44458 3610 15 43 54 0 VI a. C. Favola Aesopus I Fabulae 130

AESOPUS - Fabulae

[1]

ΑΕΤΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους σπεισάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν βεβαίωσιν φιλίας τὴν συνήθειαν ποιούμενοι. καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο, ἡ δὲ εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. ἐξελθούσης δέ ποτε αὐτῆς ἐπὶ νομὴν ὁ ἀετὸς ἀπορῶν τροφῆς καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας μετὰ τῶν αὑτοῦ νεοττῶν κατεθοινήσατο. ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθέν, οὐ μᾶλλον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη, ὅσον ἐπὶ τῆς ἀμύνης· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. διόπερ πόρρωθεν στᾶσα, ὃ μόνον τοῖς ἀσθενέσιν καὶ ἀδυνάτοις ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. συνέβη δὲ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν. θυόντων γάρ τινων αἶγα ἐπ' ἀγροῦ καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὗ κομισθέντος ἐπὶ τὴν καλιὰν σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε. καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ ‑ καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοὶ ‑ ἐπὶ τὴν γῆν κατέπεσον. καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν, ἀλλ' οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούσονται.

[2]    ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν καὶ ἐν ταὐτῷ ἅμα εἶναι ἡγούμενοι. καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπὶ μήκιστον δένδρον ἐνεοττοποίησεν, ἡ δὲ εἰσελθοῦσα κάτωθεν εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. μιᾷ οὖν τῶν ἡμερῶν ἐξελθούσης τῆς ἀλώπεκος ἐπὶ νομὴν ὁ ἀετὸς ἀπορῶν τροφῆς καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἁρπάσας μετὰ τῶν ἑαυτοῦ νεοττῶν ἐθοινήσατο. ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ θανάτῳ τῶν νεοττῶν ἐλυπήθη, ὅσον ἐπὶ τῆς ἀμύνης· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν οὐκ ἠδύνατο. διόπερ πόρρωθεν στᾶσα, ὃ τοῖς ἀδυνάτοις καὶ ἀσθενέσι ὑπάρχει ἔργον, τὸν ἐχθρὸν κατηρᾶτο. συνέβη οὖν ἀντὶ τῆς πολλῆς ἀγάπης μεγίστην ἔχθραν μεταξὺ ἐσχηκέναι. θυόντων δέ τινων αἶγα ἐπ' ἀγρῷ ὁ ἀετὸς καταπτὰς μέρος τι τῆς αἰγὸς μετὰ καὶ ἐμπύρων ἀνθράκων ἐπὶ τὴν καλιὰν ἀνήγαγεν. σφοδρὸς οὖν ἄνεμος ἐμπνεύσας, ἐκ λεπτοῦ καὶ παλαιοῦ χόρτου οὖσα ἡ καλιά, λαμπρὰν φλόγα ἀνήγαγεν. καταφλεχθέντες δὲ οἱ νεοττοί ‑ καὶ γὰρ ἦσαν ἔτι πτηνοὶ ἀτελεῖς ‑ ἐπὶ τὴν γῆν κατέπεσον. ἡ δὲ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν ἐκ τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν δι' ἀσθένειαν, ἀλλ' οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούσονται.

[3]    ἀετὸς καὶ ἀλώπηξ φιλιωθέντες πλησίον ἀλλήλων οἰκεῖν ἔγνωσαν βεβαίωσιν φιλίας ποιούμενοι τὴν συνήθειαν. ὁ μὲν οὖν ἐφ' ὑψηλοῦ δένδρου τὴν καλιὰν ἐπήξατο, ἡ δ' ἀλώπηξ ἐν τοῖς ἔγγιστα θάμνοις ἐτεκνοποιήσατο. ἐπὶ νομὴν οὖν ποτε τῆς ἀλώπεκος προελθούσης ὁ ἀετὸς τροφῆς ἀπορῶν καταπτὰς ἐπὶ τῶν θάμνων καὶ τὰ τέκνα ταύτης ἀναρπάσας ἅμα τοῖς αὐτοῦ νεοττοῖς ἐθοινήσατο. ἡ δ' ἀλώπηξ ἐπανελθοῦσα καὶ τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵα τε ἦν. διὸ καὶ πόρρωθεν στᾶσα, τοῦθ' ὃ καὶ τοῖς ἀδυνάτοις ἐστὶν εὔπορον, τῷ ἐχθρῷ κατηρᾶτο. οὐ πολλῷ δ' ὕστερον αἶγά τινων ἐπ' ἀγροῦ θυόντων καταπτὰς ὁ ἀετὸς μέρος τι τῶν θυμάτων σὺν ἐμπύροις ἄνθραξιν ἥρπασε κἀπὶ τὴν νεοττιὰν ἤγαγεν. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος τηνικαῦτα καὶ φλογὸς ἀναδοθείσης οἱ ἀετιδεῖς ἄπτηνες ἔτι τυγχάνοντες ὀπτηθέντες εἰς γῆν κατέπεσον. ἡ δ' ἀλώπηξ ἐπιδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας κατέφαγεν.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν ἐκ τῶν ἠδικημένων φύγωσι τιμωρίαν, ἀλλὰ τήν γε θείαν δίκην οὐ διακρούσονται.

[2]

ΑΕΤΟΣ ΚΑΙ ΚΟΛΟΙΟΣ ΚΑΙ ΠΟΙΜΗΝ

[1]    ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε· κολοιὸς δὲ τοῦτον θεασάμενος διὰ ζῆλον [τοῦτον] μιμήσασθαι ἤθελε. καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη. ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μαλλοῖς ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμὴν τὸ γεγονὸς αἰσθόμενος προσδραμὼν συνέλαβεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς αὐτοῦ παισὶν ἐκόμισε. τῶν δὲ πυνθανομένων, τί εἴη τὸ ὄρνεον, ἔφη· ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός.

   οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα πρὸς τῷ μηδὲν ἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.

[2]    ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἥρπασεν ἄρνα. κολοιὸς δὲ τοῦτον θεασάμενος, διὰ ζῆλον μιμησάμενος, καθεὶς ἑαυτὸν μετὰ πολλοῦ τοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη. ἐμπαρέντων δ' αὐτοῦ τῶν ὀνύχων ἐν τοῖς ἐκείνου μαλλοῖς ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο. ἐλθὼν δὲ ὁ ποιμὴν καὶ θεασάμενος αὐτὸν προσδραμὼν ἀνελάβετο αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισεν. τῶν δὲ πυνθανομένων, τί εἴη τὸ ὄρνεον, ἔφη· ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός.

   ὁ μῦθος ‹δηλοῖ τὴν› πρὸς τοὺς ὑπερέχοντας ἅμιλλαν πρὸς τῷ μηδὲν ἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶσθαι γέλωτα.

[3]

ΑΕΤΟΣ ΚΑΙ ΚΑΝΘΑΡΟΣ

[1]    ἀετὸς λαγωὸν ἐδίωκεν. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχεν, κάνθαρον ἰδὼν τοῦτον ἱκέτευεν, ὁ δὲ παραθαρσύνας αὐτὸν ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην. κἀκεῖνος ὑπεριδὼν τῆς σμικρότητος ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. ὁ δὲ ἀπ' ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί, εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς ἑαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ ὁ κάνθαρος τοῦτο ἑωρακὼς κόπρου σφαῖραν ποιήσας ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθα καθῆκεν. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος ὡς διανέστη, ἔλαθεν ἀπορρίψας τὰ ὠά. ἀπ' ἐκείνου τέ φασιν, περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται, τοὺς ἀετοὺς μὴ νεοττεύειν.    ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν λογιζομένους, ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος, ὡς προπηλακισθεὶς μὴ δύνασθαι ἑαυτὸν ἐκδικῆσαι.

[2]    ἀετὸς λαγωὸν ἐδίωκεν. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθούντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς ὑπέσχεν, κάνθαρον ἰδὼν τοῦτον ἱκέτευεν. ὁ δὲ παραθαρρύνας αὐτὸν ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει αὐτὸν ὁ κάνθαρος μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην. κἀκεῖνος ὑπεριδὼν τῆς σμικρότητος ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατέφαγεν. ὁ δὲ ἀπ' ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιάς. καὶ εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν ‑ ἔστι δὲ τοῦ θεοῦ ἱερὸς ὁ ὄρνις ‑ καὶ ἐδεήθη αὐτοῦ τόπον αὐτῷ ἀσφαλῆ πρὸς νεοττοποιίαν παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς ἑαυτοῦ κόλποις ἐπιτρέψαντος αὐτῷ νεοττοποιεῖν ὁ κάνθαρος τοῦτο ἑωρακὼς κόπρου σφαῖραν ποιήσας ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς κόλπους τοῦ Διὸς καθῆκε τὴν κόπρον. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος ὡς ἐξανέστη, ἔλαθε τὰ ὠὰ ἀπορρίψας. ἀπ' ἐκείνου τέ φασι, περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται, τοὺς ἀετοὺς μὴ νεοττεύειν.

   ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν λογιζομένους, ὅτι οὐδείς ἐστιν, ὃς προπηλακισθεὶς ἑαυτόν ποτε οὐκ ἐκδικήσει.

[3]   λαγωὸς ὑπ' ἀετοῦ διωκόμενος πρὸς κοίτην κανθάρου κατέφυγε δεόμενος ὑπ' αὐτοῦ σωθῆναι. ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην ὁρκίζων αὐτὸν κατὰ τοῦ μεγίστου Διὸς ἦ μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος αὐτοῦ. ὁ δὲ μετ' ὀργῆς τῇ πτέρυγι ῥαπίσας τὸν κάνθαρον τὸν λαγωὸν ἁρπάσας κατέφαγεν. ὁ δὲ κάνθαρος τῷ ἀετῷ συναπέπτη ὡς τὴν καλιὰν τούτου καταμαθεῖν. καὶ δὴ προσελθὼν τὰ ὠὰ τούτου κατακυλίσας διέφθειρε. τοῦ δὲ δεινὸν ποιησαμένου, εἴ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ἴσα τοῦτον διέθηκεν. ὁ δὲ ἀετὸς ἀμηχανήσας τοῖς ὅλοις ἀναβὰς ἐπὶ τὸν Δία ‑ τούτου γὰρ ἱερὸς λέγεται ‑ τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἔθηκεν τῷ θεῷ ταῦτα παραθέμενος καὶ ἱκετεύσας φυλάττειν. ὁ κάνθαρος δὲ κόπρου σφαῖραν ποιήσας καὶ ἀναβὰς ἐπὶ τοῦ κόλπου τοῦ Διὸς ταύτην καθῆκεν. ὁ δὲ Ζεὺς ἀναστὰς ἐφ' ᾧ τὴν ὄνθον ἀποτινάξασθαι καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθόμενος· ἃ καὶ συνετρίβη πεσόντα. μαθὼν δὲ πρὸς τοῦ κανθάρου, ὅτι ταῦτ' ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν ἀλλὰ καὶ εἰς τὸν Δία αὐτὸν ἠσέβησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα κάνθαρον εἶναι τὸν λυποῦντα καὶ δὴ καὶ δικαίως λυπεῖν. μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι συνεβούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι. τοῦ δὲ μὴ πειθομένου ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἡνίκα ἂν μὴ φαίνωνται κάνθαροι.

   ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν λογιζομένους, ὅτι οὐδείς ἐστιν, ὃς προπηλακισθεὶς οὐκ ἂν δυνηθείη ἑαυτῷ ἐπαμῦναι.

[4]

ΑΗΔΩΝ ΚΑΙ ΙΕΡΑΞ

[1]    ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν. ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖναι λέγουσα, ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος γαστέρα αὐτὴ πληρῶσαι, δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. καὶ ὃς ὑποτυχὼν εἶπεν· ἀλλ' ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι.

   ὁ λόγος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἳ δι' ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προίενται.

[2]    ἀηδὼν ἐπί τινος δρυὸς ὑψηλῆς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. ἱέραξ δὲ αὐτὴν θεασάμενος ἀπορῶν τροφῆς ἐπιπτὰς ἀνελάβετο αὐτήν. ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ λέγουσα μὴ βρωθῆναι αὐτήν, ἐπειδὴ οὐχ ἱκανή ἐστιν ἱέρακος πληρῶσαι γαστέρα, δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. ὑπολαβὼν δὲ ὁ ἱέραξ ἔφη· ἀλλ' ἔγωγε ἄφρων ἂν εἴην, τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκειν.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἳ δι' ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προίενται.

[3]    ἀηδὼν ἐπὶ δένδρου καθεζομένη κατὰ τὸ εἰωθὸς ᾖδεν· ἱέραξ δὲ θεασάμενος καὶ τροφῆς ἀπορῶν συνείληφεν ἐπιπτάς. ἡ δ' ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. καὶ ὁ ἱέραξ ὑπολαβὼν εἶπεν· ἀλλ' ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οὕτως ἀλόγιστοί εἰσιν οἱ δι' ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.

[5]

ΧΡΕΩΦΕΙΛΕΤΗΣ

[1]    Ἀθήνησιν ἀνὴρ χρεωφειλέτης ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ παρασχέσθαι ἀπορεῖν φάσκων. ὡς δ' οὐκ ἔπειθε, προσαγαγὼν ἣν μόνην εἶχεν ὗν παρόντος αὐτοῦ ἐπώλει. ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος, εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον ὁ δανειστὴς εἶπεν· ἀλλὰ μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται.

   ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.

[6]

ΑΙΓΕΣ ΑΓΡΙΑΙ ΚΑΙ ΑΙΠΟΛΟΣ

[1]    αἰπόλος τὰς αἶγας αὐτοῦ ἐπὶ νομὴν ἀπελάσας ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. παυσαμένου δὲ τοῦ χειμῶνος ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴ γε περισσοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτόν, ἔφασαν ἐπιστραφεῖσαι· ἀλλὰ δι' αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθὲς προσεληλυθυίας μειζόνως τῶν πάλαι σὺ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς.

   ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας, οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους, ὅτι καί, ἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.

[7]

ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΟΡΝΕΙΣ

[1]    αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα παρεγένετο καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν, πῶς ἔχοιεν. αἱ δὲ ὑποτυχοῦσαι· καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.

[3]    ὄρνις ποτὲ ἠσθένει. αἴλουρος δὲ προκύψας ἔφη· πῶς ἔχεις; εἰ χρῄζεις τινός, ἐγώ σοι δώσω· μόνον ὑγίαινε. ἡ δὲ ἔφη· ἐὰν ἀπέλθῃς [σὺ] αὐτὸς τῶν ὧδε, ἐγώ σοι λέγω· οὐδαμῶς ἀποθνῄσκω.

   ὁ μῦθος ἐλέγχει τοὺς λέγοντας φιλεῖν δολίως καὶ μετὰ ὑποκρίσεως.

[8]

ΑΙΣΩΠΟΣ ΕΝ ΝΑΥΠΗΓΙΩΙ

[1]    Αἴσωπός ποτε ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε. τῶν δὲ ναυπηγῶν σκωπτόντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ, ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν. ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.

[9]

ΑΛΩΠΗΞ ΚΑΙ ΤΡΑΓΟΣ

[1]    ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμενε πρὸς τὴν ἀνάβασιν ἀμηχανοῦσα. τράγος δὲ δίψῃ συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο, εἰ καλὸν εἴη τὸ ὕδωρ. ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε λέγουσα ὡς χρηστὸν εἴη καὶ δὴ καὶ αὐτὸν καταβῆναι παρῄνει. τοῦ δὲ ἀμελετήτως καθαλλομένου διὰ τὸ μόνην ὁρᾶν τότε τὴν ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι ἀναδῦναι μετὰ τῆς ἀλώπεκος σκοποῦντος χρήσιμόν τι ἡ ἀλώπηξ ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν. ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερείσας ἐγκλῖναι καὶ τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀνασπάσω. τοῦ δὲ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος ἡ ἀλώπηξ ἀναλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη καὶ ἀπ' ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη ἐπὶ τὸ στόμα τοῦ φρέατος ηὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας παραβαίνουσαν ἡ ἀλώπηξ ἐπιστραφεῖσα εἶπεν· ὦ οὗτος, ἀλλ' εἰ τοσαύτας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν καταβεβήκεις πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.

   οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ' οὕτως αὐτοῖς ἐγχειρεῖν.

[2]    ἀλώπηξ καὶ τράγος ἐν φρέατι ἐνέπεσον. τοῦ δὲ τράγου σκοπουμένου τὴν ἄνοδον ἡ ἀλώπηξ χρήσιμόν τι, ἔφη, θάρσει, ἐπινενόηκα εἰς τὴν ἀμφοτέρων σωτηρίαν. ὁ τράγος ἔφη· πῶς; ἡ ἀλώπηξ εἶπε· τοὺς ἐμπροσθίους σου πόδας τῷ τοίχῳ προσερείσας καὶ ὀρθῶς σταθεὶς ἔγκλινον καὶ τὰ κέρατα. ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου καὶ ἀρθεῖσα ἄνωθεν εὐθέως καὶ παραχρῆμα ἀναγάγω σε ἔνθεν. τοῦ δὲ ἑτοίμως πρὸς τὴν παραίνεσιν ὑπηρετήσαντος ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὰ νῶτα ἀνέβη καὶ ἀπ' ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη καὶ γενναίως ἐκτιναχθεῖσα ἐπὶ τοῦ στόματος τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. ὀρχουμένης δὲ αὐτῆς καὶ παιζούσης ὁ τράγος μεμφόμενος αὐτὴν καὶ ὀνειδίζων ὡς τὰς ὁμολογίας παραβαίνουσαν ἐπιστραφεῖσα εἶπεν· ὦ οὗτος, ἀλλ' εἰ τοσαύτας φρένας εἶχες, ὁπόσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον καταβέβηκας, πρὶν τὴν ἄνοδον ἂν ἐσκέψω.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ' οὕτως αὐτοῖς ἐγχειρεῖν.

[3]    ἀλώπηξ καὶ τράγος διψῶντες εἰς φρέαρ κατέβησαν. μετὰ δὲ τὸ πιεῖν τοῦ τράγου σκεπτομένου τὴν ἄνοδον ἡ ἀλώπηξ ἔφη· θάρσει, χρησιμόν τι καὶ εἰς τὴν ἀμφοτέρων σωτηρίαν ἐπινενόηκα. εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς ἐμπροσθίους τῶν ποδῶν τῷ τοίχῳ προσερείσεις καὶ τὰ κέρατα ὁμοίως εἰς τοὔμπροσθεν κλινεῖς, ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώτων καὶ κεράτων καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν. τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου ἐκείνη τοῦ φρέατος οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη. ὁ δὲ τράγος αὐτὴν ἐμέμφετο ὡς παραβαίνουσαν τὰς συνθήκας. ἡ δὲ ἀλλ' εἰ τοσαύτας, εἶπε, φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέβης πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνδρα δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθ' οὕτως αὐτοῖς ἐγχειρεῖν.

[10]

ΑΛΩΠΗΞ ΚΑΙ ΛΕΩΝ

[1]    ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε, τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως ἐξεταράχθη, ὡς μικροῦ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ ἐπιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ' οὐχ οὕτως ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διαλέγεσθαι.

   ὁ λόγος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

[2]    ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα ἐπειδὴ κατά τινα τύχην ὑπήντησεν αὐτῷ, τὸ μὲν πρῶτον ἰδοῦσα αὐτὸν οὕτως ἐφοβήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ' οὐχ ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη αὐτὸν οὕτως κατεθάρσησεν ὡς προσελθοῦσα αὐτῷ διαλεχθῆναι.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.

[3]    ἀλώπηξ μήπω θεασαμένη λέοντα ἐπειδὴ κατά τινα τύχην αὐτῷ συνήντησε, τὸ μὲν πρῶτον οὕτως ἐφοβήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἔπειτα τὸ δεύτερον θεασαμένη ἐφοβήθη μέν, οὐ μὴν ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ τοῦτον θεασαμένη οὕτως αὐτοῦ κατεθάρσησεν ὡς καὶ προσελθοῦσα διαλεχθῆναι.

   ὁ μῦθος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

[11]

ΑΛΙΕΥΣ

[1]    ἁλιεὺς αὐλητικῆς ἔμπειρος ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξάλλεσθαι. ὡς δὲ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τῶν δικτύων ἐπὶ τὴν ἠιόνα ὡς ἐθεάσατο σπαίροντας, ἔφη· ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δέ, ὅτε πέπαυμαι, τοῦτο πράττετε.

   πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.

[2]    ἁλιεὺς ἁλιευτικῆς ἄπειρος ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν. καὶ στὰς ἐπί τινος πέτρας τὸ μὲν πρῶτον ηὔλει νομίζων πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξάλλεσθαι. ὡς δὲ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλατο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ὡς εἶδεν αὐτοὺς πηδῶντας, ἔφη· ὦ κάκιστα ζῷα, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δέ, ὅτε πέπαυμαι, τοῦτο πράττετε.

   ὁ μῦθος πρὸς τοὺς παρὰ λόγον καὶ παρὰ καιρόν τι πράττοντας.

[3]    ἁλιεὺς ἁλιευτικῆς ἄπειρος λαβὼν αὐλοὺς καὶ δίκτυα παρεγένετο εἰς τὴν θάλατταν καὶ στὰς ἐπί τινος πέτρας τὸ μὲν πρῶτον ηὔλει νομίζων πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐφάλλεσθαι. ὡς δ' ἐπὶ πολὺ διατεινόμενος ἤνυεν οὐδέν, ἀποθέμενος τοὺς αὐλοὺς ἀναλαμβάνει τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ὡς εἶδε πηδῶντας, ἔφη· ὦ κάκιστα ζῷα, ὅτε ηὔλουν, οὐκ ὠρχεῖσθε, ὅτε δὲ πέπαυμαι, τοῦτο ποιεῖτε.

   ὁ μῦθος πρὸς τοὺς παρὰ λόγον καὶ παρὰ καιρόν τι πράττοντας.

[12]

ΑΛΩΠΗΞ ΚΑΙ ΠΑΡΔΑΛΙΣ

[1]    ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ' ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποίκιλμαι;

   ὁ λόγος δηλοῖ, ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

[2]    ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ' ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης ἡ ἀλώπηξ ἀποτυχοῦσα εἶπεν· καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποικιλμένην ἔχω;

   ὁ μῦθος δηλοῖ, ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

[13]

ΑΛΙΕΙΣ

[1]    ἁλιεῖς σαγήνην εἷλκον· βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄμμων μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐβαρυθύμουν, οὐχ οὕτω μᾶλλον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες, ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως τι καὶ λυπηθῆναι.

   ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς ἀεὶ πράγμασιν ἐπαγάλλεσθαι λογιζομένους, ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.

[2]    ἁλιεῖς σαγήνην εἷλκον. βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ὠρχοῦντο πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ εἵλκυσαν αὐτήν, τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δὲ μέγιστον ἐν τῇ σαγήνῃ ἀνήγαγον. οἱ δὲ ἁλιεῖς οὐ μετρίως ἐβαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι, ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. εἷς δέ τις ἐξ αὐτῶν γεραιὸς εἶπε· μὴ ἀχθώμεθα, ὦ ἑταῖροι. χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προηδυνθέντας πάντως καί τι λυπηθῆναι.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀτυχίαις γινώσκοντας τὸ τοῦ βίου ἄστατον.

[3]    ἁλιεῖς εἷλκον σαγήνην. βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ἐσκίρτων πολλὴν εἶναι τὴν ἄγραν νομίζοντες. ὡς δὲ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ' ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι, ὅσον ὅτι καὶ τἀναντία προυπειλήφασιν. εἷς δέ τις ἐν αὐτοῖς πρεσβύτερος εἶπε· μὴ ἀχθώμεθα, ὦ ἑταῖροι. τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη. καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.

[14]

ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΚΟΣ

[1]    ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ ἑκατέρου διεξιόντος ἐπειδὴ ἐγένοντο κατά τι‹νας τύμβους›, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν ὁ πίθηκος. τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα εἶπεν· ἀλλ' οὐ μέλλω κλαίειν ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων; κἀκείνη πρὸς αὐτὸν ἔφη· ἀλλὰ ψεύδου, ὅσα βούλει. οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσι.

[14a]

ΑΛΩΠΗΞ ΚΑΙ ΒΟΤΡΥΣ

[1]    ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· ὄμφακές εἰσιν.

   οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι' ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.

[15]

ΑΛΩΠΗΞ ΚΑΙ ΜΥΣ

[1]    ἀλώπηξ ἐν κρεβαττίνῃ βότρυας πεπείρους ἰδοῦσα ἤμελλε φαγεῖν, ἐν ὕψει δὲ ὄντας οὐκ ηὐπόρει φαγεῖν. μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· οὐδὲν τρώγεις. ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι πρὸς τοῦ μυὸς ἔφη· ὄμφακές εἰσιν.

   ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθειν τὸν λόγον ὁ μῦθος ἐλέγχει.

[16]

ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΑΛΕΚΤΡΥΩΝ

[1]    αἴλουρος συλλαβὼν ἀλεκτρυόνα τοῦτον ἐβούλετο μετ' εὐλόγου αἰτίας καταθοινήσασθαι. καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐδὲ ὕπνου τυχεῖν αὐτοὺς ἐῶντα. τοῦ δὲ εἰπόντος ὡς ἐπ' ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ, ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· ἀλλὰ καὶ ἀσεβὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων. τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεὶς ἐκεῖνος ἔφη· ἐὰν οὖν σὺ ἀφορμῶν ἀεὶ εὐπορῇς, ἐγώ σε οὐ κατέδομαι;

   ὁ λόγος δηλοῖ, ὅτι καὶ πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ' εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται.

[2]    αἴλουρος συλλαβὼν ἀλεκτρυόνα τοῦτον ἐβούλετο μετ' εὐλόγου αἰτίας καταθοινήσασθαι. καὶ δὴ ἤρξατο κατηγορεῖν αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα μηδὲ ὕπνου τυχεῖν ἐῶντα. τοῦ δὲ εἰπόντος ἐπ' ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖν, ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρω, ἐκ δευτέρου ὁ αἴλουρος ἔλεγεν· ἀλλὰ ἀσεβὴς εἰς τὴν φύσιν τυγχάνεις ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων. τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζω, ἀπορηθεὶς ἐκεῖνος εἶπεν· ἐὰν γὰρ σὺ ἀφορμῶν πολλῶν εὐπορήσῃς, ἐγὼ τέως ἄδειπνος οὐ μενῶ, καὶ ἔφαγεν αὐτόν.

   ὁ μῦθος δηλοῖ, ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μετ' εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως πονηρεύεται.

[3]    αἴλουρος συλλαβὼν ἀλεκτρυόνα μετ' εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. καὶ δὴ κατηγόρει αὐτοῦ λέγων, ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. τοῦ δ' ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν, ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· ἀλλ' εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ τοῦτον κατεθοινήσατο.

   ὁ μῦθος δηλοῖ, ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ' εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.

[17]

ΑΛΩΠΗΞ ΚΟΛΟΥΡΟΣ

[1]    ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα ἐπειδὴ δι' αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προσαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. τούτων δέ τις ὑποτυχοῦσα ἔφη· ὦ αὕτη, ἀλλ' εἰ μή σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεβούλευσας.

   οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους, οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι' εὔνοιαν ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.

[2]    ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα ἐξ αἰσχύνης ἀβίωτον τὸν βίον ἡγεῖτο ἔχειν. ἔγνω δὲ καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ περιαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν λέγουσα, ὡς οὐκ ἀπρεπὲς τοῦτο μόνον ἀλλὰ καὶ περισσὸν αὐταῖς προσήρτηται βάρος. τούτων δέ τις ὑπολαβοῦσα ἔφη· ὦ αὕτη, ἀλλ' εἴ σοι οὐ τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

   οὗτος ὁ λόγος ἁρμόζει πρὸς ἐκείνους, οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι' εὔνοιαν ἀλλὰ διὰ τὸ αὐτοῖς συμφέρον.

[3]    ἀλώπηξ παγίδι ληφθεῖσα καὶ ἀποκοπείσης τῆς οὐρᾶς διαδρᾶσα ἀβίωτον ὑπ' αἰσχύνης ἡγεῖτο τὸν βίον. ἔγνω οὖν τὰς ἄλλας ἀλώπεκας τοῦτ' αὐτὸ νουθετῆσαι, ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. καὶ δὴ πάσας ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὂν ἀλλὰ καὶ περιττὸν βάρος προσηρτημένον. ὑπολαβοῦσα δέ τις αὐτῶν εἶπεν· ὦ αὕτη, ἀλλ' εἰ οὐ σοὶ τοῦτο προσέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων οὐ δι' εὔνοιαν τὰς πρὸς τοὺς πέλας ποιοῦνται συμβουλίας, διὰ δὲ τὸ αὐτοῖς συμφέρον.

[18]

ΑΛΙΕΥΣ ΚΑΙ ΜΑΙΝΙΣ

[1]    ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτήν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξηθεῖσαν συλλαβεῖν εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· ἀλλ' ἔγωγε εὐηθέστατος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος ἄδηλον ἐλπίδα διώκοιμι.

   ὁ λόγος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος, κἂν μικρὸν ᾖ, τοῦ προσδοκωμένου, κἂν μέγα ὑπάρχῃ.

[2]

ἁλιεὺς καὶ σμαρίς

   ἁλιεὺς τὸ δίκτυον καθεὶς ἀνήνεγκε σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν πρὸς τὸ παρὸν μὴ λαβεῖν αὐτήν, ἀλλ' ἐᾶσαι, ἐπειδήπερ σμικρὰ τυγχάνει· ἀλλ' ἐὰν αὐξηθῶ καὶ μεγάλη γένωμαι, συλλαβεῖν με, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειάν ἐστι. καὶ ὁ ἁλιεὺς εἶπεν· ἀλλ' ἔγωγε ἔξηχος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος ἄδηλα διώκοιμι.

   ὁ μῦθος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ.

[3]    ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάττῃ ἀνήνεγκε σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτήν, ἀλλ' ἐᾶσαι διὰ τὸ σμικρὰν τυγχάνειν. ἀλλ' ὅταν αὐξηθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαβεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. καὶ ὁ ἁλιεὺς εἶπεν· ἀλλ' ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι.

   ὁ μῦθος δηλοῖ, ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι' ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.

[19]

ΑΛΩΠΗΞ ΚΑΙ ΒΑΤΟΣ

[1]    ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα ᾐτιᾶτο αὐτήν, εἴ γε καταφυγοῦσαν ἐπ' αὐτὴν ὡς ἐπὶ βοηθὸν χεῖρον αὐτῇ ἐχρήσατο καὶ αὐτοῦ τοῦ προκειμένου. καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· ἀλλ' ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις αὐτὴ πάντων ἐπιλαμβάνεσθαι εἴωθα.

   οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν, ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον.

[2]    ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο πρὸς βοήθειαν. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· αἲ ἐμέ. καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν χεῖρόν μοι ἐχρήσω. ἀλλ' ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν, ὅσοι βοηθοῖς προστρέχουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

[3]    ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθήσασα καταπίπτειν ἔμελλεν, ἐπελάβετο πρὸς βοήθειαν βάτου. καὶ δὴ τοὺς πόδας ἐπὶ τοῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. ἀλλ' ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαβέσθαι, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι, ὅσοι βοηθοῖς προστρέχουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

[20]

ΑΛΩΠΗΞ ΚΑΙ ΚΡΟΚΟΔΕΙΛΟΣ

[1]    ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος, ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ, ὅτι ἀπὸ πολλῶν εἶ γυμνασμάτων.

   οὕτω καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα.

[2]    ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος ἡ ἀλώπηξ ὑπολαβοῦσα ἔφη· ὦ οὗτος, ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ, ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος.

   ὁ λόγος δηλοῖ, ὅτι τῶν ψευδομύθων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα.

[3]    ἀλώπηξ καὶ κροκόδειλος ἠμφισβήτουν περὶ εὐγενείας. πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος ὡς γεγυμνασιαρχηκότων ἡ ἀλώπηξ ὑπολαβοῦσα· ὦ τάν, εἶπεν, ἀλλὰ κἂν μὴ σὺ λέγης, ἀλλ' ἀπὸ τοῦ δέρματός γε φαίνῃ, ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος.

   ὁ μῦθος δηλοῖ, ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.

[21]

ΑΛΙΕΙΣ

[1]    ἁλιεῖς ἐπ' ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον, καθεζόμενοι δὲ ἐν τῇ νηὶ ἠθύμουν. ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.

   οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.

[2]

   ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ μηδὲν τὸ πέρας δυνάμενοι ἀνύσαι, λυπούμενοι δὲ ἐβούλοντο ἀναχωρῆσαι ἄπρακτοι. καὶ ἰδοὺ θύννος διωκόμενος παρὰ μεγίστου ἰχθύος ἀναπηδήσας εἰσῆλθεν ἐν τῷ πλοίῳ αὐτῶν. λαβόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε, τοῦτο τύχη διεβράβευσεν.

[3]    ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. οἱ δὲ τοῦτον λαβόντες μεθ' ἡδονῆς ἀνεχώρησαν.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.

[22]

ΑΛΩΠΗΞ ΚΑΙ ΔΡΥΤΟΜΟΣ

[1]    ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. μετ' οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν, ὅπου κατεκρύπτετο. τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴ γε διασωθεῖσα ὑπ' αὐτοῦ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· ἀλλ' ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι' ἔργων δὲ φαῦλα δρῶντας.

[2]    ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολὺν δρόμον ἀνύουσα αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύβην. ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν τῇ γωνίᾳ. τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ ἀπελθόντας, ἐξῆλθε‹ν οὐ› προσφωνοῦσα. ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος λέγων· δι' ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα ἔφη πρὸς αὐτόν· ὦ οὗτος, ἀλλ' ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.

   ὁ μῦθος πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων, δι' ἔργων δὲ φαῦλα δρῶντας.

[3,gamma]    ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολλῇ τὸν δρόμον ἀνύουσα αὐτίκα εὑρίσκει ἄνδρα δρυοτόμον, ὃν κατελιπάρει τοῦ κρύψαι αὐτήν. ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύβην, εἰσελθοῦσα δὲ ἐκρύπτετο εἰς τὰς γωνίας. τῶν δὲ κυνηγῶν ἐλθόντων τὸν ἄνδρα ἠρώτων καὶ τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἶναι, νεύσει δὲ ὑπεδείκνυ τὸν τόπον. αὐτοὶ δὲ μὴ προσ‹ς›χόντες παραχρῆμα ἀπῆλθον. ὡς οὖν εἶδεν αὐτοὺς ἀπελθόντας, ἡ ἀλώπηξ ἦλθεν ‹οὐ› προσφωνοῦσα. ἐμέμφετο αὐτὴν ὁ ἄνθρωπος λέγων ὡς δι' ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. ἡ δὲ ἐπιστραφεῖσα ἔφη πρὸς αὐτόν· ὦ οὗτος, ἀλλ' ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὁμοίως καὶ τοὺς τρόπους εἶχες τῆς σῆς χειρός.

   ὁ μῦθος [δηλοῖ] πρὸς ἀνθρώπους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους, δι' ἔργων δὲ φαύλοις χρωμένους.

[3]    ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὗρε, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. τοῦ δὲ ὑποδείξαντος αὐτῇ τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσα ἐκρύπτετο εἰς τὰς γωνίας. τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ παρελθόντας, ἐξῆλθεν οὐ προσφωνοῦσα. μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν δι' αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλώπηξ ἐπιστραφεῖσα ἔφη· ὦ οὗτος, ἀλλ' ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες.

   ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.

[23]

ΑΛΕΚΤΡΥΟΝΕΣ ΚΑΙ ΠΕΡΔΙΞ

[1]    ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐβαρυθύμει νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι. μικρὸν δὲ διαλιπὼν ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν· ἀλλ' ἔγωγε οὐκέτι ἄχθομαι ὑπὸ τούτων τυπτόμενος. ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους.

   ὁ λόγος δηλοῖ, ὅτι ῥᾴδιον τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

[2]    ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συνανατραφῆναι τοῖς ὀρνίθοις. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα νομίζων διὰ τὸ εἶναι αὐτὸν ἀλλόφυλον, τούτου χάριν διώκεσθαι παρὰ τῶν ἀλεκτρυόνων. μικρὸν δὲ ὅσον ὑποχωρήσας θεωρεῖ τοὺς ἀλεκτρυόνας σφοδρῶς μαχομένους καὶ ἀλλήλους συγκόπτοντας. ταῦτα ὁ πέρδιξ ὁρῶν ἀποθεραπευθεὶς τῆς λύπης ἔφη· ἀλλ' ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι· ὁρῶ γὰρ αὐτοὺς καὶ ἐπ' ἀλλήλων μαχομένους.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τότε ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕβρεις, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

[3]    ἀλεκτρύονας τις ἔχων ἐπὶ τῆς οἰκίας πριάμενος καὶ πέρδικα σὺν ἐκείνοις ἀφῆκε νέμεσθαι. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων ἐκεῖνος ἠθύμει σφόδρα νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων. ὡς δὲ μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας, τῆς λύπης ἀπολυθεὶς εἶπεν· ἀλλ' ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ τῶν ἀλλοτρίων ὕβρεις, ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰκείων ἀπεχομένους.

[24]

ΑΛΩΠΗΞ ΕΞΟΓΚΩΘΕΙΣΑ ΤΗΝ ΓΑΣΤΕΡΑ

[1]    ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· ἀλλὰ μενετέον σοι ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ.

   ὁ λόγος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

[2]    ἀλώπηξ λιμώττουσα [ἐν πείνῃ] ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέας καὶ ἄρτον ὑπ' αὐτοῦ καταλειφθέντα· εἰσελθοῦσα δὲ ἔφαγεν αὐτὰ ἡδέως. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα καὶ μὴ δυναμένη ἐξελθεῖν τῆς καλύβης ἔστενε καὶ ἐπωδύρετο. ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στεναγμῶν καὶ προσελθοῦσα ἐπυνθάνετο, δι' ἣν αἰτίαν τοῦτο ποιεῖ. μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες.

   ὁ μῦθος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

[25]

ΑΛΚΥΩΝ

[1]    ἀλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δήποτε τίκτειν μέλλουσα παρεγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπιθαλάσσιον ἐνεοττοποιεῖτο ἐνταῦθα. ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομὴν συνέβη τὴν θάλασσαν ὑπὸ λάβρου πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. καὶ ἡ ἀλκυὼν ἐπανελθοῦσα ὡς ἔγνω τὸ γεγονός, εἶπεν· ἀλλ' ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα.

   οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

[3]    ἀλκυὼν ὄρνις ἐστὶ φιλέρημος ἀεὶ τῇ θαλάττῃ ἐνδιαιτωμένη. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δήποτε τίκτειν μέλλουσα ἐν πέτρᾳ παραλίῳ ἐνεοττοποιήσατο. ἐξελθούσης δέ ποτε αὐτῆς εἰς νομὴν συνέβη τὴν θάλατταν ὑπὸ λάβρου κυματωθεῖσαν πνεύματος ὑπεραρθῆναι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. ἡ δὲ ἐπανελθοῦσα καὶ γνοῦσα τὸ πραχθὲν εἶπε δειλαία ἔγωγε, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύτην κατέφυγον, ἥ μοι πολλῷ γέγονεν ἀπιστοτέρα.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

[26]

ΑΛΙΕΥΣ

[1]    ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. καὶ δὴ κατατείνας τὰ δίκτυα ὡς ἐμπεριέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῳ λίθον ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα ἐμέμφετο αὐτὸν ὡς τὸν ποταμὸν θολοῦντα καὶ μὴ ἐῶντα αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. ὁ δὲ ἀπεκρίνατο· ἀλλ' ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.

   οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιάγωσιν.

[3]    ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευεν. διατείνας δὲ τὰ δίκτυα καὶ τὸ ῥεῦμα περιλαβὼν ἑκατέρωθεν, καλωδίῳ προσδήσας λίθον τὸ ὕδωρ ἔτυπτεν, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος τοῦτο ποιοῦντα ἐμέμφετο ὡς τὸν ποταμὸν θολοῦντα καὶ διειδὲς ὕδωρ μὴ συγχωροῦντα πίνειν. καὶ ὃς ἀπεκρίνατο· ἀλλ' εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττεται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσιν περιάγωσιν.

[27]

ΑΛΩΠΗΞ ΠΡΟΣ ΜΟΡΜΟΛΥΚΕΙΟΝ

[1]    ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν· οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει.

   ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον.

[2]    ἀλώπηξ εἰσελθοῦσα εἰς οἰκίαν κιθαρῳδοῦ καὶ ἕκαστον τῶν αὐτοῦ σκευῶν ἐρευνησαμένη εὗρε κεφαλὴν μορμολυκίου εὐφυῶς κατεσκευασμένην. ἀναλαβοῦσα δὲ αὐτὴν ταῖς οἰκείαις χερσὶν ἔφη· ὦ οἵα κεφαλὴ καὶ ἐγκέφαλον οὐκ ἔχει.

   ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.

[3]    ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη εὗρε καὶ κεφαλὴν μορμολυκίου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· ὦ οἵα κεφαλή, καὶ ἐγκέφαλον οὐκ ἔχει.

   ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ δὲ ψυχὴν ἀλογίστους.

[28]

ΑΝΗΡ ΦΕΝΑΞ

[1]    ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν. οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. κἀκεῖνος ἐξαναστὰς ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσει Ἀττικὰς χιλίας. καὶ ὃς περιχαρὴς γενόμενος δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα. ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη καὶ ὑπ' αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας.

   ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.

[2]    ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς λέγων ὅτι ἐὰν ὑγιάνω ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. οἱ δὲ πειρᾶσαι αὐτὸν βουλόμενοι ῥᾴδιον ὑγιῆ αὐτὸν ἀπεκατέστησαν. ἐξαναστὰς οὖν ὁ ἄνθρωπος ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους ἑκατὸν ποιήσας βόας ἐπὶ τοῦ βωμοῦ κατέκαυσεν εἰπών· ὦ δαίμονες, ἰδοὺ τὴν εὐχὴν ἀπετέλεσα. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀνταμύνεσθαι ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· ἄπελθε εἰς τὸν αἰγιαλὸν εἰς τόνδε τὸν τόπον καὶ εὑρήσεις ἐκεῖσε χρυσίου τάλαντα ἑκατόν. ὁ δὲ ἔξυπνος γενόμενος μετὰ πολλῆς χαρᾶς κατῆλθεν εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον δρομαίως ψηλαφῶν τὸ χρυσίον. περιτυχὼν δὲ ἐκεῖσε λῃσταῖς συνελήφθη ὑπ' αὐτῶν. ὁ δὲ παρεκάλει αὐτοὺς λέγων· ἄφετέ με καὶ ἐπιδώσω ὑμῖν χρυσίου χίλια τάλαντα.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ ψευδεῖς τῶν ἀνθρώπων ἐχθραίνουσι τὸ θεῖον.

[3]    ἀνὴρ πένης νοσῶν εὔξατο τοῖς θεοῖς, εἰ διασωθείη, βοῦς ἑκατὸν εἰς θυσίαν προσοίσειν. οἱ δὲ θεοὶ πειρᾶσαι τοῦτον βουλόμενοι τοῦ πάθους ἀπήλλαξαν. ὁ δ' ἀναστὰς ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους βοῦς ἑκατὸν πλάσας ἐπὶ τοῦ βωμοῦ θεὶς ὡλοκαύτωσεν. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύνασθαι ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· ἄπελθε εἰς τὸν αἰγιαλὸν εἰς τόνδε τὸν τόπον. ἐκεῖ γὰρ Ἀττικὰς χιλίας εὑρήσεις. ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο. ἐκεῖ δὲ δὴ πειραταῖς περιτυχὼν ὑπ' αὐτῶν συνελήφθη. ἁλοὺς δὲ ἀφεθῆναι τῶν πειρατῶν ἐδεῖτο χίλια χρυσίου τάλαντα δώσειν αὐτοῖς ὑπισχνούμενος. ὡς δ' οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ἀπ' αὐτῶν ἀπημπολήθη χιλίων δραχμῶν.

   ὁ μῦθος δηλοῖ, ὅτι τοῖς ψευδέσιν τῶν ἀνθρώπων ἐχθραίνει τὸ θεῖον.

[29]

ΑΝΘΡΑΚΕΥΣ ΚΑΙ ΓΝΑΦΕΥΣ

[1]    ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος ὡς ἐθεάσατο γναφέα προσελθόντα, παρεκάλει αὐτόν, ὅπως αὐτῷ σύνοικος γένηται διεξιών, ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· ἀλλ' ἔμοιγε τοῦτο παντελῶς ἐστιν ἀδύνατον. ἃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολώσεις.

   ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστιν.

[2]    ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν ὡς ἐθεάσατο γναφέα παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους. καὶ ὁ γναφεὺς ὑπολαβὼν ἔφη· ἀλλ' ἔγωγε παντελῶς πρᾶξαι τοῦτο οὐ δύναμαι. τοῦ δὲ πυνθανομένου, δι' ἣν αἰτίαν, ἔφη· φοβοῦμαι, μήπως, ἃ ἐγὼ λευκαίνω, σὺ ἀσβολώνῃς ταῦτα.

   ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

[3]    ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παραγενόμενον αὐτῷ συνοικῆσαι. ὁ δὲ κναφεὺς ὑπολαβὼν ἔφη· ἀλλ' οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι. δέδια γάρ, μήπως, ἃ ἐγὼ λευκαίνω, αὐτὸς ἀσβόλης πληροῖς.

   ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

[30]

ΝΑΥΑΓΟΣ

[1]    ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ' ἑτέρων τινῶν ἔπλει. καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ' ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει.

   ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν.

[31]

ΑΝΗΡ ΜΕΣΑΙΠΟΛΙΟΣ ΚΑΙ ΕΤΑΙΡΑΙ

[1]    ἀνὴρ μεσαιπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα, ἡ δὲ πρεσβῦτις. καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν τὰς πολιὰς αὐτοῦ ἀπέσπα. οὕτω τε συνέβη ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλόμενον φαλακρὸν γενέσθαι.

   οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστιν.

[32]

ΑΝΔΡΟΦΟΝΟΣ

[1]    ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο. γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν λύκου αὐτῷ ἀπαντήσαντος φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον τῷ ποταμῷ παρακείμενον κἀκεῖ ἐκρύπτετο. θεασάμενος δὲ ἐνταῦθα ἔχιν κατ' αὐτοῦ αἰωρούμενον ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν. ἐν δὲ τούτῳ ὑποδεξάμενος αὐτὸν κροκόδειλος κατεθοινήσατο.

   ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν.

[2]    ἄνθρωπός τις φόνον ποιήσας ἐδιώκετο ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος. γενομένου δὲ αὐτοῦ κατὰ τὸν Νεῖλον ποταμὸν λέοντα ἰδὼν καὶ φοβηθεὶς ἀνέβη εἰς δένδρον. εὗρε δὲ δράκοντα ἐπάνω τοῦ δένδρου καὶ πάλιν τοῦτον φοβηθεὶς ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμόν. ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο.

   ὁ μῦθος δηλοῖ, ὅτι τοὺς φονεῖς τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον οὔτε τόπος ἄλλος φυλάττει.

[33]

ΠΕΝΤΑΘΛΟΣ ΚΟΜΠΑΣΤΗΣ

[1]    ἀνὴρ πένταθλος ἐπ' ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθὼν ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ μὲν καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι. καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· ἀλλ', ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύρων· αὐτοῦ γὰρ Ῥόδος καὶ πήδημα.

   ὁ λόγος δηλοῖ, ὅτι ὧν πρόχειρος ἡ δι' ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστιν.

[2]    ἄνθρωπός τις ἀποδημήσας ἧκε πάλιν εἰς τὴν ἰδίαν χώραν. φρυαττόμενος δὲ ἐκαυχᾶτο μεγάλως, ὡς ἀνδραγαθήσας εἰς διαφόρους τόπους· ἐν δὲ τῇ Ῥόδῳ ἔφασκε πήδημα μέγα πηδήσας, ὅπερ οὐδεὶς τῶν ἀνθρώπων δύναται πηδῆσαι, καὶ μάρτυρας ἔφασκεν ἔχειν εἰς τοῦτο. τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη αὐτῷ· ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστι, ἰδοὺ Ῥόδος καὶ πήδημα.

   ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ἡ πεῖρα τοῦ πράγματος, πᾶς λόγος περιττός ἐστιν.

[3]    ἀνήρ τις ἀποδημήσας εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε καὶ δὴ κἀν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπ' αὐτοῦ δυνατὸς ἂν πηδῆσαι. πρὸς τοῦτο δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη· ὦ οὗτος, εἰ ἀληθὲς τοῦτ' ἐστίν, οὐδὲν δεῖ σοι μαρτύρων. ἰδοὺ Ῥόδος, ἰδοὺ καὶ πήδημα.

   ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ πράγματος ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστιν.

[34]

ΑΔΥΝΑΤΑ ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ

[1]    ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ἐπειδὴ ὑπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. τῆς δὲ γυναικὸς [ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα] πυνθανομένης· καὶ πόθεν αὐτὰ ἀποδώσεις; ἔφη· νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν;

   ὁ λόγος δηλοῖ, ὅτι ταῦτα ῥᾴδιον οἱ ἄνθρωποι κατεπαγγέλλονται, ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν.

[2]    ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· πόθεν σοι ταῦτα, ἐὰν συμβῇ ὑγιᾶναί σε; πρὸς αὐτὴν ἐκεῖνος ἔφη· καὶ νομίζεις ἀναστῆναί με, ἵνα με καὶ ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν;

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ῥᾴδιον κατεπαγγέλλονται, ἃ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.

[3]    ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ἐπειδὴ πρὸς τῶν ἰατρῶν ἀπεγνώσθη, τῶν θεῶν ἐδεῖτο ὡς, εἰ τὴν ὑγίειαν αὐτῷ πάλιν ἐπανελθεῖν ποιήσειαν, ἑκατὸν βόας αὐτοῖς προσοίσειν ὑπισχνούμενος εἰς θυσίαν. τῆς δὲ γυναικὸς αὐτοῦ πυθομένης· καὶ ποῦ σοι ταῦτα, ἢν ὑγιάνῃς; ἐκεῖνος ἔφη· οἴει γὰρ ἀναστῆναί με ἐντεῦθεν, ἵν' οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν;

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.

[35]

ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΣΑΤΥΡΟΣ

[1]    ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι' ἣν τοῦτο πράττει, ἔλεγεν, ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου, τί τοῦτο ποιεῖ, ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. κἀκεῖνος ἔφη πρὸς αὐτόν· ἀλλ' ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.

   ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν, ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

[2]    ἄνθρωπός τις πρὸς τὸν σάτυρον φιλίαν ποιησάμενος ἐκάθισαν ἀμφότεροι τοῦ ἐσθίειν. χειμῶνος δὲ καταλαβόντος καὶ ψύχους γενομένου ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ ἀπέπνει. τοῦ δὲ σατύρου ἐπερωτήσαντος, δι' ἣν αἰτίαν τοῦτο πράττεις, φίλε; ἔφη τὰς χεῖράς μου θερμαίνω ἐκ τοῦ κρύους. μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος ὁ ἄνθρωπος πάλιν ἐπιφέρων τῷ στόματι τὸ βρῶμα ἐφύσα τοῦτο. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου· δι' ἣν αἰτίαν τοῦτο πάλιν πράττεις; ἔφη· τὸ ἔδεσμα καταψύχω. ὑπολαβὼν δὲ ἐκεῖνος ἔφη· ἀλλ' ἔγωγε ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεις.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω δεῖ καὶ ἡμᾶς ἀποφεύγειν τὰς φιλίας, ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

[3]    ἄνθρωπός τις πρὸς σάτυρον φιλίαν ποιησάμενος συνεσθίων ἦν αὐτῷ. χειμῶνος δὲ καὶ ψύχους γενομένου ὁ ἄνθρωπος τὰς χεῖρας αὐτοῦ προσφέρων τῷ στόματι ἀπέπνει. τοῦ δὲ σατύρου ἐπερωτήσαντος, δι' ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· τὰς χεῖρας μου θερμαίνω ἐκ τοῦ κρύους. μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος ὁ ἄνθρωπος προσφέρων τῷ στόματι ἐφύσα αὐτό. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου, δι' ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· τὸ ἔδεσμα καταψύχω. ὑπολαβὼν δὲ ὁ σάτυρος ἀλλ' ἔγωγε, ἔφη, ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῆς φιλίας, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεις.

   ὁ μῦθος δηλοῖ, ὅτι δεῖ φεύγειν ἡμᾶς τὰς φιλίας, ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

[36]

ΑΝΗΡ ΚΑΚΟΠΡΑΓΜΩΝ

[1]    ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἄντικρυς ἐπηρώτα, πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄπνουν, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζῶν τὸ στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακοτεχνίαν εἶπεν· ἀλλ', ὦ οὗτος, πέπαυσο. ἐν σοὶ γάρ ἐστι τοῦτο, ὃ ἔχεις, ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον.

   ὁ λόγος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.

[2]    ἀνὴρ κακοπράγμων πρὸς τὴν γνῶσιν τοῦ ἐν Δελφοῖς μαντείου ἧκε βουλόμενος ἐκπειρᾶσαι τοῦτο. καὶ δὴ λαβὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ σταθεὶς ἄντικρυς αὐτοῦ ἐν τῷ ἱερῷ ἐπηρώτησεν αὐτόν· τί ἔχω εἰς τὰς χεῖράς μου, ἔμπνουν ἢ ἄπνουν; βουλόμενος ὅτι, ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδείξῃ, εἰ δὲ ἔμπνουν ἀποπνίξας προενέγκῃ. γνοὺς δὲ ὁ θεὸς τὴν κακότεχνον αὐτοῦ γνώμην εἶπεν· ὡς θέλεις ποίησον, ὦ οὗτος. ἐν σοὶ γάρ ἐστι τοῦτο πρᾶξαι. θέλεις νεκρόν, θέλεις ζῶν ἀπόδειξον τοῦτο.

   ὁ μῦθος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητον καὶ ἀλάθητόν ἐστι.

[3]    ἀνὴρ κακοπράγμων εἰς τὸν ἐν Δελφοῖς ἧκεν Ἀπόλλωνα πειρᾶσαι τοῦτον βουλόμενος. καὶ δὴ λαβὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἐσθῆτι σκεπάσας ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· Ἄπολλον, ὃ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν; βουλόμενος ὡς, εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον, εἰ δ' ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν. ὁ δέ γε θεὸς τὴν κακότεχνον αὐτοῦ γνοὺς ἐπίνοιαν εἶπεν· ὁπότερον, ὦ οὗτος, βούλει ποιῆσαι, ποίησον. παρὰ σοὶ γὰρ κεῖται τοῦτο πρᾶξαι, ἤτοι ζῶν, ὃ κατέχεις, ἢ νεκρὸν ὑποδεῖξαι.

   ὁ μῦθος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαραλόγιστον καὶ ἀλάθητον.

[37]

ΑΝΗΡ ΠΗΡΟΣ

[1]    ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιθέμενον εἰς τὰς χεῖρας αὐτοῦ ζῷον ἐφαπτόμενος λέγειν, ὁποῖόν τί ἐστι. καὶ δήποτε λυγκιδίου αὐτῷ ἐπιδοθέντος ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· οὐκ οἶδα, πότερον λύκου εἶ ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζῴου γέννημα. τοῦτο μέντοι σαφῶς ἐπίσταμαι, ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προβάτων ποίμνῃ συνιέναι.

   οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.

[38]

ΑΡΟΤΗΣ ΚΑΙ ΛΥΚΟΣ

[1]    ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ πότον ἀπήγαγε. λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρὸν ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· εἴθε γάρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης.

   οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητα ἐπαγγέλλωνται, [διὰ τὸν τρόπον] οὐ πιστεύονται.

[38]

ΧΕΛΙΔΩΝ ΚΑΙ ΟΡΝΙΘΕΣ

[1]    ἄρτι τοῦ ἰξοῦ φυομένου ἡ χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον συναθροίσασα πάντα τὰ ὄρνεα συνεβούλευεν αὐτοῖς μάλιστα μὲν τὰς ἰξοφόρους δρῦς ἐκκόψαι, εἰ δ' ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. τῶν δὲ γελασάντων αὐτὴν ὡς ματαιολογοῦσαν αὕτη παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο. οἱ δὲ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει καὶ σύνοικον αὐτοῖς προσελάβοντο. οὕτω συνέβη τὰ μὲν λοιπὰ ὄρνεα ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τοὺς κινδύνους διακρούονται.

[39]   χελιδὼν ἐκκλησίαν τῶν ὀρνέων κινήσασα παρῄνει φάσκουσα κράτιστον εἶναι τὸ μὴ προσκόπτειν τοῖς ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. τῶν δὲ ὀρνέων τις τὰ ἐναντία αὐτῇ ἔλεγεν· ἀλλ' εἰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι δίκτυα καθ' ἡμῶν. ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἐγένετο ἐν ταῖς πόλεσι διατρίβουσα καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ' ἀνθρώποις καὶ οὐδὲν ὑπ' αὐτῶν πάσχει δεινόν. τὰ δὲ λοιπὰ ὄρνεα ὑπομείναντα κατεσθίειν τὸ σπέρμα ὡς πάντων ὄντος κακῶν αἰτίου, συμβαίνει λιπαρὰς γενέσθαι οὕτω τε ἁλίσκεσθαι καὶ κατεσθίεσθαι. ταύτην οὖν τὴν κακογνωμοσύνην ὑπομένοντα μετενόησαν μὴ μετ' ἀνθρώπων μένειν, ἀλλ' ἐν ἀέρι ἵπτασθαι.

   οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο, ἀκίνδυνοι διεφυλάχθησαν.

[40]

ΑΣΤΡΟΛΟΓΟΣ

[1]    ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπεῖσθαι. καὶ δήποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ. ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος παριών τις ὡς ἤκουσε τῶν στεναγμῶν, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα ἔφη πρὸς αὐτόν· ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς;

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἳ παραδόξως ἀλαζονεύοντες οὐδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δύνανται.

[41]

ΑΛΩΠΗΞ ΚΑΙ ΚΥΩΝ

[1]    ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα θηλαζόντων τῶν ἀρνίων ἓν ἀναλαβομένη προσεποιεῖτο καταφιλεῖν. ἐρωτηθεῖσα δὲ ὑπὸ κυνός· τί τοῦτο ποιεῖς; τιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. καὶ ὁ κύων ἔφη· καὶ νῦν, ἂν μὴ ἀφῇς τὸ ἀρνίον, τὰ κυνῶν σοι προσοίσω.

   πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μωροκλέπτην ὁ λόγος εὔκαιρος.

[42]

ΓΕΩΡΓΟΣ ΚΑΙ ΠΑΙΔΕΣ ΑΥΤΟΥ

[1]    ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὐτοῦ παῖδας ἐμπείρους εἶναι τῆς γεωργίας μετακαλεσάμενος αὐτοὺς ἔφη· τεκνία, ἐν μιᾷ τῶν ἀμπέλων μου θησαυρὸς ἀπόκειται. οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕννας τε καὶ δικέλλας λαβόντες πᾶσαν αὐτῶν τὴν γεωργίαν ὤρυξαν. καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος πολυπλασίως τὴν φορὰν αὐτοῖς ἀπεδίδου.

   ὁ λόγος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.

[2]

   ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι ἐν τῇ γεωργικῇ προσκαλεσάμενος αὐτοὺς ἔφη· τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ ὑπάρχει μοι, ἐν τῇ ἀμπέλῳ εὑρήσετε πάντα. οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς αὐτῶν λαβόντες δικέλλας καὶ ἀξίνας καὶ δρέπανα κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος καλῶς κατασκαφεῖσα καὶ ὠφεληθεῖσα πολυπλασίονα ἀπέδωκε τὸν καρπὸν καὶ πλοῦτον ἀνήνεγκεν.

   ὁ μῦθος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.

[3]    γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας προσκαλεσάμενος αὐτοὺς ἔφη· παῖδες ἐμοί, ἐγὼ μὲν ἤδη τὸν βίον ὑπέξειμι, ὑμεῖς δ', ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται, ζητήσαντες εὑρήσετε πάντα. οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν. καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν.

   ὁ μῦθος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.

[43]

ΒΑΤΡΑΧΟΙ

[1]    βάτραχοι δύο ξηρανθείσης αὐτῶν τῆς λίμνης περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. ὡς δὲ ἐγένοντο κατά τι φρέαρ, ὁ ἕτερος συνεβούλευεν ἀμελετήτως καθάλλεσθαι. ὁ δὲ ἕτερος ἔλεγεν· ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀναβῆναι;

   ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν.

[2]    βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. ἐν ἡμέραις δὲ τοῦ θέρους ἐξηράνθη ἡ λίμνη καὶ καταλείψαντες ἐκείνην ἄλλην ἐπεζήτουν. παραχρῆμα δὲ συνήντησαν φρέατι βαθεῖ. εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ· συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε. ὑπολαβὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν;

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν.

[3]    βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. θέρους δὲ ξηρανθείσης τῆς λίμνης ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ. ὁ δὲ ὑπολαβὼν εἶπεν· ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.

[44]

ΒΑΤΡΑΧΟΙ ΑΙΤΟΥΝΤΕΣ ΒΑΣΙΛΕΑ

[1]    βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον εἰς τὴν λίμνην καθῆκε. καὶ οἱ βάτραχοι τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν, ὕστερον δέ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτο καταφρονήσεως ἦλθον ὡς καὶ ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα. τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτῶν ὕδραν αὐτοῖς ἔπεμψεν, ὑφ' ἧς συλλαμβανόμενοι κατησθίοντο.

   ὁ λόγος δηλοῖ, ὅτι ἄμεινόν ἐστι νωθεῖς ἔχειν ἄρχοντας ἢ ταρακτικούς.

[2]    βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν ἱκετεύοντες τὸν Δία, ὅπως αὐτοῖς βασιλέα παράσχῃ. ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον μέσον τῆς λίμνης ἔπηξεν. παραυτίκα δὲ οἱ βάτραχοι τῷ φόβῳ συστελλόμενοι εἰς τὰ βάθη ἑαυτοὺς κατέδυον. χρόνου δὲ πολλοῦ παρῳχηκότος ὡς ἀκίνητον τὸ ξύλον ἑώρων, ἀπεβάλοντο τὸν φόβον καὶ εἰς τοσοῦτον κατεφρόνησαν αὐτοῦ, ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτῳ. μὴ ἀξιοῦντες δὲ τοῦτον ἔχειν βασιλέα ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία παρακαλοῦντες αὖθις ἀλλάξαι αὐτόν. ὁ δὲ δέδωκεν αὐτοῖς ἔγχελυν εἰς βασιλέα. ἰδόντες δὲ καὶ τούτου τὴν εὐήθειαν οὐκ ἀπεδέξαντο αὐτόν. ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξῃ. ὁ δὲ Ζεὺς ἀγανακτήσας κατ' αὐτῶν ὕδραν ἔπεμψεν αὐτοῖς, ὑφ' ἧς συλληφθέντες οἱ βάτραχοι καθ' ἕνα ἠσθίοντο.

   ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.

[45]

ΒΟΕΣ ΚΑΙ ΑΞΟΝΕΣ

[1]    βόες ἅμαξαν εἷλκον. τοῦ δὲ ἄξονος τρίζοντος ἐπιστραφέντες οὗτοι ἔφασαν πρὸς αὐτόν· ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων σὺ κέκραγας;

   οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν.

[2]    βόες ἅμαξαν εἷλκον. τοῦ δὲ ἄξονος τρίζοντος ἐπιστραφέντες οἱ βόες εἶπον αὐτῷ· ἡμῶν ὅλον τὸ βάρος φερόντων σὺ τί κράζεις;

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ἄλλων μοχθούντων ἕτεροι βάρος προσποιοῦνται.

[46]

ΒΟΡΕΑΣ ΚΑΙ ΗΛΙΟΣ

[1]    Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον· ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι, ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἐκδύσῃ. καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος μᾶλλον ἐπέκειτο. ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμὼν ‹ὁ Βορέας› τῷ Ἡλίῳ μεταπαρέδωκε. κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου σφοδρότερον τὸ καῦμα ἐπέτεινε, μέχρις οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος ἀποδυσάμενος ποταμοῦ παραῤῥέοντος ἐπὶ λουτρὸν ἀπῄει.

   ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυστικώτερόν ἐστι.

[47]

ΠΑΙΔΙΟΝ ΕΜΟΥΝ ΣΠΛΑΓΧΝΑ

[1]    βοῦν τινες ἐπ' ἀγροῦ θύοντες τοὺς σύνεγγυς ἐκάλεσαν. ἐν δὲ τούτοις ἦν τις καὶ γυνὴ πενιχρά, μεθ' ἧς καὶ ὁ αὐτῆς παῖς εἰσῆλθε. προιούσης δὲ τῆς εὐωχίας τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχνων καὶ τοῦ οἴνου, ἐπειδὴ ἐξωδήκει αὐτῷ ‹ἡ γαστὴρ›, βασανιζόμενον ἔλεγεν· ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα. ἡ δὲ εἶπεν· οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες.

   οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἐπάχθεται ὡς οἴκοθεν προιέμενος.

[2]    βουτῆρες ἐπ' ἀγροῦ θύοντες αἶγα τοὺς σύνεγγυς ἐκάλεσαν. ἐν δὲ τούτοις ἦν καὶ γυνὴ πενιχρά, μεθ' ἧς καὶ ὁ παῖς αὐτῆς. προιούσης δὲ τῆς εὐωχίας τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν ὀδυνόμενον ἔλεγεν· ὦ μῆτερ, ‹ἐμῶ› τὰ σπλάγχνα μου. ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες.

   ὁ μῦθος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων ὅταν ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.

[3,gamma]    βοτῆρες ἐν ἀγρῷ ἔθυον αἶγα. συνῆν δὲ αὐτοῖς καὶ γυνὴ πενιχρὰ μετὰ τοῦ ἑαυτῆς παιδός. τῆς δὲ εὐωχίας προιούσης καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν ὀδυνώμενον ἔλεγεν· ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· οὐχὶ τὰ σά, τέκνον, ἀλλ' ἃ κατέφαγες.

   ὁ μῦθος [δηλοῖ] πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλλότρια ἑτοίμως ἀπολαμβάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.

[48]

ΒΩΤΑΛΙΣ

[1]    βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς †ἀφείλετο ἀπ' αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἡ νυκτερὶς ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν, δι' ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει, ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ' ἐκείνου ἐσωφρονίσθη, [καὶ] ἡ νυκτερὶς εἶπεν· ἀλλ' οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν καὶ συλληφθῆναι.

   ὁ λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν.

[3]    βουταλὶς ἀπό τινος θυρίδος ἐκρέματο. νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν, δι' ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. τῆς δὲ μὴ μάτην τοῦτο ποιεῖν λεγούσης, ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη καὶ διὰ τοῦτο ἀπ' ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· ἀλλ' οὐ νῦν σε φυλάττεσθαι δεῖ, ὅτε μηδὲν ὄφελος, ἀλλὰ πρὶν ἢ συλληφθῆναι.

   ὁ μῦθος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασιν ἀνόνητος ἡ μετάνοια.

[49]

ΒΟΥΚΟΛΟΣ

[1]    βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον. περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐὰν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον περίφοβος γενόμενος ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπε· Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.

   οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ' ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

[2]    βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, ἐὰν τὸν κλέπτην τὸν λαβόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω. καὶ δὴ ἐρχομένου αὐτοῦ εἴς τινα δρυμὸν εὑρίσκει λέοντα κατεσθίοντα τὸν τοιοῦτον μόσχον. ἔμφοβος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω.

   ὁ μῦθος ἐπὶ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

[3]    βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. ὡς δὲ οὐδὲν εὑρεῖν ἐδυνήθη, ηὔξατο τῷ Διί, ἂν τὸν λαβόντα τὸν μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν. καὶ δὴ ἐρχόμενος εἴς τινα δρυμὸν εὑρίσκει λέοντα κατεσθίοντα τὸν μόσχον. ἔμφοβος οὖν γενόμενος καὶ μέγα δειλιάσας ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἐὰν τὸν κλέπτην εὕρω, νῦν ταῦρόν σοι δώσειν ὑπισχνοῦμαι, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω.

   ὁ μῦθος πρὸς ἄνδρας δυστυχεῖς, οἵτινες ἀποροῦντες μὲν εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

[50]

ΓΑΛΗ ΚΑΙ ΑΦΡΟΔΙΤΗ

[1]    γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ. καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. καθημένων δ' αὐτῶν ἐν τῷ θαλάμῳ ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν ἐθέλουσα. καὶ ἡ θεὸς ἀγανακτήσασα κατ' αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταβάλλονται.

[2]    γαλῆ ἐρασθεῖσα νεανίσκου τινὸς εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. καὶ δὴ ἐλεήσασα αὐτὴν ἡ θεὸς μετεποίησεν αὐτὴν εἰς κόρην εὐειδῆ. ἐρασθεὶς οὖν ὁ νεανίας τοῦ κάλλους αὐτῆς ἀπήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ. καθεζομένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα καὶ τὸν τρόπον ἤλλαξεν, μῦν εἰς τὸ μέσον καθῆκεν. ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἀναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν κατεδίωκεν καταφαγεῖν ἐθέλουσα. ἀγανακτήσασα οὖν ἡ θεὸς πάλιν αὐτὴν εἰς τὴν ἰδίαν φύσιν ἀπεκατέστησεν.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐκ ἀλλάσσουσιν.

[51]

ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΦΙΣ

[1]    γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. παρακύψαντος δὲ τοῦ ὄφεως κατενεγκὼν τὸν πέλεκυν τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτόν, ὅπως αὐτῷ διαλλαγῇ. ὁ δὲ εἶπεν· ἀλλ' οὔτε ἐγὼ δύναμαι σοὶ εὐνοῆσαι ὁρῶν τὴν κεχαραγμένην πέτραν οὔτε σὺ ἐμοὶ ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον.

   ὁ λόγος δηλοῖ, ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥᾳδίας τὰς μεταλλαγὰς ἔχουσι.

[3,delta]    ὄφις γεωργοῦ παῖδα δήξας ἐν τῷ ποδὶ παραχρῆμα νεκρὸν ἔδειξεν. ὁ δὲ πατὴρ τῇ λύπῃ συσχεθεὶς καὶ πέλεκυν ἁρπάσας ἐπειρᾶτο φονεῦσαι τὸν ὄφιν. καὶ δὴ καταλαβὼν αὐτὸν θερείοντα στερρῶς καταφέρει τὸ ξίφος κατὰ τοῦ ὄφεως. ἀστοχήσας δὲ τοῦ θανατῶσαι αὐτὸν τὴν οὐρὰν ἀπέτεμε μόνην· ὁ δὲ ὄφις ἐν τῷ φωλεῷ εἰσέδυ. φοβηθεὶς οὖν ὁ γεωργός, μή πως ἀμύνηται αὐτὸν καὶ φονεύσῃ, λαβὼν ἄλευρον καὶ μέλι ἐξεκάλει τὸν ὄφιν πρὸς εἰρήνην. ὁ δὲ ἔνδον ὢν τοῦ φωλεοῦ ἔφησε τῷ ἀνθρώπῳ· ἀπὸ τοῦ νῦν μηκέτι κάμνῃς· φιλία γὰρ ἐν ἡμῖν οὐκέτι προσγενήσεται, διότι ἐγὼ μὲν τὴν οὐρὰν βλέπων λυποῦμαι, σὺ δὲ τοῦ υἱοῦ τὸν τύμβον ὁρῶν οὐκέτι εἰρηνεύσεις.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἐπιλανθάνεταί τις ‹τὴν› τῶν κακῶν ἀμοιβήν, ἂν τὸ μνημόσυνον βλέπῃ, περὶ οὗ ἐλυπήθη.

[3]    ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα. ὁ δὲ πατὴρ ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν ἔμελλεν τὸν ὄφιν ἐξελθόντα φονεύσειν. ὡς δὲ ἔκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτὸν ἠστόχησε μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. ἀπελθόντος δὲ τοῦ ὄφεως ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαβὼν ἄρτον καὶ ἅλας ἔθηκεν ἐν τῇ τρώγλῃ. ὁ δὲ ὄφις λεπτὸν συρίξας εἶπεν· οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τύμβον τοῦ τέκνου.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς μίσους ἢ ἀμύνης ἐπιλανθάνεται, ἐφ' ὅσον βλέπει μνημόσυνον, δι' οὗ ἐλυπήθη.

[52]

ΓΕΩΡΓΟΣ ΚΑΙ ΚΥΝΕΣ

[1]    γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν. ἐπειδὴ δὲ ἔτι ὁ χειμὼν ἐπέμενε καὶ τὰς αἶγας κατεθοινήσατο. ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους· ἀπιτέον ἡμῖν ἐστιν ἐνθένδε· ὁ δεσπότης γάρ, εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;

   ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι, οἳ οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται.

[2]    γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ ἀπορῶν τροφῆς πρῶτον μὲν τὰ πρόβατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. ὡς δὲ ὁ χειμὼν ἐπεκράτει, ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. ἰδόντες δὲ ταῦτα οἱ κύνες ἔφησαν πρὸς ἀλλήλους· πορευθῶμεν οὖν ἡμεῖς ἔνθεν. ὡς ὁρῶμεν γάρ, ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργάτας βόας οὐκ ἐφείσατο, ἡμῶν δὲ πῶς φείσεται;

   ὁ μῦθος δηλοῖ, ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρή, οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.

[3]

δεσπότης καὶ κύνες

   ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀποληφθεὶς πρῶτα μὲν τὰ πρόβατα κατέφαγεν, εἶτα τὰς αἶγας. τοῦ δὲ χειμῶνος ἐπικρατοῦντος καὶ τοὺς ἐργάτας βοῦς σφάξας ἐθοινήσατο. οἱ δὲ κύνες ταῦτα ἰδόντες διελέχθησαν πρὸς ἀλλήλους· φεύγωμεν ἀλλ' ἡμεῖς γε ἐντεῦθεν· εἰ γὰρ τῶν ἐργατῶν βοῶν ὁ δεσπότης ἡμῶν οὐκ ἐφείσατο, πῶς ἡμῶν φείσεται;

   ὁ μῦθος δηλοῖ, ὅτι τούτους μάλιστα φεύγειν καὶ φυλάττεσθαι χρή, οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.

[53]

ΓΕΩΡΓΟΥ ΠΑΙΔΕΣ

[1]    γεωργοῦ παῖδες ἐστασίαζον. ὁ δέ, ὡς πολλὰ παραινῶν οὐκ ἠδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταβαλέσθαι, ἔγνω δεῖν διὰ πράγματος τοῦτο πρᾶξαι καὶ παρῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. τῶν δὲ τὸ προσταχθὲν ποιησάντων τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν. ἐπειδὴ δὲ καίπερ βιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου. τῶν δὲ ῥᾳδίως κατακλώντων ἔφη· ἀτὰρ καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε, ἐὰν δὲ στασιάζητε, εὐάλωτοι.

   ὁ λόγος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια, ὅσον εὐκαταγώνιστος ἡ στάσις.

   υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας τούτους ἐν μιᾷ καλέσας ὁ πατὴρ καὶ ῥάβδον αὐτοῖς ἐπιδώσας ἔφη· θέλω κατεάξαι ταύτην τὴν ῥάβδον καὶ κατέαξαν αὐτήν. ὁ δὲ πάλιν ἐπέδωκεν αὐτοῖς ῥάβδους πολλὰς κατεάξαι καὶ οὐκ ἠδυνήθησαν κατεάξαι αὐτάς. ὁ δὲ ἔφη πρὸς αὐτούς· βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαντες τὰς ῥάβδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει.

   ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.

[2]    γεωργοῦ παῖδες ἐστασίαζον. ὁ δὲ πατὴρ αὐτῶν πολλὰ παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λόγοις. ἔγνω οὖν διὰ πράγματος αὐτοὺς πεῖσαι. καὶ δὴ καθημένων αὐτῶν προσέταξεν δέσμην ῥάβδων αὐτῷ κομίσαι. ἐνεχθείσης δὲ λαβὼν τὰς ῥάβδους ἔδησεν αὐτὰς δέσμην μίαν καὶ ἐκέλευσε τοὺς παῖδας ἑνὶ ἑκάστῳ λαβεῖν τὴν δέσμην καὶ συνθλάσαι. οἱ δὲ δοκιμάσαντες οὐκ ἠδυνήθησαν. ὕστερον δὲ λύσας αὐτὰς δέδωκεν ἀνὰ μίαν κλάσαι. οἱ δὲ διὰ τάχους τοῦτο ἐποίησαν. τότε λέγει αὐτοῖς ὁ πατὴρ αὐτῶν· οὕτω καὶ ὑμεῖς, ὦ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς. ἐὰν δὲ μένετε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι.

   ὁ μῦθος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια, ὅσον καταφρόνητος ἡ διάστασις.

[54]

ΚΟΧΛΙΑΙ

[1]    γεωργοῦ παῖς κοχλίας ὤπτει. ἀκούσας δὲ αὐτῶν τριζόντων ἔφη· ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων αὐτοὶ ᾄδετε;

   ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.

[3]    γεωργοῦ παῖς ὤπτα κοχλίας. ἀκούσας δὲ αὐτῶν τρυζόντων ἔφη· ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων αὐτοὶ ᾄδετε;

   ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.

[55]

ΓΥΝΗ ΚΑΙ ΘΕΡΑΠΑΙΝΑΙ

[1]    γυνὴ χήρα φιλεργὸς θεραπαινίδας ἔχουσα ταύτας εἰώθει νυκτὸς ἐπὶ τὰ ἔργα ἐγείρειν πρὸς ἀλεκτοροφωνίαν. αἱ δὲ συνεχῶς καταπονούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀλέκτορα ἀποπνῖξαι· ἐκεῖνον γὰρ ᾤοντο τῶν κακῶν αἴτιον εἶναι νύκτωρ ἐγείροντα τὴν δέσποιναν. συνέβη δὲ αὐταῖς τοῦτο πραξάσαις χαλεπωτέροις τοῖς δεινοῖς περιπεσεῖν. ἡ γὰρ δέσποινα ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν ἐννυχέστερον αὐτὰς ἐξήγειρεν.

   οὕτω πολλοῖς ἀνθρώποις τὰ ἴδια βουλεύματα κακῶν αἴτια γίνεται.

[3]    γυνὴ χήρα φιλεργὸς θεραπαινίδας ἔχουσα ταύτας εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. αἱ δὲ συνεχῶς τῷ πόνῳ ταλαιπωρούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀποκτεῖναι ἀλεκτρυόνα ὡς ἐκείνου νύκτωρ ἐξανίσταντος τὴν δέσποιναν. συνέβη δ' αὐταῖς τοῦτο διαπραξαμέναις χαλεπωτέροις περιπεσεῖν τοῖς δεινοῖς. ἡ γὰρ δεσπότις ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν ἐννυχώτερον ταύτας ἀνίστη.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἀνθρώποις τὰ βουλεύματα κακῶν αἴτια γίνεται.

[56]

ΓΥΝΗ ΜΑΓΟΣ

[1]    γυνὴ μάγος ἐπῳδὰς καὶ καταθέσεις θείων μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα κἀκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. ἐπὶ τούτοις γραψάμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα εἰς δίκην ὑπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν θανάτῳ. θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη πρὸς αὐτήν· σὺ τὰς τῶν δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης;

   [ὁ λόγος πρὸς ἀπατεῶνας καὶ μεγάλα ὑποσχομένους· εἶτα οὗτοι ἐν μικροῖς ἐλέγχονται.]

[3]    γυνὴ μάγος καὶ θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη πολλὰ διετέλει ποιοῦσα καὶ κέρδος ἐντεῦθεν ἔχουσα. γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας εἷλον καὶ καταδικαθεῖσαν ἀπῆγον εἰς θάνατον. ἰδὼν δέ τις ἀπαγομένην αὐτὴν ἔφη· ἡ τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης;

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.

[57]

ΓΡΑΥΣ ΚΑΙ ΙΑΤΡΟΣ

[1]    γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχρισε, διετέλει ἐκείνης συμμυούσης καθ' ἓν ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. ἐπεὶ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· μὴ βουλομένης δ' αὐτῆς ἀποδοῦναι ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑποσχέσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς κόρας, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως ἢ πρότερον· τότε μὲν γὰρ ἔβλεπον, ἔφη, πάντα τὰ ἐπὶ τῆς οἰκίας μου σκεύη, νῦν δ' οὐδὲν ἰδεῖν δύναμαι.

   οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ' ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

[2]    γυνὴ πρέσβυς τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρόν τινα ἐπὶ μισθῷ παρεκάλεσεν στοιχήσασα αὐτὸν ἐνώπιον μαρτύρων, ὅτι, ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμούς, πολὺν λήψεται παρ' αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῇ, ἀλλ' ἐπιμείνῃ τῇ ἀρρωστίᾳ, μηδὲν αὐτῷ παράσχῃ. καὶ οὕτω γενομένου ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατ' ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτεν. μετ' οὐ πολὺ δὲ θεραπεύσας αὐτὴν ἐζήτει τὸν στοιχηθέντα μισθόν. ἀναβλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς. ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτήν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. σταθεῖσα οὖν ἐνώπιον αὐτῶν ἔφη· ὁ ἄνθρωπος οὗτος, καθὼς λέγει, ἀλήθειαν λέγει. ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναβλέψω, εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. νῦν οὖν αὐτὸς φάσκει, ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με. ὅταν γὰρ τοὺς ὀφθαλμοὺς τοὺς ἐμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου. νυνὶ δέ, ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ' ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

[3]    γυνὴ γραῦς ἀλγοῦσα τοὺς ὀφθαλμοὺς εἰσκαλεῖταί τινα τῶν ἰατρῶν ἐπὶ μισθῷ συμφωνήσασα, ὡς, εἰ μὲν θεραπεύσειεν αὐτήν, τὸν ὁμολογηθέντα μισθὸν αὐτῷ δώσειν, εἰ δὲ μή, μηδὲν δώσειν. ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ. καθ' ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσβῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων ἐκείνης μηδαμῶς ἀναβλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει. ἡ μὲν οὖν γραῦς τὴν ἑαυτῆς περιουσίαν ἑώρα καθ' ἑκάστην ἐλαττουμένην ἐπὶ τοσοῦτον, ὡς καὶ τέλος παντάπασιν αὐτῇ θεραπευθείσῃ μηδὲν ὑπολειφθῆναι. τοῦ δ' ἰατροῦ τοὺς συμφωνηθέντας μισθοὺς αὐτὴν ἀπαιτοῦντος ὡς καθαρῶς βλέπουσαν ἤδη καὶ τοὺς μάρτυρας παραγαγόντος· μᾶλλον μὲν οὖν, εἶπεν ἐκείνη, τὰ νῦν οὐδοτιοῦν βλέπω. ἡνίκα μὲν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, πολλὰ τῶν ἐμῶν κατὰ τὴν ἐμαυτῆς ἔβλεπον οἰκίαν· νῦν δ' ὅτε με σὺ βλέπειν φῇς, οὐδοτιοῦν τῶν ἐκείνων ὁρῶ.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων, ἐξ ὧν πράττουσι, λανθάνουσι καθ' ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

[58]

ΓΥΝΗ ΚΑΙ ΟΡΝΙΣ

[1]    γυνὴ χήρα ὄρνιν ἔχουσα καθ' ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαβεν, ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραβάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. καὶ δὴ τοῦτο αὐτῆς ποιούσης συνέβη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν.

   ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπόλλουσιν.

[2]    γυνὴ χήρα ὄρνιν ἔσχεν καθ' ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν. ὑπέλαβεν δὲ ἡ γυνή, ὅτι, ἐὰν πλείονας κριθὰς δώσει τῇ ὄρνιθι, τέξεται δὶς τῆς ἡμέρας. ἡ δὲ τοῦτο ποιήσασα καὶ λιπαρᾶς τῆς ὄρνιθος γενομένης οὐδὲ τὸ ἅπαξ ἔτεκεν.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περισσοτέρων ἐπιθυμοῦντες καὶ τὰ προσόντα ἀπόλλουσιν.

[3]    γυνὴ χήρα τις ὄρνιν εἶχεν καθ' ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. νομίσασα δέ, ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. ἡ δ' ὄρνις πιμελὴς γενομένη οὐδ' ἅπαξ τῆς ἡμέρας τεκεῖν ἠδύνατο.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι.

[59]

ΓΑΛΗ

[1]    γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. συνέβη δὲ ἐκτριβομένης τῆς γλώττης πολὺ αἷμα φέρεσθαι. ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μέχρι παντελῶς ἀπέβαλε τὴν γλῶτταν.

   ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταβλάπτοντας.

[3]

   γαλῆ εἰς ἐργαστήριον εἰσελθοῦσα χαλκέως τὴν ἐκεῖ κειμένην περιέλειχε ῥίνην. ξυομένης δὲ τῆς γλώσσης αἷμα πολὺ ἐφέρετο. ἡ δὲ ἥδετο νομίζουσά τι τοῦ σιδήρου ἀφαιρεῖν, ἄχρις οὗ πᾶσαν τὴν γλῶσσαν ἀνήλωσεν.

   ὁ μῦθος πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς βλάπτοντας.

[60]

ΓΕΡΩΝ ΚΑΙ ΘΑΝΑΤΟΣ

[1]    γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου, δι' ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ἔφη· ἵνα τὸ φορτίον ἄρῃς.

   ὁ λόγος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, κἂν δυστυχῇ λίαν.

[2]    γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα ἐπὶ τῶν ὤμων ἄρας ἐπὶ πολλὴν ἐβάδισεν ὁδόν. κεκοπιακὼς δὲ καὶ ἀποθέμενος τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φανέντος καὶ πυνθανομένου αὐτοῦ, δι' ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ὁ γέρων ἔφη· ἵνα τὸν φόρτον μοι ἐπιθήσεις.

   ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν μυρίους κινδύνους ὑποστῇ, τὸ τοῦ θανάτου τέλος οὐ θέλει.

[3]    γέρων ποτὲ ξύλα τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα καὶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος καὶ τὴν αἰτίαν πυνθανομένου, δι' ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι.

   ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.

[60d]

γέρων καὶ θάνατος

[1]    γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε καὶ διὰ τὸν πολὺν κόπον ἀποθέμενος ἐν τόπῳ τινὶ τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου παρόντος καὶ πυνθανομένου τὴν αἰτίαν, δι' ἣν αὐτὸν ἐκάλει, δειλιάσας ὁ γέρων ἔφη· ἵνα μου τὸν φόρτον ἄρῃς.

   ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ καὶ πτωχός ἐστι.

[61]

ΓΕΩΡΓΟΣ ΚΑΙ ΤΥΧΗ

[1]    γεωργός τις χρυσίον εὑρὼν ἐν γῇ σκάπτων ἔστεφε τὴν Γῆν καθ' ἡμέραν ὡς εὐεργετηθεὶς παρ' αὐτῆς. τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προστιθεῖς, ἅπερ ἐγὼ σοὶ δέδωκα πλουτίσαι βουλομένη σε; ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ τὴν φύσιν καὶ †εἰς ἄλλας χρείας μοχθηρὰς ἀναλώσῃ, πάλιν τὴν Τύχην μέμψῃ.

   ὁ λόγος δηλοῖ, ὅτι χρὴ ἐπιγιγνώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι.

[3]    γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. καθ' ἑκάστην οὖν τὴν Γῆν ὡς ὑπ' αὐτῆς εὐεργετηθεὶς ἔστεφε. τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα πλουτίσαι σε βουλομένη; εἰ γὰρ ὁ καιρὸς μεταβάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ' ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ.

   ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

[62]

ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΦΙΣ

[1]    γεωργὸς χειμῶνος ὥραν ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε. ὁ δὲ θνῄσκων ἔλεγε

   δίκαια πάσχω τὸν πονηρὸν οἰκτείρας.

   ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται.

[63]

ΔΗΜΑΔΗΣ Ο ΡΗΤΩΡ

[1]    Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις ἐκείνων δὲ μὴ πάνυ τι αὐτῷ προσεχόντων ἐδεήθη αὐτῶν, ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. τῶν δὲ συγχωρησάντων αὐτῷ ἀρξάμενος ἔλεγε· Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. γενομένων δὲ αὐτῶν κατά τινα ποταμὸν ἡ μὲν χελιδὼν ἀνέπτη, ἡ δὲ ἔγχελυς κατέδυ. καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. ἐρομένων δὲ αὐτῶν· ἡ οὖν Δήμητρα τί ἔπαθεν; ἔφη· κεχόλωται ὑμῖν, οἵ τινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀκούειν ἀνέχεσθε.

   οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.

[64]

ΚΥΝΟΔΗΚΤΟΣ

[1]    δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον. εἰπόντος δέ τινος [οὕτως] ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· ἀλλ' ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι.

   οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται.

[2]    δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν τοῦτον ἰάσασθαι δυνάμενον. καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαβὼν ἄρτον τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος. ὁ δὲ γελάσας ἔφη· ἀλλ' ἐὰν τοῦτο πράξω, δέον ἐστίν, ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσομαι.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται.

[3]    δηχθείς τις ὑπὸ κυνὸς τὸν ἰασόμενον περιῄει ζητῶν. ἐντυχὼν δέ τις αὐτῷ καὶ γνούς, ὃ ζητεῖ, ὦ οὗτος, εἶπεν, εἰ σῴζεσθαι βούλει, λαβὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος. κἀκεῖνος γελάσας ἔφη· ἀλλ' εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθῆναι.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.

[65]

ΔΙΟΓΕΝΗΣ ΟΔΟΙΠΟΡΩΝ

[1]    Διογένης ὁ κύων ὁδοιπορῶν ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τὰς διαβάσεις ἀμηχανῶν. εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα προσελθὼν διεπέρασεν αὐτόν. ὁ δὲ ἀγάμενος αὐτοῦ τὴν φιλοφροσύνην εἱστήκει τὴν αὑτοῦ πενίαν μεμφόμενος δι' ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον προσδραμὼν καὶ αὐτὸν διεπέρασε. καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· ἀλλ' ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γάρ, ὅτι οὐ κρίσει ἀλλὰ νόσῳ τοῦτο ποιεῖς.

   ὁ λόγος δηλοῖ, ὅτι ‹οἱ› μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι.

[65a]

ΔΙΟΓΕΝΗΣ ΚΑΙ ΦΑΛΑΚΡΟΣ

[1]    Διογένης ὁ κυνικὸς φιλόσοφος λοιδορούμενος ὑπό τινος φαλακροῦ εἶπεν· ἐγὼ μὲν οὐ λοιδορῶ, μὴ γένοιτο. ἐπαινῶ δὲ τὰς τρίχας, ὅτι κρανίου κακοῦ (κακῶς cod., corr. Mill.) ἀπηλλάγησαν.

[66]

ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΑΡΚΤΟΣ

[1]    δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης ὁ μὲν ἕτερος φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο. ὁ δὲ ἕτερος μέλλων περικατάληπτος γίνεσθαι πεσὼν κατὰ τοῦ ἐδάφους τὸν νεκρὸν προσεποιεῖτο. τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινούσης τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. ἀπαλλαγείσης δὲ ‹αὐτῆς ὁ ἕτερος› καταβὰς ἀπὸ τοῦ δένδρου ἐπυνθάνετο αὐτοῦ, τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἴρηκεν. ὁ δὲ εἶπε· τοιούτοις τοῦ λοιποῦ μὴ συνοδοιπορεῖν φίλοις, οἳ ἐν κινδύνοις οὐ παραμένουσιν.    ὁ λόγος δηλοῖ, ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν.

[2]    δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. καὶ δὴ ἄρκος αὐτοῖς συναντήσασα ὁ μὲν εἷς φοβηθεὶς ἀνῆλθεν ἐπί τι δένδρον καὶ ἐκρύβη ἐν αὐτῷ, ὁ δὲ ἕτερος περιγενέσθαι αὐτῆς μόνος μὴ δυνηθεὶς ὡς εἶδε ἑαυτὸν κυριευόμενον παρὰ τῆς ἄρκου, πεσὼν ἐπὶ τῆς γῆς προσεποιεῖτο τεθνάναι. ἐλθούσης δὲ αὐτῆς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ὠσφραίνετο τὰς ἀκοὰς αὐτοῦ καὶ τὰς ῥῖνας. ὁ δὲ τὰς ἀναπνοὰς αὐτοῦ ἐκράτει εὐτόνως. ἡ δὲ ἄρκος ὑπολαβοῦσα νεκρὸν αὐτὸν ὑπάρχειν ἀπῄει ‑ φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὴν ἄρκον ‑ , ὁ δὲ ἕτερος καταβὰς ἀπὸ τοῦ δένδρου ἐπυνθάνετο, τί ἂν πρὸς τὸ οὖς ἐλάλει αὐτῷ ἡ ἄρκτος. ὁ δὲ εἶπεν· ἔφη πρός με ἡ ἄρκτος, ὅτι ἀπὸ τοῦ νῦν τοιούτοις φίλοις μὴ συνοδεύειν.

   ὁ μῦθος δηλοῖ, ὅτι ἀπέχεσθαι χρὴ φίλοις, οἵ τινες ἐν κινδύνοις οὐ βοηθοῦσιν οὐδὲ παραμένουσιν.

[67]

ΝΕΑΝΙΣΚΟΙ ΚΑΙ ΜΑΓΕΙΡΟΣ

[1]    δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. καὶ δὴ τοῦ μαγείρου περισπασθέντος ὁ ἕτερος ὑφελόμενος ἀκροκώλιον εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ ἐπιζητοῦντος αἰτιωμένου τε κἀκείνους ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν ἔφη· ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι οὐ λήσεσθε.

   ὁ λόγος δηλοῖ, ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται.

[2]    δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνήσαντο. καὶ δὴ τοῦ μαγείρου περισπασθέντος εἷς ἐξ αὐτῶν ἀφελόμενος μέρος τι τοῦ κρέως εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστραφεὶς δὲ ὁ μάγειρος καὶ ἐπιζητῶν αὐτὸ ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. καὶ ὁ μάγειρος αἰσθόμενος τὴν κακοτεχνίαν αὐτῶν ἔφη· ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς δή τοι οὐ λήσεσθε.

   ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ἀνθρώπους διακρουσώμεθα ἐπιορκοῦντες, θεὸν δὲ οὐδαμῶς· ἀλάθητον γὰρ τὸ θεῖον.

[3]    δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου ἅτερος τούτων μέρος τι τῶν κρεῶν ὑφελόμενος εἰς τὸν θατέρου καθῆκε κόλπον. ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δ' ἔχων μὴ εἰληφέναι. ὁ δὲ μάγειρος αἰσθόμενος τὴν κακουργίαν αὐτῶν εἶπεν· ἀλλά, κἂν ἐμὲ λάθητε, τόν γ' ἐπιορκούμενον θεὸν οὔκουν λήσετε.

   ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ἀνθρώπους ἐπιορκοῦντες λάθωμεν, ἀλλὰ τόν γε θεὸν οὐ λήσομεν.

[68]

ΟΔΟΙΠΟΡΟΙ

[1]    δύο ἐν ταὐτῷ ὡδοιπόρουν. θατέρου δὲ πέλεκυν εὑρόντος ὁ ἕτερος ἔλεγεν· εὑρήκαμεν, ὁ δὲ ἕτερος αὐτῷ παρῄνει μὴ λέγειν εὑρήκαμεν ἀλλ' εὕρηκας. μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· ἀπολώλαμεν, ἐκεῖνος δὲ ἔφη· ἀλλ' ἀπόλωλα, εἰπέ. οὐδὲ γάρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.

[3]    δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν καὶ θατέρου πέλεκυν εὑρόντος ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτὸν μὴ λέγειν εὕρηκα ἀλλὰ εὑρήκαμεν. μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· ἀπολώλαμεν. ὁ δ' εἶπεν· ἀπόλωλα, λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐδ' ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.

[69]

ΕΧΘΡΟΙ

[1]    δύο ἐχθροὶ ἐν μιᾷ νηὶ ἔπλεον. βουλόμενοι δὲ πολὺ ἀλλήλων διεζεῦχθαι, ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν καὶ ἐνταῦθα ἔμενον. χειμῶνος δὲ σφοδροῦ καταλαβόντος καὶ τῆς νηὸς περιτρεπομένης ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυβερνήτου, περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. τοῦ δὲ εἰπόντος· κατὰ τὴν πρώραν, ἔφη· ἀλλ' ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστι, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον.

   οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς πέλας δυσμένειαν αἱροῦνται καὶ αὐτοί τι δεινὸν πάσχειν ὑπὲρ τοῦ κἀκείνους ὁρᾶν δυστυχοῦντας.

[2]    δύο τινὲς πρὸς ἀλλήλους ἔχθραν ἔχοντες ἐν μιᾷ νηὶ ἔπλεον. καὶ δὴ μὴ βουλόμενος ὁ εἷς τῷ ἑτέρῳ πλησιάσαι ὥρμησεν ὁ μὲν εἷς ἐπὶ τὴν πρύμνην, ὁ δὲ ἕτερος ἐπὶ τὴν πρώραν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς καταποντίζεσθαι ἤδη μελλούσης ὁ ἐν τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο τοῦ κυβερνήτου λέγων· ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους; τοῦ δὲ εἰπόντος, ἡ πρώρα, ἔφη· ἀλλ' ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω προθανατούμενόν μοι τὸν ἐχθρόν.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορᾷ διὰ τὴν δυσμένειαν, ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσιν.

[3]    δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι ὁ ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἤρετο, πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι. τοῦ δὲ τὴν πρώραν εἰπόντος ἀλλ' ἔμοιγε οὐκ ἔστι λυπηρός, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάβης φροντίζουσιν, εἰ τοὺς ἐχθροὺς μόνον ἴδοιεν πρὸ αὐτῶν κακουμένους.

[70]

ΒΑΤΡΑΧΟΙ

[1]    δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. ἐνέμοντο δὲ ὁ μὲν βαθεῖαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος τὸν ἕτερον μεταβῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάβῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν ὀλέσαι αὐτόν.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὰ καλλίονα τραπέσθαι.

[3]    δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. ἐνέμοντο δὲ ὁ μὲν εἷς ἐν βαθείᾳ καὶ πόρρω τῆς ὁδοῦ λίμνῃ, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ θατέρῳ παραινοῦντος πρὸς αὐτὸν μεταβῆναι, ὡς ἂν ἀσφαλεστέρας διαίτης μεταλάβῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν παρελθοῦσαν αὐτὸν συνθλάσαι.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιχειροῦντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὸ βέλτιον τραπέσθαι.

[71]

ΔΡΥΣ ΚΑΙ ΚΑΛΑΜΟΣ

[1]    δρῦς καὶ κάλαμος ἤριζον περὶ ἰσχύος. ἀνέμου δὲ σφοδροῦ γενομένου ὁ μὲν κάλαμος σαλευόμενος καὶ συγκλινόμενος ταῖς τούτου πνοαῖς τὴν ἐκρίζωσιν ἐξέφυγεν, ἡ δὲ δρῦς δι' ὅλου ἀντιστᾶσα ἐκ ῥιζῶν κατηνέχθη.

   ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν.

[72]

ΑΝΗΡ ΔΕΙΛΟΣ ΛΕΟΝΤΑ ΧΡΥΣΟΥΝ ΕΥΡΩΝ

[1]    δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἑαυτὸν προσαγορεύει· οὐκ οἶδα τίς γενήσομαι ἐπὶ τοῖς παροῦσιν. ἐγὼ ἐκβέβλημαι ἐκ τῶν φρενῶν καὶ τί πράττω οὐκ ἔχω. μερίζομαι φιλοχρηματίᾳ καὶ τῇ τῆς φρενὸς δειλίᾳ. ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ. ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν τοῦ εὑρήματος ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. ὦ τύχης διδούσης καὶ μὴ λαβεῖν συγχωρούσης ὦ θησαυρὸς ἡδονὴν οὐκ ἔχων ὦ χάρις δαιμόνων ἄχαρις γενομένη τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανήν; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ κἀγὼ πόρρω ἔσομαι θεατής.

   ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.

[73]

ΔΕΛΦΙΝΕΣ ΚΑΙ ΚΩΒΙΟΣ

[1]    δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης κωβιὸς ἀνέδυ [ἔστι δὲ οὗτος μικρὸς ἰχθύς] καὶ αὐτοὺς ἐπειρᾶτο διαλύειν. εἷς δέ τις τῶν δελφίνων ὑπολαβὼν ἔφη πρὸς αὐτόν· ἀλλ' ἡμῖν ἀνεκτότερον ἔσται μαχομένοις ὑπ' ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν.

   οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες.

[74]

ΜΕΛΙΤΤΟΥΡΓΟΣ

[1]    εἰς μελισσουργοῦ τις εἰσελθὼν ἐκείνου ἀπόντος τό τε μέλι καὶ τὰ κηρία ἀφείλετο. ὁ δὲ ἐπανελθὼν ἐπειδὴ ἐθεάσατο ἐρήμους τὰς κυψέλας, εἱστήκει ταύτας διερευνῶν. αἱ δὲ μέλισσαι ἐπανελθοῦσαι ἀπὸ τῆς νομῆς ὡς κατέλαβον αὐτόν, παίουσαι τοῖς κέντροις τὰ πάνδεινα διετίθεσαν. κἀκεῖνος ἔφη πρὸς αὐτάς· ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν τύπτετε;

   οὕτως ἔνιοι τῶν ἀνθρώπων δι' ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.

[3]    εἰς μελιττουργεῖόν τις εἰσελθὼν τοῦ κεκτημένου ἀπόντος τὸ κηρίον ἀφείλετο. ὁ δὲ ἐπανελθὼν ἐπειδὴ τὰς κυψέλας εἶδεν ἐρήμους, εἱστήκει τὸ κατ' αὐτὰς διερευνώμενος. αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι ὡς κατέλαβον αὐτόν, τοῖς κέντροις ἔπαιον καὶ τὰ χείριστα διετίθουν. ὁ δὲ πρὸς αὐτάς· κάκιστα ζῷα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε;

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς δι' ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.

[75]

ΔΕΛΦΙΣ ΚΑΙ ΠΙΘΗΚΟΣ

[1]    ἔθος ἐστὶ τοῖς πλέουσιν ἐπάγεσθαι κύνας Μελιταίους καὶ πιθήκους πρὸς παραμυθίαν τοῦ πλοῦ. καὶ δή τις πλεῖν μέλλων πίθηκον συνανήνεγκε. γενομένων δὲ αὐτῶν κατὰ τὸ Σούνιον (ἐστὶ δὲ τοῦτο Ἀθηναίων ἀκρωτήριον) συνέβη χειμῶνα σφοδρὸν γενέσθαι. περιτραπείσης δὲ τῆς νηὸς καὶ πάντων διακολυμβώντων καὶ ὁ πίθηκος ἐνήχετο. δελφὶς δὲ θεασάμενος αὐτὸν καὶ οἰόμενος ἄνθρωπον εἶναι ὑπεξελθὼν διεκόμιζεν. ὡς δὲ ἐγένετο κατὰ τὸν Πειραιᾶ, τὸν τῶν Ἀθηναίων λιμένα, ἐπυνθάνετο τοῦ πιθήκου, εἰ τὸ γένος Ἀθηναῖός ἐστι. τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν γε ἐνταῦθα τετυχηκέναι γονέων, ἐκ δευτέρου ἠρώτα αὐτόν, εἰ ἐπίσταται τὸν Πειραιᾶ. καὶ ὃς ὑπολαβὼν αὐτὸν ἄνθρωπον λέγειν ἔφασκε καὶ φίλον αὐτοῦ εἶναι καὶ συνήθη. καὶ ὁ δελφὶς ἀγανακτήσας κατὰ τῆς αὐτοῦ ψευδολογίας βαπτίζων αὐτὸν ἀπέπνιξεν.

   πρὸς ἄνδρα ψευδολόγον.

[3]    ἔθους ὄντος τοῖς πλέουσι Μελιταῖα κυνίδια καὶ πιθήκους ἐπάγεσθαι πρὸς παραμυθίαν τοῦ πλοῦ πλέων τις εἶχε σὺν ἑαυτῷ καὶ πίθηκον. γενομένων δ' αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμῶνα σφοδρὸν συνέβη γενέσθαι. τῆς δὲ νεὼς περιτραπείσης καὶ πάντων διακολυμβώντων ἐνήχετο καὶ ὁ πίθηκος. δελφὶς δέ τις αὐτὸν θεασάμενος καὶ ἄνθρωπον εἶναι ὑπολαβὼν ὑπελθὼν ἀνεῖχε διακομίζων ἐπὶ τὴν χέρσον. ὡς δὲ κατὰ τὸν Πειραιᾶ ἐγένετο, τὸ τῶν Ἀθηναίων ἐπίνειον, ἐπυνθάνετο τοῦ πιθήκου, εἰ τὸ γένος ἐστὶν Ἀθηναῖος. τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων ἐπανήρετο, εἰ καὶ τὸν Πειραιᾶ ἐπίσταται. ὑπολαβὼν δὲ ὁ πίθηκος περὶ ἀνθρώπου αὐτὸν λέγειν ἔφη καὶ μάλα φίλον εἶναι αὐτῷ καὶ συνήθη. καὶ ὁ δελφὶς ἐπὶ τοσούτῳ ψεύδει ἀγανακτήσας βαπτίζων αὐτὸν ἀπέκτεινεν.

   ὁ μῦθος πρὸς ἄνδρας, οἳ τὴν ἀλήθειαν οὐκ εἰδότες ἀπατᾶν νομίζουσιν.

[76]

ΕΛΑΦΟΣ ΚΑΙ ΛΕΩΝ

[1]    ἔλαφος δίψῃ συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν. πιοῦσα δὲ ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. ἔτι δὲ αὐτῆς διανοουμένης λέων ἐπιφανεὶς ἐδίωκεν αὐτήν· κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν. [ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ.] μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα ἐσώζετο, ἐπεὶ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέβη τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις μὴ δυναμένην τρέχειν συλληφθῆναι. μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· δειλαία ἔγωγε, ἥτις ὑφ' ὧν μὲν ᾠόμην προδοθήσεσθαι, ὑπὸ τούτων ἐσωζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπωλόμην.

   οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται.

[2]    ἔλαφος δίψει συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγὴν τοῦ πιεῖν. πιοῦσα δὲ εἶδεν τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος. καὶ ἐπὶ μὲν τοῖς κέρασιν ηὐφραίνετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶν αὐτῆς σφόδρα ἤχθετο καὶ ἐδυσφόρει, ὁρῶσα λεπτὰ καὶ ἀσθενῆ ὄντα. ἔτι δὲ αὐτῆς διανοουμένης λέων ἐπιφανεὶς ἤρξατο διώκειν αὐτήν. κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γάρ φασι ἐλάφῳ ἐν τοῖς ποσὶν καὶ λέοντι ἐν τῇ καρδίᾳ. καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἡ ἔλαφος, ἐπεὶ δὲ κατά τινα δρυμὸν παρεγένετο, συνέβη αὐτὴν τοῖς κέρασιν ἐμπλακῆναι τοῖς κλάδοις καὶ συλληφθῆναι ὑπὸ τοῦ λέοντος. μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη· ἀθλία ἐγώ, ἥτις ἐπὶ κέρασιν χαίρουσα ἐξ αὐτῶν συνελήφθην.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις οἱ δοκοῦντες ἔχειν τι χρήσιμον λανθάνουσι †καὶ ἐξ ἐκείνου βλάβος αὐτοῖς ἐγγίνεται.

[77]

ΕΛΑΦΟΣ

[1]    ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο τὸν μὲν ὁλόκληρον ὀφθαλμὸν πρὸς τῇ γῇ ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον ἐν τῇ θαλάσσῃ· ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστόχησαν. καὶ ἐπειδὴ ἐλειποψύχει, εἶπε πρὸς ἑαυτήν· ἀλλ' ἔγωγε ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον ἐφυλαττόμην πολὺ χαλεπωτέραν ἔχουσα τὴν θάλασσαν, ἐφ' ἣν κατέφυγον.

   οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκονται, τὰ δὲ νομιζόμενα σωτήρια ἐπισφαλῆ.

[3]    ἔλαφος τὸν ἕτερον πεπηρωμένη τῶν ὀφθαλμῶν ἐπ' ἠιόνος ἐνέμετο, τὸν μὲν ὑγιᾶ τῶν ὀφθαλμῶν πρὸς τὴν ξηρὰν διὰ τοὺς κυνηγετοῦντας ἔχουσα, τὸν δὲ λοιπὸν πρὸς τὴν θάλατταν, ὅθεν οὐδὲν ὑπώπτευε. παραπλέοντες δέ τινες καὶ τοῦτο στοχασάμενοι αὐτῆς κατετόξευσαν. ἡ δ' ἑαυτὴν ὠλοφύρετο, ὡς, ὑφ' ἧς μὲν ἐδεδοίκει, μηδὲν παθοῦσα, ἣν δ' οὐκ ᾤετο κακὸν ἐπάξειν, ὑπὸ ταύτης προδεδομένη.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις ἡμῖν τὰ μὲν βλαβερὰ δοκοῦντα ὠφέλιμα γίνεται, τὰ δ' ὠφέλιμα βλαβερά.

[78]

ΕΛΑΦΟΣ ΚΑΙ ΛΕΩΝ

[1]    ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· βαρυδαίμων ἐγώ, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα.

   οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλαττόνων κινδύνων ἑαυτοὺς εἰς μείζονα κακὰ εἰσιᾶσιν.

[3]    ἔλαφος κυνηγοὺς φεύγουσα εἰς ἄντρον εἰσέδυ. λέοντι δ' ἐκεῖ περιτυχοῦσα ὑπ' αὐτοῦ συνελήφθη. θνῄσκουσα δ' ἔλεγεν· οἴμοι, ὅτι ἀνθρώπους φεύγουσα τῷ τῶν θηρίων ἀγριωτάτῳ περιέπεσον.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων μικροὺς κινδύνους φεύγοντες μεγάλων ἐπειράθησαν.

[79]

ΕΛΑΦΟΣ ΚΑΙ ΑΜΠΕΛΟΣ

[1]    ἔλαφος διωκομένη ὑπὸ κυνηγῶν ἐκρύπτετο ὑπό τινα ἄμπελον. διελθόντων δὲ τῶν κυνηγῶν ‹λαθεῖν ἤδη δόξασα› κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. εἷς δέ τις τῶν κυνηγῶν στραφεὶς καὶ θεασάμενος ᾧ εἶχεν ἀκοντίῳ βαλὼν ἔτρωσεν αὐτήν. ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη· δίκαια πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα.

   οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν, οἵ τινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ κολάζονται.

[3]    ἔλαφος κυνηγοὺς φεύγουσα ὑπ' ἀμπέλῳ ἐκρύβη. παρελθόντων δ' ὀλίγον ἐκείνων ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο. τούτων δὲ σειομένων οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές, νομίσαντες τῶν ζῴων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. ἡ δὲ θνῄσκουσα τοιαῦτ' ἔλεγε· δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.

[80]

ΠΛΕΟΝΤΕΣ

[1]    ἐμβάντες τινὲς εἰς σκάφος ἔπλεον. γενομένων δὲ αὐτῶν πελαγίων συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. τῶν δὲ πλεόντων ἕτερος περιρρηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετ' οἰμωγῆς καὶ στεναγμοῦ χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν γαλήνης γενομένης εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες. καὶ στερρὸς ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· ἀλλ', ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ, ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος ἐσομένου.

   ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους.

[81]

ΑΙΛΟΥΡΟΣ ΚΑΙ ΜΥΕΣ

[1]    ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος δεῖν ἔγνω δι' ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτόν, εἶπεν· ἀλλ', ὦ οὗτος, σοί γε, κἂν θύλαξ γένῃ, οὐ προσελεύσομαι.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.

[2]    ἔν τινι οἰκίᾳ μύες πολλοὶ ὑπῆρχον. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλαβὼν ἕνα καθ' ἕνα κατήσθιεν. οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι πρὸς ἑαυτοὺς εἶπον ὅτι· μὴ κατέλθωμεν κάτω, ἵνα μὴ παντελῶς ἀπολώμεθα καὶ ὁ αἴλουρος μηκέτι δυνάμενος ἀφικνεῖσθαι ἡμεῖς διασωθησόμεθα. ὁ δὲ αἴλουρος ἔγνω δι' ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. ἀναβὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἀποκρεμάσας προσεποιεῖτο ἀπονεκρωθῆναι. τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτόν, ἔφη· ὦ οὗτος, κἂν θύλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.

[3]    ἐν οἰκίᾳ τινὶ πολλῶν μυῶν ὄντων αἴλουρος τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ καθ' ἕκαστον αὐτῶν συλλαμβάνων κατήσθιεν. οἱ δὲ καθ' ἑκάστην ἑαυτοὺς ἀναλισκομένους ὁρῶντες ἔφασαν πρὸς ἀλλήλους· μηκέτι κάτω κατέλθωμεν, ἵνα μὴ παντάπασιν ἀπολώμεθα· τοῦ γὰρ αἰλούρου μὴ δυναμένου δεῦρο ἐξικνεῖσθαι ἡμεῖς σωθησόμεθα. ὁ δὲ αἴλουρος μηκέτι τῶν μυῶν κατιόντων ἔγνω δι' ἐπινοίας αὐτοὺς σοφιζόμενος ἐκκαλέσασθαι. καὶ δὴ ἀπὸ παττάλου τινὸς ἑαυτὸν ἀναβὰς ἀπῃώρισε καὶ προσεποιεῖτο νεκρὸς εἶναι. τῶν δὲ μυῶν τις παρακύψας καὶ ἰδὼν αὐτὸν ἔφη· ὦ οὗτος, κἂν θύλαξ γένῃ, οὐ προσελεύσομαί σοι.

   ὁ μῦθος δηλοῖ, ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσιν.

[82]

ΜΥΙΑΙ

[1]    ἔν τινι ταμιείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπτᾶσαι κατήσθιον, διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο. ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν ὡς οὐκ ἠδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν· ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα.

   οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται.

[3]    ἔν τινι ταμείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπτᾶσαι κατήσθιον. ἐμπαγέντων δὲ τῶν ποδῶν αὐτῶν ἀναπτῆναι οὐκ εἶχον· ἀποπνιγόμεναι δ' ἔλεγον· ἄθλιαι ἡμεῖς, ὅτι διὰ βραχεῖαν βρῶσιν ἀπολλύμεθα.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἡ λιχνεία πολλῶν κακῶν αἰτία γίνεται.

[83]

ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΚΟΣ

[1]    ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε καὶ παρῄνει αὐτῷ λαβεῖν. τοῦ δὲ ἀμελετήτως ἐπελθόντος καὶ ὑπὸ τῆς παγίδος συλληφθέντος αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ ἐκείνη ἔφη· ὦ πίθηκε, σὺ δὲ τοιαύτην ψυχὴν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις;

   οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες πρὸς τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν.

[2]    ἐν συνόδῳ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτὸν φθονήσασα ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν αὐτὴ οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν καὶ παρῄνει αὐτὸν τοῦτον αὐτὸς λαβεῖν. τοῦ δὲ ἀμεταμελήτως ἐλθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος ᾐτιᾶτο τὴν ἀλώπεκα ὡς δελεάσασαν αὐτόν. ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη· ὦ πίθηκε, τοιαύτην μωρὰν ψυχὴν ἔχων τῶν ἀλόγων βασιλεύεις;

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλήσουσιν.

[3]    ἐν συνόδῳ ποτὲ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δ' αὐτῷ φθονήσασα ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαβοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι. καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι. ὁ δ' ἀπερισκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα. ἡ δὲ πρὸς αὐτόν· ὦ πίθηκε, τοιαύτην σὺ μωρίαν ἔχων τῶν ἀλόγων βασιλεύσεις;

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ πράξεσίν τισιν ἀπερισκέπτως ἐπιχειροῦντες δυστυχήμασι περιπίπτουσι.

[84]

ΟΝΟΣ, ΑΛΕΚΤΡΥΩΝ ΚΑΙ ΛΕΩΝ

[1]    ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν. λέων δὲ λιμώττων ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν καταθοινήσασθαι. παρὰ δὲ τὸν ψόφον τοῦ ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας ‑ φασὶ γὰρ τοὺς λέοντας πτύρεσθαι πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνάς ‑ εἰς φυγὴν ἐτράπη. καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ' αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. ὁ δὲ ὡς μακρὰν ἐγένετο, ἐπιστραφεὶς κατέφαγεν αὐτόν.

   οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινομένους τοὺς ἑαυτῶν ἐχθροὺς ὁρῶντες καὶ διὰ τοῦτο καταθρασυνόμενοι λανθάνουσιν ὑπ' αὐτῶν ἀναλισκόμενοι.

[3]    ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. λέοντος δὲ ἐπελθόντος τῷ ὄνῳ ὁ ἀλεκτρυὼν ἐφώνησε. καὶ ὁ μὲν λέων ‑ φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι ‑ ἔφυγεν. ὁ δὲ ὄνος νομίσας δι' αὐτὸν πεφευγέναι ἐπέδραμεν εὐθὺς τῷ λέοντι. ὡς δὲ πόρρω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνή, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. ὁ δὲ θνῄσκων ἐβόα· ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην;

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται καὶ οὕτως ὑπ' ἐκείνων ἀπόλλυνται.

[85]

ΠΙΘΗΚΟΣ ΚΑΙ ΚΑΜΗΛΟΣ

[1]    ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ἀναστὰς ὠρχεῖτο. σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ἐπισημαινομένου κάμηλος φθονήσασα ἠβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι. πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης τὰ ζῷα ἀγανακτήσαντα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν.

   πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους καὶ σφαλλομένους ὁ λόγος εὔκαιρος.

[3]    ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ἀναστὰς ὠρχήσατο, σφόδρα δὲ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. κάμηλος δὲ φθονήσασα ἀναστᾶσα καὶ αὐτὴ ἐπειρᾶτο ὀρχεῖσθαι. πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης ἀγανακτήσαντα τὰ ζῷα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν.

   ὁ μῦθος ὅτι οἱ διὰ φθόνον κρείττοσιν ἁμιλλώμενοι σφάλλονται.

[86]

ΚΑΝΘΑΡΟΙ ΔΥΟ

[1]    ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον, ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανὴ ὑπάρχῃ καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. ἔλεγε δέ, ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομήν, καὶ αὐτῷ οἴσει. παραγενόμενος δὲ εἰς τὴν χέρσον καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δέ, μένων ἐνταῦθα ἐτρέφετο. τοῦ δὲ χειμῶνος διελθόντος πάλιν εἰς τὴν νῆσον διέπτη. ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα ᾐτιᾶτο αὐτόν, διότι προϋποσχόμενος οὐδὲν ἐκόμισεν. ὁ δὲ εἶπε· μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν.

   ὁ λόγος οὗτος ἁρμόσειεν ἂν πρὸς ἐκείνους, οἳ τὰς φιλίας μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν.

[87]

ΔΕΛΦΑΞ ΚΑΙ ΠΡΟΒΑΤΑ

[1]    ἔν τινι ποίμνῃ προβάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸν ἐκεκράγει τε καὶ ἀντέτεινε. τῶν δὲ προβάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· ἆρα ἡμᾶς οὐ συνεχῶς συλλαμβάνει καὶ οὐ κράζομεν; ἔφη πρὸς αὐτά· ἀλλ' οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις. ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὸ κρέας.

   ὁ λόγος δηλοῖ, ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν, οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλὰ περὶ σωτηρίας.

[88]

ΚΙΧΛΑ

[1]    ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο, διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε. καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη· δειλαία ἐγώ, ἥτις διὰ τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι.

   πρὸς ἄνδρα ἄσωτον καὶ ἡδυπαθῆ.

[89]

ΧΗΝ ΧΡΥΣΟΤΟΚΟΣ

[1]    Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν. ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δέ, ὅτι πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χήν, οὐδὲν μελλήσας ἔθυσεν αὐτόν. συνέβη δὲ αὐτῷ μὴ μόνον, ὧν προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν.

   οὕτω πολλάκις οἱ πλεονέκται δι' ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προίενται.

[3]

ΟΡΝΙΣ ΧΡΥΣΟΤΟΚΟΣ

   ὄρνιθά τις εἶχεν ὠὰ χρυσᾶ τίκτουσαν· καὶ νομίσας ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι κτείνας εὕρηκεν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρήσειν καὶ τοῦ μικροῦ ἐστέρηται ἐκείνου.

   ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι καὶ τὴν ἀπληστίαν φεύγειν.

[90]

ΕΡΜΗΣ ΚΑΙ ΑΓΑΛΜΑΤΟΠΟΙΟΣ

[1]    Ἑρμῆς βουλόμενος γνῶναι, ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο· πόσου; τοῦ δὲ εἰπόντος δραχμῆς γελάσας ἠρώτα· τὸ τῆς Ἥρας πόσου ἐστίν; εἰπόντος δέ· ἔτι μείζονος θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν, ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ οἱ ἄνθρωποι ποιοῦνται. διὸ προσεπυνθάνετο ὁ Ἑρμῆς πόσου; καὶ ὁ ἀγαλματογλύφος ἔφη· ἀλλ' ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω.

   πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμιᾷ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει.

[3]    Ἑρμῆς γνῶναι βουλόμενος, ἐν τίνι τιμῇ παρ' ἀνθρώποις ἐστίν, ἧκεν εἰς ἀγαλματοποιοῦ ἑαυτὸν εἰκάσας ἀνθρώπῳ. καὶ θεασάμενος ἄγαλμα Διὸς ἠρώτα, πόσου τις αὐτὸ πρίασθαι δύναται. τοῦ δὲ εἰπόντος δραχμῆς γελάσας πόσου τὸ τῆς Ἥρας; ἔφη. εἰπόντος δὲ πλείονος ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα καὶ νομίσας, ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. ὁ δ' ἀγαλματοποιὸς ἔφη· ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι.

   ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμιᾷ παρ' ἄλλοις ὄντα †μορφῇ.

[91]

ΕΡΜΗΣ ΚΑΙ ΤΕΙΡΕΣΙΑΣ

[1]    Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι, εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ ἧκε πρὸς αὐτὸν εἰς ἄστυ ὁμοιωθεὶς ἀνθρώπῳ καὶ ἐξενώθη παρ' αὐτῷ. παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας παραλαβὼν τὸν Ἑρμῆν ἧκεν εἰς τὸ προάστειον οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος καὶ τούτῳ παρῄνει λέγειν, ὅ τι ἂν θεάσηται ὄρνεον. καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον ἀπήγγειλεν αὐτῷ. τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθημένην καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς τὴν γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. ὁ δὲ ὑποτυχὼν ἔφη· ἀλλ' αὕτη γε ἡ κορώνη διόμνυται τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι, ἂν σὺ θέλῃς, τοὺς ἐμαυτοῦ βόας ἀπολήψομαι.

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

[3]    Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικήν, εἰ ἀληθής ἐστι, γνῶναι κλέψας τὰς αὐτοῦ βοῦς ἐξ ἀγροικίας ἧκεν ὡς αὐτὸν εἰς ἄστυ ὁμοιωθεὶς ἀνθρώπῳ καὶ παρ' αὐτῷ κατήχθη. τῆς δὲ τῶν βοῶν ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ ἐκεῖνος παραλαβὼν τὸν Ἑρμῆν ἐξῆλθεν οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ παρῄνει φράζειν αὐτῷ, ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται. ὁ δὲ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ διιπτάμενον ἔφρασε. τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην καὶ ποτὲ μὲν ἄνω βλέπουσαν ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν καὶ τῷ μάντει φράζει. καὶ ὃς ὑποτυχὼν εἶπεν· ἀλλ' αὕτη γε ἡ κορώνη διόμνυται τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς.

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

[92]

ΕΧΙΣ ΚΑΙ ΥΔΡΟΣ

[1]    ἔχις φοιτῶν ἐπί τινα κρήνην ἔπινε. ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτὸν ἀγανακτῶν, εἴγε μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται. ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης συνέθεντο, ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥ τε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γένηται. ταξαμένων δὲ αὐτῶν προθεσμίαν οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτὸν ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. ἐνστάσης δὲ τῆς μάχης ὁ μὲν ἔχις πρὸς τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεσαν. καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτούς, εἴγε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ᾖδον. οἱ δὲ ἔφασαν πρὸς αὐτόν· ἀλλ' εὖ ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, ἀλλὰ διὰ φωνῆς συνέστηκεν.

   ὁ λόγος δηλοῖ, ὅτι ἔνθα χειρῶν χρεία ἐστίν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.

[93]

ΚΥΩΝ ΚΑΙ ΔΕΣΠΟΤΗΣ

[1]    ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει τῷ κυνὶ προσπαίζων· καὶ δὴ εἴποτε ἔξω δειπνοίη, ἐκόμιζέ τι αὐτῷ καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτισε τὸν δεσπότην. καὶ οὗτος ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.

   ὁ λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς ταὐτὰ πεφύκασιν.

[2b]    ανός τ]ις εἶχεν ὄνον κομίζοντα ἐν τῷ οἴκῳ αὐτοῦ τὰ πρὸς τὸν] β[‹ίον ἀναγκαῖ›α, ὃς ἀδιαλήπτως εἱστήκει ἐν τῷ οἴκῳ, καὶ κύνα. ὄντων δὲ] αὐτῶν ἐν τῷ οἴκῳ ὁ κύων ἔτρεχε παίζων [περὶ τῶν τοῦ δες]πότου ποδῶν καὶ τερπόμενος καὶ προσ[σαίνων. ὁ δὲ ὁρῶν τὰς φλυαρίας] τάσδε α̣ὐ̣τ̣ο̣ῦ̣ ἀγαλ‹λ›όμενος τὰ τοῦ [κυνὸς ἔχαιρε καὶ ἐπῄνες]εν αὐτόν. ταῦτα βλέπων ὁ ὄνος [ἠγανάκτει καὶ πρὸς ἑαυτ]ὸν ἐλογίζετο λέγων ὅτι· ἐγὼ με[τὰ πόνου μεγίστου κομίζω τ]ὸν οἶνον καὶ τὸ ὕδωρ καὶ πάντα [τὰ ἄλλα κακοπαθῶν. ὁ δὲ δεσπότης πό]τε παίζει μετ' ἐμοῦ; ψηλαφᾶται δὲ νωθέστατος ὢν ὁ κύ[ων ὅλην τὴν ἡμέραν.

   ... ἡμῶν τοῦτο

... μὴ εἶναί με

... τὴν ἐπα κης πο()

... τὴ ...

ει

... οδε ... αὐτῶ πέζων

... οχεθεὶς

... μας προ

ὁ δεσπότης] αὐτοῦ φοβηθείς, μή πως λακτίσῃ αὐτὸν καὶ ἀποστραφεὶς αὐτὸν λαβὼν βάκλον ἔτυψεν αὐτὸν δεινῶς.

   ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἀστειεύεσθαι ἀπρεπῶς, ἀλλὰ ἐν καιρῷ καὶ μὴ βλάπτων τινά.

[93]

ΟΝΟΣ ΠΑΙΖΩΝ

[1]    ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων· καὶ δή, εἴ ποτε ἔξω δειπνοίη, ἐκόμιζέ τι αὐτῷ καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτισεν αὐτόν. καὶ ὃς ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.

   ὁ λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς πάντα πεφύκασιν.

[3,delta]    ἄνθρωπός τις εἶχεν ὄνον κομίζοντα ἐν τῷ οἴκῳ αὐτοῦ τὰ πρὸς χρείαν. εἶχεν δὲ καὶ κύνα, ὃς ἀδιαλείπτως εἱστήκει ἐν τῷ οἴκῳ. ἐρχομένου δὲ αὐτοῦ ἐν τῷ οἴκῳ ὁ κύων ἔτρεχε παίζων ἔμπροσθεν αὐτοῦ πηδῶν καὶ τερπόμενος καὶ προσποιούμενος δάκνειν αὐτόν. αὐτὸς δὲ ἀγαλλόμενος τὰ τοῦ κυνὸς ἀθέρματα ἀντέπαιζεν αὐτόν. ταῦτα βλέπων ὁ ὄνος ἐφθόνει τὸν κύνα καὶ καθ' ἑαυτὸν ἐλογίζετο, λέγων ὅτι ἐγὼ μεγάλως κοπιῶ φέρων τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ καὶ πάντα τὰ πρὸς χρείαν, καὶ ὁ ἐμὸς δεσπότης οὐδέποτε παίζει μετ' ἐμοῦ, ἀλλ' οὐδ' ἐκολάκευέ με, ὁ δὲ κύων ἐσθίων καὶ καθεύδων ὅλην τὴν ἡμέραν καὶ μηδὲν ἐργαζόμενος φιλεῖται παρὰ τοῦ δεσπότου ἡμῶν. τοῦτο δέ ἐστιν ἐκ τῆς ἐμῆς ἀνοίας καὶ ἀπειρίας καὶ διὰ τὸ μὴ εἶναί με ἀστεῖον ὡς τὸν κύνα. ἀλλὰ νῦν κἀγὼ τῇ τοῦ κυνὸς γνώμῃ ἐπακολουθήσω καὶ ἀστεῖος γενήσομαι παίζων ἔμπροσθεν τοῦ δεσπότου μου. εὐφρανθήσεται γὰρ τῇ ἐμῇ παιδιᾷ καθάπερ καὶ τῇ τοῦ κυνός· τὸ γὰρ εὐτράπελον καὶ ἀστεῖον πᾶσιν ἀρέσκει. ταῦτα ἐλογίσατο καθ' ἑαυτὸν ὁ ὄνος, καὶ πρὸς ἑσπέραν ὁ οἰκοδεσπότης ἐλθὼν ἐν τῷ οἴκῳ ἔδραμεν ὁ κύων ἔμπροσθεν αὐτοῦ παίζων. καὶ ὁ ὄνος θεασάμενος τὸν κύνα καὶ φθόνῳ ἀσχέτῳ συσχεθεὶς ἔδραμε πηδῶν καὶ λακτίζων καὶ ψόφους ἀποτελῶν καὶ τοὺς ἐμπροσθίους πόδας ἀνατείνων ἐπάνω τοῦ κυρίου αὐτοῦ. ὁ δὲ κύριος αὐτοῦ φοβηθείς, μή πως λακτίσῃ αὐτόν, ἀποστραφεὶς αὐτόν, λαβὼν βάκλον ἔτυψεν αὐτὸν δεινῶς.

   ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἀστειεύεσθαι ἀπρεπῶς, ἀλλὰ ἐν καιρῷ, καὶ μὴ βλάπτων τινά.

[94]

ΚΥΝΕΣ ΔΥΟ

[1]    ἔχων τις δύο κύνας τὸν μὲν θηρεύειν ἐδίδασκε, τὸν δὲ οἰκουρὸν ἐποίησε. καὶ δή, εἴποτε ὁ θηρευτικὸς ἐξιὼν ἐπ' ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν ἐξιὼν παρ' ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς ἑαυτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν.

   οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν.

[3]    ἔχων τις δύο κύνας τὸν μὲν ἕτερον θηρεύειν ἐδίδαξε, τὸν δὲ λοιπὸν οἰκοφυλακεῖν. καὶ δή, εἴποτε ὁ θηρευτικὸς ἤγρευέ τι, καὶ ὁ οἰκουρὸς συμμετεῖχεν αὐτῷ τῆς θοίνης. ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ κἀκεῖνον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν καθ' ἑκάστην μοχθεῖ, ἐκεῖνος δὲ μηδὲν πονῶν τοῖς αὐτοῦ τρέφεται πόνοις, ὑπολαβὼν αὐτὸς εἶπεν· μὴ ἐμέ, ἀλλὰ τὸν δεσπότην μέμφου, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλὰ πόνους ἀλλοτρίους ἐσθίειν.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν νέων οἱ μηδὲν ἐπιστάμενοι οὐ μεμπτοί εἰσιν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.

[95]

ΕΧΙΣ ΚΑΙ ΡΙΝΗ

[1]    ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρ' αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. ἡ δὲ ὑποτυχοῦσα εἶπεν· ἀλλ' εὐήθης εἶ παρ' ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα.

   ὁ λόγος δηλοῖ, ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδαίνειν προσδοκῶντες.

[96]

ΠΑΤΗΡ ΚΑΙ ΘΥΓΑΤΕΡΕΣ

[1]    ἔχων τις δύο θυγατέρας τὴν μὲν κηπουρῷ ἐξέδωκε πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. χρόνου δὲ προελθόντος ἧκεν ὡς τὴν τοῦ κηπουροῦ καὶ ταύτην ἠρώτα, πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. τῆς δὲ εἰπούσης πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμβρος, ἵνα τὰ λάχανα ἀρδευθῇ, μετ' οὐ πολὺ παρεγένετο καὶ πρὸς τὴν τοῦ κεραμέως καὶ ὡσαύτως ἐπυνθάνετο, πῶς ἔχοι. τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε ἐπιμείνῃ καὶ λαμπρὸς ὁ ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν· ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξωμαι;

   οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομοίοις πράγμασιν ἐπιχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν.

[3]

μήτηρ καὶ θυγατέρες

   γυνή τις οὖσα θυγατέρων δυοῖν μήτηρ ἀνδράσι συνῆψε ταύτας, τὴν μὲν κηπωρῷ, θατέραν δὲ κεραμεῖ. ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην τά τε ἄλλα ὡμίλει καὶ πῶς ἂν ἔχοι διηρώτα. ἡ δὲ τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς, εὔχου δ' ὑετῶν ἡμῖν φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. ἐκεῖθεν δ' ἐξελθοῦσα πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. τοῖς δ' αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν, ὡς τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ' αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· [ἐὰν μὲν σὺ εὐδίαν ἐπιζητεῖς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποίᾳ ὑμῶν συνεύξομαι;

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς ἀνομοίοις πράγμασιν ἐπιχειροῦντες εἰκότως περὶ ἑκάτερα πταίουσιν.]

[97]

ΑΝΗΡ ΚΑΙ ΓΥΝΗ

[1]    ἔχων τις γυναῖκα πρὸς πάντας ἀργαλέαν τὸ ἦθος ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται. ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. μετὰ δὲ ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. τῆς δὲ εἰπούσης· οἱ βουκόλοι με καὶ οἱ ποιμένες ὑπεβλέποντο ἔφη πρὸς αὐτήν· ἀλλ', ὦ γύναι, εἰ τούτοις ἀπήχθου, οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες;

   οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.

[3]    ἔχων τις γυναῖκα πρὸς τοὺς κατ' οἶκον ἅπαντας ἀπεχθῶς ἔχουσαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας οὕτως διάκειται. διὸ δὴ καὶ μετ' εὐλόγου προφάσεως πρὸς τὸν αὐτῆς αὐτὴν ἀποστέλλει πατέρα. μετὰ δ' ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς πρὸς τοὺς ἐκεῖ διεγένετο. τῆς δὲ φαμένης ὡς οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο πρὸς αὐτὴν ἔφη· ἀλλ', ὦ γύναι, εἰ τούτοις ἀπεχθάνῃ, οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν συνδιέτριβες τὴν ἡμέραν;

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα κἀκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.

[98]

ΕΧΙΣ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    ἔχις ἐπὶ δέσμῃ ἀκανθῶν εἴς τινα ποταμὸν ἐφέρετο. ἀλώπηξ δὲ θεασαμένη αὐτὴν εἶπεν· ἄξιος τῆς νηὸς ὁ ναύκληρος.

   πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.

[99]

ΕΡΙΦΟΣ ΚΑΙ ΛΥΚΟΣ

[1]    ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο. ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι. ἀλλ' ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσομαι. αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου οἱ κύνες ἀκούσαντες κατεδίωκον τὸν λύκον. ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι.

   οὕτω οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.

[3]    ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο. ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· ὦ λύκε, ἐπεὶ πέπεισμαι, ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τῶν μέν, πρὸς ἃ πεφύκασιν, ἀμελοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν.

[100]

ΛΥΚΟΣ ΚΑΙ ΕΡΙΦΟΣ

[1]    ἔριφος ἐπί τινος δώματος ἑστὼς λύκον παριόντα ἐλοιδόρει. ὁ δὲ ἔφη πρὸς αὐτόν· οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ τόπος.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ καιροὶ διδόασι κατὰ τῶν ἀμεινόνων τὸ θάρσος.

[2]    ἔριφος ἐπί τινος δώματος ἑστὼς ἐπειδὴ λύκον εἶδεν παριόντα, ἐλοιδόρει αὐτόν. ὁ δὲ λύκος ἔφη· ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ τόπος.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι κατὰ τῶν ἀμεινόνων τὸ θράσος.

[3]    ἔριφος ἐπί τινος δώματος ἑστὼς ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν· ὁ δὲ λύκος ἔφη· οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ τόπος.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.

[100b]

ἀρνὸς καὶ λύκος

[1]    ἀρνὸς ἐφ' ὑψηλοῦ πύργου ἱστάμενος λύκον κάτωθεν παριόντα τὴν ὁδὸν ἔσκωπτε καὶ θηρίον κακὸν ἀπεκάλει καὶ αἱμοβόρον. ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ πύργος, ἐν ᾧ ἵστασαι.

   ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕβριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόβου ὑψηλοτέρων.

[101]

ΑΓΑΛΜΑΤΟΠΩΛΗΣ

[1]    Ἑρμῆν τις ξύλινον κατασκευάσας καὶ προσενεγκὼν εἰς ἀγορὰν ἐπώλει. μηδενὸς δὲ ὠνητοῦ προσιόντος ἐκκαλέσασθαί τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους τηρητικὸν πιπράσκει. τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ' αὐτοῦ ὠφελειῶν ἀπολαύειν; ἀπεκρίνατο· ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν.

   πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τῶν θεῶν περιφρονοῦντα.

[102]

ΖΕΥΣ, ΠΡΟΜΗΘΕΥΣ, ΑΘΗΝΑ, ΜΩΜΟΣ

[1]    Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες ὁ μὲν ταῦρον, Προμηθεὺς δὲ ἄνθρωπον, ἡ δὲ οἶκον Μῶμον κριτὴν εἵλοντο. ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι τοῦ ταύρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα, ἵνα βλέπῃ, ποῦ τύπτει, τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ, τί ἕκαστος κατὰ νοῦν ἔχει. τρίτον δὲ ἔλεγεν, ὡς ἔδει τὴν Ἀθηνᾶν τῷ οἴκῳ τροχοὺς ὑποθεῖναι, ἵνα, ἐὰν πονηρῷ τις παροικισθῇ γείτονι, ῥᾳδίως μεταβαίνῃ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν.

   ὁ λόγος δηλοῖ, ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον, ὃ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.

[103]

ΚΟΛΟΙΟΣ ΚΑΙ ΟΡΝΕΙΣ

[1]    Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ᾗ παραγενήσονται. κολοιὸς δὲ συνειδὼς ἑαυτῷ δυσμορφίαν περιιὼν τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ ἀνελάμβανε καὶ ἑαυτῷ περιῆπτεν. ὡς δὲ ἐνέστη ἡ ἡμέρα, ποικίλος γενόμενος ἧκε πρὸς τὸν Δία. μέλλοντος δὲ αὐτοῦ διὰ τὴν εὐπρέπειαν βασιλέα αὐτὸν χειροτονεῖν τὰ ὄρνεα ἀγανακτήσαντα περιέστη καὶ ἕκαστον τὸ ἴδιον πτερὸν ἀφείλετο. οὕτω τε συνέβη αὐτῷ ἀπογυμνωθέντι πάλιν κολοιὸν γενέσθαι.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται.

[2]    Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ᾗ παραγενήσονται πάντες, ὅπως τὸν ὡραιότατον πάντων καταστήσει ἐπ' αὐτοῖς βασιλέα. κολοιὸς δὲ συνιδὼν ἑαυτὸν δυσμορφίαν περικείμενον ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. συνέβη δὲ ἐκ τούτου εὐειδέστερον πάντων γενέσθαι. ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. τοῦ δὲ Διὸς μέλλοντος χειροτονεῖν αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλατο. καὶ ὁ κολοιὸς ἦν πάλιν κολοιός.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται μέχρις ἂν κατέχωσι τὰ ἀλλότρια χρήματα, δοκοῦσί τινες εἶναι. ἐπὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ὑπῆρχον πρότερον φαίνονται.

[1b]    πρόσταγμα παρὰ τοῦ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λουθῶσι καὶ θεάσει αὐτῶν τὴν καλλονήν. ὁ δὲ Ζεὺς τοῦτο τὸ δόγμα ἐπιθεὶς ἦλθον πάντα τὰ ὄρνεα λουθῆναι ἐν τῷ ποταμῷ· καὶ λουόμενα ἔπιπτον τὰ πτερὰ τῶν ὀρνέων. ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν ὁμοιωθῆναι [καὶ] τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις. †ἐκ τῶν πιπτόντων ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεβάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα. ἄνεμος δὲ φυσήσας ἔρριψε τὰ πτερὰ τοῦ κολοιοῦ καὶ πάλιν κολοιὸς τοῖς πᾶσιν ὤφθη καὶ ᾐσχύνθη κολοιὸς ἔκτοτε φανείς· †ἐκ τούτου οὐδεὶς ὅτι τῶν πλουσίων ἐμυήθη.

   ὅτι δεῖ τὸν καθ' ἕνα οἷος καὶ ὑπάρχει οὕτως καὶ φαίνεσθαι καὶ μὴ πένης ὢν φαίνεσθαι πλούσιος.

[104]

ΕΡΜΗΣ ΚΑΙ ΓΗ

[1]    Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῇ ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν γῆν καὶ δεῖξαι, ὅθεν ὀρύξαντες †σπήλαιον ποιήσουσιν. τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος ἡ Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη· ἀλλ' ὀρυσσέττωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὴν καὶ κλαίοντες ἀποδώσουσιν.

   πρὸς τοὺς ῥᾳδίως μὲν δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος.

[105]

ΕΡΜΗΣ

[1]    Ζεὺς Ἑρμῇ προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον χέαι. ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχεεν. ἐπεὶ δὲ μόνου τοῦ σκυτέως ὑπολειφθέντος πολὺ φάρμακον κατελείπετο, λαβὼν ὅλην τὴν θυίαν κατ' αὐτοῦ κατέχεεν. ἐκ τούτου συνέβη τοὺς τεχνίτας πάντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας.

   ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.

[3]    Ζεὺς Ἑρμῆν προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον ἐγχεῖν. ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχεεν. ἐπεὶ δὲ μόνου τοῦ σκυτέως ὑπολειφθέντος πολὺ κατελέλειπτο φάρμακον, ὅλην λαβὼν τὴν θυείαν ἐνέχεεν αὐτῷ. κἀκ τούτου συνέβη τοὺς τεχνίτας ἅπαντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας.

   ὁ μῦθος πρὸς ψευδολόγους τεχνίτας.

[106]

ΖΕΥΣ ΚΑΙ ΑΠΟΛΛΩΝ

[1]    Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον. τοῦ δὲ Ἀπόλλωνος ἐντείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος Ζεὺς τοσοῦτον διέβη, ὅσον Ἀπόλλων ἐτόξευσεν.

   οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσιν.

[107]

ΙΠΠΟΣ, ΒΟΥΣ, ΚΥΩΝ ΚΑΙ ΑΝΘΡΩΠΟΣ

[1]    Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν. ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος ὅτε ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύασε καὶ ἐνταῦθα διέτριβε. καὶ δή ποτε σφοδροῦ κρύους γενομένου καὶ τοῦ Διὸς ὕοντος ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον καὶ τούτου ἐδεήθη, ὅπως σκέπῃ αὐτόν. ὁ δ' οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν μέρος αὐτῷ δῷ. τοῦ δὲ ἀσμένως παραχωρήσαντος παρεγένετο μετ' οὐ πολὺ καὶ βοῦς οὐδ' αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξασθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα αὐτῷ παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. οὕτω τε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι, ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι, ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν, τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς τυγχάνειν.

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.

[108]

ΖΕΥΣ ΚΑΙ ΧΕΛΩΝΗ

[1]    Ζεὺς γαμῶν τὰ ζῷα πάντα εἱστία. μόνης δὲ χελώνης ὑστερησάσης διαπορῶν τὴν αἰτίαν τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς, διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε. τῆς δὲ εἰπούσης· οἶκος φίλος, οἶκος ἄριστος ἀγανακτήσας κατ' αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν.

   οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς οἰκεῖν ἢ παρ' ἄλλοις πολυτελῶς διαιτᾶσθαι.

[3]    Ζεὺς γάμους τελῶν πάντα τὰ ζῷα εἱστία. μόνης δὲ τῆς χελώνης ὑστερησάσης διαπορῶν τὴν αἰτίαν τῆς ὑστερήσεως ἐπυνθάνετο αὐτῆς, τίνος χάριν αὐτὴ ἐπὶ τὸ δεῖπνον οὐ παρεγένετο. τῆς δὲ εἰπούσης· οἶκος φίλος, οἶκος ἄριστος ἀγανακτήσας κατ' αὐτῆς κατεδίκασε τὸν οἶκον βαστάζουσαν περιφέρειν.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς παρ' ἑαυτοῖς ζῆν ἢ παρ' ἄλλοις πολυτελῶς.

[109]

ΖΕΥΣ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζῴων ἐνεχείρισε. βουλόμενος δὲ γνῶναι, εἰ τὴν τύχην μεταλλάξασα μετεβάλετο καὶ τὴν γλισχρότητα, φερομένης αὐτῆς ἐν φορείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο τῷ φορείῳ, ἀναπηδήσασα ἀκόσμως συλλαβεῖν αὐτὸν ἐπειρᾶτο. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀπεκατέστησεν.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάβωσι, τὴν γοῦν φύσιν οὐ μετατίθενται.

[110]

ΖΕΥΣ ΚΑΙ ΑΝΘΡΩΠΟΙ

[1]    Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῇ νοῦν αὐτοῖς ἐγχέαι· κἀκεῖνος μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχεε. συνέβη δὲ τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακροὺς ἅτε [μὴ] ἐφικομένου τοῦ ποτοῦ μέχρι γονάτων ‹μὲν›, μὴ δὲ εἰς πᾶν τὸ σῶμα ἀφρονεστέρους γενέσθαι.

   πρὸς ἄνδρα εὐμεγέθη μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον.

[111]

ΖΕΥΣ ΚΑΙ ΑΙΣΧΥΝΗ

[1]    Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. διόπερ ἀμηχανῶν, πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἀνηξιοπάθει, ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐπέκειτο, ἔφη· ἀλλ' ἔγωγε ἐπὶ ταύταις ταῖς ὁμολογίαις εἴσειμι ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθὺς ἐξελεύσομαι. ἀπὸ τούτου καὶ συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα μάχλον.

[3]    Ζεὺς πλάσας τοὺς ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις αὐτοῖς ἐνέθηκε, μόνην δ' ἐνθεῖναι τὴν αἰσχύνην ἐπελάθετο. διὸ καὶ μὴ ἔχων, πόθεν ἂν αὐτὴν εἰσαγάγῃ, διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν. ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγεν ἀναξιοπαθοῦσα. ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· ἀλλ' ἔγωγε ἐπὶ ταύταις εἰσέρχομαι ταῖς ὁμολογίαις ὡς ἂν Ἔρως μὴ εἰσέλθῃ. ἂν δ' εἰσέλθῃ, αὐτὴ ἐξελεύσομαι παραυτίκα. ἀπὸ δὴ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.

   ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ὑπ' ἔρωτος κατεχομένους ἀναισχύντους εἶναι συμβαίνει.

[112]

ΗΡΩΣ

[1]    ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων τούτῳ πολυτελῶς ἔθυεν. ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· ἀλλ', ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσῃς καὶ πένης γένῃ, ἐμὲ αἰτιάσῃ.

   οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.

[113]

ΗΡΑΚΛΗΣ ΚΑΙ ΠΛΟΥΤΟΣ

[1]    Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. καὶ δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι' ἣν πάντας τοὺς δαίμονας ἀσμένως προσαγορεύσας μόνον τὸν Πλοῦτον ὑποβλέπεται. ὁ δὲ εἶπεν· ἀλλ' ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι, ὅτι, παρ' ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα.

   ὁ λόγος λεχθείη ἂν ἐπ' ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.

[114]

ΜΥΡΜΗΞ ΚΑΙ ΚΑΝΘΑΡΟΣ

[1]    θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. κάνθαρος δὲ τοῦτον θεασάμενος ἐταλάνιζεν ὡς ἐπιπονώτατον, εἴγε παρ' αὐτὸν τὸν καιρὸν μοχθεῖ, παρ' ὃν τὰ ἄλλα ζῷα πόνων ἀφειμένα ῥαστώνην ἄγει. ὁ δὲ τότε μὲν ἡσύχαζεν, ὕστερον δέ, ὅτε χειμὼν ἐνέστη τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου ἐκλυθείσης ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαβεῖν δεόμενος. ὁ δὲ ἔφη πρὸς αὐτόν· ὦ κάνθαρε, εἰ τότε ἐπόνεις, ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου.

   οὕτως οἱ παρὰ τὰς εὐθηνίας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ μέγιστα δυστυχοῦσι.

[1b]

μύρμηξ καὶ τέττιξ

   ψῦχος ἦν καὶ χειμὼν κατ' Ὀλύμπου. μύρμηξ δὲ πολλὰς συνάξας ἐν ἀμητῷ ἐν ἰδίοις οἴκοις ἀπέθηκε. τέττιξ δὲ ἐπὶ τρώγλης ἐνδύνας ἐξέπνει τῇ πείνῃ λιμῷ κατεχόμενος καὶ ψύχει πολλῷ· ἐδεῖτο οὖν τοῦ μύρμηκος τροφῆς μεταδοῦναι, ὅπως καὶ αὐτὸς πυροῦ τινος γευσάμενος σωθείη. ὁ δὲ μύρμηξ πρὸς αὐτόν· ποῦ, φησίν, ἦς τῷ θέρει; πῶς οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ; καὶ ὁ τέττιξ φησί· ᾖδον καὶ ἔτερπον τοὺς ὁδοιποροῦντας. ὁ δὲ μύρμηξ γέλωτα πολὺν ‹αὐτῷ› καταχέας ἔφη· οὐκοῦν χειμῶνος ὀρχοῦ.

   διδάσκει ἡμᾶς ὁ μῦθος, ὅτι οὐδὲν κρεῖττον τοῦ φροντίζειν τῶν ἀναγκαίων τροφῶν καὶ μὴ ἀπασχολεῖσθαι εἰς τέρψιν καὶ κωμασίαν.

[3]    χειμῶνος ὥρᾳ τῶν σίτων βραχέντων οἱ μύρμηκες ἔψυχον. τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· διὰ τί τὸ θέρος οὐ συνῆγες τροφήν; ὁ δὲ εἶπεν· οὐκ ἐσχόλαζον ἀλλ' ᾖδον μουσικῶς. οἱ δὲ γελάσαντες εἶπον· ἀλλ' εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.

[115]

ΘΥΝΝΟΣ ΚΑΙ ΔΕΛΦΙΣ

[1]    θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκβρασθεὶς εἴς τινα ἠϊόνα. ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς αὐτῷ συνεξώσθη. καὶ ὁ θύννος ὡς ἐθεάσατο, ἐπιστραφεὶς πρὸς αὐτὸν λειποψυχοῦντα ἔφη· ἀλλ' ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα.

   ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας.

[2]    θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκπεσεῖν εἴς τινα νῆσον. ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς σὺν αὐτῷ εἰς τὴν νῆσον ἐξῆλθεν. ἐπιστραφεὶς δὲ ὁ θύννος καὶ τὸν δελφῖνα λειποψυχοῦντα θεασάμενος ἔφη· ἀλλ' ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος. ὁρῶ γὰρ καὶ τὸν αἴτιον τοῦ θανάτου μοι γεγονότα σὺν ἐμοὶ ἀποθνῄσκοντα.

   ὁ μῦθος δηλοῖ, ὅτι ῥᾳδίως φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι τοὺς αἰτίους τούτων δυστυχοῦντας.

[3]    θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ῥύμης ἐκπεσὼν εἴς τινα νῆσον. ὑπὸ δὲ τῆς ὁμοίας ῥύμης καὶ ὁ δελφὶν αὐτῷ συνεξώκειλεν. ὁ δὲ θύννος ἐπιστραφεὶς καὶ λειποψυχοῦντα τὸν δελφῖνα ἑωρακὼς εἶπεν· οὐκέτι μοι ὁ θάνατος λυπηρὸς ὁρῶντι τὸν αἴτιον γεγονότα μοι τούτου σὺν ἐμοὶ ἀποθνῄσκοντα.

   ὁ μῦθος δηλοῖ, ὅτι ῥᾳδίως τὰς συμφορὰς οἱ ἄνθρωποι φέρουσι τοὺς τούτων αἰτίους δυστυχοῦντας ὁρῶντες.

[116]

ΙΑΤΡΟΣ ΚΑΙ ΝΟΣΩΝ

[1]    ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε πρὸς τοὺς προπέμποντας ὡς, οὗτος ὁ ἄνθρωπος εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρι ἐκέχρητο, οὐκ ἂν ἀπέθανε. τούτων δέ τις ὑποτυχὼν ἔφη· ὦ οὗτος, ἀλλ' οὐ νῦν σε ἔδει ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ αὐτῷ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο.

   ὁ λόγος δηλοῖ, ὅτι δεῖ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

[2]    ἰατρός τις ἐπισκεπτόμενος ἄρρωστον συνέβη ἀποθανεῖν αὐτόν. ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· οὗτος ὁ ἄνθρωπος εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρῆτο, οὐκ ἂν ἀπέθανεν. τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη· ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο.

   ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

[3]    ἰατρὸς νοσοῦντα ἐθεράπευε. τοῦ δὲ νοσοῦντος ἀποθανόντος ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρῆτο, οὐκ ἂν ἐτεθνήκει. τῶν δὲ παρόντων ὑπολαβών τις ἔφη· ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο.

   ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

[117]

ΙΞΕΥΤΗΣ ΚΑΙ ΑΣΠΙΣ

[1]    ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν εἰς ἄγραν. θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην ταύτην συλλαβεῖν ἠβουλήθη. καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν ὅλος ὢν πρὸς τὸν ἀέρα τὸν νοῦν. τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας, ἥτις ἐπιστραφεῖσα †δὰξ εἰς αὐτὸν ἀνῆκεν. ὁ δὲ λειποψυχῶν ἔφη πρὸς ἑαυτόν· ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον.

   οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.

[2]    ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν πρὸς ἄγραν. θεασάμενος δὲ κίχλαν ἐπί τινος δένδρου ὑψηλοῦ καθημένην ταύτην συλλαβεῖν ἠβουλήθη καὶ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενίζων ἔβλεπε πρὸς τὸν ἀέρα. καὶ δὴ πρὸς τοὺς πόδας αὐτοῦ ἀσπὶς κοιμωμένη εὑρεθεῖσα ἐπάτησεν αὐτήν· ἡ δὲ στραφεῖσα ἔδακεν αὐτόν· ὁ δὲ λειποψυχῶν ἔφη μετὰ στεναγμοῦ· ἄθλιος ἐγώ, ὃς ἕτερον θηρεῦσαι βουλόμενος αὐτὸς ἠγρεύθην εἰς θάνατον.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοὺς πέλας ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ μεταστρέφεται ἐπ' αὐτοὺς ἡ κακία αὐτῶν.

[3]    ἰξευτὴς ἰξὸν ἀναλαβὼν καὶ καλάμους πρὸς ἄγραν ἐξῆλθεν. ἰδὼν δὲ κίχλαν ἐφ' ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις ἐπὶ μῆκος συνάψας ἄνω πρὸς αὐτὴν συλλαβεῖν βουλόμενος ἀφεώρα. καὶ δὴ λαθὼν ἔχιν κοιμωμένην ὑπὸ πόδας ἐπάτησε. τῆς δ' ὀργισθείσης καὶ δακούσης αὐτὸν ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε· δύστηνος ἐγώ, ἕτερον γὰρ θηρεῦσαι βουλόμενος αὐτὸς ὑφ' ἑτέρου ἠγρεύθην εἰς θάνατον.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πέλας ἐπιβουλεύοντες λανθάνουσι πολλάκις ὑφ' ἑτέρων τοῦτ' αὐτὸ πάσχοντες.

[118]

ΚΑΡΚΙΝΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    καρκίνος ἀναβὰς ἀπὸ τῆς θαλάσσης ἐπί τινος αἰγιαλοῦ ἐνέμετο. ἀλώπηξ δὲ λιμώττουσα ὡς ἐθεάσατο αὐτὸν [ἀποροῦσα τροφῆς], προσδραμοῦσα συνέλαβεν αὐτόν. ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη· ἀλλ' ἔγωγε δίκαια πέπονθα, ὅτι θαλάσσιος ὢν χερσαῖος ἠβουλήθην γενέσθαι.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

[3]    καρκίνος ἀπὸ τῆς θαλάττης ἀναβὰς ἐπί τινος ἐνέμετο τόπου. ἀλώπηξ δὲ λιμώττουσα ὡς ἐθεάσατο, προσελθοῦσα ἀνέλαβεν αὐτόν. ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη· ἀλλ' ἔγωγε δίκαια πέπονθα, ὃς θαλάττιος ὢν χερσαῖος ἐβουλήθην γενέσθαι.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλείποντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

[119]

ΚΑΜΗΛΟΣ ΚΑΙ ΖΕΥΣ

[1]    κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον φθονήσασα αὐτῷ ἠβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. διόπερ παραγενομένη πρὸς τὸν Δία τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.

   οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.

[120]

ΚΑΣΤΩΡ

[1]    κάστωρ ἐστὶ ζῷον τετράπουν ἐν λίμνῃ νεμόμενον. τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. καὶ δὴ εἴποτέ τις αὐτὸν θεασάμενος διώκει [ἐκτέμνειν βουλόμενος], εἰδώς, τίνος χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι χρώμενος πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι. ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτω τῆς σωτηρίας αὐτοῦ περιγίνεται.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται.

[2]    κάστωρ ἐστὶ τετράπους ἐν λίμναις νεμόμενος. τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. καὶ δὴ εἴποτέ τις αὐτὸν θεασάμενος διώκει, εἰδώς, τίνος χάριν διώκεται, φεύγει τῇ τῶν ποδῶν ταχύτητι χρώμενος πρὸς τὸ ὁλόκληρον ἑαυτὸν φυλάξαι. ἐπεὶ δ' ἂν περικατάληπτος γένηται, ἀποκόπτει τὰ ἑαυτοῦ αἰδοῖα καὶ ῥίπτει πρὸς αὐτὸν καὶ οὕτως τῆς σωτηρίας περιγίνεται.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς αὐτῶν σωτηρίας οὐδένα λόγον περὶ χρημάτων ποιοῦνται.

[3]    ὁ κάστωρ ζῷόν ἐστι τετράπουν ἐν λίμναις τὰ πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. οὗτος οὖν, ἐπειδὰν ὑπ' ἀνθρώπων διωκόμενος καταλαμβάνηται, γινώσκων, οὗ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας καὶ οὕτω σωτηρίας τυγχάνει.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται.

[121]

ΚΗΠΩΡΟΣ

[1]    κηπωρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι' ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα. ὁ δὲ ἔφη· ἡ γῆ τῶν μὲν μήτηρ, τῶν δὲ μητρυιά ἐστι.

   οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται· οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν.

[122]

ΚΗΠΩΡΟΣ ΚΑΙ ΚΥΩΝ

[1]    κηπωροῦ κύων εἰς φρέαρ ἔπεσεν. ὁ δὲ ἀνιμήσασθαι αὐτὸν βουλόμενος ἐκεῖ κατέβη. ὁ δὲ κύων ἀπορησάμενος ὡς προσῆλθεν αὐτῷ, οἰόμενος ὑπ' αὐτοῦ βαπτίζεσθαι, ἔδακεν αὐτόν. καὶ ὃς κακῶς διατεθεὶς ἔφη· ἀλλ' ἔγωγε ἄξια πέπονθα. τί γὰρ σοῦ ἑαυτὸν κατακρημνίσαντος τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην;

   πρὸς ἄνδρα ἀχάριστον καὶ τοὺς εὐεργέτας ἀδικοῦντα.

[3]    κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. ὁ δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. οἰηθεὶς δ' ὁ κύων, ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. ὁ δὲ μετ' ὀδύνης ἐπανιών· δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα;

   ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.

[123]

ΚΙΘΑΡΩΙΔΟΣ

[1]    κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων ἀντηχούσης αὐτῷ τῆς φωνῆς ἐνόμισεν ἑαυτὸν εὔφωνον εἶναι σφόδρα. καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν θεάτρῳ ἑαυτὸν ἐπιδοῦναι. ἀφικόμενος δὲ πρὸς τὸ ἐπιδείξασθαι καὶ πάνυ κακῶς ᾄδων λίθοις αὐτὸν ἐξώσαντες ἀπήλασαν.

   οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενός εἰσιν ἄξιοι.

[3]    κιθαρῳδὸς ἀφυὴς ἐν οἴκῳ κεκωνιαμένῳ συνήθως ᾄδων καὶ ἀντηχούσης αὐτῷ τῆς φωνῆς ᾠήθη σφόδρα εὔφωνος εἶναι. καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ θεάτρῳ ἑαυτὸν ἐπιδοῦναι. ἀφικόμενος δὲ ἐπιδείξασθαι καὶ κακῶς ᾄδων πάνυ λίθοις αὐτὸν ἐξώσαντες ἀπήλασαν.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν ταῖς σχολαῖς δοκοῦντες εἶναί τινες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοί εἰσιν.

[124]

ΚΛΕΠΤΑΙ ΚΑΙ ΑΛΕΚΤΡΥΩΝ

[1]    κλέπται εἴς τινα οἰκίαν εἰσελθόντες οὐδὲν ἄλλο εὗρον εἰ μὴ ἀλεκτρυόνα καὶ τοῦτον λαβόντες ἀπηλλάγησαν. ὁ δὲ μέλλων ὑπ' αὐτῶν θύεσθαι ἐδέετο, ὅπως αὐτὸν ἀπολύσωσι λέγων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείροντα. οἱ δὲ ἔφασαν· ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν.

   ὁ λόγος δηλοῖ, ὅτι μάλιστα τοῖς πονηροῖς ἠναντίωται, ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα.

[3]    κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν οὐδὲν εὗρον ὅτι μὴ ἀλεκτρυόνα καὶ τοῦτον λαβόντες ἀπῄεσαν. ὁ δὲ μέλλων ὑπ' αὐτῶν θύεσθαι ἐδεῖτο, ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. οἱ δὲ ἔφασαν· ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων κλέπτειν ἡμᾶς οὐκ ἐᾷς.

   ὁ μῦθος δηλοῖ, ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται, ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.

[125]

ΚΟΛΟΙΟΣ ΚΑΙ ΚΟΡΑΚΕΣ

[1]    κολοιὸς τῷ μεγέθει τῶν ἄλλων διαφέρων ὑπερφρονήσας τοὺς ὁμοφύλους παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. οἱ δὲ ἀμφιγνόντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. καὶ ὃς ἀπελαθεὶς ὑπ' αὐτῶν ἧκε πάλιν εἰς τοὺς κολοιούς. οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν. οὕτω τε συνέβη αὐτὸν τῆς ἐξ ἀμφοτέρων διαίτης στερηθῆναι.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιμπάνοντες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις εὐδοκιμοῦσι καὶ ὑπὸ τῶν ἰδίων ἀποστρέφονται.

[126]

ΚΟΡΑΞ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουλομένη τοῦ κρέως περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὅτι πρέπει αὐτὸν μάλιστα ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν γένοιτο, εἰ φωνὴν εἶχεν. ὁ δὲ παραστῆσαι αὐτῇ θέλων, ὅτι καὶ φωνὴν ἔχει, ἀποβαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων βασιλεῦσαι.

   πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.

[2]    κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουληθεῖσα τοῦ κρέατος περιγενέσθαι στᾶσα κάτωθεν ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη καὶ καλὸν ὄρνεον λέγουσα καὶ θηρευτικὸν καὶ εὔμορφον καὶ ὅτι ἁρμόζει σοι βασιλέα εἶναι ὀρνέων καὶ τοῦτο ἐκ παντὸς ἐγένετο ἄν, εἰ φωνὴν εἶχες. ἀλλ' ὦ ποῖον ὄρνεον καὶ ἄλαλον ὑπάρχεις. ὁ δὲ κόραξ ταῦτα ἀκούσας καὶ χαυνωθεὶς τοῖς ἐπαίνοις εὐθέως ῥίψας τὰ κρέα μεγάλα ἐκεκράγει. ἡ δὲ ἀλώπηξ δραμοῦσα ἔλαβε τὸ κρέας καὶ στραφεῖσα ἔφη αὐτῷ· ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σε λείπει.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα ὑπὸ τῶν κολάκων ἐπαίρεσθαι· πολλάκις γὰρ βλάβος αὐτοῖς ἐκ τούτων γίνεται.

[127]

ΚΟΡΩΝΗ ΚΑΙ ΚΟΡΑΞ

[1]    κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ' αὐτῶν μαρτυρεῖσθαι ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου καὶ στᾶσα μεγάλα ἐκεκράγει. τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων εἷς τις ὑποτυχὼν ἔφη· ἀλλ' ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστι, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.

[3]

   κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ δι' οἰωνῶν τοῖς ἀνθρώποις μαντεύεσθαι καὶ διὰ τοῦτο μαρτυρουμένῳ ὡς προλέγοντι τὸ μέλλον θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἔκραξεν. τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων ὑποτυχών τις ἔφη· ἀπίωμεν, ὦ οὗτοι· κορώνη γάρ ἐστιν, ἥτις κέκραγε καὶ οἰωνισμὸν οὐκ ἔχει.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἁμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.

[128]

ΚΟΛΟΙΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν. εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους προσέμενεν, ἕως σῦκα γένωνται. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρ' αὐτοῦ μαθοῦσα ἔφη· ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς.

   [πρὸς ἄνδρα φιλόνεικον.]

[129]

ΚΟΡΩΝΗ ΚΑΙ ΚΥΩΝ

[1]    κορώνη ‹Ἀθηνᾷ θύουσα› κύνα ἐφ' ἑστίασιν ἐκάλεσεν. ὁ δὲ ἔφη πρὸς αὐτήν· τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ, ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι· καὶ ἡ κορώνη ἀπεκρίνατο· ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ μοι.

   οὕτω πολλοὶ διὰ φόβον τοὺς πολεμίους εὐεργετεῖν οὐκ ὀκνοῦσι.

[3]    κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐπὶ ἑστίασιν ἐκάλει. ὁ δὲ πρὸς αὐτὴν ἔφη· τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ, ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν. καὶ ἡ κορώνη πρὸς αὐτόν· διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

[130]

ΚΟΡΑΞ ΚΑΙ ΟΦΙΣ

[1]    κόραξ τροφῆς ἀπορῶν ὡς ἐθεάσατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον τοῦτον καταπτὰς ἥρπασε. τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτὸν ἀποθνῄσκειν μέλλων ἔφη· ἀλλ' ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὗρον, ἐξ οὗ καὶ ἀπόλλυμαι.

   οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ' ἄνδρα, ὃς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσε.

[3]    κόραξ τροφῆς ἀπορῶν ὡς κατεῖδεν ἔν τινι εὐηλίῳ τόπῳ ὄφιν κοιμώμενον τοῦτον καταπτὰς ἥρπασε. τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτὸν ἀποθνῄσκειν μέλλων ἔφη· δείλαιος ἔγωγε, ὃς τοιοῦτον εὗρον ἕρμαιον, ἐξ οὗ καὶ ἀπόλλυμαι.

   ὁ μῦθος πρὸς ἄνδρα διὰ θησαυρῶν εὕρεσιν ἐπὶ σωτηρίᾳ κινδυνεύσαντα.

[131]

ΚΟΛΟΙΟΣ ΚΑΙ ΠΕΡΙΣΤΕΡΑΙ

[1]    κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας λευκάνας ἑαυτὸν ἧκεν ὡς τῆς αὐτῆς διαίτης μεταληψόμενος. αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι προσίεντο· ἐπειδὴ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα γνωρίσασαι αὐτοῦ τὴν φωνὴν ἐξήλασαν αὐτόν. καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς· κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ' αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν. οὕτω δὲ δυοῖν ἐπιτυχεῖν ζητῶν οὐδὲ μιᾶς ἔτυχεν.

   ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι λογιζομένους, ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν καὶ τὰ προσόντα ἀφαιρεῖται.

[3]    κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρεφομένας λευκάνας ἑαυτὸν ἦλθεν ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι προσίεντο. ἐπεὶ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα τὴν αὐτοῦ γνοῦσαι φύσιν ἐξήλασαν παίουσαι. καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆκε πρὸς τοὺς κολοιοὺς πάλιν. κἀκεῖνοι διὰ τὸ χρῶμα αὐτὸν οὐκ ἐπιγνόντες τῆς μετ' αὐτῶν διαίτης ἀπεῖρξαν, ὥστε δυοῖν ἐπιθυμήσαντα μηδετέρας τυχεῖν.

   ὁ μῦθος δηλοῖ, ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι λογιζομένους, ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.

[132]

ΚΟΙΛΙΑ ΚΑΙ ΠΟΔΕΣ

[1]    κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. παρ' ἕκαστα δὲ τῶν ποδῶν λεγόντων, ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· ἀλλ', ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν προσλάβωμαι, οὐδὲ ὑμεῖς βαστάζειν δυνήσεσθε.

   οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων μηδέν ἐστι τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατιῶται ἄριστα φρονῶσι.

[133]

ΚΟΛΟΙΟΣ ΦΥΓΑΣ

[1]    κολοιόν τις συλλαβὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λίνῳ τῷ ἑαυτοῦ παιδὶ ἔδωκεν. ὁ δὲ οὐχ ὑπομείνας τὴν μετὰ ἀνθρώπων δίαιταν ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκε εἰς τὴν ἑαυτοῦ καλιάν. περιειληθέντος δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις ἀναπτῆναι μὴ δυνάμενος, ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· ἀλλ' ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας.

   οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ' ἐκείνων τῶν ἀνθρώπων, οἵτινες μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ πεσόντες.

[3]    κολοιόν τις συλλαβὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λίνῳ τῷ ἑαυτοῦ παρέδωκε παιδί. ὁ δὲ μὴ ὑπομείνας τὴν παρ' ἀνθρώποις δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχεν, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. περιειληθέντος δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις ἀποπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλε, πρὸς ἑαυτὸν ἔφη· δείλαιος ἔγωγε, ὃς τὴν παρ' ἀνθρώποις μὴ ὑπομείνας δουλείαν ἔλαθον ἐμαυτὸν τῆς ζωῆς στερήσας.

   ὁ μῦθος δηλοῖ, ὅτι τινὲς ἔσθ' ὅτε μετρίων κινδύνων ἑαυτοὺς βουλόμενοι ῥύσασθαι εἰς μείζους περιπίπτουσιν.

[134]

ΚΥΩΝ ΚΑΙ ΜΑΓΕΙΡΟΣ

[1]    κύων εἴς τι μαγειρεῖον εἰσελθοῦσα τοῦ μαγείρου ἀσχολουμένου καρδίαν ἁρπάσασα ἔφυγεν. ὁ δὲ ἐπιστραφεὶς ὡς ἐθεάσατο αὐτήν, ἔφη· ἀλλ', ὦ αὕτη, ὅπου ἂν ᾖς, φυλάξομαί σε. ...

   ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.

[2]    κύων εἰς μαγειρεῖον εἰσελθὼν καὶ τοῦ μαγείρου ἀσχολουμένου καρδίαν ἁρπάσας ἔφυγεν. ὁ δὲ μάγειρος ἐπιστραφεὶς ὡς ἐθεάσατο αὐτὸν φεύγοντα, ἔφη· ὦ οὗτος, ὅπου δ' ἂν εἶ, φυλάξομαί σοι. οὐ γὰρ ἀπ' ἐμοῦ καρδίαν εἴληφας, ἀλλ' ἔμοιγε καρδίαν δέδωκας.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τῶν ἀνθρώπων μαθήματα γίνονται.

[3]    κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ τοῦ μαγείρου ἀσχολουμένου καρδίαν ἁρπάσας ἔφυγεν. ὁ δὲ μάγειρος ἐπιστραφεὶς ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· ὦ οὗτος, ἴσθι, ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε. οὐ γὰρ ἀπ' ἐμοῦ καρδίαν εἴληφας, ἀλλ' ἐμοὶ καρδίαν δέδωκας.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.

[135]

ΚΥΩΝ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    κύων θηρευτικὸς λέοντα ἰδὼν τοῦτον ἐδίωκεν· ὡς δὲ ἐπιστραφεὶς ἐκεῖνος ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας;

   ὁ λόγος λεχθείη ἂν ἐπ' ἀνδρῶν αὐθάδων, οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν.

[2]    κύων θηρευτικὸς λέοντα ἰδὼν τοῦτον ἐδίωκεν. ἐπιστραφεὶς δὲ ὁ λέων καὶ βρυχησάμενος ὁ κύων φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη ἔφη· ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗτινος οὐδὲ τὸν βρυγμὸν ἤνεγκας;

   ὁ μῦθος πρὸς ἄνδρας αὐθάδεις, οἵτινες πρὸς δυνάστας συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀναφανῶσιν, εὐθέως οὗτοι φεύγουσιν.

[136]

ΚΥΩΝ ΚΡΕΑΣ ΦΕΡΟΥΣΑ

[1]    κύων κρέας ἔχουσα ποταμὸν διέβαινε· θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος ὑπέλαβεν ἑτέραν κύνα εἶναι μεῖζον κρέας ἔχουσαν. διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. συνέβη δὲ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι μηδὲν ἦν, τοῦ δέ, διότι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη.

   πρὸς ἄνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος.

[2]    κύων κρέας φέρων ποταμὸν διέβαινε. θεασάμενος δὲ τὴν ἑαυτοῦ σκιὰν κατὰ τοῦ ὕδατος ὑπέλαβεν ἕτερον κύνα εἶναι μεῖζον κρέας κατέχοντα καὶ ἀφεὶς τὸ ἴδιον ὥρμησε τὸ ἐκείνου λαβεῖν. συνέβη δὲ αὐτὸν ἀπολέσαι ἀμφότερον, τὸ μέν, διότι οὐδὲν ἦν, τὸ δέ, ὅτι ὃ κατεῖχεν ὑπὸ τοῦ ῥεύματος κατεσύρη.

   ὁ μῦθος πρὸς τοὺς πλεονεκτοῦντας, οἵτινες πλειοτέρων ἐπιθυμοῦσιν καὶ ἃ ἔχουσιν ἀπολοῦσιν.

[137]

ΚΥΩΝ ΚΑΙ ΛΥΚΟΣ

[1]    κύων πρὸ ἐπαύλεώς τινος ἐκοιμᾶτο· λύκος δὲ τοῦτον θεασάμενος καὶ συλλαβὼν οἷός τε ἦν καταφαγεῖν. ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτὸν λέγων· νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός. μέλλουσι δέ μου οἱ δεσπόται γάμους ἄγειν. ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον καταθοινήσεις με. ὁ δὲ πεισθεὶς αὐτῷ τότε μὲν ἀπέλυσε, μεθ' ἡμέρας δὲ ὀλίγας ἐλθὼν ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον, κατεκάλει πρὸς αὐτὸν ὑπομιμνῄσκων τῶν ὁμολογιῶν. ὁ δὲ ὑποτυχὼν ἔφη· ἀλλ', ὦ λύκε, ἐὰν αὖθίς με πρὸ τῆς ἐπαύλεως κοιμώμενον ἴδῃς, μηκέτι γάμους ἀναμείνῃς.

   οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσι, ταῦτα ὕστερον φυλάττονται.

[2]    κύων πρὸ ἐπαύλεώς τινος ἐκοιμᾶτο· λύκος δὲ τοῦτον θεασάμενος δραμὼν ἐπ' αὐτὸν καὶ λαβόμενος ἔμελλε φαγεῖν. ὁ δὲ κύων ἐδέετο αὐτοῦ, ὅπως τὸ παρὸν μὴ θύσῃ αὐτόν, λέγων· νῦν μέν, ὦ κύριέ μου, λεπτός εἰμι καὶ ἰσχνὸς καὶ πτωχός. ἀλλὰ μικρὸν ἀνάμεινόν μοι. μέλλουσι γὰρ οἱ ἐμοὶ δεσπόται γάμους ποιῆσαι, καὶ ἐὰν ἄρτι ἐάσῃς με, φαγὼν περισσότερον λιπαρώτερος γενήσομαι καὶ τότε κρείσσων σοι φανήσομαι. ὁ δὲ πεισθεὶς αὐτῷ τότε μὲν κατέλιπεν αὐτόν, μεθ' ἡμέρας δὲ ὀλίγας ἐλθὼν ἐζήτει αὐτὸν καὶ εὑρίσκει αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον. ὁ δὲ σταθεὶς κάτω ἐπεκαλεῖτο αὐτὸν ὑπομιμνῄσκων αὐτῷ τὰς συνθήκας. ὑπολαβὼν δὲ ὁ κύων ἔφη αὐτῷ· ὦ λύκε, ἐὰν ἀπὸ τοῦ νῦν πρὸ τῆς ἐπαύλεως ἴδῃς με, μηκέτι γάμους ἀναμείνῃς.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσιν, ὕστερον ταῦτα φυλάττονται.

[3]    κύων πρὸ ἐπαύλεως ἐκάθευδε. λύκου δὲ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι· νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός. ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι. ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ' ἡμέρας δ' ἐπανελθὼν εὗρε ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. καὶ ὁ κύων· ἀλλ', ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.

[138]

ΚΥΝΕΣ ΛΙΜΩΤΤΟΥΣΑΙ

[1]    κύνες λιμώττουσαι ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι συνέθεντο ἀλλήλαις, ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσιν, εἶθ' οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. συνέβη δὲ αὐτὰς πινούσας διαρραγῆναι ‹πρὶν› ἢ τῶν βυρσῶν ἐφικέσθαι.

   οὕτως ἔνιοι τῶν ἀνθρώπων δι' ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρῶτον καταναλισκόμενοι ἢ ὧν βούλονται περιγενόμενοι.

[139]

ΚΥΩΝ ΚΑΙ ΛΑΓΩΟΣ

[1]    κύων θηρευτικὸς λαγωὸν συλλαβὼν τοῦτον ποτὲ μὲν ἔδακνε ποτὲ δὲ αὐτοῦ τὰ χείλη περιέλειχεν. ὁ δὲ ἀπαυδήσας ἔφη πρὸς αὐτόν· ἀλλ', ὦ οὗτος, παῦσαί με δάκνων ἢ καταφιλῶν, ἵνα γνῶ, πότερον ἐχθρὸς ἢ φίλος μου καθέστηκας.

   πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος.

[140]

ΚΩΝΩΨ ΚΑΙ ΤΑΥΡΟΣ

[1]    κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου, εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. ὁ δὲ ὑποτυχὼν ἔφη· ἀλλ' οὔτε, ὅτε ἦλθες, ἔγνων οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι.

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι.

[141]

ΚΑΡΥΑ

[1]    καρύα παρά τινα ὁδὸν πεφυκυῖα καὶ ὑπὸ τῶν παριόντων λίθοις βαλλομένη στενάξασα πρὸς ἑαυτὴν εἶπεν· ἀθλία ἔγωγέ εἰμι, ἥτις κατ' ἐνιαυτὸν ἐμαυτῇ ὕβρεις καὶ λύπας προφέρω.

   ὁ λόγος πρὸς τοὺς ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς λυπουμένους.

[142]

ΚΑΜΗΛΟΣ

[1]    κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχεῖσθαι εἶπεν· ἀλλ' οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος ἀλλὰ καὶ περιπατοῦσα.

   ὁ λόγος ἁρμόδιος παντὶ ἀνδρὶ τῷ ἐν τοῖς ἔργοις ἀπρέπειαν ἔχοντι.

[2]    κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι ἔφη· ἐγὼ οὐ μόνον ὀρχουμένη ἄσχημος ἀλλὰ καὶ περιπατοῦσα.

   ὁ μῦθος πρὸς πᾶν ἔργον ἀπρέπειαν ἔχον.

[143]

ΛΑΓΩΟΙ ΚΑΙ ΒΑΤΡΑΧΟΙ

[1]    λαγωοὶ καταγνόντες ἑαυτῶν δειλίαν ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνόν, ᾧ λίμνη ὑπέκειτο, οἱ ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν. εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς τοὺς ἑτέρους· ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοὺ γάρ, εὕρηνται καὶ ἡμῶν δειλότερα ζῷα.

   οὕτω καὶ τοῖς ἀνθρώποις αἱ τῶν ἄλλων συμφοραὶ τῶν ἰδίων δυστυχημάτων παραμυθίαι γίνονται.

[3,gamma]    οἱ λαγωοὶ συναχθέντες ἑαυτοῖς εἶπον· ἀβίωτός ἐστιν ἡμῶν ὁ βίος. καὶ γὰρ ἀετοί τε καὶ κύνες τε καὶ ἄνδρες ὡς οὐδὲν πάντες καταπονοῦσιν ἡμᾶς. βέλτιόν ἐστιν ἡμᾶς ῥῖψαι ἐν τῇ λίμνῃ καὶ πνιγῆναι. ταῦτ' οὖν εἰπόντες ἀπῄεσαν ἐν λίμνῃ. οἱ δὲ ἐπὶ ταῖς ὄχθαις τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν αὑτοὺς ἐν λίμνῃ ἐκ τοῦ φόβου. εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους· στῆτε, φίλοι, καὶ μὴ ἑαυτοὺς ἀποπνίξωμεν. εἰσὶ γὰρ καὶ ἄλλα ζῷα, ὡς ὁρᾶτε, δειλότερα ἡμῶν.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἑαυτὸν ἀπογινώσκειν δι' εὐτέλειαν σώματος [ἢ πλούτου], ἀλλὰ παρηγορεῖν ἑαυτόν.

[3]    οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον, ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως. καὶ γὰρ ὑπ' ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται. βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ βίου τρέμειν. τοῦτο τοίνυν κυρώσαντες ὥρμησαν κατὰ ταὐτὸν εἰς τὴν λίμνην ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων τῶν λαγωῶν τις ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων ἔφη· στῆτε, ἑταῖροι· μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε. ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ' ἐστὶ ζῷα δειλότερα.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται.

[144]

ΛΑΡΟΣ ΚΑΙ ΙΚΤΙΝΟΣ

[1]    λάρος ἰχθὺν καταπιὼν διαρραγέντος αὐτοῦ τοῦ φάρυγγος ἐπὶ τῆς ἠιόνος νεκρὸς ἔκειτο. ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη· ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸς γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ.

   οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιβαλλόμενοι εἰκότως δυστυχοῦσιν.

[145]

ΛΕΩΝ ΚΑΙ ΓΕΩΡΓΟΣ

[1]    λέων ἐρασθεὶς θυγατρὸς γεωργοῦ ταύτην ἐμνηστεύσατο. ὁ δὲ μὴ ἐνδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων μηδὲ ἀρνήσασθαι διὰ τὸν φόβον δυνάμενος τοιοῦτόν τι ἐπενόησεν. ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν, ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερα ὑπομείναντος ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτόν, ῥοπάλοις αὐτὸν παίων ἐξήλασεν.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ ῥᾳδίως τοῖς ἐχθροῖς πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται, οἷς πρότερον φοβεροὶ καθεστήκεσαν.

[2]    λέων ἐρασθεὶς θυγατρὸς γεωργοῦ ταύτην μνηστευθῆναι ἐβούλετο. ἐπέκειτο οὖν ἐκβιάζων τὸν πατέρα αὐτῆς. ὁ δὲ πατὴρ αὐτῆς ἔλεγε μὴ ἐκδοῦναι θηρίῳ τὴν ἑαυτοῦ θυγατέρα. ὁ οὖν λέων ἠπείλει αὐτῷ. ὁ δὲ μὴ δυνάμενος διὰ τὸν φόβον ἀναβάλλεσθαι ἐπενόησε ἐμφρόνως καί φησι πρὸς τὸν λέοντα· οὐ δύναμαί σοι ἐκδοῦναι τὴν ἐμὴν θυγατέρα, ἐὰν μὴ τοὺς ὀδόντας καὶ τοὺς ὄνυχάς σου ἐκτίλῃς. ταῦτα γὰρ ἡ κόρη δέδοικεν. ὁ δὲ εὐθέως διὰ τὸν ἔρωτα ἑκάτερα ῥᾳδίως ἐξέβαλε καὶ ἀπελθὼν κατὰ τὸ σύνηθες ἐζήτει τὴν κόρην. ὁ δὲ γεωργὸς καταφρονήσας αὐτοῦ ῥοπάλοις αὐτὸν ἐδίωξεν.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς ἐχθροῖς ἑαυτοὺς καταπιστεύοντες εὐάλωτοι τούτοις γίνονται.

[146]

ΛΕΩΝ ΚΑΙ ΒΑΤΡΑΧΟΣ

[1]    λέων ἀκούσας βατράχου κεκραγότος ἐπεστράφη πρὸς τὴν φωνὴν οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ αὐτῷ μικρὸν χρόνον ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν εἰπών· μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας.

   πρὸς ἄνδρα γλωσσαλγῆ οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον.

[2]

   λέων ἀκούσας βατράχου μέγα κεκραγότος ἐστράφη πρὸς τὴν φωνὴν οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ μικρὸν ὡς ἐθεάσατο τοῦτον ἀπὸ τῆς λίμνης ἐξελθόντα προσελθὼν κατεπάτησεν αὐτὸν εἰπών· μηδεὶς πρὸ τοῦ ἰδεῖν ταρασσέσθω ὑπό τινος.

   ὁ μῦθος πρὸς ἄνδρας γλωσσώδεις, οἵτινες μηδὲν πλέον τοῦ λαλεῖν δύνανται.

[3]    λέων ἀκούσας ποτὲ βατράχου μέγα βοῶντος ἐπεστράφη πρὸς τὴν φωνὴν οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ μικρὸν ὡς εἶδεν αὐτὸν προελθόντα τῆς λίμνης, προσελθὼν αὐτὸν κατεπάτησεν.

   ὁ μῦθος δηλοῖ μὴ δεῖν πρὸ τῆς ὄψεως δι' ἀκοῆς μόνης ταράττεσθαι.

[147]

ΛΕΩΝ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    λέων γηράσας καὶ μὴ δυνάμενος δι' ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι' ἐπινοίας τοῦτο πρᾶξαι. καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο τὸν νοσοῦντα καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν εἰς ἐπίσκεψιν ζῷα συλλαμβάνων κατήσθιε. πολλῶν δὲ θηρίων καταναλωθέντων ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο καὶ στᾶσα ἄπωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ, πῶς ἔχοι. τοῦ δὲ εἰπόντος· κακῶς καὶ τὴν αἰτίαν ἐρομένου, δι' ἣν οὐκ εἴσεισιν, ἔφη· ἀλλ' ἔγωγε εἰσῆλθον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός.

   οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσι.

[2]    λέων γηράσας καὶ μὴ δυνάμενος διαρκέσαι ἑαυτῷ εἰς τροφὴν ἔγνω δι' ἐπινοίας τι πρᾶξαι. καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. παραγενόμενα οὖν τὰ ἄλλα ζῷα πρὸς αὐτὸν ἐπισκέψεως χάριν συλλαμβάνων κατήσθιεν αὐτά. πολλῶν οὖν θηρίων ἀναλωθέντων ἀλώπηξ τὸ τέχνασμα τούτου γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ· πῶς ἔχεις; τοῦ δὲ εἰπόντος καλῶς, δι' ἣν δὲ αἰτίαν [φησὶ ὁ λέων], ὦ σύντεκνε, οὐκ εἰσέρχῃ ἐνθάδε ἔσω; ἡ ἀλώπηξ ἔφη· ὅτι ὁρῶ, κύριέ μου, πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντων δὲ οὐδενός.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.

[3]    λέων γηράσας καὶ μὴ δυνάμενος διαρκέσαι αὑτῷ εἰς τροφὴν ἔγνω δι' ἐπινοίας τι πρᾶξαι. καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. παραγενόμενα οὖν τὰ ζῷα ἐπισκέψεως χάριν συλλαμβάνων κατήσθιεν αὐτά. πολλῶν οὖν ζῴων ἀναλωθέντων ἀλώπηξ τὸ τέχνασμα τοῦτο γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἐπυνθάνετο, πῶς ἔχει. τοῦ δὲ εἰπόντος κακῶς καὶ τὴν αἰτίαν πυνθανομένου, δι' ἣν οὐκ εἰσέρχεται, ἡ ἀλώπηξ ἔφη· ὅτι ὁρῶ ἴχνη πολλῶν εἰσιόντων, ὀλίγων δὲ ἐξιόντων.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.

[148]

ΛΕΩΝ ΚΑΙ ΤΑΥΡΟΣ

[1]    λέων ταύρῳ παμμεγέθει ἐπιβουλεύων ἐβουλήθη δόλῳ αὐτοῦ περιγενέσθαι. διόπερ πρόβατον τεθυκέναι φήσας πρὸς ἑστίασιν αὐτὸν ἐκάλεσε βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητάς τε πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου, δι' ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη· ἀλλ' ἔγωγε οὐ μάτην τοῦτο ποιῶ. ὁρῶ γὰρ παρασκευὴν οὐχ ὡς εἰς πρόβατον, ἀλλ' εἰς ταῦρον ἡτοιμασμένην.    ὁ λόγος δηλοῖ, ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσι.

[2]    λέων ταύρῳ παμμεγέθει ἐπιβουλεύων ἠβουλήθη αὐτοῦ περιγενέσθαι. καὶ δὴ προσκαλεσάμενος ὁ λέων τὸν ταῦρον ἔφη πρὸς αὐτόν· πρόβατον ἔθυσα, ὦ φίλε, καὶ εἰ βούλει, σήμερον συνεστιαθῶμεν ὁμοῦ. ἠβούλετο δὲ ὁ λέων μετὰ τὸ κατακλιθῆναι καταθοινήσασθαι τὸν ταῦρον. ὁ δὲ ταῦρος ἐλθὼν ἐθεάσατο λέβητας πολλοὺς καὶ ὀβελίσκους μεγάλους, πρόβατον δὲ οὐδαμοῦ. ταῦτα οὖν ἰδὼν ὁ ταῦρος ἐξῆλθεν. τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν μαθεῖν θέλοντος ἔφη ὁ ταῦρος· οὐ μάτην ἐκφεύγω, ὦ λέων. ὁρῶ γὰρ κατασκευὴν οὐχ ὡς εἰς πρόβατον, ἀλλ' εἰς ταῦρον ἡτοιμασμένην.

   ὁ μῦθος δηλοῖ, ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν.

[149]

ΛΕΩΝ ΚΑΙ ΓΕΩΡΓΟΣ

[1]    λέων εἰς ἔπαυλιν γεωργοῦ εἰσῆλθεν· ὁ δὲ συλλαβεῖν αὐτὸν βουλόμενος τὴν αὐλιαίαν θύραν ἔκλεισε. καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. καὶ ὁ γεωργὸς φοβηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἀνέῳξεν. ἀπαλλαγέντος δὲ τοῦ λέοντος ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν· ἀλλὰ σύ γε δίκαια πέπονθας· τί γὰρ συγκλεῖσαι τοῦτον ἠβουλήθης, ὃν καὶ μακρόθεν σε ἔδει τρέμειν;

   οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἑαυτῶν πλημμελείας ὑπομένουσι.

[150]

ΛΕΩΝ ΚΑΙ ΔΕΛΦΙΣ

[1]    λέων ἔν τινι αἰγιαλῷ πλαζόμενος ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, τοῦτον ἐπὶ συμμαχίαν παρεκάλεσε λέγων, ὅτι ἁρμόζει μάλιστα φίλους αὐτοὺς καὶ βοηθοὺς γενέσθαι· ὁ μὲν γὰρ τῶν θαλαττίων ζῴων, αὐτὸς δὲ τῶν χερσαίων βασιλεύει. τοῦ δὲ ἀσμένως ἐπινεύσαντος ὁ λέων μετ' οὐ πολὺν χρόνον μάχην ἔχων πρὸς ταῦρον ἄγριον ἐπεκαλεῖτο τὸν δελφῖνα ἐπὶ βοήθειαν. ὡς δὲ ἐκεῖνος καίπερ βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἠδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. ὁ δὲ ὑποτυχὼν εἶπεν· ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν, ἥτις με θαλάσσιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιβῆναι.

   ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους, οἳ ἐν κινδύνοις παρεῖναι ἡμῖν δύνανται.

[151]

ΛΕΩΝ ΦΟΒΗΘΕΙΣ ΜΥΝ

[1]    λέοντος κοιμωμένου μῦς τῷ στόματι διέδραμεν. ὁ δὲ ἐξαναστὰς πανταχοῦ περιειλίττετο ζητῶν τὸν προσεληλυθότα. ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὢν ἐφοβήθη μῦν. καὶ ὃς ἀπεκρίνατο· οὐ τὸν μῦν ἐφοβήθην, ἀλλὰ κατὰ τῆς τόλμης αὐτοῦ τὴν ὀργὴν ἔχω.

   [ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.]

[151]   λέων ποτὲ καύματος ὥραν ἔν τινι σπηλαίῳ ἀνεπαύετο. μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος ταραχθεὶς ἐξαναστὰς φοβερὸν ἀπέβλεπεν. ἀλώπεκος δὲ καταγελώσης εἶπεν· οὐ τὸν μῦν ἐφοβήθην, ἀλλὰ †τὴν πεῖραν.

   ὁ λόγος δηλοῖ, ὅτι τοῖς γενναίοις ἀπειρία χεῖρόν ἐστι τοῦ κολάζεσθαι.

[152]

ΛΕΩΝ ΚΑΙ ΑΡΚΤΟΣ

[1]    λέων καὶ ἄρκτος ἐλάφου νεβρὸν εὑρόντες περὶ τούτου ἐμάχοντο. δεινῶς δὲ ὑπ' ἀλλήλων διατεθέντες ἐπειδὴ ἐσκοτώθησαν, ἡμιθανεῖς ἔκειντο. ἀλώπηξ δὲ παριοῦσα ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸν δὲ νεβρὸν ἐν μέσῳ κείμενον, ἀραμένη αὐτὸν διὰ μέσου αὐτῶν ἀπηλλάττετο. οἱ δὲ ἐξαναστῆναι μὴ δυνάμενοι ἔφασαν· ἄθλιοι ἡμεῖς, εἴ γε ἀλώπεκι ἐμοχθοῦμεν.

   ὁ λόγος δηλοῖ, ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται, οἳ τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀποφερομένους.

[2]

   λέων καὶ ἄρκτος σέλαν βούνευρον εὑρόντες περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ' ἀλλήλων διατεθέντες ἐπειδὴ ἐκ τῆς πολλῆς μάχης ἐσκοτίσθησαν, ἔκειντο ἡμιθανεῖς. ἀλώπηξ δὲ παριοῦσα ὡς ἐθεάσατο αὐτοὺς πεπτωκότας, τὸ δὲ βούνευρον ἐν μέσῳ κείμενον, εἰσελθοῦσα διὰ μέσου αὐτῶν καὶ ἀραμένη τοῦτο δρομαίως ᾤχετο. οἱ δὲ ἰδόντες αὐτὴν καὶ ἀναστῆναι μὴ δυνάμενοι εἶπον· ἄθλιοι ἡμεῖς, ὅτι δι' ἀλώπεκα ἐμοχθοῦμεν.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κόπον καὶ μόχθον ὑφίστανται εἰς ἑτέρων κέρδος.

[3,gamma]    λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ' ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης καὶ ἔκειντο ἡμιθανεῖς. ἀλώπηξ δὲ παριοῦσα καὶ θεασαμένη πεπτωκότας καὶ τὸ βρῶμα κείμενον ἐν μέσῳ ἄρασα τοῦτο δρομαίως ᾤχετο. οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι εἶπον· ἄθλιοι ὄντως ἡμεῖς, ὅτι δι' ἀλώπεκα ἐμαχόμεθα.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.

[3]    λέων καὶ ἄρκτος βουνεύρῳ περιτυχόντες περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ' ἀλλήλων διατεθέντες ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι ἀπαυδήσαντες ἔκειντο. ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸ βούνευρον ἐν τῷ μέσῳ κείμενον τοῦτο διὰ μέσου ἀμφοῖν διαδραμοῦσα καὶ ἁρπάσασα φεύγουσα ᾤχετο. οἱ δὲ βλέποντες μὲν αὐτήν, μὴ δυνάμενοι δὲ ἀναστῆναι· δείλαιοι ἡμεῖς, εἶπον, ὅτι δι' ἀλώπεκα ἐμοχθοῦμεν.

   ὁ μῦθος δηλοῖ, ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν.

[153]

ΛΕΩΝ ΚΑΙ ΛΑΓΩΟΣ

[1]    λέων περιτυχὼν λαγωῷ κοιμωμένῳ τοῦτον ἔμελλε καταφαγεῖν. μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν ἀφεὶς τὸν λαγωὸν ἐκείνην ἐδίωκεν. ὁ μὲν οὖν ἀπὸ τῶν ψόφων ἐξαναστὰς ἔφυγεν· ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν. εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· ἀλλ' ἔγωγε δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶν βορὰν ἐλπίδα μείζονα προὔκρινα.

   οὕτως ἔνιοι τῶν ἀνθρώπων μετρίοις κέρδεσι μὴ ἀρκούμενοι λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.

[154]

ΛΕΩΝ, ΟΝΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι ἐξῆλθον εἰς ἄγραν. πολλὴν δὲ ‹θήραν› αὐτῶν συλλαβόντων ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς. τοῦ δὲ τρεῖς μοίρας ποιήσαντος καὶ ἐκλέξασθαι αὐτῷ παραινοῦντος ὁ λέων ἀγανακτήσας [ἁλλόμενος] κατεθοινήσατο αὐτὸν καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. ἡ δὲ πάντα εἰς μίαν μερίδα συναθροίσασα καὶ μικρὰ ἑαυτῇ ὑπολιπομένη παρῄνει αὐτῷ ἑλέσθαι. ἐρομένου δὲ αὐτὴν τοῦ λέοντος, [καὶ] τίς αὐτὴν οὕτω διανέμειν ἐδίδαξεν, ἡ ἀλώπηξ εἶπεν· αἱ τοῦ ὄνου συμφοραί.

   ὁ λόγος δηλοῖ, ὅτι σωφρονισμὸς γίνεται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

[2]    λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. πολλὴν οὖν θήραν συλλαβόντες προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτήν. τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος ἐκλέξασθαι παρῄνει αὐτοῖς. ὁ δὲ λέων ἀγανακτήσας κατεθοινήσατο τὸν ὄνον· εἶτα προσέταξε τῇ ἀλώπεκι μοιράσαι. ἡ δὲ εἰς μίαν μερίδα ἅπαντα συνῆξε καταλιποῦσα μικρὰν καὶ οὐδαμινὴν μερίδα ἑαυτῇ. ὁ δὲ λέων ἔφη· ὦ αὕτη, τίς σε οὕτως διανέμειν ἐδίδαξεν; ἡ δὲ ἀλώπηξ ἔφη· ἡ τοῦ ὄνου συμφορά.

   ὁ μῦθος δηλοῖ, ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις γίνονται τὰ τῶν πέλας δυστυχήματα.

[3]    λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. πολλῆς οὖν θήρας συλληφθείσης προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς. ὁ δὲ τρεῖς μερίδας ποιησάμενος ἐκ τῶν ἴσων ἐκλέξασθαι τούτους προὐτρέπετο. καὶ ὁ λέων θυμωθεὶς τὸν ὄνον κατέφαγεν. εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. ἡ δ' εἰς μίαν μερίδα πάντα σωρεύσασα ἑαυτῇ βραχύ τι κατέλιπεν. καὶ ὁ λέων πρὸς αὐτήν· τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν; ἡ δ' εἶπεν· ἡ τοῦ ὄνου συμφορά.

   ὁ μῦθος, ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

[155]

ΛΕΩΝ ΚΑΙ ΜΥΣ

[1]    λέοντος κοιμωμένου μῦς τῷ σώματι ἐπέδραμεν· ὁ δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν οἷός τε ἦν καταθοινήσασθαι. τοῦ δὲ δεηθέντος μεθεῖναι αὐτὸν καὶ λέγοντος, ὅτι σωθεὶς χάριτας αὐτῷ ἀποδώσει, γελάσας ἀπέλυσεν αὐτόν. συνέβη δὲ αὐτὸν μετ' οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι. ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγῶν κάλῳ ἐπεδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ' ἐμοῦ ἀμοιβὴν κομιεῖσθαι, νῦν δ' εὖ ἴσθι, ὅτι ἔστι καὶ παρὰ μυσὶ χάρις.

   ὁ λόγος δηλοῖ, ὅτι ἐν καιρῶν μεταβολαῖς καὶ οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.

[156]

ΛΕΩΝ ΚΑΙ ΟΝΟΣ

[1]    λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι ἐξῆλθον ἐπὶ θήραν. γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον, ἐν ᾧ ἦσαν ἄγριαι αἶγες, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας ‹τὰς αἶγας› παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἐνήλατό τε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος ἐξελθὼν ἐκεῖνος ἐπυνθάνετο αὐτοῦ, εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας εὖ ἐδίωξεν. ὁ δὲ εἶπεν· ἀλλὰ εὖ ἴσθι, ὅτι κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα.

   οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσι.

[157]

ΛΗΙΣΤΗΣ ΚΑΙ ΣΥΚΑΜΙΝΟΣ

[1]    λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας ἐπειδὴ ὑπὸ τῶν παρατυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ᾑμαγμένος ἔφυγε. τῶν δὲ ἄντικρυς ὁδευόντων πυνθανομένων αὐτοῦ, τίνι μεμολυσμένας ἔχει τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου καταβεβηκέναι. καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαβόμενοι εἴς τινα συκάμινον αὐτὸν ἐσταύρωσαν. ἡ δὲ συκάμινος ἔφη· ἀλλ' ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γάρ, ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου.

   οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπό τινων ὡς φαῦλοι διαβάλλωνται, κατ' αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσι.

[158]

ΛΥΚΟΙ ΚΑΙ ΠΡΟΒΑΤΑ

[1]    λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάσσοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρ' αὐτῶν τοὺς κύνας λέγοντες, ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσι καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται. τὰ δὲ πρόβατα μὴ προορώμενα τὸ μέλλον ἐξέδωκαν τοὺς κύνας. καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν.

   οὕτω καὶ τῶν πόλεων αἱ τοὺς δημηγόρους ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι.

[159]

ΛΥΚΟΣ ΚΑΙ ΙΠΠΟΣ

[1]    λύκος κατά τινα ἄρουραν ὁδεύων κριθὰς εὗρε· μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι καταλιπὼν ἀπῄει. ἵππῳ δὲ συντυχὼν τοῦτον ἐπὶ τὴν ἄρουραν ἐπήγαγε λέγων, ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπεὶ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει. καὶ ὁ ἵππος ὑποτυχὼν εἶπεν· ἀλλ', ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροί, κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται.

[160]

ΛΥΚΟΣ ΚΑΙ ΑΡΗΝ

[1]    λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα τοῦτον ἠβουλήθη μετ' εὐλόγου αἰτίας καταθοινήσασθαι. διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πίνειν αὐτὸν μὴ ἐῶντα. τοῦ δὲ λέγοντος, ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν αὐτῷ ἑστῶτι κατωτέρω ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας. εἰπόντος δὲ ἐκείνου μηδέπω τότε γεγενῆσθαι ὁ λύκος ἔφη πρὸς αὐτόν· ἐὰν οὖν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐ κατέδομαι;

   ὁ λόγος δηλοῖ, ὅτι οἷς ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ' αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.

[161]

ΛΥΚΟΣ ΚΑΙ ΕΡΩΔΙΟΣ

[1]    λύκος καταπιὼν ὀστοῦν περιῄει ζητῶν τὸν ἰασόμενον. περιτυχὼν δὲ ἐρωδιῷ τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐξελεῖν. κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὸν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε καὶ τὸν ὡμολογημένον μισθὸν ἀπῄτει. ὁ δὲ ὑποτυχὼν εἶπεν· ὦ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σῴαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς;

   ὁ λόγος δηλοῖ, ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσίας ἀμοιβὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ' αὐτῶν.

[162]

ΛΥΚΟΣ ΚΑΙ ΑΙΞ

[1]    λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνοῦ νεμομένην ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, παρῄνει αὐτὴν κατωτέρω καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων, ὡς καὶ ὁ λειμὼν καὶ ἡ πόα παρ' αὐτῷ φαιδροτάτη. ἡ δὲ πρὸς αὐτὸν ἔφη· ἀλλ' οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς.

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροί, ὅταν παρὰ τοῖς εἰδόσιν πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.

[163]

ΛΥΚΟΣ ΚΑΙ ΓΡΑΥΣ

[1]    λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. ὡς δὲ ἐγένετο κατά τινα ἔπαυλιν, ἀκούσας γραὸς παιδὶ κλαίοντι ἀπειλουμένης, ἐὰν μὴ παύσηται, βαλεῖν αὐτὸν τῷ λύκῳ, προσέμενεν οἰόμενος ἀληθεύειν αὐτήν. ἑσπέρας δὲ γενομένης ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγένετο, ἀπαλλαττόμενος ἔφη· ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν.

   οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώπους, οἳ τοῖς λόγοις ἀκόλουθα τὰ ἔργα οὐκ ἔχουσιν.

[2]    λύκος λιμώττων περιῄει ζητῶν τροφήν. γενομένου δὲ αὐτοῦ κατά τινα τόπον ἤκουσε παιδίον κλαυθμυρίζον καὶ γραὸς λεγούσης αὐτῷ καὶ ἀπειλουμένης· παῦσαι τοῦ κλαίειν, μήπως τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. οἰόμενος δὲ ὁ λύκος, ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ὥραν ἐκδεχόμενος. ὡς δὲ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος, ὦ τέκνον, ἵνα φονεύσωμεν αὐτόν. καὶ ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν.

   ὁ μῦθος πρὸς ἀνθρώπους, οἵ τινες τὰ ἔργα οὐκ ἔχουσι κατὰ τοὺς λόγους.

[3]    λύκος λιμώττων περιῄει ζητῶν τροφήν. γενόμενος δὲ κατά τινα τόπον ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λεγούσης αὐτῷ· παῦσαι τοῦ κλαίειν· εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. οἰόμενος δὴ ὁ λύκος, ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. ὡς δὲ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν.

   ὁ μῦθος πρὸς ἀνθρώπους, οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.

[164]

ΛΥΚΟΣ ΚΑΙ ΠΡΟΒΑΤΟΝ

[1]    λύκος τροφῆς κεκορεσμένος ἐπειδὴ ἐθεάσατο πρόβατον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος, ὅτι διὰ τὸν ἑαυτοῦ φόβον πέπτωκε, προσελθὼν παρεθάρσυνεν αὐτὸ λέγων, ὡς, ἐὰν τρεῖς αὐτῷ λόγους ἀληθεῖς εἴπῃ, ἀπολύσει αὐτό. ‹τὸ› δὲ ἀρξάμενον ἔλεγε πρῶτον μὲν μὴ βούλεσθαι αὐτῷ περιτυχεῖν, δεύτερον δέ, εἰ ἄρα τοῦτο εἵμαρτο, τυφλῷ, τρίτον δέ· κακοὶ κακῶς ἀπόλοισθε πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ' ἡμῶν κακὸν πολεμεῖτε ἡμᾶς. καὶ ὁ λύκος ἀποδεξάμενος αὐτοῦ τὸ ἀψευδὲς ἀπέλυσεν αὐτό.

   ὁ λόγος δηλοῖ, ὅτι πολλάκις ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.

[165]

ΛΥΚΟΣ ΚΑΙ ΠΟΙΜΗΝ

[1]    λύκος ἀκολουθῶν ποίμνῃ προβάτων οὐδὲν ἠδίκει. ὁ δὲ ποιμὴν κατὰ μὲν ἀρχὰς ἐφυλάττετο αὐτὸν ὡς πολέμιον καὶ δεδοικὼς παρετηρεῖτο. ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐδὲν ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα ἐννοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρ' αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλείω διέφθειρεν. ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην ἔφη· ἀλλ' ἔγωγε δίκαια πέπονθα· τί γὰρ λύκῳ πρόβατα ἐπίστευον;

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις τὰς παρακαταθήκας ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται.

[166]

ΛΥΚΟΣ ΚΑΙ ΠΡΟΒΑΤΟΝ

[1]    λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐβέβλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος. καὶ δὴ θεασάμενος πρόβατον τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραρρέοντος ποταμοῦ. ἐὰν γὰρ σύ μοι, φησί, ποτὸν δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω. τὸ δὲ ὑποτυχὸν ἔφη· ἐὰν ποτόν σοι ἐγὼ ἐπιδώσω, σὺ καὶ τροφῇ μοι χρήσῃ.

   πρὸς ἄνδρα κακοῦργον δι' ὑποκρίσεως ἐνεδρεύοντα ὁ λόγος εὔκαιρος.

[3]    λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων ἐβέβλητο. τροφῆς δὲ ἀπορῶν θεασάμενος πρόβατον ἐδεῖτο ποτὸν ἐκ τοῦ παραρρέοντος αὐτῷ ποταμοῦ κομίσαι. εἰ γὰρ σύ μοι, φησί, δώσεις ποτόν, ἐγὼ τροφὴν ἐμαυτῷ εὑρήσω. τὸ δὲ ὑποτυχὸν ἔφη· ἀλλ' ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ.

   ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον δι' ὑποκρίσεως ἐνεδρεύοντα.

[167]

ΛΕΑΙΝΑ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    λέαινα ὀνειδιζομένη ὑπ' ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν ἔφη· ἀλλὰ λέοντα.

   ὁ λόγος δηλοῖ, ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει, ἀλλ' ἐν ἀρετῇ.

[2]    λέαινα ὀνειδιζομένη ὑπ' ἀλώπεκος ἐπὶ τοῦ διὰ παντὸς ἕνα τίκτειν ἔφη· ἀλλὰ λέοντα.

   ὁ μῦθος δηλοῖ, ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει, ἀλλ' ἐν ἀρετῇ.

[168]

ΛΥΚΟΣ ΚΑΙ ΑΡΝΙΟΝ

[1]    λύκος ἀρνίον ἐδίωκεν, τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. προκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος, ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· ἀλλ' αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ διαφθαρῆναι.

   ὁ λόγος δηλοῖ, ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν, κρείττων ἐστὶ ὁ μετὰ δόξης θάνατος.

[169]

ΛΑΓΩΟΙ ΚΑΙ ΑΛΩΠΕΚΕΣ

[1]    λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. αἱ δὲ ἔφασαν· ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν, τίνες ἦτε καὶ τίσι πολεμεῖτε.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι.

[3]    λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. αἱ δὲ ἔφασαν· ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν, τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς κρείττοσι φιλονεικοῦντες τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι.

[170]

ΜΑΝΤΙΣ

[1]    μάντις ἐπὶ τῆς ἀγορᾶς καθεζόμενος ἠργυρολόγει. ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος, ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ἀπῄει δρομαῖος τὸ γεγονὸς ὀψόμενος. τῶν δὲ παρατυχόντων τις θεασάμενος εἶπεν· ὦ οὗτος, σὺ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος τὰ σαυτοῦ οὐ προεμαντεύου;

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους, οἳ τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντες τῶν μηδὲν προσηκόντων προνοεῖσθαι πειρῶνται.

[2]    μάντις ἐπὶ τῆς ἀγορᾶς καθεζόμενος ἠργυρολόγει. ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος, ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀναπεπτασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ἀπῄει δρομαίως τὸ γεγονὸς ὀψόμενος. τῶν δὲ ὑποτυχόντων τις θεασάμενος εἶπεν· ὦ οὗτος, ὁ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγειλάμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους, οἳ τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντες τῶν μηδὲν προσηκόντων προνοῆσαι πειρῶνται.

[3]    μάντις ἐπ' ἀγορᾶς καθήμενος διελέγετο. ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος, ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ δρομαῖος ᾔει. τρέχοντα δέ τις αὐτὸν θεασάμενος ὦ οὗτος, εἶπεν, ὁ τἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;

   ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι πειρωμένους.

[171]

ΠΑΙΣ ΚΑΙ ΚΟΡΑΞ

[1]    μαντευομένης τινὸς περὶ τοῦ ἑαυτῆς παιδὸς νηπίου ὄντος οἱ μάντεις προέλεγον, ὅτι ὑπὸ κόρακος ἀναιρεθήσεται. διόπερ φοβουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε φυλαττομένη, μὴ ὑπὸ κόρακος ἀναιρεθῇ. καὶ διετέλει τεταγμέναις ὥραις ἀναπεταννῦσα καὶ τὴν ἐπιτηδείαν αὐτῷ τροφὴν παρεχομένη. καί ποτε ἀνοιξάσης αὐτῆς καὶ τὸ πῶμα ἐπιθείσης ὁ παῖς ἀπροφυλάκτως παρέκυψε. οὕτω τε συνέβη τῆς λάρνακος τὸν κόρακα κατὰ τοῦ βρέγματος κατενεχθέντα ἀποκτεῖναι αὐτόν.

   ὁ λόγος δηλοῖ, ὅτι τὸ πεπρωμένον ἀπαρεγχείρητόν ἐστι.

[172]

ΜΕΛΙΣΣΑΙ ΚΑΙ ΖΕΥΣ

[1]    μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος ἧκον πρὸς τὸν Δία καὶ τούτου ἐδέοντο, ὅπως ἰσχὺν παράσχηται αὐταῖς παιούσαις τοῖς κέντροις τοὺς προσιόντας τοῖς κηρίοις ἀναιρεῖν. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποβαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στερίσκεσθαι.

   οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἄνδρας βασκάνους, οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσι.

[173]

ΜΗΝΑΓΥΡΤΑΙ

[1]    μηναγύρται ὄνον ἔχοντες τούτῳ εἰώθεσαν τὰ σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν. καὶ δήποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου ἐκδείραντες αὐτὸν ἐκ τοῦ δέρματος τύμπανα κατεσκεύασαν καὶ τούτοις ἐχρῶντο. ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν, ποῦ ἂν εἴη ὁ ὄνος, ἔφασαν τεθνηκέναι μὲν αὐτόν, πληγὰς δὲ τοσαύτας λαμβάνειν, ὅσας οὐδὲ ζῶν ὑπέμεινεν.

   οὕτω καὶ τῶν οἰκετῶν ἔνιοι καίπερ τῆς δουλείας ἀφειμένοι τῶν δουλικῶν ἀρχῶν οὐκ ἀπαλλάττονται.

[174]

ΜΥΕΣ ΚΑΙ ΓΑΛΑΙ

[1]    μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. ἀεὶ δὲ οἱ μύες ἡττώμενοι ἐπεὶ συνῆλθον εἰς ταὐτόν, ὑπέλαβον, ὅτι δι' ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐκλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν. οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων εἶναι κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. ἐνστάσης δὲ τῆς μάχης συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὰς ὀπὰς καταφεύγοντες ῥᾳδίως εἰσέδυνον, οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν συλλαμβανόμενοι κατησθίοντο.

   ὅτι πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία γίνεται.

[1b]    γαλαῖ καὶ μύες ἄσπονδον εἶχον μάχην. οἱ δὲ μύες δόρατα καὶ ἅρματα ἐξ ἀχύρων λαβόντες συνεκρότησαν τὸν πόλεμον αἱ δὲ γαλαῖ ὥρμησαν κατ' αὐτῶν. οἱ δὲ μύες βουλόμενοι εἰς τὰς τρυμαλιὰς εἰσελθεῖν ἔχοντες τὰ ξύλα τῶν ἀχύρων καὶ μὴ δυνάμενοι κρυβῆναι διεφθάρησαν ὑπὸ τῶν γαλῶν.

   ὅτι ἀδυνατῶν τις οὐ δεῖ συγκροτεῖν πολέμους.

[175]

ΜΥΡΜΗΞ

[1]    μύρμηξ ὁ νῦν τὸ πάλαι ἄνθρωπος ἦν, καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. ὁ δὲ Ζεὺς ἀγανακτήσας κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον, ὃ καλεῖται μύρμηξ. ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετεβάλετο. μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς ‹τῶν› ἁλώνων πυρούς τε καὶ κριθὰς συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροί, κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐ μετατίθενται.

[3]    μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν καὶ τῇ γεωργίᾳ διηνεκῶς προσέχων οὐ τοῖς ἰδίοις ἠρκεῖτο πόνοις, ἀλλὰ καὶ τοὺς τῶν γειτόνων καρποὺς ὑφῃρεῖτο. ὁ δὲ Ζεὺς ἀγανακτήσας ἐπὶ τῇ τούτου πλεονεξίᾳ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον, ὃ μύρμηξ καλεῖται. ὁ δὲ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε. μέχρι γὰρ τοῦ νῦν τὰς ἀρούρας περιιὼν τοὺς τῶν ἑτέρων πόνους συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φύσει πονηροί, κἂν τὰ μάλιστα τὸ εἶδος μεταβληθῶσι, τὸν τρόπον οὐ μεταβάλλονται.

[176]

ΜΥΡΜΗΞ ΚΑΙ ΠΕΡΙΣΤΕΡΑ

[1]    μύρμηξ διψήσας κατελθὼν εἴς τινα πηγὴν βουλόμενος πιεῖν ἀπεπνίγετο. περιστερὰ δὲ ἐν τῷ παρεστηκότι δένδρῳ κλάσασα φύλλον ἔβαλε, δι' οὗ ἐπιβὰς ὁ μύρμηξ ἐσώθη. ἰξευτὴς δέ τις παραστὰς καὶ συνθεὶς τοὺς καλάμους τὴν περιστερὰν λαβεῖν ἤθελεν. ὁ δὲ μύρμηξ ἔδακεν εἰς τὸν πόδα τοῦ ἰξευτοῦ· ὁ δὲ σείσας τοὺς καλάμους ἐποίησε τὴν περιστερὰν φυγεῖν.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ ὑπ' ἀσθενῶν ἐστί τις εὔκαιρος βοήθεια.

[2]    μύρμηξ διψήσας κατελθὼν εἰς τὴν πηγὴν καὶ βουλόμενος πιεῖν ἀπεπνίγετο. περιστερὰ δὲ ἐν τῷ παρεστηκότι δένδρῳ καθεζομένη ἐθεάσατο αὐτὸν καὶ κόψασα κλάδον ἔρριψεν εἰς τὴν πηγὴν καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι' αὐτοῦ. ἰξευτὴς δέ τις παραγενόμενος συνθεὶς τοὺς καλάμους τὴν περιστερὰν συλλαβεῖν ἠβούλετο. ὁ δὲ μύρμηξ θεασάμενος ἔδακε τὸν πόδα τοῦ ἰξευτοῦ. ὁ δὲ ἀλγήσας καὶ σείσας τοὺς καλάμους ἐποίησε φυγεῖν τὴν περιστεράν.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τὰ ἄλογα ζῷα αἴσθησιν ἔχει· δεῖ οὖν καὶ ἡμᾶς τοὺς εὐεργέτας ἀμείβεσθαι.

[3]    μύρμηξ διψήσας κατελθὼν εἰς πηγὴν παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος ἀπεπνίγετο. περιστερὰ δὲ τοῦτο θεασαμένη κλῶνα δένδρου περιελοῦσα εἰς τὴν πηγὴν ἔρριψεν· ἐφ' οὗ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. τοῦτο δ' ὁ μύρμηξ ἑωρακὼς τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔρριψε καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν.

   ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.

[177]

ΜΥΙΑ

[1]    μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· ἀλλ' ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι μέλει.

   ὁ λόγος, ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ.

[2]    μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρεῶν ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη· ἀλλ' ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι καὶ θνῃσκούσῃ οὐ μέλει μοι.

   ὁ μῦθος δηλοῖ, ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ.

[178]

ΝΑΥΑΓΟΣ ΚΑΙ ΘΑΛΑΣΣΑ

[1]    ναυαγὸς ἐκβρασθεὶς εἰς τὸν αἰγιαλὸν διὰ τὸν κόπον ἐκοιμᾶτο. μετὰ μικρὸν δὲ ἐξαναστὰς ὡς ἐθεάσατο τὴν θάλασσαν, ἐμέμφετο αὐτῇ, ὅτι γε δελεάζουσα τοὺς ἀνθρώπους τῇ πραΰτητι τῆς ὄψεως, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἀπαγριουμένη διαφθείρει. ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν· ἀλλ', ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους. ἐγὼ μὲν γὰρ φύσει τοιαύτη εἰμί, ὁποίαν καὶ νῦν με ὁρᾷς· οἱ δὲ αἰφνίδιόν μοι ἐμπίπτοντες κυματοῦσι καὶ ἐξαγριαίνουσιν.

   ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας ἐπαιτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας.

[179]

ΝΕΟΣ ΑΣΩΤΟΣ ΚΑΙ ΧΕΛΙΔΩΝ

[1]    νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα ἱματίου μόνου αὐτῷ περιλειφθέντος ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ὀφθεῖσαν, οἰόμενος ἤδη θέρος εἶναι ὡς μηκέτι δεόμενος τοῦ ἱματίου καὶ τοῦτο φέρων ἀπημπόλησεν. ὕστερον δὲ χειμῶνος ἐπιλαβόντος καὶ σφοδροῦ τοῦ κρύους γενομένου περιιὼν ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν ἐρριμμένην, ἔφη πρὸς αὐτήν· ὦ αὕτη, σὺ κἀμὲ καὶ σὲ ἀπώλεσας.

   ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπισφαλές ἐστιν.

[2]    νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα ἱματίου μόνον καταλειφθέντος αὐτῷ εἶδε χελιδόνα παρὰ καιρὸν ὀφθεῖσαν καὶ θέρος εἶναι νομίσας μηκέτι δεόμενος τοῦ ἱματίου τοῦτο φέρων ἐπώλησεν. μετὰ μικρὸν δὲ χειμῶνος καὶ ψύχους σφοδροῦ γενομένου ἐπειδὴ εἶδε τὴν χελιδόνα φερομένην ὑπὸ τῶν ὑδάτων νεκράν, ἔφη· ὦ αὕτη, σὺ κἀμὲ καὶ σεαυτὴν ἀπώλεσας.

   ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπικίνδυνόν ἐστι.

[180]

ΝΟΣΩΝ ΚΑΙ ΙΑΤΡΟΣ

[1]    νοσῶν τις καὶ ἐπερωτώμενος ὑπὸ τοῦ ἰατροῦ, πῶς διετέθη, πλέον τοῦ δέοντος ἱδρωκέναι ἔφη· ὁ δὲ ἀγαθὸν τοῦτο ἔλεγεν. ἐκ δευτέρου δὲ ἐρωτώμενος, πῶς ἔχει, ἔφη φρίκῃ συνεχόμενος διατετινάχθαι· ὁ δὲ καὶ τοῦτο ἀγαθὸν ἔφασκεν. τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, ἔφη ὑδέρῳ περιπεπτωκέναι· κἀκεῖνος ἀγαθὸν καὶ τοῦτο ἔφη εἶναι. τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου, πῶς ἔχει, ἔφη· ἐγὼ ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα.

   οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ' οἷς αὐτοὶ παρ' ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν.

[2]    νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐπερωτώμενος, πῶς ἐτηρήθη, ἔφη πλέον τοῦ δέοντος ἱδρωκέναι· ὁ δὲ ἀγαθὸν τοῦτο εἶναι ἔφη. ἐκ δευτέρου δὲ ἐρωτηθεὶς παρ' αὐτοῦ· πῶς ἔχεις; ἔφη· φρίκῃ συσχεθεὶς σφοδρῶς διετινάχθην. ὁ δὲ καὶ τοῦτο ἀγαθὸν φήσας εἶναι ἐκ τρίτου ἐρωτηθεὶς παρ' αὐτοῦ· πῶς ἐτηρήθης; ἔφη· ὑδρείᾳ περιπέπτωκα, κἀκεῖνος πάλιν ἀγαθὸν τοῦτο ἔφησε. μετὰ ταῦτα τῶν οἰκείων τις ἐρωτήσας αὐτόν· πῶς ἔχεις; ἔφη· ἐγώ, ἀδελφέ, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων θέλουσι κατὰ χάριν λέγειν, ἃ μάλιστα αὐτοὶ δυσχεραίνουσι.

[3]    νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος, ὅπως διετηρήθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι. ὁ δὲ ἀγαθὸν ἔφη τοῦτ' εἶναι. ἐκ δευτέρου δὲ παρ' αὐτοῦ πάλιν ἐρωτηθείς, ὅπως ἔσχε, φρίκῃ συσχεθεὶς εἶπε σφοδρῶς διατετινάχθαι. ὁ δὲ καὶ τοῦτ' ἀγαθὸν ἔφησεν εἶναι. ἐκ δὲ τρίτου αὖθις ἐρωτηθείς, ὅπως διεγένετο, εἶπεν ὑδέρῳ περιπεπτωκέναι. ὁ δὲ καὶ τοῦτο πάλιν ἀγαθὸν εἶπεν εἶναι. εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος, ὅπως ἔχει, ἐγώ, εἶπεν, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι.

   ὁ μῦθος δηλοῖ, ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.

[181]

ΝΥΚΤΕΡΙΣ ΚΑΙ ΒΑΤΟΣ ΚΑΙ ΑΙΘΥΙΑ

[1]    νυκτερὶς καὶ βάτος καὶ αἴθυια κοινωνίαν πρὸς ἀλλήλους στειλάμενοι ἐμπορεύεσθαι διέγνωσαν. καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια χαλκὸν πριαμένη καὶ τοῦτον ἐνθεμένη ἔπλει. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης ‹πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν καὶ› ἡ μὲν αἴθυια ἀπ' ἐκείνου τὸν χαλκὸν ζητοῦσα ἐπὶ τοῦ βυθοῦ δύνει οἰομένη ποτὲ εὑρήσειν, ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ [τὴν] νομὴν ἔξεισιν, ἡ δὲ βάτος τὰς ἐσθῆτας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται τῶν ἱματίων προσδοκῶσα τῶν ἰδίων τι ἐπιγνώσεσθαι.

   ὁ λόγος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν, περὶ ἃ ἂν πρότερον πταίσωμεν.

[2]    νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλους κοινωνίαν ποιήσαντες ἐμπορεύεσθαι διέγνωσαν. καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον καθῆκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια χαλκὸν καὶ εὐθέως ἀπέπλευσαν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. καὶ ἀπὸ τότε ἡ αἴθυια παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐνεδρεύει, μή πως ἡ θάλασσα τὸν χαλκὸν ἐξαγάγῃ. ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν. ἡ δὲ βάτος ἐσθῆτος ἐπιλαμβάνεται τῶν παριόντων ζητοῦσα τῶν ἰδίων ἱματίων τι ἐπιγνώσεσθαι.

   ὁ μῦθος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν ὕστερον, περὶ ὧν πρότερον πταίσωμεν.

[3]    νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἑταιρείαν ποιησάμενοι ἐμπορικὸν διέγνωσαν βίον ζῆν. ἡ μὲν οὖν νυκτερὶς ἀργύριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον, ἡ δὲ βάτος ἐσθῆτα μεθ' ἑαυτῆς ἔλαβεν, ἡ δὲ αἴθυια τρίτη χαλκόν· καὶ ἀπέπλευσαν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκβάλῃ ἡ θάλασσα· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δ' ἐπὶ νομὴν ἔξεισι· ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα.

   ὁ μῦθος δηλοῖ, ὅτι περὶ ἃ σπουδάζομεν, τούτοις ἐς ὕστερον περιπίπτομεν.

[182]

ΝΥΚΤΕΡΙΣ ΚΑΙ ΓΑΛΑΙ

[1]    νυκτερὶς ἐπὶ γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη· μέλλουσα δὲ ἀναιρεῖσθαι παρεκάλει περὶ τῆς σωτηρίας. τῆς δὲ λεγούσης ὡς οὐ δύναται αὐτὴν ἀπολῦσαι ‑ φύσει γὰρ πᾶσι πολεμεῖ πτηνοῖς ‑ , ἔφησεν αὐτὴ μὴ ὄρνεον εἶναι ἀλλὰ μῦν καὶ οὕτως ἀφείθη. ὕστερον δὲ πάλιν πεσοῦσα καὶ συλληφθεῖσα ὑπὸ ἑτέρας γαλῆς ἐδεῖτο, ὅπως μὴ θύσῃ αὐτήν. τῆς δὲ εἰπούσης ἅπασι μυσὶ διεχθραίνειν ἔλεγεν αὐτὴ μὴ μῦν εἶναι ἀλλὰ νυκτερίδα, καὶ πάλιν ἀπελύθη. οὕτω τε συνέβη αὐτῇ δὶς ἐναλλαξαμένῃ τὸ ὄνομα τῆς σωτηρίας περιγενέσθαι.

   ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ μὴ ἀεὶ τοῖς αὐτοῖς ἐπιμένειν λογιζομένους, ὅτι οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις καὶ τοὺς σφοδροὺς τῶν κινδύνων ἐκφεύγουσιν.

[3]    νυκτερὶς ἐπὶ γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη· καὶ μέλλουσα ἀναιρεῖσθαι περὶ σωτηρίας ἐδεῖτο. τῆς δὲ φαμένης μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πᾶσι τοῖς πτηνοῖς πολεμεῖν, αὐτὴ ἔλεγεν οὐκ ὄρνεον ἀλλὰ μῦς εἶναι, καὶ οὕτως ἀφείθη. ὕστερον δὲ πάλιν πεσοῦσα καὶ ὑφ' ἑτέρας συλληφθεῖσα γαλῆς μὴ βρωθῆναι ἐδεῖτο. τῆς δὲ εἰπούσης ἅπασιν ἐχθραίνειν μυσὶν αὐτὴ μὴ μῦς ἀλλὰ νυκτερὶς ἔλεγεν εἶναι, καὶ πάλιν ἀπελύθη. καὶ οὕτω συνέβη δὶς αὐτὴν ἀλλαξαμένην τὸ ὄνομα σωτηρίας τυχεῖν.

   ὁ μῦθος δηλοῖ, ὅτι δεῖ καὶ ἡμᾶς μὴ τοῖς αὐτοῖς ἀεὶ ἐπιμένειν λογιζομένους, ὡς οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις τοὺς κινδύνους ἐκφεύγουσιν.

[183]

ΞΥΛΕΥΟΜΕΝΟΣ ΚΑΙ ΕΡΜΗΣ

[1]    ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν πέλεκυν ἀπέβαλε. τοῦ δὲ ῥεύματος παρασύραντος αὐτὸν καθήμενος ἐπὶ τῆς ὄχθης ὠδύρετο, μέχρις οὗ ὁ Ἑρμῆς ἐλεήσας αὐτὸν ἧκε. καὶ μαθὼν παρ' αὐτοῦ τὴν αἰτίαν, δι' ἣν ἔκλαιε, τὸ μὲν πρῶτον καταβὰς χρυσοῦν αὐτῷ πέλεκυν ἀνήνεγκε καὶ ἐπυνθάνετο, εἰ οὗτος αὐτοῦ εἴη. τοῦ δὲ εἰπόντος μὴ τοῦτον εἶναι ἐκ δευτέρου ἀργυροῦν ἀνήνεγκε καὶ πάλιν ἠρώτα, εἰ τοῦτον ἀπέβαλεν. ἀρνησαμένου δὲ καὶ τοῦτον τὸ τρίτον τὴν ἰδίαν ἀξίνην αὐτῷ ἐκόμισε. τοῦ δὲ ἐπιγνόντος ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην πάσας αὐτῷ ἐχαρίσατο. καὶ ὃς ἐπανελόμενος ἐπειδὴ παρεγένετο πρὸς τοὺς ἑταίρους, τὰ γεγενημένα αὐτοῖς διηγήσατο. τῶν δέ τις ἐποφθαλμιάσας ἐβουλήθη καὶ αὐτὸς τῶν ἴσων περιγενέσθαι. διόπερ ἀναλαβὼν πέλεκυν παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν καὶ ξυλευόμενος ἐπίτηδες τὴν ἀξίνην εἰς τὰς δίνας ἀφῆκε, καθεζόμενός τε ἔκλαιε. Ἑρμοῦ δὲ ἐπιφανέντος καὶ πυνθανομένου, τί τὸ συμβεβηκὸς εἴη, ἔλεγε τὴν τοῦ πελέκεως ἀπώλειαν. τοῦ δὲ χρυσοῦν αὐτῷ ἀνενεγκόντος καὶ διερωτῶντος, εἰ τοῦτον ἀπολώλεκεν, ὑπὸ τοῦ κέρδους ἐξαφθεὶς ἔφασκεν αὐτὸν εἶναι. καὶ ὁ θεὸς αὐτῷ οὐκ ἐχαρίσατο, ἀλλ' οὐδὲ τὸν ἴδιον πέλεκυν ἀπεκατέστησεν.

   ὁ λόγος δηλοῖ, ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναγωνίζεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

[2]    ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν ἑαυτοῦ πέλεκυν ἀπεβάλετο. ὑπὸ πολλῆς οὖν θλίψεως συσχεθεὶς καθήμενος παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ὠδύρετο. Ἑρμῆς δέ, ὁ τοῦ ποταμοῦ θεός, ἐλεήσας αὐτὸν ἧκε μαθεῖν παρ' αὐτοῦ τὴν αἰτίαν. τοῦ δὲ εἰπόντος αὐτῷ καταβὰς ὁ Ἑρμῆς χρυσοῦν πέλεκυν ἀνήνεγκεν ἐκ τοῦ ποταμοῦ. ἐπυνθάνετο οὖν, εἰ τοῦτον ἀπώλεσεν· ὁ δὲ πάνυ ἔφη μὴ εἶναι τοῦτον. ἐκ δευτέρου οὖν καταβὰς ἀργυροῦν ἀνήνεγκεν· καὶ πάλιν ἠρνήσατο κἀκεῖνον μὴ εἶναι αὐτοῦ. καταβὰς δὲ ἐκ τρίτου τὴν ἰδίαν ἀξίνην ἐκόμισε καὶ ἐπηρώτησεν αὐτόν, εἰ τοῦτον ἀπώλεσεν. ὁ δὲ ἔφη· ἀληθῶς, τοῦτον ἀπώλεσα. ὁ δὲ Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην καὶ τὸ ἀληθὲς πάσας αὐτῷ ἐχαρίσατο. παραγενόμενος οὖν πρὸς τοὺς ἑταίρους αὐτοῦ διηγήσατο αὐτοῖς τὰ συμβάντα αὐτῷ. εἷς δέ τις ἐξ αὐτῶν ἐβουλήθη τῶν ἴσων περιγενέσθαι, διόπερ ἀναλαβὼν πέλεκυν παρεγένετο πρὸς τὸν ποταμὸν ξυλευόμενος καὶ ἐπιτηδείως τὴν ἑαυτοῦ ἀξίνην ῥίψας ἐν τῷ ποταμῷ ἐκαθέζετο κλαίων. αὐτίκα οὖν τοῦ Ἑρμοῦ ἐπιφανέντος τὴν αἰτίαν τῶν θρήνων ἐπυνθάνετο καὶ μαθὼν καταβὰς χρυσοῦν πέλεκυν ἀνήνεγκεν. καὶ δὴ φήσαντος αὐτοῦ, εἰ τοῦτο ἀπώλεσεν, ἔφη μετὰ χαρᾶς· ναὶ ἀληθῶς, τοῦτό ἐστιν. ἰδὼν δὲ ἐκεῖνος τὴν ἀναίδειαν καὶ τὸ ψεῦσμα αὐτοῦ οὐ μόνον ταύτην οὐκ ἐδωρήσατο αὐτῷ, ἀλλ' οὐδὲ τὴν ἰδίαν ἀπέδωκε πέλεκυν.

   ὁ μῦθος διδάσκει, ὅτι ὅσον τοῖς δικαίοις συναγωνίζεται τὸ θεῖον, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

[3]    ξυλευόμενός τις παρά τῳ ποταμῷ τὸν οἰκεῖον ἀπέβαλε πέλεκυν. ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην καθίσας ὠδύρετο. Ἑρμῆς δὲ μαθὼν τὴν αἰτίαν καὶ οἰκτείρας τὸν ἄνθρωπον καταδὺς εἰς τὸν ποταμὸν χρυσοῦν ἀνήνεγκε πέλεκυν καὶ εἰ οὗτός ἐστιν, ὃν ἀπώλεσεν, ἤρετο. τοῦ δὲ μὴ τοῦτον εἶναι φαμένου αὖθις καταβὰς ἀργυροῦν ἀνεκόμισε. τοῦ δὲ μηδὲ τοῦτον εἶναι τὸν οἰκεῖον εἰπόντος ἐκ τρίτου καταβὰς ἐκεῖνον τὸν οἰκεῖον ἀνήνεγκε. τοῦ δὲ τοῦτον ἀληθῶς εἶναι τὸν ἀπολωλότα φαμένου Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην ἅπαντας αὐτῷ ἐδωρήσατο. ὁ δὲ παραγενόμενος πάντα τοῖς ἑταίροις τὰ συμβάντα διεξελήλυθεν. ὧν εἷς τις τὰ ἴσα διαπράξασθαι ἐβουλεύσατο καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. ἐπιφανεὶς οὖν ὁ Ἑρμῆς κἀκείνῳ καὶ τὴν αἰτίαν μαθὼν τοῦ θρήνου καταβὰς ὁμοίως χρυσῆν ἀξίνην ἐξήνεγκεν καὶ ἤρετο, εἰ ταύτην ἀπέβαλε. τοῦ δὲ σὺν ἡδονῇ· ναὶ ἀληθῶς, ἥδ' ἐστί φήσαντος μισήσας ὁ θεὸς τὴν τοσαύτην ἀναίδειαν οὐ μόνον ἐκείνην κατέσχεν, ἀλλ' οὐδὲ τὴν οἰκείαν ἀπέδωκεν.

   ὁ μῦθος δηλοῖ, ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναίρεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

[184]

ΟΔΟΙΠΟΡΟΣ ΚΑΙ ΤΥΧΗ

[1]    ὁδοιπόρος πολλὴν ὁδὸν διανύσας ἐπειδὴ κόπῳ συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν· ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀβουλίαν ἀλλ' ἐμὲ ᾐτιῶ.

   οὕτω πολλοὶ τῶν ἀνθρώπων δι' ἑαυτοὺς δυστυχήσαντες τὸ θεῖον αἰτιῶνται.

[2]

ΠΑΙΣ ΚΑΙ ΤΥΧΗ

   ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἐβόα· ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μήπως κάτωθεν τοῦ φρέατος πεσὼν ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις σφαλλόμενοι, πράττοντες κακῶς, περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τὴν Τύχην.

[185]

ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΠΛΑΤΑΝΟΣ

[1]    ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους· ὡς ἀνωφελές τι ἄκαρπον τοῦτο τοῖς ἀνθρώποις τὸ δένδρον. ἡ δὲ ὑπολαβοῦσα ἔφη· ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε;

   οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι οὕτως ἀτυχεῖς εἰσι, ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.

[3]    ὁδοιπόροι δύο θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος ἐνοχλούμενοι ὡς πλατάνῳ περιέτυχον ὑπὸ τὴν αὐτῆς κλινθέντες σκιὰν ἀνεπαύοντο. ἀναβλέψαντες δὲ πρὸς τὴν πλάτανον πρὸς ἀλλήλους ἔλεγον ἄκαρπον εἶναι καὶ ἀνόνητον τοῦτο τοῖς ἀνθρώποις τὸ δένδρον. ἡ δὲ ὑπολαβοῦσά φησιν· ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες ἄχρηστόν με ἀποκαλεῖτε καὶ ἄκαρπον;

   ὁ μῦθος, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων τινὲς οὕτως ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.

[186]

ΟΔΟΙΠΟΡΟΣ ΚΑΙ ΕΧΙΣ

[1]    ὁδοιπόρος χειμῶνος ὁδεύων ὡς ἐθεάσατο ἔχιν ὑπὸ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλατο καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον θερμαίνειν ἐπειρᾶτο. ὁ δὲ μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερμάνθη, †ὀδὰξ εἰς τὴν γαστέρα αὐτοῦ ἀνῆκε. καὶ ὃς ἀποθνῄσκειν μέλλων ἔφη· ἀλλ' ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν;

   ὁ λόγος δηλοῖ, ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιβὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται.

[187]

ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΦΡΥΓΑΝΑ

[1]    ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες ὡς ἦλθον ἐπί τινα σκοπιάν, ἐνθένδε θεασάμενοι φρύγανα πόρρωθεν ἐπιπλέοντα ᾠήθησαν ναῦν εἶναι μεγάλην· διὸ προσέμενον ὡς μέλλουσαν προσορμίζεσθαι. ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα μικρὸν προσεπέλαζον, ἀπεκαραδόκουν ὑπολαμβάνοντες πλοῖον εἶναι, οὐκέτι μέγα ὡς τὸ πρότερον. ἐγγὺς δὲ παντελῶς ἐξενεχθέντα αὐτὰ ἰδόντες φρύγανα ὄντα ἔφασαν πρὸς ἀλλήλους· τὸ μηδὲν ὂν ἡμεῖς μάτην προσεδεχόμεθα.

   οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς διάπειραν ἔλθωσιν, εὑρίσκονται οὐδενὸς ἄξιοι.

[3]    ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες ἦλθον ἐπί τινα σκοπιάν. κἀκεῖθεν θεασάμενοι φρύγανα πόρρωθεν ἐπιπλέοντα ναῦν εἶναι μεγάλην ᾠήθησαν. διὸ δὴ προσέμενον ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. ἐξενεχθέντα δ' αὐτὰ φρύγανα ὄντα ἰδόντες πρὸς ἀλλήλους ἔφασαν· ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν ἔλθωσιν, οὐδενὸς εὑρίσκονται ἄξιοι.

[188]

ΟΔΟΙΠΟΡΟΣ ΚΑΙ ΕΡΜΗΣ

[1]    ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ὧν ἂν εὕρῃ τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσειν. περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλά τε ἦν καὶ φοίνικες ταύτην ἀνείλατο οἰόμενος ἀργύριον εἶναι. ἐκτινάξας δὲ ὡς εὗρε τὰ ἐνόντα, ταῦτα καταφαγὼν καὶ λαβὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν εἰπών· ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντός, ὧν εὗρον, καὶ τὰ ἐκτὸς πρὸς σὲ διανενέμημαι.

   πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον ὁ λόγος εὔκαιρος.

[2]    ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ἂν ἄρα εὕροι τι, τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσει. περιτυχὼν δὲ πήραν, ἐν ᾗ θάσια ἦν καὶ φοίνικες, ταύτην ἀνείλατο οἰόμενος ἀργύριον εἶναι. ὁ δὲ φαγὼν ταῦτα καὶ λαβὼν τῶν ἀμυγδάλων τὰ κάλυφα καὶ τῶν φοινίκων τὰ ὀστᾶ ἐπί τινος βωμοῦ ἔθηκεν εἰπών· ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν. καὶ γὰρ τὰ ἐντός, ὧν εὗρον, καὶ τὰ ἔξωθεν πρὸς σὲ διανενέμημαι.

   ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον τὸν καὶ θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον.

[3]    ὁδοιπόρος πολλὴν ἀνύσας ὁδὸν ηὔξατο, εἰ ἄρα εὑρήσει τι, τὸ ἥμισυ τούτου τῷ Ἑρμῇ ἀναθήσειν. περιτυχὼν δὲ πήρᾳ μεστῇ φοινίκων καὶ ἀμυγδάλων καὶ ταύτην ἀνελόμενος ἐκείνους μὲν ἔφαγε, τὰ δὲ τῶν φοινίκων ὀστᾶ καὶ τὰ τῶν ἀμυγδάλων κελύφη ἐπί τινος ἀνέθηκε βωμοῦ φήσας· ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· τοῦ γὰρ εὑρεθέντος τὰ ἐκτὸς καὶ ἐντὸς πρὸς σὲ διανενέμημαι.

   ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον καὶ τοὺς θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον.

[189]

ΔΕΛΦΑΞ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα ἤλαυνεν εἰς ἄστυ. τοῦ δὲ δέλφακος παρ' ὅλην τὴν ὁδὸν κεκραγότος ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι' ἣν τῶν λοιπῶν μεθ' ἡσυχίας φερομένων μόνος αὐτὸς βοᾷ. ὁ δὲ ὑποτυχὼν ἔφη· ἀλλ' ἔγωγε οὐ μάτην ὀδύρομαι. εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν προβάτου ἔριά τε καὶ γάλα ὁ δεσπότης λαμβάνων ἀφέξεται, ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους. ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι πάντως με θύσει.

   οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσίν, ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.

[190]

ΟΝΟΣ ΚΑΙ ΚΗΠΩΡΟΣ

[1]    ὄνος κηπωρῷ δουλεύων ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διί, ὅπως τοῦ κηπωροῦ αὐτὸν ἀπαλλάξας ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. ὁ δὲ Ἑρμῆν πέμψας ἐκέλευσε κεραμεῖ πωλῆσαι. πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλείονα ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ πραθῆναι. καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα ἔφη· ἀλλ' ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις. τούτῳ γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μέλλω προσδοῦναι.

   ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν ἑτέρων πεῖραν λάβωσιν.

[2]    ὄνος κηπουρῷ δουλεύων ἐπειδὴ μὲν ὀλίγα ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διί, ὅπως τοῦ κηπουροῦ αὐτὸν ἀπαλλάξῃ καὶ ἑτέρῳ δεσπότῃ αὐτὸν ἐκδώσῃ. ὁ δὲ Ζεὺς ἐκέλευσεν εἰς κεραμέα πωλῆσαι. πάλιν δὲ μετ' ὀλίγον δυσφορήσας ἐπειδὴ πολλῷ πλέον ἀχθοφορῶν ἦν ‹ἐν› τῷ πηλῷ καὶ τῇ πλινθείᾳ, πάλιν τὸν Δία παρεκάλει. ὁ δὲ Ζεὺς παρεσκεύασε πραθῆναι αὐτὸν εἰς βυρσοδέψην. ὁ δὲ ὄνος ἔτι εἰς χείρονα δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ' αὐτοῦ πραττόμενα ἔφη μετὰ στεναγμοῦ· οὐαί μοι τῷ τάλα. κρεῖττον ἦν μοι παρ' ἐκείνοις τοῖς δεσπόταις εἶναι, ἐπεὶ οὗτος, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου μέλλει ἀφελεῖν.

   ὁ μῦθος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας ποθοῦσιν οἱ οἰκέται, ὅταν πεῖραν λάβωσι τῶν ἑτέρων.

[3]    ὄνος ὑπηρετούμενος κηπωρῷ ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πλεῖστα δ' ἐμόχθει, ηὔξατο τῷ Διὶ ὥστε τοῦ κηπωροῦ ἀπαλλαγεὶς ἑτέρῳ ἀπεμποληθῆναι δεσπότῃ. τοῦ δὲ Διὸς ἐπακούσαντος καὶ κελεύσαντος αὐτὸν κεραμεῖ πραθῆναι πάλιν ἐδυσφόρει πλέον ἢ πρότερον ἀχθοφορῶν καὶ τόν τε πηλὸν καὶ τὰς κεράμους κομίζων. πάλιν οὖν ἀμεῖψαι τὸν δεσπότην ἱκέτευε καὶ βυρσοδέψῃ ἀπεμπολεῖται. εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ' αὐτοῦ πραττόμενα μετὰ στεναγμῶν ἔφη· οἴμοι τῷ ταλαιπώρῳ. βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν· οὗτος γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται.

   ὁ μῦθος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάβωσι πεῖραν.

[191]

ΟΝΟΣ ΑΛΑΣ ΓΕΜΩΝ

[1]    ὄνος ἅλας γέμων ποταμὸν διέβαινεν. ὀλισθήσας δὲ ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἁλὸς κουφότερος ἐξανέστη. ἡσθεὶς δὲ ἐπὶ τούτῳ ἐπειδὴ ὕστερον σπόγγους ἐμπεφορτισμένος κατά τινα ποταμὸν ἐγένετο, ᾠήθη, ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται. καὶ δὴ ἑκὼν ὠλίσθησε. συνέβη δὲ αὐτὸν τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ μὴ δυνάμενον ἐξανίστασθαι ἐν τούτῳ ἀποπνιγῆναι.

   οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι διὰ τὰς ἰδίας ἐπινοίας λανθάνουσιν εἰς συμφορὰς ἑαυτοὺς ἐμβάλλοντες.

[192]

ΟΝΟΣ ΚΑΙ ΗΜΙΟΝΟΣ

[1]    ὀνηλάτης ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους ἤλαυνεν· ὁ δὲ ὄνος, μέχρι μὲν πεδίον ἦν, ἀντεῖχε πρὸς τὸ βάρος. ὡς δὲ ἐγένοντο κατά τι ὄρος, μὴ δυνάμενος ὑποφέρειν παρεκάλει τὴν ἡμίονον μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσαι δυνηθῇ. τῆς δὲ παρ' οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους ὁ μὲν κατακρημνισθεὶς διερράγη, ὁ δὲ ὀνηλάτης ἀπορῶν, ὅτι ποιήσει, οὐ μόνον τοῦ ὄνου τὸν γόμον τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ τὴν βύρσαν τοῦ ὄνου ἐπεσώρευσεν. ἡ δὲ οὐ μετρίως καταπονηθεῖσα ἔφη· δίκαια πέπονθα. εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τοῦ αὐτοῦ φορτίου καὶ αὐτὸν ἔφερον.

   οὕτω καὶ τῶν δανειστῶν ἔνιοι, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπόλλουσιν.

[193]

ΟΝΟΣ ΒΑΣΤΑΖΩΝ ΑΓΑΛΜΑ

[1]    ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἤλαυνεν εἰς πόλιν. πάντων δὲ τῶν συναντώντων προσκυνούντων τῷ ἀγάλματι ὑπολαβὼν ὁ ὄνος, ὅτι αὐτῷ προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτο καὶ οὐκέτι περαιτέρω προβαίνειν ἐβούλετο. καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ' ἀνθρώπων προσκυνεῖσθαι.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν.

[194]

ΟΝΟΣ ΑΓΡΙΟΣ

[1]    ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὄπισθεν ἑπόμενον καὶ ῥοπάλοις αὐτὸν παίοντα εἶπεν· ἀλλ' ἔγωγε οὐκέτι σε εὐδαιμονίζω. ὁρῶ γάρ, ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις.

   οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη.

[3]    ὄνος ἄγριος ὄνον ἰδὼν ἥμερον ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν αὐτὸν ἐμακάριζεν ἐπί τε τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὄπισθεν ἑπόμενον καὶ ῥοπάλοις αὐτὸν παίοντα ἔφη· ἀλλ' ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γάρ, ὡς οὐκ ἄνευ κακῶν μεγάλων τὴν εὐδαιμονίαν ἔχεις.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν κέρδη.

[195]

ΟΝΟΣ ΚΑΙ ΤΕΤΤΙΓΕΣ

[1]    ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ καὶ ζηλώσας αὐτῶν τὴν ἡδύτητα εἶπε· τί σιτούμενοι τοιαύτην φωνὴν ἀφίετε; τῶν δὲ εἰπόντων δρόσον ὁ ὄνος προσπαραμένων τῇ δρόσῳ λιμῷ διεφθάρη.

   οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐπιτυχεῖν, ὧν ἐφίενται, καὶ τὰ μέγιστα δυστυχοῦσιν.

[196]

ΟΝΟΙ ΠΡΟΣ ΤΟΝ ΔΙΑ

[1]    ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. ὁ δὲ αὐτοῖς ἐπιδεῖξαι βουλόμενος, ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποταμὸν ποιήσωσι. κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες ἀπ' ἐκείνου καὶ μέχρι νῦν, ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ περιιστάμενοι οὐροῦσιν.

   ὁ λόγος δηλοῖ, ὅτι τὸ ἑκάστῳ πεπρωμένον ἀθεράπευτόν ἐστι.

[3]    ὄνοι ποτὲ ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία λύσιν τῶν πόνων αἰτούμενοι. ὁ δ' αὐτοῖς ἐπιδεῖξαι βουλόμενος, ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποιήσωσι ποταμόν. κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες ἀπ' ἐκείνου καὶ μέχρι τοῦ νῦν, ἔνθα ἂν οὖρον ἑτέρων ἴδωσιν ὄνων, ἐνταῦθα καὶ αὐτοὶ περιιστάμενοι οὐροῦσιν.

   ὁ μῦθος δηλοῖ, ὅτι ἑκάστῳ τὸ πεπρωμένον ἀθεράπευτόν ἐστιν.

[197]

ΟΝΟΣ ΚΑΙ ΟΝΗΛΑΤΗΣ

[1]    ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο. μέλλοντος δὲ αὐτοῦ κατακρημνίζεσθαι ὁ ὀνηλάτης ἐπιλαβόμενος τῆς οὐρᾶς ἐπειρᾶτο μετάγειν αὐτόν. τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος ἀφεὶς αὐτὸν ἔφη· νίκα, κακὴν γὰρ νίκην νικᾷς.

   πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.

[198]

ΟΝΟΣ ΚΑΙ ΛΥΚΟΣ

[1]    ὄνος ἔν τινι λειμῶνι νεμόμενος ὡς ἐθεάσατο λύκον ἐπ' αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυθομένου, δι' ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτὸν πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ' οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλον τε τὸν νοῦν πρὸς τὴν ὁπλὴν ἔχοντος ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε. καὶ ὃς κακῶς διατεθεὶς ἔφη· ἀλλ' ἔγωγε δίκαια πέπονθα. τί γὰρ τοῦ πατρός με μάγειρον διδάξαντος αὐτὸς ἰατρικὴν τέχνην ὑπελαβόμην;

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

[3,gamma]    ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει. λύκον δὲ ἰδὼν ἔφη αὐτῷ· ὦ λύκε, ἰδοὺ ἐκ πόνου ἀποθνῄσκω καὶ δεῖ με σοῦ γενέσθαι δεῖπνον ἢ γυπῶν ἢ κοράκων. χάριν δὲ μίαν αἰτῷ σε ἐξελεῖν πρῶτον τὸν σκόλοπα ἐκ τοῦ ποδός μου, ὅπως μὴ μετὰ πόνου τεθνήξομαι. ὁ δὲ λύκος ἄκροις ὀδοῦσι δακὼν τὸν σκόλοπα ἐξεῖλεν. ὁ ὄνος δὲ λυθεὶς τοῦ πόνου ἔτι τὸν λύκον χάσκοντα λακτίσας φεύγει, ῥῖνας, μέτωπον καὶ ὀδόντας συνθλάσας. ὁ δὲ λύκος ἔφη· οἴμοι, δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν τὸ πρῶτον νῦν ἱππίατρος ἠθέλησα γενέσθαι.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τὰ οἰκεῖα ἐῶντες ἐπιτηδεύματα καὶ μεταχειριζόμενοι τὰ τούτοις μὴ ἀνήκοντα καὶ καταγελῶνται καὶ κινδυνεύουσιν.

[199]

ΟΝΟΣ ΚΑΙ ΛΕΟΝΤΗ

[1]    ὄνος ἐνδυσάμενος λέοντος δορὰν περιῄει ἐκφοβῶν τὰ ἄλογα ζῷα. καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. ἡ δέ, ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα, ἔφη πρὸς αὐτόν· ἀλλ' εὖ ἴσθι, ὡς καὶ ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα.

   οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.

[3,gamma]    ὄνος δορὰν λέοντος ἐπενδυθεὶς λέων ἐνομίζετο πᾶσιν. καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ καὶ ποιμνίων. ὡς δ' ἀνέμου πνεύσαντος τὴν δορὰν ἀφῃρέθη καὶ γυμνὸς γέγονε τῆς ἐκ ταύτης σκέπης, τότε πάντες ἔπαιον ῥοπάλοις τε καὶ ξύλοις.

   ὁ μῦθος δηλοῖ, ὅτι πένης ὢν μὴ μιμοῦ τὰ πλουσίων, μή πως γελασθῇς καὶ κινδυνεύσῃς πλέον.

[3]    ὄνος ἐνδυσάμενος λεοντῆν περιῄει τἄλλα τῶν ζῴων ἐκφοβῶν καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. ἡ δέ ‑ ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα ‑ πρὸς αὐτὸν ἔφη· ἀλλ' εὖ ἴσθι, ὡς καὶ ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα.

   ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξω δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.

[200]

ΟΝΟΝ ΑΓΟΡΑΖΩΝ

[1]    ὄνον τις ἀγοράζων ἐπὶ πείρᾳ αὐτὸν ἔλαβε καὶ εἰσαγαγὼν εἰς τοὺς ἰδίους ἐπὶ τῆς φάτνης αὐτὸν ἔστησεν. ὁ δὲ καταλιπὼν τοὺς ἄλλους παρὰ τῷ ἀργοτάτῳ καὶ ἀδηφάγῳ ἔστη καὶ ὃς οὐδὲν ἐποίει. δήσας οὖν καὶ ἀπάγων τῷ δεσπότῃ αὐτὸν ἀπέδωκε. τοῦ δὲ διερωτῶντος, εἰ οὕτως ἀξίαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑπολαβὼν εἶπεν· ἀλλ' ἔγωγε οὐδὲν ἐπιδέομαι πείρας. οἶδα γάρ, ὅτι τοιοῦτός ἐστι, ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐξελέξατο.

   ὁ λόγος δηλοῖ, ὅτι τοιοῦτος εἶναί τις ὑπολαμβάνεται, ὁποίοις ἂν ἥδηται τοῖς ἑταίροις.

[201]

ΟΝΟΣ ΚΑΙ ΒΑΤΡΑΧΟΙ

[1]    ὄνος ξύλων γόμον φέρων λίμνην διέβαινεν. ὀλισθήσας δέ, ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριβες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ;

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ' ἐλαχίστοις πόνοις δυσφοροῦντα αὐτὸς πλείονας ῥᾳδίως ὑφιστάμενος.

[3]    ὄνος ξύλα βαστάζων διέβαινέ τινα λίμνην. ὀλισθήσας δὲ ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι τῶν στεναγμῶν τούτου ἀκούσαντες ὦ οὗτος, ἔφασαν, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριβες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ;

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ' ἐλαχίστοις πόνοις δυσφοροῦντα αὐτὸς τοὺς πλείους ῥᾳδίως ὑφιστάμενος.

[202]

ΟΝΟΣ, ΚΟΡΑΞ ΚΑΙ ΛΥΚΟΣ

[1]    ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο. κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος ὁ ὄνος ὠγκᾶτό τε καὶ ἐσκίρτα. τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἑστῶτος καὶ γελῶντος λύκος παριὼν ἐθεάσατο καὶ πρὸς ἑαυτὸν ἔφη· ἄθλιοι ἡμεῖς, οἵ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα, τούτῳ δὲ καὶ †προσιόντι προσγελῶσι.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ ἀπόπτου δῆλοί εἰσιν.

[3]    ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο. κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος ξαίνοντος ὁ ὄνος ὠγκᾶτο καὶ ἥλλετο. τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἱσταμένου καὶ γελῶντος λύκος παριὼν αὐτὸν εἶδε καὶ ἔφη· ἄθλιοι ἡμεῖς, ‹οἵ›, κἂν μόνον ὀφθῶμεν αὐτῷ, διωκόμεθα, τούτῳ δὲ καὶ προσεγγελῶσιν

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ μόνον φανέντες δῆλοί εἰσιν.

[203]

ΟΝΟΣ, ΑΛΩΠΗΞ ΚΑΙ ΛΕΩΝ

[1]    ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. λέοντος δὲ αὐτοῖς περιτυχόντος ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον προσελθοῦσα τῷ λέοντι ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται. τοῦ δὲ αὐτὴν ἀπολύσειν φήσαντος προσαγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον πρῶτον τὴν ἀλώπεκα συνέλαβεν, εἶθ' οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.

   οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς συναπολλύντες.

[3]    ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον εἰς ἄγραν. λέοντος δ' αὐτοῖς περιτυχόντος ἡ ἀλώπηξ τὸν ἐπηρτημένον ὁρῶσα κίνδυνον προσελθοῦσα τῷ λέοντι παραδώσειν αὐτῷ τὸν ὄνον ὑπέσχετο, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγέλληται. τοῦ δὲ ἀπολύσειν αὐτὴν φήσαντος ἐκείνη παραγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον πρώτην τὴν ἀλώπεκα συνέσχεν, εἶθ' οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ αὑτοὺς προσαπολλύντες.

[204]

ΟΝΟΣ ΚΑΙ ΗΜΙΟΝΟΣ

[1]    ὄνος καὶ ἡμίονος ἐν ταὐτῷ ἐβάδιζον. καὶ δὴ ὁ ὄνος ὁρῶν τοὺς ἀμφοῖν γόμους ἴσους ὄντας ἠγανάκτει καὶ ἐσχετλίαζεν, εἴγε διπλασίονος τροφῆς ἠξιωμένη ἡ ἡμίονος οὐδὲν περιττότερον βαστάζει. μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ προιόντων ὁ ὀνηλάτης ὁρῶν τὸν ὄνον ἀντέχειν μὴ δυνάμενον ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. ἔτι δὲ αὐτῶν πόρρω προβαινόντων ὁρῶν τὸν ὄνον ἔτι μᾶλλον ἀποκάμνοντα πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρις οὗ τὰ πάντα λαβὼν καὶ ἀφελόμενος ἀπ' αὐτοῦ τῇ ἡμιόνῳ ἐπέθηκεν. καὶ τότε ἐκείνη ἀποβλέψασα εἰς τὸν ὄνον ἔφη· ὦ οὗτος, ἆρά σοι δικαίως δοκῶ τῆς διπλῆς τροφῆς ἠξιωμένη;

   ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ' ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν.

[205]

ΟΡΝΙΘΟΘΗΡΑΣ ΚΑΙ ΠΕΡΔΙΞ

[1]    ὀρνιθοθήρας ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου μὴ ἔχων, ὅτι αὐτῷ παραθείη, ὥρμησεν ἐπὶ τὸν τιθασὸν πέρδικα καὶ τοῦτον θύειν ἔμελλε. τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον, εἴγε πολλὰ ὠφελούμενος παρ' αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει, ἔφη· ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω, εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται, ἀλλὰ καὶ ὑπὸ τούτων, οἷς προδιδόασιν.

[3,delta]

πέρδιξ καὶ κυνηγός

   πέρδικά τις ἀγρεύσας ἤθελε ταύτην καταθῦσαι. ἡ δὲ παρεκάλει ἐαθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ. ὁ δὲ κυνηγός· διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω, ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐνέδραις ἐμπίπτουσιν.

[206]

ΟΡΝΙΣ ΚΑΙ ΧΕΛΙΔΩΝ

[1]    ὄρνις ὄφεως ὠὰ εὑροῦσα καὶ ταῦτα ἐπιμελῶς ἐκθερμάνασα ἐξεκόλαψε. χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· ὦ ματαία, τί ταῦτα ἀνατρέφεις, ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται;

   οὕτως ἀτιθάσευτός ἐστιν ἡ πονηρία, κἂν μάλιστα εὐεργετῆται.

[3]

   ὄρνις ὄφεως ὠὰ εὑροῦσα ἐπιμελῶς ἐκθερμάνασα ἐξεκόλαψε. χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· ὦ ματαία, τί ταῦτα τρέφεις, ἅπερ αὐξηθέντα ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται;

   ὁ μῦθος δηλοῖ, ὅτι ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μέγιστα εὐεργετῆται.

[207]

ΟΡΝΙΘΟΘΗΡΑΣ ΚΑΙ ΚΟΡΥΔΑΛΟΣ

[1]    ὀρνιθοθήρας πτηνοῖς πάγην ἵστα. κορυδαλὸς δὲ αὐτὸν θεασάμενος ἤρετο, τί ποιεῖ. τοῦ δὲ εἰπόντος πόλιν κτίζειν καὶ μικρὸν ὑποχωρήσαντος πεισθεὶς αὐτοῦ τοῖς λόγοις προσῆλθε καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. τοῦ δὲ ὀρνιθοθήρα προσδραμόντος καὶ συλλαβόντος αὐτὸν ἔφη· ὦ οὗτος, ἐὰν τοιαύτας πόλεις κτίζῃς, πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις.

   [ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν.]

[2]    ὀρνιθοθήρας πτηνοῖς παγίδας ἵστη· κορυδαλὸς δὲ τοῦτον θεασάμενος ἠρώτα μακρόθεν ἑστώς· τί ἐργάζῃ; τοῦ δὲ εἰπόντος· πόλιν κτίζω καὶ μικρὸν ὑποχωρήσας ἐκρύβη. ὁ δὲ κορυδαλὸς πεισθεὶς τοῖς λόγοις τοῦ ἀνδρὸς προσῆλθε τῷ τόπῳ καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν [καὶ] εἰς τοὺς βρόχους ἐμπεπτωκώς. ὁ δὲ ὀρνιθοθήρας δραμὼν ἀνελάβετο αὐτόν. ὁ δὲ κορυδαλὸς ἔφη αὐτῷ· ὦ οὗτος, ἐὰν τοιαύτην πόλιν κτίζῃς, πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις.

   [ὁ μῦθος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν.]

[3]    ὀρνιθοθήρας ὄρνισιν ἵστη παγίδας. κορυδαλὸς δὲ τοῦτον πόρρωθεν ἰδὼν ἐπυνθάνετο, τί ποτ' ἐργάζοιτο. τοῦ δὲ πόλιν κτίζειν φαμένου, εἶτα δὲ πορρωτέρω ἀποχωρήσαντος καὶ κρυβέντος ὁ κορυδαλὸς τοῖς τοῦ ἀνδρὸς λόγοις πιστεύσας παρελθὼν εἰς τὸν βρόχον ἑάλω. τοῦ δὲ ὀρνιθοθήρα ἐπιδραμόντος ἐκεῖνος εἶπεν· ὦ οὗτος, εἰ τοιαύτην πόλιν κτίζεις, οὐ πολλοὺς εὑρήσεις τοὺς ἐνοικοῦντας.

   [ὁ μῦθος δηλοῖ, ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν.]

[208]

ΟΡΝΙΘΟΘΗΡΑΣ ΚΑΙ ΠΕΛΑΡΓΟΣ

[1]    ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας πόρρωθεν ἀπεκαραδόκει τὴν ἄγραν. πελαργοῦ δὲ σὺν ταῖς γεράνοις ἐπικαθίσαντος ἐπιδραμὼν μετ' ἐκείνων καὶ αὐτὸν συνέλαβε. τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ λέγοντος, ὡς οὐ μόνον αὐτὸς ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος· τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων ἀναιρεῖ, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· ἀλλ' εἰ τὰ μάλιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ τῶν πονηρῶν κεκάθικας.

   ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας ἀποφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς αὐτῶν κακίας κοινωνοὶ δόξωμεν.

[209]

ΠΕΡΙΣΤΕΡΑΙ ΑΓΡΙΑΙ ΚΑΙ ΗΜΕΡΑΙ

[1]    ὀρνιθοθήρας πετάσας τὰ λίνα ἐκ τῶν ἡμέρων περιστερῶν προσέδησεν· εἶτα ἀποστὰς αὐτὸς πόρρωθεν ἀπεκαραδόκει τὸ μέλλον. ἀγρίων δὲ ταύταις προσελθουσῶν καὶ τοῖς βρόχοις συμπλακεισῶν προσδραμὼν συλλαμβάνειν αὐτὰς ἐπειρᾶτο. τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυχοῦσαι ἔφασαν· ἀλλ' ἡμῖν γε ἄμεινον δεσπότας φυλάττεσθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι.

   οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσίν, ὅσοι δι' ἀγάπην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας.

[210]

ΚΑΜΗΛΟΣ

[1]    ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. ὡς δὲ χρόνου προιόντος συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάρρησαν μέχρι τοῦ προσελθεῖν. αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ ἔχει εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὥστε καὶ χαλινοὺς αὐτῇ περιθέντες παισὶν ἐλαύνειν ἔδωκαν.

   ὁ λόγος δηλοῖ, ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.

[3]    ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. ὡς δὲ χρόνου προιόντος συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάρρησαν μέχρι τοῦ προσελθεῖν. αἰσθόμενοι δὲ κατὰ μικρὸν τὸ ζῷον ὡς χολὴν οὐκ ἔχει, εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὥστε καὶ χαλινοὺς αὐτῇ περιθέντες παισὶν ἐλαύνειν δεδώκασιν.

   ὁ μῦθος δηλοῖ, ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια εὐκαταφρόνητα ποιεῖ.

[211]

ΟΦΙΣ ΚΑΙ ΚΑΡΚΙΝΟΣ

[1]    ὄφις καὶ καρκίνος ἐν ταὐτῷ διέτριβον. καὶ ὁ μὲν καρκίνος ἁπλῶς τῷ ὄφει καὶ εὐνοϊκῶς προσεφέρετο, ὁ δὲ ἀεὶ ὕπουλος καὶ πονηρὸς ἦν. τοῦ δὲ καρκίνου συνεχῶς αὐτὸν παραινοῦντος ἐξαπλοῦσθαι τὰ κατ' αὐτὸν καὶ τὴν αὐτοῦ διάθεσιν μιμεῖσθαι ἐκεῖνος οὐκ ἐπείθετο. διόπερ ἀγανακτήσας παρατηρησάμενος αὐτὸν κοιμώμενον τοῦ φάρυγγος ἐπιλαβόμενος ‹τῇ χηλῇ καὶ ὅσον οἷόν τε πιέσας› ἀνεῖλε. ἰδὼν ‹δὲ› αὐτὸν ἐκτεταμένον εἶπεν· ὦ οὗτος, ἀλλ' οὐ νῦν σε ἐχρῆν ἁπλοῦν εἶναι, ὅτε τέθνηκας, ὅτε δέ σε παρῄνουν ‹καὶ› οὐκ ἐπείθου.

   οὗτος ὁ λόγος εἰκότως ἂν λέγοιτο ἐπ' ἐκείνων τῶν ἀνθρώπων, οἳ παρὰ τὸν ἑαυτῶν βίον εἰς τοὺς φίλους πονηρευόμενοι μετὰ θάνατον εὐεργεσίας κατατίθενται.

[3]    ὄφις καρκίνῳ συνδιῃτᾶτο ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος. ὁ μὲν οὖν καρκῖνος ἁπλοῦς ὢν τὸν τρόπον μεταβαλέσθαι κἀκεῖνον παρῄνει τῆς πανουργίας. ὁ δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. ἐπιτηρήσας δ' ὁ καρκῖνος αὐτὸν ὑπνοῦντα καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόν τε πιέσας φονεύει. τοῦ δ' ὄφεως μετὰ θάνατον ἐκταθέντος ἐκεῖνος εἶπεν· οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.

[212]

ΟΦΙΣ, ΓΑΛΗ ΚΑΙ ΜΥΕΣ

[1]    ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο. οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπ' ἀμφοτέρων ὡς †ἐθεάσαντο τὴν μάχην ἐξῄεσαν. οἱ δὲ τούτους θεασάμενοι ἀφέντες τὴν πρὸς ἑαυτοὺς μάχην ἐπ' ἐκείνους ἐτράπησαν.

   οὕτω καὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν ἑαυτοὺς παρεισκυλίοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων ἀνάλωμα γινόμενοι.

[213]

ΟΦΙΣ ΠΑΤΟΥΜΕΝΟΣ

[1]    ὄφις ὑπὸ πολλῶν πατούμενος ἀνθρώπων τῷ Διὶ ἐνετύγχανεν. ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· ἀλλ' εἰ τὸν πρότερόν σε πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς πρώτοις ἀμυνόμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται.

[3]    ὄφις ὑπὸ πολλῶν ἀνθρώπων πατούμενος τῷ Διὶ ἐνετύγχανεν. ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· ἀλλ' εἰ τὸν πρότερον πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πρότερον ἐπιβαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται.

[214]

ΠΑΡΑΚΑΤΑΘΗΚΗΝ ΕΙΛΗΦΩΣ ΚΑΙ ΟΡΚΟΣ

[1,alpha]    παρακαταθήκην τις λαβὼν φίλου ἀποστερεῖν διενοεῖτο. καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον εὐλαβούμενος εἰς ἀγρὸν ἐπορεύετο. γενόμενος δὲ κατὰ τὰς πύλας ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ, τίς τε εἴη καὶ ποῖ πορεύοιτο. τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι καὶ ἐπὶ τοὺς ἀσεβεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα, διὰ πόσου χρόνου ἐπιφοιτᾶν ταῖς πόλεσιν εἴωθεν. ὁ δὲ ἔφη· διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ διὰ τριάκοντα. καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὤμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. περιπεσὼν δὲ τῷ Ὅρκῳ καὶ ἀπαγόμενος ὑπ' αὐτοῦ ἐπὶ κρημνὸν ᾐτιᾶτο αὐτόν, ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. ὁ δὲ ὑπολαβὼν ἔφη· ἀλλ' εὖ ἴσθι, ὡς, ὅταν με λίαν τις ἀνιάσῃ, καὶ αὐθήμερον ἐπιφοιτᾶν εἴωθα.

   ὁ λόγος δηλοῖ, ὅτι ἀδιόριστός ἐστι τοῖς κακοῖς κατὰ τῶν ἀσεβῶν ἡ ἐκ θεῶν τιμωρία.

[215]

ΠΑΙΣ ΑΚΡΙΔΑΣ ΘΗΡΕΥΩΝ

[1]    παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. πολλὰς δὲ συλλαβὼν ὡς ἐθεάσατο σκορπίον, νομίσας ἀκρίδα εἶναι, κοιλάνας τὴν χεῖρα οἷός τε ἦν καταφέρειν αὐτοῦ. καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν· εἴθε γὰρ τοῦτο ποιήσαις, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας ἀποβάλῃς.

   οὗτος ὁ λόγος διδάσκει ἡμᾶς μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ τοῖς πονηροῖς κατὰ τὰ αὐτὰ προσφέρεσθαι.

[3,delta]    παῖς τις συνάγων ἀκρίδας εἷλε καὶ σκορπίον ἀντὶ ἀκρίδος ( ‑ δας cod.). ὁ δὲ πρὸς τὸν παῖδα ἄκακον ὄντα νοήσας ἔφη· ἄπελθε, μὴ θήρευε, μὴ (καὶ cod.) πάσας ἀπολέσῃς.

   ὁ μῦθος δηλοῖ, ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ τὸ μὲν (μὴ cod.) καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν.

[3,gamma]    παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος τὸ κέντρον ὀξύνας εἶπεν· ἄπελθε, παῖ, καὶ σῴζου, μὴ κἀμὲ θηρεύων πάντας, οὓς ἔχεις, ἀπολέσῃς.

   [ὁ μῦθος δηλοῖ, ὅτι προσέχειν δεῖ τοὺς δυναμένους πάντας βλάπτειν.]

[216]

ΠΑΙΣ ΚΛΕΠΤΗΣ ΚΑΙ ΜΗΤΗΡ

[1]    παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ἀφελόμενος τῇ μητρὶ ἐκόμισε. τῆς δὲ οὐ μόνον αὐτὸν μὴ ἐπιπληξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτὸν ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ· ἔτι δὲ μᾶλλον ἀποδεξαμένης αὐτῆς προϊὼν τοῖς χρόνοις ὡς νεανίας ἐγένετο, ἤδη καὶ τὰ μείζονα κλέπτειν ἐπεχείρει. ληφθεὶς δέ ποτε ἐπ' αὐτοφώρῳ καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπούσης εἶπε βούλεσθαί τι αὐτῇ πρὸς τὸ οὖς εἰπεῖν καὶ προσελθούσης αὐτῆς ταχέως τοῦ ὠτίου ἐπιλαβόμενος καταδήξας ἀφείλετο. τῆς δὲ κατηγορούσης αὐτοῦ δυσσέβειαν, εἴπερ μὴ ἀρκεσθεὶς οἷς ἤδη πεπλημμέληκε καὶ τὴν μητέρα ἐλωβήσατο, ἐκεῖνος ὑπολαβὼν ἔφη· ἀλλ' ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἐπέπληξάς μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα καὶ ἐπὶ θάνατον ἠγόμην.

   ὁ λόγος δηλοῖ, ὅτι τὸ κατ' ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μεῖζον αὔξεται.

[2]    παῖς ἐκ τοῦ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ὑφελὼν τῇ ἑαυτοῦ μητρὶ ἐκόμισε. τῆς δὲ μὴ ἐπιπληξάσης αὐτόν, ἀλλὰ μᾶλλον ἀποδεξαμένης ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ. ἔτι δὲ μᾶλλον αὐτῆς ἀποδεξαμένης προϊὼν τοῖς χρόνοις ὁ παῖς ὡς νεανίας ἤδη γέγονεν, ἤρξατο καὶ τὰ μείζονα κλέπτειν. ληφθεὶς οὖν ποτε ἐπ' αὐτοφώρῳ καὶ παρὰ τοῦ δικαστοῦ ἀναγκασθεὶς ἐπὶ τὸν φόνον κατεκρίθη. τῆς δὲ μητρὸς αὐτοῦ ἐπακολουθούσης καὶ ὀλοφυρομένης εἶπεν ὁ παῖς πρὸς τοὺς δημίους· ἐάσατέ με λαλῆσαι τῇ μητρί μου πρὸς τὸ οὖς ἕνα λόγον. τῆς δὲ ταχέως ἐλθούσης καὶ τὸ οὖς αὐτῆς τῷ στόματι τοῦ υἱοῦ αὐτῆς ἐπιθείσης τοῖς ὀδοῦσιν αὐτοῦ τοῦ ὠτίου αὐτῆς γενναίως δραξάμενος ἀπέκοψεν αὐτό. τῆς δὲ βοησάσης καὶ εἰπούσης, ὡς ἤδη πεπλημμέληκεν, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ κατηγοροῦντος αὐτοῦ ὡς μὴ ἀρκεσθέντος τοῖς προτέροις κακοῖς, ἀλλὰ καὶ εἰς τὴν ἰδίαν μητέρα ἠσεβηκότος, ἔφη ἐκεῖνος· αὕτη ἐγένετο τῆς ἐμῆς ἀπωλείας αἴτιος. εἰ γάρ, ἡνίκα τὴν ἐκ τοῦ διδασκαλείου δέλτον ἔκλεψα καὶ ἤνεγκα αὐτῇ, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα καὶ ἐπὶ θάνατον ἠγόμην.

   ὁ μῦθος δηλοῖ, ὅτι τὸ κακὸν κατ' ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μείζονα αὔξεται.

[3]    παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμμαθητοῦ δέλτον κλέψας ἤνεγκε τῇ μητρί. τῆς δὲ μὴ ἐπιπληξάσης, μᾶλλον μὲν οὖν ἀποδεξαμένης προϊὼν τοῖς χρόνοις ἤρξατο καὶ τὰ μείζω κλέπτειν. ἐπ' αὐτοφώρῳ δέ ποτε ληφθεὶς ἀπήγετο τὴν πρὸς θάνατον. τῆς δὲ μητρὸς ἑπομένης καὶ ὀλοφυρομένης ἐκεῖνος τῶν δημίων ἐδεῖτο βραχέα τινὰ τῇ μητρὶ διαλεχθῆναι πρὸς οὖς. τῆς δὲ ταχέως τὸ οὖς τῷ στόματι τοῦ παιδὸς προσθείσης ἐκεῖνος τὸ οὖς τοῖς ὀδοῦσι δακὼν ἀφείλετο. τῆς δὲ μητρὸς καὶ τῶν ἄλλων κατηγορούντων, ὡς οὐ μόνον κέκλοφεν, ἀλλ' ἤδη καὶ εἰς τὴν μητέρα ἠσέβηκεν, ἐκεῖνος εἶπεν· αὕτη γάρ μοι τῆς ἀπωλείας γέγονεν αἴτιος. εἰ γάρ, ὅτε τὴν δέλτον ἐκεκλόφειν, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων χωρήσας νῦν ἠγόμην τὴν ἐπὶ θάνατον.

   ὁ μῦθος δηλοῖ, ὅτι τῶν μὴ κατ' ἀρχὰς κολαζομένων ἐπὶ μεῖζον αὐξάνει τὰ κακά.

[217]

ΠΕΡΙΣΤΕΡΑ ΔΙΨΩΣΑ

[1]    περιστερὰ δίψει συνεχομένη ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαβεν ἀληθῆ εἶναι. διόπερ πολλῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐντινάξασα. συνέβη οὖν αὐτῇ τῶν πτερῶν περιθραυσθέντων ἐπὶ τὴν γῆν καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων συλληφθῆναι.

   οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς ἐπιθυμίας ἀπερισκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες ἑαυτοὺς εἰς ὄλεθρον ἐμβάλλουσιν.

[3]    περιστερὰ δίψῃ συνεχομένη ὡς ἐθεάσατο ἔν τινι τόπῳ κρατῆρα ὕδατος γεγραμμένον, ἐνόμισεν ἀληθινὸν εἶναι. διὸ καὶ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα, ὡς καὶ τῶν πτερῶν αὐτῆς περικλασθέντων καταπεσεῖν ἐπὶ γῆν καὶ ὑπό τινος τῶν παρατυχόντων ἁλῶναι.

   ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς προθυμίας ἀπερισκέπτως πράγμασιν ἐγχειροῦντες ἐμβάλλουσιν ἑαυτοὺς εἰς ὄλεθρον.

[218]

ΠΕΡΙΣΤΕΡΑ ΚΑΙ ΚΟΡΩΝΗ

[1]    περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη· ἀλλ', ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονεύουσα. ὅσῳ γὰρ ἂν πλείονα τέκνα ἔχῃς, τοσούτῳ περισσοτέρᾳ δουλείᾳ στενάξεις.

   οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστεροί εἰσιν, ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν.

[3]    περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. κορώνη δ' αὐτῆς ἀκούσασα ἔφη· ἀλλ', ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ σεμνυνομένη· ὅσῳ γὰρ ἂν πλείονα τίκτῃς, τοσούτῳ καὶ πλείους λύπας συνάγεις.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν, ὅσοι ἐν τῇ δουλείᾳ πολλὰ τέκνα ποιοῦσιν.

[219]

ΠΙΘΗΚΟΣ ΚΑΙ ΑΛΙΕΙΣ

[1]    πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθήμενος ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετηρεῖτο τὰ ὑπ' αὐτῶν πραττόμενα. ὡς δὲ ἐκεῖνοι τὴν σαγήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστουν, καταβὰς ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον. ἐφαψάμενος δὲ τῶν δικτύων ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν· ἀλλ' ἔγωγε δίκαια πέπονθα. τί γὰρ ἁλιεύειν μὴ μαθὼν τοῦτο ἐπεχείρουν;

   ὁ λόγος δηλοῖ, ὅτι ἡ τῶν μὴ προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστιν.

[2]    πίθηκος ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην ἐμβάλλοντας, παρετήρει τὰ ὑπ' αὐτῶν γινόμενα. καὶ δὴ τὴν σαγήνην ἐάσαντες μικρὸν ὑπεχώρησαν τοῦ φαγεῖν, καταβὰς δὲ αὐτὸς ἀπὸ τοῦ δένδρου ἐπειρᾶτο μιμεῖσθαι αὐτοὺς ‑ φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο. ἐφαψάμενος δὲ τῶν δικτύων καὶ συλληφθεὶς ἐκινδύνευε πνιγῆναι. ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· ἀλλ' ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τοῦτο ἐπεχείρουν;

   ὁ μῦθος δηλοῖ, ὅτι ὁ τοῖς μηδὲν προσήκουσιν ἐπιχειρῶν οὐ μόνον ἀσύμφορον ἀλλὰ καὶ ἐπιβλαβὲς ποιεῖ.

[220]

ΠΛΟΥΣΙΟΣ ΚΑΙ ΒΥΡΣΟΔΕΨΗΣ

[1]    πλούσιος βυρσέως παραπλησιάζοντος μὴ δυνάμενος τὴν δυσωδίαν φέρειν ἐπέκειτο αὐτῷ, ἵνα μεταβῇ. ὁ δὲ ἀεὶ ἀνεβάλλετο λέγων μετ' ὀλίγον χρόνον μεταβήσεσθαι. τούτου δὲ συνεχῶς γενομένου συνέβη χρόνου διελθόντος τὸν πλούσιον ἐν συνηθείᾳ γενόμενον τῆς δυσωδίας μηκέτι αὐτῷ διενοχλεῖν.

   ὁ λόγος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει.

[221]

ΠΛΟΥΣΙΟΙ ΚΑΙ ΘΡΗΝΩΙΔΟΙ

[1]    πλούσιος δύο θυγατέρας ἔχων τῆς ἑτέρας ἀποθανούσης τὰς θρηνούσας ἐμισθώσατο. τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· ἄθλιαι ἡμεῖς, εἴ γε αὐταὶ μέν, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτως σφόδρα κόπτονται καὶ κλαίουσιν, ἡ μήτηρ ἔφη· μὴ θαύμαζε, τέκνον, εἰ οὕτως αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν.

   οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν.

[3,delta]    πλούσιός τις δύο θυγ. ἔχ. συνέβη τελευτῆσαι τὴν μίαν. καὶ δὴ θρηνητρίας μισθωσάμενος ᾠδικώτερον ἔκλαιον. τῆς δὲ ἑτ. αὐτ. θυγατρὸς πρὸς τὴν αὑτῆς μητ. εἰπούσης· ἄθλιαι αὐταί, εἴγε ὧν ἐ. τὸ π., θρ. οὐκ ἴσμ., αἱ δὲ ‹μηδὲν› προσ. αὗται οὕτ. σφ. κόπτονται, πρὸς [δὲ] ‹αὐτὴν› ἡ μ. ἔ. μὴ θαύμ., τέκν., ἐπὶ προσδοκίᾳ γὰρ ἀργυρίου τ. ποιοῦσιν.

   ὁ μ. δ., ‹ὅτι› διὰ φιλ. οὐκ ὀκν. ἀλλ. συμφ. ἐργολαβεῖν.

[3]    πλούσιος δύο θυγατέρας ἔχων τῆς μιᾶς ἀποθανούσης θρηνούσας ἐμισθώσατο. τῆς δὲ ἑτέρας παιδὸς λεγούσης· ὡς ἄθλιαι ἡμεῖς, αἵ γε αὐταί, ὧν ἐστι τὸ πένθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μὴ προσήκουσαι οὕτω σφοδρῶς κόπτονται, ἡ μήτηρ ἔφη· μὴ θαύμαζε, τέκνον, εἰ αὗται οὕτω θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν.

   ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν.

[222]

ΠΟΙΜΗΝ ΚΑΙ ΚΥΩΝ

[1]    ποιμὴν ἔχων κύνα παμμεγέθη τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνῄσκοντα τῶν προβάτων παραβάλλειν. καὶ δήποτε εἰσελθούσης τῆς ποίμνης ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ περισαίνοντα αὐτὰ εἶπεν· ἀλλ', ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις, ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο.

   ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα κόλακα.

[223]

ΠΟΙΜΗΝ ΚΑΙ ΘΑΛΑΣΣΑ

[1]    ποιμὴν ἔν τινι παραθαλασσίῳ τόπῳ νέμων ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνήν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῖν. διόπερ πωλήσας αὐτοῦ τὰ πρόβατα, φοίνικας ἀγοράσας καὶ ναῦν ἐμφορτισάμενος ἀνήχθη· χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης πάντα ἀπολέσας μόλις ἐπὶ τὴν γῆν διενήξατο. πάλιν δὲ γαλήνης γενομένης ὡς ἐθεάσατό τινα ἐπὶ τῆς γῆς ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· ἀλλ', ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ.

   οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνεται μαθήματα.

[2]

   ποιμὴν ἐν θαλασσίῳ τόπῳ ποίμνια νέμων ἑωρακὼς τὴν θάλασσαν γαληνιῶσαν ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. πωλήσας οὖν τὰ πρόβατα αὐτοῦ καὶ φοίνικας ἀγοράσας ναῦν ἐμφορτισάμενος ἀνήχθη· χειμῶνος δὲ σφοδροῦ γεγονότος καὶ τῆς νηὸς περιτραπείσης ἅπαντα ἀπολέσας αὐτὸς μόλις ἐσώθη. μετ' οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσσης γαληνιώσης ἐθεάσατό τινα παριόντα καὶ τῆς θαλάσσης τὴν ἠρεμίαν ἐπαινοῦντα. ὑπολαβὼν δὲ ἔφη αὐτῷ· ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ.

   ὁ μῦθος δηλοῖ, ὅτι μαθήματα τοῖς φρονίμοις τὰ παθήματα γίνονται.

[3]    ποιμὴν ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. ἀπεμπολήσας οὖν τὰ πρόβατα καὶ φοινίκων βαλάνους πριάμενος ἀνήχθη. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς κινδυνευούσης βαπτίζεσθαι πάντα τὸν φόρτον ἐκβαλὼν εἰς τὴν θάλατταν μόλις κενῇ τῇ νηὶ διεσώθη. μετὰ δ' ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς καὶ τῆς θαλάττης ‑ ἔτυχε γὰρ αὖθις γαληνιῶσα ‑ τὴν ἠρεμίαν θαυμάζοντος ὑπολαβὼν οὗτος εἶπεν· ὦ λῷστε, φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα.

   ὁ μῦθος δηλοῖ, ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.

[224]

ΠΟΙΜΗΝ ΚΑΙ ΠΡΟΒΑΤΑ

[1]    ποιμὴν ἐλάσας τὰ πρόβατα εἴς τινα δρυμῶνα ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱμάτιον ἐπὶ ταύτην ἀνέβη καὶ τὸν καρπὸν ἀντέσειε. τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους ἔλαθε καὶ τὰ ἱμάτια συγκαταφαγόντα. ὁ δὲ ποιμὴν καταβὰς ὡς ἐθεάσατο τὸ γεγονός, εἶπεν· ὦ κάκιστα ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτα παρέχετε, ἐμοῦ δὲ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλασθε.

   οὕτω καὶ τῶν ἀνθρώπων πολλοὶ δι' ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.

[3]    ποιμὴν ἐλάσας εἴς τινα δρυμῶνα τὰ πρόβατα ὑποστρώσας ὑπὸ δρῦν τὸ ἱμάτιον καὶ ἀναβὰς τὸν καρπὸν κατέσειε. τὰ δὲ πρόβατα ἐσθίοντα τοὺς βαλάνους ἔλαθον καὶ τὰ ἱμάτια συγκαταφαγόντα. ὁ δὲ ποιμὴν καταβὰς ὡς εἶδε τὸ γεγονός, ὦ κάκιστα, ἔφη, ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρέχετε, ἐμοῦ δὲ τρέφοντος ὑμᾶς καὶ τὸ ἱμάτιον ἀφείλεσθε.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ πολλοὶ τῶν ἀνθρώπων δι' ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.

[225]

ΠΟΙΜΗΝ ΚΑΙ ΛΥΚΙΔΕΙΣ

[1]    ποιμὴν εὑρὼν λυκιδεῖς τούτους μετὰ πολλῆς ἐπιμελείας ἔτρεφεν οἰόμενος, ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόβατα τηρήσουσιν, ἀλλὰ καὶ τὰ ἑτέρων ἁρπάζοντες αὐτῷ οἴσουσιν. οἱ δὲ ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες πρῶτον αὐτοῦ τὴν ποίμνην διέφθειραν. καὶ ὃς ἀναστενάξας εἶπεν· ἀλλ' ἔγωγε δίκαια πέπονθα. τί γὰρ τούτους νηπίους ὄντας ἔσῳζον, οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν;

   οὕτως οἱ τοὺς πονηροὺς περισῴζοντες λανθάνουσι καθ' ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες.

[226]

ΠΟΙΜΗΝ ΠΑΙΖΩΝ

[1]    ποιμὴν ἐξελαύνων αὐτοῦ τὴν ποίμνην ἀπό τινος κώμης πορρωτέρω διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος. ἐπιβοώμενος γὰρ τοὺς κωμήτας ἐπὶ βοήθειαν ἔλεγεν, ὡς λύκοι τοῖς πρόβασιν ἐπῆλθον. δὶς δὲ καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέβη τὸ τελευταῖον λύκον ἐπελθεῖν τῇ ἀληθείᾳ. ἀποτεμνομένης δὲ αὐτοῦ τῆς ποίμνης καὶ αὐτοῦ ἐπὶ βοήθειαν βοῶντος ἐκεῖνοι ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος ἧττον ἐφρόντιζον. καὶ οὕτως συνέβη αὐτὸν ἀπολέσαι τὰ πρόβατα.

   ὁ λόγος δηλοῖ, ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδόμενοι τὸ μηδέ, ὅταν ἀληθεύωσι, πιστεύεσθαι.

[3,delta]    καί που παιδίον ποίμνια νέμον ἐφ' ὑψηλοῦ τόπου ἱστάμενον πολλάκις ἀνέκραγε· βοηθεῖτέ μοι· λύκοι. οἱ δὲ ἀγρότεροι τρέχοντες ἐν τῇ ποίμνῃ τοῦτον ηὕρισκον μηδαμῶς ἀληθεύοντα. τοῦτο δὲ πολλάκις τοῦ παιδὸς πραξαμένου οἱ τοιοῦτοι συνήρχοντο καὶ ἀεὶ ψεῦδος εὑρίσκοντες ἀπήρχοντο. μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος ὁ παῖς ἐβόα· ὁ λύκος, δεῦτε. ἐπεὶ δὲ οὐδεὶς ἐπίστευεν οὐδ' ἀπήρχετο βοηθῆσαι, ὁ λύκος ἀδείας λαβόμενος εὐκόλως τὴν ποίμνην πᾶσαν διέφθειρεν.

   ὁ μῦθος δηλοῖ, ὅτι τοσοῦτον ὀφείλει τις ‹μὴ› λαλεῖν τὰ ἀληθῆ, ὅσον δεῖ φοβεῖσθαι, μήπως ἐκ τούτου οὐδὲ τὰ ἀληθῆ λέγων εἰσακουσθῇ.

[3,gamma]    καὶ παιδίον που πρόβατα νέμον λύκον ἐρχόμενον πρὸς διαφθορὰν ὁρῶν ἐπικαλούμενον τοὺς ἀγρότας ἔλεγε· βοηθεῖτε ὧδε, ἔρχεται λύκος. οἱ δὲ ἀγρόται τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύειν. τοῦτο δὲ ποιήσαντος πολλάκις εὕρισκον ψευδόμενον. μετὰ δὲ τούτου τοῦ λύκου προσελθόντος καὶ τοῦ παιδὸς βοῶντος· δεῦτε, λύκος οὐκέτι τις πεπίστευκε προσδραμεῖν αὐτῷ καὶ βοηθῆσαι. ὁ δὲ λύκος εὑρηκὼς ἄδειαν τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως.

   ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ, ὅτι καὶ ἀληθῆ λέγων πολλάκις οὐ πιστεύεται.

[227]

ΟΔΟΙΠΟΡΟΙ ΚΑΙ ΚΟΡΑΞ

[1]    πορευομένοις τισὶν ἐπὶ πρᾶξίν τινα κόραξ ὑπήντησε τὸν ἕτερον τῶν ὀφθαλμῶν πεπηρωμένος. ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος ‑ τοῦτο γὰρ σημαίνειν τὸν οἰωνόν ‑ ἕτερος ὑποτυχὼν εἶπεν· καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται;

   οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄβουλοι καὶ εἰς τὰς τῶν πέλας συμβουλίας ἀδόκιμοί εἰσιν.

[228]

ΠΡΟΜΗΘΕΥΣ ΚΑΙ ΑΝΘΡΩΠΟΙ

[1]    Προμηθεὺς κατὰ πρόσταξιν Διὸς ἀνθρώπους ἔπλασε καὶ θηρία. ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα τὰ ἄλογα ζῷα ἐκέλευσεν αὐτὸν τῶν θηρίων τινὰ διαφθείραντα ἀνθρώπους μετατυπῶσαι. τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος συνέβη τοὺς ἐκ τούτων πλασθέντας τὴν μὲν μορφὴν ἀνθρώπων ἔχειν, τὰς δὲ ψυχὰς θηριώδεις.

   πρὸς ἄνδρα σκαιὸν καὶ θηριώδη ὁ λόγος εὔκαιρος.

[229]

ΠΗΡΑΙ ΔΥΟ

[1]    Προμηθεὺς πλάσας ἀνθρώπους δύο πήρας ἐξ αὐτῶν ἀπεκρέμασε, τὴν μὲν ἀλλοτρίων κακῶν, τὴν δὲ ἰδίων. καὶ τὴν μὲν τῶν ὀθνείων ἔμπροσθεν ἔταξε, τὴν δὲ ἑτέρων ὄπισθεν ἀπήρτησεν. ἐξ οὗ δὴ συνέβη τοὺς ἀνθρώπους τὰ μὲν ἀλλότρια κακὰ ἐξ ἀπόπτου κατοπτάζεσθαι, τὰ δὲ ἴδια μὴ προσορᾶσθαι.

   τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγμονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται.

[230]

ΠΑΙΣ ΛΟΥΟΜΕΝΟΣ

[1]    παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι· ἰδὼν δέ τινα ὁδοιπόρον τοῦτον ἐπὶ βοήθειαν ἐφώνει. ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν· ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμφου.

   ὁ λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ' ἑαυτῶν διδόντας †ἀδικεῖσθαι.

[231]

ΑΛΩΠΕΚΕΣ ΠΑΡΑ ΜΑΙΑΝΔΡΩ

[1]    ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθησαν πιεῖν ἐξ αὐτοῦ θέλουσαι. διὰ δὲ τὸ ῥοιζηδὸν φέρεσθαι τὸ ὕδωρ ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόλμων εἰσελθεῖν. μιᾶς δὲ αὐτῶν διεξιούσης ἐπὶ τῷ εὐτελίζειν ταῖς λοιπαῖς καὶ δειλίαν καταγελώσης ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν πρὸς αὐτὴν εἶπον· μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον, δι' ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, ἐκείνη ἀπαγομένη ἔλεγεν· ἀπόκρισιν ἔχω εἰς Μίλητον καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν.

   πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.

[232]

ΠΡΟΒΑΤΟΝ ΚΕΙΡΟΜΕΝΟΝ

[1]    πρόβατον ἀφυῶς κειρόμενον ἔφη· εἰ μὲν ἔρια ἐπιζητεῖς, ἀνωτέρω τέμνε, εἰ δὲ κρεῶν ἐπιθυμεῖς, ἅπαξ με καταθύσας τοῦ κατὰ μικρὸν βασανίζειν ἀπάλλαξον.

   πρὸς τοὺς ἀφυῶς ταῖς τέχναις προσφερομένους ὁ λόγος ἁρμόδιος.

[233]

ΡΟΙΑ, ΜΗΛΕΑ ΚΑΙ ΒΑΤΟΣ

[1]    ῥοιὰ καὶ μηλέα περὶ εὐκαρπίας ἤριζον. πολλοῦ δὲ τοῦ νείκους ἀναφθέντος βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν· ἀλλ', ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι.

   οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται δοκεῖν τινες εἶναι.

[2]    ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον. πολλῆς δὲ φιλονεικίας παρὰ τῶν ἀμφοτέρων γεγονυίας βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν· ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτως παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι.

[3]    ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον. πολλῶν δ' ἀμφισβητήσεων μεταξὺ γενομένων βάτος ἐκ τοῦ πλησίον ἀκούσασα φραγμοῦ παυσώμεθα, εἶπεν, ὦ φίλαι, ποτὲ μαχόμεναι.

   ὁ μῦθος δηλοῖ, ὅτι ἐν ταῖς τῶν ἀμεινόνων στάσεσιν καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι.

[234]

ΣΠΑΛΑΞ

[1]    σπάλαξ ‑ ἔστι δὲ τοῦτο τὸ ζῷον τυφλόν ‑ λέγει τῇ μητρὶ αὐτοῦ ὅτι βλέπω. κἀκείνη πειράζουσα αὐτὸν χόνδρον λιβανωτοῦ δοῦσα αὐτῷ ἐπηρώτα, τί ποτε εἴη. τοῦ δὲ εἰπόντος ψηφῖδα ἔφη· ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀπώλεσας.

   οὕτως ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.

[2]    σπάλαξ ‑ ἔστι δὲ τοῦτο τὸ ζῷον τυφλόν ‑ λέγει τῇ μητρὶ αὐτοῦ· καμινέαν ὁρῶ. ἐκ δευτέρου ἔφη· χονδρολιβάνου ὀσμῆς πεπλήρωμαι. ἐκ τρίτου ἔφη· ψηφῖδος χαλκῆς κτύπον ἀκούω. ἡ δὲ μήτηρ αὐτοῦ ἔφη αὐτῷ· ὦ τέκνον, ὡς ὁρῶ, οὐ μόνον τὸ βλέπειν ἐστέρησαι ἀλλὰ καὶ τὰς ἀκοὰς καὶ τὰς ὀσφρήσεις.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώπων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.

[3]    ὁ ἀσπάλαξ τυφλὸν ζῷόν ἐστι. φησὶν οὖν ποτε τῇ μητρί· συκαμινέαν, μῆτερ, ὁρῶ. εἶτα αὖθίς φησι· λιβάνου ὀσμῆς πεπλήρωμαι. κἀκ τρίτου πάλιν· χαλκῆς, φησι, ψηφῖδος κτύπον ἀκούω. ἡ δὲ μήτηρ ὑπολαβοῦσα εἶπεν· ὦ τέκνον, ὡς ἤδη καταμανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως.

   ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.

[235]

ΣΦΗΚΕΣ, ΠΕΡΔΙΚΕΣ ΚΑΙ ΓΕΩΡΓΟΣ

[1]    σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμεναι ἧκον πρὸς γεωργὸν καὶ παρὰ τούτου ποτὸν ᾔτουν, ἐπαγγελλόμεναι ἀντὶ τοῦ ὕδατος οἱ μὲν πέρδικες περισκάψειν τὰς ἀμπέλους καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, αἱ δὲ σφῆκες κύκλῳ περιστᾶσαι τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι. κἀκεῖνος ὑπολαβὼν εἶπεν· ἀλλ' ἔμοιγέ εἰσι δύο βόες, οἵτινες μηδέν μοι κατεπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμεινόν ἐστιν ἢ ὑμῖν τὸ ποτὸν παρασχεῖν.

   πρὸς ἄνδρα ἀχάριστον ὁ λόγος εὔκαιρος.

[2]    σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἥκασι πρὸς γεωργὸν καὶ παρ' αὐτοῦ πιεῖν ἐζήτουν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος χάριν αὐτῷ ποιῆσαι. καὶ οἱ μὲν πέρδικες περισκάψαι τοὺς ἀμπελῶνας ἔλεγον καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιῆσαι, αἱ δὲ σφῆκες κύκλῳ περιιοῦσαι τοῖς κέντροις τοὺς κλέπτας ἀποσοβῆσαι. ὁ δὲ γεωργὸς ἔφη· ἀλλ' ἔμοιγέ εἰσι βόες δύο, οἵτινες μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμεινόν ἐστι δοῦναι ὕδωρ ἢ ὑμῖν.

   οὗτος ὁ λόγος πρὸς ἄνδρα ἄχρηστον.

[3]    σφῆκες καὶ πέρδικες δίψῃ συνεχόμενοι πρὸς γεωργὸν ἦλθον παρ' αὐτοῦ αἰτοῦντες πιεῖν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες σκάπτειν τὰς ἀμπέλους, οἱ δὲ σφῆκες κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τοὺς κλέπτας. ὁ δὲ γεωργὸς ἔφη· ἀλλ' ἔμοιγέ εἰσι δύο βόες, οἳ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἄμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι ἤπερ ὑμῖν.

   ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.

[236]

ΣΦΗΞ ΚΑΙ ΟΦΙΣ

[1]    σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήσσων ἐχείμαζε. ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνεσθαι ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν ἐρχομένην τὴν κεφαλὴν τῷ τροχῷ ὑπέθηκε καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν [φάσκων· συναπόλλυμαι τῷ ἐχθρῷ μου].

   ὁ μῦθος πρὸς τοὺς συναποθνῄσκειν τοῖς ἐχθροῖς ὑπομένοντας.

[237]

ΣΚΩΛΗΞ ΚΑΙ ΔΡΑΚΩΝ

[1]    συκέα παρ' ὁδὸν ἦν. σκώληξ δὲ θεασαμένη δράκοντα κοιμώμενον ἐζήλωσεν αὐτοῦ τὸ μῆκος. βουλομένη δὲ αὐτῷ ἐξισωθῆναι παραναπεσοῦσα ἐπειρᾶτο ἑαυτὴν ἐκτείνειν, μέχρις οὗ ὑπερβιαζομένη ἔλαθε ῥαγεῖσα.

   τοῦτο πάσχουσιν οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι· θᾶττον γὰρ αὐτοὶ διαρρήγνυνται ἢ ἐκείνων ἐφικέσθαι δύνανται.

[238]

ΣΥΣ, ΙΠΠΟΣ ΚΑΙ ΚΥΝΗΓΕΤΗΣ

[1]    σῦς ἄγριος καὶ ἵππος ἐν ταὐτῷ ἐνέμοντο. τοῦ δὲ συὸς παρ' ἕκαστα τὴν πόαν διαφθείροντος καὶ τὸ ὕδωρ θολοῦντος ὁ ἵππος βουλόμενος αὐτὸν ἀμύνασθαι ἐπὶ κυνηγέτην σύμμαχον κατέφυγε. κἀκείνου εἰπόντος μὴ ἄλλως δύνασθαι αὐτῷ βοηθεῖν, ἐὰν μὴ χαλινόν τε ὑπομείνῃ καὶ αὐτὸν ἐπιβάτην δέξηται, ὁ ἵππος πάντα ὑπέστη. καὶ ὁ κυνηγέτης ἐποχηθεὶς αὐτῷ καὶ τὸν σῦν κατηγωνίσατο καὶ τὸν ἵππον προσαγαγὼν τῇ φάτνῃ προσέδησεν.

   οὕτω πολλοὶ δι' ἀλόγιστον ὀργὴν ἕως τοὺς ἐχθροὺς ἀμύνασθαι θέλουσιν, ἑαυτοὺς ἑτέροις ὑπορρίπτουσιν.

[239]

ΔΕΝΔΡΑ ΚΑΙ ΚΑΛΑΜΟΣ

[1]    τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων ὡς ἑώρα τοὺς καλάμους ἀβλαβεῖς διαμένοντας, ἐπυνθάνετο αὐτῶν, πῶς αὐτὰ μὲν ἰσχυρὰ καὶ ἐμβριθῆ ὄντα οὕτως κατακλᾶται, οἱ δὲ λεπτοὶ καὶ ἀσθενεῖς ὄντες οὐδὲν πάσχουσι. κἀκεῖνοι ἔφασαν ὅτι ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων προσβολῇ καὶ οὕτω τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ πεποιθότες τῇ ἰδίᾳ δυνάμει ἀντιτείνετε καὶ διὰ τοῦτο κατεάσσεσθε.

   ὁ λόγος δηλοῖ, ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀντιτάσσεσθαι ἀσφαλέστερον.

[2]

κάλαμος καὶ ἐλαία

   διὰ καρτερίαν [καὶ ἡσυχίαν] καὶ ἰσχὺν κάλαμος καὶ ἐλαία ἤριζον. τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου ὄντος καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἀνέμου ἰσχυροῦ γενομένου ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη, ἡ δὲ ἐλαία ἐκριζωθεῖσα, ἐπειδὴ ἀντέστη τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων.

[3]

   διὰ καρτερίαν καὶ ἰσχὺν [καὶ ἡσυχίαν] κάλαμος καὶ ἐλαία ἤριζον. τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο. καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δὲ ἐλαία ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη [τῇ βίᾳ].

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων.

[240]

ΥΑΙΝΑΙ

[1]    τὰς ὑαίνας φασὶν παρ' ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρενας γίνεσθαι, ποτὲ δὲ θηλείας. καὶ δήποτε ὕαινα ἄρσην θηλείᾳ παρὰ φύσιν διελέχθη. ἡ δὲ ὑποτυχοῦσα ἔφη· ἀλλ', ὦ οὗτος, οὕτω ταῦτα πρᾶττε, ὡς ἐγγὺς τὰ αὐτὰ πεισόμενος.

   τοῦτο εἰκότως εἴποι ἂν πρὸς τὸν ἤδη ἄρχοντα ὁ μετ' ἐκεῖνον μέλλων, εἰ πλημμελές τι πάσχοι.

[241]

ΥΑΙΝΑ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    τὰς ὑαίνας φασὶ παρ' ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως ποτὲ μὲν ἄρρενας, ποτὲ δὴ θηλείας γίνεσθαι. καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτήν, ὅτι φίλην αὐτῇ γενέσθαι θέλουσαν οὐ προσίεται. κἀκείνη ὑποτυχοῦσα εἶπεν· ἀλλ' ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι' ἣν ἀγνοῶ, πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσωμαι.

   πρὸς ἄνδρα ἀμφίβολον.

[242]

ΤΑΥΡΟΣ ΚΑΙ ΑΙΓΕΣ ΑΓΡΙΑΙ

[1]    ταῦρος διωκόμενος ὑπὸ λέοντος ἔφυγεν εἴς τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες ἄγριαι. τυπτόμενος δὲ ὑπ' αὐτῶν καὶ κερατιζόμενος ἔφη· οὐχ ὑμᾶς φοβούμενος ἀνέχομαι, ἀλλὰ τὸν πρὸ [τοῦ στόματος] τοῦ σπηλαίου ἑστῶτα.

   οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων καὶ τὰς ἐκ τῶν ἡττόνων ὕβρεις ὑπομένουσιν.

[243]

ΠΙΘΗΚΟΥ ΠΑΙΔΕΣ

[1]    τοὺς πιθήκους φασὶ δύο τίκτειν καὶ τὸ μὲν ἕτερον τῶν γεννημάτων στέργειν καὶ μετ' ἐπιμελείας τρέφειν, τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. συμβαίνει δὲ κατά τινα θείαν τύχην τὸ μὲν ἐπιμελούμενον ἀποθνῄσκειν, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι.

   ὁ λόγος δηλοῖ, ὅτι πάσης προνοίας ἡ τύχη δυνατωτέρα καθέστηκεν.

[2]    τοὺς πίθηκάς φασι δύο τίκτειν καὶ τὸν μὲν ἕνα τρέφειν καὶ περιποιεῖσθαι καὶ ἀγαπᾶν, τὸν δὲ ἕτερον μισεῖν καὶ καταφρονεῖν. συμβαίνει δὲ κατά τινα τύχην τὸν μὲν ἐπιμελούμενον ἡδέως καὶ στερρῶς ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸν δὲ ἀμελούμενον ἐκτελειοῦσθαι.

   ὁ μῦθος δηλοῖ, ὅτι πάσης προνοίας ἡ τύχη δυνατωτέρα καθέστηκεν.

[244]

ΤΑΩΣ ΚΑΙ ΚΟΛΟΙΟΣ

[1]    τῶν ὀρνέων βουλευσαμένων περὶ βασιλείας ταὼς ἠξίου αὑτὸν χειροτονῆσαι βασιλέα διὰ τὸ κάλλος. ὁρμωμένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων κολοιὸς εἶπεν· ἀλλ' ἐὰν σοῦ βασιλεύοντος ἀετὸς ἡμᾶς διώκῃ, πῶς ἡμῖν ἐπαρκέσεις;

   ὅτι οὐ δεῖ τοὺς δυνάστας κάλλει, ἀλλὰ δυνάμει κοσμεῖσθαι.

[2]

   τῶν ὀρνέων βουλομένων ποιῆσαι βασιλέα ταὼς ἠξίου χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος. ἀρεσθέντων δὲ πάντων κολοιὸς ὑπολαβὼν ἔφη· ἀλλ' ἐάν σου βασιλεύοντος ἀετὸς ἡμᾶς καταδιῶξαι ἐπιχειρήσῃ, πῶς ἡμῖν ἐπαρκέσεις;

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τοὺς δυνάστας κάλλει, ἀλλὰ φρονήσει καὶ δυνάμει κεκοσμῆσθαι.

[3]    τῶν ὀρνίθων βουλομένων ποιῆσαι βασιλέα ταὼς ἑαυτὸν ἠξίου διὰ τὸ κάλλος χειροτονεῖν. αἱρουμένων δὲ τοῦτο πάντων κολοιὸς ὑπολαβὼν ἔφη· ἀλλ' εἰ σοῦ βασιλεύοντος ἀετὸς ἡμᾶς καταδιώκειν ἐπιχειρήσει, πῶς ἡμῖν ἐπαρκέσεις;

   ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἄρχοντας οὐ διὰ κάλλος μόνον, ἀλλὰ καὶ ῥώμην καὶ φρόνησιν ἐκλέγεσθαι δεῖ.

[245]

ΤΕΤΤΙΞ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ᾖδεν. ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν τοιοῦτόν τι ἐπενόησεν. ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν καὶ παρεκάλει καταβῆναι λέγουσα, ὅτι ἐπιθυμεῖ θεάσασθαι, πηλίκον ζῷον τηλικαῦτα φθέγγεται. κἀκεῖνος ὑπονοήσας αὐτῆς τὴν ἐνέδραν φύλλον ἀποσπάσας καθῆκε. προσδραμούσης δὲ τῆς ἀλώπεκος ὡς ἐπὶ τὸν τέττιγα ἔφη· ἀλλὰ πεπλάνησαι, ὦ αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι. ἐγὼ γὰρ ἀπ' ἐκείνου ἀλώπεκας φυλάττομαι, ἀφ' οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην.

   ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πέλας συμφοραὶ σωφρονίζουσιν.

[246]

ΚΑΜΗΛΟΣ, ΕΛΕΦΑΣ ΚΑΙ ΠΙΘΗΚΟΣ

[1]    τῶν ἀλόγων ζῴων βουλομένων βασιλέα ἑαυτῶν ἑλέσθαι κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστί, μὴ αὐτοῦ βασιλεύοντος χοιρίδιον ἡμῖν ἐπιθῆται.

   ὁ λόγος δηλοῖ, ὅτι πολλάκις καὶ τὰ μέγιστα τῶν πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται.

[2]    ... βασιλέα ἑλέσθαι τινὰ ἐξ αὐτῶν κάμ. κ. ἐλ. ἐψηφίζοντο, ὁ μὲν διὰ τὸ μέγ., ὁ δὲ διὰ τὴν ἰσχύν. πίθ. δὲ ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, ὅτι χολὴν καὶ ἄμυναν ‹οὐ› τρέφει κατὰ τῶν ἐπταικότων, τὸν δὲ ἐλ., ὅτι δέος ἐστὶν αὐτοῦ βασιλεύοντος μὴ χοιρίδια ἡμῖν ἐπιθήσει.

   ὁ μ. δ., ὅτι πολλάκις τὰ μεγάλα τῶν πραγμάτων παρὰ μικροῖς κωλύονται καὶ οὐ τελειοῦνται.

[247]

ΚΥΚΝΟΣ

[1]    τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ καὶ ἀκούσας, ὅτι εὐμελέστατόν ἐστι ζῷον, ἠγόρασε. καὶ ἔχων ποτὲ συνδείπνους προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ. τοῦ δὲ τότε μὲν ἡσυχάσαντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν, ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος ὁ δεσπότης ἀκούσας ἔφη· ἀλλ' εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἤμην τότε, ὅτε σε παρεκάλουν, ἀλλ' οὐκ ἔθυον.

   οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἃ μὴ ἑκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν.

[248]

ΖΕΥΣ ΚΑΙ ΟΦΙΣ

[1]    τοῦ Διὸς γαμοῦντος πάντα τὰ ζῷα ἀνήνεγκαν δῶρα, ἕκαστον ὅτι ἐδύνατο. ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι ἀνέβη. ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω· ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμβάνω.

   ὁ λόγος δηλοῖ, ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.

[2]    τοῦ Διὸς γάμους ποιοῦντος πάντα τὰ ζῷα ἀνήνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν ἰδίαν δύναμιν. ὄφις δὲ ἕρπων ῥόδον λαβὼν ἐν τῷ στόματι ἀνέβη. ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς εἶπε· τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμβάνω.

   ὁ μῦθος δηλοῖ, ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.

[249]

ΤΑΩΝ ΚΑΙ ΓΕΡΑΝΟΣ

[1]    ταὼν γεράνου κατεγέλα κωμῳδῶν τὴν χροίαν αὐτοῦ καὶ λέγων ὡς· ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σὺ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς. ὁ δὲ ἀλλ' ἐγώ, ἔφη, τῶν ἀστέρων ἔγγιστα φωνῶ καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι, σὺ δὲ ὡς ἀλέκτωρ κάτω μετ' ὀρνίθων βαίνεις.

   ὅτι κρεῖττον περίβλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.

[250]

ΥΣ ΚΑΙ ΚΥΩΝ

[1]    ὗς καὶ κύων πρὸς ἀλλήλας διεφέροντο. τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ὅτι ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν αὐτὴν ἀνατεμεῖ, ἡ κύων ἔλεγε καὶ κατ' αὐτὸ τοῦτο αὐτὴν ἀγνωμονεῖν †εἴγε Ἀφροδίτην μισεῖ, ὥστε, ἐὰν φάγῃ τις κρέα ὑός, τοῦτον οὐκ ἐᾷ εἰς τὸ ἱερὸν αὐτῆς εἰσιέναι. καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· ἀλλὰ τοῦτό γε οὐ στυγοῦσά με ποιεῖ, προνοουμένη δέ, ἵνα μηδείς με θύῃ.

   οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις καὶ τὰ ὑπὸ τῶν ἐχθρῶν προσφερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν.

[3]

   σῦς καὶ κύων ἀλλήλαις διελοιδοροῦντο. καὶ ἡ μὲν σῦς ὤμνυε κατὰ τῆς Ἀφροδίτης ἦ μὴν τοῖς ὀδοῦσιν ἀναρρήξειν τὴν κύνα. ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις. δηλοῖς γὰρ ὑπ' αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ' ὅλως εἰς ἱερὸν προσίεται. καὶ ἡ σῦς· διὰ ταῦτα μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται. σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.

[251]

ΥΣ ΚΑΙ ΚΥΩΝ

[1]    ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. τῆς δὲ κυνὸς εἰπούσης, ὅτι μόνη τῶν τετραπόδων ταχέως ἀποκύει, ἡ ὗς ὑποτυχοῦσα ἔφη· ἀλλ' ὅταν τοῦτο λέγῃς, γίνωσκε, ὅτι τυφλὰ τίκτεις.

   ὁ λόγος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ' ἐν τῇ τελειότητι κρίνεται.

[3]    ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. ἔφη δὲ ἡ κύων εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζῴων, καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτά φησιν· ἀλλ' ὅταν τοῦτο λέγῃς, ἴσθι, ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἐν τάχει τὰ πράγματα, ἀλλ' ἐν τῇ τελειότητι κρίνεται.

[252]

ΥΣ ΑΓΡΙΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    ὗς ἄγριος ἑστὼς παρά τι δένδρον τοὺς ὀδόντας ἠκόνα. ἀλώπεκος δὲ ἐρομένης τὴν αἰτίαν, δι' ἣν μηδενὸς αὐτῷ μήτε κυνηγέτου μήτε κινδύνου ἐφεστῶτος τοὺς ὀδόντας θήγει, ἔφη· ἀλλ' οὐ ματαίως τοῦτο ποιῶ. ἐὰν γάρ με κίνδυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχοληθήσομαι, ἑτοίμοις δὲ οὖσι χρήσομαι.

   ὁ λόγος διδάσκει, ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖσθαι.

[2]    ὗς ἄγριος ἑστὼς ἐπί τινος δένδρου τοὺς ὀδόντας ἔθηγε. ἀλώπεκος δὲ ἐρομένης τὴν αἰτίαν ὅτι μηδεμιᾶς ἀνάγκης ἢ κινδύνου προκειμένου τοὺς ὀδόντας τί θήγεις; ἔφη· οὐ μάτην τοῦτο ποιῶ. ἐὰν γάρ με κίνδυνος παραλάβῃ, οὐ τότε ἀκονᾶν ἀσχοληθήσομαι, ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρήσομαι.

   ὁ μῦθος δηλοῖ, ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖν.

[3]

μονιὸς καὶ ἀλώπηξ

   μονιὸς ἄγριος ἐπί τινος ἑστὼς δένδρου τοὺς ὀδόντας ἔθηγεν. ἀλώπεκος δ' ἐρομένης τὴν αἰτίαν, ὅτι μηδεμιᾶς προκειμένης ἀνάγκης τοὺς ὀδόντας θήγει, ἔφη· οὐκ ἀλόγως τοῦτο ποιῶ· εἰ γάρ με κίνδυνος περισταίη, οὔκουν με τηνικαῦτα πρὸς τὸ τοὺς ὀδόντας ἀκονᾶν ἀσχολεῖσθαι δεήσει, ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρῆσθαι.

   ὁ μῦθος δηλοῖ, ὅτι δεῖ πρὸς τὸν κίνδυνον παρασκευάζεσθαι.

[253]

ΦΙΛΑΡΓΥΡΟΣ

[1]    φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος βῶλον χρυσοῦν ὠνήσατο καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας διετέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις παρατηρησάμενος αὐτοῦ τὰς ἀφίξεις καὶ ὑπονοήσας τὸ ἀληθές, ἀπαλλαγέντος αὐτοῦ τὸ χρυσίον ἀνείλατο. ὁ δὲ ὡς ἐπανελθὼν εὗρε τὸν τόπον κενόν, ἔκλαιέ τε καὶ τὰς τρίχας ἐσπάρασσεν. ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν· μὴ λυποῦ· λαβὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι. οὐδὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ.

   ὁ λόγος δηλοῖ, ὅτι τὸ μηδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ.

[2]    φιλάργυρός τις τὴν οὐσίαν αὐτοῦ ἅπασαν ἐξαργυρωσάμενος καὶ βῶλον χρυσοῦν ποιήσας καὶ τοῦτον ἔν τινι τοίχῳ κατορύξας καθ' ἑκάστην ἐρχόμενος ἑώρα αὐτόν. καὶ δὴ τῶν ἐργατῶν τις παρατηρήσας τοῦτον, καταλαβὼν τὸν τόπον καὶ τὸ χρυσίον εὑρὼν ἀνείλατο. μετὰ μικρὸν δὲ ἐλθὼν ὁ ἴδιος καὶ μὴ εὑρὼν αὐτὸ ἤρξατο κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ· ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαβὼν λίθον θὲς ἀντ' αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι. ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν, ἔχρῃζες αὐτό.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν ‹μὴ› ἡ χρῆσις παρῇ.

[3]    φιλάργυρός τις ἅπασαν αὐτοῦ τὴν οὐσίαν ἐξαργυρισάμενος καὶ χρυσοῦν βῶλον ποιήσας ἔν τινι τόπῳ κατώρυξε συγκατορύξας ἐκεῖ καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸν νοῦν καὶ καθ' ἡμέραν ἐρχόμενος αὐτὸν ἔβλεπε. τῶν δ' ἐργατῶν τις αὐτὸν παρατηρήσας καὶ τὸ γεγονὸς συννοήσας ἀνορύξας τὸν βῶλον ἀνείλετο. μετὰ δὲ ταῦτα κἀκεῖνος ἐλθὼν καὶ κενὸν τὸν τόπον ἰδὼν θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας. τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδὼν καὶ τὴν αἰτίαν πυθόμενος μὴ οὕτως, εἶπεν, ὦ οὗτος, ἀθύμει· οὐδὲ γὰρ ἔχων τὸν χρυσὸν εἶχες. λίθον οὖν ἀντὶ χρυσοῦ λαβὼν θὲς καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι. τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν. ὡς ὁρῶ γάρ, οὐδ' ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ.

[254]

ΧΕΛΩΝΗ ΚΑΙ ΛΑΓΩΟΣ

[1]    χελώνη καὶ λαγωὸς περὶ ὀξύτητος ἤριζον. καὶ δὴ προθεσμίαν στήσαντες τοῦ τόπου ἀπηλλάγησαν. ὁ μὲν οὖν λαγωὸς διὰ τὴν φυσικὴν ὠκύτητα ἀμελήσας τοῦ δρόμου πεσὼν παρὰ τὴν ὁδὸν ἐκοιμᾶτο. ἡ δὲ χελώνη συνειδυῖα ἑαυτῇ βραδύτητα οὐ διέλιπε τρέχουσα καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα ἐπὶ τὸ βραβεῖον τῆς νίκης ἀφίκετο.

   ὁ λόγος δηλοῖ, ὅτι πολλάκις φύσιν ἀμελοῦσαν πόνος ἐνίκησεν.

[3,gamma]    ποδῶν χελώνης κατεγέλα λαγωὸς καὶ ἀργίας. ἡ δὲ ἔφη· ἐγώ σε τὸν ταχὺν ἐν τοῖς ποσὶ νικήσω. ὁ δέ· λόγῳ μόνῳ, χελώνη, λέγεις τοῦτο· ἀλλ' ἔριζε καὶ γνώσῃ. τίς δὲ τὸν τόπον ὁριεῖ καὶ βραβεύσει τὴν νίκην; ἀλώπηξ δέ, δικαία καὶ σοφωτάτη, ἔταξεν ὁδὸν τῶν δρόμων τὴν εὐθεῖαν. ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἤρξατο τῆς ὁδοῦ πρὸς τὸ αὑτῆς ἀφορῶσα δυσκίνητον. ὁ δὲ λαγωὸς θαρρῶν τοῖς ποσὶν ἐκοιμήθη καὶ ἐλθὼν ἐπὶ τὸν ὡρισμένον τόπον εὗρε νικῶσαν τὴν βραδεῖαν χελώνην.

   ὅτι πολλοὶ τῇ μὲν φύσει ἀργοὶ τῇ δὲ προθυμίᾳ σύντονοι τοὺς φύσει ταχεῖς, ῥᾳθύμους δὲ νικῶσιν.

[255]

ΧΕΛΙΔΩΝ ΚΑΙ ΔΡΑΚΩΝ

[1]    χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη. δράκων δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς. ἡ δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα ὑπερπαθῶς ἔστενεν. ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν πειρωμένης καὶ λεγούσης, ‹ὅτι› οὐ μόνον αὐτὴν τέκνα ἀποβαλεῖν συμβέβηκεν, ὑποτυχοῦσα ἔφη· ἀλλ' ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω, ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι, ἐν ᾧ οἱ ἀδικούμενοι βοηθείας τυγχάνουσιν.

   ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραί, ὅταν ὑφ' ὧν ἥκιστα προσεδόκησαν, ἐπιφέρωνται.

   ξένη χελιδὼν ἡ τοῖς ἀνθρώποις συνοικοῦσα ἐν δικαστηρίῳ τὴν ἑαυτῆς ἔπηξε καλιὰν ἐν τοίχῳ κἀκεῖ γίνεται τῶν ἑαυτῆς νεοττῶν μήτηρ. ὄφις δὲ ἐκ τρώγλης συρεὶς τοὺς ἑαυτῆς κατέφαγε νεοσσούς. ἡ δὲ χελιδὼν θρηνοῦσα ἐκεκράγει· οἴμοι τῇ ξένῃ, ὅτι, ἔνθα πάντες δικαιοῦνται, μόνη ἔγωγε ἠδίκημαι ἀδίκως.

   [ὁ μῦθος δηλοῖ, ὅτι ἐν τόπῳ ἐκδικήσεως ἀδικεῖταί τις.]

[256]

ΧΗΝΕΣ ΚΑΙ ΓΕΡΑΝΟΙ

[1]    χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. ἐπιφανέντων δὲ αὐτοῖς θηρευτῶν αἱ μὲν γέρανοι ἐλαφραὶ οὖσαι ἀπέπτησαν, οἱ δὲ χῆνες μείναντες διὰ τὸ βάρος τῶν σωμάτων συνελήφθησαν.

   οὕτω καὶ τῶν ἀνθρώπων, ἐπὰν στάσις ἐν πόλει γένηται, οἱ μὲν πένητες εὐπρόφοροι ὄντες ῥᾳδίως ἀπὸ πόλεως εἰς πόλιν σῴζονται, οἱ δὲ πλούσιοι διὰ τὴν τῶν ὑπαρχόντων ὑπερβολὴν μένοντες πολλάκις δουλεύουσιν.

[2]    χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. ἐπιφανέντων δὲ θηρευτῶν οἱ μὲν γέρανοι ἐλαφροὶ ὄντες ταχέως ἀπέπτησαν καὶ διεσώθησαν, αἱ δὲ χῆνες μείνασαι διὰ τὸ βάρος τῶν σωμάτων συνελήφθησαν.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτως καὶ ἐπ' ἀναστάσεως πόλεως γίνεται· οἱ μὲν πένητες ῥᾳδίως μεταβαίνουσιν ἀπὸ πόλεως εἰς πόλιν διὰ τὸ ἀκτήμονες εἶναι, οἱ δὲ πλούσιοι διὰ τὴν ὑπερβολὴν τῶν χρημάτων μένουσι πολλάκις καὶ δουλεύουσιν.

[3]    χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. τῶν δὲ θηρευτῶν ἐπιφανέντων οἱ μὲν γέρανοι κοῦφοι ὄντες ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες διὰ τὸ βάρος τῶν σωμάτων μείναντες συνελήφθησαν.

   ὁ μῦθος δηλοῖ, ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι.

[257]

ΟΝΑΓΡΟΣ ΚΑΙ ΛΥΚΟΣ

[1]    χωλὸς ὄναγρος ὑπὸ σκόλοπος ἐγκεντρισμένος ὀδυνηρῶς ἔφερε τὸν πόδα ἀλγῶν καὶ διαβῆναι τὸν ποταμὸν μὴ δυνάμενος. λύκος δὲ βριαρὸς αὐτὸν συναντήσας ἔμελλε κατεσθίειν ἕτοιμον εὑρὼν θήραμα. ὁ ὄναγρος δὲ αὐτοῦ ἐδέετο λέγων· παῦσόν με πρῶτον τοῦ πόνου τὸν σκόλοπα ἐκ τοῦ ποδὸς ἑλκύσας. τοῦ δὲ λύκου τοῖς ὀδοῦσι τὸν σκόλοπα ἐξελκύσαντος ὁ ὄνος κουφισθεὶς τῆς τοῦ ποδὸς ἀλγηδόνος λακτίσας αὐτὸν τοῖς ποσὶ νεκρὸν ἀφῆκε καὶ εἰς ὄρος δραμὼν ἐσώθη.

   διδάσκει ἡμᾶς ὁ λόγος, ὅτι κακῷ καλὸν ποιήσας οὐχ ἕξεις εὐχαριστίαν, ἀλλὰ μᾶλλον λοιδορίαν.

[258]

ΧΕΛΙΔΩΝ ΚΑΙ ΚΟΡΩΝΗ

[1]    χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν. ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν· ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι ἀντιτάσσεται.

   ὁ λόγος δηλοῖ, ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.

[3]    χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν. ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπε· ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν καὶ χειμῶνι παρατείνεται.

   ὁ μῦθος δηλοῖ, ὅτι ἡ παράτασις τοῦ σώματος εὐπρεπείας κρείττων ἐστίν.

[259]

ΧΕΛΩΝΗ ΚΑΙ ΑΕΤΟΣ

[1]    χελώνη θεασαμένη ἀετὸν πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πέτεσθαι. προσελθοῦσα δὲ τοῦτον παρεκάλει ἐφ' ᾧ βούλεται μισθῷ διδάξαι αὐτήν. τοῦ δὲ λέγοντος ἀδύνατον εἶναι καὶ ἔτι αὐτῆς ἐπικειμένης καὶ ἀξιούσης, ἄρας αὐτὴν καὶ μετέωρος ἀρθεὶς ἀφῆκεν ἐπί τινος πέτρας, ὅθεν κατενεχθεῖσα διερράγη [καὶ ἀπέθανεν].

   ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς καταβλάπτουσιν.

[2]    χέλος ἄρρην θεασάμενος ἀετὸν ἐπεθύμησε καὶ αὐτὸς πετασθῆναι. προσελθὼν δὲ πρός τινα παρεκάλει αὐτὸν ἐπὶ μισθῷ διδάξαι αὐτὸν τοῦ πετάσαι. τοῦ δὲ λέγοντος ἀδύνατον εἶναι ἐκεῖνος παρακούσας ἀναβὰς εἰς ὕψος ἀφῆκεν ἑαυτὸν καὶ παραχρῆμα ἐπὶ πέτραν πεσὼν διερράγη.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ἐν ταῖς φιλονεικίαις τῶν φρονιμωτέρων αὐτῶν παρακούσαντες ἑαυτοὺς κατέβλαψαν.

[3]    χελώνη ἀετοῦ ἐδεῖτο ἵπτασθαι ταύτην διδάξαι. τοῦ δὲ παραινοῦντος πόρρω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. λαβὼν οὖν ταύτην τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκὼν εἶτ' ἀφῆκεν, ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίβη.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔβλαψαν.

[260]

ΨΥΛΛΑ ΚΑΙ ΑΘΛΗΤΗΣ

[1]    ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς ἀθλητοῦ σοβοῦντος καὶ ἁλομένη ἐνῆκε δῆγμα. ὁ δὲ ἀκροχολήσας ‹καὶ› εὐτρεπίσας τοὺς ὄνυχας οἷός τε ἦν συνθλάσαι τὴν ψύλλαν. ἡ δ' ὑφ' ὁρμῆς φυσικῆς πήδημα λαβοῦσα ἀπέδρα τοῦ θανεῖν ἀπαλλαγεῖσα. καὶ ὃς στενάξας εἶπεν· ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτως, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ;

   ὁ λόγος δηλοῖ μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα ἐπ' εὐθεῖαν τοὺς θεοὺς ἐπικαλεῖν, ἀλλ' ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις.

[2]    ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ ποδὸς ἀνθρώπου καὶ δῆγμα ἐκέντα τοῦτον. ὁ δὲ ἀκροχολέσας εὐτρεπίσας τοὺς ὄνυχας, ὅπως συνθλάσῃ ταύτην, ἐφ' ὁρμῆς δὲ φυσικῆς ἡ ψύλλα πήδημα λαβοῦσα ἀπέδρα τοῦ θανάτου. ὁ δὲ στενάξας εἶπεν· ὦ Ἡρακλῆ, διὰ τί ἐπὶ τοὺς κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός;

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα τὸν θεὸν παρακαλεῖν, ἀλλ' ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς.

[3]

ψύλλα καὶ ἀνήρ

   ψύλλα ποτὲ πηδήσασα ἐπὶ πόδα ἀνδρὸς ἐκάθισεν. ὁ δὲ τὸν Ἡρακλῆν ἐπὶ συμμαχίαν ἐκάλει. τῆς δὲ ἐκεῖθεν αὖθις ἀφαλομένης στενάξας εἶπεν· ὦ Ἡράκλεις, εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν ἀνταγωνισταῖς συνεργήσεις;

   ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ θείου δεῖσθαι, ἀλλ' ἐπὶ τῶν ἀναγκαίων.

[261]

ΨΙΤΤΑΚΟΣ ΚΑΙ ΓΑΛΗ

[1]    ψιττακόν τις ἀγοράσας ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι. ὁ δὲ τῇ ἡμερότητι χρησάμενος ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε κἀκεῖθεν τερπνὸν ἐκεκράγει. γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς τέ ἐστι καὶ πόθεν ἦλθεν. ὁ δὲ εἶπεν· ὁ δεσπότης με νεωστὶ ὠνήσατο. οὐκοῦν, ἰταμώτατε ζῴων, ἔφη, πρόσφατος ὢν τοιαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ' ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με. ὁ δὲ ἀπεκρίνατο λέγων· οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐχ ὁμοίως γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ.

   πρὸς ἄνδρα φιλοψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα ὁ λόγος εὔκαιρος.

[262]

ΔΡΥΟΤΟΜΟΙ ΚΑΙ ΔΡΥΣ

[1]    δρυοτόμοι δρῦν ἔσχιζον· οἱ δὲ ἐξ αὐτῆς σφῆνας ποιήσαντες ἔσχιζον αὐτήν. ἡ δὲ ἔφη· οὐ τοσοῦτον τὸν κόψαντά με πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ φυέντας σφῆνας.

   ὅτι δεινότερόν ἐστιν ἡ λύπη, ὅταν τις ὑπὸ τῶν συγγενῶν πάθῃ τι ἢ παρὰ τῶν ἀλλοτρίων.

[3,delta]

πρίσται καὶ πεύκη

   πρίσται κατέσχιζον πεύκην καὶ σφῆνας ἐξ αὐτῆς ἐποίουν κατασχίζοντες αὐτήν. ἡ δὲ ἐθρήνει λέγουσα· οὐ τοσοῦτον τὴν ἀξίνην μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ σφῆνας.

   ὁ μῦθος δηλοῖ, ὅτι λυπηρότεραι αἱ τῶν οἰκείων κακώσεις ὑπὲρ τῶν ξένων λίαν.

[263]

ΕΛΑΤΗ ΚΑΙ ΒΑΤΟΣ

[1]    ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν· ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσι ναοῦ χρησιμεύω καὶ οἴκοις. ἡ δὲ βάτος ἔφη· ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν εἶχες θελήσειν γενέσθαι, οὐκ ἐλάτη.

   κρεῖσσον πενία ἄφοβος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν.

[264]

ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΛΕΩΝ ΣΥΝΟΔΕΥΟΝΤΕΣ

[1]    λέων σὺν ἀνθρώπῳ ὁδεύων ὁμοῦ ἐν ὁδῷ, ὁ δὲ ἄνθρωπος αὐτῷ ἔλακε· δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα. ὁ δὲ λέων· δυνατώτερον ζῷον ὁ λέων. καὶ ὁδευόντων αὐτῶν ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας στήλας, ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑποτασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων καὶ ἔλεγε· βλέπεις, πῶς εἰσιν οἱ λέοντες; ὁ δὲ λέων ἔφη· εἰ ᾔδεσαν λέοντες γλύφειν, πολλοὺς ἀνθρώπους εἶδες ὑποκάτω λεόντων.

   ὅτι εἰσί τινες, ἐν οἷς οὐ δύνανται καυχώμενοι μὴ δὲ δυνάμενοι.

[265]

ΚΥΩΝ ΚΑΙ ΚΟΧΛΟΣ

[1]    ὠά τις κύων καταπίνειν εἰθισμένος ἰδών τινα κόχλον, χάνας τὸ στόμα αὐτοῦ μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον οἰηθεὶς ὠὸν εἶναι. βαρυνόμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνόμενος ἔλεγε· δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ ὠὰ πεπίστευκα.

   διδάσκει ἡμᾶς ὁ λόγος, ὅτι οἱ ἀδιστάκτως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτοπίαις.

[266]

ΑΛΕΚΤΟΡΕΣ ΔΥΟ ΚΑΙ ΑΕΤΟΣ

[1]    ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφ' ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐβόησε. καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. ὁ δ' ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινε.

   ὁ μῦθος δηλοῖ, ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

[267]

ΚΩΝΩΨ ΚΑΙ ΛΕΩΝ

[1]    κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· οὔτε φοβοῦμαί σε οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τίς σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. ἐγὼ δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος. εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον. καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο δάκνων τὰ περὶ τὰς ῥῖνας αὐτοῦ ἄτριχα πρόσωπα. ὁ δὲ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτὸν, ἕως οὗ ἠγανάκτησεν. ὁ δὲ κώνωψ νικήσας τὸν λέοντα καὶ σαλπίσας καὶ ἐπινίκιον ᾄσας ἔπτατο. ἀράχνης δὲ δεσμῷ ἐμπλακείς, ἐσθιόμενος ἀπωδύρετο, ὅτι μεγίστοις πολεμῶν ὑπ' εὐτελοῦς ζῴου, τῆς ἀράχνης, ἀπώλετο.

   ὁ μῦθος πρὸς τοὺς καταβάλλοντας μεγάλους καὶ ὑπὸ μικρῶν καταβαλλομένους.

[268]

ΚΥΩΝ, ΑΛΩΠΗΞ ΚΑΙ ΑΛΕΚΤΩΡ

[2]    κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον. τῆς δὲ νυκτὸς καταλαβούσης ἐν τόπῳ ἀλσώδει ἐλθόντων ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναβὰς ἐν τοῖς κλάδοις ἐκάθισεν. ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε. τῆς δὲ νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαβούσης ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει. ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταφαγεῖν ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐβόα πρὸς αὐτόν· ἀγαθὸν ὄρνεον εἶ καὶ χρηστὸν τοῖς ἀνθρώποις. κατάβηθι δέ, ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι. ὁ δὲ ἀλέκτωρ ὑπολαβὼν ἔφη αὐτῇ· ἄπελθε, φίλε, κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον, ὅπως κρούσῃ τὸ ξύλον. ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα πρὸς τὸ φωνῆσαι αὐτὸν ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος διεσπάραξεν αὐτήν.

   ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθοι, ῥᾳδίως τοὺς ἐχθροὺς αὐτῶν τὰ ἀντάξια ἀποτίνονται.

[3]    κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. ἑσπέρας δὲ καταλαβούσης ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδε ἀναβάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς ἐκείνου ἀνοίξαντος κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν.

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.

[269]

ΛΕΩΝ ΚΑΙ ΛΥΚΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἄντρῳ. παρῆσαν δ' ἐπισκεψόμενα τὸν βασιλέα πλὴν ἀλώπεκος τἄλλα τῶν ζῴων. ὁ τοίνυν λύκος λαβόμενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος ἅτε δὴ παρ' οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα καὶ διὰ ταῦτα μηδ' εἰς ἐπίσκεψιν ἀφιγμένης. ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. ὁ μὲν οὖν λέων κατ' αὐτῆς ἐβρυχᾶτο. ἡ δ' ἀπολογίας καιρὸν αἰτήσασα· καὶ τίς, ἔφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησέν ‹σε›, ὅσον ἐγὼ πανταχόσε περινοστήσασα καὶ θεραπείαν ὑπέρ σου παρ' ἰατρῶν ζητήσασα καὶ μαθοῦσα; τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος ἐκείνη φησίν· εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. καὶ τοῦ λύκου [αὐτίκα νεκροῦ] κειμένου ἡ ἀλώπηξ γελῶσα εἶπεν· οὕτως οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν ἀλλὰ πρὸς εὐμένειαν.

   ὁ μῦθος δηλοῖ, ὅτι ὁ καθ' ἑτέρου μηχανώμενος καθ' ἑαυτοῦ τὴν πάγην περιτρέπει.

[270]

ΔΑΜΑΛΙΣ ΚΑΙ ΒΟΥΣ

[1]    δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν ἐπὶ τοῦ κόπου. ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· ὦ δάμαλις, διὰ τοῦτο ἤργεις, διὰ τὸ ἀρτίως τυθῆναι.

   ὁ μῦθος δηλοῖ, ὅτι τῷ ἀργοῦντι κίνδυνος μένει.

[271]

ΚΟΡΥΔΑΛΟΣ

[1]    κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν.

   ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.

[272]

ΟΝΟΣ ΚΑΙ ΙΠΠΟΣ

[1]    ὄνος ἵππον ἐμακάριζεν ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπιμελῶς, αὐτὸς μηδ' ἀχύρων ἅλις ἔχων καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον πανταχόσε τοῦτον ἐλαύνων καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε καὶ ὁ ἵππος πληγεὶς ἔκειτο, ταῦτα ἑωρακὼς ὁ ὄνος τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ' ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους τὴν πενίαν ἀγαπᾶν.

[273]

ΑΕΤΟΣ

[3]    ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο λαγωὸν θηρεῦσαι ζητῶν. τοῦτον δέ τις ἔβαλε τοξεύσας καὶ τὸ μὲν βέλος ἐντὸς τοῦ ἀετοῦ εἰσῆλθεν, ἡ δὲ γλυφὴ σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. ὁ δὲ ἰδὼν ἔφη· καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἰδίοις πτεροῖς ἐναποθνῄσκειν.

   ὁ μῦθος δηλοῖ, ὅτι δεινόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.

[1b]    ἀετὸς εἰς ὕψος ἐκάθητο θηρεῦσαι λαγωούς. τοῦτον τοξότης ἰδὼν ἔβαλεν εὐστοχήσας. στραφεὶς δὲ ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν ἔφη· οὐ τοσοῦτον τὸν πέμψαντά σε μέμφομαι, ὅσον τῶν ἐξ ἐμοῦ φυέντων πτερῶν.

   ὅτι τοῦτο κρεῖσσον λύπη καθέστηκεν, ὅταν τις ὑπὸ τῶν ἰδίων συγγενῶν πάθῃ κακόν, ὅσον ‹ὑπὸ› τῶν ἀλλοτρίων καὶ ξένων.

[274]

ΑΙΘΙΟΨ

[1]    Αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος· καὶ παραλαβὼν οἴκαδε πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λουτροῖς ἐπειρᾶτο καθαίρειν. καὶ τὸ μὲν χρῶμα μεταβαλεῖν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν.

   ὁ μῦθος δηλοῖ, ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν.

[275]

ΝΕΒΡΟΣ ΚΑΙ ΕΛΑΦΟΣ

[1]    νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις πρὸς ἄμυναν. τί δήποτ' οὖν οὕτω τούτους φοβῇ; κἀκεῖνος γελῶν εἶπεν· ἀληθῆ μὲν ταῦτα φῄς, τέκνον. ἓν δ' οἶδα, ὡς ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ' ὅπως ἐκφέρομαι.

   ὁ μῦθος δηλοῖ, ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν.

[276]

ΠΟΙΜΗΝ ΚΑΙ ΛΥΚΟΣ

[1]    ποιμὴν νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ ἀνελόμενος σὺν τοῖς κυσὶν ἔτρεφεν. ἐπεὶ δ' ηὐξήθη, εἴποτε λύκος πρόβατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ αὐτὸς ἐδίωκε. τῶν δὲ κυνῶν ἔσθ' ὅτε μὴ δυναμένων καταλαβεῖν τὸν λύκον καὶ διὰ ταῦτα ὑποστρεφόντων ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαβὼν οἷα δὴ λύκος συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν. εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόβατον, αὐτὸς λάθρα θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποιμὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον εἰς δένδρον αὐτὸν ἀναρτήσας ἀπέκτεινεν.

   ὁ μῦθος δηλοῖ, ὅτι φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει.

[277]

ΚΥΚΝΟΣ

[1]    ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν. ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφ' οἷς ἐτρέφετο, νὺξ μὲν ἦν καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον. ὁ δὲ κύκνος ἀντὶ τοῦ χηνὸς ἀπαχθεὶς ᾄδει μέλος θανάτου προοίμιον· καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει.

   ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἀπεργάζεται.

[278]

ΓΥΝΗ ΚΑΙ ΑΝΗΡ ΜΕΘΥΣΟΣ

[1]    γυνή τις ἄνδρα μέθυσον εἶχε· τοῦ δὲ πάθους αὐτὸν ἀπαλλάξαι θέλουσα τοιόνδε τι σοφίζεται. κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα ἐπ' ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. ἡνίκα δ' αὐτὸν ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. ἐκείνου δὲ φήσαντος· τίς ὁ τὴν θύραν κόψας; ἡ γυνὴ ἀπεκρίνατο· ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι. κἀκεῖνος· μή μοι φαγεῖν ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε. λυπεῖς γάρ με βρώσεως ἀλλὰ μὴ πόσεως μνημονεύων. ἡ δὲ τὸ στῆθος πατάξασα οἴμοι τῇ δυστήνῳ, φησίν, οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα. σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν· ἔστι γάρ, ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.

[279]

ΠΑΙΣ, ΠΑΤΗΡ ΚΑΙ ΛΕΩΝ ΓΕΓΡΑΜΜΕΝΟΣ

[1]    υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον κυνηγεῖν ἐφιέμενον εἶδε τοῦτον καθ' ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. φοβηθεὶς δέ, μήπως ὁ ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῷα, ἐν οἷς ἦν καὶ λέων. ὁ δὲ ταῦτα μᾶλλον ὁρῶν πλείονα λύπην εἶχε. καὶ δήποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω; καὶ εἰπὼν ἐπέβαλε τῷ τοίχῳ τὴν χεῖρα ἐκτυφλῶσαι τὸν λέοντα. σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο, πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ θᾶττον τοῦ βίου μετέστησεν. ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν.

[280]

ΠΟΤΑΜΟΣ ΚΑΙ ΒΥΡΣΑ

[1]    ποταμὸς δι' αὐτοῦ βύρσαν φερομένην. ἰδὼν ἠρώτησε, τίς καλεῖται. ἡ δὲ εἶπε· ξηρά. ἐπικαχλάσας δὲ τῷ ῥεύματι εἶπεν· ἄλλο τι ζήτει καλεῖσθαι· ἁπαλὴν γὰρ ἐγὼ ἤδη ταχὺ ποιήσω σε.

   ὁ μῦθος δηλοῖ, ὅτι εὐκόλως τὰ πράγματα εἰς τὴν αὐτὴν ἀποκαθίστανται φύσιν.

[281]

ΤΟΞΟΤΗΣ ΚΑΙ ΛΕΩΝ

[1]    ἀνῆλθέ τις εἰς ὄρος τοξικῆς ἔμπειρος κυνηγῆσαι. πάντα δὲ τὰ ζῷα τοῦτον θεασάμενα ἔφυγε, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν εἰς μάχην. ὁ δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλὼν ἔφη· δέξαι καὶ ἰδὲ τὸν ἐμὸν ἄγγελον οἷός ἐστιν καὶ τότε κἀγὼ ἐπέρχομαί σοι. ὁ δὲ λέων φοβηθεὶς ὥρμησε φεύγειν. ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης ὁ λέων ἔφη· ὦ οὗτος, οὐδαμῶς με πλανήσεις. ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ, οὐκ ἂν ὑποίσω.

   ὁ μῦθος δηλοῖ μηδαμῶς πλησιάζειν τοὺς πόρρωθεν χαλεπὰ πράττοντας.

[282]

ΦΑΛΑΚΡΟΣ

[1]    φαλακρός τις ξένας τρίχας τῇ ἑαυτοῦ περιθεὶς κεφαλῇ ἵππευσεν, ἄνεμος δὲ φυσήσας ἀφείλετο ταύτας. γέλως δὲ πλατὺς τοὺς παρεστῶτας εἶχε. κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἳ καὶ τὸν ἔχοντα ταύτας, μεθ' οὗ καὶ ἐγεννήθησαν, κατέλιπον; ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφορᾷ ἐπελθούσῃ. [ὃ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει.]

[283]

ΚΥΩΝ ΕΣΤΙΩΜΕΝΟΣ

[3,gamma]    ἄνθρωπός τις δεῖπνον ἡτοίμαζεν εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον, ὁ δὲ κύων αὐτοῦ ἄλλον φίλον ἐκάλει λέγων· ὦ φίλε, δεῦρο. δείπνησον ὧδέ μοι. ὁ δὲ προσελθὼν καὶ ἰδὼν τὸν μέγαν ἐκεῖνον δεῖπνον ἵστατο καὶ διελογίζετο· βαβαί, πόση μοι χαρὰ ἄρτι ἐφάνη. ἐξαπίνης γάρ με αὕτη κατέσχε καὶ εἰς κόρον μέλλω τρυφῆσαι. τοῦτο καθ' ἑαυτὸν στρέφων ὁ κύων καὶ σείων τὴν κέρκον ἑώρα πρὸς τὸν φίλον τὸν κεκληκότα ἐπὶ τὸν δεῖπνον. ὁ οὖν μάγειρος ἰδὼν αὐτὸν τὴν κέρκον ὧδε κἀκεῖσε περιστρέφοντα κατασχὼν ἐκ τοῦ σκέλους ἔρριψεν αὐτὸν διὰ τῆς θυρίδος. ὁ δὲ κατιὼν ἀπῄει κράζων. τῶν δὲ κυνῶν προσυπαντώντων καὶ ἐρωτώντων αὐτόν· πῶς ἐδείπνησας; ὑπολαβὼν ἔφη πρὸς αὐτούς· ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν εἶδον, ὅθεν ἐξῆλθον.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν.

[3,alpha]    ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον ἑστιάσων τινὰ τῶν φίλων αὐτῷ καὶ οἰκείων, ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει λέγων· ὦ φίλε, δεῦρο, συνδείπνησόν μοι. ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸν μέγαν δεῖπνον βοῶν ἐν τῇ καρδίᾳ· βαβαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη. τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῇ γε πεινᾶσαι. ταῦτα καθ' ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψεν παραχρῆμα ἔξωθεν τῶν θυρίδων. ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. τῶν τις δὲ κυνῶν τῶν καθ' ὁδὸν αὐτῷ συναπαντώντων ἐπηρώτα· πῶς ἐδείπνησας, φίλος; ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.

[284]

ΑΝΘΡΩΠΟΣ ΚΑΤΑΘΡΑΥΣΑΣ ΑΓΑΛΜΑ

[3,gamma]    ἄνθρωπός τις ξύλινον θεὸν ἔχων πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. ὡς οὖν ταῦτ' ἔπραττε καὶ μᾶλλον [πλέον] ἐν πενίᾳ διῆγε, θυμωθεὶς ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὅνπερ συναγαγὼν ὁ ἄνθρωπος ἐβόα· στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων. τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με, τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐδὲν ὠφελήσεις σεαυτὸν πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ.

[3,alpha]    ἄνθρωπός τις ξύλινον ἔχων θεὸν καθικέτευε τοῦ ἀγαθοποιῆσαι αὐτόν. ὡς οὖν ταῦτα ἔπραττε καὶ οὐδὲν ἧττον ἐν πενίᾳ διῆγε, θυμωθεὶς ἄρας αὐτὸν τῶν σκελῶν ἔρριψεν εἰς τὸ ἔδαφος. προσκρουσάσης οὖν τῆς κεφαλῆς καὶ αὐτίκα κλασθείσης χρυσὸς ἔρρευσεν ὅτι πλεῖστος, ὅνπερ δὴ συνάγων ὁ ἄνθρωπος ἐβόα· στρεβλὸς ὑπάρχεις, ὥς γε οἶμαι, καὶ ἀγνώμων. τιμῶντά σε γὰρ ἥκιστά με ὠφέλησας, τυπτήσαντα δέ σε πολλοῖς καλοῖς ἀμείβῃ.

   ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ὠφελήσῃ τιμῶν πονηρὸν ἄνθρωπον, τύπτων δὲ αὐτὸν μᾶλλον ὠφελήσῃ.

[285]

ΗΜΙΟΝΟΣ

[2]    ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ' ἑαυτὴν βοῶσα· πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης ἠναγκάζετο ἡ ἡμίονος τοῦ τρέχειν. ὡς δὲ τοῦ δρόμου πέπαυται, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη.

   ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθω· ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος.

[3]    ἡμίονος ἐκ κριθῆς παχυνθεὶς ἀνεσκίρτησε βοῶν καὶ λέγων· πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος κἀγὼ αὐτῷ ὅλος ἀφωμοιώθην. καί ποτε ἀνάγκης ἐπελθούσης τρέχειν, ἐπειδὴ τοῦ δρόμου ἐπαύσατο, τοῦ πατρὸς ὄνου εὐθὺς ὑπεμνήσθη.

   ὁ μῦθος δηλοῖ, ὅτι, κἂν ὁ χρόνος εἰς δόξαν φέρῃ τινά, τῆς ἑαυτοῦ γε μὴν τύχης μὴ ἐπιλανθανέσθω· ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος.

[286]

ΙΠΠΟΣ ΚΑΙ ΟΝΟΣ

[1]    ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. ὁδευόντων δὲ ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν. ὁ δὲ οὐκ ἐπείσθη. ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησεν. τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δορὰν θρηνῶν ὁ ἵππος ἐβόα· οἴμοι τῷ παναθλίῳ. τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν ἰδοὺ ἅπαντα βαστάζω καὶ τὸ δέρμα.

   ὁ μῦθος δηλοῖ, ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ.

[287]

ΣΚΩΛΗΞ ΚΑΙ ΑΛΩΠΗΞ

[1]    ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστι ὁ τῶν θεῶν ἰατρὸς Παιών. καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω;

   ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.

[288]

ΚΟΡΑΞ ΝΟΣΩΝ

[1]    κόραξ νοσῶν ἔφη τῇ μητρί· μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. ἡ δ' ὑπολαβοῦσα ἔφη· τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη;

   ὁ μῦθος δηλοῖ, ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.

[289]

ΣΑΛΠΙΓΚΤΗΣ

[1]    σαλπιγκτὴς στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων ἐβόα· μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῇ καὶ μάτην. οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι. οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν τοὺς πάντας πρὸς μάχην ἐγείρεις.

   ὁ μῦθος δηλοῖ, ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.

[290]

ΠΟΛΕΜΙΣΤΗΣ ΚΑΙ ΚΟΡΑΚΕΣ

[1]    ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. φθεγξαμένων δὲ κοράκων τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ' ἀναλαβὼν αὖθις ἐξῄει. καὶ φθεγξαμένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε.

   ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.

[291]

ΟΥΡΑ ΚΑΙ ΜΕΛΗ ΟΦΕΩΣ

[1]    δράκοντος ἡ οὐρὰ τῇ κεφαλῇ ἐστασίασεν ἀξιοῦσα ἡγεῖσθαι παρὰ μέρος καὶ μὴ διὰ παντὸς ἀκολουθεῖν ἐκείνῃ. λαβοῦσά τε τὴν ἡγεμονίαν ἑαυτήν τε κακῶς ἀπαλλάττει ἀνοίᾳ πορευομένη καὶ τὴν κεφαλὴν καταξαίνει τυφλοῖς καὶ κωφοῖς μέρεσιν ἀναγκαζομένην παρὰ φύσιν ἕπεσθαι.

   ὁ λόγος δηλοῖ, ὅτι οἱ πρὸς χάριν ἅπαντα πολιτευόμενοι τοιαῦτα πάσχουσιν.

[292]

ΛΕΩΝ, ΠΡΟΜΗΘΕΥΣ ΚΑΙ ΕΛΕΦΑΣ

[1]    λέων κατεμέμφετο Προμηθέα πολλάκις, ὅτι μέγαν αὐτὸν ἔπλασεν καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον· ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοβοῦμαι. καὶ ὁ Προμηθεὺς ἔφη· τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα τί πάσχεις, ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς; καὶ ὁ ἐλέφας κατὰ τύχην περιπτάντος αὐτῷ κώνωπος· ὁρᾷς, ἔφη. τοῦτο τὸ βραχύ, τὸ βομβοῦν; ἢν εἰσδύνῃ μου ‹τῇ› τῆς ἀκοῆς ὁδῷ, τέθνηκα. καὶ ὁ λέων· τί οὖν ἔτι ἀποθνῄσκειν ἔφη με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ὁ ἀλεκτρυών;

   ὁρᾷς, ὅσον ἰσχύος ὁ κώνωψ ἔχει ὡς καὶ ἐλέφαντα φοβεῖν.

[293]

ΞΥΛΑ ΚΑΙ ΕΛΑΙΑ

[1]    ξύλα ποτὲ ἐπορεύθη τοῦ χρῖσαι ἐφ' ἑαυτῶν βασιλέα. καὶ εἶπαν τῇ ἐλαίᾳ· βασίλευσον ἐφ' ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· δεῦρο, βασίλευσον ἐφ' ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· δεῦρο, βασίλευσον ἐφ' ἡμῶν. καὶ εἶπεν ἡ ῥάμνος ‹πρὸς› τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ' ὑμῶν, δεῦτε, ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.

[294]

ΛΥΚΟΣ ΚΑΙ ΚΥΩΝ

[1]    λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο· δήσας τίς ‹σ'› ἐξέθρεψε τ‹οι›οῦτον; ὁ δὲ ἔφη· κυνηγός. ἀλλὰ τοῦτο μὴ πάθοι λύκος. ἐμοὶ φίλος γὰρ λιμὸς ἢ κλοιοῦ βάρος.

   οὐ δεῖ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.

[295]

ΟΝΟΣ ΚΑΙ ΚΥΩΝ

[1]    ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον ὁ ὄνος λαβὼν καὶ ἀναρρήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα, χόρτου τε, φημί, καὶ κριθῆς καὶ ἀχύρου. ἀηδῶς οὖν ὁ κύων τοῦ ὄνου ταῦτα διεξιόντος διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· ὑπόβαθι, φίλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμβάνων. ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· βάλε κατὰ γῆς ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον.

[296]

ΤΟΙΧΟΣ ΚΑΙ ΠΑΛΟΣ

[1]    τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως ἐφώνει· τί με σπαράττεις μηδὲν ἠδικηκότα; καὶ ὅς· οὐκ ἐγώ, φησίν, αἴτιος τούτου, ἀλλ' ὁ ὄπισθεν σφοδρῶς με τύπτων.

[297]

ΧΕΙΜΩΝ ΚΑΙ ΕΑΡ

[1]    χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ καὶ αὐτὸ ὠνείδισεν, ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδείς· ἀλλ' ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων ἢ καὶ ῥόδον τι περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἢν τύχῃ, παρ' ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. ἐγὼ ‹δέ›, ἔφη, ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανόν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν καὶ δεδιέναι καὶ τρέμειν καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα. τοιγαροῦν, ἔφη τὸ ἔαρ σοῦ μὲν καὶ ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα καὶ νὴ μὰ Δία γε ὀνομάτων κάλλιστον· ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται.

[298]

ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΤΕΤΤΙΞ

[1]    ἄνθρωπος πένης ἀκρίδας θηρεύων ἤγρευσε καὶ τὴν εὔλαλον τερετίστριαν τέττιγα καὶ ἤθελε ἀποκτεῖναι, ἡ δὲ πρὸς αὐτὸν εἶπεν· μή με μάτην ἀποκτείνῃς· οὐ στάχυν ἀδικῶ, οὐκ ἀκρεμόνα βλάπτω, συνθέσει δὲ πτερῶν καὶ ποδῶν ἁρμονίᾳ χρηστὰ φθέγγομαι ὁδοιποροῦντας τέρπουσα. φωνῆς δὲ πλέω παρ' ἐμοὶ οὐδὲν εὑρήσεις. καὶ ταῦτα ἀκούσας ἀφῆκεν αὐτήν.

[299]

ΓΥΝΗ ΚΑΙ ΓΕΩΡΓΟΣ

[1]    γυνή τις προσφάτως τὸν ἴδιον ἄνδρα ἀπολέσασα καθ' ἡμέραν πρὸς τὸ μνῆμα αὐτοῦ ἔκλαιεν. ἀροτριῶν δέ τις σύνεγγυς ἐπεθύμησε μετ' αὐτῆς συγγενέσθαι. καταλιπὼν οὖν τοὺς βόας καὶ ἐλθὼν ἔκλαιεν μετ' αὐτῆς. ἡ δὲ ἐπύθετο αὐτοῦ· διὰ τί καὶ αὐτὸς κλαίεις; ὁ δὲ εἶπε· καλὴν γυναῖκα κατώρυξα· ὅταν οὖν κλαύσω, τῆς λύπης κουφίζομαι. ἡ δὲ ἔφη· κἀγὼ τὸ αὐτὸ πάσχω. κἀκεῖνος ἔφη· εἰ τοίνυν ταῖς αὐταῖς περιεπέσαμεν λύπαις, τί οὐκ ἐπισυγγινόμεθα ἑαυτοῖς; ἐγὼ μὲν ἀγαπήσω σε ὡς ἐκείνην, σὺ δὲ κἀμὲ ὡς τὸν ἄνδρα σου. ταῦτα λέγων ἔπεισε τὴν γυναῖκα καὶ συγγενόμενος ἐνέπαιζεν αὐτῇ. ἐλθὼν δέ τις καὶ λύσας τοὺς βόας ἀπήλασεν. ὁ δὲ ἐλθὼν καὶ μὴ εὑρὼν τοὺς βόας ἤρξατο θρηνεῖν καὶ κόπτεσθαι ὀδυρόμενος. ἡ δὲ γυνὴ εὑροῦσα αὐτὸν ὀλοφυρόμενόν φησι· πάλιν κλαίεις; ὁ δέ· ἄρτι ἐν ἀληθείᾳ κλαίω.

[300]

ΑΝΗΡ ΜΟΙΧΟΣ ΚΑΙ ΓΥΝΗ

[1]    ἄνθρωπος ἀπερχόμενος πρός τινα γυναῖκα κρυφίως ἐν νυκτὶ ἐμοίχευεν αὐτήν. δεδώκει δὲ αὐτῇ σημεῖον τοῦ νοεῖν αὐτόν, ὅταν ἐλθὼν ἔξωθεν τῆς θύρας ὑλακτήσῃ ὥσπερ μικρὸν κυνάριον, ἀνοίγειν αὐτῷ τὴν θύραν. ἐποίει δὲ τοῦτο καθ' ἑκάστην. ἕτερος δέ τις θεασάμενος αὐτὸν βαδίζοντα καθ' ἑσπέραν παρ' ἐκείνην τὴν ὁδὸν καὶ τὴν πανουργίαν αὐτοῦ νοήσας μιᾷ τῶν νυκτῶν ἠκολούθει αὐτὸν μακρόθεν κρυφίως. ὁ δὲ μοιχὸς μηδὲν ὑποπτεύων ἐλθὼν παρὰ τὴν θύραν ἐποίει κατὰ τὸ σύνηθες. ὁ δὲ ἀκολουθῶν θεασάμενος πάντα ἀνεχώρησε πρὸς τὸν οἶκον αὐτοῦ. τῇ δὲ ἐρχομένῃ νυκτὶ ἀναστὰς αὐτὸς πρῶτος ἀπῆλθε πρὸς τὴν μοιχευσομένην γυναῖκα καὶ ὑλακτήσας ὥσπερ κυνάριον, ἐκείνη θαρροῦσα, ὅτι ὁ μοιχὸς αὐτῆς ἐστιν, ἔσβεσε τὴν λυχνίαν, ἵνα μή τις θεάσηται αὐτόν, καὶ ἤνοιξε τὴν θύραν· ὁ δὲ εἰσελθὼν συνεγένετο αὐτῇ. μετ' ὀλίγον δὲ ἦλθε καὶ ὁ πρῶτος μοιχὸς αὐτῆς καὶ ὑλάκτει ἔξωθεν κατὰ τὸ εἰωθὸς ὥσπερ κυνάριον. ὁ δὲ ἔνδοθεν ἱστάμενος νοήσας τὸν ἔξωθεν ὑλακτοῦντα ὥσπερ κυνάριον αὐτὸς σταθεὶς ἔσωθεν τῆς οἰκίας ὑλάκτει ἰσχυρᾷ τῇ φωνῇ ὡς μεγαλώτατος κύων. ὁ δὲ ἔξωθεν νοήσας, ὡς μείζων αὐτοῦ ὑπάρχει ὁ ἔνδοθεν, ἀνεχώρησεν.

[301]

ΚΛΕΠΤΗΣ ΚΑΙ ΠΑΝΔΟΧΕΥΣ

[1]    κλέπτης κατέλυσεν ἔν τινι πανδοχείῳ. διέμενεν δὲ ἐκεῖ ἡμέρας τινὰς προσδοκῶν κλέψαι τι. ὡς δὲ οὐκ ἠδύνατο τοῦτο ποιῆσαι, μιᾷ τῶν ἡμερῶν ἰδὼν τὸν πανδοχέα ἐνδυθέντα χιτῶνα ὡραῖον καὶ καινὸν ‑ ἦν γὰρ ἑορτή ‑ καὶ καθεζόμενον πρὸ τῆς πύλης τοῦ πανδοχείου καὶ οὐδένα ἄλλον τυχόντα ἐκεῖ, ἐπελθὼν καὶ ὁ κλέπτης ἐκάθισεν πλησίον τοῦ πανδοχέως καὶ ἤρξατο διηγεῖσθαι μετ' αὐτοῦ. καὶ διηγούμενοι ὥραν ἱκανὴν ἐχασμήσατο ὁ κλέπτης καὶ ὁμοῦ μετὰ τὸ χασμᾶσθαι ὠρυᾶτο ὥσπερ λύκος. ὁ δὲ πανδοχεύς φησι πρὸς αὐτόν· τί οὕτως ποιεῖς; καὶ ὁ κλέπτης ἀπεκρίθη· νῦν ἀναγγελῶ σοι· ἀλλὰ δέομαί σου, ἵνα φυλάξῃς τὰ ἱμάτιά μου· ἐνταῦθα γὰρ καταλείψω. ἐγώ, κύριέ μου, οὐκ οἶδα, πόθεν μοι ἐπέρχεται τὸ χασμᾶσθαι οὕτως, ἢ διὰ τὰς ἁμαρτίας μου ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκω ‑ , ὅταν οὖν χασμηθῶ τρεῖς βολάς, γίνομαι λύκος ἐσθίων ἀνθρώπους. καὶ ταῦτα εἰπὼν ἐχασμήσατο ἐκ δευτέρου καὶ πάλιν ὠρυᾶτο καθάπερ καὶ τὸ πρῶτον. ἀκούσας οὖν ταῦτα ὁ πανδοχεὺς καὶ πιστεύσας τοῦ κλέπτου ἐφοβήθη καὶ ἀναστὰς ἠβούλετο φυγεῖν. ὁ δὲ κλέπτης δραξάμενος αὐτὸν τοῦ χιτῶνος παρεκάλει αὐτὸν λέγων· ἀνάμεινον, κύριέ μου, καὶ λαβὲ τὰ ἱμάτιά μου, ἵνα μὴ ἀπολέσω αὐτά. καὶ παρακαλῶν αὐτὸν ἀνοίξας τὸ στόμα ἤρξατο χασμᾶσθαι ἐκ τρίτου. ὁ δὲ πανδοχεὺς φοβηθείς, μήπως φάγῃ αὐτόν, κατέλιπεν τὸν ἑαυτοῦ χιτῶνα καὶ εἰσελθὼν δρομαίως εἰς τὸ πανδοχεῖον κατησφαλίσατο εἰς τὸ ἐνδότερον. καὶ ὁ κλέπτης λαβὼν τὸν χιτῶνα ἀπῆλθεν.

   οὕτω πανθάνουσιν οἱ τὰ μὴ ἀληθῆ πιστεύοντες.

[302]

ΜΥΣ ΚΑΙ ΒΑΤΡΑΧΟΣ

[1]    ὅτε ἦν ὁμόφωνα τὰ ζῷα, μῦς βατράχῳ φιλιωθεὶς ἐκάλεσεν αὐτὸν εἰς δεῖπνον καὶ ἀπήγαγεν αὐτὸν εἰς ταμιεῖον πλουσίου, ὅπου ἦν ἄρτος, τυρός, μέλι, ἰσχάδες καὶ ὅσα ἀγαθά, καί φησιν ἔσθιε, βάτραχε, ἐξ ὧν βούλει. ὁ δὲ βάτραχος ἔλεγε· ἐλθὼν οὖν καὶ σὺ πρὸς ἐμὲ ἐμπλήσθητι τῶν ἀγαθῶν μου. ἀλλ' ἵνα μὴ ὄκνος σοι γένηται, προσαρτήσω τὸν πόδα σου τῷ ποδί μου. δήσας οὖν ὁ βάτραχος τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ ἥλατο εἰς τὴν λίμνην ἕλκων καὶ τὸν μῦν δέσμιον. ὁ δὲ πνιγόμενος ἔλεγεν· ἐγὼ μὲν ὑπό σου νεκρωθήσομαι, ἐκδικήσομαι δὲ ὑπὸ ζῶντος. λούππης δὲ θεασάμενος τὸν μῦν πλέοντα καταπτὰς ἥρπασεν. ἐφέλκετο οὖν σὺν αὐτῷ καὶ ὁ βάτραχος καὶ οὕτως ἀμφοτέρους διεσπάραξεν.

   ὅτι ἡ τῶν φίλων πονηρὰ συμβουλὴ καὶ ἑαυτοῖς κίνδυνος γίνεται.

[303]

ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΝΑΡΙΑ

[1]    γεωργός τις γηράσας ἐπ' ἀγρῷ καὶ μηδέποτε εἰς πόλιν εἰσελθὼν παρεκάλει τοὺς ἰδίους θεάσασθαι τὴν πόλιν. οἱ δὲ οἰκεῖοι αὐτοῦ ἔζευξαν ἅμαξαν καὶ ὀνάρια εἰπόντες· ἔλαυνε μόνον καὶ αὐτά σε ἐνελθόντα καταστήσουσιν εἰς τὴν πόλιν. χειμῶνος δὲ γενομένου σκοτοειδοῦς κατὰ τὴν ὁδὸν τὰ ὀνάρια πλανηθέντα εἰσῆλθον εἴς τινα τόπον ἀπόκρημνον. ὁ δὲ τὸν ἴδιον θεασάμενος κίνδυνον ἔφη· ὦ Ζεῦ, τί σε ἠδίκησα, ὅτι οὕτως ἀπόλλυμαι καὶ ταῦτα οὐχ ὑπὸ ἵππων ἐντίμων οὐδὲ ὑπὸ ἡμιόνων γενναίων ἀλλ' ὑπὸ ὀναρίων ἐλαχίστων;

   [ὅτι κρεῖττον ἀποθανεῖν εὐχρήστως ἢ ζῆν ἀτίμως.] [304]

ΠΑΤΗΡ ΚΑΙ ΘΥΓΑΤΗΡ

[1]    ἀνήρ τις ἐρασθεὶς τῆς ἰδίας θυγατρὸς καὶ εἰς ἔρωτα τρωθεὶς ἀπέστειλεν εἰς ἀγρὸν τὴν γυναῖκα αὐτοῦ, τὴν δὲ θυγατέρα κρατηθεὶς ἐβιάσατο· ἡ δὲ ἔλεγε· πάτερ, ἀνόσια πράττεις. ἤθελον μᾶλλον ἑκατὸν ἀνδράσι με παρασχεῖν ἢ σοί.

   [ὅτι κρεῖττον συγκοινωνεῖν θηρίοις, εἰ ἦν δυνατόν, ἢ γονεῦσι τοῖς θέλουσι ἀποκτεῖναι.]

[305]

ΘΥΓΑΤΗΡ ΜΩΡΑ ΚΑΙ ΜΗΤΗΡ

[1]    γυνή τις εἶχε θυγατέρα παρθένον μωράν· πάντοτε οὖν ηὔχετο τῇ θεᾷ νοῦν αὐτῇ χαρίσασθαι. εὐχομένης δὲ αὐτῆς παρρησίᾳ ἡ παρθένος ἤκουσε καὶ τὸν λόγον κατεῖχε. μεθ' ἡμέρας δέ τινας σὺν τῇ μητρὶ εἰς ἀγρὸν ἐξελθοῦσα καὶ τῆς προαυλίου προκύψασα θύρας εἶδεν ὄνον θήλειαν ὑπ' ἀνθρώπου βιαζομένην καὶ προσελθοῦσα τῷ ἀνθρώπῳ εἶπε· τί ποιεῖς, ἄνθρωπε; ὁ δέ φησι· νοῦν αὐτῇ ἐντίθημι. ἀναμνησθεῖσα δὲ ἡ μωρά, ὅτι καθ' ἑκάστην ἡ μήτηρ νοῦν αὐτῇ ηὔχετο, παρεκάλει αὐτὸν λέγουσα· ἔνθες, ἄνθρωπε, κἀμοὶ νοῦν. καὶ γὰρ ἡ μήτηρ μου πρὸς τοῦτο πολλά σοι εὐχαριστήσει. ὁ δὲ ὑπακούσας κατέλιπεν τὴν ὄνον καὶ διεπαρθένευσε τὴν κόρην φθείρας αὐτήν. ἡ δὲ διεφθαρμένη μετὰ περιχαρείας ἔρχεται πρὸς τὴν μητέρα αὐτῆς λέγουσα· ἰδού, μῆτερ, κατὰ τὴν εὐχήν σου νοῦν ἔλαβον. ἡ δὲ μήτηρ αὐτῆς φησιν· εἰσήκουσάν μοι οἱ θεοὶ τῆς εὐχῆς. ἡ δὲ μωρὰ ἔφη· ναί, μῆτερ. ἡ δέ φησιν· καὶ ποίῳ τρόπῳ τοῦτο ἔγνως; ἡ δὲ μωρὰ ἔφη· ἄνθρωπός τις μακρὸν ποῖρον καὶ δύο στρογγύλα νευρώδη ἔθηκεν ἐν τῇ κοιλίᾳ μου ἔσω βαλὼν καὶ ἔξω ἐντρέχων [ἐνέβαλέ μοι] κἀγὼ ἡδέως εἶχον. ἡ δὲ μήτηρ ἀκούσασα καὶ ἰδοῦσα ἔφη· ὦ τέκνον, ἀπώλεσας καὶ ὃν πρῶτον εἶχες νοῦν.

[306]

ΝΑΥΤΗΣ ΚΑΙ ΥΙΟΣ

[1]    λέγεται γὰρ ὡς ναύτης τις εἶχεν υἱόν, ἠβουλήθη δὲ τὴν γραμματικὴν αὐτῷ ἐκπαιδεῦσαι· ὅθεν καὶ ἐν διδασκαλίῳ τοῦτον βαλὼν καὶ χρόνον ἱκανὸν ποιήσας ἐκεῖ τὴν γραμματικὴν εἰς ἄκρον διῆλθεν· εἶτα λέγει τῷ πατρὶ αὐτοῦ ὁ νέος· πάτερ, ἰδοὺ τὴν γραμματικὴν πᾶσαν ἐν ἀκριβείᾳ διῆλθον· ἀλλ' οὖν ἐ(θέλω) καὶ τὴν ῥητορικὴν διελθεῖν. ἤρεσεν οὖν τῷ πατρὶ (καὶ ἐν διδα)σκαλίῳ πάλιν βαλὼν αὐτὸν ῥήτωρ (τέλειος ἐγένετο· παριουσῶν) δὲ τῶν ἡμερῶν ἐν τῇ οἰκίᾳ μετὰ τῆ(ς μρς αὐτοῦ καὶ τοῦ πρς) συνήσθιον ἀλλήλοις καὶ διη(γεῖται ὁ νέος τῷ πρι καὶ τῇ μρι, ὡς) τῆς γραμματικῆς καὶ τῆς (ῥητορικῆς ἐστιν ἔμπειρος· ὁ δὲ πηρ) λέγει πρὸς τὸν υἱὸν αὐτοῦ· περὶ τ(ῆς ῥητορικῆς ἀκήκοα, ὅτι κει]μήλιόν ἐστι πασῶν τῶν τεχνῶν (καθάπερ καὶ ὁ μακάριος) †ἀπτῄστος γράφει· (δὸς οὖν καὶ σὺ πεῖράν τινα τῆς τέχνης). ἀποκριθεὶς δὲ (ὁ νέος ἔφη· ταύτην διανέμων τὴν ὄρνιν καθ' ἃ) ἡ γραμματικὴ (κελεύει, δείξω ὑμῖν, ὅτι ὄντως ἡ γραμματικὴ) κρείττω(ν ἐστὶ τῶν ἄλλων τεχνῶν. τέμνων δὲ τὴν ὄρνιν ἔφη· σοί,) περ, (τὴν κεφαλὴν δώσω, ὅτι κεφαλὴ εἶ τοῦ οἴκου καὶ πᾶσ]ιν (ἡμῖν ἐπιτάττεις. σοὶ δέ, μερ, τοὺς πόδας τούτους προσνέμω,) δ(ιότι πᾶσαν τὴν ἡμέραν διατρέχουσα διὰ τοῦ οἴκου πράγ]ματα (πολλὰ ἔχεις· ἄνευ δὲ τῶν ποδῶν περιγενέσθαι τούτου οὐ) δύνασαι. (τοῦτο δὲ τὸ σῶμα νεκρὸν ἐμοὶ λείπεται, ᾧ οὐδὲν) εὔκολόν (ἐστιν ἐν τῷ βίῳ, ἵνα καὶ ἀπολαύω τι τῆς πολλῆς διδα]χῆς. (καὶ τοῦτο εἰπὼν καταφαγεῖν ἤρξατο τὴν ὄρνιν. ὁ δὲ πηρ) (ὀργισθεὶς ἀφήρπασε τὴν ὄρνιν καὶ ἔφη δύο μέρη ποιήσας·) (τὸ μὲν πρῶτον αὐτὸς διανεῖμαι τὴν ὄρνιν ταύτην οὐκ ἤθελον·) ἀλλ' οὖν θέλω, ἵνα φάγω τὸ ἓν ἐγώ, τὸ δὲ ἕτερον ἡ σὴ μηρ. σὺ δὲ φάγε, ὅπερ πεποίηκας μετὰ τῆς ῥητορικῆς σου.

   οὕτω πανθάνουσιν οἱ μετὰ πανουργίας καὶ δολοπλόκων λόγων ἐν τῷ βίῳ πορευόμενοι.

[307]

ΣΚΥΛΑΞ ΚΑΙ ΒΑΤΡΑΧΟΙ

[1]

μῦθος

   σκύλαξ ὁδοιπόρου τινὸς ἀκολουθίας ἐκ τοῦ διηνεκῶς ὁδεῦσαι καὶ θερικοῦ καύματος ἀπαυδήσας δειελινὸς παρά τινι λίμνῃ ἐν τῇ δροσερᾷ βοτάνῃ κοιμησόμενος ἀνεκλίνθη. καὶ δὴ καὶ ὑπνώσαντος αὐτοῦ οἱ ἔγγιστα βάτραχοι κατ' αὐτῶν εἰωθὸς ὁμοῦ πάντες ἐκόαξαν. ὁ δὲ διυπνισθεὶς δεινὸν μὲν τοῦτο ἐποίει, οἰόμενος δὲ ὡς, εἰ τῷ πελάγει ἔναγχος προσελθὼν τοῖς βατράχοις ἐφυλακτήσειε, τούτους τε ἀποπαύσει τῆς κραυγῆς καὶ τοὐντεῦθεν ἀνετῶς κοιμήσεσθαι δυνηθείη, ὡς πολλάκις τοῦτο ποιήσας ὠφελήθη μηδέν, μετ' ὀργῆς εἰπὼν ἀνεχώρησε· ἀλλ' ἔγωγε μωρότερος ἂν ὑμῶν εἴην, εἰ λάλους οὕτω καὶ ἀηδεῖς ὄντας τὴν φύσιν αὐτὸς εἰς τὸ ἀστικὸν καὶ φιλάνθρωπον διορθοῦν ἐπιχειροίην.

   ἐπιμύθιον.

   ὁ μῦθος ὅτι καὶ οὕτως οἱ ὑβριστικοὶ τῶν ἀνθρώπων, κἂν μυριάκις ἐπιθυμηθῶσιν, οὐ μέντοι τῶν πέλας λόγον ποιοῦνται.