α. Ὡς Καῖσαρ Σκιπίωνα καὶ Ἰόβαν ἐνίκησεν.
β. Ὡς Νουμιδίαν οἱ Ῥωμαῖοι ἔσχον.
γ. Ὡς Κάτων ἑαυτὸν ἀπέκτεινεν.
δ. Ὡς Καῖσαρ ἐς Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐπινίκια ἔπεμψε καὶ τἆλλα κατεστήσατο.
ε. Ὡς ἥ τε ἀγορὰ Καίσαρος καὶ ὁ ναὸς ὁ τῆς Ἀφροδίτης καθιερώθη.
ζ. Ὡς Καῖσαρ τὸν ἐνιαυτὸν ἐς τὸν νῦν τρόπον κατεστήσατο.
η. Ὡς καῖσαρ Γναῖον Πομπήιον τὸν τοῦ Πομπηίου υἱὸν ἐν Ἰβηρίᾳ ἐνίκησεν.
θ. Ὡς πρῶτον ὕπατοι ἐς οὐχ ὅλον τὸ ἔτος ἀπεδείχθησαν.
ι. Ὡς Καρχηδὼν καὶ Κόρινθος ἀπῳκίσθη.
ια. Ὡς οἱ Κερεάλιοι ἀγορανόμοι κατεστάθησαν.
Γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ δικτάτωρ τὸ γ΄ μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπ‹ατος› τὸ γ΄ μετὰ Αἰμιλίου Λεπίδου [ὑπ.] Γ. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ δ΄ μετὰ Αἰμιλίου ‹Λεπίδου› ἱππάρχου καὶ ὕπατος τὸ δ΄ μόνος ‹Γ.› Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ ε΄ μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ ε΄ μετὰ ‹Μ.› Ἀντωνίου [ὑπ.]
[1] τότε μὲν ταῦτ' ἔπραξε, τῷ δὲ ἐχομένῳ ἔτει καὶ ἐδικτατόρευσεν ἅμα καὶ ὑπάτευσε, τρίτον ἑκάτερον, τοῦ Λεπίδου οἱ ἀμφοτέρωθι συνάρξαντος. ἐπειδὴ γὰρ δικτάτωρ ὑπ' αὐτοῦ τὸ πρῶτον ἐλέχθη, παραχρῆμά τε αὐτὸν μετὰ τὴν στρατηγίαν ἐς τὴν Ἰβηρίαν τὴν [2] πλησιαιτέραν ἔστειλε, καὶ ἐπανελθόντα ἐπινικίοις, μήτε τινὰς νικήσαντα μήτ' ἀρχὴν μαχεσάμενόν τισιν, ἐτίμησε, πρόφασιν ὅτι τοῖς ὑπό τε τοῦ Λογγίνου καὶ ὑπὸ τοῦ Μαρκέλλου πραχθεῖσι παρεγένετο.
[3] οὔκουν οὐδὲ ἔπεμψέ τι ἐπ' ἀληθείας, πλὴν τῶν χρημάτων ἃ τοὺς συμμάχους ἐσεσυλήκει. τούτοις τε οὖν αὐτὸν ἤγηλε, καὶ μετὰ τοῦτο καὶ συνάρχοντα ἑκατέρωθι προσείλετο.
[2]
[1] καὶ αὐτῶν ἀρχόντων ἤδη οἵ τε ἐν τῇ Ῥώμῃ ἐταράχθησαν ὑπὸ σημείων· λύκος τε γὰρ ἐν αὐτῇ ὤφθη, καὶ χοῖρος ἐλέφαντι πλὴν τῶν ποδῶν ὅμοιος ἐγεννήθη· κἀν τῇ Ἀφρικῇ ὅ τε Πετρέιος καὶ ὁ Λαβιῆνος τηρήσαντες τὸν Καίσαρα πρὸς κώμας ἐπὶ σῖτον ἐξεληλυθότα, [2] τήν τε ἵππον αὐτοῦ μηδέπω καλῶς ἐκ τῆς θαλάσσης ἐρρωμένην ἐς τοὺς πεζοὺς τοῖς Νομάσι κατήραξαν, καὶ συνταραχθείσης πρὸς τοῦτο τῆς ἀσπίδος πολλοὺς μὲν αὐτῶν ἐν χερσὶν ἀπέκτειναν, πάντας δ' ἂν καὶ τοὺς λοιποὺς ἀνειληθέντας ἐπὶ μετέωρόν τι [3] ἐξέκοψαν, εἰ μὴ ἰσχυρῶς ἐτρώθησαν. ἐπὶ πλεῖον δ' οὖν καὶ ὥς, τούτου συμβεβηκότος, τὸν Καίσαρα κατέπληξαν. λογιζόμενος μὲν γὰρ ὡς ὑπὸ ὀλίγων ἔπταισε, προσδεχόμενος δὲ καὶ τὸν Σκιπίωνα τόν τε Ἰόβαν πάσαις, ὥσπερ ἠγγέλλοντο, ταῖς δυνάμεσιν εὐθὺς [4] ἀφίξεσθαι, διηπόρει καὶ οὐκ εἶχεν ὅ τι πράξῃ· τόν τε γὰρ πόλεμον μηδέπω καλῶς διενεγκεῖν δυνάμενος, καὶ τὴν ἐν ταὐτῷ μονὴν χαλεπήν, κἂν οἱ πολέμιοί σφων ἀπέχωνται, διὰ τὴν τῆς τροφῆς ἀπορίαν, τήν τε ἀνάστασιν ἀδύνατον τῶν πολεμίων καὶ ἐκ τῆς ἠπείρου καὶ ἐκ τῆς θαλάσσης ἐπικειμένων οἱ ὁρῶν οὖσαν, ἠθύμει.
[3]
[1] ἐνταῦθ' οὖν αὐτῷ ὄντι Πούπλιός τις Σίττιος, εἴγε ἐκεῖνον ἀλλὰ μὴ τὸ δαιμόνιον δεῖ λέγειν, τήν τε σωτηρίαν ἅμα καὶ τὴν ἐπικράτησιν ἔδωκεν. οὗτος γὰρ ἐξέπεσε μὲν ἐκ τῆς Ἰταλίας, παραλαβὼν δὲ συμφυγάδας τινὰς καὶ περαιωθεὶς ἐς Μαυριτανίαν χεῖρά τε [2] ἤθροισε, καὶ παρὰ τῷ Βόκχῳ στρατηγήσας ἐπεχείρησε τῷ Καίσαρι, μήτε τινὰ εὐεργεσίαν αὐτοῦ προέχων μήτ' ἄλλως ἐν γνώσει οἱ ὤν, τοῦ τε πολέμου συνάρασθαι καὶ τὰ παρόντα συγκατεργάσασθαι.
[3] κἀκ τούτου αὐτῷ μὲν ἐκείνῳ οὐκ ἐπήμυνε· πόρρω τε γὰρ αὐτὸν ἤκουεν ὄντα, καὶ βραχύ τι ὑφ' ἑαυτοῦ (οὐ γάρ πω μεγάλην ἰσχὺν εἶχεν) ὠφελήσεσθαι ἐνόμιζε· τὸν δὲ δὴ Ἰόβαν ἐκστρατεύσαντα τηρήσας [4] ἔς τε τὴν Νουμιδίαν ἐνέβαλε, καὶ ταύτην τε καὶ τὴν Γαιτουλίαν μέρος τῆς ἀρχῆς αὐτοῦ οὖσαν ἐλυμήνατο, ὥστε τὸν βασιλέα τῶν τε ἐν χερσὶν ἀφέσθαι καὶ ἐκ μέσης τῆς ὁδοῦ μετὰ τοῦ πλείονος στρατοῦ ἀναστρέψαι· ἔστι γὰρ ὅ τι καὶ τῷ Σκιπίωνι ἀπ' [5] αὐτοῦ συνέπεμψεν. ἐξ οὗπερ καὶ τὰ μάλιστα διεφάνη ὅτι εἰ καὶ ἐκεῖνος ἐληλύθει, οὐκ ἄν ποτε αὐτοῖς ὁ Καῖσαρ ἀντέσχεν. οὔκουν οὐδὲ μόνῳ τῷ Σκιπίωνι συμβαλεῖν εὐθὺς ἐτόλμησε· τά τε γὰρ ἄλλα καὶ τοὺς ἐλέφαντας, τὸ μέν τι καὶ ἐπὶ τῇ μάχῃ, τὸ δὲ δὴ πλεῖον [4] [1] ὅτι τὸ ἱππικὸν αὐτοῦ ἐτάρασσον, δεινῶς ἐδεδίει. ἐν φυλακῇ οὖν τὸ στρατόπεδον ἐς ὅσον ἐδύνατο ποιῶν ὁ Καῖσαρ στρατιώτας τε ἐκ τῆς Ἰταλίας καὶ ἐλέφαντας μετεπέμπετο, οὐχ ὡς καὶ ἀξιόμαχόν τι δι' αὐτῶν δράσων (οὐδὲ γὰρ πολλοὶ ἦσαν), ἀλλ' ἵνα οἱ ἵπποι πρός τε τὴν ὄψιν καὶ πρὸς τὴν φωνὴν αὐτῶν ἐκμελετήσωσιν οὐδὲν [2] ἔτι τοὺς τῶν πολεμίων φοβεῖσθαι. κἀν τούτῳ οἵ τε Γαίτουλοι προσεχώρησαν αὐτῷ καὶ ἕτεροί τινες τῶν πλησιοχώρων, τὰ μὲν δι' ἐκείνους, ἐπειδή σφας μεγάλως τιμηθέντας ἤκουσαν, τὰ δὲ καὶ τῇ [3] τοῦ Μαρίου μνήμῃ, ὅτι προσήκων αὐτοῦ ἦν. ὡς δὲ ταῦτά τε ἐγένετο, καὶ οἱ ἐκ τῆς Ἰταλίας βραδέως μὲν καὶ ἐπικινδύνως ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ τῶν πολεμίων περαιωθέντες, ὅμως δ' οὖν ἦλθόν ποτε, οὐκέθ' ἡσύχασεν, ἀλλὰ καὶ τοὐναντίον ἠπείχθη πρὸς τὴν μάχην, ὅπως πρὶν τὸν Ἰόβαν ἐπελθεῖν φθάσῃ τὸν Σκιπίωνα [4] προκατεργασάμενος. καὶ προχωρήσας ἐπ' αὐτὸν πρὸς πόλιν Οὐζζίττα ἐπὶ λόφου τινός, ὑπέρ τε ἐκείνης καὶ ὑπὲρ τοῦ στρατοπέδου ἅμα αὐτῶν ὄντος, ἱδρύθη, προεκκρούσας τοὺς κατέχοντας αὐτόν, καὶ μετὰ τοῦτο προσπεσόντα οἱ τὸν Σκιπίωνα ἀπό τε τοῦ μετεώρου [5] ἀπεδίωξε καὶ τοῖς ἱππεῦσιν ἐπικαταδραμὼν ἐκάκωσε. τοῦτό τε οὖν τὸ χωρίον κατέσχε καὶ ἐνετειχίσατο, καὶ ἕτερον ἐπὶ θάτερα τῆς πόλεως, τὸν Λαβιῆνον ἀπ' αὐτοῦ κρατήσας, ἔλαβε· κἀκ τούτου καὶ πᾶσαν αὐτὴν ἀπετείχισεν. ὁ γὰρ Σκιπίων δείσας μὴ προαναλωθῇ, [6] ἐς μάχην μὲν οὐκέτ' αὐτῷ ᾔει, τὸν δὲ Ἰόβαν μετεπέμπετο, καὶ αὐτῷ, ἐπειδὴ μὴ ὑπήκουέν οἱ, πάντα τὰ ἐν τῇ Ἀφρικῇ τοῖς Ῥωμαίοις ὄντα χαρίσασθαι ὑπέσχετο. καὶ ὁ μὲν ἐκ τούτου τῷ μὲν Σιττίῳ ἄλλους ἀντέταξεν, αὐτὸς δὲ ἐπὶ τὸν Καίσαρα αὖθις ὥρμησεν.
[5]
[1] ἐν ᾧ δὲ ταῦτ' ἐγίγνετο, ὁ Καῖσαρ ἐπείρασε μὲν πάντα τρόπον ἐς χεῖρας τὸν Σκιπίωνα ὑπαγαγέσθαι, μὴ δυνηθεὶς δὲ λόγους τε φιλίους ἐς τοὺς στρατιώτας αὐτοῦ καθῆκε καὶ βιβλία βραχέα διέρριψεν, [2] ὑπισχνούμενος δι' αὐτῶν τῷ μὲν ἐπιχωρίῳ τά τε οἰκεῖα ἀκέραια τηρήσειν καὶ αὐτοὺς ἐλευθέρους ἀφήσειν, τῷ δὲ Ῥωμαίῳ τήν τε ἄδειαν καὶ τὰ γέρα ἃ καὶ τοῖς συνοῦσίν οἱ ὤφειλε δώσειν· καὶ [3] συχνούς γε ἐκ τούτου προσεποιήσατο. Σκιπίων δὲ ἐπεχείρησε μὲν καὶ αὐτὸς καὶ βιβλία καὶ λόγους ἐς τοὺς ἐναντίους ἐσβαλεῖν ὡς καὶ σφετεριούμενός τινας, οὐ μέντοι καὶ μεταστῆσαι αὐτοὺς ἠδυνήθη, οὐχ ὅτι οὐκ ἂν καὶ τὰ ἐκείνου τινὲς ἀνθείλοντο, εἴπερ τι [4] τῶν ὁμοίων ἐπηγγέλλετο, ἀλλ' ὅτι ἆθλον μέν σφισιν οὐδὲν ὑπισχνεῖτο, τὸν δὲ δὴ δῆμον τὸν τῶν Ῥωμαίων τήν τε γερουσίαν ἄλλως ἐλευθερῶσαι αὐτοὺς παρεκάλει. καὶ οὕτως, ἐν ᾧ δὴ τὰ εὐπρεπέστερα τῷ λόγῳ μᾶλλον ἢ τὰ χρησιμώτερα τοῖς παροῦσιν ᾑρεῖτο, οὐδένα αὐτῶν ᾠκειώσατο.
[6]
[1] μέχρι μὲν οὖν μόνος ὁ Σκιπίων ἐν τῷ στρατοπέδῳ ἦν, ταῦθ' οὕτως ἐγίγνετο, ἐπεὶ δὲ καὶ ὁ Ἰόβας ἐπῆλθεν, ἠλλοιώθη. ἐκεῖνοι μὲν γὰρ καὶ προεκαλοῦντο τοὺς ἐναντίους ἐς μάχην, καὶ μὴ βουλομένους [2] συμβαλεῖν ἐλύπουν, τῷ τε ἱππικῷ τοὺς ἀποσκεδαννυμένους σφῶν ἰσχυρῶς ἔβλαπτον· ὁ δὲ δὴ Καῖσαρ οὔτε ἐς χεῖρας αὐτοῖς ἑκὼν ᾔει, καὶ τὴν περιτείχισιν ἐπέσχε, καὶ τὴν τροφὴν ἀγαπητῶς [3] ἥρπαζε, καὶ δυνάμεις ἄλλας οἴκοθεν προσμετεπέμπετο. καὶ ὀψὲ μὲν καὶ χαλεπῶς ἐλθούσας αὐτάς (οὔτε γὰρ ἀθρόαι ἦσαν ἀλλὰ κατὰ βραχὺ συνελέγοντο, καὶ πλοίων ὥσθ' ἅμα περαιωθῆναι ἠπόρουν) ‑ ἐλθούσας δ' οὖν ποτε προσλαβὼν ἀνεθάρσησεν αὖθις, καὶ [4] ἐπεξαγαγὼν παρετάξατο πρὸ τῆς ταφρείας. ἰδόντες δὲ τοῦτο οἱ ἐναντίοι ἀντιπαρετάξαντο μέν, οὐ μὴν καὶ συνέβαλόν σφισιν. καὶ τοῦτο ἐπὶ πλείους ἡμέρας ἐγένετο· πλὴν γὰρ ὅτι τοῖς ἱππεῦσιν ἐπὶ βραχὺ συμμιγνύντες ἀνεχώρουν, οὐδὲν οὐδέτεροι μέγα παρέβαλον.
[7]
[1] ὁ οὖν Καῖσαρ ἐννοήσας ὅτι οὐκ ἂν δύναιτο ἄκοντας αὐτοὺς ὑπὸ τῶν χωρίων ἐς χεῖρας ἐλθεῖν ἀναγκάσαι, πρὸς Θάψον ὥρμησεν, ἵν' ἢ προσβοηθησάντων αὐτῶν τῇ πόλει συμβάλῃ σφίσιν, ἢ [2] περιιδόντων ἐκείνην γε ἕλῃ. ἡ δὲ δὴ Θάψος κεῖται μὲν ἐν χερρονήσῳ τρόπον τινά, ἔνθεν μὲν τῆς θαλάσσης ἔνθεν δὲ λίμνης παρηκούσης, στενὸν δὲ δὴ τὸν ἰσθμὸν καὶ ἑλώδη διὰ μέσου οὕτως ἔχει ὥστε διχῇ μὲν δι' ἐλαχίστου δὲ ἐφ' ἑκάτερα τοῦ ἕλους παρ' αὐτὴν [3] τὴν ῥαχίαν ἀμφοτέρωθεν παριέναι. πρὸς ταύτην οὖν τὴν πόλιν ὁ Καῖσαρ εἴσω τῶν στενῶν χωρήσας ἐτάφρευε καὶ ἐσταύρου. καὶ ἐκεῖνοι μὲν οὐδὲν πρᾶγμα αὐτῷ παρεῖχον (οὐ γὰρ ἦσαν ἀξιόμαχοι), ὁ δὲ δὴ Σκιπίων καὶ ὁ Ἰόβας ἐπεχείρησαν τὸ στόμα τοῦ ἰσθμοῦ, καθ' ὃ πρὸς τὴν ἤπειρον τελευτᾷ, σταυρώμασι καὶ ταφρεύμασι [8] [1] διχῇ διαλαβόντες ἀνταποτειχίσαι. ἐν ἔργῳ δὲ αὐτῶν ὄντων καὶ πολὺ καθ' ἑκάστην ἡμέραν ἀνυόντων (ὅπως γάρ τοι θᾶσσον διατειχίσωσι, τούς τε ἐλέφαντας καθ' ὃ μηδέπω διετετάφρευτο ἀλλ' εὐέφοδόν τι τοῖς πολεμίοις ἦν προσέταξαν, καὶ τὰ λοιπὰ πάντες [2] εἰργάζοντο) ἐπέθετο ὁ Καῖσαρ αἰφνίδιον τοῖς ἑτέροις ‹τοῖς› περὶ τὸν Σκιπίωνα, καὶ τοὺς ἐλέφαντας πόρρωθεν σφενδόναις καὶ τοξεύμασιν ἐκταράξας ἐφέσπετό τε αὐτοῖς ἀναχωρήσασι, καὶ παρὰ δόξαν τοῖς ἐργαζομένοις προσμίξας καὶ ἐκείνους ἐτρέψατο, καί σφισι φυγοῦσιν [3] ἐς τὸ ἔρυμα συνεσπεσὼν αὐτοβοεὶ αὐτὸ εἷλεν. ἰδὼν δὲ ταῦτα ὁ Ἰόβας οὕτως ἐξεπλάγη καὶ ἔδεισεν ὡς μήτε ἐς χεῖράς τινι ὑπομεῖναι ἐλθεῖν μήτε τὸ στρατόπεδον διὰ φυλακῆς ποιήσασθαι.
[4] ἐκεῖνος μὲν οὖν φυγὼν καὶ οἴκαδε ἐπειχθείς, ἔπειτ' ἐπειδὴ μηδεὶς αὐτόν, ἄλλως τε καὶ τοῦ Σιττίου τοὺς ἀντικαταστάντας οἱ προνενικηκότος, ἐδέξατο, ἀπέγνω τε τὴν σωτηρίαν, καὶ τῷ Πετρεΐῳ μηδεμίαν μηδ' αὐτῷ ἐλπίδα ἀδείας ἔχοντι ἐμονομάχησε καὶ συναπέθανε.
[9]
[1] Καῖσαρ δὲ τό τε σταύρωμα εὐθὺς μετὰ τὴν φυγὴν αὐτοῦ ἔλαβε, καὶ φόνον πλεῖστον τῶν προστυχόντων ἁπάντων σφίσιν ἐποίησεν· οὐδὲ γὰρ τῶν μεταστάντων ἐφείσατο. κἀκ τούτου τάς τε ἄλλας [2] πόλεις μηδενὸς ἀνθισταμένου παρεστήσατο, καὶ τοὺς Νομάδας λαβὼν ἔς τε τὸ ὑπήκοον ἐπήγαγε καὶ τῷ Σαλουστίῳ λόγῳ μὲν ἄρχειν ἔργῳ δὲ ἄγειν τε καὶ φέρειν ἐπέτρεψεν. ἀμέλει καὶ ἐδωροδόκησε πολλὰ καὶ ἥρπασεν, ὥστε καὶ κατηγορηθῆναι ‹καὶ› αἰσχύνην ἐσχάτην [3] ὀφλεῖν, ὅτι τοιαῦτα συγγράμματα συγγράψας καὶ πολλὰ καὶ πικρὰ περὶ τῶν ἐκκαρπουμένων τινὰς εἰπὼν οὐκ ἐμιμήσατο τῷ ἔργῳ τοὺς λόγους. ὅθεν εἰ καὶ τὰ μάλιστα ἀφείθη ὑπὸ τοῦ Καίσαρος, ἀλλ' αὐτός γε ἑαυτὸν καὶ πάνυ τῇ συγγραφῇ ἐστηλοκόπησε.
[4] τοῦτό τε οὖν οὕτως ἐγένετο, καὶ τὰ ἔθνη τὰ ἐν τῇ Λιβύῃ ταῦτα τὸ μὲν περὶ τὴν Καρχηδόνα, ὃ δὴ καὶ Ἀφρικὴν καλοῦμεν, παλαιόν, ὅτι ἐκ πολλοῦ κατείργαστο, τὸ δὲ δὴ τῶν Νομάδων νέον, [5] ὅτι νεωστὶ εἴληπτο, ἐπωνομάσθη. Σκιπίων δὲ ἐκ μὲν τῆς μάχης ἔφυγε, καὶ πλοίου ἐπιτυχὼν ἐς τὴν Ἰβηρίαν πρός τε τὸν Πομπήιον ἀπῆρεν, ἐκπεσὼν δὲ ἐς τὴν Μαυριτανίαν καὶ τὸν Σίττιον φοβηθεὶς [10] [1] ἑαυτὸν διεχρήσατο. ὅ τε Κάτων τὸ μὲν πρῶτον συγκαταφυγόντων πρὸς αὐτὸν πολλῶν παρεσκευάζετο τῶν τε πραγμάτων ἀντιλαβέσθαι καὶ τὸν Καίσαρα τρόπον τινὰ ἀμύνασθαι· ὡς δὲ οἵ τε Οὐτικήσιοι, [2] ἅτε μηδὲ ἐν τῷ πρὶν ἐχθρωδῶς τῷ Καίσαρι ἔχοντες καὶ τότε νενικηκότα αὐτὸν ὁρῶντες, οὐκ ἐπείθοντο αὐτῷ, καὶ οἱ ἐκ τῆς γερουσίας τῶν τε ἱππέων παρόντες ἐφοβήθησαν μὴ συλληφθῶσιν ὑπ' αὐτῶν καὶ δρασμὸν ἐβουλεύσαντο, αὐτὸς μὲν οὔτ' ἀντιπολεμῆσαι (οὐδὲ γὰρ οἷός τε ἦν) οὔτ' αὖ προσχωρῆσαι τῷ Καίσαρι ἔγνω, [3] οὐχ ὅτι τι ἐδεδίει (καὶ γὰρ εὖ ἠπίστατο καὶ πάνυ ἂν σπουδάσαντα αὐτὸν ἑαυτοῦ, τῆς ἐπὶ φιλανθρωπίᾳ δόξης ἕνεκα, φείσασθαι), ἀλλ' ὅτι τῆς τε ἐλευθερίας ἰσχυρῶς ἤρα, καὶ ἡττᾶσθαι οὐδενὸς ἐς οὐδὲν ἐβούλετο, τοῦ τε θανάτου πολὺ τὸν παρὰ τοῦ Καίσαρος ἔλεον [4] χαλεπώτερον ἡγεῖτο εἶναι. συγκαλέσας δὲ τοὺς παρόντας τῶν πολιτῶν, καὶ διερωτήσας ὅποι ἕκαστος αὐτῶν ὥρμηται, ἐκείνους μὲν μετ' ἐφοδίων ἐξέπεμψε, τῷ δὲ υἱεῖ πρὸς τὸν Καίσαρα ἐλθεῖν ἐκέλευσε. πυθομένου τε τοῦ νεανίσκου "διὰ τί οὖν οὐχὶ καὶ σὺ τοῦτο [5] ποιεῖς;" ἀπεκρίνατο αὐτῷ ὅτι "ἐγὼ μὲν ἔν τε ἐλευθερίᾳ καὶ ἐν παρρησίᾳ τραφεὶς οὐ δύναμαι τὴν δουλείαν ἐκ μεταβολῆς ἐπὶ γήρως μεταμαθεῖν· σοὶ δ' ἐν τοιαύτῃ καταστάσει καὶ γεννηθέντι καὶ τραφέντι [11] [1] τὸν δαίμονα τὸν λαχόντα σε θεραπεύειν προσήκει". ταῦτ' οὖν πράξας, καὶ τοῖς Οὐτικησίοις τήν τε διοίκησιν ἀπολογισάμενος καὶ τὰ λοιπὰ χρήματα τά τε ἄλλα ὅσα αὐτῶν εἶχεν ἀποδούς, προαπαλλαγῆναι [2] πρὸ τῆς τοῦ Καίσαρος ἀφίξεως ἠθέλησε. καὶ μεθ' ἡμέραν μὲν οὐκ ἐπεχείρησε τοῦτο ποιῆσαι· ὅ τε γὰρ υἱὸς καὶ οἱ ἄλλοι οἱ περὶ αὐτὸν ὄντες φυλακὴν αὐτοῦ εἶχον· ἐπεὶ δὲ ἑσπέρα ἐγένετο, ξιφίδιόν τέ τι κρύφα ὑπὸ τὸ προσκεφάλαιον ὑπέθηκε, καὶ τὸ τοῦ Πλάτωνος βιβλίον τὸ περὶ τῆς ψυχῆς αὐτῷ γεγραμμένον ᾔτησε, [3] εἴτ' οὖν πόρρω τῆς ὑποψίας τοῦ τι τοιοῦτο βουλεύσασθαι τοὺς παρόντας ἀπαγαγεῖν σπουδάσας, ὅπως ὡς ἥκιστα παρατηρηθῇ, εἴτε καὶ παραμύθιόν τι πρὸς τὸν θάνατον ἐκ τῆς ἀναγνώσεως αὐτοῦ λαβεῖν ἐπιθυμήσας. ὡς δὲ ἐκεῖνό τε ἀνελέξατο καὶ ἡ νὺξ ἐμέσου, [4] τό τε ἐγχειρίδιον ὑφείλκυσε, καὶ ἑαυτὸν ἐπὶ τὴν γαστέρα παίσας εὐθὺς ἂν ἐτελεύτησεν ἔξαιμος γενόμενος, εἰ μὴ καταπεσὼν ἐκ τοῦ σκιμποδίου ψόφον τε ἐποίησε καὶ τοὺς προκοιτοῦντας ἐξήγειρε. καὶ οὕτως ὅ τε υἱὸς καὶ ἄλλοι τινὲς ἐσπεσόντες τά τε ἔντερα αὐτοῦ ἐς τὴν γαστέρα αὖθις κατέταξαν καὶ θεραπείαν αὐτῷ προσήγαγον.
[5] καὶ οἱ μὲν τό τε ξιφίδιον ἦραν καὶ τὰς θύρας ἔκλεισαν, ὅπως ὕπνου λάχῃ (οὐ γὰρ δὴ καὶ ἄλλως πως ἀποθανεῖν αὐτὸν προσεδόκησαν)· ἐκεῖνος δὲ ἔς τε τὸ τραῦμα τὰς χεῖρας ἐνέβαλε καὶ τὰς ῥαφὰς αὐτοῦ διαρρήξας ἀπέψυξεν.
[6] ὁ μὲν οὖν Κάτων καὶ δημοτικώτατος [καὶ ἰσχυρότατος] καὶ ἰσχυρογνωμονέστατος πάντων τῶν καθ' ἑαυτὸν ἀνθρώπων γενόμενος μεγάλην δόξαν καὶ ἀπ' αὐτοῦ τοῦ θανάτου ἔλαβεν, ὥστε καὶ ἐπωνυμίαν Οὐτικήσιος, ὅτι τε ἐν τῇ Οὐτικῇ οὕτως ἐτελεύτησε [12] [1] καὶ ὅτι δημοσίᾳ ὑπ' αὐτῶν ἐτάφη, κτήσασθαι· ὁ δὲ Καῖσαρ ἐκείνῳ μὲν ὀργίζεσθαι ἔφη ὅτι οἱ τῆς ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ εὐκλείας ἐφθόνησε, τὸν δὲ υἱὸν καὶ τῶν ἄλλων τοὺς πλείους ἀφῆκεν, ὥσπερ εἴθιστο· οἱ μὲν γὰρ εὐθὺς οἱ δὲ καὶ ὕστερον, ὅπως ἀμβλυτέρῳ αὐτῷ ὑπὸ τοῦ χρόνου γενομένῳ προσέλθωσιν, ἐθελονταὶ [2] προσεχώρησαν. καὶ οἱ μὲν ἐσώθησαν, Ἀφράνιος δὲ καὶ Φαῦστος ἑκόντες μὲν οὐκ ἦλθον πρὸς αὐτόν (καὶ γὰρ εὖ ᾔδεσαν ἀπολούμενοι), φυγόντες δὲ ἐς Μαυριτανίαν συνελήφθησαν ὑπὸ τοῦ Σιττίου. καὶ ἐκείνους μὲν ἀκρίτους ὁ Καῖσαρ ὡς καὶ αἰχμαλώτους [3] ἀπέσφαξεν· τὸν δὲ δὴ Καίσαρα τὸν Λούκιον, καίπερ ἐν γένει οἱ ὄντα καὶ ἐθελούσιον ἱκετεύσαντα, ὅμως ἐπειδὴ διὰ παντὸς αὐτῷ προσεπεπολεμήκει, τὸ μὲν πρῶτον ἀποδικῆσαι ἐκέλευσεν ὥστε ἐν δίκῃ τινὶ κατεψηφίσθαι αὐτοῦ δόξαι, ἔπειτα δὲ ὀκνήσας αὐτὸν τῇ ἑαυτοῦ φωνῇ θανατῶσαι τότε μὲν ἀνεβάλετο, ὕστερον δὲ καὶ [13] [1] κρύφα ἀπέκτεινε. καὶ γὰρ τῶν συνόντων οἱ τοὺς οὐκ ἐπιτηδείους τοὺς μὲν πρὸς τῶν ἐναντίων οὐκ ἀκουσίως ἀπέβαλλε, τοὺς δὲ καὶ δι' αὐτῶν τῶν σφετέρων ἐξ ἐπιβουλῆς ἐν αὐταῖς ταῖς μάχαις [2] ἀπόλλυσθαι ἐποίει. οὐ γάρ τοι καὶ φανερῶς πᾶσι τοῖς λυπήσασί τι αὐτόν, ὥσπερ εἶπον, ἐπεξῄει, ἀλλ' ὅσους μηδενὶ ἀξιόχρεῳ ἐγκλήματι μετελθεῖν ἐδύνατο, ἐν τρόπῳ δή τινι ἀφανεῖ ὑπεξῄρει, καίτοι τότε τὰ γράμματα, ὅσα ἐν τοῖς ἀπορρήτοις τοῦ Σκιπίωνος κιβωτίοις εὑρέθη, πάντα καύσας πρὶν ἀναγνῶναι, καὶ τῶν ἀντιπολεμησάντων [3] οἱ πολλοὺς μὲν δι' αὐτοὺς ἐκείνους πολλοὺς δὲ καὶ διὰ τοὺς φίλους σώσας· τῶν τε γὰρ συναγωνιστῶν καὶ τῶν ἑταίρων ἑκάστῳ ἕνα ἐξαιτεῖσθαι, ὥσπερ εἴρηται, ἐπέτρεπε. καὶ δὴ καὶ τὸν [4] Κάτωνα ἔσωσεν ἄν· οὕτω γὰρ αὐτὸν ἐτεθαυμάκει ὥστε τοῦ Κικέρωνος ἐγκώμιον μετὰ ταῦτα αὐτοῦ γράψαντος ἀγανακτῆσαι μὲν μηδέν, καίπερ καὶ ἐκείνου οἱ προσπολεμήσαντος, βιβλίον δέ τι γράψαι ὃ Ἀντικάτωνα ἐπεκάλεσε.
[14]
[1] Καῖσαρ μὲν ταῦτά τε πράξας, καὶ τοὺς ἀφηλικεστέρους τῶν στρατιωτῶν παραχρῆμα καὶ πρὶν ἐς τὴν Ἰταλίαν περαιωθῆναι, μὴ καὶ στασιάσωσιν αὖθις, ἀπαλλάξας, τά τε ἄλλα τὰ ἐν τῇ Ἀφρικῇ [2] διὰ βραχέος, ὡς ἐνῆν μάλιστα, καταστήσας, μέχρι μὲν τῆς Σαρδοῦς παντὶ τῷ ναυτικῷ ἔπλευσεν, ἐντεῦθεν δὲ ἐκείνους μὲν ἔς τε τὴν Ἰβηρίαν καὶ ἐπὶ τὸν Πομπήιον μετὰ Γαΐου Διδίου ἔπεμψεν, αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἐκομίσθη, τὸ μὲν πλεῖστον ‹ἐπὶ› τῇ τῶν ἔργων λαμπρότητι, ἤδη δὲ καὶ ἐπὶ τοῖς τῇ βουλῇ δόξασι μεγαλοφρονούμενος.
[3] τεσσαράκοντά τε γὰρ ἡμέρας ἐπὶ τῇ νίκῃ αὐτοῦ θύειν ἔγνωσαν, καὶ τὰ ἐπινίκια τὰ προεψηφισμένα ἐπί τε λευκῶν ἵππων καὶ μετὰ ῥαβδούχων τῶν ‹τε› τότε αὐτῷ συνόντων καὶ ἑτέρων ὅσοις ἐν τῇ πρώτῃ δικτατορίᾳ ἐκέχρητο, ἄλλων τε αὖ ὅσους ἐν τῇ δευτέρᾳ [4] ἐσχήκει, πέμψαι οἱ ἔδοσαν. τῶν τε τρόπων τῶν ἑκάστου ἐπιστάτην (οὕτω γάρ πως ὠνομάσθη ὥσπερ οὐκ ἀξίας αὐτοῦ τῆς τοῦ τιμητοῦ προσρήσεως οὔσης) ἐς τρία αὐτὸν ἔτη καὶ δικτάτορα ἐς [5] δέκα ἐφεξῆς εἵλοντο. καὶ προσέτι ἐπί τε ἀρχικοῦ δίφρου μετὰ τῶν ἀεὶ ὑπάτων ἐν τῷ συνεδρίῳ καθίζειν καὶ γνώμην ἀεὶ πρῶτον ἀποφαίνεσθαι, ἔν τε ταῖς ἱπποδρομίαις ἁπάσαις ἀποσημαίνειν, καὶ τὰς ἀρχὰς τά τε ἄλλα ὅσα τισὶν ὁ δῆμος πρότερον ἔνεμεν ἀποδεικνύναι [6] ἐψηφίσαντο. ἅρμα τέ τι αὐτοῦ ἐν τῷ Καπιτωλίῳ ἀντιπρόσωπον τῷ Διὶ ἱδρυθῆναι, καὶ ἐπὶ εἰκόνα αὐτὸν τῆς οἰκουμένης χαλκοῦν ἐπιβιβασθῆναι, γραφὴν ἔχοντα ὅτι ἡμίθεός ἐστι, τό τε ὄνομα αὐτοῦ ἐπὶ τὸ Καπιτώλιον ἀντὶ τοῦ Κατούλου [γραφῆναι], ὡς καὶ τὸν νεών, ἐφ' οὗ τῇ ἐκποιήσει εὐθύνειν ἐκεῖνον ἐπεχείρησεν, ἐκτελέσαντος, [7] ἀντεγγραφῆναι ἐκέλευσαν. ταῦτα δὲ μόνα κατέλεξα οὐχ ὅτι καὶ μόνα ἐψηφίσθη (παμπληθῆ τε γὰρ ἐσεφέρετο καὶ δῆλον ὅτι καὶ ἐκυροῦτο) ἀλλ' ὅτι τὰ μὲν ἄλλα παρήκατο, ταῦτα δὲ προσεδέξατο.
[15]
[1] δεδογμένων δὲ ἤδη αὐτῶν ἦλθέ τε ἐς τὴν Ῥώμην, καὶ ἰδὼν τοὺς ἀνθρώπους τήν τε δύναμιν αὐτοῦ φοβουμένους καὶ τὸ φρόνημα ὑποτοπουμένους, κἀκ τούτου πολλὰ καὶ δεινά, οἷά που καὶ πρὶν ἐγεγόνει, πείσεσθαι προσδοκῶντας, καὶ διὰ τοῦτο καὶ ὑπερόγκους [2] οἱ τιμὰς κολακείᾳ ἀλλ' οὐκ εὐνοίᾳ ἐψηφισμένους, παρεμυθήσατό τε αὐτοὺς καὶ ἐπήλπισεν εἰπὼν ἐν τῇ βουλῇ τοιάδε· "μηδεὶς ὑμῶν, ὦ πατέρες, προσδοκήσῃ μήτε ἐρεῖν με χαλεπὸν μηδὲν μήτε πράξειν, ὅτι καὶ νενίκηκα καὶ δύναμαι πᾶν μὲν ὅ τι ἂν ἐθελήσω ἀνεύθυνος [3] εἰπεῖν, πᾶν δ' ὅ τι ἂν βουληθῶ μετ' ἐξουσίας δρᾶσαι. μὴ μέντοι μηδ' ὅτι καὶ Μάριος καὶ Κίννας καὶ Σύλλας, οἵ τε ἄλλοι πάντες ὡς εἰπεῖν ὅσοι πώποτε τοὺς ἀντιστασιάσαντάς σφισιν ἐκράτησαν, ἐν μὲν ταῖς ἐπιχειρήσεσι τῶν πραγμάτων πολλὰ καὶ φιλάνθρωπα καὶ εἶπον [4] καὶ ἔπραξαν, ἐξ ὧν οὐχ ἥκιστα προσαγαγόμενοί τινας μάλιστα μὲν συμμάχοις αὐτοῖς, εἰ δὲ μή, οὐκ ἀνταγωνισταῖς γε ἐχρήσαντο, νικήσαντες δὲ καὶ ἐγκρατεῖς ὧν ἐπεθύμουν γενόμενοι πολὺ τἀναντία ἐκείνων καὶ λόγῳ καὶ ἔργῳ ἔπραξαν, καὶ ἐμέ τις ὑπολάβῃ τὸ αὐτὸ [5] τοῦτο ποιήσειν. οὔτε γὰρ ἄλλως πως πεφυκὼς ἔπειτα τὸν μὲν ἔμπροσθε χρόνον προσποιητῶς ὑμῖν ἐνωμίλησα, νῦν δέ, ὅτι ἔξεστιν, ἀσφαλῶς θρασύνομαι· οὔτ' αὖ ὑπὸ τῆς πολλῆς εὐπραγίας ἐξῆγμαι καὶ τετύφωμαι ὥστε καὶ τυραννῆσαι ὑμῶν ἐπιθυμῆσαι (ταῦτα γὰρ ἔμοιγε ἀμφότερα ἢ τό γε ἕτερον αὐτῶν ἐκεῖνοι παθεῖν δοκοῦσιν)· [6] ἀλλ' εἰμί τε τῇ φύσει τοιοῦτος ὁποίου μου ἀεὶ πεπείρασθε (τί γὰρ δεῖ με καθ' ἕκαστον ἐπεξιόντα ἐπαχθῆ, ὡς καὶ ἐμαυτὸν ἐπαινοῦντα, γενέσθαι;) καὶ τὴν τύχην οὐκ ἂν προπηλακίσαιμι, ἀλλ' ὅσῳ μᾶλλον ἀγαθῆς αὐτῆς πεπείραμαι, τόσῳ μᾶλλον πρὸς πάντα κρείττω αὐτῇ [7] χρήσομαι. οὐδὲ γὰρ οὐδ' ἐπ' ἄλλο τι τοσοῦτό τ' ἰσχῦσαι καὶ τηλικοῦτον αὐξηθῆναι ἐσπούδασα ὥστε πάντας μὲν τοὺς ἀντιπολεμήσαντας κολάσασθαι πάντας δὲ τοὺς ἀντιστασιάσαντας νουθετῆσαι, ἢ ἵνα [16] [1] καὶ ἀνδραγαθίζεσθαι ἀσφαλῶς καὶ εὐτυχεῖν εὐκλεῶς δύνωμαι. οὔτε γὰρ ἄλλως καλὸν ἢ δίκαιον, ὅσα τις τοῖς διχογνωμονήσασιν ἐπεκάλεσε, ταῦτα αὐτὸν ποιοῦντα ἐξελεγχθῆναι· οὔτ' ἂν ἔγωγε ἀξιώσαιμί ποτε, τῇ τῶν ἔργων ζηλώσει ὁμοιωθεὶς αὐτοῖς, μόνῃ τῇ τῆς παντελοῦς [2] νίκης φήμῃ διαλλάξαι. τίς μὲν γὰρ πλείω καὶ μείζω τινὰς εὖ ποιεῖν ὀφείλει τοῦ μάλιστα δυναμένου; τίς δὲ ἧττον ἐξαμαρτάνειν τοῦ πλεῖστον ἰσχύοντος; τίς εὐβουλότερον τοῖς ἐκ τοῦ δαιμονίου δοθεῖσι χρῆσθαι τοῦ τὰ μέγιστα παρ' αὐτοῦ λαβόντος; τίς ὀρθότερον τὰ παρόντα ἀγαθὰ μεταχειρίζεσθαι τοῦ πλεῖστά τε ἔχοντος καὶ μάλιστα [3] περὶ αὐτῶν μὴ καὶ ἀπόληται φοβουμένου; ἡ μὲν γὰρ εὐπραγία σωφροσύνην λαβοῦσα διαμένει, καὶ ἡ ἐξουσία μετριάσασα πάντα τὰ κτηθέντα τηρεῖ· τό τε μέγιστον, καὶ ὅπερ ἥκιστα τοῖς εὖ χωρὶς ἀρετῆς φερομένοις ὑπάρχει, καὶ ζῶσιν ἀδόλως φιλεῖσθαι καὶ τελευτήσασιν [4] ἀληθῶς ἐπαινεῖσθαι διδόασιν. ὁ δὲ ἀνέδην ἐς πάντα ἁπλῶς τῇ δυνάμει καταχρώμενος οὔτε εὔνοιαν ἀληθῆ οὔτ' ἀσφάλειαν ἀκριβῆ εὑρίσκεται, ἀλλ' ἐν μὲν τῷ φανερῷ πλαστῶς κολακεύεται ...· τὸν γὰρ τῆς ἑαυτοῦ ἐξουσίας ἀκράτορα οἵ τε ἄλλοι πάντες καὶ οἱ μάλιστα αὐτῷ χρώμενοι καὶ ὑποπτεύουσι καὶ φοβοῦνται.
[17]
[1] ταῦτα δὲ οὐκ ἄλλως ἐφιλοσόφησα, ἀλλ' ἵνα εἰδῆτε ὅτι οὐκ ἐς ἐπίδειξιν, οὐδ' ἀπ' αὐτομάτου νῦν προσπεσόντα αὐτά, ἀλλὰ ἀπ' ἀρχῆς καὶ πρέπειν μοι καὶ συμφέρειν κρίνας καὶ φρονῶ καὶ λέγω, ὥσθ' ὑμᾶς μὴ πρὸς τὸ παρὸν μόνον θαρσεῖν ἀλλὰ καὶ πρὸς τὸ μέλλον εὐέλπιδας εἶναι, ἐνθυμουμένους ὅτι, εἴπερ τι αὐτῶν ἐπλαττόμην, [2] οὐκ ἂν ἀνεβαλόμην ἀλλ' ἤδη καὶ τήμερον ἐξέφηνα. ἀλλ' οὔτε πρότερον ἄλλως πως ἐφρόνησα, ὥσπερ που καὶ αὐτὰ τὰ ἔργα τεκμηριοῖ, νῦν τε πολὺ μᾶλλον προθυμήσομαι μετὰ πάσης ἐπιεικείας οὐ μὰ Δί' οὐ δεσπόζειν ὑμῶν ἀλλὰ προστατεῖν, οὐδὲ τυραννεύειν ἀλλ' ἡγεμονεύειν, πρὸς μὲν τἆλλα πάνθ' ὅσα ὑπὲρ ὑμῶν δεῖ πράττειν καὶ ὕπατος καὶ δικτάτωρ, πρὸς δὲ δὴ τὸ κακῶς ποιῆσαί τινα [3] ἰδιώτης ὤν. τοῦτο γὰρ μόνον οὐ ῥηθῆναι καλὸν εἶναι νομίζω. πῶς μὲν γὰρ ‹ἂν› ἀποκτείναιμί τινα ὑμῶν τῶν μηδέν με ἠδικηκότων ὁ μηδένα μὲν τῶν ἀντιπραξαμένων μοι φθείρας, εἰ καὶ τὰ μάλιστα προθύμως τἆλλά τισι κατ' ἐμοῦ προσήραντο, πάντας δὲ καὶ τοὺς ἅπαξ ἀντικαταστάντας μοι ἐλεήσας καὶ πολλοὺς καὶ τῶν δεύτερον [4] ἀντιμαχεσαμένων σώσας; πῶς δ' ἂν μνησικακήσαιμί τισιν ὁ καὶ τὰ γράμματα, ὅσα καὶ παρὰ τῷ Πομπηίῳ καὶ παρὰ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη, μήτ' ἀναγνοὺς μήτ' ἐκγραψάμενος ἀλλ' εὐθὺς κατακαύσας; ὥστε θαρσούντως, ὦ πατέρες, οἰκειωθῶμεν, ἐκλαθόμενοι μὲν πάντων τῶν συμβεβηκότων ὡς καὶ ἀνάγκῃ τινὶ δαιμονίᾳ [5] γεγονότων, ἀρξάμενοι δὲ ἀνυπόπτως ἀλλήλους καθάπερ τινὰς καινοὺς πολίτας φιλεῖν, ἵν' ὑμεῖς τε ὡς πρὸς πατέρα με προσφέρησθε, τὴν μὲν πρόνοιαν τήν τε κηδεμονίαν τὴν παρ' ἐμοῦ καρπούμενοι, τῶν δὲ δυσχερεστέρων μηδὲν φοβούμενοι, καὶ ἐγὼ ὡς παίδων ὑμῶν [6] ἐπιμελῶμαι, πάντα μὲν τὰ κάλλιστα ἀεὶ γίγνεσθαι ὑφ' ὑμῶν εὐχόμενος, φέρων δὲ ἀναγκαίως τὰ ἀνθρώπινα, καὶ τοὺς μὲν ἀγαθοὺς ταῖς προσηκούσαις τιμαῖς ἀγάλλων, τοὺς δὲ λοιποὺς ἐπανορθῶν καθ' ὅσον ἐνδέχεται.
[18]
[1] μὴ μέντοι μηδὲ τοὺς στρατιώτας δείσητε, μηδ' ἄλλο τι αὐτοὺς ἢ φύλακας τῆς τε ἐμῆς ἀρχῆς καὶ τῆς ὑμετέρας ἅμα νομίσητε εἶναι· τρέφεσθαι μὲν γάρ σφας ἀνάγκη πολλῶν ἕνεκα, τραφήσονται δὲ οὐκ ἐφ' ὑμᾶς ἀλλ' ὑπὲρ ὑμῶν, τοῖς τε διδομένοις ἀρκούμενοι καὶ [2] τοὺς διδόντας αὐτὰ ἀγαπῶντες. διὰ γὰρ τοῦτο καὶ τὰ χρήματα ἐπὶ πλεῖον τοῦ συνήθους ἐσπέπρακται, ἵνα τό τε στασιάσαν ἅμα σωφρονισθῇ καὶ τὸ κεκρατηκὸς αὐτάρκη τροφὴν λαβὸν μὴ στασιάσῃ. οὐ γάρ που καὶ ἰδίᾳ τι αὐτῶν ἀποκεκέρδαγκα, ὅς γε πάντα μὲν τὰ ὑπάρχοντά μοι, πολλὰ δὲ καὶ δεδανεισμένος προσανάλωκα [3] ὑμῖν· ἀλλ' ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς τοὺς πολέμους δεδαπάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφ' ὧν ἥ τε πόλις κοσμηθήσεται καὶ τὰ λοιπὰ διοικηθήσεται. ὥστε τὸ μὲν ἐπίφθονον τῆς ἐσπράξεως αὐτὸς ἀνεδεξάμην, τῆς δ' ὠφελίας κοινῇ πάντες ἀπολαύσετε, [4] τά τε ἄλλα καὶ ἐν ταῖς στρατείαις· τῶν τε γὰρ ὅπλων ἀεὶ ἡμῖν δεῖ, ἐπειδὴ μὴ οἷόν τέ ἐστιν ἄνευ αὐτῶν πόλιν τε τηλικαύτην οἰκοῦντας καὶ ἀρχὴν τοσαύτην ἔχοντας ἀσφαλῶς ζῆσαι, καὶ [5] ἡ περιουσία τῶν χρημάτων καὶ ἐκεῖνα ἰσχυρῶς ὠφελεῖ. μὴ μέντοι καὶ ὑποπτεύσῃ τις ὑμῶν ὅτι ἢ τῶν πλουσίων τινὰ λυπήσω ‹ἢ› καὶ τέλη τινὰ καινὰ καταστήσω· τοῖς τε γὰρ παροῦσιν ἀρκεσθήσομαι, καὶ προθυμήσομαι συνευπορῆσαί τι μᾶλλον ὑμῖν ἢ διὰ χρήματά τινα ἀδικῆσαι."
[6] τοιαῦτα ὁ Καῖσαρ ἔν τε τῷ συνεδρίῳ καὶ μετὰ τοῦτο καὶ ἐν τῷ δήμῳ εἰπὼν ἐπεκούφισε μέν πως αὐτοὺς τοῦ δέους, οὐ μέντοι καὶ ἠδυνήθη πεῖσαι παντάπασι θαρσεῖν, πρὶν καὶ τοῖς ἔργοις τὰς [19] [1] ἐπαγγελίας βεβαιώσασθαι. μετὰ δὲ δὴ τοῦτο τά τε ἄλλα λαμπρῶς, ὥσπερ εἰκὸς ἐπί τε τοσαύταις καὶ τηλικαύταις ἅμα νίκαις ἦν, ἐποίει, καὶ τὰ ἐπινίκια τῶν τε Γαλατῶν καὶ τῆς Αἰγύπτου τοῦ τε Φαρνάκου καὶ τοῦ Ἰόβου τετραχῇ χωρὶς τέσσαρσιν ἡμέραις ἔπεμψε.
[2] καὶ τὰ μὲν ἄλλα ηὔφρανέ που τοὺς ὁρῶντας, ἡ δ' Ἀρσινόη ἡ Αἰγυπτία (καὶ γὰρ ἐκείνην ἐν τοῖς αἰχμαλώτοις παρήγαγε) τό τε πλῆθος τῶν ῥαβδούχων καὶ τὰ ἀπὸ τῶν πολιτῶν τῶν ἐν τῇ Ἀφρικῇ [3] ἀπολωλότων πομπεῖα δεινῶς αὐτοὺς ἐλύπησεν. ὅ τε γὰρ ἀριθμὸς ὁ τῶν ῥαβδούχων ἐπαχθέστατόν σφισιν ὄχλον, ἅτε μήπω πρότερον τοσούτους ἅμα ἑορακόσι, παρέσχε· καὶ ἡ Ἀρσινόη γυνή τε οὖσα καὶ βασιλίς ποτε νομισθεῖσα ἔν τε δεσμοῖς, ὃ μηπώποτε ἔν [4] γε τῇ Ῥώμῃ ἐγεγόνει, ὀφθεῖσα πάμπολυν οἶκτον ἐνέβαλε, κἀκ τούτου ἐπὶ τῇ προφάσει ταύτῃ καὶ τὰ οἰκεῖα πάθη παρωδύραντο. οὐ μὴν ἀλλ' ἐκείνη μὲν διὰ τοὺς ἀδελφοὺς ἀφείθη, ἄλλοι δὲ καὶ ὁ Οὐερκιγγετόριξ ἐθανατώθησαν.
[20]
[1] δυσχερῶς μὲν οὖν διὰ ταῦθ' ἅπερ εἶπον διετέθησαν, ἐλάχιστα δ' οὖν αὐτὰ πρός γε τὸ πλῆθος τῶν ἑαλωκότων καὶ πρὸς τὸ μέγεθος τῶν κατειργασμένων ἐνόμιζον εἶναι. τούτων τε οὖν ἕνεκα καὶ ὑπερεθαύμαζον αὐτόν, καὶ ὅτι καὶ τὴν παρρησίαν τοῦ στρατοῦ πρᾳότατα ἤνεγκε. τούς τε γὰρ ἐς τὸ συνέδριόν σφων ὑπ' [2] αὐτοῦ καταλεχθέντας ἐτώθασαν, καὶ τά τε ἄλλα ὅσα ποτ' ἐντίζετο, καὶ ‹ἐν› τοῖς μάλιστα τόν τε τῆς Κλεοπάτρας αὐτοῦ ἔρωτα καὶ τὴν παρὰ τῷ Νικομήδει τῷ τῆς Βιθυνίας βασιλεύσαντι διατριβήν, ὅτι μειράκιόν ποτε παρ' αὐτῷ ἐγεγόνει, διεκερτόμησαν, ὥστε καὶ εἰπεῖν ὅτι Καῖσαρ μὲν Γαλάτας ἐδουλώσατο, Καίσαρα δὲ Νικομήδης.
[3] τέλος δὲ ἐφ' ἅπασιν αὐτοῖς ἀθρόοι ἀναβοήσαντες εἶπον ὅτι, ἂν μὲν καλῶς ποιήσῃς, κολασθήσῃ, ἂν δὲ κακῶς, βασιλεύσεις. τοῦτο δὲ αὐτοῖς ἐβούλετο δηλοῦν ὅτι, ἂν μὲν ἀποδῷ τῷ δήμῳ τὴν αὐτονομίαν, ὅπερ που δίκαιον ἐνόμιζον εἶναι, καὶ κριθήσεται ἐφ' οἷς ἔξω τῶν νόμων εἰργάσατο καὶ δίκην ὑφέξει, ἂν δὲ τῇ δυναστείᾳ ἐμμείνῃ, [4] ὅπερ που ἀδικοῦντος ἔργον ἦν, μοναρχήσει. οὐ μέντοι καὶ ἐκεῖνος ἤχθετο ταῦτα αὐτῶν λεγόντων, ἀλλὰ καὶ πάνυ ἔχαιρεν ὅτι τοσαύτῃ πρὸς αὐτὸν παρρησίᾳ, πίστει τοῦ μὴ ἂν ὀργισθῆναί ποτε ἐπ' αὐτῇ, ἐχρῶντο, πλὴν καθ' ὅσον τὴν συνουσίαν τὴν πρὸς τὸν Νικομήδη διέβαλλον· ἐπὶ γὰρ τούτῳ πάνυ τε ἐδυσκόλαινε καὶ ἔνδηλος ἦν λυπούμενος, ἀπολογεῖσθαί τε ἐπεχείρει καὶ κατώμνυε, κἀκ τούτου καὶ γέλωτα προσεπωφλίσκανεν.
[21]
[1] ἐν δ' οὖν τῇ πρώτῃ τῶν νικητηρίων τέρας οὐκ ἀγαθὸν αὐτῷ ἐγένετο· ὁ γὰρ ἄξων τοῦ ἅρματος τοῦ πομπικοῦ παρ' αὐτῷ τῷ Τυχαίῳ τῷ ὑπὸ τοῦ Λουκούλλου οἰκοδομηθέντι συνετρίβη, ὥστε ἐφ' [2] ἑτέρου αὐτὸν τὰ λοιπὰ ἐπιτελέσαι. καὶ τότε μὲν καὶ τοὺς ἀναβασμοὺς τοὺς ἐν τῷ Καπιτωλίῳ τοῖς γόνασιν ἀνερριχήσατο μηδὲν μήτε [ἐς] τὸ ἅρμα τὸ πρὸς τὸν Δία ἀνιδρυθὲν αὐτῷ μήτε τὴν εἰκόνα τῆς οἰκουμένης τὴν ὑπὸ τοῖς ποσὶν αὐτοῦ κειμένην μήτε τὸ ἐπίγραμμα αὐτῆς ὑπολογισάμενος, ὕστερον δὲ τὸ τοῦ ἡμιθέου ὄνομα ἀπ' αὐτοῦ ἀπήλειψεν.
[3] οὕτω μὲν δὴ τὰ ἐπινίκια ἔπεμψε, καὶ ἐπ' αὐτοῖς τόν τε δῆμον λαμπρῶς εἱστίασε καὶ σῖτον ἔξω τοῦ τεταγμένου καὶ ἔλαιον προσέδωκεν αὐτῷ. καὶ τῷ μὲν σιτοδοτουμένῳ ὄχλῳ τάς τε ἑβδομήκοντα καὶ πέντε δραχμὰς ἃς προϋπέσχητο καὶ ἑτέρας πέντε καὶ εἴκοσι, [4] τοῖς δὲ δὴ στρατιώταις πεντακισχιλίας ὅλας ἔνειμε. οὐ μέντοι καὶ ἁπλῶς ἐμεγαλοφρονεῖτο, ἀλλὰ τά τε ἄλλα διηκριβοῦτο, καὶ τοῦ πλήθους τοῦ τὸν σῖτον φέροντος ἐπὶ μακρότατον, οὐ κατὰ δίκην ἀλλ' ὥς που ἐν ταῖς στάσεσιν εἴωθε γίγνεσθαι, ἐπαυξηθέντος ἐξέτασιν ἐποιήσατο, καὶ τούς γε ἡμίσεις ὁμοῦ τι αὐτῶν προαπήλειψε.
[22]
[1] τὰς μὲν δὴ οὖν ἄλλας τῶν νικητηρίων ἡμέρας ὥς που ἐνενόμιστο διήγαγε· τῇ δὲ τελευταίᾳ ἐπειδὴ ἐκ τοῦ δείπνου ἐγένοντο, ἔς τε τὴν ἑαυτοῦ ἀγορὰν ἐσῆλθε βλαύτας ὑποδεδεμένος καὶ ἄνθεσι παντοδαποῖς ἐστεφανωμένος, καὶ ἐκεῖθεν οἴκαδε παντὸς μὲν ὡς εἰπεῖν τοῦ δήμου παραπέμποντος αὐτόν, πολλῶν δὲ ἐλεφάντων λαμπάδας [2] φερόντων ἐκομίσθη. τὴν γὰρ ἀγορὰν τὴν ἀπ' αὐτοῦ κεκλημένην κατεσκευάσατο· καὶ ἔστι μὲν περικαλλεστέρα τῆς Ῥωμαίας, τὸ δὲ ἀξίωμα τὸ ἐκείνης ἐπηύξησεν, ὥστε καὶ μεγάλην αὐτὴν ὀνομάζεσθαι. ταύτην τε οὖν καὶ τὸν νεὼν τὸν τῆς Ἀφροδίτης, ὡς καὶ ἀρχηγέτιδος τοῦ γένους αὐτοῦ οὔσης, ποιήσας καθιέρωσεν εὐθὺς [3] τότε· καὶ πολλούς γε ἐπ' αὐτοῖς καὶ παντοδαποὺς ἀγῶνας ἔθηκε, θέατρόν τι κυνηγετικὸν ἰκριώσας, ὃ καὶ ἀμφιθέατρον ἐκ τοῦ πέριξ πανταχόθεν ἕδρας ἄνευ σκηνῆς ἔχειν προσερρήθη. καὶ ἐπὶ τούτῳ καὶ ἐπὶ τῇ θυγατρὶ καὶ θηρίων σφαγὰς καὶ ἀνδρῶν ὁπλομαχίας [4] ἐποίησεν, ὧν ἐάν τις τὸν ἀριθμὸν γράψαι ἐθελήσῃ, ὄχλον ἂν τῇ συγγραφῇ οὐδ' ἀληθῆ ἴσως παράσχοι· πάντα γὰρ τὰ τοιαῦτα ἐπὶ τὸ μεῖζον ἀεὶ κομποῦται. τοῦτο μὲν οὖν καὶ ἐπὶ τῶν ἄλλων τῶν ὁμοίων τῶν ἔπειτα γενομένων ἐάσω, πλὴν εἰ μή τι πάνυ [23] μοι δόξειεν ἀναγκαῖον εἰπεῖν εἶναι· περὶ δὲ δὴ τῆς καμηλοπαρδάλιδος ὠνομασμένης ἐρῶ, ὅτι τότε πρῶτον ἔς τε τὴν Ῥώμην ὑπ' αὐτοῦ ἐσήχθη καὶ πᾶσιν ἐπεδείχθη. τὸ γὰρ ζῷον τοῦτο τὰ μὲν ἄλλα κάμηλός ἐστι, πλὴν καθ' ὅσον οὐκ ἐκ τοῦ ἴσου τῶν κώλων ἔχει.
[5] τὰ μὲν γὰρ ὀπίσθια αὐτοῦ χθαμαλώτερά ἐστιν· ἀρχόμενον δὲ ἀπὸ τῶν γλουτῶν ὑψοῦται κατὰ βραχὺ ὥστ' ἀναβαίνοντί ποι ἐοικέναι, καὶ μετεωρισθὲν ἐπὶ πλεῖστον τὸ μὲν ἄλλο σῶμα ἐπὶ τῶν ἐμπροσθίων σκελῶν, τὸν δ' αὐχένα ἐς ὕψος αὖ ἴδιον ἀνατείνει. τὴν δὲ δὴ χρόαν κατέστικται ὥσπερ πάρδαλις, καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα [6] ἐπίκοινον ἀμφοτέρων φέρει. τοῦτο μὲν δὴ τοιοῦτόν ἐστι· τοὺς δ' ἄνδρας συνέβαλλε μὲν καὶ ἕνα ἑνὶ ἐν τῇ ἀγορᾷ, ὥσπερ εἴθιστο, συνέβαλλε δὲ καὶ ἐν τῷ ἱπποδρόμῳ πλείους, καὶ ἱππέας ἱππεῦσι καὶ πεζοὺς πεζοῖς, ἄλλους τε ἀναμὶξ ἀλλήλοις ἴσους. καί τινες καὶ [7] ἀπ' ἐλεφάντων τεσσαράκοντα ἐμαχέσαντο. καὶ τέλος ναυμαχίαν οὐκ ἐν τῇ θαλάσσῃ οὐδὲ ἐν λίμνῃ τινὶ ἀλλ' ἐν τῇ ἠπείρῳ ἐποίησε· χωρίον γάρ τι ἐν τῷ Ἀρείῳ πεδίῳ κοιλάνας ὕδωρ τε ἐς αὐτὸ ἐσῆκε καὶ ναῦς ἐσήγαγεν. ἐμάχοντο δὲ ἐν πᾶσι τοῖς ἀγῶσιν οἵ τε αἰχμάλωτοι [8] καὶ οἱ θάνατον ὠφληκότες· καί τινες καὶ τῶν ἱππέων, οὐχ ὅτι τῶν ἄλλων ἀλλὰ καὶ ἐστρατηγηκότος τινὸς ἀνδρὸς υἱός, ἐμονομάχησαν. καὶ βουλευτὴς δέ τις Φόλουιος Σεπῖνος ἠθέλησε μὲν ὁπλομαχῆσαι, ἐκωλύθη δέ· ἐκεῖνο μὲν γὰρ ἀπηύξατο ὁ Καῖσαρ μήποτε συμβῆναι, τοὺς δ' ἱππέας περιεῖδε μαχομένους. τήν τε ἱππασίαν τὴν Τροίαν καλουμένην οἱ παῖδες οἱ εὐπατρίδαι κατὰ τὸ ἀρχαῖον ἐποιήσαντο· καὶ ἐφ' ἁρμάτων οἱ νεανίσκοι οἱ ὁμότιμοι αὐτοῖς ἡμιλλήσαντο.
[24]
[1] ἔσχε μὲν οὖν καὶ ἐπὶ τῷ πλήθει τῶν φονευομένων αἰτίαν, ὅτι μήτ' αὐτὸς διακορὴς σφαγῶν ἐγεγόνει καὶ τῷ δήμῳ τὰς τῶν οἰκείων κακῶν εἰκόνας ἐπεδείκνυε, πολὺ δὲ δὴ μείζω ὅτι ἀμύθητα χρήματα ἐς πάντα ἐκεῖνα ἀνάλωσεν, ὡς καὶ καθ' ἑκάτερον ἐπιβοᾶσθαι, καὶ ὅτι ἀδίκως αὐτῶν τὰ πλείω συνελέξατο, καὶ ὅτι ἐς τὰ [2] τοιαῦτα αὐτοῖς κατεχρήσατο. ἓν γάρ τι τῆς πολυτελείας τῆς τότε γενομένης ἐχόμενον εἰπὼν καὶ τἆλλα δι' αὐτοῦ πάντα σημανῶ. ἵνα γὰρ μηδένα τῶν θεωμένων ὁ ἥλιος λυπήσῃ, παραπετάσματα ὑπὲρ αὐτῶν σηρικά, ὥς γέ τινές φασιν, ὑπερεπέτασεν. τοῦτο δὲ τὸ ὕφασμα χλιδῆς βαρβάρου ἔργον ἐστί, καὶ παρ' ἐκείνων καὶ πρὸς ἡμᾶς [3] ἐς τρυφὴν τῶν πάνυ γυναικῶν περιττὴν ἐσπεφοίτηκεν. ἐπ' οὖν τούτοις οἱ μὲν ἄλλοι καὶ ἀνάγκῃ τὴν ἡσυχίαν ἦγον, οἱ δὲ δὴ στρατιῶται ἐθορύβησαν, οὐχ ὅτι ἔμελέ σφισι τῶν εἰκῇ δαπανωμένων, ἀλλ' ὅτι οὐ καὶ αὐτοὶ καὶ τὰ ἐκείνων ἔλαβον. καὶ οὐ πρότερόν γε ἐπαύσαντο ταραττόμενοι πρὶν τὸν Καίσαρα ἄφνω τε αὐτοῖς ἐπελθεῖν [4] καὶ κρατήσαντά τινα αὐτοχειρίᾳ πρὸς τιμωρίαν παραδοῦναι. οὗτος μὲν οὖν διὰ ταῦτα ἐδικαιώθη, ἄλλοι δὲ δύο ἄνδρες ἐν τρόπῳ τινὶ ἱερουργίας ἐσφάγησαν. καὶ τὸ μὲν αἴτιον οὐκ ἔχω εἰπεῖν (οὔτε γὰρ ἡ Σίβυλλα ἔχρησεν, οὔτ' ἄλλο τι τοιοῦτο λόγιον ἐγένετο), ἐν δ' οὖν τῷ Ἀρείῳ πεδίῳ πρός τε τῶν ποντιφίκων καὶ πρὸς τοῦ ἱερέως τοῦ Ἄρεως ἐτύθησαν, καὶ αἵ γε κεφαλαὶ αὐτῶν πρὸς τὸ βασίλειον ἀνετέθησαν.
[25]
[1] ταῦτά τε ἅμα ἐπράττετο, καὶ ἐνομοθετεῖτο πολλά, ὧν ἐγὼ τὰ μὲν ἄλλα παραλείψω, τῶν δὲ δὴ λόγου μάλιστα ἀξίων μνησθήσομαι. τά τε γὰρ δικαστήρια τοῖς τε βουλευταῖς καὶ τοῖς ἱππεῦσι μόνοις ἐπέτρεψεν, ὅπως τὸ καθαρώτατον ὅτι μάλιστα ἀεὶ δικάζοι· [2] πρότερον γὰρ καὶ ἐκ τοῦ ὁμίλου τινὲς συνδιεγίγνωσκον αὐτοῖς· καὶ τὰ ἀναλώματα τῶν τι ἐχόντων ἐπὶ πλεῖστον ὑπ' ἀσωτίας ἐξηγμένα οὐκ ἐν νόμῳ μόνον ἐμετρίασεν, ἀλλὰ καὶ τῷ ἔργῳ ἰσχυρῶς ἐν φυλακῇ ἐποιήσατο. ἐπειδή τε δεινὴ ὀλιγανθρωπία διὰ τὸ τῶν ἀπολωλότων πλῆθος, ὡς ἔκ τε τῶν ἀπογραφῶν (καὶ γὰρ ἐκείνας τά τε ἄλλα ὥσπερ τις τιμητὴς ἐποίησε) καὶ ἐκ τῆς ὄψεως αὐτῆς ἠλέγχετο, [3] ἦν, πολυπαιδίας ἆθλα ἐπέθηκεν. ὅτι τε αὐτὸς πολλοῖς τῶν Γαλατῶν ἐφεξῆς ἔτεσιν ἄρξας ἔς τε τὴν ἐπιθυμίαν ἀπ' αὐτοῦ τῆς δυναστείας μᾶλλον προήχθη καὶ ἐς τὴν παρασκευὴν τῆς ἰσχύος ἐπηυξήθη, κατέκλεισε νόμῳ τοὺς μὲν ἐστρατηγηκότας ἐπ' ἐνιαυτὸν τοὺς δὲ ὑπατευκότας ἐπὶ δύο ἔτη κατὰ τὸ ἑξῆς ἄρχειν, καὶ μηδενὶ τὸ παράπαν ἐπὶ πλεῖον ἡγεμονίαν τινὰ ἔχειν ἐξεῖναι.
[26]
[1] ταῦτά τε ἐνομοθέτησε, καὶ τὰς ἡμέρας τῶν ἐτῶν οὐ πάντῃ ὁμολογούσας σφίσι (πρὸς γὰρ τὰς τῆς σελήνης περιόδους ἔτι καὶ τότε τοὺς μῆνας ἦγον) κατεστήσατο ἐς τὸν νῦν τρόπον, ἑπτὰ καὶ ἑξήκοντα ἡμέρας ἐμβαλών, ὅσαιπερ ἐς τὴν ἀπαρτιλογίαν παρέφερον.
[2] ἤδη μὲν γάρ τινες καὶ πλείους ἔφασαν ἐμβληθῆναι, τὸ δ' ἀληθὲς οὕτως ἔχει. τοῦτο δὲ ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ διατριβῆς ἔλαβε, πλὴν καθ' ὅσον ἐκεῖνοι μὲν τριακονθημέρους τοὺς μῆνας λογίζονται, ἔπειτα ἐπὶ παντὶ τῷ ἔτει τὰς πέντε ἡμέρας ἐπάγουσιν, ὁ δὲ δὴ Καῖσαρ ἐς μῆνας ἑπτὰ ταύτας τε καὶ τὰς ἑτέρας δύο, ἃς [3] ἑνὸς μηνὸς ἀφεῖλεν, ἐνήρμοσε. τὴν μέντοι μίαν τὴν ἐκ τῶν τεταρτημορίων συμπληρουμένην διὰ πέμπτων καὶ αὐτὸς ἐτῶν ἐσήγαγεν ὥστε μηδὲν ἔτι τὰς ὥρας αὐτῶν πλὴν ἐλαχίστου παραλλάττειν· ἐν γοῦν χιλίοις καὶ τετρακοσίοις καὶ ἑξήκοντα καὶ [ἐν] ἑνὶ ἔτει μιᾶς ἄλλης ἡμέρας ἐμβολίμου δέονται.
[27]
[1] καὶ ταῦτα μέντοι, τά τε ἄλλα ὅσα ὑπὲρ τοῦ κοινοῦ ἐβουλεύετο, οὔτ' ἰδιογνωμονῶν οὔτ' ἰδιοβουλῶν ἔπραττεν, ἀλλὰ πάντα δὴ πάντως τοῖς πρώτοις τῆς βουλῆς, ἔστι δ' ὅτε καὶ πάσῃ αὐτῇ, ἐπεκοίνου. καὶ παρὰ τοῦτο οὐχ ἥκιστα, καίτοι τραχύτερόν τινα νομοθετήσας, ὅμως [2] ἤρεσέ σφισι. καὶ ἐπὶ μὲν τούτοις καὶ ἔπαινον ἐλάμβανεν, ὅτι δὲ δὴ τῶν φευγόντων ἐκ δικαστηρίου πολλοὺς διὰ δημάρχων δή τινων κατήγαγε, καὶ ὅτι τοῖς δεκασμοῦ ἐπ' ἀρχῆς ἀποδείξει ἁλοῦσιν ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι ἐπέτρεψεν, ἔτι τε ἐς τὴν βουλὴν αὖθις οὐκ ἀξίους τινὰς αὐτῆς ἐγκατέλεξε, πολλὰ καὶ παντοδαπὰ ἐθρυλεῖτο.
[3] πλείστην δ' οὖν ὅμως αἰτίαν ἐπὶ τῷ τῆς Κλεοπάτρας ἔρωτι, οὐ τῷ ἐν τῇ Αἰγύπτῳ ἔτι (ἐκεῖνος γὰρ ἠκούετο) ἀλλὰ τῷ ἐν αὐτῇ τῇ Ῥώμῃ, παρὰ πάντων ἔσχεν. ἦλθέ τε γὰρ ἐς τὸ ἄστυ μετὰ τοῦ ἀνδρός, καὶ ἐς αὐτοῦ τοῦ Καίσαρος ἐσῳκίσθη, ὥστε καὶ [ἐπ'] ἐκεῖνον ἐπ' ἀμφοτέροις σφίσι κακῶς ἀκοῦσαι. οὐ μὴν καὶ ἔμελέν οἱ οὐδέν, ἀλλὰ καὶ ἐς τοὺς φίλους σφᾶς τούς τε συμμάχους τοὺς τῶν Ῥωμαίων ἐσέγραψε.
[28]
[1] κἀν τούτῳ ἐμάνθανε μὲν πάντα καθ' ἕκαστον ὧν ὁ Πομπήιος ἐν τῇ Ἰβηρίᾳ ἐποίει, οὐ μέντοι καὶ δυσνίκητον αὐτὸν εἶναι νομίζων πρότερον μὲν τὸ ναυτικὸν ἐκ τῆς Σαρδοῦς ἐπ' αὐτὸν ἀπέστειλεν, ὕστερον δὲ καὶ τὰ στρατεύματα ‹τὰ› ἐκ καταλόγου ἔπεμψεν ὡς καὶ [2] δι' ἑτέρων διαπολεμήσων. ἐπεὶ δὲ ᾔσθετο ἐκεῖνόν τε ἐπὶ μέγα προχωροῦντα καὶ τοὺς πεμφθέντας οὐχ ἱκανοὺς ἀντιπολεμεῖν αὐτῷ ὄντας, οὕτω δὴ καὶ αὐτὸς ἐξεστράτευσεν, τὴν πόλιν τῷ τε Λεπίδῳ καὶ πολιανόμοις τισὶν ὀκτώ, ὥς τισι δοκεῖ, ἢ ἕξ, ὡς μᾶλλον πεπίστευται, [29] [1] ἐπιτρέψας. ἐπειδὴ γὰρ ἐπί τε τοῦ Λογγίνου καὶ ἐπὶ τοῦ Μαρκέλλου τὰ στρατόπεδα τὰ ἐν τῇ Ἰβηρίᾳ ἐκινήθη καί τινες καὶ τῶν πόλεων ἐνεωτέρισαν, ἡμέρας μέν τινας τοῦ τε Λογγίνου ἀπαλλαγέντος καὶ τοῦ Τρεβωνίου τὴν διαδοχὴν αὐτοῦ λαβόντος [2] ἡσύχασαν, ἔπειτα δέει τῆς ἐκ τοῦ Καίσαρος τιμωρίας ἐπρεσβεύσαντο κρύφα πρὸς τὸν Σκιπίωνα, μεταστῆναι βουλόμενοι· καὶ ὃς ἄλλους τέ σφισι καὶ τὸν Πομπήιον τὸν Γναῖον ἀπέστειλε. προσέχων δὲ ἐκεῖνος ταῖς Γυμνασίαις νήσοις τὰς μὲν ἄλλας ἀμαχεὶ, τὴν δὲ Ἔβεσον σὺν πόνῳ παρεστήσατο, κἀνταῦθα νοσήσας [3] μετὰ τῶν στρατιωτῶν διέτριψε. χρονίζοντος οὖν αὐτοῦ, πυθόμενοι οἱ στρατιῶται οἱ ἐν τῇ Ἰβηρίᾳ τόν τε Σκιπίωνα ἀπολωλότα καὶ τὸν Δίδιον ἐπιπλέοντά σφισι, καὶ φοβηθέντες μὴ διαφθαρῶσι πρὶν τὸν Πομπήιον ἐλθεῖν, οὐκ ἔμειναν αὐτόν, ἀλλὰ Τίτον τε Κυίντιον Σκαπούλαν καὶ Κύιντον Ἀπώνιον ἄνδρας ἱππέας προστησάμενοι τόν τε Τρεβώνιον ἐξέβαλον καὶ τὸ ἔθνος [30] [1] τὸ Βαιτικὸν πᾶν συναπέστησαν. πραξάντων δὲ ταῦτα αὐτῶν Πομπήιος ῥαΐσας ἐς τὴν ἤπειρον τὴν κατ' ἀντιπέρας διέπλευσε, καὶ ἄλλας μέν τινας πόλεις εὐθὺς ἑκουσίας προσεποιήσατο (ταῖς τε γὰρ ἐπιτάξεσι τῶν ἐφεστηκότων σφίσιν ἀχθόμενοι, καὶ ἐς ἐκεῖνον οὐκ ὀλίγα ἐκ τῆς τοῦ πατρὸς αὐτοῦ μνήμης ἐπελπίζοντες ἑτοίμως αὐτὸν ἐδέξαντο), Καρχηδόνα δὲ οὐκ ἐθελήσασαν ὁμολογῆσαι ἐπολιόρκει.
[2] μαθόντες οὖν τοῦτο οἱ περὶ τὸν Σκαπούλαν ἦλθόν τε ἐνταῦθα, καὶ στρατηγὸν αὐτοκράτορα αὐτὸν ἑλόμενοι προσεῖχόν τε αὐτῷ τὰ μάλιστα καὶ προεθυμοῦντο ἰσχυρότατα, τὰ κέρδη τὰ ἐκείνου ἴδια καὶ τὰς συμφορὰς οἰκείας ποιούμενοι, ὥστ' ἀφ' ἑκατέρου, [3] τὰ μὲν ὅπως λάβωσι, τὰς δ' ὅπως μὴ πάθωσιν, ἐρρῶσθαι. καὶ γὰρ ὁ Πομπήιος, οἷα ἐν τοιαύταις ταραχαῖς καὶ καταστάσεσι πάντες εἰώθασι ποιεῖν, καὶ μάλιστ' ἐπειδή τινες τῶν Ἀλλοβρίγων, οὕς ‹οἱ› ὁ Ἰόβας ἐκ τοῦ πρὸς τὸν Κουρίωνα πολέμου ζωγρήσας ἐδεδώκει, ηὐτομόλησαν, οὐδὲν ὅ τι οὐχὶ καὶ λόγῳ καὶ ἔργῳ τοῖς λοιποῖς ἐχαρίζετο.
[4] οὗτοί τε οὖν αὐτῷ καὶ διὰ ταῦτα πολὺ προθυμότεροι ἐγένοντο, καὶ τῶν ἐναντίων συχνοί, καὶ μάλισθ' ὅσοι σὺν τῷ Ἀφρανίῳ ποτὲ ἐστράτευντο, προσεχώρησαν· τῶν τε ἐκ τῆς Ἀφρικῆς ἄλλοι τε καὶ ὁ ἀδελφὸς Σέξτος ὅ τε Οὐᾶρος καὶ ὁ Λαβιῆνος σὺν τῷ ναυτικῷ [5] πρὸς αὐτὸν ἦλθον. κἀκ τούτου τῷ τε πλήθει τοῦ στρατοπέδου καὶ τῇ προθυμίᾳ ἀρθεὶς τήν τε χώραν ἀδεῶς διεπορεύετο, καὶ πόλεις τὰς μὲν ἑκούσας τὰς δὲ ἀκούσας προσετίθετο, καὶ ἐδόκει [31] [1] καὶ ὑπὲρ τὸν πατέρα ἰσχύειν. ἦσαν μὲν γὰρ ἐν τῇ Ἰβηρίᾳ καὶ τοῦ Καίσαρος στρατηγοὶ Κύιντός τε Φάβιος Μάξιμος καὶ Κύιντος Πέδιος, οὐ μέντοι καὶ ἀξιόμαχοί οἱ νομίζοντες εἶναι αὐτοί τε ἡσύχαζον καὶ ἐκεῖνον σπουδῇ μετεπέμποντο.
[2] τέως μὲν δὴ ταῦτ' ἐγίγνετο· ἐπεὶ δὲ τῶν τε προπεμφθέντων τινὲς ἐκ τῆς Ῥώμης ἀφίκοντο καὶ προσεδοκήθη καὶ ὁ Καῖσαρ ἥξειν, φοβηθεὶς ὁ Πομπήιος, καὶ νομίσας οὐχ ἱκανὸς εἶναι πᾶσαν τὴν Ἰβηρίαν κατασχεῖν, οὐκ ἀνέμεινε πταίσας γε μεταγνῶναι, ἀλλ' εὐθύς, πρὶν πειραθῆναι τῶν ἐναντίων, ἐς τὴν Βαιτικὴν ἀνεχώρησε.
[3] καὶ αὐτῷ ἡ μὲν θάλασσα παραυτίκα ἠλλοτριώθη, Οὐᾶρός τε ὑπὸ τοῦ Διδίου περὶ Καρτηίαν ἐναυκρατήθη, καὶ εἴγε μὴ προκαταφυγὼν ἐς τὴν γῆν ἀγκύρας ἐς τὸ στόμα τοῦ λιμένος ἄλλας πρὸς ἄλλαις ἐνεβεβλήκει καὶ περὶ αὐτὰς οἱ πρῶτοι τῶν διωκόντων σφᾶς [4] ὥσπερ περὶ ἕρμα ἐπταίκεσαν, πᾶν ἂν τὸ ναυτικὸν ἀπωλωλέκει. ἡ δὲ δὴ ἤπειρος ἡ ἐκεῖ πᾶσα πλὴν Οὐλίας πόλεως συνεμάχει· ταύτην [32] [1] γὰρ μὴ ἐθελήσασάν οἱ προσχωρῆσαι ἐπολιόρκει. κἀν τούτῳ καὶ ὁ Καῖσαρ μετ' ὀλίγων ἐξαίφνης ἀδοκήτοις οὐχ ὅτι τοῖς περὶ τὸν Πομπήιον ἀλλὰ καὶ τοῖς ἑαυτοῦ στρατιώταις ἐπῆλθε· τοσούτῳ γὰρ τῷ τῆς πορείας τάχει ἐχρήσατο ὥστε καὶ τοῖς οἰκείοις ἅμα καὶ τοῖς ἐναντίοις ὀφθῆναι πρὶν καὶ ὅτι ὅλως ἐν τῇ Ἰβηρίᾳ γέγονεν ἀκουσθῆναι.
[2] καὶ ὁ μὲν καὶ ἀπ' αὐτοῦ τούτου, τῆς τε παρουσίας τῆς αὑτοῦ μόνης, καὶ ἐς τὰ ἄλλα καταπλήξειν τὸν Πομπήιον καὶ ἀπὸ τῆς πολιορκίας ἀπαλλάξειν ἤλπισε· τὸ γὰρ πλεῖον στράτευμα κατὰ τὴν ὁδὸν ὑπελέλειπτο· ἐκεῖνος δὲ ἕνα τε ἄνδρα ἑνὸς ‹οὐ› πολὺ διαφέρειν νομίζων, καὶ τῇ ἰσχύι ἑαυτοῦ πάνυ θαρσῶν, οὐκ ἐξεπλάγη πρὸς τὴν ἄφιξιν αὐτοῦ, ἀλλὰ καὶ προσήδρευε τῇ πόλει καὶ τὰς [3] προσβολὰς ὁμοίως ὥσπερ καὶ πρὶν ἐποιεῖτο. ὁ οὖν Καῖσαρ ἐκεῖ μὲν ὀλίγους στρατιώτας ἐκ τῶν προαφιγμένων κατέλιπεν, αὐτὸς δὲ ἐπὶ Κόρδουβαν ὥρμησε, τὸ μέν τι καὶ αἱρήσειν αὐτὴν ἐκ προδοσίας ἐλπίσας, τὸ δὲ δὴ πλεῖστον ἀπάξειν ἀπὸ τῆς Οὐλίας τὸν Πομπήιον [4] τῷ περὶ αὐτῆς φόβῳ προσδοκήσας. καὶ ἔσχεν οὕτως· τὸ μὲν γὰρ πρῶτον μέρος τι τοῦ στρατοῦ κατὰ χώραν ἐάσας ἔς τε τὴν Κόρδουβαν ἦλθε, καὶ κρατυνάμενος αὐτήν, οὐχ ὑπομείναντός σφας [5] τοῦ Καίσαρος, τῷ ἀδελφῷ τῷ Σέξτῳ προσέταξεν· ἔπειτα δὲ ὡς οὔτε τι πρὸς τῇ Οὐλίᾳ ἐπέραινεν, ἀλλὰ καὶ πύργου τινός, καὶ τούτου οὐχ ὑπὸ σφῶν κατασεισθέντος ἀλλ' ὑπὸ τοῦ πλήθους τῶν ἐπ' αὐτοῦ ἀμυνομένων καταρραγέντος, ἐσῆλθον μέν τινες, οὐ μὴν καὶ [6] καλῶς ἀπήλλαξαν, καὶ ὁ Καῖσαρ πλησιάσας σφίσιν ἐκείνοις τε βοήθειαν νυκτὸς λαθὼν ἐσέπεμψε καὶ αὐτὸς πρός τε τὴν Κόρδουβαν αὖθις ἐστράτευσε καὶ ἐς πολιορκίαν αὐτὴν ἀντικατέστησεν, οὕτω δὴ τῆς τε Οὐλίας παντελῶς ἀπανέστη καὶ ἐκεῖσε παντὶ τῷ στρατῷ οὐ μάτην ἠπείχθη. προπυθόμενος γὰρ τοῦτο ὁ Καῖσαρ ἀπεχώρησε· [7] νοσῶν γὰρ ἐτύγχανε. μετὰ δὲ ταῦτα αὐτός τε ἀναρρωσθεὶς καὶ τὰ στρατεύματα ἐπακολουθήσαντά οἱ προσλαβὼν ἠναγκάσθη καὶ ἐν τῷ χειμῶνι πολεμῆσαι· ἔν τε γὰρ σκηνιδίοις φαύλοις αὐλιζόμενοι [33] [1] ἐκακοπάθουν καὶ τῆς τροφῆς ἐνελείποντο. ἐδικτατόρευε δὲ δὴ τότε, καὶ ὕπατος ὀψέ ποτε καὶ ἐπ' ἐξόδῳ τοῦ ἔτους ἀπεδείχθη, τοῦ Λεπίδου ἐν τῇ ἱππαρχίᾳ τὸν δῆμον ἐς τοῦτο συναγαγόντος· ἱππάρχησε γὰρ καὶ τότε, αὐτὸς ἑαυτὸν ἐν τῇ ὑπατείᾳ ἐπειπὼν ἵππαρχον παρὰ τὰ πάτρια.
[2] ἀναγκασθεὶς οὖν ὁ Καῖσαρ, ὥσπερ εἶπον, καὶ ἐν τῷ χειμῶνι πολεμῆσαι, τῇ μὲν Κορδούβῃ οὐ προσέβαλεν (ἰσχυρῶς γὰρ ἐφυλάττετο), πυθόμενος δὲ ἐν Ἀττεγούᾳ πόλει σῖτον πολὺν εἶναι πρὸς ἐκείνην καίτοι καρτερὰν οὖσαν ἐτράπετο, ἐλπίσας τῷ τε πλήθει τοῦ στρατοῦ καὶ τῇ παρ' ἑαυτοῦ αἰφνιδίῳ ἐκπλήξει καταφοβήσας σφᾶς αἱρήσειν· καὶ αὐτὴν διὰ βραχέος καὶ ἀπεσταύρωσε καὶ περιετάφρευσεν.
[3] ὁ γὰρ Πομπήιος τῇ φύσει τοῦ χωρίου θαρσῶν, καὶ τὸν Καίσαρα οὐκ ἐπὶ πολὺ διὰ τὸν χειμῶνα προσεδρεύσειν αὐτῷ νομίζων, τούς τε ἑαυτοῦ στρατιώτας μὴ βουληθεὶς ἐν τῷ ῥίγει κακῶσαι, [4] περιεῖδε καὶ οὐκ ἐπήμυνεν αὐτοῖς τήν γε πρώτην· ὕστερον γάρ, ὡς τό τε πόλισμα ἀπετετείχιστο καὶ ὁ Καῖσαρ αὐτῷ προσεκάθητο, δείσας ἐπεβοήθησέ σφισι, καὶ νυκτὸς ἐξαίφνης ὁμιχλώδους τοῖς προφύλαξι προσμίξας συχνοὺς ἔφθειρεν. ἐπειδή τε ἀστρατήγητοι [34] [1] οἱ ἔνδον ἦσαν, Μουνάτιον αὐτοῖς Φλάκκον ἐσέπεμψεν. ἠδυνήθη γὰρ ἐκεῖνος ὧδε εἴσω παρελθεῖν. νύκτωρ τῶν φυλάκων τινὰς μόνος, ὡς καὶ ὑπὸ τοῦ Καίσαρος ἐς ἐφοδείαν ἀπεσταλμένος, ἀνήρετο τὸ σύνθημα, καὶ μαθών (οὔτε γὰρ ἐγιγνώσκετο, καὶ κατὰ μόνας οὐκ ἄν ποτε ὑπωπτεύθη μὴ φίλιός σφισιν ὢν τοῦτο ποιῆσαι) ἐκείνους [2] μὲν εἴασεν, ἐκπεριελθὼν δὲ ἑτέρωσε τοῦ περιτειχίσματος ἄλλοις τισὶ φύλαξιν ἐνέτυχε, καὶ τό τε σύνθημα αὐτοῖς εἰπών, καὶ ἐπὶ προδοσίᾳ τῆς πόλεως εἶναι πλασάμενος, δι' ἑκόντων τε αὐτῶν [3] καὶ παραπεμπόντων γε ἐσῆλθεν. οὐ μέντοι καὶ περιεποιήσατο αὐτήν. τά τε γὰρ ἄλλα πολλά, καί ποτε πῦρ ἔς τε τὰς μηχανὰς καὶ ἐς τὰ σταυρώματα τὰ τῶν Ῥωμαίων ἐμβαλόντες ἐκείνους μὲν οὐδὲν ὅ τι καὶ ἀξιόλογον ἔβλαψαν, αὐτοὶ δὲ ἀνέμου σφίσιν ἐξ ἐναντίας [4] ἐν τούτῳ σφοδροῦ προσπεσόντος κακῶς ἀπήλλαξαν· τά τε γὰρ οἰκοδομήματα ἐπεφλέχθη, καὶ ἄνθρωποι συχνοὶ τοῖς τε λίθοις καὶ τοῖς βέλεσι, μηδὲ προϊδέσθαι τι ὑπὸ τοῦ καπνοῦ δυνηθέντες, ἐξώλοντο. ὡς οὖν τοῦτό τε αὐτοῖς συνεβεβήκει καὶ ἡ γῆ ἐπορθεῖτο [5] τοῦ τε τείχους τινὰ ἐξ ὑπονόμων ἔπιπτεν, ἐστασίασαν, καὶ πρότερος μὲν ὁ Φλάκκος ἐπ' ἀδείᾳ ἑαυτοῦ τε καὶ τῶν συνόντων οἱ πρὸς τὸν Καίσαρα διεκηρυκεύσατο, ἔπειτα δὲ οὗτος μέν (οὐ γὰρ ἠθέλησε τὰ ὅπλα παραδοῦναι) διήμαρτεν αὐτῆς, οἱ δὲ ἄλλοι οἱ ἐπιχώριοι μετὰ τοῦτο καὶ ἐπρεσβεύσαντο καὶ συνέβησαν ἐφ' οἷς ἐκελεύοντο.
[35]
[1] ἐκείνης δὲ δὴ τῆς πόλεως ἁλούσης οὐκέτ' οὐδὲ οἱ ἄλλοι ἠτρέμιζον, ἀλλὰ πολλοὶ μὲν αὐτοὶ πρὸς τὸν Καίσαρα πρεσβευσάμενοι μεθίσταντο, πολλοὶ δὲ καὶ ἐπιόντα αὐτὸν τούς τε ὑποστρατήγους [2] αὐτοῦ ἐδέχοντο, ὥστε τὸν Πομπήιον ἀπορήσαντα ὅ τι χρὴ πρᾶξαι, τὸ μὲν πρῶτον ἄλλοτε ἄλλῃ τῆς χώρας μεθιστάμενον πλανᾶσθαι, ἔπειτα δὲ φοβηθέντα μὴ καὶ ἐξ αὐτοῦ τούτου καὶ οἱ λοιποὶ αὐτὸν ἐγκαταλίπωσι, διακινδυνεῦσαι ἐθελῆσαι, καίτοι τοῦ δαιμονίου τὴν [3] ἧτταν ἐναργέστατα αὐτῷ προσημήναντος. οἱ μὲν γὰρ ἱδρῶτες τῶν ἀγαλμάτων καὶ αἱ ἠχαὶ τῶν στρατοπέδων, τά τε ζῷα ‹ἃ› πολλὰ παρὰ τὴν ἑαυτῶν φύσιν ἐγεννήθη, καὶ αἱ δᾷδες αἱ πρὸς τὰς δυσμὰς ἐκ τῶν ἀνατολῶν ᾄττουσαι (ταῦτα γὰρ ἐν τῇ Ἰβηρίᾳ τότε ἅμα πάντα συνηνέχθη). σαφὲς οὐδέν, ὁποτέροις σφῶν προφαίνοιτο, [4] διεδήλου· οἱ δὲ δὴ ἀετοὶ τῶν στρατοπέδων αὐτοῦ τάς τε πτέρυγας σείσαντες καὶ τοὺς κεραυνούς, οὓς ἐν τοῖς ποσί τινες αὐτῶν χρυσοῦς ἔφερον, ἐκβαλόντες ἐκείνῳ τε τὸ κακὸν ἄντικρυς ἐνέσκηπτον καὶ αὐτοὶ πρὸς τὸν Καίσαρα ἀπεπέτοντο. ἀλλ' ἦγε γὰρ τὸ δαιμόνιον, ἔν τε ὀλιγωρίᾳ αὐτὸ ἐποιήσατο, καὶ ἐς πόλιν Μοῦνδαν πρὸς μάχην δὴ κατέστη.
[36]
[1] εἶχον μὲν δὴ πρὸς τοῖς ἄλλοις τοῖς τε πολιτικοῖς καὶ τοῖς ξενικοῖς στρατεύμασι πολλοὺς μὲν τῶν ἐπιχωρίων πολλοὺς δὲ καὶ Μαύρων ἀμφότεροι· Βόκχος μὲν γὰρ τοὺς υἱεῖς τῷ Πομπηίῳ ἔπεμψε, Βογούας δὲ αὐτὸς τῷ Καίσαρι συνεστράτευσεν· ὁ δὲ ἀγὼν [2] οὐχ ὡς τῶν ἄλλων ἀλλ' ὡς αὐτῶν τῶν Ῥωμαίων ἐγένετο. οἵ τε γὰρ Καισάρειοι στρατιῶται τῷ τε πλήθει καὶ τῇ ἐμπειρίᾳ καὶ παρὰ πάντα τῇ αὐτοῦ ἐκείνου παρουσίᾳ θαρσοῦντες ἀπαλλαγῆναί ποτε τοῦ τε πολέμου καὶ τῶν ἐν αὐτῷ κακῶν ἐσπούδαζον, καὶ οἱ Πομπηίειοι τούτοις μὲν ἐλαττούμενοι, τῇ δ' ἀπογνώσει τῆς σωτηρίας, [3] ἂν μὴ κρατήσωσιν, ἐρρωμένοι προεθυμοῦντο· οἷα γὰρ μετά τε τοῦ Ἀφρανίου καὶ μετὰ τοῦ Οὐάρρωνος οἱ πλείους αὐτῶν καὶ ἁλόντες καὶ σωθέντες, καὶ μετὰ τοῦτο τῷ τε Λογγίνῳ ἀποδοθέντες καὶ ἀπ' αὐτοῦ ἀποστάντες, οὔτε τινὰ ἐλπίδα συγγνώμης ἡττηθέντες εἶχον, κἀκ τούτου πρὸς ἀπόνοιαν, ὡς καὶ θαρσῆσαι τότε ἢ [4] πάντως γε ἀπολέσθαι δεόμενοι, προήχθησαν. συμμίξαντες οὖν ἐμάχοντο· οὐδὲ γὰρ οὐδὲ αἰδῶ τινα ἀλλήλων εἶχον ἔτι, τοσαυτάκις ἀντιπεπολεμηκότες, καὶ διὰ τοῦτο μηδὲ παραινέσεώς τινος δεόμενοι.
[37]
[1] κἀν τούτῳ τὰ μὲν συμμαχικὰ ταχέως ἑκατέρωθεν ἐτράπη καὶ ἔφυγεν, αὐτοὶ δὲ ἐκεῖνοι συσταδὸν ἀντικόπτοντες ἀλλήλους ἐπὶ πλεῖστον ἠγωνίσαντο. οὐδὲ ‹γὰρ› ἐνέδωκεν αὐτῶν οὐδείς, ἀλλ' ἐν χώρᾳ μένοντες ἔσφαζον ἔθνησκον, ὡς καὶ αὐτὸς ἕκαστος ἢ τῆς νίκης ἢ [2] τῆς ἥττης καὶ τοῖς ἄλλοις ἅπασιν αἴτιος ἐσόμενος. καὶ διὰ τοῦτο οὐδὲ ἔμελεν αὐτοῖς ὁρᾶν ὅπως οἱ σύμμαχοί σφων ἐμάχοντο, ἀλλ' ὡς καὶ μόνοι κινδυνεύοντες ὑπερεθυμοῦντο. καὶ οὔτε ἐπαιώνιζέ τις αὐτῶν οὔτε ἔστενεν, ἀλλὰ τοσοῦτο μόνον ἑκάτεροι βοῶντες, "παῖσον, ἀπόκτεινον," πολὺ τῷ ἔργῳ τὰς γλώσσας σφῶν ἔφθανον.
[3] ὁρῶντες οὖν ταῦτα ἀπό τε ἵππων καὶ ἀπὸ μετεώρων τινῶν χωρίων ὅ τε Καῖσαρ καὶ ὁ Πομπήιος οὐκ εἶχον ‹οὔθ' ὅπως ἐλπίσωσιν› οὔθ' ὅπως ἀπογνῶσιν, ἀλλ' ἀμφίβολοι ταῖς γνώμαις γιγνόμενοι [4] δι' ἴσου καὶ τῷ δέει καὶ τῷ θάρσει ἐκακοπάθουν. ἀντιπάλου γὰρ τῆς μάχης οὔσης ταῖς τε ὄψεσι δεινῶς ἔκαμνον, ἐπιθυμοῦντές τι ἰδεῖν πλεονέκτημα καὶ ὀκνοῦντές τι ἰδεῖν ἐλάττωμα, καὶ ταῖς ψυχαῖς, εὐχόμενοί τέ τι ἅμα καὶ ἀπευχόμενοι καὶ ῥωννύμενοι καὶ φοβούμενοι. οὔκουν οὐδ' ἠδυνήθησαν ἐπὶ πολὺ καρτερῆσαι, ἀλλὰ καταπηδήσαντες ἀπὸ τῶν ἵππων συμμετέσχον αὐτῆς.
[5] οὕτω που τῷ τοῦ σώματος καὶ πόνῳ καὶ κινδύνῳ μᾶλλον ἢ τῇ τῆς ψυχῆς συντάσει συνεῖναι εἵλοντο, ῥοπήν τινα τοῖς ἑαυτοῦ στρατιώταις ἑκάτερος τῇ τῆς μάχης κοινωνίᾳ παρέξειν ἐλπίσαντες· ἢ εἴγε ἐκείνης ἁμάρτοιεν, συντελευτῆσαί γε αὐτοῖς ἠθέλησαν.
[38]
[1] καὶ οἱ μὲν καὶ αὐτοὶ ἐμάχοντο· τοῖς δὲ δὴ στρατοπέδοις πλεονεξία μὲν οὐδεμία οὐδετέροις ἐκ τούτου ἐγένετο, μακρῷ δὲ δὴ πλείων, ὡς ἐκείνους συγκινδυνεύοντάς σφισιν εἶδον, τοῦ τε σφετέρου θανάτου καταφρόνησις καὶ τοῦ τῶν ἐναντίων ὀλέθρου ἔφεσις ἀμφοτέροις [2] ὁμοίως ἐνέπεσε. καὶ διὰ τοῦτο οὔτε ἔφυγον τότε γε οὐδέτεροι, ἀλλ' ἰσοπαλεῖς ταῖς γνώμαις ὄντες ἰσοκρατεῖς καὶ τοῖς σώμασιν ἐγίγνοντο· κἂν πάντες ἀπέθανον ἢ καὶ ὑπὸ τῆς νυκτὸς ἀγχώμαλοι διεκρίθησαν, εἰ μὴ ὅ τε Βογούας ἔξωθέ που τῶν συνεστηκότων ὢν ἐπὶ τὸ τοῦ Πομπηίου στρατόπεδον ὥρμησε, καὶ ὁ Λαβιῆνος ὡς τοῦτο [3] εἶδε, τήν τε τάξιν ἐξέλιπε καὶ πρὸς ἐκεῖνον ἐτράπετο. φεύγειν γὰρ αὐτὸν οἱ Πομπηίειοι νομίσαντες ἠθύμησαν. καὶ ἔμαθον μέν που τὸ ἀληθὲς ὕστερον, οὐ μέντοι καὶ ἀναλαβεῖν ἑαυτοὺς ἔτ' ἠδυνήθησαν, ἀλλ' οἱ μὲν ἐς τὴν πόλιν οἱ δὲ ἐς τὸ τάφρευμα ἀποφυγόντες οὗτοί τε τοὺς προσμίξαντάς σφισιν ἰσχυρῶς ἀπεμαχέσαντο, καὶ οὐ [4] πρότερόν γε ἔπεσον πρὶν ἀμφίβολοι γενέσθαι, καὶ ἐκεῖνοι τὸ τεῖχος ἐπὶ πολὺ διέσωσαν, ὥστε μὴ πρότερον αὐτὸ ἁλῶναι πρὶν πάντας σφᾶς ἐν ταῖς ἐκδρομαῖς ἀπολέσθαι. τοσοῦτον δ' οὖν τὸ σύνολον τῶν Ῥωμαίων πάθος ἑκατέρωθεν ἐγένετο ὥστ' ἀπορήσαντας ὅπως τὴν πόλιν, μὴ καὶ νυκτὸς ἐκδρῶσί τινες, ἀποτειχίσωσιν, αὐτὰ τὰ σώματα τῶν νεκρῶν αὐτῇ περινῆσαι.
[39]
[1] κρατήσας δὲ οὕτως ὁ Καῖσαρ καὶ τὴν Κόρδουβαν εὐθὺς ἔλαβεν· ὅ τε γὰρ Σέξτος οἱ προεξεχώρησε, καὶ οἱ ἐπιχώριοι, καίτοι τῶν δούλων ἀνθισταμένων σφίσιν ἐπειδήπερ ἠλευθέρωντο, προσεχώρησαν [2] αὐτῷ. καὶ ὃς τοὺς μὲν ἐν τοῖς ὅπλοις ὄντας ἀπέσφαξε, τοὺς δὲ λοιποὺς ἐξηργυρίσατο. τὸ δ' αὐτὸ τοῦτο καὶ τοὺς τὴν Ἴσπαλιν ἔχοντας ἔδρασεν, οἳ τὸ μὲν πρῶτον ὡς καὶ ἑκούσιοι φρουρὰν παρ' αὐτοῦ ἐσεδέξαντο, ἔπειτα δὲ διαφθείραντες τοὺς ἐλθόντας [3] ἐπολέμησαν. ἐπεστράτευσέ τε οὖν ἐπ' αὐτούς, καὶ ἀμελέστερον δῆθεν προσεδρεύων ἐλπίδας σφίσιν ὡς καὶ διαφυγεῖν δυνησομένοις παρέσχε. κἀκ τούτου περιορῶν δὴ τοὺς ἐκ τοῦ τείχους ἐξιόντας ἐκείνους τε ἐλόχιζε καὶ ἀπώλλυε, καὶ τὴν πόλιν οὕτως ἀνδρῶν κατὰ [4] βραχὺ ἐρημωθεῖσαν εἷλε. καὶ μετὰ τοῦτο καὶ τὴν Μοῦνδαν καὶ τὰ ἄλλα, τὰ μὲν ἀκούσια σὺν πολλῷ φόνῳ, τὰ δὲ καὶ ἐθελούσια παρέλαβε καὶ ἠργυρολόγησεν, ὥστε μηδὲ τῶν τοῦ Ἡρακλέους ἀναθημάτων τῶν ἐν τοῖς Γαδείροις ἀνακειμένων φείσασθαι, χώρας τέ τινων [5] ἀπετέμετο, καὶ ἑτέροις τὸν φόρον προσεπηύξησε. ταῦτα μὲν τοὺς ἀντιπολεμήσαντάς οἱ ἔδρασε, τοῖς δὲ εὔνοιάν τινα αὐτοῦ σχοῦσιν ἔδωκε μὲν καὶ χωρία καὶ ἀτέλειαν, πολιτείαν τέ τισι, καὶ ἄλλοις ἀποίκοις τῶν Ῥωμαίων νομίζεσθαι, οὐ μὴν καὶ προῖκα αὐτὰ ἐχαρίσατο.
[40]
[1] Καῖσαρ μὲν δὴ ταῦτ' ἔπραττε, Πομπήιος δὲ διαφυγών πως ἐν τῇ τροπῇ ἦλθε μὲν ἐπὶ τὴν θάλασσαν ὡς καὶ τῷ ναυτικῷ τῷ ἐν τῇ Καρτηίᾳ ὁρμοῦντι χρησόμενος, εὑρὼν δὲ αὐτοὺς πρὸς τὸν κρατοῦντα ἀποκεκλικότας ἐπέβη μὲν πλοίου τινός, προσδοκήσας ἐπ' αὐτοῦ [2] διαδράσεσθαι, πληγεὶς δὲ ἐν τούτῳ καὶ ἀθυμήσας τῇ τε γῇ αὖθις προσέσχε, κἀνταῦθα συνελθόντας τινὰς παραλαβὼν πρὸς τὴν μεσόγειαν ὥρμησε. καὶ αὐτός τε Καισεννίῳ Λέντωνι περιπεσὼν ἡττήθη, καὶ ἐς ὕλην τινὰ καταφυγὼν ἐφθάρη· καὶ ὁ Δίδιος ἀγνοῶν τε τοῦτο, καὶ πλανώμενος ὡς καὶ συμμίξων που αὐτῷ, συνέτυχεν ἑτέροις τισὶ καὶ ἀπώλετο.
[41]
[1] εἵλετο δ' ἂν καὶ ὁ Καῖσαρ ἐκεῖ που πρός τε τῶν ἔτι ἀνθεστηκότων καὶ ἐν τῇ τοῦ πολέμου δόξῃ πεπτωκέναι μᾶλλον ἢ ὅπερ οὐκ ἐς μακρὰν ἔπαθεν, ἔν τε τῇ πατρίδι καὶ ἐν τῷ συνεδρίῳ πρὸς τῶν [2] φιλτάτων σφαγῆναι. τοῦτον γὰρ τὸν πόλεμον τελευταῖον κατώρθωσε καὶ ταύτην τὴν νίκην ἐσχάτην ἀνείλετο, καίπερ οὐδὲν ὅ τι οὐχὶ καὶ τῶν ἄλλων τῶν μεγίστων καταπράξειν ἐλπίσας διά τε τἆλλα, καὶ οὐχ ἥκιστα ὅτι βλαστός τις ἐκ φοίνικος ἐν τῷ τῆς μάχης [3] χωρίῳ ὄντος εὐθὺς ἐπὶ τῇ νίκῃ ἐξέφυ. καὶ οὐ λέγω μὲν ὅτι οὐκ ἔφερέ ποι τοῦτο, ἀλλ' οὐκ ἐκείνῳ γε ἔτι, ἀλλὰ τῷ τῆς ἀδελφῆς αὐτοῦ ἐγγόνῳ τῷ Ὀκταουίῳ· συνεστρατεύετό τε γὰρ αὐτῷ, καὶ ἐκ τῶν πόνων τῶν τε κινδύνων αὐτοῦ ἐκλάμψειν ἔμελλεν. ἀγνοῶν δ' οὖν τοῦτο, καὶ ἐφ' ἑαυτῷ ἔτι πολλὰ καὶ μεγάλα ἐλπίζων, οὐδὲν μέτριον [42] [1] ἔπραττεν, ἀλλ' ὡς καὶ ἀθάνατος ὢν ὑπερεφρόνησε. τά τε γὰρ ἐπινίκια, καίτοι μηδενὸς ἀλλοτρίου κρατήσας ἀλλὰ καὶ τοσοῦτο πλῆθος πολιτῶν ἀπολέσας, οὐ μόνον αὐτὸς ἔπεμψε, πάντα τὸν δῆμον ἐν αὐτοῖς ὡς καὶ ἐπὶ κοινοῖς τισιν ἀγαθοῖς αὖθις ἑστιάσας, ἀλλὰ καὶ τῷ Φαβίῳ τῷ τε Κυΐντῳ, καίτοι ὑποστρατηγήσασιν αὐτῷ [2] καὶ μηδὲν ἰδίᾳ κατορθώσασι, διεορτάσαι ἐπέτρεψε. καὶ ἦν μέν που γέλως ἐπί τε τούτῳ, καὶ ὅτι καὶ ξυλίναις ἀλλ' οὐκ ἐλεφαντίναις ἔργων τέ τινων εἰκόσιν ἄλλοις τε τοιούτοις πομπείοις ἐχρήσαντο· οὐ μὴν ἀλλ' ἐμφανέστατα τριττά τε νικητήρια καὶ τριτταὶ πομπαὶ τῶν Ῥωμαίων ἐπ' αὐτῶν ἐκείνων ἐποιήθησαν, καὶ προσέτι καὶ ἱερομηνίαι [3] ἐπὶ πεντήκοντα ἡμέρας ἤχθησαν. τά τε [γὰρ] Παρίλια ἱπποδρομίᾳ ἀθανάτῳ, οὔτι γε καὶ διὰ τὴν πόλιν, ὅτι ἐν αὐτοῖς ἔκτιστο, ἀλλὰ διὰ τὴν τοῦ Καίσαρος νίκην, ὅτι ἡ ἀγγελία αὐτῆς τῇ προτεραίᾳ πρὸς ἑσπέραν ἀφίκετο, ἐτιμήθη.
[43]
[1] τοῦτο μὲν δὴ τῇ Ῥώμῃ ἔδωκεν, αὐτὸς δὲ τήν τε στολὴν τὴν ἐπινίκιον ἐν πάσαις ταῖς πανηγύρεσι κατὰ δόγμα ἐνεδύετο, καὶ τῷ στεφάνῳ τῷ δαφνίνῳ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἐκοσμεῖτο. καὶ πρόφασιν μὲν ἐποιεῖτο τούτου ὅτι ἀναφαλαντίας ἦν, παρεῖχε δὲ καὶ ἀπ' αὐτοῦ ἐκείνου λόγον τινά, καὶ ‹ὅτι› τότε ἔτι, καίπερ παρηβηκώς, [2] ἐς κάλλος ἤσκει· τῇ τε γὰρ ἐσθῆτι χαυνοτέρᾳ ἐν πᾶσιν ἐνηβρύνετο, καὶ τῇ ὑποδέσει καὶ μετὰ ταῦτα ἐνίοτε καὶ ὑψηλῇ καὶ ἐρυθροχρόῳ κατὰ τοὺς βασιλέας τοὺς ἐν τῇ Ἄλβῃ ποτὲ γενομένους, ὡς καὶ προσήκων [3] σφίσι διὰ τὸν Ἴουλον, ἐχρῆτο. τό τε ὅλον τῇ τε Ἀφροδίτῃ πᾶς ἀνέκειτο, καὶ πείθειν πάντας ἤθελεν ὅτι καὶ ἄνθος τι ὥρας ἀπ' αὐτῆς ἔχοι· καὶ διὰ τοῦτο καὶ γλύμμα αὐτῆς ἔνοπλον ἐφόρει, καὶ σύνθημα αὐτὴν ἐν τοῖς πλείστοις καὶ μεγίστοις κινδύνοις ἐποιεῖτο.
[4] τὸ δ' οὖν χαῦνον τοῦ ζώματος αὐτοῦ ὁ μὲν Σύλλας ὑπετόπησεν, ὥστε καὶ ἀποκτεῖναι αὐτὸν ἐθελῆσαι, τοῖς τε ἐξαιτησαμένοις εἰπεῖν ὅτι "ἐγὼ μὲν χαριοῦμαι τοῦτον ὑμῖν, ὑμεῖς μέντοι καὶ πάνυ τοῦτον τὸν κακῶς ζωννύμενον φυλάττεσθε"· ὁ δὲ δὴ Κικέρων οὐ [5] συνενόησεν, ἀλλὰ καὶ σφαλεὶς ἔφη ὅτι "οὐκ ἄν ποτε προσεδόκησα τὸν κακῶς οὕτω ζωννύμενον Πομπηίου κρατήσειν".
τοῦτο μὲν οὖν ἐν ἐκβολῇ τοῦ λόγου, ὥστε μηδένα μηδὲν τῶν [44] [1] περὶ τοῦ Καίσαρος λεγομένων ἀγνοῆσαι, ἔγραψα· ἐπὶ δὲ δὴ τῇ νίκῃ ἐκεῖνά τε ὅσα εἶπον ἡ γερουσία ἔγνω, καὶ προσέτι αὐτόν τε Ἐλευθερωτὴν καὶ ἐκάλουν καὶ ἐς τὰ γραμματεῖα ἀνέγραφον, καὶ [2] νεὼν Ἐλευθερίας δημοσίᾳ ἐψηφίσαντο. τό τε τοῦ αὐτοκράτορος ὄνομα οὐ κατὰ τὸ ἀρχαῖον ἔτι μόνον, ὥσπερ ἄλλοι τε καὶ ἐκεῖνος [ὡς] πολλάκις ἐκ τῶν πολέμων ἐπεκλήθησαν, οὐδ' ὡς οἵ τινα αὐτοτελῆ ἡγεμονίαν ἢ καὶ ἄλλην τινὰ ἐξουσίαν λαβόντες ὠνομάζοντο, ἀλλὰ καθάπαξ τοῦτο δὴ τὸ καὶ νῦν τοῖς τὸ κράτος ἀεὶ ἔχουσι διδόμενον ἐκείνῳ τότε πρώτῳ τε καὶ πρῶτον, ὥσπερ τι κύριον, προσέθεσαν. [3] καὶ τοσαύτῃ γε ὑπερβολῇ κολακείας ἐχρήσαντο ὥστε καὶ τοὺς παῖδας τούς τε ἐγγόνους αὐτοῦ οὕτω καλεῖσθαι ψηφίσασθαι, μήτε τέκνον τι αὐτοῦ ἔχοντος καὶ γέροντος ἤδη ὄντος. ὅθενπερ καὶ ἐπὶ πάντας τοὺς μετὰ ταῦτα αὐτοκράτορας ἡ ἐπίκλησις αὕτη, ὥσπερ τις ἰδία τῆς ἀρχῆς αὐτῶν οὖσα καθάπερ καὶ ἡ τοῦ Καίσαρος, ἀφίκετο.
[4] οὐ μέντοι καὶ τὸ ἀρχαῖον ἐκ τούτου κατελύθη, ἀλλ' ἔστιν ἑκάτερον· καὶ διὰ τοῦτο καὶ δεύτερον ἐπ' αὐτῶν ἐπάγεται, ὅταν νίκην τινὰ τοιαύτην ἀνέλωνται. οἱ μὲν γὰρ αὐτὸ τοῦτο αὐτοκράτορες ἅπαξ τῇ προσηγορίᾳ ταύτῃ, ὥσπερ [ἐν] ταῖς ἄλλαις, καὶ [5] πρώτῃ γε χρῶνται· οἳ δ' ἂν καὶ διὰ πολέμων ἄξιόν τι αὐτῆς κατορθώσωσι, καὶ ἐκείνην τὴν ἀπὸ τοῦ ἀρχαίου προσλαμβάνουσι, κἀκ τούτου καὶ δεύτερόν τις καὶ τρίτον πλεονάκις τε, ὁσάκις ἂν παράσχῃ οἱ, αὐτοκράτωρ ἐπονομάζεται.
[6] ταῦτά τε οὖν τότε τῷ Καίσαρι, καὶ οἰκίαν ὥστε ἐν τῷ δημοσίῳ οἰκεῖν, ἱερομηνίαν τε ἐξαίρετον ὁσάκις ἂν νίκη τέ τις συμβῇ καὶ θυσίαι ἐπ' αὐτῇ γίγνωνται, κἂν μήτε συστρατεύσηται μήθ' [45] [1] ὅλως ἐπικοινωνήσῃ τῶν καταπραχθέντων, ἔδοσαν. οὐ μὴν ἀλλ' ἐκεῖνα μὲν εἰ καὶ ὑπέρογκα ἔξω τε τοῦ καθεστηκότος σφίσιν ἐδόκει εἶναι, οὔτι γε καὶ ἀδημοκράτητα ἦν· ἕτερα δὲ δὴ τοιάδε ἐψηφίσαντο δι' ὧν καὶ μόναρχον αὐτὸν ἄντικρυς ἀπέδειξαν. τάς τε γὰρ ἀρχὰς αὐτῷ καὶ τὰς τοῦ πλήθους ἀνέθεσαν, καὶ ὕπατον αὐτὸν ἐπὶ [2] δέκα ἔτη, ὥστε καὶ δικτάτορα πρότερον, προεχειρίσαντο· στρατιώτας τε μόνον ἔχειν καὶ τὰ δημόσια χρήματα μόνον διοικεῖν ἐκέλευσαν, ὥστε μηδενὶ ἄλλῳ μηδετέρῳ αὐτῶν, ὅτῳ μηδὲ ἐκεῖνος ἐπιτρέψειεν, ἐξεῖναι χρῆσθαι. καὶ τότε μὲν ἀνδριάντα αὐτοῦ ἐλεφάντινον, ὕστερον δὲ καὶ ἅρμα ὅλον ἐν ταῖς ἱπποδρομίαις μετὰ τῶν [3] θείων ἀγαλμάτων πέμπεσθαι ἔγνωσαν. ἄλλην τέ τινα εἰκόνα ἐς τὸν τοῦ Κυρίνου ναὸν Θεῷ ἀνικήτῳ ἐπιγράψαντες, καὶ ἄλλην ἐς τὸ Καπιτώλιον παρὰ τοὺς βασιλεύσαντάς ποτε ἐν τῇ Ῥώμῃ ἀνέθεσαν. [4] καί μοι θαυμάσαι τῆς συντυχίας ἐπέρχεται· ὀκτὼ γὰρ ἅμα αὐτῶν (ἑπτὰ μὲν ἐκείνοις, ὀγδόης δὲ τῷ γε Βρούτῳ τῷ τοὺς Ταρκυνίους καταλύσαντι) οὐσῶν παρὰ ταύτην τότε τὴν τοῦ Καίσαρος ἔστησαν, καὶ δῆτα καὶ ἐκ τούτου ὅτι μάλιστα ὁ Βροῦτος ὁ Μᾶρκος κινηθεὶς ἐπεβούλευσεν αὐτῷ.
[46]
[1] ταῦτ' ἐπὶ ‹τῇ› νίκῃ (λέγω δὲ οὐ πάντα, ἀλλ' ὅσα ἀξιόλογα εἶναί μοι ἔδοξεν) οὐκ ἐν μιᾷ γε ἡμέρᾳ, ἀλλ' ὥς που καὶ ἔτυχεν, ἄλλο ἄλλῃ ἐκυρώθη· καί σφων ὁ Καῖσαρ τοῖς μὲν χρῆσθαι ἤρξατο [2] τοῖς δὲ ἔμελλεν, εἰ καὶ τὰ μάλιστά τινα αὐτῶν παρήκατο. τὴν δ' οὖν ἀρχὴν τὴν ὕπατον παραχρῆμα μέν, καὶ πρὶν ἐς τὴν πόλιν ἐσελθεῖν, ἀνέλαβεν, οὐ μέντοι καὶ διὰ τέλους ἔσχεν, ἀλλ' ἐν τῇ Ῥώμῃ γενόμενος ἀπεῖπέ τε αὐτὴν καὶ τῷ Φαβίῳ τῷ Κυίντῳ τῷ τε Τρεβωνίῳ τῷ Γαΐῳ ἐνεχείρισε. καὶ ἐπειδή γε ὁ Φάβιος τῇ τελευταίᾳ τῆς ὑπατείας ἡμέρᾳ ἀπέθανεν, εὐθὺς ἀντ' αὐτοῦ ἕτερον πρὸς τὰς περιλοίπους ὥρας Γάιον Κανίνιον Ῥήβιλον ἀνθείλετο.
[3] πρῶτον μὲν δὴ τότε τοῦτο παρὰ τὸ καθεστηκὸς ἐγένετο, τὸ μήτε ἐτησίαν μήτε ἐς πάντα τὸν λοιπὸν χρόνον τοῦ ἔτους τὴν ἀρχὴν ἐκείνην τὸν αὐτὸν ἔχειν, ἀλλὰ ζῶντά τινα αὐτῆς καὶ μὴ ἀναγκασθέντα μήτε ἐκ ‹τῶν› πατρίων μήτε ἐξ ἐπηγορίας τινὸς ἐκστῆναι, [4] καὶ ἕτερον ἀντ' αὐτοῦ ἀντικαταστῆναι. δεύτερον δὲ ὅτι ὁ Κανίνιος ἀπεδείχθη τε ἅμα ὕπατος καὶ ὑπάτευσε καὶ ἐπαύσατο· ὅπερ καὶ ὁ Κικέρων διασκώπτων τοσαύτῃ ἔφη τὸν ὕπατον καὶ ἀνδρείᾳ καὶ φροντίδι ἐν τῇ ἀρχῇ κεχρῆσθαι ὥστε μηδὲ τὸ βραχύτατον [5] ἐν αὐτῇ κεκοιμῆσθαι. ἐκ δ' οὖν τοῦ χρόνου ἐκείνου οὐκέτι οἱ αὐτοὶ διὰ παντὸς τοῦ ἔτους, πλὴν ὀλίγων πάλαι γε, ὑπάτευσαν, ἀλλ' ὥς που καὶ ἔτυχον, οἱ μὲν ἐπὶ πλείους οἱ δὲ ἐπ' ἐλάττους, οἱ μὲν μῆνας οἱ δὲ ἡμέρας, ἐπεὶ νῦν γε οὐδεὶς οὔτε ἐπ' ἐνιαυτὸν οὔτε ἐς πλείω διμήνου χρόνον ὡς πλήθει σὺν ἑτέρῳ τινὶ ἄρχει. [6] καὶ τὰ μὲν ἄλλα οὐδὲν διαφέρομεν ἀλλήλων, τὴν δὲ ἐξαρίθμησιν τῶν ἐτῶν οἱ κατὰ πρώτας αὐτῶν ὑπατεύοντες καρποῦνται. καὶ ἐγὼ οὖν τῶν μὲν ἄλλων τοὺς τοῖς πράγμασιν ἀναγκαίους ὀνομάσω, πρὸς δὲ δὴ τὴν τῶν ἀεὶ πραττομένων δήλωσιν τοὺς πρώτους ἄρξαντας, κἂν μηδὲν ἔργον ἐς αὐτὰ παράσχωνται.
[47]
[1] περὶ μὲν οὖν τοὺς ὑπάτους ταῦθ' οὕτως ἐγένετο· οἱ δὲ δὴ ἄλλοι ἄρχοντες λόγῳ μὲν ὑπό τε τοῦ πλήθους καὶ ὑπὸ τοῦ δήμου κατὰ τὰ πάτρια (τὴν γὰρ ἀπόδειξιν αὐτῶν ὁ Καῖσαρ οὐκ ἐδέξατο), ἔργῳ δὲ ὑπ' ἐκείνου κατέστησαν, καὶ ἔς γε τὰ ἔθνη ἀκληρωτὶ ἐξεπέμφθησαν.
[2] ἀριθμὸν δὲ οἱ μὲν ἄλλοι ὅσοιπερ καὶ πρότερον, στρατηγοὶ δὲ τεσσαρεσκαίδεκα ταμίαι τε τεσσαράκοντα ἀπεδείχθησαν. πολλοῖς γὰρ δὴ πολλὰ ὑπεσχημένος οὐκ εἶχεν ὅπως σφᾶς [3] ἄλλως ἀμείψηται, καὶ διὰ τοῦτο ταῦτ' ἐποίει. καὶ προσέτι παμπληθεῖς μὲν ἐς τὴν γερουσίαν, μηδὲν διακρίνων μήτ' εἴ τις στρατιώτης μήτ' εἴ τις ἀπελευθέρου παῖς ἦν, ἐσέγραψεν, ὥστε καὶ ἐνακοσίους τὸ κεφάλαιον αὐτῶν γενέσθαι, πολλοὺς δὲ καὶ ἐς τοὺς εὐπατρίδας τούς τε ὑπατευκότας ἢ καὶ ἀρχήν τινα ἄρξαντας [4] ἐγκατέλεξεν. εὐθυνομένους τε ἐπὶ δώροις τινὰς καὶ ἐξελεγχομένους γε ἀπέλυσεν, ὥστε καὶ αἰτίαν δωροδοκίας ἔχειν. προσσυνελάβετο γὰρ τοῦ λόγου τούτου ὅτι καὶ τοὺς χώρους τοὺς δημοσίους, οὐχ ὅτι τοὺς βεβήλους ἀλλὰ καὶ τοὺς ἱερούς, πάντας τε ‹ἐξέθηκεν ἐς τὸ› [5] πρατήριον, καὶ ἀπεκήρυξε τοὺς πλείονας. συχνὰ δ' οὖν ὅμως καὶ ἐν ἀργυρίῳ τῇ τε πράσει τῶν χωρίων ἔστιν οἷς ἔνειμε· καὶ Λουκίῳ τινὶ Βασίλῳ ἡγεμονίαν μὲν ἔθνους οὐδεμίαν καίτοι στρατηγοῦντι ἐπέτρεψε, χρήματα δὲ ἀντ' αὐτῆς πάμπολλα ἐχαρίσατο, ὥστε καὶ ἐπιβόητον αὐτὸν ἔν τε τούτῳ γενέσθαι, καὶ ὅτι προπηλακισθεὶς [6] ἐν τῇ στρατηγίᾳ ὑπ' αὐτοῦ ἀντεκαρτέρησε. ταῦτα δὴ πάντα τοῖς μὲν λαμβάνουσί τι ἢ καὶ προσδοκῶσι λήψεσθαι ἀρεστὰ ἐγίγνετο, μηδὲν τοῦ κοινοῦ προτιμῶσι πρὸς τὸ ἀεὶ δι' αὐτῶν αὔξεσθαι· οἱ δὲ δὴ ἄλλοι πάντες δεινῶς ἔφερον, καὶ πολλά γε ἐλογοποίουν πρός τε ἀλλήλους, καὶ ὅσοις γε καὶ ἀσφάλειά τις ἦν, παρρησιαζόμενοι, καὶ βιβλία δὲ ἀνώνυμα ἐκτιθέντες.
[48]
[1] ἐν δ' οὖν τῷ ἔτει ἐκείνῳ ἐκεῖνά τε ἐπράχθη, καὶ ἐπὶ τῆς διοικήσεως δύο τῶν πολιανομούντων, ἐπειδὴ ταμίας οὐδεὶς προεκεχειροτόνητο, ἐγένοντο. ὥσπερ γάρ ποτε πρότερον, καὶ τότε ἐν τῇ ἀποδημίᾳ τῇ τοῦ Καίσαρος οἱ πολιανόμοι πάντα τὰ ἐν τῷ ἄστει [2] πράγματα μετὰ τοῦ Λεπίδου ἱππαρχοῦντος ἔσχον· καὶ αἰτιαθέντες γε ὅτι καὶ ῥαβδούχοις καὶ τῇ ἐσθῆτι τῷ τε δίφρῳ τοῖς ἀρχικοῖς, ὥσπερ καὶ ὁ ἵππαρχος, ἐκέχρηντο, ἀφείθησαν, νόμον τινὰ προβαλλόμενοι δι' οὗ πᾶσι τοῖς παρὰ δικτάτορος ἀρχήν τινα λαβοῦσι [3] χρῆσθαι αὐτοῖς ἐδίδοτο. τὸ δ' οὖν κατὰ τὴν διοίκησιν, ἐξ ἐκείνου δι' ἅπερ εἶπον παρατραπέν, οὐκέτι τοῖς ταμίαις ἀεὶ ἐπετράπη, ἀλλὰ τὸ τελευταῖον τοῖς ἐστρατηγηκόσι προσετάχθη. τούς τε οὖν θησαυροὺς τοὺς δημοσίους δύο τότε τῶν πολιανομούντων διῴκησαν, καὶ τὰ Ἀπολλώνια ὁ ἕτερος αὐτῶν τῇ τοῦ Καίσαρος [4] παρασκευῇ ἐπετέλεσε. καὶ οἱ ἀγορανόμοι οἱ ἐκ τοῦ πλήθους τὰ Μεγαλήσια κατὰ δόγμα ἐποίησαν. πολίαρχός τέ τις ἐν ταῖς ἀνοχαῖς καταστὰς ἕτερον αὐτὸς τῆς ὑστεραίας ἀνθείλετο, καὶ ἐκεῖνος ἄλλον· ὃ μήτε πρότερον μήθ' ὕστερόν ποτε ἐγένετο.
[49]
[1] ταῦτα μὲν τότε ἐπράχθη· τῷ δὲ ἐχομένῳ ἔτει, ἐν ᾧ ὁ Καῖσαρ ἐδικτατόρευσέ τε ἅμα τὸ πέμπτον, ἵππαρχον τὸν Λέπιδον προσλαβών, καὶ ὑπάτευσε τὸ πέμπτον, συνάρχοντα τὸν Ἀντώνιον προσελόμενος, στρατηγοί τε ἑκκαίδεκα ἦρξαν (καὶ τοῦτο καὶ ἐπὶ πολλὰ ἔτη ...), καὶ τὸ βῆμα ἐν μέσῳ που πρότερον τῆς ἀγορᾶς ὂν ἐς τὸν νῦν τόπον ἀνεχωρίσθη, καὶ αὐτῷ ἡ τοῦ Σύλλου τοῦ τε Πομπηίου [2] εἰκὼν ἀπεδόθη. καὶ ἐπί ‹τε› τούτῳ εὔκλειαν ὁ Καῖσαρ ἔσχεν, καὶ ὅτι τῷ Ἀντωνίῳ καὶ τῆς δόξης τοῦ ἔργου καὶ τῆς ἐπ' αὐτῷ ἐπιγραφῆς παρεχώρησε. θέατρόν τέ τι κατὰ τὸν Πομπήιον οἰκοδομῆσαι ἐθελήσας προκατεβάλετο μέν, οὐκ ἐξετέλεσε δέ. ἀλλὰ τοῦτο μὲν ὁ Αὔγουστος μετὰ ταῦτα ἐκποιήσας ἀπὸ Μάρκου Μαρκέλλου [3] τοῦ ἀδελφιδοῦ ἐπωνόμασε· τὰς δὲ οἰκίας τούς τε ναοὺς τοὺς ἐν τῷ χωρίῳ ἐκείνῳ ὄντας ὁ Καῖσαρ καθελὼν αἰτίαν ἔλαβεν, ὅτι τε τὰ ἀγάλματα, ξύλινα πλὴν ὀλίγων ὄντα, κατέκαυσε, καὶ θησαυροὺς χρημάτων συχνοὺς εὑρὼν πάντας αὐτοὺς ἐσφετερίσατο.
[50]
[1] ταῦτά τε ἐποίει καὶ νόμους ἐσέφερε τό τε πωμήριον ἐπὶ πλεῖον ἐπεξήγαγε. καὶ ἐν μὲν τούτοις ἄλλοις τέ τισιν ὅμοια τῷ Σύλλᾳ πρᾶξαι ἔδοξεν· ἐκ δὲ τοῦ τοῖς τε περιλειφθεῖσι τῶν ἀντιπολεμησάντων οἱ τάς τε αἰτίας ἀφεῖναι καὶ ἄδειαν ἐπί τε τῇ ἴσῃ καὶ ἐπὶ [2] τῇ ὁμοίᾳ δοῦναι, καὶ ἐκείνων τε τὰς ἀρχὰς προαγαγεῖν καὶ ταῖς γυναιξὶ τῶν ἀπολωλότων τὰς προῖκας ἀποδοῦναι, τοῖς τε παισὶν αὐτῶν μέρη τῶν οὐσιῶν χαρίσασθαι, τήν τε τοῦ Σύλλου μιαιφονίαν μεγάλως ἤλεγξε, καὶ αὐτὸς οὐκ ἐπ' ἀνδρείᾳ μόνον ἀλλὰ καὶ ἐπὶ χρηστότητι ἰσχυρῶς εὐδοκίμησεν, καίτοι χαλεπὸν ὂν ὡς πλήθει τὸν [3] αὐτὸν καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ διαπρέψαι. τούτοις τε οὖν ἐσεμνύνετο, καὶ ὅτι καὶ τὴν Καρχηδόνα τήν τε Κόρινθον ἀνέστησεν. πολλὰς μὲν γὰρ καὶ ἄλλας ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω πόλεις τὰς μὲν [4] ἀνῳκοδόμησε, τὰς δὲ καὶ ἐκ καινῆς κατεστήσατο· ἀλλὰ τοῦτο μὲν καὶ ἄλλοις τισὶν ἐπέπρακτο, τὴν δὲ δὴ Κόρινθον τήν τε Καρχηδόνα, πόλεις ἀρχαίας λαμπρὰς ἐπισήμους ἀπολωλυίας, ᾗ μὲν ἀποικίας Ῥωμαίων ἐνόμισεν, ἀπῴκισεν, ᾗ δὲ τοῖς ἀρχαίοις ὀνόμασιν [5] ἐτίμησεν, ἀπέδωκεν τῇ μνήμῃ τῶν ἐνοικησάντων ποτὲ αὐτάς, μηδὲν διὰ τὴν ἐκείνων ἔχθραν τοῖς χωρίοις τοῖς μηδέν σφας ἀδικήσασι μνησικακήσας.
καὶ αἱ μέν, ὥσπερ ἅμα πρότερον καθῃρέθησαν, οὕτω καὶ [51] [1] τότε ἅμα ἀνεβιώσκοντο καὶ ἔμελλον καὶ αὖθις ἀνθήσειν· πράττοντος δὲ αὐτοῦ ταῦτα ἐπιθυμία τε πᾶσι τοῖς Ῥωμαίοις ὁμοίως ἐσῆλθε τιμωρῆσαι τῷ τε Κράσσῳ καὶ τοῖς σὺν αὐτῷ φθαρεῖσι, καὶ ἐλπὶς τότε, εἴπερ ποτέ, τοὺς Πάρθους καταστρέψασθαι. τόν τε οὖν πόλεμον τῷ Καίσαρι ὁμοθυμαδὸν ἐψηφίσαντο, καὶ τὴν [2] παρασκευὴν αὐτοῦ πολλὴν ἐποιοῦντο. τά τε γὰρ ἄλλα, καὶ ὅπως ἐκεῖνός τε πλείοσιν ὑπηρέταις χρῆσθαι ἔχῃ, καὶ ἡ [τε] πόλις μήτ' ἄνευ ἀρχόντων ἐν τῇ ἀπουσίᾳ αὐτοῦ γένηται μήτ' αὖ καθ' ἑαυτὴν αἱρουμένη τινὰς στασιάσῃ, διενοοῦντο μὲν καὶ ἐς τρία ἔτη αὐτοὺς προκαταστῆσαι (τοσούτου γὰρ χρόνου πρὸς τὴν στρατείαν χρῄζειν [3] ἐδόκουν), οὐ μέντοι καὶ πάντας προαπέδειξαν. ᾑρεῖτο ‹δέ› τῷ μὲν λόγῳ τοὺς ἡμίσεις ὁ Καῖσαρ, ἐν νόμῳ τινὶ τοῦτο ποιησάμενος, ἔργῳ δὲ πάντας. καὶ ἐς μὲν τὸ πρῶτον ἔτος ταμίαι τεσσαράκοντα προεχειρίσθησαν ὥσπερ καὶ πρότερον, καὶ ἀγορανόμοι τότε πρῶτον δύο μὲν καὶ ἐξ εὐπατριδῶν, τέσσαρες δὲ ἐκ τοῦ πλήθους, ὧν οἱ δύο τὴν ἀπὸ τῆς Δήμητρος ἐπίκλησιν φέρουσιν, ὅπερ που καὶ ἐς [4] τόδε ἐξ ἐκείνου καταδειχθὲν ἐμμεμένηκε. στρατηγοὶ δὲ ἀπεδείχθησαν μὲν ἑκκαίδεκα· ἀλλ' οὐ τοῦτο γράφω (καὶ γὰρ πρόσθεν ἐγεγόνεσαν) ἀλλ' ὅτι καὶ ὁ Πούπλιος ὁ Οὐεντίδιος ἐν αὐτοῖς ᾑρέθη. οὗτος γὰρ τὸ μὲν ἀρχαῖον ἐκ τοῦ Πικήνου, ὥσπερ εἴρηταί μοι, ἦν, ἀντιπολεμήσας δὲ τοῖς Ῥωμαίοις ὅτε οἱ σύμμαχοί σφισιν ἐπολεμώθησαν, [5] ἥλω τε ὑπὸ τοῦ Πομπηίου τοῦ Στράβωνος καὶ ἐν τοῖς νικητηρίοις αὐτοῦ δεδεμένος ἐπόμπευσε, καὶ μετὰ τοῦτο ἀφεθεὶς ἔς τε τὸ συνέδριον χρόνῳ ὕστερον ἐνεγράφη καὶ στρατηγὸς τότε ὑπὸ τοῦ Καίσαρος ἀπεδείχθη, καὶ ἐς τοσοῦτόν γε προϊὼν ἐπηυξήθη ὥστε καὶ τοὺς Πάρθους νικῆσαι καὶ ἐπινίκια αὐτῶν πέμψαι.
[6] οἱ μὲν οὖν τῷ πρώτῳ μετ' ἐκεῖνο ἔτει ἄρξοντες πάντες προκατέστησαν, ἐς δὲ δὴ τὸ δεύτερον οἵ τε ὕπατοι καὶ οἱ δήμαρχοι μόνοι· [7] τοσοῦτον ἐδέησε καὶ ἐς τὸ τρίτον τινὰ ἀποδειχθῆναι. καὶ ἔμελλε καὶ αὐτὸς δικτάτωρ ἐν ἀμφοτέροις αὐτοῖς ἄρξειν, τούς τε ἱππαρχήσοντας ἄλλον τέ τινα καὶ τὸν Ὀκτάουιον, καίπερ μειράκιον ἔτι [8] καὶ τότε ὄντα, προεχειρίσατο. ἔς τε τὸ παρόν, ἐν ᾧ ταῦτ' ἐγίγνετο, ὕπατόν τε ἀνθ' ἑαυτοῦ τὸν Δολοβέλλαν ἀντικατέστησε, καίτοι τοῦ Ἀντωνίου πάντα τὸν ἐνιαυτὸν μέλλοντος ἄρξειν· καὶ τῷ Λεπίδῳ τήν τε Γαλατίαν τὴν περὶ Νάρβωνα καὶ τὴν Ἰβηρίαν τὴν πλησιόχωρον προστάξας, δύο ἀντ' αὐτοῦ ἑτέρους, ἰδίᾳ γε ἑκάτερον, [9] ἱππαρχῆσαι ἐποίησε. πολλοῖς γὰρ εὐεργεσίας ὀφείλων διά τε τῶν τοιούτων αὐτὰς καὶ διὰ τῶν ἱερωσυνῶν ἀπεδίδου, ἔς τε τοὺς πεντεκαίδεκα ἕνα καὶ ἐς τοὺς ἑπτὰ αὖ καλουμένους τρεῖς ἑτέρους προσαποδείξας.