[1] Περὶ μὲν οὖν δένδρων καὶ θάμνων εἴρηται πρότερον· ἑπόμενον δ' εἰπεῖν περί τε τῶν φρυγανικῶν καὶ ποιωδῶν καὶ εἴ τινες ἐν τούτοις ἕτεραι συμπεριλαμβάνονται φύσεις· οἷον ἥ γε σιτηρὰ ποιώδης ἐστί.
Πρῶτον δὲ λέγωμεν περὶ τῆς φρυγανικῆς· αὕτη γὰρ ἐγγυτέρω τῶν προειρημένων διὰ τὸ ξυλώδης εἶναι. πανταχοῦ μὲν οὖν ἴσως αἰεὶ τὸ ἄγριον τοῦ ἡμέρου πλεῖον, εἰ δὲ μή, περί γε τὴν φρυγανικὴν οὐσίαν· ὀλίγον γὰρ τὸ ἥμερον αὐτῆς, ὅπερ σχεδὸν ἐν τοῖς στεφανωτικοῖς ἐστιν, οἷον ῥοδωνία ἰωνία διόσανθος ἀμάρακος ἡμεροκαλλές, ἔτι δὲ ἕρπυλλος σισύμβριον ἑλένιον ἀβρότονον. ἅπαντα γὰρ ταῦτα ξυλώδη καὶ μικρόφυλλα, δι' [2] ὃ καὶ φρυγανικά. καὶ ἐπὶ τῶν λαχανηρῶν δ' ὁμοίως, οἷον ῥάφανος πήγανον καὶ ὅσα παραπλήσια τούτοις ἐστίν. ὑπὲρ ὧν οὐχ ἧττον ἴσως ἁρμόττει κατὰ τὴν οἰκείαν προσηγορίαν εἰπεῖν, ὅταν περὶ στεφανωμάτων καὶ λαχάνων ποιώμεθα μνείαν. νῦν δὲ πρῶτον περὶ τῶν ἀγρίων λέγωμεν. ἔστιν αὐτῶν εἴδη καὶ μέρη πλείω, ἃ δεῖ διαιρεῖν καὶ τοῖς καθ' ἕκαστον γένος καὶ τοῖς ὅλοις εἴδεσι.
Μεγίστην δ' ἄν τις λάβοι διαφορὰν τῶν ὅλων γενῶν, ὅτι τὰ μὲν ἀνάκανθα τὰ δὲ ἀκανθώδη τυγχάνει. πάλιν δ' ἐν ἑκατέρῳ τούτων πολλαὶ διαφοραὶ γενῶν καὶ εἰδῶν, ὑπὲρ ὧν καθ' ἑκάτερα πειρατέον εἰπεῖν.
[3] Τῶν ἀκανθικῶν δὴ τὰ μὲν ἁπλῶς εἰσιν ἄκανθαι, ὥσπερ ἀσφάραγος καὶ σκορπίος· οὐ γὰρ ἔχουσι φύλλον οὐδὲν παρὰ τὴν ἄκανθαν. τὰ δὲ φυλλάκανθα, καθάπερ ἄκανος ἠρύγγιον κνῆκος· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐπὶ τῶν φύλλων ἔχει τὴν ἄκανθαν, δι' ὃ καὶ φυλλάκανθα καλεῖται. τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἕτερον ἔχει φύλλον, ὥσπερ ἡ ὀνωνὶς καὶ ὁ τρίβολος καὶ ὁ φέως, ὃν δή τινες καλοῦσι στοιβήν. ὁ δὲ τρίβολος καὶ περικαρπιάκανθός ἐστιν· ἔχει γὰρ ἀκάνθας ἐν τῷ περικαρπίῳ, δι' ὃ καὶ τοῦτο ἴδιον πρὸς ἅπαντα ὡς εἰπεῖν· ἐπεὶ πτορθάκανθά γε πολλὰ καὶ τῶν δένδρων καὶ τῶν θαμνωδῶν ἐστιν, οἷον ἀχρὰς ῥόα παλίουρος βάτος ῥοδωνία κάππαρις. ἐν μὲν οὖν τοῖς ἀκανθικοῖς ταύτας ἄν τις ὡς εἰπεῖν τύπῳ λάβοι τὰς διαφοράς.
[4] Ἐν δὲ τοῖς ἀνακάνθοις οὐκ ἔστιν οὕτως διαλαβεῖν τοῖς γένεσιν· ἡ γὰρ τῶν φύλλων ἀνωμαλία μεγέθει καὶ μικρότητι καὶ σχήμασιν ἄπειρος καὶ ἀσαφής· ἀλλὰ δεῖ πειρᾶσθαι κατ' ἄλλον τρόπον διαιρεῖν. πλείω δέ ἐστι τὰ γένη τὰ τούτων καὶ διαφορὰς ἔχοντα μεγάλας, οἷον κίσθος μήλωθρον ἐρευθεδανὸν σπειραία κνέωρον ὀρίγανος θύμβρα σφάκος ἐλελίσφακος πράσιον κόνυζα μελισσόφυλλον ἕτερα τοιαῦτα· πρὸς τούτοις ἔτι τὰ ναρθηκώδη καὶ ἐννευρόκαυλα, καθάπερ μάραθον ἱππομάραθον ναρθηκία νάρθηξ καὶ τὸ καλούμενον ὑπό τινων μυοφόνον καὶ ὅσα ὅμοια τούτοις. ἅπαντα γὰρ ἄν τις καὶ ταῦτα καὶ ὅλως εἴ τι ναρθηκῶδές ἐστι τῆς φρυγανικῆς θείη φύσεως.
[2]
[1] Εἴδη δὲ καὶ διαφοραὶ καθ' ἕκαστον τῶν εἰρημένων εἰσὶ τῶν μὲν φανερώτεραι τῶν δὲ ἀφανέστεραι. καὶ γὰρ κίσθου δύο γένη διαιροῦσι, τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, τῷ τὸ μὲν μεῖζον καὶ σκληρότερον καὶ λιπαρώτερον εἶναι καὶ τὸ ἄνθος ἐπιπορφυρίζον· ἄμφω δὲ ὅμοια τοῖς ἀγρίοις ῥόδοις, πλὴν ἐλάττω καὶ ἄοσμα.
[2] Δύο δὲ εἴδη καὶ τοῦ κνεώρου· ὁ μὲν γὰρ λευκὸς ὁ δὲ μέλας. ἔχει δὲ ὁ μὲν λευκὸς τὸ φύλλον δερματῶδες πρόμηκες ὁμοιόσχημον τρόπον τινὰ τῇ ἐλάᾳ, ὁ δὲ μέλας οἷον ἡ μυρίκη σαρκῶδες· ἐπίγειος δὲ μᾶλλον ὁ λευκός· ἔστι δὲ ὀσμώδης, ὁ δὲ μέλας ἄοσμος. τὴν δὲ ῥίζαν τὴν εἰς βάθος ἄμφω μεγάλην ἔχουσι καὶ τοὺς ἀκρεμόνας πολλοὺς καὶ παχεῖς καὶ ξυλώδεις ἀπ' αὐτῆς τῆς γῆς ἢ μικρὸν ἄνω σχιζομένους, ξυλωδεστάτην δέ. γλίσχρον δὲ σφόδρα, δι' ὃ καὶ χρῶνται πρὸς τὸ καταδεῖν καὶ περιλαμβάνειν, ὥσπερ τῷ οἴσῳ. βλαστάνει δὲ καὶ ἀνθεῖ μετ' ἰσημερίαν μετοπωρινὴν καὶ ἀνθεῖ πολὺν χρόνον.
[3] Καὶ τῆς ὀριγάνου δὲ ἡ μέλαινα ἄκαρπος ἡ δὲ λευκὴ κάρπιμος. καὶ θύμον τὸ μὲν λευκὸν τὸ δὲ μέλαν εὐανθὲς δὲ σφόδρα· περὶ τροπὰς γὰρ ἀνθεῖ θερινάς. ἀφ' οὗ καὶ ἡ μέλιττα λαμβάνει τὸ μέλι, καὶ τούτῳ φασὶν οἱ μελιττουργοὶ δῆλον εἶναι πότερον εὐμελιτοῦσι ἢ οὔ· καλῶς γὰρ ἀπανθήσαντος εὐμελιτεῖν· βλάπτει δὲ καὶ ἀπόλλυσι τὴν ἄνθησιν ἐὰν ὕδωρ ἐπιγένηται.
Σπέρμα δὲ κάρπιμον ἡ μὲν θύμβρα καὶ ἔτι μᾶλλον ἡ ὀρίγανος ἔχει φανερόν, τοῦ θύμου δ' οὐκ ἔστι λαβεῖν, ἀλλ' ἐν τῷ ἄνθει πως ἀναμέμικται· σπείρουσι γὰρ τοῦτο καὶ ἀναβλαστάνει.
[4] ζητοῦσι δὲ καὶ λαμβάνουσιν οἱ ἐξάγειν Ἀθήνῃσι βουλόμενοι τὸ γένος. ἴδιον δὲ ἔχει καὶ πρὸς ταῦτα καὶ σχεδὸν πρὸς τὰ ἄλλα τὸ κατὰ τοὺς τόπους· οὐ γάρ φασι δύνασθαι φύεσθαι καὶ λαμβάνειν ὅπου μὴ ἀναπνοὴ διϊκνεῖται ἡ ἀπὸ τῆς θαλάττης· δι' ὃ οὐδ' ἐν Ἀρκαδίᾳ γίνεται· θύμβρα δὲ καὶ ὀρίγανος καὶ τὰ τοιαῦτα πολλὰ καὶ πολλαχοῦ. παραπλήσιον οὖν τὸ συμβαῖνον τοῦτο καὶ ἐπὶ τῆς ἐλάας· οὐδὲ γὰρ οὐδ' ἐκείνη δοκεῖ τριακοσίων σταδίων ἀπὸ θαλάττης ἐπάνω φύεσθαι.
[5] Σφάκος δὲ καὶ ἐλελίσφακος διαφέρουσιν ὡσὰν τὸ μὲν ἥμερον τὸ δὲ ἄγριον· λειότερον γὰρ τὸ φύλλον τοῦ σφάκου καὶ ἔλαττον καὶ αὐχμηρότερον, τὸ δὲ τοῦ ἐλελισφάκου τραχύτερον.
Δύο δὲ γένη καὶ τοῦ πρασίου· τὸ μὲν γὰρ ἔχει ποῶδες τὸ φύλλον καὶ μᾶλλον ἐπικεχαραγμένον, ἔτι δὲ τὰς ἐντομὰς ἐνδήλους σφόδρα καὶ βαθείας, ᾧ καὶ οἱ φαρμακοπῶλαι χρῶνται πρὸς ἔνια· τὸ δὲ ἕτερον στρογγυλότερον καὶ αὐχμῶδες σφόδρα, καθάπερ τοῦ σφάκου, καὶ τὰς ἐντομὰς ἀμαυροτέρας ἔχον καὶ ἐπικεχαραγμένον ἧττον.
[6] Κονύζης δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. διαφορὰς δὲ ἔχει καθάπερ τὰ ἄλλα τὰ οὕτω διαιρούμενα· τὸ μὲν γὰρ θῆλυ λεπτοφυλλότερον καὶ ξυνεστηκὸς μᾶλλον καὶ τὸ ὅλον ἔλαττον, τὸ δὲ ἄρρεν μεῖζόν τε καὶ παχυκαυλότερον καὶ πολυκλωνότερον καὶ τὸ φύλλον μεῖζον καὶ λιπαρώτερον ἔχον, ἔτι δὲ τὸ ἄνθος λαμπρότερον. καρποφόρα δὲ ἄμφω· τὸ δὲ ὅλον ὀψιβλαστεῖ καὶ ὀψιανθεῖ περὶ Ἀρκτοῦρον καὶ μετ' Ἀρκτοῦρον λαμβάνει. βαρεῖα δὲ ἡ ὀσμὴ τοῦ ἄρρενος, ἡ δὲ τῆς θηλείας δριμυτέρα, δι' ὃ καὶ πρὸς τὰ θηρία χρησίμη.
Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα ὥσπερ διαφέροντα. πάλιν δὲ ἄλλα μονοειδῆ τυγχάνοντα καὶ τῶν πρότερον εἰρημένων καὶ ἕτερα παρὰ ταῦτα· πλείω γάρ ἐστι.
[7] Τὸ δὲ ναρθηκῶδες, καὶ γὰρ καὶ τοῦτο τῶν φρυγανικῶν, πολλὰς περιείληφεν ἰδέας· ἐν οἷς πρῶτον ὑπὲρ τοῦ κοινοῦ πᾶσι λεκτέον, ὑπὲρ νάρθηκός τε καὶ ναρθηκίας, εἴτε τὸ αὐτὸ γένος ἐστὶν ἀμφοῖν διαφέρον δὲ κατὰ μέγεθος, εἴτε καὶ ἕτερον ὥσπερ τινές φασιν. ἡ δ' οὖν φανερὰ φύσις ἀμφοῖν ὁμοία πλὴν κατὰ τὸ μέγεθος· ὁ μὲν γὰρ νάρθηξ γίνεται μέγας σφόδρα ἡ δὲ ναρθηκία μικρά. μονόκαυλα δ' ἄμφω καὶ γονατώδη, ἀφ' ὧν τά τε φύλλα βλαστάνει καὶ καυλοί [8] τινες μικροί· βλαστάνει δὲ παραλλὰξ τὰ φύλλα· λέγω δὲ παραλλὰξ ὅτι οὐκ ἐκ τοῦ αὐτοῦ μέρους τῶν γονάτων ἀλλ' ἐναλλάξ· περιειληφότα δὲ τὸν καυλὸν ἐπὶ πολύ, καθάπερ τὰ τοῦ καλάμου, πλὴν ἀποκεκλιμένα ταῦτα μᾶλλον διὰ τὴν μαλακότητα καὶ τὸ μέγεθος· μέγα γὰρ τὸ φύλλον καὶ μαλακὸν καὶ πολυσχιδές, ὥστε εἶναι σχεδὸν τριχῶδες· ἔχει δὲ μέγιστα τὰ κάτω πρὸς τὴν γῆν καὶ ἀεὶ κατὰ λόγον. ἄνθος δὲ μηλινοειδὲς ἀμαυρόν, καρπὸν δὲ παρόμοιον τῷ ἀνήθῳ πλὴν μείζω. ἐξ ἄκρου δὲ σχίζεται καὶ ἔχει τινὰς οὐ μεγάλους καυλούς· ἐνταῦθα δὲ τό τε ἄνθος καὶ ὁ καρπός. ἔχει δὲ καὶ ἄνθος καὶ καρπὸν καὶ ἐν τοῖς παρακαυλίζουσι δι' ὅλου, καθάπερ τὸ ἄνηθον. ἐπετειόκαυλον δέ, καὶ ἡ βλάστησις τοῦ ἦρος πρῶτον μὲν τῶν φύλλων ἔπειτα τοῦ καυλοῦ, καθάπερ τῶν ἄλλων. ῥίζαν δὲ ἔχει βαθεῖαν, ἔστι δὲ μονόρριζον. ὁ μὲν οὖν νάρθηξ τοιοῦτος.
[9] Τῶν δ' ἄλλων τὰ μὲν ὁμοιότερα τούτῳ τὸν καυλὸν ἔχει ‹κοῖλον›, καθάπερ ὁ μανδραγόρας καὶ τὸ κώνειον καὶ ὁ ἐλλέβορος καὶ ὁ ἀνθέρικος· τὰ δ' οἷον ἐννευρόκαυλα τυγχάνει, καθάπερ μάραθον μυοφόνον τὰ ὅμοια τούτοις. ἴδιος δὲ ὁ καρπὸς τοῦ μανδραγόρου τῷ μέλας τε καὶ ῥαγώδης καὶ οἰνώδης εἶναι τῷ χυμῷ.
[3]
[1] Μέγισται δὲ καὶ ἰδιώταται φύσεις ἥ τε τοῦ σιλφίου καὶ ἡ τοῦ παπύρου ἐν Αἰγύπτῳ· ναρθηκώδη γὰρ καὶ ταῦτά ἐστιν· ὑπὲρ ὧν τοῦ μὲν παπύρου πρότερον εἴπομεν ἐν τοῖς ἐνύδροις, ὑπὲρ θατέρου δὲ νῦν λεκτέον.
Τὸ δὲ σίλφιον ἔχει ῥίζαν μὲν πολλὴν καὶ παχεῖαν, τὸν δὲ καυλὸν ἡλίκον νάρθηξ, σχεδὸν δὲ καὶ τῷ πάχει παραπλήσιον, τὸ δὲ φύλλον, ὃ καλοῦσι μάσπετον, ὅμοιον τῷ σελίνῳ· σπέρμα δ' ἔχει πλατύ, οἷον φυλλῶδες, τὸ λεγόμενον φύλλον. ἐπετειόκαυλον δ' ἐστίν, ὥσπερ ὁ νάρθηξ. ἅμα μὲν οὖν τῷ ἦρι τὸ μάσπετον τοῦτο ἀφίησιν, ὃ καθαίρει τὰ πρόβατα καὶ παχύνει σφόδρα καὶ τὰ κρέα θαυμαστὰ ποιεῖ τῇ ἡδονῇ· μετὰ δὲ ταῦτα καυλόν, ‹ὃν› ἐσθίεσθαι πάντα τρόπον ἑφθὸν ὀπτόν, καθαίρειν δὲ καὶ τοῦτόν φασι τὰ σώματα [2] τετταράκοντα ἡμέραις. ὀπὸν δὲ διττὸν ἔχει, τὸν μὲν ἀπὸ τοῦ καυλοῦ τὸν δὲ ἀπὸ τῆς ῥίζης, δι' ὃ καλοῦσι τὸν μὲν καυλίαν τὸν δὲ ῥιζίαν. ἡ δὲ ῥίζα τὸν φλοιὸν ἔχει μέλανα, καὶ τοῦτον περιαιροῦσιν. ἔστι δὲ ὥσπερ μέταλλα τῶν ῥιζοτομιῶν αὐτοῖς, ἐξ ὧν ὁπόσον ἂν δοκῇ συμφέρειν ταμιευόμενοι πρὸς τὰς τομὰς καὶ τὸ προϋπάρχον τέμνουσιν· οὐκ ἔξεστι γὰρ οὔτε παρατέμνειν οὔτε πλεῖον τῶν τεταγμένων· καὶ γὰρ διαφθείρεται καὶ σήπεται τὸ ἀργὸν ἐὰν χρονίζῃ. κατεργάζονται δὲ ἄγοντες εἰς τὸν Πειραιᾶ τόνδε τὸν τρόπον· ὅταν βάλωσι εἰς ἀγγεῖα καὶ ἄλευρα μίξωσι, σείουσι χρόνον συχνόν, ὅθεν καὶ τὸ χρῶμα λαμβάνει καὶ ἐργασθὲν ἄσηπτον ἤδη διαμένει. τὰ μὲν οὖν κατὰ τὴν ἐργασίαν καὶ τομὴν οὕτως ἔχει.
[3] Τόπον δὲ πολὺν ἐπέχει τῆς Λιβύης· πλείω γάρ φασιν ἢ τετρακισχίλια στάδια· πλεῖστα δὲ γίνεσθαι περὶ τὴν σύρτιν ἀπὸ τῶν Εὐεσπερίδων. ἴδιον δὲ τὸ φεύγειν τὴν ἐργαζομένην καὶ ἀεὶ συνεργαζομένης καὶ συνημερουμένης ἐξαναχωρεῖν, ὡς οὐ δεομένου δῆλον ὅτι θεραπείας ἀλλ' ὄντος ἀγρίου. φασὶ δ' οἱ Κυρηναῖοι φανῆναι τὸ σίλφιον ἔτεσι πρότερον ἢ αὐτοὶ τὴν πόλιν ᾤκησαν ἑπτά· οἰκοῦσι δὲ μάλιστα περὶ τριακόσια εἰς Σιμωνίδην ἄρχοντα Ἀθήνῃσιν.
[4] Οἱ μὲν οὖν οὕτω λέγουσιν. οἱ δὲ τοῦ σιλφίου τὴν ῥίζαν φασὶ γίνεσθαι πηχυαίαν ἢ μικρῷ μείζω. ταύτην δὲ ἔχειν ἐπὶ τοῦ μέσου κεφαλήν, ὃ καὶ μετεωρότατόν ἐστι καὶ σχεδὸν ὑπὲρ γῆς, καλεῖσθαι δὲ γάλα· ἐξ ἧς δὴ φύεσθαι μετὰ ταῦτα καὶ τὸν καυλόν, ἐκ δὲ τούτου μαγύδαριν τὸ καὶ καλούμενον φύλλον· τοῦτο δ' εἶναι σπέρμα· καὶ ὅταν νότος λαμπρὸς πνεύσῃ μετὰ Κύνα διαρρίπτεσθαι, ἐξ οὗ φύεσθαι τὸ σίλφιον. τῷ αὐτῷ δὲ ἔτει τήν τε ῥίζαν γίνεσθαι καὶ τὸν καυλόν· οὐθὲν δὲ τοῦτο ἴδιον, καὶ γὰρ ἐπ' ἄλλων, εἰ μὴ τοῦτο λέγουσιν ὅτι εὐθὺς φύεται μετὰ τὴν διάρριψιν.
[5] Καὶ τοῦτο ἴδιον καὶ διάφορον τοῖς πρότερον, ὅτι φασὶ δεῖν ὀρύττειν ἐπέτειον· ἐὰν δὲ ἐαθῇ, φέρειν μὲν τὸ σπέρμα καὶ τὸν καυλόν, χείρω δὲ γίνεσθαι καὶ ταῦτα καὶ τὴν ῥίζαν, ὀρυττομένας δὲ βελτίους γίνεσθαι διὰ τὸ μεταβάλλεσθαι τὴν γῆν. ἐναντίον δὲ τοῦτο τῷ φεύγειν τὴν ἐργάσιμον. ἐσθίεσθαι καὶ τὰς ῥίζας προσφάτους κατατεμνομένας εἰς ὄξος. τὸ δὲ φύλλον τῇ χροιᾷ χρυσοειδὲς [6] εἶναι. ἐναντίον δὲ καὶ τὸ μὴ καθαίρεσθαι τὰ πρόβατα τὸ φύλλον ἐσθίοντα· φασὶ γὰρ καὶ τοῦ ἦρος καὶ τοῦ χειμῶνος εἰς ὄρος ἀφιέναι, νέμεσθαι δὲ τοῦτό τε καὶ ἕτερον ὅμοιον ἀβροτόνῳ· θερμαντικὰ δ' ἄμφω δοκεῖ εἶναι καὶ κάθαρσιν μὲν οὐ ποιεῖν, ἀναξηραίνειν δὲ καὶ συμπέττειν· ἐὰν δέ τι νοσοῦν ἢ κακῶς ἔχον εἰσέλθῃ πρόβατον, ὑγιάζεσθαι ταχέως ἢ ἀποθνήσκειν, ὡς δ' ἐπὶ τὸ πολὺ σώζεσθαι μᾶλλον. ταῦτα μὲν ὁποτέρως ἔχει σκεπτέον.
[7] Ἡ δὲ καλουμένη μαγύδαρις ἕτερόν ἐστι τοῦ σιλφίου μανότερόν τε καὶ ἧττον δριμὺ καὶ τὸν ὀπὸν οὐκ ἔχει· διάδηλος δέ ἐστι καὶ τῇ ὄψει τοῖς ἐμπείροις. γίνεται δὲ περὶ Συρίαν καὶ οὐκ ἐν Κυρήνῃ· φασὶ δὲ καὶ ἐν τῷ Παρνασίῳ ὄρει πολλήν· ἔνιοι δὲ σίλφιον τοῦτο καλοῦσιν. εἰ δὲ φεύγει τὴν ἐργάσιμον ὥσπερ τὸ σίλφιον σκεπτέον, ὡσαύτως δὲ καὶ εἴ τι ὅμοιον ἢ παραπλήσιον ἔχει φύλλου τε πέρι καὶ καυλοῦ, καὶ εἰ ὅλως ἀφίησί τι δάκρυον. τὴν μὲν οὖν ναρθηκώδη [καὶ ὅλως τὴν ἀκανθώδη] φύσιν ἐν τοῖς τοιούτοις θεωρητέον.
[4]
[1] Τῆς δ' ἀκανθικῆς, ἑπόμενον γὰρ τοῦτο εἰπεῖν, ἐπειδὴ διῄρηται τὸ μὲν ἀκανθῶδες ὅλως τὸ δὲ φυλλάκανθον, ὑπὲρ ἑκατέρου χώρις λεκτέον, καὶ τρίτου δὴ περὶ τοῦ καὶ παρὰ τὴν ἄκανθαν ἔχοντος φύλλον, ὥσπερ ὅ τε φέως καὶ ὁ τρίβολος. καὶ ἡ κάππαρις ἴδιον ἔχει τὸ μὴ μόνον τὴν ἐκ τῶν καυλῶν ἄκανθαν ἔχειν ἀλλὰ καὶ τὸ φύλλον ἐπακανθίζον. τῶν δὲ διῃρημένων εἰδῶν πλεῖστον μέν ἐστι τὸ φυλλάκανθον, ἐλάχιστον δὲ ὡς εἰπεῖν τὸ ἀκανθῶδες ὅλως. βραχὺ γάρ τι πάμπαν ἐστίν, ὥσπερ ἐλέχθη, καὶ σχεδὸν οὐ ῥᾴδιον λαβεῖν παρά τε τὸν ἀσφάραγον καὶ τὸν σκορπίον.
[2] Ἀμφότερα δὲ ταῦτα ἀνθεῖ μετὰ ἰσημερίαν φθινοπωρινήν. ὁ μὲν σκορπίος ἐν τῷ σαρκώδει τῷ ἐποιδοῦντι τῷ ὑπὸ τὸ ἄκρον τῆς ἀκάνθης ἔχων τὸ ἄνθος ἐξ ἀρχῆς μὲν λευκὸν ὕστερον δ' ἐπιπορφυρίζον. ὁ δὲ ἀσφάραγος ἐκφύων παρὰ τὰς ἀκάνθας κορυνῶδες μικρόν, ἐκ τούτου δέ ἐστι τὸ ἄνθος μικρόν. ὁ δὲ σκορπίος μονόρριζον καὶ βαθύρριζον, ὁ δὲ ἀσφάραγος βαθύρριζόν τε εὖ μάλα καὶ πολύρριζον πυκναῖς ταῖς ῥίζαις, ὥστε τὸ ἄνω συνεχὲς εἶναι αὐτῶν, ἀφ' οὗ καὶ αἱ βλαστήσεις αὐτῶν τῶν καυλῶν· ἀναβλαστάνει δὲ ὁ καυλὸς ἐκ τῆς ἀσφαραγιᾶς τοῦ ἦρος καὶ ἐδώδιμός ἐστιν· εἶθ' οὕτως ἀποτραχύνεται καὶ ἐξακανθοῦται προϊούσης τῆς ὥρας· ἡ δὲ ἄνθησις οὐκ ἐκ τούτου μόνον ἀλλὰ καὶ ἐκ τῶν πρότερον· οὐ γὰρ ἐπετειόκαυλόν ἐστι. τὰ μὲν οὖν ὅλως ἀκανθώδη τοιαύτην τινὰ ἔχει φύσιν.
[3] Τῶν δὲ φυλλακάνθων τὸ πλεῖστον γένος ὡς ἁπλῶς εἰπεῖν ἀκανῶδες τυγχάνει· λέγω δὲ τὸ ἀκανῶδες, ὅτι τὸ κύημα καὶ ἐν ᾧ τὸ ἄνθος ἢ καὶ ὁ καρπὸς ἄκανος ἢ ἀκανῶδες πάντων ἐστί. διαφορὰν δὲ ἔχει ἐν ἑαυτῷ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι καὶ πλήθει καὶ ὀλιγότητι τῶν ἀκανθῶν καὶ τῶν ἄλλων. ἔξω γὰρ ὀλίγων πάνυ, καθάπερ τοῦ στρουθίου τε καὶ τοῦ σόγκου καὶ εἴ τινων ἑτέρων, τὰ λοιπὰ πάντα ὡς εἰπεῖν τοιαύτην ἔχει τὴν φύσιν· ἐπεὶ καὶ ὁ σόγκος τήν γε φύσιν ἀκανθώδη ἔχει, τὸ δὲ σπερματικὸν οὐχ ὅμοιον· ἀλλὰ τά γε τοιαῦτα πάντα οἷον ἄκορνα λευκάκανθα χάλκειος κνῆκος πολυάκανθος ἀτρακτυλὶς ὀνόπυξος ἰξίνη χαμαιλέων· πλὴν οὗτος οὐ φυλλάκανθος, σκόλυμος δέ, ὃς καὶ λειμωνία, φυλλάκανθος· [4] καὶ τἆλλα, πλείω γάρ ἐστι. διαφέρουσι δ' ἀλλήλων πρὸς τοῖς εἰρημένοις τῷ τὰ μὲν πολύκαυλα εἶναι καὶ ἀποφύσεις ἔχειν, ὥσπερ ὁ ἄκανος, τὰ δὲ μονόκαυλα καὶ μὴ ἔχειν, ὥσπερ ὁ κνῆκος, ἔνια δ' ἄνωθεν ἔχειν ἐξ ἄκρου, καθάπερ τὸ ῥύτρος. καὶ τὰ μὲν εὐθὺς τοῖς πρώτοις ὑετοῖς βλαστάνειν τὰ δ' ὕστερον, ἔνια δὲ καὶ τοῦ θέρους, ὥσπερ καὶ ἡ τετράλιξ ὑπό τινων καλουμένη καὶ ἡ ἰξίνη· καὶ ἐπὶ τῶν ἀνθῶν ὁμοίως· ὀψιανθὴς γὰρ ὁ σκόλυμος καὶ ἐπὶ πολὺν χρόνον.
[5] Διαφοραὶ δὲ τῶν μὲν ἀκάνων οὐκ εἰσί, τῆς κνήκου δ' εἰσίν· ἡ μὲν γὰρ ἀγρία ἡ δ' ἥμερος. τῆς δ' ἀγρίας δύο εἴδη, τὸ μὲν προσεμφερὲς σφόδρα τῷ ἡμέρῳ πλὴν εὐθυκαυλότερον, δι' ὃ καὶ πηνίοις ἔνιαι τῶν ἀρχαίων ἐχρῶντο γυναικῶν. καρπὸν δὲ ἔχει μέλανα καὶ μέγαν καὶ πικρόν. ἡ δ' ἑτέρα δασεῖα καὶ τοὺς καυλοὺς ἔχει σογκώδεις, ὥστε τρόπον τινὰ ἐπιγειόκαυλος γίνεται· διὰ γὰρ μαλακότητα τῶν καυλῶν κατακλίνεται πρὸς τὰς ἀρούρας· καρπὸν δ' ἔχει μικρὸν πώγωνος· σπερματώδεις πᾶσαι, πλὴν μειζόσι καὶ πυκνοτέροις αἱ ἄγριαι. ἴδιον δὲ ἔχει πρὸς τὰ ἄλλα ἄγρια· τὰ μὲν γὰρ σκληρότερα καὶ ἀκανθωδέστερα τῶν ἡμέρων, αὕτη δὲ μαλακωτέρα καὶ λειοτέρα.
[6] Ἡ δ' ἄκορνα προσεμφερὴς ὡς ἁπλῶς εἰπεῖν κατὰ τὴν πρόσοψιν τῇ κνήκῳ τῇ ἡμέρῳ, χρῶμα δ' ἐπίξανθον ἔχει καὶ χυλὸν λιπαρόν. ἀτρακτυλὶς δέ τις καλεῖται καὶ λευκοτέρα τούτων· ἴδιον δὲ ἔχει τὸ περὶ τὸ φύλλον, ὅτι ἀφαιρούμενον καὶ τῇ σαρκὶ προσφερόμενον αἱματώδη ποιεῖ τὸν χυλόν, δι' ὃ καὶ φόνον ἔνιοι καλοῦσι τὴν ἄκανθαν ταύτην· ἔχει δὲ καὶ τὴν ὀσμὴν δεινὴν καὶ φονώδη· ὀψὲ δὲ καὶ τελειοῖ τὸν καρπὸν πρὸς τὸ μετόπωρον. τὸ δ' ὅλον ὡς ἁπλῶς εἰπεῖν ἅπασα ἡ ἀκανικὴ φύσις ὀψίκαρπος. ἅπαντα δὲ ταῦτα φύεται καὶ ἀπὸ τοῦ σπέρματος καὶ ἀπὸ τῆς ῥίζης, ὥστε βραχύν τινα γίνεσθαι τὸν ἀνὰ μέσον χρόνον τῆς ἐκφύσεως τε καὶ τῆς τοῦ σπέρματος τελειώσεως.
[7] Τοῦ σκολύμου δὲ οὐχ ὅτι τοῦτο μόνον ἴδιον, ὅτι τὴν ῥίζαν ἐδώδιμον ἔχει καὶ ἑφθὴν καὶ ὠμήν, ἀλλὰ καὶ ὅτι τότε ἀρίστην ὅταν ἀνθῇ καὶ ὅτι σκληρυνομένη ἀφίησιν ὀπόν. ἴδιον δὲ καὶ τὸ τῆς ἀνθήσεως· ἐπεὶ περὶ τροπάς.
[8] Σαρκώδης δὲ καὶ ἐδώδιμος ἡ τοῦ σόγκου· ἡ δὲ κύησις οὐκ ἀκανώδης ἀλλὰ προμήκης αὐτοῦ· καὶ τοῦτ' ἴδιον μόνον ἔχει τῶν φυλλακάνθων ἀντεστραμμένως ἢ ὁ χαμαιλέων· ὁ μὲν γὰρ ἀφυλλάκανθος ὢν ἀκανίζει. γηράσκον δὲ τὸ ἄνθος ἐκπαπποῦται, καθάπερ τὸ τῆς ἀπάπης καὶ τὸ τῆς μυρίκης καὶ ὅσα παραπλήσια τούτοις. παρακολουθεῖ δὲ μέχρι τοῦ θέρους τὸ μὲν κυοῦν τὸ δὲ ἀνθοῦν τὸ δὲ σπέρμα τίκτον, μικρὰν ἰκμάδα καὶ κέντρον ἔχον· ξηραινόμενον δὲ τὸ φύλλον διαχεῖται καὶ οὐκέτι κεντεῖ.
[9] Ἡ ἰξίνη δὲ φύεται μὲν οὐ πολλαχοῦ, ῥιζόφυλλον δέ ἐστιν. ἀπὸ δὲ τῆς ῥίζης μέσης ὁ σπερματικὸς ἄκανος ἐπιπέφυκεν, ὥσπερ μῆλον εὖ μάλα ἐπικεκρυμμένον ὑπὸ τῶν φύλλων· οὗτος δὲ ἐπὶ τοῦ ἄκρου φέρει τὸ δάκρυον εὔστομον, καὶ τοῦτό ἐστιν ἡ ἀκανθικὴ μαστίχη. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πανταχοῦ σχεδόν ἐστιν.
[10] Ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δὲ οὐκ ἔστιν. ἴδιον δὲ παρὰ τἆλλα τὸ φυτόν· ἀφίησι γὰρ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους, τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες· καλοῦσι δὲ τοὺς καυλοὺς τούτους κάκτους· ἐδώδιμοι δέ εἰσι περιλεπόμενοι μικρὸν ἐπίπικροι, καὶ θησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ.
[11] Ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα· γίνεται δὲ καὶ οὗτος ἐδώδιμος πλὴν ἀθησαύριστος. τὸ δὲ περικάρπιον, ἐν ᾧ τὸ σπέρμα, τὴν μὲν μορφὴν ἀκανῶδες, ἀφαιρεθέντων δὲ τῶν παππωδῶν σπερμάτων ἐδώδιμον καὶ τοῦτο καὶ ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ· καλοῦσι δὲ αὐτὸ σκαλίαν. τὰ μὲν οὖν φυλλάκανθα σκεπτέον ἐν τοιαύταις διαφοραῖς.
[5]
[1] Τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἔχοντα φύλλον, οἷον τὰ τοιαῦτα φέως ὄνωνις παντάδουσα τρίβολος ἱππόφεως μυάκανθος ... τε σφόδρα καὶ τὸ φύλλον ἔχει σαρκῶδες· πολυσχιδὲς δὲ καὶ πολύρριζον, οὐ μὴν κατὰ βάθους γε τὰς ῥίζας ἔχον. βλαστάνει δὲ ἅμα Πλειάδι καὶ τοῖς πρώτοις ἀρότοις καὶ ἀφίησι τότε τὸ φύλλον· οὐ γάρ ἐστιν ἐπέτειον ἀλλὰ χρονιώτερον.
[2] Τὸ δὲ τῆς καππάριος ἴδιον, ὥσπερ ἐλέχθη, παρὰ ταῦτα· καὶ γὰρ τὸ φύλλον ἐπακανθίζον ἔχει καὶ τὸν καυλόν, οὐχ ὥσπερ ὁ φέως καὶ ἱππόφεως ἀνάκανθα τοῖς φύλλοις· μονόρριζον δὲ καὶ ἐπίγειον καὶ χαμαίκαυλον· βλαστάνει δὲ καὶ ἀνθεῖ τοῦ θέρους καὶ διαμένει τὸ φύλλον χλωρὸν ἄχρι Πλειάδος. χαίρει δὲ ὑφάμμοις καὶ λεπτογείοις χωρίοις· λέγεται δὲ ὡς ἐν τοῖς ἐργασίμοις οὐ θέλει φύεσθαι, καὶ ταῦτα περὶ τὰ ἄστη καὶ ἐν εὐγείοις τόποις φυομένη καὶ οὐχ ὥσπερ σίλφιον ἐν ὀρεινοῖς· τοῦτο μὲν ‹οὖν› οὐ πάντως ἀληθές.
[3] Ὁ δὲ τρίβολος ἴδιον ἔχει, διότι περικαρπιάκανθός ἐστι. δύο δ' αὐτοῦ γένη· τὸ μὲν γὰρ ἔχει φύλλον ἐρεβινθῶδες, ἕτερος δὲ φυλλάκανθος· ἐπίγειοι δὲ ἄμφω καὶ πολλαχῆ σχιζόμενοι· ὀψιβλαστὴς δὲ μᾶλλον ὁ φυλλάκανθος καὶ φύεται περὶ τὰς αὐλάς. τὸ δὲ σπέρμα τοῦ μὲν πρωΐου σησαμῶδες, τοῦ δὲ ὀψίου στρογγύλον ἐπίμελαν ἐν λοβῷ. καὶ τὰ μὲν οὖν παρὰ τὰ φύλλα καὶ ἄκανθαν ἔχοντα σχεδὸν ἐν τούτοις.
Ἡ δ' ὄνωνίς ἐστι πτορθάκανθον· ἐπέτειον δὲ τὸ φύλλον ἔχει πηγανῶδες παραπεφυκὸς παρ' ὅλον τὸν καυλόν, ὥστε καθάπερ στεφάνου τὴν ὅλην εἶναι μορφήν, διαλαμβανομένων ἐπαλλήλων· κολοβοανθὴς δὲ καὶ ἐλλοβόκαρπος ἀδιαφράκτως· [4] φύεται δ' ἐν τῇ γλίσχρᾳ καὶ γανώδει καὶ μάλιστα ἐν τῇ σπορίμῳ καὶ γεωργουμένῃ, δι' ὃ καὶ πολέμιον τοῖς γεωργοῖς· καὶ ἔστι δυσώλεθρος· ὅταν γὰρ λάβῃ χώρας βάθος, ὠθεῖται κάτω εὐθὺς καὶ καθ' ἕκαστον ἔτος ἀποφύσεις ἀφεμένη εἰς τὰ πλάγια πάλιν εἰς τὸ ἕτερον ὠθεῖται κάτω· σπαστέα μὲν οὖν ὅλη· τοῦτο δὲ βραχείσης γίνεται τῆς γῆς καὶ ἀπόλλυται ῥᾷον· ἐὰν δὲ καὶ μικρὸν ἀπολειφθῇ, ἀπὸ τούτου πάλιν βλαστάνει· ἄρχεται δὲ τῆς βλαστήσεως θέρους τελειοῦται δὲ μετοπώρου. τὰ μὲν οὖν ἄγρια τῶν φρυγανικῶν ἐκ τούτων θεωρείσθω.
[6]
[1] Τὰ δὲ ἥμερα βραχεῖάν τινα ἔχει θεωρίαν, ἅπερ ἐν τοῖς στεφανωματικοῖς ἐστι.
Τὰ δὲ καθ' ὅλου πειρατέον περὶ στεφανωμάτων εἰπεῖν, ὅπως ἅπαν περιληφθῇ τὸ γένος. ἡ γὰρ στεφανωματικὴ φύσις ἰδίαν τινὰ ἔχει τάξιν, ἐπιμιγνυμένη δὲ τὰ μὲν τοῖς φρυγανικοῖς τὰ δὲ τοῖς ποιώδεσι· δι' ὃ κἀκεῖνα συμπεριληπτέον ἐπιμιμνησκομένους ὡς ἂν ᾖ ὁ καιρός, ἀρξαμένους [2] πρῶτον ἀπὸ τῶν φρυγανικῶν. διχῆ δὲ ἡ τούτων διαίρεσις ἡ κατὰ τὴν χρείαν. τῶν μὲν γὰρ τὸ ἄνθος μόνον χρήσιμον· καὶ τούτων τὸ μὲν εὔοσμον, ὥσπερ ἴον, τὸ δ' ἄνοσμον, ὥσπερ διόσανθος φλόξ. τῶν δὲ καὶ οἱ κλῶνες καὶ τὰ φύλλα καὶ ὅλως ἡ πᾶσα φύσις εὔοσμος, οἷον ἑρπύλλου ἑλενίου σισυμβρίου τῶν ἄλλων. ἄμφω δὲ φρυγανικά. κἀκείνων τῶν ἀνθικῶν πολλῶν ἡ φύσις φρυγανώδης, ἡ μὲν ἐπέτειος οὖσα μόνον, ἡ δὲ πολυχρονιωτέρα, πλὴν ἰωνίας τῆς μελαίνης· αὕτη γὰρ ἄκλων ὅλως ἀλλὰ προσριζόφυλλος καὶ ἀείφυλλος, ὡς δέ τινές φασι καὶ δυναμένη δι' ὅλου φέρειν τὸ ἄνθος, ἐὰν τρόπῳ τινὶ θεραπεύηται. τοῦτο μὲν ἴδιον ἂν ἔχοι.
[3] Τῶν δὲ ἄλλων μᾶλλον δὲ τῶν πάντων αἱ μὲν ὅλαι μορφαὶ σχεδὸν πᾶσι φανεραί· εἰ δέ τινας ἄλλας ἰδιότητας ἔχουσι, ταύτας λεκτέον, οἷον εἰ τὰ μὲν ἁπλᾶ δοκεῖ τοῖς εἴδεσιν εἶναι τὰ δὲ ἔχειν διαφοράς.
Ἁπλᾶ μὲν οὖν τὰ ξυλώδη, καθάπερ ἕρπυλλος σισύμβριον ἑλένιον· πλὴν εἰ τὰ μὲν ἄγρια τὰ δὲ ἥμερα καὶ ‹τὰ μὲν› εὔοσμα τὰ δὲ ἀοσμότερά ἐστι· τούτων δὲ καὶ αἱ θεραπεῖαι καὶ αἱ χῶραι διάφοροι καὶ οἱ ἀέρες. ἔνια δὲ καὶ τῶν ἀνθῶν, οἷον τὸ μέλαν ἴον· οὐ γὰρ ἔχειν δοκεῖ τοῦτο διαφορὰν ὥσπερ τὸ λευκόν· ἐμφανὴς γὰρ ἡ τούτων χροιὰ διαλλάττουσα, καὶ ἔτι δὴ μᾶλλον ἡ τῶν κρίνων, εἴπερ δή, καθάπερ φασίν, ἔνια καὶ πορφυρᾶ ἐστι.
[4] Τῶν δὲ ῥόδων πολλαὶ διαφοραὶ πλήθει τε φύλλων καὶ ὀλιγότητι καὶ τραχύτητι καὶ λειότητι καὶ εὐχροίᾳ καὶ εὐοσμίᾳ. τὰ μὲν γὰρ πλεῖστα πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα καὶ εἰκοσίφυλλα, τὰ δ' ἔτι πολλῷ πλεῖον ὑπεραίροντα τούτων· ἔνια γὰρ εἶναί φασιν ἃ καὶ καλοῦσιν ἑκατοντάφυλλα· πλεῖστα δὲ τὰ τοιαῦτά ἐστι περὶ Φιλίππους· οὗτοι γὰρ λαμβάνοντες ἐκ τοῦ Παγγαίου φυτεύουσιν· ἐκεῖ γὰρ γίνεται πολλά· σμικρὰ δὲ σφόδρα τὰ ἐντὸς φύλλα· ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ὥστε εἶναι τὰ μὲν ἐκτὸς τὰ δ' ἐντός· οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. ἐν δὲ τοῖς μεγάλοις [5] εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω. τὸ δὲ ὅλον, ὥσπερ ἐλέχθη, καὶ ἡ εὔχροια καὶ ἡ εὐοσμία παρὰ τοὺς τόπους ἐστίν· ἐπεὶ καὶ τὰ ἐν γῇ τῇ αὐτῇ γινόμενα ποιεῖ τινα παραλλαγὴν εὐοσμίας καὶ ἀοσμίας. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, δι' ὃ καὶ τὸ μύρον ἥδιστον. ἁπλῶς δὲ καὶ τῶν ἴων καὶ τῶν ἄλλων ἀνθῶν ἄκρατοι μάλιστα ἐκεῖθι αἱ ὀσμαί, διαφερόντως δὲ τοῦ κρόκου· πλεῖστον [6] γὰρ οὗτος δοκεῖ παραλλάττειν. φύεται μὲν οὖν ἡ ῥοδωνία καὶ ἐκ τοῦ σπέρματος· ἔχει δὲ ὑπὸ τὸ ἄνθος ἐν τῷ μήλῳ κνηκῶδες ἢ ἀκανῶδες, ἔχον δέ τινα χνοῦν ὥστε ἐγγὺς εἶναι τῶν παππωδῶν σπερμάτων· οὐ μὴν ἀλλὰ διὰ τὸ βραδέως παραγίνεσθαι κατακόπτοντες, ὡς ἐλέχθη, τὸν καυλὸν φυτεύουσιν. ἐπικαιομένη δὲ καὶ ἐπιτεμνομένη βέλτιον φέρει τὸ ἄνθος· ἐωμένη γὰρ ἐξαύξεται καὶ ἀπολοχμοῦται. δεῖ δὲ καὶ μεταφυτεύειν πολλάκις· καὶ γὰρ οὕτω φασὶ κάλλιον γίνεσθαι τὸ ῥόδον. αἱ δ' ἄγριαι τραχύτεραι καὶ ταῖς ῥάβδοις καὶ τοῖς φύλλοις, ἔτι δὲ ἄνθος ἀχρούστερον ἔχουσι καὶ ἔλαττον.
[7] Τὸ δὲ ἴον τὸ μέλαν τοῦ λευκοῦ διαφέρει κατά τε ἄλλα καὶ κατ' αὐτὴν τὴν ἰωνίαν, ὅτι πλατύφυλλός τε καὶ ἐγγειόφυλλος καὶ σαρκόφυλλός ἐστι, πολλὴν ἔχουσα ῥίζαν.
[8] Τὰ δὲ κρίνα τῇ μὲν χροιᾷ τὴν εἰρημένην ἔχει διαφοράν. μονόκαυλα δέ ἐστιν ὡς ἐπὶ πᾶν, δικαυλεῖ δὲ σπανίως· τάχα δὲ τοῦτο χώρας καὶ ἀέρος διαφορᾶς. καθ' ἕκαστον δὲ καυλὸν ὁτὲ μὲν ἓν κρίνον ὁτὲ δὲ πλείω γίνεται· βλαστάνει γὰρ τὸ ἄκρον· σπανιώτερα δὲ ταῦτα· ῥίζαν δὲ ἔχει πολλὴν σαρκώδη καὶ στρογγύλην· ὁ δὲ καρπὸς ἀφαιρούμενος ἐκβλαστάνει καὶ ἀποδίδωσι τὸ κρίνον πλὴν ἔλαττον. ποιεῖ δέ τινα καὶ δακρυώδη συρροήν, ἣν καὶ φυτεύουσιν, ὥσπερ εἴπομεν.
[9] Ὁ δὲ νάρκισσος ἢ τὸ λείριον, οἱ μὲν γὰρ τοῦτο οἱ δ' ἐκεῖνο καλοῦσι, τὸ μὲν ἐπὶ τῇ γῇ φύλλον ἀσφοδελῶδες ἔχει, πλατύτερον δὲ πολύ, καθάπερ ἡ κρινωνία, τὸν δὲ καυλὸν ἄφυλλον μὲν ποώδη δὲ καὶ ἐξ ἄκρου τὸ ἄνθος, καὶ ἐν ὑμένι τινὶ καθάπερ ἐν ἀγγείῳ ‹καρπὸν› μέγαν εὖ μάλα καὶ μέλανα τῇ χροιᾷ σχήματι δὲ προμήκη. οὗτος δ' ἐκπίπτων ποιεῖ βλάστησιν αὐτόματον· οὐ μὴν ἀλλὰ καὶ συλλέγοντες πηγνύουσι καὶ τὴν ῥίζαν φυτεύουσιν. ἔχει ῥίζαν σαρκώδη στρογγύλην μεγάλην. ὄψιον δὲ σφόδρα· μετὰ γὰρ Ἀρκτοῦρον ἡ ἄνθησις καὶ περὶ ἰσημερίαν.
[10] Ὁ δὲ κρόκος ποώδης μὲν τῇ φύσει, καθάπερ καὶ ταῦτα, πλὴν φύλλῳ στενῷ, σχεδὸν γὰρ ὥσπερ τριχόφυλλόν ἐστιν· ὀψιανθὲς δὲ σφόδρα καὶ ὀψιβλαστὲς ἢ πρωϊανθές, ὁποτέρως τις λαμβάνοι τὴν ὥραν· ‹μετὰ› Πλειάδα γὰρ ἀνθεῖ καὶ ὀλίγας ἡμέρας· εὐθὺς δ' ἅμα τῷ φύλλῳ καὶ τὸ ἄνθος ὠθεῖ· δοκεῖ δὲ καὶ πρότερον· ῥίζα δὲ πολλὴ καὶ σαρκώδης, καὶ τὸ ὅλον εὔζωον· φιλεῖ δὲ καὶ πατεῖσθαι καὶ γίνεται καλλίων κατατριβομένης πάτῳ τῆς ῥίζης· δι' ὃ καὶ παρὰ τὰς ὁδοὺς καὶ ἐν τοῖς κροτητοῖς κάλλιστος. ἡ δὲ φυτεία ἀπὸ ῥίζης.
[11] Ταῦτα μὲν οὖν οὕτω γεννᾶται. τὰ δ' ἄλλα ἄνθη τὰ προειρημένα πάντα σπείρεται, οἷον ἰωνία διόσανθος ἴφυον φλὸξ ἡμεροκαλλές· καὶ γὰρ αὐτὰ καὶ αἱ ῥίζαι ξυλώδεις· σπείρεται δὲ καὶ ἡ οἰνάνθη· καὶ γὰρ καὶ τοῦτο ἀνθῶδες. τὰ μὲν οὖν ἀνθικὰ σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ληπτέον.
[7]
[1] Τὰ δὲ ἕτερα πάντα μὲν ἀνθεῖ καὶ σπερμοφορεῖ, δοκεῖ δὲ οὐ πάντα διὰ τὸ μὴ φανερὸν εἶναί τινων τὸν καρπόν· ἐπεὶ καὶ τὸ ἄνθος ἐνίων ἀμαυρόν· ἀλλ' ὅτι βραδέως καὶ χαλεπωτέρως παραγίνεται, τῇ φυτείᾳ χρῶνται μᾶλλον, [2] ὥσπερ ἐλέχθη καὶ κατ' ἀρχάς. καίτοι διατείνονταί τινες ὡς οὐκ ἐχόντων καρπόν· οἵ τε πεπειρᾶσθαι φάσκοντες καὶ τούτων εἰσίν, αὐτοὶ γὰρ ξηρᾶναι πολλάκις καὶ ἀποτρίψαι καὶ σπεῖραι, καὶ οὐδεπώποτε βλαστεῖν οὔτε ἕρπυλλον οὔτε ἑλένιον οὔτε σισύμβριον οὔτε μίνθαν· πεπειρᾶσθαι γὰρ καὶ ταύτης. ἀλλ' ὅμως ἐκεῖνο ἀληθέστερον, ἥ τε τῶν ἀγρίων φύσις ἐπιμαρτυρεῖ· καὶ γὰρ ἕρπυλλός ἐστιν ἄγριος, ὃν κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσι καὶ ἐν Σικυῶνι καὶ Ἀθήνῃσιν ἐκ τοῦ Ὑμηττοῦ· παρ' ἄλλοις δὲ ὅλως ὄρη πλήρη καὶ λόφοι, καθάπερ ἐν τῇ Θρᾴκῃ· καὶ σισύμβριον δὲ καὶ τἆλλα δριμυτέραν ἔχοντα τὴν ὀσμήν· ἕρπυλλος δ' ἐνίοτε καὶ παντελῶς θυμώδης· ἃ δῆλον ὅτι ταύτην τὴν γένεσιν λαμβάνει.
[3] Ἀβρότονον δὲ μᾶλλον ἀπὸ σπέρματος βλαστάνει ἢ ἀπὸ ῥίζης καὶ παρασπάδος· χαλεπῶς δὲ καὶ ἀπὸ σπέρματος· προμοσχευόμενον ‹δὲ› ἐν ὀστράκοις, ὥσπερ οἱ Ἀδώνιδος κῆποι, τοῦ θέρους· δύσριγον γὰρ σφόδρα καὶ ὅλως ἐπίκηρον καὶ ὅποι ὁ ἥλιος σφόδρα λάμπει· ἐμβιῶσαν δὲ καὶ αὐξηθὲν μέγα καὶ ἰσχυρὸν καὶ δενδρῶδες ὥσπερ τὸ πήγανον, πλὴν ξυλωδέστερον πολὺ τοῦτο καὶ ξηρότερον καὶ αὐχμωδέστερον.
[4] Ὁ δὲ ἀμάρακος ἀμφοτέρως φύεται, καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· πολύσπερμον δέ, καὶ τὸ σπέρμα εὔοσμον ὀσμῇ μαλακωτέρᾳ· δύναται δὲ καὶ μεταφυτεύεσθαι. πολύσπερμον δὲ καὶ τὸ ἀβρότονον καὶ οὐκ ἄοσμον. τοῦτο δὲ ῥίζας μὲν ἔχει ὀρθὰς καὶ κατὰ βάθους. ἔστι γὰρ ὥσπερ μονόρριζον τῇ παχείᾳ τὰς δ' ἄλλας ‹ἀφίησιν› ἀπ' αὐτῆς· ὁ δ' ἀμάρακος καὶ ὁ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τὸ ἑλένιον ἐπιπολαίους καὶ πολυσχιδεῖς καὶ ταρρώδεις· ξυλώδεις δὲ πᾶσαι, πολὺ δὲ μᾶλλον ἡ τοῦ ἀβροτόνου καὶ διὰ τὸ μέγεθος καὶ τῇ ξηρότητι.
[5] Τοῦ δὲ ἑρπύλλου ἴδιος ἡ αὔξησις ἡ τῶν βλαστῶν· δύναται γὰρ ἐφ' ὁσονοῦν προϊέναι κατὰ μῆκος χάρακα λαβὼν ἢ πρὸς αἱμασιὰν φυτευθεὶς ἢ κάτω καθιέμενος· εὐαυξέστατος δὲ εἰς φρέαρ. εἴδη δὲ τοῦ μὲν ἡμέρου λαβεῖν οὐκ ἔστι, καθάπερ ἐλέχθη. τοῦ δὲ ἀγρίου φασὶν εἶναι. τοῦ γὰρ ἐν τοῖς ὄρεσιν τὸν μὲν θυμβρώδη τινὰ καὶ δριμύτατον τὸν δ' εὔοσμον εἶναι καὶ μαλακώτερον.
[6] Ὥρα δὲ τῆς φυτείας πλείστων μετόπωρον, ἐν ᾧ σπεύδουσιν ὡς πρῶτα φυτεύειν· οὐ μὴν ἀλλ' ἔνια καὶ τοῦ ἦρος φυτεύουσιν. ἅπαντα φιλόσκια καὶ φίλυδρα καὶ φιλόκοπρα μάλιστα· αὐχμὸν δὲ δέχεται καὶ ὅλως ὀλιγοϋδρότατος ὁ ἕρπυλλος. κόπρῳ δὲ χαίρει, μάλιστα δὲ καὶ τῇ τῶν λοφούρων· φασὶ δὲ καὶ μεταφυτεύειν δεῖν πολλάκις· καλλίω γάρ. τὸ δὲ σισύμβριον, ὥσπερ ἐλέχθη, καὶ ἐξίσταται μὴ μεταφυτευόμενον.
[8]
[1] Τῶν δ' ἀνθῶν τὸ μὲν πρῶτον ἐκφαίνεται τὸ λευκόϊον, ὅπου μὲν ὁ ἀὴρ μαλακώτερος εὐθὺς τοῦ χειμῶνος, ὅπου δὲ σκληρότερος ὕστερον, ἐνιαχοῦ τοῦ ἦρος. ἅμα δὲ τῷ ἴῳ ἢ μικρόν τι ὕστερον καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον· ταῦτα γὰρ ὧν οἱ στεφανήπλοκοι χρῶνται πολὺ ἐκτρέχει τῶν ἄλλων. μετὰ δὲ ταῦτα ὁ νάρκισσος καὶ τὸ λείριον, ‹καὶ τῶν ἀγρίων ἀνεμώνης γένος τὸ καλούμενον ὄρειον,› καὶ τὸ τοῦ βολβοῦ κώδυον· ἐμπλέκουσι γὰρ ἔνιοι καὶ τοῦτο εἰς τοὺς στεφάνους. ἐπὶ δὲ τούτοις ἡ οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων ὅ τε ἐλειόχρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλουμένη καὶ τὸ ξίφιον καὶ ὑάκινθος καὶ σχεδὸν [2] ὅσοις ἄλλοις χρῶνται τῶν ὀρείων. τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δ' ἀπολείπει τῶν ἐαρινῶν· ὀλιγοχρονία γὰρ ἡ ἄνθησις. ὀλιγοχρόνια δὲ καὶ τῶν ἀγρίων τὰ λοιπὰ πλὴν τῆς ὑακίνθου καὶ τῆς ἀγρίας καὶ τῆς σπαρτῆς· αὕτη δὲ διαμένει καὶ τὸ λευκὸν ἴον καὶ ἔτι πλείω τὸ φλόγινον· τὸ δὲ δὴ μέλαν ἴον, ὥσπερ εἴρηται, δι' ἐνιαυτοῦ θεραπείας τυγχάνον. ὡσαύτως δὲ καὶ ἡ οἰνάνθη, καὶ γὰρ τοῦτο ἀνθικὸν μὲν ποῶδες δὲ τὴν φύσιν, ἐάν τις ἀποκνίζῃ καὶ ἀφαιρῇ τὸ ἄνθος καὶ μὴ ἐᾷ σπερματοῦσθαι καὶ ἔτι τόπον εὔειλον ἔχῃ· τὸ δὲ ἄνθος βοτρυῶδες καὶ λευκὸν καθάπερ τῶν ἀγρίων ... ταῦτα μὲν οὖν ὥσπερ ἐαρινὰ φαίνεται.
[3] Τὰ δὲ θερινὰ μᾶλλον ἥ τε λυχνὶς καὶ τὸ διόσανθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ὁ ἀμάρακος ὁ Φρύγιος· ἔτι δὲ ὁ πόθος καλούμενος· οὗτος δ' ἐστὶ διττός, ὁ μὲν ἔχων τὸ ἄνθος ὅμοιον τῇ ὑακίνθῳ, ὁ δὲ ἕτερος ἄχρους λευκός, ᾧ χρῶνται περὶ τοὺς τάφους· καὶ χρονιώτερος οὗτος. ἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον· τῇ μὲν ὄψει καλὸν τὸ ἄνθος ἄοσμον δέ. μετοπώρου δὲ τὸ λείριον τὸ ἕτερον καὶ ὁ κρόκος, ὅ τε ὀρεινὸς ἄοσμος καὶ ὁ ἥμερος· εὐθὺς γὰρ ἀνθοῦσι τοῖς πρώτοις ὕδασι. χρῶνται δὲ καὶ τῶν ἀγρίων τῷ τῆς ὀξυακάνθου καρπῷ καὶ τῷ ἄνθει τῷ τῆς μίλακος.
[4] Καὶ ταῖς μὲν ὥραις οὕτως ἑκάστων ἡ γένεσις. ὡς δὲ ἁπλῶς εἰπεῖν οὐδεὶς διαλείπεται χρόνος οὐδ' ἔστιν ἀνανθής, ἀλλὰ καὶ ὁ χειμὼν ἔχει καίπερ ἄγονος δοκῶν εἶναι διὰ τὴν κατάψυξιν τῶν μετοπωρινῶν μεταλαμβανόντων, ἐὰν δὲ δὴ καὶ μαλακὸς ᾖ, πολλῷ μᾶλλον. ἁπλῶς γὰρ πάντ' ἢ τὰ πολλὰ καὶ ἐπεκτείνεται τῆς οἰκείας ὥρας, καὶ ἐὰν ὁ τόπος εὔειλος ᾖ μᾶλλον· δι' ὃ καὶ συνέχεια γίνεται. χρόνοι μὲν οὖν οὗτοι καὶ ὧραι κατὰ τὰς γενέσεις.
[5] Βίος δὲ ἰωνιᾶς μὲν τῆς λευκῆς ἔτη μάλιστα τρία· γηράσκουσα δὲ ἐλαττοῦται καὶ ἴα λευκότερα φέρει. ῥοδωνιᾶς δὲ πέντε τὰ πρὸς τὴν ἀκμὴν μὴ ἐπικαομένης· χείρω δὲ καὶ ταύτης τὰ ῥόδα γηρασκούσης. πρὸς εὐοσμίαν δὲ καὶ ῥόδων καὶ ἴων καὶ τῶν ἄλλων ἀνθῶν μέγιστον ὁ τόπος συμβάλλεται καὶ ὁ ἀὴρ πρὸς ἕκαστον οἰκεῖος· ἐν Αἰγύπτῳ γὰρ τὰ μὲν ἄλλα πάντ' ἄοσμα καὶ ἄνθη καὶ ἀρώματα, αἱ δὲ μυρρίναι θαυμασταὶ τῇ εὐοσμίᾳ. προτερεῖν δέ φασι τῶν ἐνταῦθα καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα ἄνθη καὶ διμήνῳ, καὶ διαμένειν πλείω τῶν παρ' ἡμῖν ἢ οὐκ ἐλάττω χρόνον ταῦτα.
[6] Δοκεῖ δὲ πολὺ πρὸς εὐοσμίαν διαφέρειν, ὥσπερ ἐλέχθη, καὶ ὁ ἐνιαυτὸς τοῖος ἢ τοῖος γενόμενος, οὐ μόνον ἐπομβρίαις καὶ αὐχμοῖς ἀλλὰ καὶ τῷ κατὰ καιρὸν γίνεσθαι καὶ ὕδατα καὶ πνεύματα καὶ ἁπλῶς τὰς τοῦ ἀέρος μεταβολάς. τὰ δὲ ἐν τοῖς ὄρεσιν ὡς ἁπλῶς εἰπεῖν καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα ‹καλῶς μὲν ἀνθεῖν› τῇ δὲ ὀσμῇ πολλὰ χείρω γίνεσθαι. καὶ περὶ μὲν τῶν στεφανωματικῶν καὶ ἁπλῶς τῶν φρυγανικῶν σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ἐστὶν ἡ ἱστορία.