ παραταττόμενος· ἐπεὶ δὲ τούτων μὲν οὐδὲν ὑπῆρχε ποιεῖν, κίνδυνος δὲ ἦν ἁλῶναι τὸ ἄστυ, φάρμακον δὲ ἦν μόνον τοῦ κακοῦ μηκέτ' εἶναί με πατέρα, τὴν μόνην ἴασιν τῶν δεινῶν ἐχαρισάμην τῇ πόλει.
[25] εἰ καιρὸς ἦν γνώμην ἀπαιτῶν, ἠγόρευσα ἄν· εἰ ταλάντων ἀριθμόν, ἐπέδωκα ἄν· εἰ ἔξοδον, ἐξῆλθον ἄν· εἰ μάχην, ἐμαχόμην ἄν. νῦν οὖν, ἀπῄτει γὰρ ὁ καιρὸς τὸν υἱόν, οὐδὲ τοῦτο ἔφυγον. δεῖ γὰρ ἀπεύχεσθαι μὲν μὴ προσπεσεῖν τὰς τοιαύτας ἀνάγκας, ἐπειδὰν δὲ ἔλθωσι, μηδὲν ἀνώτερον τῆς πόλεως νομίζειν. ἔλαβεν ἡ πόλις ὃν ἔθρεψεν, ἔλαβεν ὃν ἐπαίδευσεν, ἔλαβεν ὃν ηὔξησε. καὶ οὐδὲν ἠδίκησε τοῖς αὑτῆς χρησαμένη.
[26]
οὐ τοῦτ' ἐν τοῖς ἱεροῖς τότε καὶ περὶ τοὺς βωμοὺς ἅπαντες ηὔχοντο, γέροντες, μητέρες, ‹υἱεῖς›, θυγατέρες καὶ πάντα ἱερέων γένη παύσασθαι τοῦ θυμοῦ τὸν τύραννον καὶ λῆξαι τῆς πολιορκίας καὶ τὴν δύναμιν ἀπαγαγεῖν; τί οὖν; εἴ τις ὑμῖν τῶν πολιτῶν ὧν ηὔχεσθε τυχεῖν ἔδωκεν, οὗτος πεπονήρευται; οὐκ ἀκούετε τὸν Πύθιον οὕτω πολλαῖς βεβοηθηκέναι τῶν πόλεων πατέρων χρησμοῖς ὑπηρετησάντων; καὶ οἱ μὲν παῖδες ἐτέθυντο, τὰ δὲ δεινὰ ἵστατο. οὕτω καὶ θεοῖς ἀρέσκει σῶμα ἓν ὑπὲρ πόλεως ἀπιέναι.[27] ὑπὲρ μὲν οὖν τῶν ἀδήλων ἐπ' ἐκείνους δεῖ καταφεύγειν, δήλου δὲ ὄντος τοῦ λυσιτελήσοντος αὑτοῖς ἐκ τῶν φαινομένων βοηθεῖν. οὐκ ἦν τόθ' ἡμῖν περὶ γῆς ὅρων ὁ κίνδυνος, ὥστε μὴ πάντα ποιεῖν τὸν εὔνουν, ἀλλ' ἡ πολιορκία τὸν ὄλεθρον ἠπείλει τῇ πόλει. τοῦτ' οὖν ἐποίει τὴν πρᾶξιν ἀναγκαίαν.
[28] Οὗτος μὲν οὖν ἐρωτᾷ με εἰ μὴ δεινὸν τὸ τεθνάναι τὸν παῖδα, ἐγὼ δὲ αὐτὸν ἀντερήσομαι εἰ μὴ δεινὸν κατασκαφῆναι τὴν πόλιν. ὅτι γὰρ ἑλὼν ὁ τύραννος τοῦτ' ἂν ἐποίησε περιαλγῶν, πᾶς τις ἂν ὁμολογήσειεν. ἀγανακτεῖς οὖν ὅτι μὴ τεῖχος μὲν τουτὶ κατηνέχθη, τῶν δὲ ἐνοικούντων οἱ μὲν ἔθνησκον, οἱ δὲ ἤγοντο, ἐκεῖνο μὲν οἱ ἐν ἡλικίᾳ καὶ γέροντες, τοῦτο δὲ γυναῖκές τε καὶ παῖδες; ἀγανακτεῖς ὅτι μὴ πῦρ ἀνάλωσε τὴν πόλιν καὶ κρίνεις ἄνθρωπον δι' ὃν ἔχεις τὰ ἴδια, τὰ δημόσια, τὰ ἱερά, τοὺς νόμους, τὰ ὅπλα, τὰ χρήματα, τὰς γυναῖκας, τὰ τέκνα, τοῦτ' αὐτὸ τὸ δύνασθαι γράφεσθαι καὶ καθίζειν δικαστάς;
[29] Ἐδέδοκτο γάρ φησι τῷ δήμῳ πολεμεῖν καλῶς γε ποιοῦντι καὶ δόξης ἐπιθυμοῦντι καὶ οὐκ ἀνεκτὸν ἡγουμένῳ τυράννου χορηγεῖν ἡδοναῖς. ἀλλ' ὥσπερ ὑμῖν ὑπὲρ ἐμοῦ ταῦτα, οὕτως ὑπὲρ ὑμῶν ἐμοὶ ποιεῖν ἃ πεποίηκα προσῆκε. δεῖ γὰρ τὸν δῆμον ἑκάστου τῶν πολιτῶν προβεβλῆσθαι, τοῦ δήμου δὲ ἕκαστον τῶν πολιτῶν μᾶλλον ἢ τῶν αὑτοῦ κήδεσθαι. ἐπολεμεῖτε ἑκόντες ὑπὲρ τῆς ἐμῆς οἰκίας. ἀπὸ τῆς αὐτῆς τοίνυν οἰκίας ἧκεν ὑμῖν ἡ τοῦ πολέμου λύσις. ἢ καθήμενον ἔδει με τρυφᾶν καὶ πρὸς ἐμαυτὸν λέγειν· ὡς εὐδαίμων γε ὁ παῖς. ὅλη πόλις κακοπαθεῖ καὶ τρίβεται καὶ ἀπόλλυται, ἵνα μηδὲν τοῦτον μήτε μεῖζον μήτε ἔλαττον ἀνιάσῃ; οὐ δῆτα, ἀλλ' εἶπον πρὸς ἐμαυτὸν ἃ χρὴ καὶ συνεβούλευσα ὧν οὐχ εὕρισκον καλλίω.
[30] καὶ γὰρ εἰ μηδεὶς ὑμῶν εἶπε πρὸς τὸν πλησίον ὅτι τοῦτον δὲ οὕτω περιορᾶν τὴν πόλιν ἀναλουμένην μηδὲ ἐμέμψατο τῷ τὸ περὶ τοῦ πολέμου ψήφισμα γεγραφότι μηδ' αὑτῷ τοιαῦτα δεξαμένῳ, ἀλλ' οὐχ οὕτω γε σιδηροῖ πάντες ἦσαν ὡς μηδὲ σιγῇ τοῖς γιγνομένοις ἀλγεῖν, πολλὰ γὰρ ὧν οὐκ ἂν φθέγξαιτό τις ἐννοηθείη ἄν, ἐμοὶ δὲ τοῦτο πάσης ἀπαιδίας, ὦ ἄνδρες, πικρότερον. εἰ δ' οὐδὲν τῶν δεινῶν δεινὸν ἐδόκει, ἀλλ' ἦν ὁμοίως ἅπασι γλυκὺς ὁ πόλεμος, ἀνδράσι, γυναιξί, παισί, γέρουσιν, ἐλευθέροις, οἰκέταις, αὐτὸ τοῦτό με χρῆν αἰδεσθῆναι τὸ διὰ τὴν πρὸς ἐμὲ σπουδὴν εἰρήνης ἥδιον νομίζειν τὸν πόλεμον.
[31] ἠμειψάμην τοίνυν ἀντιδόσει πρεπούσῃ τὴν προθυμίαν. ἢ καθήμενον ἀναμένειν με ἔδει τὸν ἐροῦντα πρὸς ἐμέ; ἄνθρωπε, σὺ κύριος εἶ τὴν πόλιν εἶναι ἢ μὴ, κάλλιον δὲ σῶσαι ταύτην ἢ διαφθεῖραι. οὐκ ἀναστὰς δράσεις τι νεανικὸν καὶ δείξεις τῇ πόλει πάντα κεκτημένος; δειχθήτω νεκρὸν τὸ μειράκιον τῷ τυράννῳ καὶ σεσώσμεθα.
[32] ἀλλ' οὐδ' εἰ τὸ τεῖχος κατεσείετο, ταύτας ἄν ποτε τὰς φωνὰς ἀφήκατε πρὸς ἐμέ. ἀλλ' ἐγὼ ταύτας ἡγούμην ἀκούειν παρ' αὐτῶν τῶν πραγμάτων. οὐ δὴ τὸ τὸν πόλεμον ὑμᾶς ᾑρῆσθαι τὴν ἐμὴν ἐκώλυε φιλοτιμίαν, ἀλλ' αὐτὸ τὸ πρὸς τοσαύτην ἰσχὺν ἀντᾶραι φειδοῖ τοῦ παιδὸς τὸν πατέρα τοῦ παιδὸς ἐπὶ τὴν πρᾶξιν παρεκάλει.
[33] Ἀλλ' ᾤχετ' ἄν φησιν ἀπειπὼν πρὸς τοὺς πόνους ὁ τύραννος καὶ οὐκ ἦν δῆλον ὡς πάντως περιέσται. λαβὼν μέν, ὦ ἄνδρες, τὸ μειράκιον ᾤχετ' ἄν, μὴ λαβὼν δὲ οὐκ ἄν. πολὺς γὰρ ἦν καὶ σφοδρὸς ὁ ἔρως καίων καὶ ἐγκείμενος καὶ μηδὲ ἀναπνεῦσαι διδούς. τί τούτου σημεῖον; ἐξεῖπεν ἃ κρύπτειν ἔδει, καὶ ταῦτα διὰ πρεσβείας. ὃ μηδεὶς ἤκουσε μηδαμοῦ, μειρακίου κάλλος ἐπ' ἐκκλησίας ᾐτεῖτο.
[34]
ἆρ' οὖν οὐ λαβὼν ᾐσχύνθη καὶ κατέδυ καὶ τῷ μὴ τυχεῖν ἐγένετο βελτίων; ἥκιστά γε, ἀλλ' οὕτως ἔκφρων ἦν καὶ μόνου τοῦ κτήσασθαι τὸν ἐρώμενον ὥστ' ἀναστὰς αὐτὸς ἧκεν ἄγων τὴν δύναμιν οἰόμενος δεῖν καὶ σώματα καὶ χρήματα ἀναλίσκειν καὶ μηδὲν τῶν εἰς τοῦτο φερόντων παραλιπεῖν πᾶσαν ταλαιπωρίαν ἀξίαν τοῦ ἄθλου νομίζων.[35] οὕτω δὲ λίαν ἐπιθυμῶν εἶχε καὶ παρασκευαῖς θαρρεῖν. πολὺς μὲν αὐτῷ πλοῦτος ἐν βασιλείοις καὶ οὗτος ἐγγύς, πολλὰ δὲ ὅπλα καὶ ῥώμη καὶ τέχνη στρατιωτική, ἅμιλλα δὲ πρὸς αὑτοὺς τῶν ἀκολουθούντων, ὅστις αὐτῷ τὸν ἐρώμενον θηράσας φέρων εἰς τὰς χεῖρας ἐνθείη.
[36] τῷ μὲν ἐπέρρει ‹πολλὰ› πολλαχόθεν καὶ ἅμα τοῖς ἡμετέροις ἐχρῆτο καὶ τῶν ἀστυγειτόνων αὐτῷ πολλοὶ παρῆσαν οἱ συνεργοὶ μισοῦντες μέν, τῷ φόβῳ δὲ αὐτὸν θεραπεύοντες, ἡμῖν δὲ καθ' ἑκάστην ἡμέραν χείρω τὰ πάντα ἐγίγνετο τῆς μὲν χώρας ἐστερημένης, τῶν πυλῶν δὲ κεκλεισμένων, τοῦ σίτου δὲ οὐκ ἀνασχομένου πολιορκίαν μακράν. οὐ γὰρ ἔφθημεν δόντες τὰς ἀποκρίσεις καὶ κατακεκλείσμεθα καὶ ὁ λιμὸς πλησίον.
[37] τί οὖν ἂν ἐκεῖνον τοῦ τείχους ἀπέστησεν; ἔρως κατεῖχεν, ἡ δύναμις συμπαρεκάλει, παρ' αὐτοῦ γε τοῦ χρόνου πολλαὶ δέδονται πολλοῖς πολιορκηθεῖσαι πόλεις. ὅλως δὲ οἴεσθε βαρεῖαν ἐκείνῳ τὴν ὑπὲρ τῶν τοιούτων γεγενῆσθαι προσεδρείαν; γένοιτο γὰρ ἄν τι πόνων ἐρῶντι κουφότερον ἐν οἷς εἰσιν ἐλπίδες κρατήσειν τῶν ἐρωμένων; ἀνιαρὸν μὲν οὖν αὐτοῖς τὸ μὴ ὑπὲρ τῶν τοιούτων ταλαιπωρεῖν καὶ δύο ἀπαλλαγὰς τοῦ πάθους ἴσασιν οἱ μανικώτεροι μόνας, ἢ ἑλεῖν ἢ ἀποθανεῖν. οἱ τύραννοι δέ, ὅσῳ μᾶλλον οἴονται προσήκειν αὑτοῖς πανταχοῦ κρατεῖν, μᾶλλον φιλονεικοῦσιν.
[38] οὐχ ἑωρᾶτε τὸν ἄνθρωπον ἄνωθεν οἷα ἔδρα περὶ τὸν νεκρὸν περιχυθεὶς καταφιλῶν, ἀκριβῶς ἕκαστον τῶν μελῶν καταθεώμενος, αἱμάττων αὑτὸν ἡδέως τοῖς τοῦ μειρακίου τραύμασιν; οὐ μικροῦ τὸ σῶμα λαβὼν ἐκόμισεν οἴκαδε; τοῦτον οὖν ἔπεισεν ἄν τι ζῶντος ἀπέχεσθαι τοῦ παιδὸς ὃν μόλις ὁ θάνατος;
[39] οὐκοῦν πᾶσα ἦν ἀνάγκη τέλος τῆς πολιορκίας γενέσθαι τὴν ἅλωσιν καὶ ἔχειν αὐτὸν οὐχ ἓν ἔτι μειράκιον, ἀλλὰ πολλοὺς μὲν ἡλικιώτας τοὐμοῦ, πολλοὺς δὲ νεωτέρους, πολλὰς δὲ γυναῖκας καὶ κόρας, ὧν τὰς μὲν αὐτὸς ἂν ὕβριζε, τὰς δὲ τοῖς δορυφόροις ἐδίδου.
[40] Ἀλλὰ θῶμεν βούλεσθαι καθελόντα τὸ τεῖχος καὶ ἑλόντα τὸ μειράκιον μηδενὸς ἂν αὐτὸν ἐφάψασθαι τῶν ἄλλων, ἀλλ' ἀπελθεῖν ἂν ὥσπερ ἑκόντων δεδωκότων φίλον καὶ σύμμαχον ἀνοικοδομήσαντα τὸ πεπτωκὸς τοῦ τείχους καὶ στεφανώσαντα τὸν δῆμον. ἀλλ' εἰ καὶ τῶν ἄλλων ἁπάντων ἔμελλε φείσεσθαι καὶ τοῦτο ἦν τις ὁ πείθων θεός, ὅτι μετὰ τὴν ἅλωσιν ἀποχρήσει τῷ νενικηκότι τὸν παῖδα μόνον ἔχειν, οὐδ' οὕτως ἦν μοι καλὸν ὁρᾶν αὐτὸν ἐπὶ τοιούτοις ἀγόμενον οὐδὲ αὐτῷ γε ἐκείνῳ ζῆν μᾶλλον ἐπὶ τοιούτοις ἢ θνήσκειν. ἔστι γὰρ καὶ ζωὴ θανάτου πικροτέρα καὶ θάνατος ζωῆς ἡδίων, ὅταν ἀπαλλαγὴν αἰσχύνης ὁ θάνατος φέρῃ.
[41] πόσοι σφᾶς αὐτοὺς ἀπέκτειναν τυραννούμενοι τοῦ μηκέτι ζῆν ἐν ἀνομίᾳ. πόσοι δ' ἑαυτοὺς κατεκρήμνισαν πολεμίων ἐπικειμένων τοῦ μὴ ἁλόντας δουλεῦσαι. ὁ δὲ ἐμὸς οὐ δουλεύσειν ἔμελλε, καίτοι καὶ τοῦτο δεινόν, ἀλλ' ἀναγκασθήσεσθαι μηκέτ' ἄρρην εἶναι, τελεῖν δὲ εἰς γυναικῶν ἀριθμὸν καὶ ἀκούσεσθαι παρὰ τῶν εὐνούχων ὅτι χθὲς μὲν εἰσῆγον αὐτῷ παλλακήν, τήμερον δὲ σὲ καλεῖ. σὺ δ' ὅπως αὐτὸν ὡς μάλιστα ἥσεις μηδὲν ὧν ἂν αἰτῇ διωθούμενος.
[42] ἐν τοιούτοις δὲ νυκτερεύων, ἀπὸ τοιούτων δὲ ἐξιών, ἀντὶ δὲ παιδείας τῆς οἴκοι μανθάνων ἃ τέρπειν τύραννον ἐπὶ τῆς εὐνῆς δύναται τί ἂν ἔπραττε τῆς ὥρας αὐτῷ παρελθούσης; αὐτοῦ διῆγεν ἂν ἀπερριμμένος; ἀλλὰ δεῦρο ἂν ἐπανῄει καλήν γε παρρησίαν ἀπὸ καλῶν τῶν ἔργων φέρων; ἐμὲ δὲ τί χρῆν ποιεῖν; ἀκολουθεῖν αὐτῷ καὶ τὸν ὑμέναιον ᾄδειν; ἀλλ' ἐνταῦθα μένοντα τοῖς παρ' αὐτοῦ φιλοτιμεῖσθαι πράγμασιν, ὡς πρὸ τῆς γυναικὸς παρὰ τῷ τυράννῳ κέκριται καὶ πάντα ὑπ' αὐτοῦ νενίκηται πρόσωπα καὶ παρὰ τίνος ἔγημεν ἂν ὕστερον, πῶς δ' ἂν παῖδας ἐνουθέτησε, τίνος δ' ἂν ἐκοινώνησεν ἑορτῆς, ποίων ἀγώνων, ποίων θυσιῶν; οὐ γὰρ καὶ τὴν προσηγορίαν ἀπολέσας ὠνομάζετ' ἂν ἀπὸ τῆς ὕβρεως; λαμπρός γε ὁ βίος μηδ' οἰκέταις ἔχειν ἀντιβλέπειν τοῖς αὑτοῦ.
[43] τί οὖν ἔδει ζῶντα ἐπιθυμεῖν θανάτου ἐξὸν θανάτῳ βίον τοιοῦτον διαφυγεῖν; νῦν μὲν ζῇ καὶ τελευτήσας, ᾄδεται γάρ, τότε δ' ἂν ἐτεθνήκει ζῶν ἄφωνος ὢν ὑφ' ὧν ἐπεπόνθει. ἐξήρπασα τὸν παῖδα τῷ ξίφει τυραννικῆς ὕβρεως, ἐπεὶ μὴ ἄλλως ἐξῆν. καὶ γὰρ εἰ λῃσταὶ διώκοντες ἐμέ τε κἀκεῖνον ἔμελλον ἐκεῖνον τοιαῦτα λαμβάνοντες ὑβρίσειν, ἐπὶ τὴν αὐτὴν ἂν ἦλθον καὶ τότε πρὶν ἁλῶναι βοήθειαν. τοιαῦτα γὰρ δεδιδάγμεθα παρὰ τῶν νόμων καὶ τῆς δημοκρατίας. οὕτως, εἰ καὶ μηδὲν τῷ κοινῷ κέρδος ἔφερεν ὁ φόνος, ὑπὲρ αὐτοῦ γε τοῦ περὶ τῶν ἐσχάτων κινδυνεύοντος ἀναγκαίως ἐπράττετο. εἰ γὰρ τρὶς ἀποθανεῖν ἐχρῆν ὑπὲρ σωφροσύνης καὶ τοῦ μὴ ταύτης ἐκπεσεῖν, οὐκ ἂν ἐλαττόνων ἐωνεῖτο τὰ μείζω;
[44] Ἀλλὰ πρὸς μὲν ταῦτα οὐδὲν ἔχουσι λέγειν, τὸ δὲ μὴ μετὰ τοῦ δήμου γεγονέναι τὸ ἔργον αἰτιῶνται. καὶ τί φησιν ἐκώλυεν εἰπόντα ὃ ποιήσεις πρὸς αὐτὸν καὶ πείσαντα οὕτως ἐπὶ τὸ ἔργον ἐλθεῖν; ὅτι πρῶτον μὲν οὐχ ὁρῶντος ἦν, ὦ ἄνδρες, τὸν κατειληφότα καιρόν. οἷον γὰρ ἦν μεταφέρειν ὑμᾶς ἀπὸ τῶν πύργων ἐπὶ τὴν ἐκκλησίαν καὶ κελεύειν καταθεμένους τὰ ὅπλα λόγων ἀκούειν καθημένους καὶ τοῖς μὲν πολεμίοις ἀφεῖναι κατασείειν τὸ τεῖχος, εἰς δὲ τὴν ὑπὲρ ἑνὸς σώματος βουλὴν ἄγειν ἐν ᾗ μακροὺς ἀνάγκη γενέσθαι τοὺς λόγους;
[45] πολλοὶ γὰρ ἂν παρῆλθον αἰτιασόμενοι, οἱ μὲν ἐμοὶ φθονοῦντες, οἱ δὲ τῷ μειρακίῳ, τοὺς δ' ἂν τὸ τῷ τυράννῳ βούλεσθαι χαρίζεσθαι μαχομένους ἀνίστη. πᾶσι δ' ἂν ἦν εὐπρόσωπος ὁ λόγος ὡς οὐκ ἔννομα ταῦτα οὐδὲ εἰωθότα. εἰ γὰρ οὐδὲ νῦν ἐπὶ πεπραγμένοις δύνανται κατέχειν αὑτούς, ἀλλὰ πείθουσι τοὺς σεσωσμένους ἀγανακτεῖν καὶ τὸ μηκέτι πολιορκεῖσθαι νομίζειν βλάβην, τίνες ἂν ἦσαν διδόντες περὶ τοῦ πράγματος γνώμην καὶ ὧν ὁ τύραννος ἐπεθύμει μήπω διεφθαρμένων;
[46] ἀλλ', εἰ δοκεῖ, δῶμεν ἐκκλησιῶν τε εἶναι τὸν τότε καιρὸν καὶ λόγων, οὐχ ὅπλων καὶ μήτε τὴν πολιορκίαν ἐμποδὼν εἶναι τούτοις μήτ' ἂν οἷς ἔλεγον ἀντειπεῖν μηδένα μήτε τῶν ἄλλων μήθ' ὅσοι νῦν κατηγοροῦσιν. ἀλλὰ καὶ οὕτως, ὦ ἄνδρες, κάλλιον ἦν ταῦτα περὶ τῶν ἐμῶν ἐψηφίσθαι. ἐκεῖνο μὲν γὰρ ‹ἂν› ἐδίδου τοῖς διαβάλλειν ὑμᾶς βουλομένοις λαβήν, ὅτι ὁ μὲν πατὴρ παρῆλθεν ἀφοσιούμενος καὶ τρόπον τινὰ τιθεὶς ὑπὲρ τοῦ παιδὸς ἱκετηρίαν, ὅπως μηδεὶς χαλεπήνειε πρὸς τοῦτον δι' ὃν πολιορκεῖται τὸ ἄστυ, ὁ δῆμος δὲ ἀπεχρήσατο τοῖς ῥήμασιν εἰς φόνον, καὶ ὁ μὲν εἶπεν· ἀποκτείνατε, ὅπως ἀκούσειε βοώντων ὅτι σώσομεν, οἱ δ' οὐκ ἐθελήσαντες εἰς τὴν διάνοιαν βλέψαι τοῦ λέγοντος ἀπὸ ψιλῶν τῶν συλλαβῶν τὸν νέον ἀπώλεσαν.
[47] ταύτας ἀνεῖλον, ὦ ἄνδρες, τὰς βλασφημίας οὐδὲ εἴασα κεῖσθαι ψήφισμα δόξαν οὐ καλὴν οἶσον ὑμῖν, ὅλον δὲ τοῦ πατρὸς ἐποίησα τὸ ἔργον. περὶ οὗ λέγειν μόνον ἀναισχύντου, ὡς μισῶν ἀπέκτεινα, τῷ δὲ δι' ἐκεῖνον πολιορκουμένῳ δήμῳ τάχ' ἄν τις τοῦτο περιῆψε. τί οὖν ἔδει με τὸν δῆμον τὸ μὲν ὠφελεῖν, τὸ δὲ βλάπτειν καὶ κακὸν ἀγαθῷ μιγνύειν ἐξὸν ἀμιγῆ τοῦ χείρονος αὐτῷ παρασχεῖν τὴν εὐεργεσίαν; πότερον δ' ἂν καὶ ἔδρασεν ὁ δῆμος; ἐπέτρεψεν ἂν κτεῖναι; τί οὖν ἠδίκηται πεπραγμένων ἅπερ ἐπῄνεσεν ἄν; ἀλλ' εἶργεν ἂν εὖ φρονεῖν τοὺς ἀντιλέγοντας νομίζων; καλῶς οὖν ἐποίησα μὴ παραδοὺς αὐτῷ τῆς καθ' αὑτοῦ ζημίας ἀφορμήν.
[48] Ἀλλὰ γὰρ δεινοί τινές εἰσιν, ὦ ἄνδρες, καὶ τοὺς τὰ τιμιώτατα ὑπὲρ τῆς πόλεως προϊεμένους ὥσπερ τοὺς προδότας ἐλαύνειν. πρὸς οὓς ὀλίγα διαλεχθεὶς καταβήσομαι. τί δεδοίκατε, ὦ βέλτιστοι; μὴ παρελθὼν ἐγὼ καὶ παραθεὶς τὴν ἐπίδοσιν τὴν ἐμαυτοῦ ταῖς εὐδοκιμηκυίαις παρ' ὑμῖν καὶ τὴν νῦν ἄδειαν τοῖς ἐκ τῆς πολιορκίας φόβοις σίτησιν ἢ χαλκῆν εἰκόνα ἢ στέφανον παρὰ τῶν πολιτῶν αἰτήσω; ἀλλὰ μάταιος ὑμῖν οὗτος ὁ φόβος. οὐ γὰρ οὕτως ἀναίσθητος ἐγὼ τῆς ἐμαυτοῦ τύχης ὥστ' ἐπὶ τοῦ βήματος ἔτι φαίνεσθαι τὸν τάφον ἀφεὶς καὶ μεμνῆσθαι δωρεῶν ᾧ τὸ ζῆν ἀνιαρόν.
[49] ἀλλὰ μὴ σιγῶντος ἐμοῦ παρὰ τῶν τἀμὰ θαυμαζόντων γένηται καὶ γράψῃ τις παρελθὼν ὑπὲρ ἐμοῦ ταῦτα ἃ οὐκ ἄν ποτε αὐτὸς ὑπὲρ ἐμαυτοῦ; ἀλλὰ θαρρεῖτε, ὦ βέλτιστοι, θαρρεῖτε. καὶ γὰρ ἂν ἅπαντα ὁ δῆμος ὁμοῦ διδῷ, τὸν ληψόμενον οὐχ εὑρήσει. μὴ γὰρ φανείη τι τερπνὸν ἐμοὶ μηδὲν ἔτι πλὴν θανάτου.
[50] οὐ δεδοίκατε, πρὸς τῶν θεῶν, μὴ τῷ τὰ τοιαῦτα ποιεῖν δόξητε πρὸς τὸν τύραννον βλέπειν καὶ τἀκείνου θεραπεύειν καὶ τῆς δυστυχοῦς ὥρας τοῦ μειρακίου αὐτοὶ μηνυταὶ γεγενῆσθαι καὶ νῦν ἐκεῖνον παραμυθεῖσθαι τῷ πράγματα ἐμοὶ παρέχειν; τί βούλεσθε πλέον ὑμῖν γενέσθαι; ἀπολώλεκα τὸν υἱὸν ἐκεῖνον τὸν καλόν, ἀπολώλεκα. οὐκέτ' αὐτὸν εἰς διδασκαλεῖον ὄψεται βαδίζοντα οὐδείς, οὐκέτ' ἐκεῖθεν ἀναστρέφοντα, οὐκέτ' ἐν παλαίστραις, οὐκέτ' ἐν γυμνασίοις. ὁ εὔπαις ἐκεῖνος, ὁ μακάριος ἐγὼ κεῖμαι, πέπτωκα. τὸν τάφον τοῦ παιδὸς ἀντὶ τοῦ παιδὸς ἔχω.
[51] ἀλλ' οὐκ ἀρκεῖ ταῦτα οὔθ' ὑμῖν οὔτε τῷ τυράννῳ, δεῖ δέ με πάντως ἀποθανεῖν; καλῶς. τί οὖν δεῖ κατηγορίας; τί δὲ ψήφου; τί δὲ συκοφαντίας; γράψατε παρελθόντες ἐκδοῦναί με τῷ τῶν καλῶν ἐραστῇ. οὐδὲν ἀντερῶ οὐδὲ φθέγξομαι οὐδ' ἐχθροὺς ὑμᾶς, ἀλλ' ἐπιτηδείους ἡγήσομαι διδόντας με ἀνθρώπῳ παρ' ᾧ τάχιστα ἀποθανεῖν ἀνάγκη. ὡς πονηρὸν δὲ καὶ ὠμὸν καὶ ἄδικον εἰς τὸν ἐμαυτοῦ παῖδα γεγενημένον μή με ἀποκτείνητε, ὦ ἄνδρες, μηδὲ ποιήσητε χείρους ἐμοῦ τοὺς ἄλλους πατέρας, εἴ ποτε, ὃ μὴ γένοιτο, καιρὸς ἔλθοι τὴν ἴσην ἀπαιτῶν μεγαλοψυχίαν.
[52] ταυτὶ δὲ ἀπεύχεσθαι μὲν χρή, προσδοκᾶν δὲ τοὺς εὖ φρονοῦντας, ἐπεὶ κἀν τοῖς οὖσιν ὑμῖν παιδίοις ὁρῶ τινας ἐπαγγελλομένους κάλλος οἷον πάλιν κινῆσαι τὸν τύραννον. ἂν οὖν ὁ μὲν καὶ ὁρμᾷ καὶ πρεσβεύηται τὰ τοιαῦτα αἰτῶν καὶ ἀπειλῶν, ὑμεῖς δὲ αἱρῆσθε πολεμεῖν καὶ πολιορκεῖσθαι, πῶς οὐ δεῖ τοὺς ὁμοίως ἐμοὶ τὰ δεινὰ λύσοντας ἔχειν; τούτου δ' ἂν ἐπιτυγχάνοιτε, ἐὰν τὸν πρῶτον πεποιηκότα μηδὲν ἠδικηκέναι ψηφίσησθε.
[53] καὶ πρὸς θεῶν, ὦ πατέρες παίδων ὡραίων, ἢν αὖθις ἀφ' ὁμοίας αἰτίας ἐπέλθῃ πόλεμος καὶ ὁ λόγος ᾖ περὶ τῶν ὅλων τῇ πόλει, μηδὲν ὑμῖν φαινέσθω κακὸν ὃ δύναιτ' ἂν τοῦτο παῦσαι τὸ κακόν, ἀλλ' ἀκολουθήσατε γενναίως τῷ παραδείγματι κόσμον καὶ ὑμῶν αὐτῶν καὶ τῶν ἀπιόντων παίδων τὴν τοιαύτην ἡγούμενοι τελευτὴν καὶ μὴ τοὺς συκοφαντοῦντας δείσητε μᾶλλον ἢ ἃ παθεῖν ἀνάγκη τήν τε πόλιν καὶ τοὺς ἡττηθέντας ὑπὸ τῶν νενικηκότων.
[54] κακῶς τις ὑμᾶς ἐρεῖ τῶν πολιτῶν; ἀλλ' ἡ πόλις ἅπασα θαυμάσεται, μᾶλλον δὲ ἅπασα δημοκρατουμένη πόλις. οὐκ ὄψεσθε τοὺς υἱεῖς; ἀλλὰ τοῖς περὶ αὐτῶν συνέσεσθε λόγοις, οἵων καὶ αὐτὸς ἀκούω νῦν ὑπὸ τῶν χρηστῶν καὶ δικαίων εἶναι βουλομένων πολιτῶν.
[55] Τί οὖν; ὦ κακῶς ἐρῶν τύραννε, ὦ τῆς φύσεως ἀλιτήριε, παῦσαι τοιαῦτα κωμάζων, δεῖσον θεούς, φοβήθητι ψόγον. οὐ καταγελάσεις τῆς τοῦ διὰ σὲ πεσόντος μειρακίου ψυχῆς, ἣ νῦν, ὡς εἰκός, μετὰ τῶν τὰς αὑτῶν πατρίδας ῥυσαμένων ταῖς αὑτῶν σφαγαῖς συνδιαιτᾶται.
[56] Ὦ παῖ, τὴν μὲν ἐπιμέλειαν οἶσθα τὴν ἐμὴν μεθ' ἧς ἐτράφης, μεθ' ἧς ἐπαιδεύθης καὶ ὡς, ὁπότε ἀρρωστοίης, ἐδεόμην τῶν θεῶν ἐπ' ἐμὲ μετενεγκεῖν τὴν νόσον, πολέμου δὲ ἐκ τῆς σῆς ἰδέας περιστάντος τὴν πόλιν καὶ τοῦ καιροῦ σοι ζῆν οὐκ ἐπιτρέποντος οἴχῃ μέν, οὐκ ἀδόξως δέ, ἀλλ' ἐμὲ μὲν ἐν θρήνοις καταλέλοιπας, σαυτοῦ δὲ τοὔνομα ἐν ᾠδαῖς οὕτω μὲν ἀνδρείως ὑπακούσας τοῖς ἀναγκαίοις, οὕτω δὲ αὐτὸς ὀκνοῦντα τὸν πατέρα ἐπεγείρας.
[57] ὡς γὰρ ᾔσθετο, ὦ ἄνδρες, τὰ πράγματα ἡμᾶς ἐπὶ τοῦτο ἄγοντα, ἐρῶ γάρ, κἂν ἀπιστῶσί τινες, ὡς εἶδεν ἀφεστηκότα με καὶ ὠχριῶντα καὶ δακρύοντα καὶ τὴν χεῖρα τρέμουσαν, τὸ θαυμάσιον ἐκεῖνο καὶ πάσης τιμῆς ἄξιον ἐφθέγξατο· μὴ μέλλε, πάτερ. λύε ταχέως τὴν πολιορκίαν. ἐγὼ δὲ ἕξω καλὸν τὴν σωφροσύνην ἐντάφιον.
[58] Τοιοῦτοι περὶ ὑμᾶς, ὦ ἄνδρες, γεγενήμεθα. καὶ τοιαύτη μὲν ἡμῖν ἡ τύχη, τοιαύτη δὲ ἡ γνώμη. εἰ δ' ὑμῖν οὕτως ἀπολελογημένος ἄξιος εἶναι θανάτου δοκῶ, κατάγνωτε. ἐγὼ δὲ οὐδ' οὕτως ἐμαυτὸν καταμέμψομαι.