174 12 0 0 2 0 I a. C.-I d. C. Exeget. Philo I Quaestiones in Exodum Petit, F., Paris, Cerf, 1978 0

Philo - Quaestiones in Exodum (fragmenta)

[1]    Ὅταν οἱ τῶν σπαρτῶν καρποὶ τελειωθῶσιν, οἱ τῶν δένδρων ἀρχὴν γενέσεως λαμβάνουσιν, ἵνα δολιχεύωσιν αἱ τοῦ θεοῦ χάριτες τὸν αἰῶνα παρ' ἄλλων ἄλλαι δεχόμεναι καὶ συνάπτουσαι, τέλη μὲν ἀρχαῖς, ἀρχαὶ δὲ τέλεσιν.

[4]    ... [Τὸ δὲ Πάσχα ὁ μὲν Φίλων ἡρμήνευσε] διαβατήρια ...

[6]    Ὑπερβολαὶ καὶ ἐλλείψεις ἀνισότητα ἐγέννησαν· ἀνισότης δέ, ἵνα αὐτὸς μυθικώτερον χρήσωμαι τοῖς ὀνόμασιν, μήτηρ ἀδικίας ἐστίν, ὡς ἔμπαλιν ἰσότης δικαιοσύνης. Ὑπερβολῆς δὲ καὶ ἐλλείψεως μέσον τὸ αὐταρκές, ἐν ᾧ τὸ ἱερὸν γράμμα περιέχεται τὸ 'Μηδὲν ἄγαν'.

[7a] Λέγεται ὑπὸ φυσικῶν ἀνδρῶν οὐδὲν ἕτερον εἶναι θῆλυ ἢ ἀτελὲς ἄρρεν.

[7b] Ἔνιοι προκόψαντες ἐπ' ἀρετὴν ὑπενόστησαν πρὶν ἐφικέσθαι τοῦ τέλους, τὴν ἄρτι φυομένην ἀριστοκρατίαν ἐν ψυχῇ καθελούσης τῆς παλαιᾶς ὀχλοκρατίας, ἣ πρὸς ὀλίγον ἠρεμήσασα πάλιν ἐξ ὑπαρχῆς μετὰ πλείονος δυνάμεως ἀντεπέθετο.

[19]    Αἱ μὲν γὰρ ζῶναι στάσιν ἐμφαίνουσι καὶ συναγωγὴν ἡδονῶν καὶ τῶν ἄλλων παθῶν ἃ τέως ἀνεῖτο καὶ κεχάλαστο. Οὐκ ἀπὸ δὲ σκοποῦ προσέθηκε τὸ δεῖν ζώννυσθαι κατὰ τὴν ὀσφύν· ὁ γὰρ τόπος ἐκεῖνος εἰς φάτνην ἀποκέκριται πολυκεφάλῳ θρέμματι τῶν ἐν ἡμῖν ἐπιθυμιῶν.

[21]    Ἄνδρες ἀγαθοί[, τροπικώτερον εἰπεῖν,] κίονές εἰσιν δήμων ὅλων, ὑπερείδοντες, καθάπερ οἰκίας μεγάλας, τὰς πόλεις καὶ τὰς πολιτείας.