[1] Δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐθελῆσαί μου μετ' εὐνοίας ἀκοῦσαι λέγοντος, ὑπολογιζομένους τό τε μέγεθος τοῦ κινδύνου καὶ τὸ πλῆθος τῶν αἰτιῶν πρὸς ἃς ἀπολογήσασθαί με δεῖ, καὶ τὰς τέχνας καὶ τὰς κατασκευὰς τοῦ κατηγόρου καὶ τὴν ὠμότητα, ὃς ἐτόλμησε παρακελεύσασθαι πρὸς ἄνδρας ὀμωμοκότας τῶν ἀντιδίκων ὁμοίως ἀμφοτέρων ἀκούσεσθαι τοῦ κινδυνεύοντος φωνὴν μὴ ὑπομένειν.
[2] Καὶ ταῦτ' εἶπεν οὐ δι' ὀργήν· οὐδεὶς γὰρ τῶν ψευδομένων τοῖς ἀδίκως διαβαλλομένοις ὀργίζεται, οὐδ' οἱ τἀληθῆ λέγοντες κωλύουσι λόγου τυχεῖν τὸν φεύγοντα· οὐ γὰρ πρότερον ἡ κατηγορία παρὰ τοῖς ἀκούουσιν ἰσχύει πρὶν ἂν ὁ φεύγων ἀπολογίας τυχὼν ἀδυνατήσῃ τὰς προειρημένας αἰτίας ἀπολύσασθαι.
[3] Ἀλλ' οἶμαι Δημοσθένης οὐ χαίρει δικαίοις λόγοις, οὐδ' οὕτω παρεσκεύασται, ἀλλὰ τὴν ὑμετέραν ὀργὴν ἐκκαλέσασθαι βεβούληται. Καὶ κατηγόρηκε δωροδοκίας, ἀπίθανος ὢν πρὸς τὴν ὑποψίαν ταύτην· τὸν γὰρ ἐπὶ ταῖς δωροδοκίαις προτρεπόμενον τοὺς δικαστὰς ὀργίζεσθαι, αὐτὸν χρὴ πολὺ τῶν τοιούτων ἔργων ἀφεστάναι.
[4] Ἐμοὶ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, συμβέβηκε τῆς Δημοσθένους ἀκούοντι κατηγορίας μήτε δεῖσαι πώποθ' οὕτως ὡς ἐν τῇδε τῇ ἡμέρᾳ, μήτ' ἀγανακτῆσαι μᾶλλον ἢ νῦν, μήτ' εἰς ὑπερβολὴν ὁμοίως ἡσθῆναι. Ἐφοβήθην μὲν γάρ, καὶ ἔτι καὶ νῦν τεθορύβημαι μή τινες ὑμῶν ἀγνοήσωσί με ψυχαγωγηθέντες τοῖς ἐπιβεβουλευμένοις καὶ κακοήθεσι τούτοις ἀντιθέτοις· ἐξέστην δ' ἐμαυτοῦ καὶ τὴν αἰτίαν βαρέως ἤνεγκα, ὅθ' ὕβριν καὶ παροινίαν εἰς γυναῖκα ἐλευθέραν καὶ τὸ γένος Ὀλυνθίαν κατηγόρει μου· ἥσθην δέ, ὅτ' αὐτὸν ἐπὶ τῆς αἰτίας ὄντα ταύτης ἐξεβάλετε, καὶ τῶν σεσωφρονημένων ἐν τῷ βίῳ μοι χάριν ἀπειληφέναι νομίζω.
[5] Ὑμᾶς μὲν οὖν ἐπαινῶ καὶ διαφερόντως ἀγαπῶ ὅτι τῷ βίῳ μᾶλλον τῷ τῶν κρινομένων πιστεύετε, ἢ ταῖς παρὰ τῶν ἐχθρῶν αἰτίαις· αὐτὸς δ' οὐκ ἂν ἀποσταίην τῆς πρὸς ταῦτ' ἀπολογίας. Εἰ γάρ τις ἢ τῶν ἔξωθεν περιεστηκότων πέπεισται, σχεδὸν δ' οἱ πλεῖστοι τῶν πολιτῶν πάρεισιν, ἢ τῶν δικαζόντων ὑμῶν, ὡς ἐγὼ τοιοῦτόν τι διαπέπραγμαι, μὴ μόνον εἰς ἐλεύθερον σῶμα, ἀλλὰ καὶ εἰς τὸ τυχόν, ἀβίωτον εἶναί μοι τὸν λοιπὸν βίον νομίζω· κἂν μὴ προϊούσης τῆς ἀπολογίας ἐλέγξω καὶ τὴν αἰτίαν οὖσαν ψευδῆ, καὶ τὸν τολμήσαντ' εἰπεῖν ἀνόσιον καὶ συκοφάντην, κἂν τἆλλα πάντα μηδὲν ἀδικῶν φαίνωμαι, θανάτου τιμῶμαι.
[6] Παράδοξος δέ μοι κἀκεῖνος ὁ λόγος ἐφάνη καὶ δεινῶς ἄδικος, ὅθ' ὑμᾶς ἐπηρώτα εἰ οἷόν τ' ἐστὶν ἐν τῇ αὐτῇ πόλει Φιλοκράτους μὲν θάνατον καταψηφίσασθαι, ὅτι καταγνοὺς ἀδικεῖν ἑαυτοῦ τὴν κρίσιν οὐχ ὑπέμεινεν, ἐμοῦ δ' ἀπογνῶναι. Ἐγὼ δ' ἐπ' αὐτῷ τούτῳ δικαίως ἂν ὑπολαμβάνω μάλιστα σῴζεσθαι· εἰ γὰρ ὁ καταγνοὺς ἑαυτοῦ καὶ μὴ παρὼν ἀδικεῖ, ὅ γε ἀπογνοὺς καὶ τὸ σῶμα τοῖς νόμοις καὶ τοῖς πολίταις παραδοὺς οὐκ ἀδικεῖ.
[7] Περὶ δὲ τῆς ἄλλης κατηγορίας δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐάν τι παραλίπω καὶ μὴ μνησθῶ, ἐπερωτᾶν με καὶ δηλοῦν ὅ τι ἂν ποθῆτε μου ἀκοῦσαι, μηδὲν προκατεγνωκότας ὡς ἀδικῶ, ἀλλ' ἴσῃ τῇ εὐνοίᾳ ἀκούοντας. Ἀπορῶ δ' ὁπόθεν χρὴ πρῶτον ἄρξασθαι, διὰ τὴν ἀνωμαλίαν τῆς κατηγορίας. Σκέψασθε δ' ἂν ὑμῖν εἰκός τι πρᾶγμα δόξω πάσχειν.
[8] Εἰμὶ μὲν γὰρ ὁ κινδυνεύων ἐγὼ νυνὶ περὶ τοῦ σώματος, τῆς δὲ κατηγορίας τὴν πλείστην πεποίηται Φιλοκράτους καὶ Φρύνωνος καὶ τῶν ἄλλων συμπρέσβεων, καὶ Φιλίππου καὶ τῆς εἰρήνης καὶ τῶν Εὐβούλου πολιτευμάτων, ἐν ἅπασι δὲ τούτοις ἐγὼ τέταγμαι. Μόνος δ' ἐν τῷ λόγῳ φαίνεται κηδεμὼν τῆς πόλεως Δημοσθένης, οἱ δ' ἄλλοι προδόται· διατετέλεκε γὰρ εἰς ἡμᾶς ὑβρίζων, καὶ λοιδορίας ψευδεῖς οὐκ ἐμοὶ μόνον λοιδορούμενος, ἀλλὰ καὶ τοῖς ἄλλοις.
[9] Ὃν δ' οὕτως ἀτιμάζει, πάλιν ἐκ μεταβολῆς, ὅπου ἂν τύχῃ, ὥσπερ Ἀλκιβιάδην ἢ Θεμιστοκλέα κρίνων, οἳ πλεῖστον τῶν Ἑλλήνων δόξῃ διήνεγκαν, ἀνῃρηκέναι μὲν αἰτιᾶται τὰς ἐν Φωκεῦσι πόλεις, ἀπηλλοτριωκέναι δ' ὑμῶν τὸν ἐπὶ Θρᾴκης τόπον, ἐκβεβληκέναι δὲ τῆς ἀρχῆς Κερσοβλέπτην, ἄνδρα φίλον καὶ σύμμαχον τῆς πόλεως.
[10] Ἐνεχείρησε δ' ἀπεικάζειν με Διονυσίῳ τῷ Σικελίας τυράννῳ, καὶ μετὰ σπουδῆς καὶ κραυγῆς πολλῆς παρεκελεύσαθ' ὑμῖν φυλάξασθαι, καὶ τὸ τῆς ἱερείας ἐνύπνιον τῆς ἐν Σικελίᾳ διηγήσατο. Οὕτω δ' ἄνω τὸ πρᾶγμα ἐξάρας, ἐφθόνησέ μου ταῖς διαβολαῖς, τὰς αἰτίας ἀνατιθεὶς τῶν πεπραγμένων οὐ τοῖς ἐμοῖς λόγοις, ἀλλὰ τοῖς ὅπλοις τοῖς Φιλίππου.
[11] Πρὸς δὴ τοσαύτην τόλμαν καὶ τερατείαν ἀνθρώπου χαλεπὸν καὶ διαμνημονεῦσαι τὰ λεχθέντα καθ' ἕκαστα, καὶ λέγειν μετὰ κινδύνου πρὸς ἀπροσδοκήτους διαβολάς. Ὅθεν δ' ἡγοῦμαι σαφεστάτους μοι τοὺς λόγους ἔσεσθαι καὶ γνωρίμους ὑμῖν καὶ δικαίους, ἐντεῦθεν ἄρξομαι, ἀπὸ τῶν περὶ τῆς εἰρήνης λόγων καὶ τῆς αἱρέσεως τῆς πρεσβείας· οὕτω γὰρ μάλιστα καὶ μεμνήσομαι, καὶ εἰπεῖν δυνήσομαι, καὶ ὑμεῖς μαθήσεσθε.
[12] Ἅπαντας γὰρ ὑμᾶς οἶμαι τοῦτό γε αὐτὸ μνημονεύειν, ὅθ' οἱ πρέσβεις οἱ τῶν Εὐβοέων, ἐπειδὴ περὶ τῆς πρὸς αὑτοὺς εἰρήνης τῷ δήμῳ διελέχθησαν, εἶπον ὅτι καὶ Φίλιππος αὐτοὺς κελεύσειεν ὑμῖν ἀπαγγεῖλαι ὅτι βούλεται διαλύσασθαι πρὸς ὑμᾶς καὶ εἰρήνην ἄγειν. Οὐ πολλῷ δ' ὕστερον χρόνῳ Φρύνων ὁ Ῥαμνούσιος ἑάλω ὑπὸ λῃστῶν ἐν ταῖς σπονδαῖς ταῖς Ὀλυμπιακαῖς, ὡς αὐτὸς ᾐτιᾶτο· ἐπειδὴ δ' ἐπανῆλθε δεῦρο λυτρωθείς, ἐδεῖτο ὑμῶν πρεσβευτὴν αὑτῷ πρὸς Φίλιππον ἑλέσθαι, ἵνα, εἴ πως δύναιτο, ἀπολάβοι τὰ λύτρα. Πεισθέντες δ' ὑμεῖς εἵλεσθ' αὐτῷ Κτησιφῶντα πρεσβευτήν.
[13] Ἐπειδὴ δὲ ἐπανῆκε δεῦρ' ἀπὸ τῆς πρεσβείας ὁ Κτησιφῶν, ἀπήγγειλε πρὸς ὑμᾶς ὑπὲρ ὧν ἐπέμφθη, καὶ πρὸς τούτοις, ὅτι φαίη Φίλιππος ἄκων μὲν πολεμῆσαι πρὸς ὑμᾶς, βούλεσθαι δὲ καὶ νῦν ἀπαλλαγῆναι τοῦ πολέμου. Εἰπόντος δὲ ταῦτα τοῦ Κτησιφῶντος, καὶ πολλήν τινα ἐξαγγείλαντος πρὸς τούτοις φιλανθρωπίαν, καὶ τοῦ δήμου σφόδρα ἀποδεξαμένου καὶ τὸν Κτησιφῶντα ἐπαινέσαντος, ἀντειπόντος δ' οὐδενός, ἐνταῦθα ἤδη δίδωσι ψήφισμα Φιλοκράτης ὁ Ἁγνούσιος, καὶ ὁ δῆμος ἅπας ὁμογνωμονῶν ἐχειροτόνησεν, ἐξεῖναι Φιλίππῳ δεῦρο κήρυκα καὶ πρέσβεις πέμπειν ὑπὲρ εἰρήνης. Πρότερον μὲν γὰρ καὶ αὐτὸ τοῦτ' ἐκωλύετο ὑπό τινων, οἷς ἦν τοῦτ' ἐπιμελές, ὡς αὐτὸ τὸ πρᾶγμα ἔδειξεν.
[14] Γράφονται γὰρ οὗτοι παρανόμων τὸ ψήφισμα, Λυκῖνον ἐπὶ τὴν γραφὴν ἐπιγραψάμενοι, καὶ τίμημα ἑκατὸν τάλαντα. Καὶ μετὰ ταῦτ' εἰσῄει ἡ γραφὴ εἰς τὸ δικαστήριον, ἀρρώστως δ' ἔχων ὁ Φιλοκράτης ἐκάλεσεν αὐτῷ συνήγορον Δημοσθένην, ἀλλ' οὐκ ἐμέ. Παρελθὼν δ' ὁ μισοφίλιππος Δημοσθένης, κατέτριψε τὴν ἡμέραν ἀπολογούμενος· καὶ τὸ τελευταῖον ἀποφεύγει Φιλοκράτης, ὁ δὲ γραψάμενος τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαμβάνει. Καὶ ταῦθ' ὑμεῖς ἅπαντες ἴστε.
[15] Ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Ὄλυνθος ἑάλω, καὶ πολλοὶ τῶν ἡμετέρων ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς ὁ Ἐργοχάρους ἀδελφὸς καὶ Εὐήρατος ὁ Στρομβίχου υἱός. Ὑπὲρ δὴ τούτων ἱκετηρίαν θέντες οἱ οἰκεῖοι, ἐδέοντο ὑμῶν ἐπιμέλειαν ποιήσασθαι. Παρελθόντες δ' αὐτοῖς συνηγόρουν Φιλοκράτης καὶ Δημοσθένης, ἀλλ' οὐκ Αἰσχίνης. Καὶ πέμπουσι πρεσβευτὴν Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον, διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν τῆς τέχνης.
[16] Ὡς δ' ἐπανήκων ἀπὸ τῆς πρεσβείας ὁ Ἀριστόδημος διά τινας ἀσχολίας οὐ προσῄει πρὸς τὴν βουλήν, ἀλλ' ἔφθασεν αὐτὸν Ἰατροκλῆς· ἐλθὼν ἐκ Μακεδονίας ἀφεθεὶς ὑπὸ Φιλίππου ἄνευ λύτρων γενόμενος αἰχμάλωτος, ἐνταῦθ' ἠγανάκτουν πολλοὶ ὅτι τὴν πρεσβείαν οὐκ ἀπήγγειλεν ὁ Ἀριστόδημος, τοὺς αὐτοὺς λόγους ἀκούοντες τοῦ Ἰατροκλέους περὶ τοῦ Φιλίππου.
[17] Τελευταῖον δ' εἰς τὴν βουλὴν εἰσελθὼν Δημοκράτης ὁ Ἀφιδναῖος, ἔπεισε τὴν βουλὴν ἀνακαλέσασθαι τὸν Ἀριστόδημον· εἷς δὲ τῶν βουλευτῶν ἦν Δημοσθένης ὁ ἐμὸς κατήγορος. Παρελθὼν δ' ὁ Ἀριστόδημος, πολλήν τινα εὔνοιαν ἀπήγγειλε τοῦ Φιλίππου πρὸς τὴν πόλιν, καὶ προσέθηκεν ὅτι καὶ σύμμαχος βούλοιτο τῇ πόλει γενέσθαι. Καὶ ταῦτ' οὐκ ἐν τῇ βουλῇ μόνον εἶπεν, ἀλλὰ καὶ ἐν τῷ δήμῳ. Κἀνταῦθ' οὐδὲν ἀντεῖπε Δημοσθένης, ἀλλὰ καὶ στεφανῶσαι τὸν Ἀριστόδημον ἔγραψε.
[18] Ῥηθέντων δὲ τούτων, ψήφισμα ἔγραψεν ὁ Φιλοκράτης ἑλέσθαι πρέσβεις πρὸς Φίλιππον ἄνδρας δέκα, οἵτινες διαλέξονται Φιλίππῳ περὶ εἰρήνης καὶ τῶν κοινῇ συμφερόντων Ἀθηναίοις καὶ Φιλίππῳ. Χειροτονουμένον δὲ τῶν δέκα πρέσβεων, ἐγὼ μὲν προεβλήθην ὑπὸ Ναυσικλέους, Δημοσθένης δ' ὑπ' αὐτοῦ Φιλοκράτους, ὁ νυνὶ Φιλοκράτους κατηγορῶν.
[19] Οὕτω δ' ἦν πρόθυμος εἰς τὰ πράγματα ὥστε ἐν τῇ βουλῇ γράφει, ἵνα ἀζήμιος ὢν ἡμῖν ὁ Ἀριστόδημος συμπρεσβεύῃ, ἑλέσθαι πρέσβεις ἐπὶ τὰς πόλεις, ἐν αἷς ἔδει τὸν Ἀριστόδημον ἀγωνίζεσθαι, οἵτινες ὑπὲρ αὐτοῦ παραιτήσονται τὰς ζημίας. Καὶ ὅτι ταῦτ' ἐστὶν ἀληθῆ, λαβέ μοι τὰ ψηφίσματα, καὶ τὴν ἐκμαρτυρίαν ἀνάγνωθι τὴν Ἀριστοδήμου, καὶ κάλει πρὸς οὓς ἐξεμαρτύρησεν, ἵν' εἰδῶσιν οἱ δικασταὶ τίς ὁ Φιλοκράτους ἑταῖρος, καὶ τίς ὁ τὰς δωρεὰς Ἀριστοδήμῳ φάσκων πείσειν δοῦναι τὸν δῆμον.
[20] Ἡ μὲν τοίνυν ἐξ ἀρχῆς ἔνστασις τῶν ὅλων πραγμάτων ἐγένετο οὐ δι' ἐμοῦ, ἀλλὰ διὰ Δημοσθένους καὶ Φιλοκράτους· ἐν δὲ τῇ πρεσβείᾳ συσσιτεῖν ἡμῖν ἐσπούδασεν, οὐκ ἐμὲ πείσας, ἀλλὰ τοὺς μετ' ἐμοῦ, Ἀγλαοκρέοντα τὸν Τενέδιον, ὃν ἐκ τῶν συμμάχων εἵλεσθε, καὶ Ἰατροκλέα. Ἐν δὲ τῇ πορείᾳ παρακελεύσασθαί με φησὶν αὑτῷ, ὅπως τὸ θηρίον κοινῇ φυλάξομεν, τὸν Φιλοκράτην, πρᾶγμα λέγων πεπλασμένον. Πῶς γὰρ ἂν ἐγὼ Δημοσθένην ἐπὶ Φιλοκράτην παρεκάλουν, ὃν ᾔδειν συνειπόντα μὲν Φιλοκράτει, ὅτ' ἦν ἡ τῶν παρανόμων γραφή, προβληθέντα δ' εἰς τὴν πρεσβείαν ὑπὸ Φιλοκράτους;
[21] Πρὸς δὲ τούτοις οὐκ ἐν τοιούτοις ἦμεν λόγοις οἱ συμπρέσβεις, ἀλλ' ὅλην τὴν πορείαν ἠναγκαζόμεθα Δημοσθένην ὑπομένειν ἀφόρητον ὄντα καὶ βαρὺν ἄνθρωπον· ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν, καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἔχειν ἀφθόνους ἐπηγγέλλετο, καὶ περὶ τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ, καὶ πείσειν Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δ' Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι.
[22] Ἵνα δὲ μὴ μακρολογῶ τὴν τούτου διεξιὼν ὑπερηφανίαν, ὡς τάχιστα ἥκομεν εἰς Μακεδονίαν, συνετάξαμεν ‹πρὸς› ἡμᾶς αὐτούς, ὅταν προσίωμεν Φιλίππῳ, τὸν πρεσβύτατον πρῶτον λέγειν καὶ τοὺς λοιποὺς καθ' ἡλικίαν· ἐτύγχανε δ' ἡμῶν νεώτατος ὤν, ὡς ἔφη, Δημοσθένης. Ἐπειδὴ δὲ εἰσεκλήθημεν, ‑ καὶ τούτοις ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν· ἐντεῦθεν γὰρ κατόψεσθε ἀνθρώπου φθόνον ὑπερβάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ τοιαύτας ἐπιβουλὰς κατ' ἀνδρῶν συσσίτων καὶ συμπρέσβεων ἃς οὐδ' ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο. Τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίας τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος, εἰρήσεται γάρ, οὐδ' ἐγγενής.
[23] Ἡμεῖς δέ, οἷς ἱερὰ καὶ τάφοι προγόνων ὑπάρχουσιν ἐν τῇ πατρίδι, καὶ διατριβαὶ καὶ συνήθειαι μεθ' ὑμῶν ἐλευθέριοι, καὶ γάμοι κατὰ τοὺς νόμους καὶ κηδεσταὶ καὶ τέκνα, Ἀθήνησι μὲν ἦμεν ἄξιοι τῆς ὑμετέρας πίστεως, οὐ γὰρ ἄν ποτε ἡμᾶς εἵλεσθε, ἐλθόντες δ' εἰς Μακεδονίαν ἐξαίφνης ἐγενόμεθα προδόται. Ὁ δὲ οὐδὲν ἄπρατον ἔχων μέρος τοῦ σώματος, οὐδ' ὅθεν τὴν φωνὴν προΐεται, ὡς ὢν Ἀριστείδης δυσχεραίνει καὶ καταπτύει δωροδοκίας.
[24] Ἀκούσατε δὴ τούς τε ἡμετέρους λόγους οὓς εἴπομεν ὑπὲρ ὑμῶν, καὶ πάλιν οὓς τὸ μέγα ὄφελος τῆς πόλεως εἴρηκε Δημοσθένης, ἵν' ἐφεξῆς καὶ κατὰ μικρὸν πρὸς ἕκαστα τῶν κατηγορημένων ἀπολογήσωμαι. Ἐπαινῶ δ' εἰς ὑπερβολὴν πάντας ὑμᾶς, ὦ ἄνδρες δικασταί, ὅτι σιγῇ καὶ δικαίως ἡμῶν ἀκούετε· ὥστε, ἐάν τι μὴ λύσω τῶν κατηγορημένων, οὐχ ὑμᾶς, ἀλλ' ἐμαυτὸν αἰτιάσομαι.
[25] Ἐπειδὴ γὰρ οἱ πρεσβύτεροι ταῖς ἡλικίαις ὑπὲρ τῆς πρεσβείας εἰρήκεσαν, καὶ καθῆκεν εἰς ἡμᾶς ὁ λόγος, τὰ μὲν καθ' ἕκαστα τῶν ἐκεῖ ῥηθέντων ὑπ' ἐμοῦ, καὶ τοὺς πρὸς ταῦτα λεχθέντας ὑπὸ Φιλίππου λόγους, ἐν τῷ δήμῳ σαφῶς ἀπήγγειλα πρὸς ἅπαντας Ἀθηναίους, νυνὶ δὲ πειράσομαι διὰ κεφαλαίων ὑμᾶς ὑπομιμνῄσκειν.
[26] Πρῶτον μὲν γὰρ πρὸς αὐτὸν διεξῆλθον τὴν πατρικὴν εὔνοιαν καὶ τὰς εὐεργεσίας ἃς ὑμεῖς ὑπήρξατε Ἀμύντᾳ τῷ Φιλίππου πατρί, οὐδὲν παραλείπων, ἀλλ' ἐφεξῆς ἅπαντα ὑπομιμνῄσκων, δεύτερον δέ, ὧν αὐτὸς ἦν μάρτυς εὖ παθών. Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων, Εὐρυδίκης δὲ τῆς μητρὸς αὐτῶν προδεδομένης ὑπὸ τῶν δοκούντων αὐτῆς εἶναι φίλων,
[27] Παυσανίου δ' ἐπὶ τὴν ἀρχὴν αὐτῶν κατιόντος, φυγάδος μὲν ὄντος, τῷ καιρῷ δ' ἰσχύοντος, πολλῶν δ' αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν καὶ Στρέψαν καὶ ἄλλ' ἄττα χωρία, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν ἐπ' Ἀμφίπολιν Ἰφικράτην, Ἀμφιπολιτῶν αὐτῶν ἐχόντων τότε τὴν πόλιν καὶ τὴν χώραν καρπουμένων.
[28] Ἀφικομένου δ' εἰς τοὺς τόπους Ἰφικράτους μετ' ὀλίγων τὸ πρῶτον νεῶν, ἐπὶ κατασκοπῇ μᾶλλον τῶν πραγμάτων ἢ πολιορκίᾳ τῆς πόλεως, ἐνταῦθα, ἔφην ἐγώ, μετεπέμψατο αὐτὸν Εὐρυδίκη ἡ μήτηρ ἡ σή, καὶ ὥς γε δὴ λέγουσιν οἱ παρόντες πάντες, Περδίκκαν μὲν τὸν ἀδελφὸν τὸν σὸν καταστήσασα εἰς τὰς χεῖρας τὰς Ἰφικράτους, σὲ δὲ εἰς τὰ γόνατα τὰ ἐκείνου θεῖσα παιδίον ὄντα, εἶπεν ὅτι "Ἀμύντας ὁ πατὴρ τῶν παίδων τούτων, ὅτ' ἔζη, υἱὸν ἐποιήσατό σε, τῇ δὲ Ἀθηναίων πόλει οἰκείως ἐχρήσατο, ὥστε συμβαίνει σοι καὶ ἰδίᾳ τῶν παίδων τούτων γεγενῆσθαι ἀδελφῷ, καὶ δημοσίᾳ φίλῳ ἡμῖν εἶναι".
[29] Καὶ μετὰ ταῦτα ἤδη δέησιν ἰσχυρὰν ἐποιεῖτο καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῆς ἀρχῆς καὶ ὅλως ὑπὲρ τῆς σωτηρίας. Ἀκούσας δὲ ταῦτα Ἰφικράτης, ἐξήλασε Παυσανίαν ἐκ Μακεδονίας, καὶ τὴν δυναστείαν ὑμῖν ἔσωσε. Καὶ μετὰ ταῦτα εἶπον περὶ Πτολεμαίου, ὃς ἦν ἐπίτροπος καθεστηκὼς τῶν πραγμάτων, ὡς ἀχάριστον καὶ δεινὸν ἔργον διεπράξατο, διδάσκων ὅτι πρῶτον μὲν ὑπὲρ Ἀμφιπόλεως ἀντέπραττε τῇ πόλει, καὶ πρὸς Θηβαίους διαφερομένων Ἀθηναίων συμμαχίαν ἐποιήσατο, καὶ πάλιν ὡς Περδίκκας εἰς τὴν ἀρχὴν καταστὰς ὑπὲρ Ἀμφιπόλεως ἐπολέμησε τῇ πόλει.
[30] Καὶ τὴν ὑμετέραν ἠδικημένων ὅμως φιλανθρωπίαν διεξῄειν, λέγων ὅτι κρατοῦντες τῷ πολέμῳ Περδίκκαν Καλλισθένους ἡγουμένου, ἀνοχὰς πρὸς αὐτὸν ἐποιήσασθε, ἀεί τινος προσδοκῶντες τῶν δικαίων τεύξεσθαι. Καὶ τὴν διαβολὴν ταύτην ἐπειρώμην λύειν, διδάσκων ὅτι Καλλισθένην ὁ δῆμος ἀπέκτεινεν οὐ διὰ τὰς πρὸς Περδίκκαν ἀνοχάς, ἀλλὰ δι' ἑτέρας αἰτίας. Καὶ πάλιν οὐκ ὤκνουν κατ' αὐτοῦ λέγειν Φιλίππου, ἐπιτιμῶν ὅτι τὴν ἐκδοχὴν ἐποιήσατο πρὸς τὴν πόλιν τοῦ πολέμου.
[31] Καὶ πάντων ὧν εἴποιμι μάρτυρας τὰς ἐκείνων ἐπιστολὰς παρειχόμην καὶ τὰ ψηφίσματα τοῦ δήμου καὶ τὰς Καλλισθένους ἀνοχάς. Περὶ μὲν οὖν τῆς ἐξ ἀρχῆς κτήσεως τῆς χώρας, καὶ τῶν καλουμένων Ἐννέα ὁδῶν, καὶ περὶ τῶν Θησέως παίδων, ὧν Ἀκάμας λέγεται φερνὴν ἐπὶ τῇ γυναικὶ λαβεῖν τὴν χώραν ταύτην, τότε μὲν ἥρμοττε λέγειν καὶ ἐρρήθη ὡς ἐνεδέχετο ἀκριβέστατα, νυνὶ δὲ ἴσως ἀνάγκη συντέμνειν τοὺς λόγους· ἃ δὲ ἦν τῶν σημείων οὐκ ἐν τοῖς ἀρχαίοις μύθοις, ἀλλ' ἐφ' ἡμῶν γεγενημένα, τούτων ἐπιμνησθήσομαι.
[32] Συμμαχίας γὰρ Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλήνων συνελθούσης, εἷς ὢν τούτων Ἀμύντας ὁ Φιλίππου πατὴρ καὶ πέμπων σύνεδρον καὶ τῆς καθ' αὑτὸν ψήφου κύριος ὤν, ἐψηφίσατο Ἀμφίπολιν τὴν Ἀθηναίων συνεξαιρεῖν μετὰ τῶν ἄλλων Ἑλλήνων Ἀθηναίοις. Καὶ τούτων τὸ κοινὸν δόγμα τῶν Ἑλλήνων καὶ τοὺς ψηφισαμένους ἐκ τῶν δημοσίων γραμμάτων μάρτυρας παρεσχόμην.
[33] Ὧν δὲ Ἀμύντας ἀπέστη ἐναντίον τῶν Ἑλλήνων ἁπάντων οὐ μόνον λόγοις, ἀλλὰ καὶ ψήφῳ, τούτων, ἔφην ἐγώ, σὲ τὸν ἐξ ἐκείνου γεγενημένον οὐκ ἔστι δίκαιον ἀντιποιεῖσθαι. Εἰ δ' ἀντιποιῇ κατὰ πόλεμον λαβὼν εἰκότως ἔχειν, εἰ μὲν πρὸς ἡμᾶς πολεμήσας δοριάλωτον τὴν πόλιν εἷλες, κυρίως ἔχεις τῷ τοῦ πολέμου νόμῳ κτησάμενος· εἰ δ' Ἀμφιπολίτας ἀφείλου τὴν Ἀθηναίων πόλιν, οὐ τἀκείνων ἔχεις, ἀλλὰ τὴν Ἀθηναίων χώραν.
[34] Ῥηθέντων δὲ καὶ τούτων καὶ ἑτέρων λόγων, ἤδη καθῆκεν εἰς Δημοσθένην τὸ τῆς πρεσβείας μέρος, καὶ πάντες προσεῖχον ὡς ὑπερβολάς τινας δυνάμεως ἀκουσόμενοι λόγων· καὶ γὰρ πρὸς αὐτὸν τὸν Φίλιππον, ὡς ἦν ὕστερον ἀκούειν, καὶ πρὸς τοὺς ἑταίρους αὐτοῦ ἐξήγγελτο ἡ τῶν ἐπαγγελιῶν ὑπερβολή. Οὕτω δὲ ἁπάντων διακειμένων πρὸς τὴν ἀκρόασιν, φθέγγεται τὸ θηρίον τοῦτο προοίμιον σκοτεινόν τι καὶ τεθνηκὸς δειλίᾳ, καὶ μικρὸν προαγαγὼν ἄνω τῶν πραγμάτων, ἐξαίφνης ἐσίγησε καὶ διηπορήθη, τελευτῶν δὲ ἐκπίπτει τοῦ λόγου.
[35] Ἰδὼν δὲ αὐτὸν ὁ Φίλιππος ὡς διέκειτο, θαρρεῖν τε παρεκελεύετο καὶ μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτο οἴεσθαί τι πεπονθέναι, ἀλλ' ἡσυχῇ καὶ κατὰ μικρὸν ἀναμιμνῄσκεσθαι καὶ λέγειν ὡς προείλετο. Ὁ δ' ὡς ἅπαξ ἐταράχθη καὶ τῶν γεγραμμένων διεσφάλη, οὐδ' ἀναλαβεῖν ἔτι αὑτὸν ἐδυνήθη, ἀλλὰ καὶ πάλιν ἐπιχειρήσας λέγειν ταὐτὸν ἔπαθεν. Ὡς δ' ἦν σιωπή, μεταστῆναι ἡμᾶς ὁ κῆρυξ ἐκέλευεν.
[36] Ἐπειδὴ δ' ἐφ' ἡμῶν αὐτῶν ἐγενόμεθα, σφόδρα πάνυ σκυθρωπάσας ὁ χρηστὸς οὑτοσὶ Δημοσθένης, ἀπολωλεκέναι με ἔφη τὴν πόλιν καὶ τοὺς συμμάχους. Ἐκπλαγέντος δὲ οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν συμπρέσβεων ἁπάντων, καὶ τὴν αἰτίαν πυνθανομένων δι' ἣν ταῦτ' εἶπεν, ἤρετό με εἰ τῶν Ἀθήνησι πραγμάτων ἐπιλέλησμαι, καὶ τὸν δῆμον καταπεπονημένον καὶ σφόδρα ἐπιθυμοῦντα εἰρήνης εἰ μὴ μέμνημαι,
[37] "Ἢ μέγα φρονεῖς", ἔφη, "ἐπὶ ταῖς ἐψηφισμέναις μὲν πεντήκοντα ναυσίν, οὐδέποτε δὲ πληρωθησομέναις; οὕτω γὰρ ἠρέθικας Φίλιππον καὶ τοιαῦτα εἴρηκας ἐξ ὧν οὐκ εἰρήνη γένοιτ' ἂν ἐκ πολέμου, ἀλλ' ἐξ εἰρήνης πόλεμος ἀκήρυκτος." Ἀρχομένου δ' ἐμοῦ πρὸς ταῦτα ἀντιλέγειν, ἐκάλουν ἡμᾶς οἱ ὑπηρέται οἱ τοῦ Φιλίππου.
[38] Ὡς δ' εἰσήλθομεν καὶ ἐκαθεζόμεθα, ἐξ ἀρχῆς πρὸς ἕκαστον τῶν εἰρημένων ἐνεχείρει τι λέγειν ὁ Φίλιππος, πλείστην δὲ εἰκότως ἐποιήσατο διατριβὴν πρὸς τοὺς ἐμοὺς λόγους· ἴσως γὰρ οὐδὲν τῶν ἐνόντων εἰπεῖν, ὥς γε οἶμαι, παρέλιπον· καὶ πολλάκις μου τοὔνομα ἐν τοῖς λόγοις ὠνομάζετο· πρὸς δὲ Δημοσθένην τὸν οὕτω καταγελάστως ἀπαλλάξαντα οὐδ' ὑπὲρ ἑνὸς οἶμαι διελέχθη. Τοῦτο δὲ ἦν ἄρα ἀγχόνη καὶ λύπη τούτῳ.
[39] Ἐπειδὴ δὲ κατέστρεψεν εἰς φιλανθρωπίαν τοὺς λόγους ὁ Φίλιππος, καὶ τὸ συκοφάντημα ὃ προειρήκει κατ' ἐμοῦ πρὸς τοὺς συμπρέσβεις οὗτος, ὡς ἐσομένου πολέμου καὶ διαφορᾶς αἰτίου, διέπιπτεν αὐτῷ, ἐνταῦθα ἤδη καὶ παντελῶς ἐξιστάμενος αὑτοῦ καταφανὴς ἦν, ὥστε καὶ κληθέντων ἡμῶν ἐπὶ ξένια δεινῶς ἀσχημονεῖν.
[40] Ἀφορμώντων δ' ἡμῶν οἴκαδε ἐκ τῆς πρεσβείας, ἐξαίφνης κατὰ τὴν ὁδὸν παραδόξως καὶ φιλανθρώπως πρὸς ἕκαστον διελέγετο. Ὅ τι μὲν οὖν ποτ' ἦν ὁ κέρκωψ ἢ τὸ καλούμενον παιπάλημα ἢ τὸ παλίμβολον ἢ τὰ τοιαῦτα ῥήματα, οὐκ ᾔδειν πρότερον· νυνὶ δ' ἐξηγητὴν τοῦτον λαβὼν τῆς ἁπάσης κακοηθείας μεμάθηκα.
[41] Διαλαμβάνων γὰρ ἕκαστον ἡμῶν ἐν μέρει, τῷ μὲν ἔρανον συστήσειν ἐπηγγέλλετο καὶ βοηθήσειν τοῖς ἰδίοις, τὸν δὲ εἰς στρατηγίαν καταστήσειν· ἐμοὶ δὲ παρακολουθῶν καὶ τὴν φύσιν μακαρίζων καὶ τοὺς λόγους οὓς εἶπον ἐγκωμιάζων πολὺς ἦν τοῖς ἐπαίνοις καὶ ἐπαχθής. Συνδειπνούντων δ' ἡμῶν ἁπάντων ἐν Λαρίσῃ, εἰς αὑτὸν μὲν ἔσκωπτε καὶ τὴν ἀπορίαν τὴν ἐν τῷ λόγῳ συμβᾶσαν ἑαυτῷ, τὸν δὲ Φίλιππον τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἔφη πάντων εἶναι δεινότατον.
[42] Συναποφηναμένου δὲ κἀμοῦ τι τοιοῦτον, ὡς μνημονικῶς εἴποι πρὸς τὰ παρ' ἡμῶν ῥηθέντα, Κτησιφῶντος δέ, ὅσπερ ἦν ἡμῶν πρεσβύτατος, ὑπερβολήν τινα ἑαυτοῦ παλαιότητος καὶ πλήθους ἐτῶν εἰπόντος, καὶ προσθέντος ὡς ἐν τοσούτῳ χρόνῳ καὶ βίῳ οὐ πώποθ' οὕτως ἡδὺν οὐδ' ἐπαφρόδιτον ἄνθρωπον ἑωρακὼς εἴη, ἀνακροτήσας ὁ Σίσυφος ὅδε τὰς χεῖρας,
[43] "ταῦτα μέντοι", ἔφη, "ὦ Κτησιφῶν, οὔτ' ἂν σὺ πρὸς τὸν δῆμον εἴποις, οὔτ' ἂν οὗτος" ‑ ἐμὲ δὴ λέγων ‑ "τολμήσειεν εἰπεῖν πρὸς Ἀθηναίους ὡς ὁ Φίλιππος δεινὸς εἰπεῖν καὶ μνημονικός". Ἀναισθήτως δὲ ἡμῶν ἐχόντων καὶ τὴν ἐπιβουλὴν οὐ προορωμένων, ἣν αὐτίκα ἀκούσεσθε, εἰς συνθήκην τινὰ ἡμᾶς κατέκλῃσεν ὑπὲρ τοῦ ταῦτ' ἐρεῖν πρὸς ὑμᾶς. Ἐμοῦ δὲ καὶ δέησιν ἰσχυρὰν ἐδεήθη μὴ παραλιπεῖν, ἀλλ' εἰπεῖν ὡς ὑπὲρ Ἀμφιπόλεώς τι καὶ Δημοσθένης εἴποι.
[44] Μέχρι μὲν οὖν τούτων οἱ συμπρέσβεις εἰσί μοι μάρτυρες, οὓς προπηλακίζων οὗτος καὶ διαβάλλων ἐν τῇ κατηγορίᾳ διατετέλεκε· τῶν δ' ἐπὶ τοῦ βήματος παρ' ὑμῖν λόγων ὑμεῖς ἀκηκόατε, ὥστε οὐκ ἐνέσται μοι ψεύδεσθαι. Δέομαι δὲ ὑμῶν προσεπιπονῆσαι ἀκούοντας καὶ τὴν λοιπὴν διήγησιν. Ὅτι μὲν γὰρ ἕκαστος ὑμῶν ποθεῖ τὰ περὶ Κερσοβλέπτην ἀκούειν καὶ τὰς περὶ Φωκέων αἰτίας, σαφῶς οἶδα, καὶ πρὸς ταῦτα σπεύδω· ἀλλ' ἐὰν μὴ τὰ πρὸ τούτων ἀκούσητε, οὐδ' ἐκείνοις ὁμοίως παρακολουθήσετε. Ἐὰν δ' ἐμοὶ τῷ κινδυνεύοντι εἰπεῖν δῶτε ὡς βούλομαι, καὶ σῶσαί με, εἰ μηδὲν ἀδικῶ, δυνήσεσθε, ἱκανὰς εἰληφότες ἀφορμάς, καὶ θεάσασθαι ἐκ τῶν ὁμολογουμένων τἀντιλεγόμενα.
[45] Ὡς γὰρ δεῦρ' ἤλθομεν καὶ πρὸς τὴν βουλὴν ἐπὶ κεφαλαίων τὴν πρεσβείαν ἀπηγγείλαμεν, καὶ τὴν ἐπιστολὴν ἀπέδομεν τὴν παρὰ Φιλίππου, ἐπαινέτης ἦν ἡμῶν Δημοσθένης, καὶ τὴν Ἑστίαν ἐπώμοσε τὴν βουλαίαν συγχαίρειν τῇ πόλει, ὅτι τοιούτους ἄνδρας ἐπὶ τὴν πρεσβείαν ἐξέπεμψεν, οἳ καὶ τοῖς λόγοις καὶ τῇ πίστει ἦσαν ἄξιοι τῆς πόλεως.
[46] Ὑπὲρ ἐμοῦ δὲ εἶπέ τι τοιοῦτον, ὡς οὐ ψευσαίμην τὰς τῶν ἑλομένων με ἐπὶ τὴν πρεσβείαν ἐλπίδας. Τέλος δὲ πάντων· ἔγραψε γὰρ ἡμᾶς στεφανῶσαι θαλλοῦ στεφάνῳ ἕκαστον εὐνοίας ἕνεκα τῆς εἰς τὸν δῆμον, καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον. Ὅτι δ' οὐδὲν ψεῦδος εἴρηκα πρὸς ὑμᾶς, λαβέτω μοι τὸ ψήφισμα ὁ γραμματεύς, καὶ τὰς τῶν συμπρέσβεων μαρτυρίας ἀναγνώτω.
[47] Ἐπειδὴ τοίνυν ἀπηγγέλλομεν τὴν πρεσβείαν ἐν τῷ δήμῳ, εἶπε παρελθὼν πρῶτος ἡμῶν διὰ τὴν ἡλικίαν Κτησιφῶν ἄλλους τέ τινας λόγους καὶ τοὺς πρὸς Δημοσθένην αὐτῷ συγκειμένους ὑμῖν ἐρεῖν, περί τε τῆς ἐντεύξεως τῆς Φιλίππου καὶ τῆς ἰδέας αὐτοῦ καὶ τῆς ἐν τοῖς πότοις ἐπιδεξιότητος. Καὶ μετὰ τοῦτον Φιλοκράτους εἰπόντος μικρὰ καὶ Δερκύλου, παρῆλθον ἐγώ.
[48] Ἐπειδὴ δὲ τὴν ἄλλην διεξῆλθον πρεσβείαν, ἀπήντησα καὶ πρὸς τὸν λόγον ὃν ἐν τοῖς συμπρέσβεσι διωμολογησάμην, εἰπὼν ὅτι καὶ μνημονικῶς καὶ δυνατῶς ὁ Φίλιππος εἴποι· καὶ τὴν δέησιν οὐκ ἐπελαθόμην τὴν Δημοσθένους, ὅτι ταχθείη λέγειν, ἐάν τι παραλίπωμεν ἡμεῖς, ὑπὲρ Ἀμφιπόλεως.
[49] Ἐφ' ἅπασι δ' ἡμῖν ἀνίσταται τελευταῖος Δημοσθένης, καὶ τερατευσάμενος, ὥσπερ εἴωθε, τῷ σχήματι καὶ τρίψας τὴν κεφαλήν, ὁρῶν ἐπισημαινόμενον τὸν δῆμον καὶ δεδεγμένον τοὺς παρ' ἐμοῦ λόγους, ἀμφοτέρων ἔφη θαυμάζειν, καὶ τῶν ἀκουόντων καὶ τῶν πρεσβευσάντων, ὅταν παρέντες τὸν χρόνον, οἱ μὲν τὸν τοῦ βουλεύσασθαι, οἱ δὲ τὸν τοῦ συμβουλεύειν, ἀποδιατρίβωσι τὴν ὑπερόριον λαλιὰν ἀγαπῶντες ἐν τοῖς οἰκείοις πράγμασιν· οὐδὲν γὰρ εἶναι ῥᾷον ἢ πρεσβείαν ἀπαγγεῖλαι.
[50] "Βούλομαι δ' ὑμῖν", ἔφη, "καὶ ἐπιδεῖξαι ὡς δεῖ τὸ πρᾶγμα γίγνεσθαι." Ἅμα δ' ἐκέλευεν ἀναγνωσθῆναι τὸ ψήφισμα τοῦ δήμου. Ἀναγνωσθέντος δὲ εἶπεν ὅτι "κατὰ τοῦτο ἐξεπέμφθημεν, καὶ ταῦτα ἐπράττομεν ἃ ἐνταυθοῖ γέγραπται. Λαβὲ δή μοι καὶ τὴν ἐπιστολὴν ἣν ἥκομεν παρὰ Φιλίππου φέροντες". Ἐπειδὴ δὲ ἀνεγνώσθη, "ἀπέχετε", ἔφη, "τὴν ἀπόκρισιν, καὶ λοιπὸν ὑμῖν ἐστι βουλεύσασθαι."
[51] Θορυβησάντων δ' ἐπ' αὐτῷ τῶν μὲν ὡς δεινός τις εἴη καὶ σύντομος, τῶν δὲ πλειόνων, ὡς πονηρὸς καὶ φθονερός, "σκέψασθε δέ", ἔφη, "ὡς συντόμως καὶ τἆλλα πάντα ἀπαγγελῶ. Ἐδόκει δεινὸς εἶναι λέγειν Αἰσχίνῃ Φίλιππος, ἀλλ' οὐκ ἐμοί, ἀλλ' εἴ τις αὐτοῦ τὴν τύχην περιελὼν ἑτέρῳ περιθείη, οὐκ ἂν πολύ τι καταδεὴς εἴη.
[52] Ἐδόκει Κτησιφῶντι τὴν ὄψιν λαμπρὸς εἶναι, ἐμοὶ δ' οὐ χείρων Ἀριστόδημος ὁ ὑποκριτής, παρῆν δ' ἡμῖν καὶ συνεπρέσβευε. Μνημονικόν τις αὐτόν φησιν εἶναι· καὶ γὰρ ἕτεροι. Συμπιεῖν δεινὸς ἦν· Φιλοκράτης ὁ μεθ' ἡμῶν δεινότερος. Λόγον τίς φησιν ἐμοὶ καταλιπεῖν ὑπὲρ Ἀμφιπόλεως· ἀλλ' οὔτ' ἂν ὑμῖν ὁ ῥήτωρ οὗτος οὔτ' ἂν ἐμοὶ λόγου μεταδοίη.
[53] Ταῦτα μὲν οὖν λῆρός ἐστιν," ἔφη, "ἐγὼ δὲ ψήφισμα γράψω καὶ τῷ κήρυκι σπείσασθαι τῷ παρὰ Φιλίππου ἥκοντι, καὶ τοῖς μέλλουσι παρ' αὐτοῦ δεῦρο ἰέναι πρέσβεσι, καὶ τοὺς πρυτάνεις, ἐπειδὰν ἥκωσιν οἱ πρέσβεις, ἐκκλησίαν ἐπὶ δύο ἡμέρας ποιεῖν μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας, καὶ τοὺς πρέσβεις ἡμᾶς, εἰ δοκοῦμεν ἄξιοι εἶναι, ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον."
[54] Ὅτι δ' ἀληθῆ λέγω, λαβέ μοι τὰ ψηφίσματα, ἵνα εἰδῆτε, ὦ ἄνδρες, καὶ τὴν ἀνωμαλίαν αὐτοῦ καὶ τὸν φθόνον, καὶ τὴν τῶν πραγμάτων μετὰ Φιλοκράτους κοινωνίαν, καὶ τὸ ἦθος ὡς ἐπίβουλον καὶ ἄπιστον. Κάλει δέ μοι καὶ τοὺς συμπρέσβεις, καὶ τὰς μαρτυρίας αὐτῶν ἀνάγνωθι καὶ τὰ ψηφίσματα τὰ Δημοσθένους.
[55] Οὐ τοίνυν μόνον ταῦτα ἔγραψεν, ἀλλὰ καὶ μετὰ ταῦτα ἐν τῇ βουλῇ θέαν εἰς τὰ Διονύσια κατανεῖμαι τοῖς πρέσβεσιν, ἐπειδὰν ἥκωσι, τοῖς Φιλίππου. Λέγε καὶ τοῦτο τὸ ψήφισμα.
Ἀνάγνωθι δὴ καὶ τὴν τῶν συμπρέσβεων μαρτυρίαν, ἵν' εἰδῆτε, ὦ Ἀθηναῖοι, ὅτι Δημοσθένης οὐχ ὑπὲρ τῆς πόλεως εἰπεῖν δύναται, ἀλλ' ἐπὶ τοὺς συσσίτους καὶ ὁμοσπόνδους μελετᾷ.
[56] Τὴν μὲν τοίνυν κοινωνίαν τῶν περὶ τῆς εἰρήνης πράξεων οὐκ ἐμὴν καὶ Φιλοκράτους, ἀλλὰ Δημοσθένους καὶ Φιλοκράτους εὑρίσκετε, καὶ τὰς πίστεις τῶν εἰρημένων ἱκανὰς ὑμῖν οἶμαι παρεσχῆσθαι· τῶν μὲν γὰρ ἀπηγγελμένων ὑμεῖς ἐστέ μοι μάρτυρες, τῶν δ' ἐν Μακεδονίᾳ ῥηθέντων καὶ τῶν κατὰ τὴν πορείαν ἡμῖν συμβάντων τοὺς συμπρέσβεις ὑμῖν μάρτυρας παρεσχόμην. Τῆς δὲ ὑπὸ Δημοσθένους ἀρτίως εἰρημένης κατηγορίας ἠκούσατε καὶ μέμνησθε ἧς τὴν ἀρχὴν ἐποιήσατο ἀπὸ τῆς δημηγορίας, ἣν εἶπον περὶ τῆς εἰρήνης.
[57] Πάντα δὲ ἐν τῷ μέρει τούτῳ τῆς κατηγορίας ἐψευσμένος, ἐπὶ τῷ καιρῷ δεινῶς ἐσχετλίασε. Τοὺς γὰρ λόγους τούτους ἐναντίον φησὶ τῶν πρέσβεων λέγεσθαι, οὓς ἔπεμψαν πρὸς ὑμᾶς οἱ Ἕλληνες μεταπεμφθέντες ὑπὸ τοῦ δήμου, ἵνα κοινῇ καὶ πολεμοῖεν, εἰ δέοι, Φιλίππῳ μετὰ Ἀθηναίων, καὶ τῆς εἰρήνης, εἰ τοῦτο εἶναι δοκοίη συμφέρον, μετέχοιεν. Σκέψασθε δὴ πράγματος μεγάλου κλοπὴν καὶ δεινὴν ἀναισχυντίαν ἀνθρώπου.
[58] Τῶν γὰρ πρεσβειῶν, ἃς ἐξεπέμψατε εἰς τὴν Ἑλλάδα, ἔτι τοῦ πολέμου τοῦ πρὸς Φίλιππον ὑμῖν ἐνεστηκότος, οἱ μὲν χρόνοι τῆς αἱρέσεως, ὅτε ἐξεπέμφθησαν, καὶ τὰ τῶν πρεσβευσάντων ὀνόματα ἐν τοῖς δημοσίοις ἀναγέγραπται γράμμασι, τὰ δὲ σώματά ἐστιν αὐτῶν οὐκ ἐν Μακεδονίᾳ, ἀλλ' Ἀθήνησι· ταῖς δὲ ξενικαῖς πρεσβείαις ἡ βουλὴ τὰς εἰς τὸν δῆμον προσόδους προβουλεύει· οὗτος δ' ἐφεστάναι τὰς ἀπὸ τῶν Ἑλλήνων φησὶ πρεσβείας.
[59] Παρελθὼν τοίνυν, Δημόσθενες, ἐπὶ τὸ βῆμα τοῦτο ἐν τῷ ἐμῷ λόγῳ, εἰπὲ πόλεως ἧστινος βούλει τῶν Ἑλληνίδων τοὔνομα, ἐξ ἧς ἀφῖχθαι τότε φῂς τοὺς πρέσβεις· καὶ τὰ προβουλεύματα αὐτῶν ἐκ τοῦ βουλευτηρίου δὸς ἀναγνῶναι, καὶ τοὺς Ἀθηναίων κάλει πρέσβεις, οὓς ἐξέπεμψαν ἐπὶ τὰς πόλεις, μάρτυρας. Κἂν παρεῖναι καὶ μὴ ἀποδημεῖν, ὅτε ἡ πόλις τὴν εἰρήνην ἐποιεῖτο, μαρτυρήσωσιν, ἢ τὰς πρὸς τὴν βουλὴν αὐτῶν προσόδους καὶ τὰ ψηφίσματα ἂν παράσχῃ ἐν ᾧ σὺ φῂς ὄντα χρόνῳ καταβαίνω καὶ θανάτου τιμῶμαι.
[60] Ἀνάγνωθι δὴ καὶ τὸ τῶν συμμάχων δόγμα τί λέγει, ἐν ᾧ διαρρήδην γέγραπται, ἐπειδὴ βουλεύεται ὁ δῆμος ὁ Ἀθηναίων ὑπὲρ εἰρήνης πρὸς Φίλιππον, οἱ δὲ πρέσβεις οὔπω πάρεισιν, οὓς ἐξέπεμψεν ὁ δῆμος εἰς τὴν Ἑλλάδα παρακαλῶν τὰς πόλεις ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἑλλήνων, δεδόχθαι τοῖς συμμάχοις, ἐπειδὰν ἐπιδημήσωσιν οἱ πρέσβεις καὶ τὰς πρεσβείας ἀπαγγείλωσιν Ἀθηναίοις καὶ τοῖς συμμάχοις, προγράψαι τοὺς πρυτάνεις ἐκκλησίας δύο κατὰ τὸν νόμον, ἐν δὲ ταύταις βουλεύσασθαι περὶ τῆς εἰρήνης Ἀθηναίους· ὅ τι δ' ἂν βουλεύσηται ὁ δῆμος, τοῦτ' εἶναι κοινὸν δόγμα τῶν συμμάχων. Ἀνάγνωθι δή μοι τὸ τῶν συνέδρων δόγμα.
[61] Παρανάγνωθι δή μοι καὶ τὸ Δημοσθένους ψήφισμα, ἐν ᾧ κελεύει τοὺς πρυτάνεις μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει καὶ τὴν ἐν Διονύσου ἐκκλησίαν προγράψαι δύο ἐκκλησίας, τὴν μὲν τῇ ὀγδόῃ ἐπὶ δέκα, τὴν δὲ τῇ ἐνάτῃ ἐπὶ δέκα, ὁρίζων τὸν χρόνον καὶ προϋφαιρῶν τὰς ἐκκλησίας, πρὶν ἐπιδημῆσαι τοὺς ἀπὸ τῶν Ἑλλήνων πρέσβεις. Καὶ τὸ μὲν τῶν συμμάχων δόγμα κελεύει, ᾧ συνειπεῖν καὶ ἐγὼ ὁμολογῶ, ὑπὲρ εἰρήνης μόνον ὑμᾶς βουλεύσασθαι, Δημοσθένης δὲ καὶ περὶ συμμαχίας κελεύει. Λέγε αὐτοῖς τὸ ψήφισμα.
[62] Τῶν μὲν ψηφισμάτων ἀμφοτέρων ἠκούσατε, ὦ Ἀθηναῖοι, ὑφ' ὧν ἐξελέγχεται Δημοσθένης τὰς ἀποδημούσας πρεσβείας ἐπιδημεῖν φάσκων, καὶ βουλομένων ὑμῶν ἀκροάσασθαι, τὸ τῶν συμμάχων ἄκυρον πεποιηκὼς δόγμα. Οἱ μὲν γὰρ ἀπεφήναντο ἀναμεῖναι τὴν πόλιν τὰς Ἑλληνικὰς πρεσβείας, Δημοσθένης δὲ οὐ λόγῳ μόνον ἐκώλυσε περιμεῖναι, ὁ πάντων αἴσχιστα καὶ τάχιστα μετατιθέμενος, ἀλλ' ἔργῳ καὶ ψηφίσματι, προστάξας ἤδη βεβουλεῦσθαι.
[63] Εἴρηκε δὲ ὡς ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγορήσαντος Φιλοκράτους, ὕστερον ἀναβὰς ἐγὼ κατεμεμψάμην ἣν εἰσηγεῖτο ἐκεῖνος εἰρήνην, αἰσχρὰν καὶ τῆς πόλεως ἀναξίαν εἶναι φάσκων, τῇ δ' ὑστεραίᾳ πάλιν ἡμέρᾳ ὡς συναγορεύοιμι τῷ Φιλοκράτει, καὶ τὴν ἐκκλησίαν εὐημερήσας οἰχοίμην φέρων, πείθων ὑμᾶς μὴ προσέχειν τοῖς τὰς μάχας καὶ τὰ τῶν προγόνων λέγουσι τρόπαια, μηδὲ τοῖς Ἕλλησι βοηθεῖν.
[64] Ὅτι δ' οὐ ψευδῆ μόνον κατηγόρηκεν, ἀλλὰ καὶ ἀδύνατα γενέσθαι, μίαν μὲν αὐτὸς καθ' αὑτοῦ Δημοσθένης μαρτυρίαν μαρτυρήσει, ἑτέραν δὲ πάντες Ἀθηναῖοι καὶ ὑμεῖς ἀναμιμνῃσκόμενοι, τρίτην δὲ ἡ τῆς αἰτίας ἀπιθανότης, τετάρτην δὲ ἀνὴρ ἀξιόλογος, εἷς τῶν πολιτευομένων, Ἀμύντωρ, ᾧ τὸ ψήφισμα ἐπεδείξατο Δημοσθένης καὶ ἀνεκοινοῦτο, εἰ δῷ τῷ γραμματεῖ, οὐχ ὑπεναντίον, ἀλλὰ ταὐτὸν γεγραφὼς Φιλοκράτει.
[65] Καί μοι λαβὲ τὸ ψήφισμα καὶ ἀνάγνωθι τὸ Δημοσθένους, ἐν ᾧ φαίνεται γεγραφώς, τῇ μὲν προτέρᾳ τῶν ἐκκλησιῶν συμβουλεύειν τὸν βουλόμενον, τῇ δ' ὑστέρᾳ τοὺς προέδρους ἐπιψηφίζειν τὰς γνώμας, λόγον δὲ μὴ προτιθέναι, ἐν ᾗ μέ φησιν αὐτὸς Φιλοκράτει συνειπεῖν.
[66] Οὐκοῦν τὰ μὲν ψηφίσματα, ὡς ἐξ ἀρχῆς ἐγράφη, μένει, οἱ δὲ τῶν συκοφαντῶν λόγοι πρὸς τοὺς ἐφ' ἡμέραν καιροὺς λέγονται. Ποιεῖ δέ μου τὴν δημηγορίαν ὁ μὲν κατήγορος διαιρετήν, τὸ ψήφισμα δὲ καὶ τἀληθὲς μίαν· λόγον γὰρ μὴ προτιθέντων εἰς τὴν ὑστέραν ἐκκλησίαν τῶν προέδρων, οὐκ ἐνῆν εἰπεῖν. Τί δ' ἂν καὶ βουλόμενος, εἴπερ ταὐτὰ Φιλοκράτει προειλόμην, κατηγόρουν μὲν πρὸς τοὺς αὐτοὺς ἀκροατὰς τῇ προτεραίᾳ, μίαν δὲ νύκτα διαλιπὼν συνηγόρουν; πότερα ὡς αὐτὸς εὐδοξήσων, ἢ ὡς ἐκεῖνον ὠφελήσων; ἀλλ' οὐκ ἐνῆν ἀμφότερα ἐξενέγκασθαι, ἀλλ' ὑπὸ πάντων μὲν μισεῖσθαι, περαίνειν δὲ μηδέν.
[67] Κάλει δέ μοι καὶ Ἀμύντορα Ἑρχιέα, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι. Ὃν δὲ τρόπον γέγραπται, προδιελθεῖν ὑμῖν βούλομαι. Μαρτυρεῖ Ἀμύντωρ Αἰσχίνῃ, ὅτε ἐβουλεύετο ὁ δῆμος περὶ τῆς συμμαχίας τῆς πρὸς Φίλιππον κατὰ τὸ Δημοσθένους ψήφισμα, ἐν τῇ ὑστέρᾳ τῶν δυοῖν ἐκκλησιῶν, ὅτε οὐκ ἐξῆν δημηγορεῖν, ἀλλὰ τὰ περὶ τῆς εἰρήνης καὶ συμμαχίας ψηφίσματα ἐπεψηφίζετο,
[68] ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα γεγραμμένον ἑαυτῷ, ἐφ' ᾧ ἐπεγέγραπτο ‹τὸ› Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ τοῖς προέδροις ἐπιψηφίσαι, καὶ εἶναι, ἐφ' οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς, ἐφ' οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει. Κάλει δέ μοι Ἀμύντορα Ἑρχιέα, καὶ ἐκκλήτευε, ἐὰν μὴ θέλῃ δευρὶ παρεῖναι.
[69] Τῆς μὲν μαρτυρίας ἀκηκόατε, ὦ ἄνδρες· σκοπεῖτε δὲ πότερα ὑμῖν δοκεῖ Δημοσθένης ἐμοῦ κατηγορηκέναι, ἢ τοὐναντίον αὐτὸς αὑτοῦ ἐπὶ τῷ ἐμῷ ὀνόματι. Ἐπειδὴ δὲ καὶ τὴν δημηγορίαν μου διαβάλλει, καὶ τοὺς εἰρημένους λόγους ἐπὶ τὰ χείρω διεξέρχεται, οὔτ' ἂν ἀποδραίην, οὔτ' ἂν τῶν τότ' εἰρημένων οὐδὲν ἀρνησαίμην, οὔτ' αἰσχύνομαι ἐπ' αὐτοῖς, ἀλλὰ καὶ φιλοτιμοῦμαι.
[70] Βούλομαι δ' ὑμᾶς καὶ τοὺς καιροὺς ὑπομνῆσαι, ἐν οἷς ἐβουλεύεσθε. Τὴν μὲν γὰρ ἀρχὴν ἐποιησάμεθα τοῦ πολέμου ὑπὲρ Ἀμφιπόλεως, συνέβαινε δ' ἡμῶν τὸν στρατηγὸν ἐν τῷ πολέμῳ ἑβδομήκοντα μὲν καὶ πέντε πόλεις συμμαχίδας ἀποβεβληκέναι, ἃς ἐκτήσατο Τιμόθεος ὁ Κόνωνος καὶ κατέστησεν εἰς τὸ συνέδριον· προῄρημαι γὰρ παρρησιάσασθαι, καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι· ἐὰν δὲ ἄλλως πως γιγνώσκητε, καταχρήσασθέ μοι· οὐ γὰρ ἂν ὑποστειλαίμην· [71] ἑκατὸν δὲ καὶ πεντήκοντα τριήρεις λαβόντα ἐκ τῶν νεωρίων μὴ κατακεκομικέναι, καὶ ταῦτα ὑμῖν ἐν τοῖς ἀγῶσιν ἀεὶ τοῖς Χάρητος οἱ κατήγοροι δεικνύουσι, χίλια δὲ καὶ πεντακόσια τάλαντα οὐκ εἰς στρατιώτας, ἀλλ' εἰς ἡγεμόνων ἀλαζονείας ἀνηλωκέναι, Δηιάρην τε καὶ Δηίπυρον καὶ Πολυφόντην, δραπέτας ἀνθρώπους ἐκ τῆς Ἑλλάδος συνειλεγμένους, καὶ χωρὶς εἰς τοὺς περὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν μισθοφόρους, οἳ τοὺς μὲν ταλαιπώρους νησιώτας καθ' ἕκαστον ἐνιαυτὸν ἑξήκοντα τάλαντα εἰσέπραττον σύνταξιν, κατῆγον δὲ τὰ πλοῖα καὶ τοὺς Ἕλληνας ἐκ τῆς κοινῆς θαλάττης.
[72] Ἀντὶ δὲ ἀξιώματος καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἡ πόλις ἡμῶν ‹τῆς› Μυοννήσου καὶ τῆς τῶν λῃστῶν δόξης ἀνεπίμπλατο· Φίλιππος δὲ ὁρμηθεὶς ἐκ Μακεδονίας οὐκέθ' ὑπὲρ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἠγωνίζετο, ἀλλ' ἤδη περὶ Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου, τῶν ἡμετέρων κτημάτων· ἐξέλειπον δὲ Χερρόνησον ἡμῶν οἱ πολῖται, τὴν οὖσαν ὁμολογουμένως Ἀθηναίων· πλείους δὲ ἐκκλησίας συγκλήτους ἠναγκάζεσθε ἐκκλησιάζειν μετὰ φόβου καὶ θορύβου, ἢ τὰς τεταγμένας ἐκ τῶν νόμων· [73] οὕτω δ' ἦν σφαλερὰ καὶ ἐπικίνδυνα τὰ πράγματα ὥστε ἠναγκάσθη γράψαι ψήφισμα Κηφισοφῶν ὁ Παιανιεύς, εἷς τῶν φίλων καὶ ἑταίρων τῶν Χάρητος, ἐκπλεῖν τὴν ταχίστην Ἀντίοχον τὸν ἐπὶ τῶν ὑπηρετικῶν, καὶ ζητεῖν τὸν στρατηγὸν τὸν ἐπὶ τῇ δυνάμει τεταγμένον, κἂν ἐντύχῃ που, φράζειν ὅτι θαυμάζει ὁ δῆμος ὁ Ἀθηναίων εἰ Φίλιππος μὲν ἐπὶ Χερρόνησον τὴν Ἀθηναίων πορεύεται, Ἀθηναῖοι δὲ οὐδὲ τὸν στρατηγὸν ἴσασιν οὐδὲ τὴν δύναμιν, ἣν ἐξέπεμψαν, ὅπου ἐστίν. Ὅτι δ' ἀληθῆ λέγω, ἀκούσατε τοῦ ψηφίσματος, καὶ ἀναμνήσθητε τοῦ πολέμου, καὶ τὴν εἰρήνην τοὺς ἡγεμόνας, ἀλλὰ μὴ τοὺς πρέσβεις ἀπαιτεῖτε.
[74] Οἱ μὲν καιροὶ τῆς πόλεως τοιοῦτοι ἐν οἷς οἱ περὶ τῆς εἰρήνης ἐγίγνοντο λόγοι· ἀνιστάμενοι δὲ οἱ συντεταγμένοι ῥήτορες, περὶ μὲν τῆς σωτηρίας τῆς πόλεως οὐδ' ἐνεχείρουν λέγειν, ἀποβλέπειν δὲ εἰς τὰ προπύλαια τῆς ἀκροπόλεως ἐκέλευον ὑμᾶς, καὶ τῆς ἐν Σαλαμῖνι πρὸς τὸν Πέρσην ναυμαχίας μεμνῆσθαι, καὶ τῶν τάφων τῶν προγόνων καὶ τῶν τροπαίων.
[75] Ἐγὼ δὲ ἁπάντων μὲν τούτων ἔφην δεῖν μεμνῆσθαι, μιμεῖσθαι μέντοι τὰς τῶν προγόνων εὐβουλίας, τὰ δὲ ἁμαρτήματα αὐτῶν καὶ τὴν ἄκαιρον φιλονικίαν φυλάττεσθαι, τὴν μὲν ἐν Πλαταιαῖς πρὸς τοὺς Πέρσας πεζομαχίαν, καὶ τοὺς ἀγῶνας τοὺς περὶ Σαλαμῖνα, καὶ τὴν ἐν Μαραθῶνι μάχην, καὶ τὴν ἐπ' Ἀρτεμισίῳ ναυμαχίαν, καὶ τὴν Τολμίδου ζηλοῦν στρατηγίαν κελεύων, ὃς χιλίους ἐπιλέκτους ἔχων Ἀθηναίων, διὰ μέσης Πελοποννήσου πολεμίας οὔσης ἀδεῶς διεξῄει,
[76] τὴν δ' εἰς Σικελίαν στρατείαν φυλάττεσθαι, ἣν ἐξέπεμψαν Λεοντίνοις βοηθήσοντες, τῶν πολεμίων ἐμβεβληκότων εἰς τὴν χώραν ἡμῶν, καὶ Δεκελείας ἐπιτετειχισμένης, καὶ τὴν τελευταίαν ἀβουλίαν, ὅθ' ἡττημένοι τῷ πολέμῳ, προκαλουμένων αὐτοὺς Λακεδαιμονίων εἰρήνην ἄγειν, ἔχοντας πρὸς τῇ Ἀττικῇ Λῆμνον καὶ Ἴμβρον καὶ Σκῦρον, καὶ δημοκρατουμένους κατὰ τοὺς νόμους, τούτων μὲν οὐδὲν ἤθελον ποιεῖν, πολεμεῖν δὲ προῃροῦντο οὐ δυνάμενοι, Κλεοφῶν δὲ ὁ λυροποιός, ὃν πολλοὶ δεδεμένον ἐν πέδαις ἐμνημόνευον, παρεγγραφεὶς αἰσχρῶς πολίτης καὶ διεφθαρκὼς νομῇ χρημάτων τὸν δῆμον, ἀποκόψειν ἠπείλει μαχαίρᾳ τὸν τράχηλον, εἴ τις εἰρήνης μνησθήσεται·
[77] τελευτῶντες δὲ εἰς τοῦτο τὴν πόλιν προήγαγον ὥστε ἀγαπητῶς τὴν εἰρήνην ποιήσασθαι, ἀποστάντας πάντων καὶ τὰ τείχη καθελόντας, καὶ παραδεξαμένους φρουρὰν καὶ Λακεδαιμόνιον ἁρμοστήν, καὶ τῆς δημοκρατίας τοῖς τριάκοντα ἀφεμένους, οἳ χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν. Τὴν μὲν τοιαύτην ἀβουλίαν ὁμολογῶ παραγγέλλειν φυλάττεσθαι, τὰ δ' ὀλίγῳ πρότερον εἰρημένα μιμεῖσθαι. Οὐ γὰρ παρὰ τῶν ἀλλοτρίων, ἀλλὰ παρὰ τοῦ πάντων οἰκειοτάτου ταῦτα ἐπυνθανόμην.
[78] Ἀτρόμητος γὰρ ὁ πατὴρ ὁ ἡμέτερος, ὃν σὺ λοιδορεῖς οὔτ' εἰδὼς οὔτ' ἐπιδὼν τῆς ἑαυτοῦ ἡλικίας ὅστις ἦν, καὶ ταῦτα, ὦ Δημόσθενες, ἐκ τῶν νομάδων Σκυθῶν τὸ πρὸς μητρὸς ὢν γένος, ἔφυγε μὲν ἐπὶ τῶν τριάκοντα, συγκατήγαγε δὲ τὸν δῆμον· καὶ ὁ τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, θεῖος δὲ ἡμέτερος, Κλεόβουλος ὁ Γλαύκου τοῦ Ἀχαρνέως υἱός, μετὰ Δημαινέτου τοῦ Βουζύγου συγκατεναυμάχησε Χείλωνα τὸν Λακεδαιμονίων ναύαρχον· ὥστε οἰκεῖά μοι καὶ συνήθη τὰ τῆς πόλεως ἀτυχήματα εἶναι τοῖς ὠσὶν ἀκούειν.
[79] Ἐπιτιμᾷς δέ μοι καὶ τὴν ἐν τοῖς μυρίοις ἐν Ἀρκαδίᾳ δημηγορίαν καὶ πρεσβείαν, καὶ μεταβεβλῆσθαί με φῄς, αὐτὸς ὢν ἀνδραποδώδης καὶ μόνον οὐκ ἐστιγμένος αὐτόμολος. Ἐγὼ δ' ἐν μὲν τῷ πολέμῳ συνίστην, καθ' ὅσον ἦν δυνατός, Ἀρκάδας καὶ τοὺς ἄλλους Ἕλληνας ἐπὶ Φίλιππον· οὐδενὸς δ' ἀνθρώπων ἐπικουροῦντος τῇ πόλει, ἀλλὰ τῶν μὲν περιορώντων ὅ τι συμβήσεται, τῶν δὲ συνεπιστρατευόντων, τῶν δ' ἐν τῇ πόλει ῥητόρων χορηγὸν ταῖς καθ' ἡμέραν δαπάναις τὸν πόλεμον ποιουμένων, ὁμολογῶ συμβουλεῦσαι τῷ δήμῳ διαλύσασθαι πρὸς Φίλιππον καὶ τὴν εἰρήνην συνθέσθαι, ἣν σὺ νομίζεις νῦν αἰσχρὰν οὐδὲ πώποθ' ἁψάμενος ὅπλων, ἐγὼ δὲ αὐτὴν εἶναί φημι πολλῷ καλλίω τοῦ πολέμου.
[80] Χρὴ δέ, ὦ Ἀθηναῖοι, τοὺς μὲν πρέσβεις θεωρεῖν πρὸς τὸν καιρόν, καθ' ὃν ἐπρέσβευον, τοὺς δὲ στρατηγοὺς πρὸς τὰς δυνάμεις, ὧν ἡγοῦντο. Καὶ γὰρ τὰς εἰκόνας ἵστατε καὶ τὰς προεδρίας καὶ τοὺς στεφάνους καὶ τὰς ἐν πρυτανείῳ σιτήσεις δίδοτε οὐ τοῖς τὴν εἰρήνην ἀπαγγείλασιν, ἀλλὰ τοῖς τὴν μάχην νικήσασιν. Εἰ δ' ἔσονται αἱ μὲν εὔθυναι τῶν πρέσβεων, αἱ δὲ δωρεαὶ τῶν στρατηγῶν, ἀσπόνδους καὶ ἀκηρύκτους τοὺς πολέμους ποιήσετε· οὐδεὶς γὰρ ἐθελήσει πρεσβεύειν.
[81] Περὶ δὲ Κερσοβλέπτου καὶ Φωκέων καὶ τῶν ἄλλων ἃ πρὸς τούτοις διαβέβλημαι, ὑπόλοιπον εἰπεῖν. Ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν τῇ ὑστέρᾳ πρεσβείᾳ, ἃ μὲν εἶδον, ὡς εἶδον, ὑμῖν ἀπήγγελλον, ἃ δ' ἤκουσα, ὡς ἤκουσα. Τίνα οὖν ἦν ἑκάτερα τούτων, ἅ τε εἶδον ἅ τε ἤκουσα περὶ Κερσοβλέπτου; εἶδον μὲν καὶ ἐγὼ καὶ οἱ συμπρέσβεις ἅπαντες ὁμηρεύοντα τὸν υἱὸν τὸν Κερσοβλέπτου παρὰ Φιλίππῳ· καὶ ἔτι καὶ νῦν τοῦθ' οὕτως ἔχει.
[82] Συνέβαινε δ' ὅτε τὴν προτέραν ἐπρεσβεύομεν πρεσβείαν, ἐμοὶ μὲν μετὰ τῶν συμπρέσβεων ἀπιέναι δεῦρο, Φιλίππῳ δ' ἐπὶ Θρᾴκην ἐξιέναι, πρὸς δ' ἡμᾶς ὡμολογηκέναι, ἕως ἂν ὑμεῖς περὶ τῆς εἰρήνης βουλεύσησθε, μὴ ἐπιβήσεσθαι μεθ' ὅπλων Χερρονήσου. Ἐν ἐκείνῃ μὲν οὖν τῇ ἡμέρᾳ, ᾗ ὑμεῖς ἐψηφίσασθε τὴν εἰρήνην, οὐδεμία μνεία ἐγένετο περὶ Κερσοβλέπτου· ἤδη δὲ ἡμῶν κεχειροτονημένων ἐπὶ τοὺς ὅρκους, οὔπω δὲ ἀπηρκότων ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἐκκλησία γίγνεται, ἐν ᾗ Δημοσθένης ὁ νυνὶ κατηγορῶν ἐμοῦ λαγχάνει προεδρεύειν.
[83] Ἐν δὲ ταύτῃ τῇ ἐκκλησίᾳ Κριτόβουλος ὁ Λαμψακηνὸς εἶπε παρελθὼν ὅτι πέμψειε μὲν αὑτὸν Κερσοβλέπτης, ἀξιοίη δὲ ἀποδοῦναι τοὺς ὅρκους τοῖς Φιλίππου πρέσβεσι, καὶ συναναγραφῆναι Κερσοβλέπτην ἐν τοῖς ὑμετέροις συμμάχοις. Ῥηθέντων δὲ τῶν λόγων τούτων, Ἀλεξίμαχος ὁ Πήληξ δίδωσιν ἀναγνῶναι ψήφισμα τοῖς προέδροις, ἐν ᾧ ἐγέγραπτο ἀποδοῦναι τοὺς ὅρκους Φιλίππῳ μετὰ τῶν ἄλλων συμμάχων τὸν ἥκοντα παρὰ Κερσοβλέπτου.
[84] Ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος, καὶ ταῦτα οἶμαι πάντας ὑμᾶς μνημονεύειν, ἀναστὰς ἐκ τῶν προέδρων Δημοσθένης, οὐκ ἔφη τὸ ψήφισμα ἐπιψηφιεῖν, οὐδὲ λύσειν τὴν πρὸς Φίλιππον εἰρήνην, οὐδὲ γιγνώσκειν τῶν συμμάχων τοὺς ὥσπερ συνεφαπτομένους τοῖς σπένδουσι τῶν ἱερῶν· ἀποδοθῆναι γὰρ περὶ τούτων ἑτέραν ἐκκλησίαν. Βοώντων δὲ ὑμῶν καὶ τοὺς προέδρους ἐπὶ τὸ βῆμα καλούντων, οὕτως ἄκοντος αὐτοῦ τὸ ψήφισμα ἐπεψηφίσθη.
[85] Ὅτι δ' ἀληθῆ λέγω, κάλει μοι τὸν γράψαντα τὸ ψήφισμα Ἀλεξίμαχον καὶ τοὺς συμπροέδρους τοὺς Δημοσθένους, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι.
Ὁ μὲν τοίνυν ἐπιδακρύσας ἀρτίως ἐνταυθοῖ Δημοσθένης μνησθεὶς Κερσοβλέπτου, φαίνεται τῆς συμμαχίας ἐκκλῄων αὐτόν. Ὡς δ' ἡ παροῦσα ἐκκλησία διελύθη, ἐξώρκιζον τοὺς συμμάχους οἱ τοῦ Φιλίππου πρέσβεις ἐν τῷ στρατηγίῳ τῷ ὑμετέρῳ.
[86] Τετόλμηκε δὲ πρὸς ὑμᾶς εἰπεῖν ὁ κατήγορος ὡς ἀπὸ τῶν ἱερῶν ἐγὼ Κριτόβουλον ἀπήλασα τὸν πρεσβευτὴν τὸν παρὰ Κερσοβλέπτου, παρόντων μὲν τῶν συμμάχων, ἐψηφισμένου δὲ τοῦ δήμου, παρακαθημένων δὲ τῶν στρατηγῶν, πόθεν τοσαύτην ῥώμην λαβών; ἢ πῶς ἂν τὸ πρᾶγμα ἐσιγήθη; εἰ δ' ἄρα ἐγὼ ἐτόλμων τοῦτο ποιεῖν, ἐπέτρεψας ἄν, ὦ Δημόσθενες, καὶ οὐκ ἐνέπλησας βοῆς καὶ κραυγῆς τὴν ἀγοράν, ὁρῶν με, ὡς ἔφησθ' ἀρτίως, ὠθοῦντα ἀπὸ τῶν ἱερῶν τὸν πρεσβευτήν; καλείτω δέ μοι τοὺς στρατηγοὺς ὁ κῆρυξ καὶ τοὺς συνέδρους τῶν συμμάχων, καὶ τὰς μαρτυρίας αὐτῶν ἀκούσατε.
[87] Οὐκ οὖν δεινόν, ὦ Ἀθηναῖοι, εἴ τις κατ' ἀνδρὸς πολίτου, οὐχ ἑαυτοῦ, ἀλλ' ὑμετέρου, τοῦτο γὰρ προσδιορθοῦμαι, τολμᾷ τηλικαῦτα καταψεύδεσθαι, κινδυνεύοντος ὑπὲρ τοῦ σώματος; ἢ πῶς οὐκ εἰκότως οἱ πατέρες ἡμῶν ἐν ταῖς φονικαῖς δίκαις ‹ταῖς› ἐπὶ Παλλαδίῳ κατέδειξαν, τέμνοντα τὰ τόμια τὸν νικῶντα τῇ ψήφῳ ἐξορκίζεσθαι, καὶ τοῦτο ὑμῖν πάτριόν ἐστιν ἔτι καὶ νῦν, τἀληθῆ καὶ τὰ δίκαια ἐψηφίσθαι τῶν δικαστῶν ὅσοι τὴν ψῆφον ἤνεγκαν αὐτῷ, καὶ ψεῦδος μηδὲν εἰρηκέναι, εἰ δὲ μή, ἐξώλη αὐτὸν εἶναι ἐπαρᾶσθαι καὶ τὴν οἰκίαν τὴν αὑτοῦ, τοῖς δὲ δικασταῖς εὔχεσθαι πολλὰ καὶ ἀγαθὰ εἶναι; καὶ μάλα ὀρθῶς καὶ πολιτικῶς, ὦ Ἀθηναῖοι·
[88] εἰ γὰρ μηδεὶς ἂν ὑμῶν ἑαυτὸν ἀναπλῆσαι φόνου δικαίου βούλοιτο, ἦ που ἀδίκου γε φυλάξαιτ' ἄν, τὴν ψυχὴν ἢ τὴν οὐσίαν ἢ τὴν ἐπιτιμίαν τινὸς ἀφελόμενος, ἐξ ὧν αὑτοὺς ἀνῃρήκασί τινες, οἱ δὲ καὶ δημοσίᾳ ἐτελεύτησαν. Ἆρ' οὖν, ὦ Ἀθηναῖοι, δοίητ' ἄν μοι συγγνώμην, εἰ κίναιδον αὐτὸν προσειπὼν καὶ μὴ καθαρεύοντα τῷ σώματι, μηδ' ὅθεν τὴν φωνὴν ἀφίησιν, ἔπειτα τὸ λοιπὸν μέρος τοῦ κατηγορήματος τοῦ περὶ Κερσοβλέπτην ἐπ' αὐτοφώρῳ δείξαιμι ψεῦδος ὄν;
[89] Κάλλιστον γὰρ οἶμαι πρᾶγμα καὶ χρησιμώτατον τοῖς διαβαλλομένοις παρ' ὑμῖν γίγνεται· καὶ γὰρ τοὺς χρόνους καὶ τὰ ψηφίσματα καὶ τοὺς ἐπιψηφίσαντας ἐν τοῖς δημοσίοις γράμμασι τὸν ἅπαντα χρόνον φυλάττετε. Εἴρηκε δὲ οὑτοσὶ πρὸς ὑμᾶς, παρὰ τοῦτο διαφθαρῆναι τὰ Κερσοβλέπτου πράγματα, ὅτι τῆς πρεσβείας ὢν ἡγεμὼν ἐγὼ καὶ κατευημερηκὼς παρ' ὑμῖν, αὐτοῦ κελεύοντος εἰς Θρᾴκην ἡμᾶς ἰέναι Κερσοβλέπτου πολιορκουμένου, καὶ διαμαρτύρασθαι Φιλίππῳ ταῦτα μὴ ποιεῖν, οὐκ ἠθέλησα, ἀλλ' ἐκαθήμην ἐν Ὠρεῷ, καὶ οἱ συμπρέσβεις, προξενίας κατασκευαζόμενοι.
[90] Ἀκούσατε δὴ τῆς Χάρητος ἐπιστολῆς, ἣν ἐπέστειλε τότε τῷ δήμῳ, ὅτι Κερσοβλέπτης ἀπολώλεκε τὴν ἀρχὴν καὶ Ἱερὸν ὄρος κατείληφε Φίλιππος ἐλαφηβολιῶνος μηνὸς ἑβδόμῃ φθίνοντος· Δημοσθένης δ' ἐν τῷ δήμῳ προήδρευε τούτου τοῦ μηνός, εἷς ὢν τῶν πρέσβεων, ἕκτῃ φθίνοντος.
[91] Οὐ μόνον τοίνυν διετρίψαμεν τὰς λοιπὰς ἡμέρας τοῦ μηνός, ἀλλὰ μουνιχιῶνος ἐξωρμήσαμεν. Καὶ τούτου τὴν βουλὴν μάρτυρα ὑμῖν παρέξομαι· ἔστι γὰρ αὐτῆς ψήφισμα, ὃ κελεύει ἀπιέναι τοὺς πρέσβεις ἐπὶ τοὺς ὅρκους. Καί μοι λέγε τὸ τῆς βουλῆς ψήφισμα.
[92] Ἀκούετε ὅτι μουνιχιῶνος ἐψηφίσθη τρίτῃ ἱσταμένου. Ὁ δὲ Κερσοβλέπτης πόσαις πρότερον ἡμέραις ἀπώλεσε τὴν ἀρχὴν πρὶν ἐμὲ ἀπιέναι; ὥς φησι Χάρης ὁ στρατηγὸς καὶ ἡ ἐπιστολή, τοῦ προτέρου μηνός, εἴπερ ἐλαφηβολιών ἐστι μουνιχιῶνος πρότερος. Ἐδυνάμην ἂν οὖν ἐγὼ σῶσαι Κερσοβλέπτην, ὃς πρὶν ἐμὲ ἐξορμᾶν οἴκοθεν ἀπωλώλει; ἔπειτα οἴεσθέ τι τοῦτον ἀληθὲς εἰρηκέναι ἢ περὶ τῶν ἐν Μακεδονίᾳ πραχθέντων ἢ περὶ τῶν ἐν Θετταλίᾳ, ὃς τοῦ βουλευτηρίου καὶ τῶν δημοσίων γραμμάτων καὶ τοῦ χρόνου τῶν ἐκκλησιῶν καταψεύδεται; [93] καὶ τὸν Κερσοβλέπτην Ἀθήνησι μὲν ἔκσπονδον ἐποίεις πρόεδρος ὤν, ἐν Ὠρεῷ δ' ἠλέεις; καὶ νῦν μὲν δωροδοκίας κατηγορεῖς, πρότερον δ' ὑπέμεινας τὴν ἐπιβολὴν τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου, οὐκ ἐπεξιὼν τῇ τοῦ τραύματος γραφῇ, ἣν ἐγράψω Δημομέλην τὸν Παιανιέα, ἀνεψιὸν ὄντα, ἐπιτεμὼν τὴν σαυτοῦ κεφαλήν; καὶ σεμνολογεῖς, ὡς οὐκ εἰδόσι τούτοις ὅτι Δημοσθένους υἱὸς εἶ νόθος τοῦ μαχαιροποιοῦ;
[94] Ἐπεχείρησας δ' εἰπεῖν ὡς καὶ τὴν ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβείαν ἐξομοσάμενος παρεπρέσβευσα, καὶ ψήφισμα τὸ μὲν ἀνέγνως, τὸ δὲ ὑπερέβης. Ἐγὼ δ' αἱρεθεὶς πρεσβευτὴς ἐπὶ τοὺς Ἀμφικτύονας, ἀρρώστως δ' ἔχων καὶ μετὰ πολλῆς προθυμίας ἀπαγγέλλων ἀφ' ἧς ἧκον πρεσβείας πρὸς ὑμᾶς, τὴν μὲν πρεσβείαν οὐκ ἐξωμοσάμην, ἀλλ' ὑπεσχόμην πρεσβεύσειν, ἐὰν ὦ δυνατός, πρὸς δὲ τὴν βουλὴν ἀπιόντων τῶν συμπρέσβεων τὸν ἀδελφὸν τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τὸν ἰατρὸν ἔπεμψα, οὐκ ἐξομουμένους·
[95] οὐδὲ γὰρ ὁ νόμος ἐᾷ τὰς ἐκ τοῦ δήμου χειροτονίας ἐν τῇ βουλῇ ἐξόμνυσθαι· ἀλλὰ τὴν ἀρρωστίαν μου δηλώσοντας· ἐπειδὴ δὲ οἱ συμπρέσβεις πυθόμενοι τὰ περὶ τοὺς Φωκέας συμβάντα ἀνέστρεψαν, γενομένης ἐκκλησίας ἤδη παρὼν καὶ δυνάμενος τῷ σώματι, προσαναγκάζοντος τοῦ δήμου μηδὲν ἧττον πρεσβεύειν ἡμᾶς τοὺς ἐξ ἀρχῆς αἱρεθέντας ἅπαντας, ἀψευδεῖν πρὸς Ἀθηναίους ᾤμην δεῖν.
[96] Καὶ ταύτης τῆς πρεσβείας οὐ κατηγόρεις μου διδόντος τὰς εὐθύνας, ἀλλ' ἐπὶ ταύτην ἥκεις τὴν ἐπὶ τοὺς ὅρκους, ὑπὲρ ἧς ἐγὼ σαφῶς καὶ δικαίως ἀπολογήσομαι. Σοὶ μὲν γὰρ ἁρμόττει καὶ πᾶσι τοῖς ψευδομένοις μεταφέρειν τοὺς χρόνους, ἐμοὶ δ' ἐφεξῆς λέγειν, ἀναλαβόντι τὴν ἀρχὴν τοῦ λόγου ἀπὸ τῆς πορείας τῆς ἐπὶ τοὺς ὅρκους.
[97] Πρῶτον μὲν γὰρ δέκα πρέσβεων ὄντων, ἑνδεκάτου δὲ τοῦ συμπεμφθέντος ἡμῖν ἀπὸ τῶν συμμάχων, οὐδεὶς αὐτῷ συσσιτεῖν, ὅτ' ἐξῇμεν ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἤθελεν, οὐδὲ ἐν ταῖς ὁδοῖς, ὅπου δυνατὸν ἦν, εἰς ταὐτὸν πανδοκεῖον καταλύειν, ὁρῶντες αὐτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ πᾶσιν αὐτοῖς ἐπιβεβουλευκότα.
[98] Περὶ μὲν οὖν τῆς ἐπὶ Θρᾴκης ὁδοῦ οὐκ ἐγένετο μνεία· οὔτε γὰρ τὸ ψήφισμα τοῦθ' ἡμῖν προσέταττεν, ἀλλ' ἀπολαβεῖν μόνον τοὺς ὅρκους καὶ ἄλλ' ἄττα, οὔτε ἐλθόντας πράττειν οὐδὲν ἐνεδέχετο, τῶν περὶ Κερσοβλέπτην ἤδη γεγενημένων, ὡς ἀρτίως ἠκούσατε, οὔθ' οὗτος οὐδὲν ἀληθὲς εἶπεν, ἀλλὰ ψεύδεται καὶ κατηγορεῖν οὐδὲν ἀληθὲς ἔχων τερατεύεται.
[99] Συνηκολούθουν δ' αὐτῷ ἄνθρωποι δύο στρωματόδεσμα φέροντες· ἐν δὲ τῷ ἑτέρῳ τούτων, ὡς αὐτὸς ἔφη, τάλαντον ἐνῆν ἀργυρίου. Ὥστε τοὺς συμπρέσβεις ἀναμιμνῄσκεσθαι τὰς ἀρχαίας ἐπωνυμίας αὐτοῦ· ἐν παισὶ μὲν γὰρ ὢν ἐκλήθη δι' αἰσχρουργίαν τινὰ καὶ κιναιδίαν Βάταλος, ἐκ παίδων δὲ ἀπαλλαττόμενος καὶ δεκαταλάντους δίκας ἑκάστῳ τῶν ἐπιτρόπων λαγχάνων Ἀργᾶς, ἀνὴρ δὲ γενόμενος προσείληφε τὴν τῶν πονηρῶν κοινὴν ἐπωνυμίαν, συκοφάντης.
[100] Ἐπορεύετο δὲ λυσόμενος τοὺς αἰχμαλώτους, ὡς ἔφη καὶ πρὸς ὑμᾶς ἀρτίως εἴρηκεν, εἰδὼς μὲν Φίλιππον ἐν τῷ πολέμῳ οὐδένα πώποτε Ἀθηναίων λύτρα πραξάμενον, ἀκούων δὲ τῶν ἐκείνου φίλων ἁπάντων, ὅτι καὶ τοὺς λοιπούς, ἐὰν εἰρήνη γένηται, ἀφήσει, πολλῶν δ' ἠτυχηκότων τάλαντον φέρων, ἑνὸς ἀνδρός, οὐδὲ τούτου λίαν εὐπόρου, ἱκανὰ λύτρα.
[101] Ὡς δ' ἦμεν ἐν Μακεδονίᾳ καὶ συνήλθομεν εἰς ταὐτὸν καὶ Φίλιππον ἐκ Θρᾴκης παρόντα κατειλήφεμεν, ἀνεγνώσθη μὲν τὸ ψήφισμα καθ' ὃ ἐπρεσβεύομεν, καὶ τὰ προστεταγμένα ἡμῖν πρὸς τῷ τοὺς ὅρκους ἀπολαβεῖν συνηριθμούμεθα· ὡς δὲ οὐδεὶς ὑπὲρ τῶν μεγίστων ἐμέμνητο, ἀλλὰ περὶ πραγμάτων ἐλαττόνων τὴν διατριβὴν ἐποιοῦντο, εἶπον ἐγὼ λόγους οὓς ἀναγκαῖόν ἐστι πρὸς ὑμᾶς ῥηθῆναι.
[102] Καὶ πρὸς τῶν θεῶν, ὦ Ἀθηναῖοι, ὥσπερ καὶ τῆς κατηγορίας ἠκούσατε ὡς αὐτὸς ὁ κατήγορος ἐβούλετο εἰπεῖν, οὕτω καὶ τῆς ἀπολογίας εὐτάκτως ἀκούσατε, καὶ τὸν αὐτόν μοι τρόπον διαμείνατε, ὅνπερ ἐξ ἀρχῆς ἐν τοῖς προειρημένοις ἤδη λόγοις ἠκροᾶσθε. Ὅπερ γὰρ καὶ ἀρτίως ὑπεθέμην, ὦ Ἀθηναῖοι, εἶπον συνειλεγμένων τῶν πρέσβεων, ὅτι μοι δοκοῖεν τὸ μέγιστον πρόσταγμα τοῦ δήμου δεινῶς ἀγνοεῖν.
[103] "Τὸ μὲν γὰρ τοὺς ὅρκους ἀπολαβεῖν, καὶ περὶ τῶν ἄλλων διαλεχθῆναι, καὶ περὶ τῶν αἰχμαλώτων εἰπεῖν, κἂν εἰ τοὺς ὑπηρέτας ἔπεμψεν ἡ πόλις περιθεῖσα πίστιν αὐτοῖς, ἅπαντ' ἂν πραχθῆναι νομίζω· τὸ δὲ ὑπὲρ τῶν ὅλων ὀρθῶς βουλεύσασθαι, ὅσα καθ' ἡμᾶς ἐστιν ἢ Φίλιππον, τοῦτο ἔστιν ἤδη πρέσβεων ἔργον φρονίμων. Λέγω δέ", ἔφην ἐγώ, "περὶ τῆς εἰς Πύλας στρατείας, ἣν ὁρᾶτε οὖσαν ἐν παρασκευῇ. Ὅτι δὲ οὐ κακῶς στοχάζομαι περὶ τοῦ πράγματος, μεγάλα τούτων ὑμῖν σημεῖα δείξω.
[104] Πάρεισι μὲν γὰρ Θηβαίων, ἥκουσι δὲ Λακεδαιμονίων πρέσβεις, ἀφίγμεθα δ' ἡμεῖς ἔχοντες τοῦ δήμου ψήφισμα, ἐν ᾧ γέγραπται "πράττειν δὲ τοὺς πρέσβεις καὶ ἄλλ' ὅ τι ἂν δύνωνται ἀγαθόν·" ἅπαντες δὲ οἱ Ἕλληνες πρὸς τὸ μέλλον ἔσεσθαι βλέπουσιν. Εἰ μὲν οὖν ἡγεῖτο ὁ δῆμος αὑτῷ καλῶς ἔχειν ἐξενεγκεῖν μετὰ παρρησίας πρὸς Φίλιππον, Θηβαίων μὲν περιελεῖν τὴν ὕβριν, Βοιωτῶν δὲ ἀναστῆσαι τὰ τείχη, ταῦτ' ἂν ἠξίωσεν ἐν τῷ ψηφίσματι· νῦν δὲ αὑτοῖς μὲν κατέλιπον τὴν εἰς τὸ ἀφανὲς ἀναφοράν, ἂν μὴ πείθωσιν, ἐν ἡμῖν δὲ ἀποκινδυνεύειν ᾠήθησαν δεῖν.
[105] Δεῖ δὴ τοὺς πρὸς τὰ κοινὰ φιλοτιμουμένους μὴ κατέχειν μὲν ἑτέρων χώραν πρέσβεων, οὓς ἐξῆν πέμπειν ἀνθ' ἡμῶν Ἀθηναίους, αὐτοὺς δὲ τὰς πρὸς Θηβαίους ἀπεχθείας φεύγειν, ὧν εἷς ὢν Ἐπαμεινώνδας, οὐχ ὑποπτήξας τὸ τῶν Ἀθηναίων ἀξίωμα, εἶπε διαρρήδην ἐν τῷ πλήθει τῶν Θηβαίων ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασιὰν τῆς Καδμείας."
[106] Ταῦτα δ' ἐμοῦ μεταξὺ λέγοντος, ἀναβοᾷ παμμέγεθες Δημοσθένης, ὡς ἴσασι πάντες οἱ συμπρέσβεις ἡμῶν· καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς βοιωτιάζει. Ἦν δ' οὖν παρ' αὐτοῦ τοιαυτὶ τὰ λεγόμενα· "ἅνθρωπος οὑτοσὶ ταραχῆς καὶ τόλμης ἐστὶ μεστός· ἐγὼ δὲ ὁμολογῶ μαλακὸς εἶναι καὶ τὰ δεινὰ πόρρωθεν δεδιέναι, ἀπαγορεύω μέντοι μὴ συνταράττειν ἡμᾶς πρὸς ἀλλήλας τὰς πόλεις, τὸ μὴ πολυπραγμονεῖν ἡμᾶς τοὺς πρέσβεις μηδέν, τοῦτ' ἀγαθὸν ὑπολαμβάνων εἶναι.
[107] Πορεύεται Φίλιππος εἰς Πύλας, ἐγὼ δὲ ἐγκαλύπτομαι. Οὐδείς με τῶν ὅπλων ἕνεκα τῶν Φιλίππου κρινεῖ, ἀλλ' ὧν ἂν εἴπω τι μὴ δέον, ἢ πράξω τι τῶν μὴ προστεταγμένων." Πέρας δὲ τοῦ πράγματος, ἐψηφίσαντο οἱ συμπρέσβεις κατ' ἄνδρα ἐπερωτώμενοι, ἕκαστον ἡμῶν, ὅ τι νομίζοι συμφέρειν, τοῦτο λέγειν. Ὅτι δ' ἀληθῆ λέγω, κάλει μοι τοὺς συμπρέσβεις καὶ τὴν μαρτυρίαν αὐτῶν λέγε.
[108] Ἐπειδὴ τοίνυν, ὦ Ἀθηναῖοι, συνελέγησαν μὲν εἰς Πέλλαν αἱ πρεσβεῖαι, παρῆν δὲ ὁ Φίλιππος, καὶ τοὺς Ἀθηναίων πρέσβεις ὁ κῆρυξ ἐκάλει, πρῶτον μὲν παρῇμεν οὐ καθ' ἡλικίαν, ὥσπερ ἐν τῇ προτέρᾳ πρεσβείᾳ, ὃ παρά τισιν εὐδοκιμεῖ καὶ κόσμος εἶναι τῆς πόλεως ἐφαίνετο, ἀλλὰ κατὰ τὴν Δημοσθένους ἀναισχυντίαν. Φάσκων γὰρ νεώτατος εἶναι πάντων, τὴν τάξιν τοῦ πρῶτος λέγειν οὐκ ἂν ἔφη παραλιπεῖν, οὐδ' ἐπιτρέψειν τινί, αἰνιττόμενος εἰς ἐμέ, προκαταλαβόντα τὰ Φιλίππου ὦτα τοῖς ἄλλοις λόγον μὴ καταλιπεῖν.
[109] Ἀρξάμενος δὲ τοῦ λέγειν, πρῶτον διαβολήν τινα ὑπειπὼν κατὰ τῶν συμπρέσβεων, ὡς οὐχ ἅπαντες ὑπὲρ τῶν αὐτῶν οὐδ' ὅμοιοι ταῖς δόξαις ἥκοιμεν, διεξῄει τὰς ὑπηρεσίας τὰς ὑπηργμένας εἰς Φίλιππον αὑτῷ, πρώτην μὲν τὴν τοῦ Φιλοκράτους συνηγορίαν, ὅτε ἔφευγε παρανόμων ἐξεῖναι γράψας Φιλίππῳ πρέσβεις πρὸς Ἀθηναίους ὑπὲρ εἰρήνης πέμπειν· δεύτερον δὲ ὑπανέγνω τὸ ψήφισμα ὃ γεγραφὼς αὐτὸς ἦν, σπείσασθαι τῷ κήρυκι καὶ τῇ παρὰ Φιλίππου πρεσβείᾳ, τρίτον δὲ τὸ περὶ τοῦ βουλεύσασθαι τὸν δῆμον ὑπὲρ εἰρήνης ἐν τακταῖς ἡμέραις.
[110] Καὶ προσέθηκέ τι τοιοῦτον ἐνθύμημα τῷ λόγῳ, ὅτι πρῶτος ἐπιστομίσαι τοὺς τὴν εἰρήνην ἐκκλῄοντας, οὐ τοῖς λόγοις, ἀλλὰ τοῖς χρόνοις. Ἔπειθ' ἕτερον ἐπήγετο ψήφισμα, τὸ καὶ περὶ συμμαχίας βουλεύσασθαι τὸν δῆμον, καὶ μετὰ ταῦτ' ἤδη τὸ περὶ τῆς προεδρίας τῆς εἰς τὰ Διονύσια τοῖς πρέσβεσι τοῖς Φιλίππου ψήφισμα.
[111] Καὶ προσέθηκε τὴν ἐπιμέλειαν τὴν αὑτοῦ καὶ προσκεφαλαίων θέσιν καὶ φυλακάς τινας καὶ ἀγρυπνίας διὰ τοὺς φθονοῦντας καὶ βουλομένους εἰς τὴν αὑτοῦ φιλοτιμίαν ὑβρίσαι, καὶ τά γε δὴ καταγέλαστα παντελῶς, ἐφ' οἷς οἱ συμπρέσβεις ἐνεκαλύψαντο, ὡς ἐξένισε τοὺς πρέσβεις τοὺς Φιλίππου, ὡς ἐμισθώσατ' αὐτοῖς, ὅτ' ἀπῄεσαν, ὀρεικὰ ζεύγη καὶ συμπαρῄει ἐφ' ἵππου, οὐ καταδὺς εἰς τὸ σκότος, ὥσπερ ἕτεροί τινες, ἀλλὰ φανερῶς ἐπιδεικνύμενος τὴν τῶν πραγμάτων θεραπείαν.
[112] Ἐκεῖνα δ' ἤδη καὶ σφόδρα διωρθοῦτο· "οὐκ εἶπον ὡς καλὸς εἶ· γυνὴ γὰρ τῶν ὄντων ἐστὶ κάλλιστον· οὐδ' ὡς δεινὸς συμπιεῖν, σπογγιᾶς τὸν ἔπαινον ὑπολαμβάνων τοῦτον εἶναι· οὐδ' ὡς μνημονικός, σοφιστοῦ τὰ τοιαῦτα νομίζων ἐργολαβοῦντος ἐγκώμια εἶναι." Ἵνα δὲ μὴ μακρολογῶ, τοιαῦτ' ἦν ἃ ἔλεγε παρόντων τῶν πρέσβεων ὡς ἔπος εἰπεῖν ἐξ ἁπάσης τῆς Ἑλλάδος, ἐφ' οἷς γέλωτες οὐχ οἱ τυχόντες ἐγένοντο.
[113] Ἐπειδὴ δέ ποτ' ἐπαύσατο καὶ σιωπὴ ἐγένετο, ἠναγκαζόμην ἐγὼ λέγειν μετὰ τοιαύτην ἀπαιδευσίαν καὶ ἀναισχυντίαν καὶ κολακείας αἰσχρᾶς ὑπερβολήν. Καὶ μικρὰ προεῖπον ἐξ ἀνάγκης πρὸς τὴν προειρημένην κατὰ τῶν συμπρέσβεων ὑπ' αὐτοῦ διαβολήν, λέγων ὅτι πέμψειαν ἡμᾶς Ἀθηναῖοι πρέσβεις οὐκ ἀπολογησομένους ἐν Μακεδονίᾳ περὶ ἡμῶν αὐτῶν, ἀλλ' οἴκοθεν ἐκ τοῦ βίου δεδοκιμασμένους ἀξίους τῆς πόλεως εἶναι.
[114] Βραχέα δ' ὑπὲρ τῶν ὅρκων εἰπών, ἐφ' οὓς ἥκομεν ἀποληψόμενοι, καὶ περὶ τῶν ἄλλων, ἃ προσετάξατε ὑμεῖς, διεξῄειν· ὁ γὰρ περιττὸς καὶ ἐν τοῖς λόγοις δεινὸς Δημοσθένης οὐδενὸς τῶν ἀναγκαίων ἐμνήσθη· καὶ δὴ καὶ περὶ τῆς εἰς Πύλας στρατείας εἶπον καὶ περὶ τῶν ἱερῶν καὶ περὶ Δελφῶν καὶ περὶ τῶν Ἀμφικτυόνων, καὶ μάλιστα μὲν Φίλιππον ἠξίουν μὴ μεθ' ὅπλων, ἀλλὰ μετὰ ψήφου καὶ κρίσεως τἀκεῖ καθιστάναι· εἰ δ' ἄρα μὴ δυνατὸν εἴη· τοῦτο δ' ἦν πρόδηλον· τὸ γὰρ στρατόπεδον παρῆν καὶ συνήθροιστο· εἶπον ὅτι τὸν μέλλοντα ὑπὲρ Ἑλληνικῶν ἱερῶν βουλεύεσθαι πολλὴν προσήκει πρόνοιαν ὑπὲρ εὐσεβείας ἔχειν, καὶ τοῖς περὶ τῶν πατρίων ἐγχειροῦσι διδάσκειν προσέχειν τὸν νοῦν.
[115] Ἅμα δ' ἐξ ἀρχῆς διεξῆλθον τὴν κτίσιν τοῦ ἱεροῦ καὶ τὴν πρώτην σύνοδον γενομένην τῶν Ἀμφικτυόνων, καὶ τοὺς ὅρκους αὐτῶν ἀνέγνων, ἐν οἷς ἔνορκον ἦν τοῖς ἀρχαίοις, μηδεμίαν πόλιν τῶν Ἀμφικτυονίδων ἀνάστατον ποιήσειν, μηδ' ὑδάτων ναματιαίων εἴρξειν μήτ' ἐν πολέμῳ μήτ' ἐν εἰρήνῃ, ἐὰν δέ τις ταῦτα παραβῇ, στρατεύσειν ἐπὶ τοῦτον καὶ τὰς πόλεις ἀναστήσειν, καὶ ἐάν τις ἢ συλᾷ τὰ τοῦ θεοῦ, ἢ συνειδῇ τι, ἢ βουλεύσῃ τι κατὰ τῶν ἱερῶν, τιμωρήσειν καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ πάσῃ δυνάμει· καὶ προσῆν τῷ ὅρκῳ ἀρὰ ἰσχυρά.
[116] Τούτων δὲ ἀναγνωσθέντων ἀπεφηνάμην ὅτι μοι δοκεῖ δίκαιον εἶναι μὴ περιορᾶν κατεσκαμμένας τὰς ἐν Βοιωτοῖς πόλεις, ὅτι δὴ ἦσαν Ἀμφικτυονίδες καὶ ἔνορκοι, καὶ ἠριθμησάμην ἔθνη δώδεκα τὰ μετέχοντα τοῦ ἱεροῦ, Θετταλούς, Βοιωτούς, οὐ Θηβαίους μόνους, Δωριέας, Ἴωνας, Περραιβούς, Μάγνητας, ‹Δόλοπας›, Λοκρούς, Οἰταίους, Φθιώτας, Μαλιέας, Φωκέας. Καὶ τούτων ἔδειξα ἕκαστον ἔθνος ἰσόψηφον γιγνόμενον, τὸ μέγιστον τῷ ἐλαχίστῳ, τὸν ἥκοντα ἐκ Δωρίου καὶ Κυτινίου ἴσον δυνάμενον Λακεδαιμονίοις, δύο γὰρ ψήφους ἕκαστον φέρει ἔθνος, πάλιν ἐκ τῶν Ἰώνων τὸν Ἐρετριᾶ καὶ Πριηνέα τοῖς Ἀθηναίοις, καὶ τοὺς ἄλλους κατὰ ταὐτά.
[117] Τὴν μὲν οὖν ἀρχὴν τῆς στρατείας ταύτης ὁσίαν καὶ δικαίαν ἀπεφηνάμην εἶναι· συλλεγέντων δὲ τῶν Ἀμφικτυόνων εἰς τὸ ἱερὸν καὶ τυχόντων σωτηρίας καὶ ψήφου, τοὺς αἰτίους τῆς ἐξ ἀρχῆς καταλήψεως τοῦ ἱεροῦ δίκης ἠξίουν τυχεῖν, μὴ τὰς πατρίδας αὐτῶν, ἀλλ' αὐτοὺς τοὺς χειρουργήσαντας καὶ βουλεύσαντας, τὰς δὲ πόλεις παρεχούσας εἰς κρίσιν τοὺς ἀδικήσαντας ἀζημίους εἶναι. "Εἰ δ' ἐπεξελθὼν δυνάμει βεβαιώσεις τὰ Θηβαίων ἀδικήματα, παρ' ὧν μὲν βοηθεῖς οὐκ ἀπολήψῃ χάριν· οὐ γὰρ ἂν δύναιο αὐτοὺς τηλικαῦτα εὐεργετῆσαι ἡλίκα Ἀθηναῖοι πρότερον, ὧν οὐ μέμνηνται, οὓς δ' ἐγκαταλείψεις, ἀδικήσεις, χρήσῃ δ' ἐχθροῖς μείζοσιν, ἀλλ' οὐ φίλοις."
[118] Ἵνα δὲ μὴ διατρίβω τοὺς ἐκεῖ λόγους ῥηθέντας νυνὶ πρὸς ὑμᾶς ἀκριβῶς διεξιών, ἐν κεφαλαίῳ περὶ πάντων εἰπὼν παύσομαι. Ἡ μὲν τύχη καὶ Φίλιππος ἦσαν τῶν ἔργων κύριοι, ἐγὼ δὲ τῆς εἰς ὑμᾶς εὐνοίας καὶ τῶν λόγων. Παρ' ἐμοῦ μὲν οὖν ἐρρήθη τὰ δίκαια καὶ τὰ συμφέροντα ὑμῖν, ἀπέβη δὲ οὐχ ὡς ἡμεῖς ηὐχόμεθα, ἀλλ' ὡς Φίλιππος ἔπραξε. Πότερον οὖν ὁ μηδὲν προθυμηθεὶς ἀγαθὸν ἐργάσασθαι δίκαιός ἐστιν εὐδοξεῖν, ἢ ὁ μηδὲν ὧν ἦν δυνατὸς ἐλλιπών; ἐν δὲ τῷ παρόντι νυνὶ πολλὰ διὰ τὸν καιρὸν παραλείπω.
[119] Εἶπε δὲ ὡς ἐψευδολόγουν φάσκων ὀλίγων ἡμερῶν τὰς Θήβας ἔσεσθαι ταπεινάς, καὶ τοὺς Εὐβοέας ὡς ἐφόβουν, προάγων εἰς ἐλπίδας κενὰς ὑμᾶς. Ὃ δὲ ποιεῖ, καταμάθετε, ὦ Ἀθηναῖοι. Ἐγὼ γὰρ παρὰ Φιλίππῳ μὲν ὢν ἠξίωσα, πρὸς δ' ὑμᾶς ἥκων ἀπήγγελλον ὅτι τὰς Θήβας Βοιωτίαν δίκαιον ἡγοίμην εἶναι, καὶ μὴ τὴν Βοιωτίαν Θήβας. Τοῦτο οὐκ ἀπαγγεῖλαι, ἀλλ' ὑποσχέσθαι μέ φησιν.
[120] Ἔλεγον δὲ πρὸς ὑμᾶς ὅτι Κλεοχάρης ὁ Χαλκιδεὺς θαυμάζειν ὑμῶν καὶ Φιλίππου φαίη τὴν ἐξαίφνης ὁμόνοιαν, ἄλλως τε καὶ προστεταγμένον ἡμῖν πράττειν ἀγαθὸν ὅ τι ἂν δυνώμεθα· τοὺς γὰρ μικροπολίτας, ὥσπερ αὐτός, φοβεῖν τὰ τῶν μειζόνων ἀπόρρητα. Ταῦτα οὐ διηγήσασθαί με φησίν, ἀλλ' ἐπηγγέλθαι τὴν Εὔβοιαν παραδώσειν. Ἐγὼ δὲ ὑπειλήφειν δεῖν τὴν πόλιν τὴν ὑπὲρ τῶν ὅλων μέλλουσαν βουλεύεσθαι μηδενὸς λόγου Ἑλληνικοῦ ἀνήκοον εἶναι.
[121] Διέβαλλε δὲ κἀκεῖνον διαιρούμενος τὸν λόγον, ὡς ἀπαγγέλλειν τἀληθῆ βουλόμενος, ὑπ' ἐμοῦ καὶ Φιλοκράτους κωλυθείη. Ἐγὼ δ' ὑμᾶς ἡδέως ἂν ἐροίμην εἴ τις πώποτε Ἀθηναίων πρεσβευτὴς ἐκπεμφθείς, ἐφ' οἷς πεπρέσβευκε κεκώλυται πρὸς τὸν δῆμον ἀπαγγέλλειν, καὶ ταῦτα παθὼν καὶ ἀτιμασθεὶς ὑπὸ τῶν συμπρέσβεων, τούτους ἔγραψεν ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον. Δημοσθένης τοίνυν ἥκων ἀπὸ τῆς ὑστέρας πρεσβείας, ἐν ᾗ φησι τὰ τῶν Ἑλλήνων πράγματα ἀνατραπῆναι, οὐκ ἐν τῷ ψηφίσματι μόνον ἡμᾶς ἐπῄνει,
[122] ἀλλ' ἀπαγγείλαντος πρὸς τὸν δῆμον ἐμοῦ τοὺς περὶ τῶν Ἀμφικτυόνων λόγους καὶ Βοιωτῶν, οὐχ ὥσπερ νῦν συντέμνοντος οὐδ' ἐπειγομένου, ἀλλ' ὡς ἐδυνάμην κατὰ ῥῆμα ἀκριβέστατα, καὶ τοῦ δήμου σφόδρα ἀποδεχομένου, παρακληθεὶς ὑπ' ἐμοῦ μετὰ τῶν ἄλλων συμπρέσβεων καὶ διερωτώμενος εἰ τἀληθῆ καὶ ταὐτὰ ἀπαγγέλλω πρὸς Ἀθηναίους, ἅπερ πρὸς Φίλιππον εἶπον, πάντων μαρτυρούντων καὶ ἐπαινούντων με τῶν συμπρέσβεων, ἐπαναστὰς ἐπὶ πᾶσιν οὐκ ἔφη με, ὥσπερ ἐκεῖ εἶπον, οὕτως ἐν τῷ παρόντι λέγειν, ἀλλ' ἐκεῖ διπλασίως ἄμεινον. Καὶ τούτων ὑμεῖς οἱ τὴν ψῆφον μέλλοντες φέρειν ἐστέ μοι μάρτυρες.
[123] Καίτοι τίς ἂν αὐτῷ καλλίων καιρὸς ἐγένετο, ἢ τότ' ἐξελέγχειν εὐθύς, εἴ τι τὴν πόλιν ἐξηπάτων; φῂς γάρ με ἐν μὲν τῇ προτέρᾳ πρεσβείᾳ λαθεῖν σαυτὸν συνεστηκότα ἐπὶ τὴν πόλιν, ἐν δὲ τῇ ὑστέρᾳ αἰσθέσθαι, ἐν ᾗ συναγορεύων μοι φαίνῃ. Κἀκείνης μὲν ἅμα κατηγορῶν οὐ φῂς κατηγορεῖν, τῆς δ' ἐπὶ τοὺς ὅρκους κατηγορεῖς. Καίτοι εἰ τὴν εἰρήνην ψέγεις, σὺ καὶ τὴν συμμαχίαν ἔγραψας· καὶ Φίλιππος εἴ τι τὴν πόλιν ἐξηπάτα, διὰ τοῦτο ἐψεύδετο, ὅπως τῆς εἰρήνης, ἥπερ συνέφερεν αὐτῷ, τύχοι. Οὐκοῦν ἡ μὲν προτέρα πρεσβεία τὸν καιρὸν τοῦτον εἶχεν, ἡ δ' ὑστέρα ἐπὶ πεπραγμένοις ἐγίγνετο.
[124] Τίνες οὖν ἦσαν αἱ ἀπάται, ταῦτα γὰρ τοῦ γόητος ἀνθρώπου, ἐξ ὧν εἴρηκε λογίσασθε. Εἰσπλεῖν μέ φησιν ἐν μονοξύλῳ πλοίῳ κατὰ τὸν Λοιδίαν ποταμὸν τῆς νυκτὸς ὡς Φίλιππον, καὶ τὴν ἐπιστολὴν τὴν δεῦρο ἐλθοῦσαν Φιλίππῳ γράψαι. Ὁ μὲν γὰρ Λεωσθένης, ὁ φεύγων ἐνθένδε διὰ τοὺς συκοφάντας, οὐ δυνατὸς ἦν ἐπιδεξίως ἐπιστολὴν γράψαι, ὃν οὐκ ὀκνοῦσί τινες ἀποφαίνεσθαι μετὰ Καλλίστρατον τὸν Ἀφιδναῖον τῶν ἄλλων μάλιστα εἰπεῖν δύνασθαι.
[125] Οὐδ' αὐτὸς ὁ Φίλιππος, πρὸς ὃν ἀντειπεῖν Δημοσθένης ὑπὲρ ὑμῶν οὐκ ἠδυνήθη· οὐδ' ὁ Βυζάντιος Πύθων, ἄνθρωπος ἐπὶ τῷ γράφειν μέγα φρονῶν· ἀλλ' ὡς ἔοικε τὸ πρᾶγμα ἐμοῦ προσεδεῖτο. Καὶ λέγεις μὲν ὅτι Φιλίππῳ μεθ' ἡμέραν πολλάκις μόνος μόνῳ διελεγόμην, αἰτιᾷ δὲ εἰσπλεῖν με νύκτωρ κατὰ τὸν ποταμόν· οὕτω νυκτερινῆς ἐπιστολῆς τὸ πρᾶγμα ἐδεῖτο.
[126] Ὅτι δ' οὐδὲν ἀληθὲς λέγεις, ἥκουσι μὲν μαρτυρήσοντες μεθ' ὧν συνεσίτουν, Ἀγλαοκρέων ὁ Τενέδιος καὶ Ἰατροκλῆς ὁ Πασιφῶντος, μεθ' ὧν ἑξῆς ἅπαντα τὸν χρόνον τὰς νύκτας ἀνεπαυόμην, οἳ συνίσασίν μοι μηδεμίαν πώποτε ἀπ' αὐτῶν νύκτα ἀπογενομένῳ, μηδὲ μέρος νυκτός· ἄγομεν δὲ καὶ τοὺς οἰκέτας καὶ παραδίδομεν εἰς βάσανον. Καὶ τὸν μὲν λόγον, εἰ συγχωρήσει ταῦθ' ὁ κατήγορος, καταλύω· παρέσται δὲ ὁ δημόσιος καὶ βασανιεῖ ἐναντίον ὑμῶν, ἂν κελεύητε. Ἐνδέχεται δὲ τὸ λοιπὸν μέρος τῆς ἡμέρας ταῦτα πρᾶξαι· πρὸς ἕνδεκα γὰρ ἀμφορέας ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ κρίνομαι.
[127] Κἂν φῶσιν ἀπόκοιτόν με τουτωνὶ πώποτε τῶν συσσίτων γεγονέναι, μὴ φείσησθέ μου, ὦ Ἀθηναῖοι, ἀλλ' ἀναστάντες ἀποκτείνατε. Ἐὰν δ' ἐξελεγχθῇς ψευδόμενος, Δημόσθενες, τοιαύτην δίκην δός· ὁμολόγησον ἀνδρόγυνος εἶναι καὶ μὴ ἐλεύθερος ἐναντίον τούτων. Κάλει μοι τοὺς οἰκέτας δεῦρο ἐπὶ τὸ βῆμα, καὶ τὴν τῶν συμπρέσβεων ἀναγίγνωσκε μαρτυρίαν.
[128] Ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδ' ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι, λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν ὁ Φίλιππος ἔπεμψε. Δῆλον γὰρ ὅτι μεγάλα τὴν πόλιν παραλογίζεται, δι' ἣν ἠγρυπνοῦμεν γράφοντες.
[129] Ἀκούετε, ὦ Ἀθηναῖοι, ὅτι "τοὺς ὅρκους ἀποδέδωκα", φησὶ, "τοῖς ὑμετέροις πρέσβεσι", καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατ' ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δ' ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς. Ταῦτ' οὖν οὐκ ἂν οἴεσθε δύνασθαι γράψαι Φίλιππον μεθ' ἡμέραν ἄνευ ἐμοῦ;
[130] Ἀλλ' ἔμοιγε νὴ τοὺς θεοὺς οὑτοσὶ δοκεῖ τοῦτο μόνον λογίζεσθαι ὅπως μεταξὺ λέγων εὐδοκιμήσει· εἰ δὲ μικρὸν ἐπισχὼν δόξει πονηρότατος τῶν Ἑλλήνων εἶναι, οὐδὲ μικρὸν φροντίζει. Τί γὰρ ἄν τις τοιούτῳ πιστεύσειεν ἀνθρώπῳ, ὃς ἐγκεχείρηκε λέγειν ὡς Φίλιππος οὐ τοῖς αὑτοῦ στρατηγήμασιν, ἀλλὰ ταῖς ἐμαῖς δημηγορίαις εἴσω Πυλῶν παρῆλθε; καὶ λογισμόν τινα ἡμερῶν συνηριθμεῖτο πρὸς ὑμᾶς, ἐν αἷς ἐγὼ μὲν ἀπήγγελλον τὴν πρεσβείαν, οἱ δὲ Φαλαίκου τοῦ Φωκέων τυράννου δρομοκήρυκες τἀνθένδε ἐκεῖσε διήγγελλον, πιστεύσαντες δὲ οἱ Φωκεῖς ἐμοί, εἴσω Πυλῶν αὐτὸν παρεδέξαντο καὶ τὰς πόλεις τὰς αὑτῶν παρέδοσαν.
[131] Ταῦτα μὲν οὖν ὁ κατήγορος μεμηχάνηται, τὰ δ' ἐν Φωκεῦσι διεφθάρη πράγματα πρῶτον μὲν διὰ τὴν τύχην, ἣ πάντων ἐστὶ κυρία, ἔπειτα διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τὸν δεκέτη πόλεμον. Τὸ γὰρ αὐτὸ ηὔξησέ τε τῶν ἐν Φωκεῦσι τυράννων τὰ πράγματα καὶ καθεῖλε· κατέστησαν μὲν γὰρ εἰς τὴν ἀρχὴν τολμήσαντες τῶν ἱερῶν χρημάτων ἅψασθαι, καὶ διὰ ξένων τὰς πολιτείας μετέστησαν, κατελύθησαν δ' ἀπορίᾳ χρημάτων, ἐπειδὴ κατεμισθοφόρησαν τὰ ὑπάρχοντα.
[132] Τρίτον δ' αὐτοὺς καθεῖλεν ἡ τοῖς ἀπορουμένοις στρατοπέδοις συνήθως παρακολουθοῦσα στάσις, τέταρτον δ' ἡ Φαλαίκου περὶ τῶν μελλόντων ἔσεσθαι πραγμάτων ἄγνοια. Ἡ μὲν γὰρ Θετταλῶν καὶ Φιλίππου στρατεία πρόδηλος ἦν, οὐ πολλῷ δὲ χρόνῳ πρότερον ἢ τὴν πρὸς ὑμᾶς εἰρήνην γενέσθαι, πρέσβεις πρὸς ὑμᾶς ἦλθον ἐκ Φωκέων, βοηθεῖν αὑτοῖς κελεύοντες, καὶ ἐπαγγελλόμενοι παραδώσειν Ἀλπωνὸν καὶ Θρόνιον καὶ Νίκαιαν, τὰ τῶν παρόδων τῶν εἰς Πύλας χωρία κύρια.
[133] Ψηφισαμένων δ' ὑμῶν παραδοῦναι Προξένῳ τῷ στρατηγῷ τοὺς Φωκέας ταῦτα τὰ χωρία, καὶ πεντήκοντα πληροῦν τριήρεις, καὶ τοὺς μέχρι τετταράκοντα ἔτη γεγονότας ἐξιέναι, ἀντὶ τοῦ παραδοῦναι τὰ χωρία Προξένῳ, ἔδησαν οἱ τύραννοι τοὺς πρέσβεις τοὺς ἐπαγγειλαμένους ὑμῖν παραδώσειν τὰ φυλακτήρια, καὶ τοῖς σπονδοφόροις τοῖς τὰς μυστηριώτιδας σπονδὰς ἐπαγγέλλουσι μόνοι τῶν Ἑλλήνων Φωκεῖς οὐκ ἐσπείσαντο. Καὶ πάλιν Ἀρχιδάμου τοῦ Λάκωνος παραλαμβάνειν ὄντος ἑτοίμου τὰ χωρία καὶ φυλάττειν, οὐκ ἐπείσθησαν, ἀλλ' ἀπεκρίναντο αὐτῷ τὰ τῆς Σπάρτης δεινὰ δεδιέναι καὶ μὴ τὰ παρ' αὐτοῖς.
[134] Κἀνταῦθα οὔπω διελέλυσθε Φιλίππῳ, ἀλλ' ἐν τῇ αὐτῇ ἡμέρᾳ περί τε τῆς εἰρήνης ἐβουλεύεσθε, καὶ τῆς ἐπιστολῆς ἠκούετε τῆς Προξένου, ὅτι Φωκεῖς οὐ παραδεδώκασιν αὐτῷ τὰ χωρία, καὶ οἱ τὰ μυστήρια ἐπαγγέλλοντες μόνους τῶν ἄλλων Ἑλλήνων ἀπέφηναν Φωκέας οὐ δεδεγμένους τὰς σπονδάς, ἀλλὰ καὶ τοὺς δεῦρο ἐληλυθότας πρέσβεις δεδεκότας. Ὅτι δὲ ἀληθῆ λέγω, κάλει μοι τοὺς σπονδοφόρους, καὶ τοὺς παρὰ Προξένου τοῦ στρατηγοῦ πρεσβεύσαντας εἰς Φωκέας, Καλλικράτην καὶ Μεταγένην, καὶ τῆς ἐπιστολῆς ἀκούσατε τῆς Προξένου.
[135] Ἀκούετε, ὦ Ἀθηναῖοι, τῶν χρόνων παραναγιγνωσκομένων ἐκ τῶν δημοσίων γραμμάτων καὶ τῶν μαρτύρων ὑμῖν προσδιαμαρτυρούντων ὅτι πρὶν ἐμὲ χειροτονηθῆναι πρεσβευτήν, Φάλαικος ὁ τῶν Φωκέων τύραννος ἡμῖν μὲν καὶ Λακεδαιμονίοις ἠπίστει, Φιλίππῳ δ' ἐπίστευεν.
[136] Ἀλλ' οὗτος μόνος τὸ συμβησόμενον ἠγνόει; ὑμεῖς δὲ αὐτοὶ δημοσίᾳ πῶς διέκεισθε; οὐ πάντες προσεδοκᾶτε Φίλιππον ταπεινώσειν Θηβαίους, ὁρῶντα αὐτῶν τὴν θρασύτητα, καὶ τῷ μὴ βούλεσθαι δύναμιν ἀνθρώπων ἀπίστων ἐπαυξῆσαι; Λακεδαιμόνιοι δὲ οὐ μεθ' ἡμῶν τἀναντία Θηβαίοις ἐπρέσβευον, καὶ τελευτῶντες προσέκρουον φανερῶς ἐν Μακεδονίᾳ καὶ διηπειλοῦντο τοῖς τῶν Θηβαίων πρέσβεσιν; αὐτοὶ δὲ οὐκ ἠπόρουν καὶ ἐφοβοῦντο οἱ τῶν Θηβαίων πρέσβεις; Θετταλοὶ δὲ οὐ κατεγέλων τῶν ἄλλων, ὑπὲρ αὑτῶν φάσκοντες τὴν στρατείαν εἶναι;
[137] τῶν δ' ἑταίρων τινὲς τῶν Φιλίππου οὐ διαρρήδην πρός τινας ἡμῶν ἔλεγον ὅτι τὰς ἐν Βοιωτοῖς πόλεις κατοικιεῖ Φίλιππος; Θηβαῖοι δ' οὐκ ἐξεληλύθεσαν πανδημεί, ἀπιστοῦντες τοῖς πράγμασιν; ὑμῖν δὲ ταῦθ' ὁρῶν οὐκ ἔπεμψεν ἐπιστολὴν ὁ Φίλιππος, ἐξιέναι πάσῃ τῇ δυνάμει βοηθήσοντας τοῖς δικαίοις; οἱ δὲ νῦν πολεμικοὶ καὶ τὴν εἰρήνην ἀνανδρίαν καλοῦντες, οὐ διεκώλυσαν ὑμᾶς ἐξελθεῖν εἰρήνης καὶ συμμαχίας ὑμῖν γεγενημένης, δεδιέναι φάσκοντες μὴ τοὺς στρατιώτας ὑμῶν ὁμήρους λάβῃ Φίλιππος;
[138] πότερον οὖν ἐγὼ τοὺς προγόνους ἐκώλυσα τὸν δῆμον μιμεῖσθαι, ἢ σὺ καὶ οἱ μετὰ σοῦ συνεστηκότες ἐπὶ τὰ κοινά; καὶ πότερον ἦν ἀσφαλεστέρα καὶ καλλίων Ἀθηναίοις ἡ ἔξοδος, ἡνίκα ἤκμαζον μὲν τῇ μανίᾳ Φωκεῖς, ἐπολέμουν δὲ Φιλίππῳ, εἶχον δὲ Ἀλπωνὸν καὶ Νίκαιαν, οὔπω παραδόντος Φαλαίκου Μακεδόσι, τὰς σπονδὰς δέ, οἷς ἐμέλλομεν βοηθεῖν, τὰς μυστηριώτιδας οὐκ ἐδέχοντο, Θηβαίους δ' ὄπισθεν κατελείπομεν, ἢ μεταπεμπομένου μὲν Φιλίππου, ὅρκων δ' ἡμῖν καὶ συμμαχίας γεγενημένης, Θετταλῶν δὲ καὶ τῶν ἄλλων Ἀμφικτυόνων στρατευόντων;
[139] Οὐ πολλῷ καλλίων οὗτος ἦν ὁ καιρὸς ἐκείνου, ἐν ᾧ διὰ τὴν σὴν ἀνανδρίαν καὶ ἅμα φθόνον ἐσκευαγώγησαν ἐκ τῶν ἀγρῶν Ἀθηναῖοι, πρεσβεύοντος ἐμοῦ τὴν τρίτην ἤδη πρεσβείαν τὴν ἐπὶ τὸ κοινὸν τῶν Ἀμφικτυόνων, ἐφ' ἣν τολμᾷς με λέγειν ὡς οὐ χειροτονηθεὶς ᾠχόμην, ἐχθρὸς δ' ὢν οὔπω καὶ τήμερον ἠθέληκάς με εἰσαγγεῖλαι παραπρεσβεύσασθαι; οὐ γὰρ δὴ φθονεῖς γέ μοι τῶν εἰς τὸ σῶμα τιμημάτων.
[140] Τοιγάρτοι Θηβαίων μὲν παρακαθημένων καὶ δεομένων, τῆς δ' ἡμετέρας πόλεως διὰ σὲ τεθορυβημένης καὶ τῶν Ἀθηναίων ὁπλιτῶν οὐ παρόντων, Θετταλῶν δὲ Θηβαίοις προσθεμένων διὰ τὴν ὑμετέραν ἀβουλίαν καὶ τὴν πρὸς Φωκέας ἔχθραν, ἣ προϋπῆρχε Θετταλοῖς ἐκ παλαιῶν χρόνων, ὅτε αὐτῶν τοὺς ὁμήρους λαβόντες Φωκεῖς κατηλόησαν, Φαλαίκου δὲ πρὶν ἐμὲ ἐλθεῖν καὶ Στέφανον καὶ Δερκύλον ἐπὶ τὴν τρίτην πρεσβείαν ἀπεληλυθότος ὑποσπόνδου,
[141] Ὀρχομενίων δὲ περιφόβων ὄντων καὶ σπονδὰς τοῖς σώμασιν αἰτησάντων, ὥστε ἀπελθεῖν ἐκ τῆς Βοιωτίας, παρεστηκότων μὲν τῶν Θηβαίων πρέσβεων, ὑπολειπομένης δ' ἔχθρας φανερᾶς Φιλίππῳ πρὸς Θηβαίους καὶ Θετταλούς, τότε ἀπώλοντο αἱ πράξεις οὐ δι' ἐμέ, ἀλλὰ διὰ τὴν σὴν προδοσίαν καὶ τὴν πρὸς Θηβαίους προξενίαν. Μεγάλα δ' οἶμαι τούτων ἔργῳ σημεῖα ἐπιδείξειν.
[142] Εἰ γάρ τι τούτων ἀληθὲς ἦν ὧν σὺ λέγεις, κατηγόρουν ἄν μου Βοιωτῶν καὶ Φωκέων οἱ φεύγοντες, ὧν τοὺς μὲν ἐξεβεβλήκειν, τοὺς δ' ἐκώλυσα κατελθεῖν· νῦν δ' οὐχὶ τὰ συμβάντα λογιζόμενοι, ἀλλὰ τὴν εὔνοιαν τὴν ἐμὴν ἀποδεχόμενοι, συλλεγέντες οἱ φεύγοντες Βοιωτῶν ᾕρηνταί μοι συνηγόρους, ἥκουσι δ' ἀπὸ τῶν ἐν Φωκεῦσι πόλεων πρέσβεις, οὓς ἐγὼ τὴν τρίτην πρεσβείαν τὴν ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβεύων ἔσωσα, Οἰταίων ἐγχειρούντων λέγειν ὡς δεῖ τοὺς ἡβῶντας ὠθεῖν κατὰ τοῦ κρημνοῦ, καὶ παρήγαγον εἰς τοὺς Ἀμφικτύονας, ὥστε ἀπολογίας τυχεῖν. Ὁ μὲν γὰρ Φάλαικος ὑπόσπονδος ἀφεῖτο, οἱ δὲ ἀναίτιοι ἀποθνῄσκειν ἔμελλον, συναγορεύοντος δ' ἐμοῦ διεσώθησαν.
[143] Ὅτι δ' ἀληθῆ λέγω, κάλει μοι Μνάσωνα τὸν Φωκέα καὶ τοὺς συμπρέσβεις, καὶ τοὺς ἀπὸ τῆς τῶν Βοιωτῶν φυγῆς ᾑρημένους. Ἀνάβηθι δεῦρο, Λίπαρε καὶ Πυθίων, καὶ τὴν αὐτὴν ἀπόδοτέ μοι χάριν εἰς τὴν τοῦ σώματος σωτηρίαν ἥνπερ ἐγὼ ὑμῖν.
Πῶς οὖν οὐκ ἂν δεινὰ πάθοιμι, εἰ κατηγοροῦντος μὲν Δημοσθένους τοῦ Θηβαίων προξένου καὶ πονηροτάτου τῶν Ἑλλήνων, συναγορευόντων δέ μοι Φωκέων καὶ Βοιωτῶν ἁλοίην;
[144] Ἐτόλμησε δ' εἰπεῖν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις περιπίπτω. Φησὶ γάρ με εἰπεῖν, ὅτ' ἔκρινον Τίμαρχον, ὅτι πάντες κατ' αὐτοῦ τὴν τῆς πορνείας φήμην παρειλήφασι, τὸν δ' Ἡσίοδον ποιητὴν ἀγαθὸν ὄντα λέγειν,
φήμη δ' οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ
πολλοὶ φημίξωσι· θεός νυ τίς ἐστι καὶ αὐτή,
τὴν δ' αὐτὴν ταύτην ἥκειν νῦν θεὸν ἐμοῦ κατηγοροῦσαν· πάντας γὰρ λέγειν ὡς χρήματα ἔχω παρὰ Φιλίππου.[145] Εὖ δ' ἴστε, ὦ Ἀθηναῖοι, ὅτι πλεῖστον διαφέρει φήμη καὶ συκοφαντία. Φήμη μὲν γὰρ οὐ κοινωνεῖ διαβολῇ, διαβολὴ δὲ ἀδελφόν ἐστι συκοφαντίᾳ. Διοριῶ δ' αὐτῶν ἑκάτερον σαφῶς. Φήμη μέν ἐστιν, ὅταν τὸ πλῆθος τῶν πολιτῶν αὐτόματον ἐκ μηδεμιᾶς προφάσεως λέγῃ τινὰ ὡς γεγενημένην πρᾶξιν· συκοφαντία δ' ἐστίν, ὅταν πρὸς τοὺς πολλοὺς εἷς ἀνὴρ αἰτίαν ἐμβαλών, ἔν τε ταῖς ἐκκλησίαις ἁπάσαις πρός τε τὴν βουλὴν διαβάλλῃ τινά. Καὶ τῇ μὲν φήμῃ δημοσίᾳ θύομεν ὡς θεῷ, τῶν δὲ συκοφαντῶν ὡς κακούργων δημοσίᾳ προβολὰς ποιούμεθα. Μὴ οὖν σύναγε εἰς ταὐτὸν τὰ κάλλιστα τοῖς αἰσχίστοις.
[146] Ἐπὶ πολλοῖς μὲν οὖν ἔγωγε τῶν κατηγορημένων ἠγανάκτησα, μάλιστα δὲ ἡνίκα ᾐτιᾶτό με εἶναι προδότην· ἅμα γὰρ ταῖς αἰτίαις ταύταις φανῆναί με ἔδει θηριώδη καὶ τὴν ψυχὴν ἄστοργον καὶ πολλοῖς ἑτέροις ἁμαρτήμασι πρότερον ἔνοχον. Τοῦ μὲν οὖν ἐμοῦ βίου καὶ τῆς καθ' ἡμέραν διαίτης ὑμᾶς δοκιμαστὰς ἱκανοὺς εἶναι νομίζω· ἃ δ' ἐστὶ τοῖς μὲν πολλοῖς ἀσύνοπτα, τοῖς δὲ χρηστοῖς τὰς ψυχὰς μέγιστα, τούτων ὑμῖν τὰ πλεῖστα καὶ καλῶς ἔχοντα ἐκ τῶν ἐμῶν ὁρᾶν ἀναβιβῶμαι, ἵν' εἰδῆτε τὰς ἐμὰς παρακαταθήκας, ἃς οἴκοι καταλιπὼν εἰς Μακεδονίαν ἐπρέσβευσα.
[147] Σὺ μὲν γάρ, Δημόσθενες, ταῦτα ἐπλάσω ἐπ' ἐμέ, ἐγὼ δ' ὡς ‹καλῶς› ἐπαιδεύθην καὶ δικαίως ἐξηγήσομαι. Οὑτοσὶ μέν ἐστί μοι πατὴρ Ἀτρόμητος, σχεδὸν πρεσβύτατος τῶν πολιτῶν· ἔτη γὰρ ἤδη βεβίωκεν ἐνενήκοντα καὶ τέτταρα· συμβέβηκε δὲ αὐτῷ νέῳ μὲν ὄντι, πρὶν τὴν οὐσίαν ἀπολέσαι διὰ τὸν πόλεμον, ἀθλεῖν τῷ σώματι, ἐκπεσόντι δὲ ὑπὸ τῶν τριάκοντα στρατεύεσθαι μὲν ἐν τῇ Ἀσίᾳ, ἀριστεύειν δ' ἐν τοῖς κινδύνοις, εἶναι δ' ἐκ φατρίας τὸ γένος, ἣ τῶν αὐτῶν βωμῶν Ἐτεοβουτάδαις μετέχει, ὅθεν ἡ τῆς Ἀθηνᾶς τῆς Πολιάδος ἐστὶν ἱέρεια, συγκατάγειν δὲ τὸν δῆμον, ὥσπερ καὶ ὀλίγῳ πρότερον εἶπον.
[148] Ἐλευθέρους δέ μοι συμβέβηκεν εἶναι καὶ τοὺς πρὸς μητρὸς ἅπαντας, ἣ νῦν ἐμοὶ πρὸ τῶν ὀφθαλμῶν προφαίνεται φοβουμένη περὶ τῆς ἐμῆς σωτηρίας καὶ διηπορημένη. Καίτοι, Δημόσθενες, ἡ μὲν ἐμὴ μήτηρ ἔφυγε μετὰ τοῦ αὑτῆς ἀνδρὸς εἰς Κόρινθον καὶ μετέσχε τῶν πολιτικῶν κακῶν· σὺ δὲ ‹ὁ› ἀμφισβητῶν ἀνὴρ εἶναι, οὐ γὰρ ἂν τολμήσαιμι εἰπεῖν ὡς ἀνὴρ εἶ, ἐγράφης λιποταξίου, καὶ τὸν γραψάμενον Νικόδημον τὸν Ἀφιδναῖον χρήμασι πείσας ἐσώθης, ὃν ὕστερον μετὰ Ἀριστάρχου συναπέκτεινας, καὶ οὐ καθαρὸς ὢν τὰς χεῖρας εἰς τὴν ἀγορὰν ἐμβάλλεις.
[149] Φιλοχάρης δ' οὑτοσί, ὁ πρεσβύτατος ἀδελφὸς ἡμῶν, οὐκ ἀγεννεῖς διατριβάς, ὡς σὺ βλασφημεῖς, ἔχων, ἀλλ' ἐν γυμνασίοις διατρίβων, καὶ μετὰ Ἰφικράτους συνεστρατευμένος, καὶ συνεχῶς ἔτος ἤδη τουτὶ τρίτον στρατηγῶν, ἥκει δεησόμενος ὑμῶν ἐμὲ σῶσαι. Ἀφόβητος δ' οὑτοσί, ὁ νεώτατος ἀδελφὸς ἡμῶν, πεπρεσβευκὼς μὲν ὑπὲρ ὑμῶν ἀξίως τῆς πόλεως πρὸς τὸν Περσῶν βασιλέα, καλῶς δὲ καὶ δικαίως τῶν ὑμετέρων προσόδων ἐπιμεληθείς, ὅτε αὐτὸν ἐπὶ τὴν κοινὴν διοίκησιν εἵλεσθε, καὶ πεπαιδοποιημένος κατὰ τοὺς νόμους, ἀλλ' οὐ Κνωσίωνι τὴν ἑαυτοῦ γυναῖκα παρακατακλίνων, ὥσπερ σύ, πάρεστι καταφρονῶν τῶν σῶν λοιδοριῶν· τὸ γὰρ ψευδὲς ὄνειδος οὐ περαιτέρω τῆς ἀκοῆς ἀφικνεῖται,
[150] Ἐτόλμησας δὲ καὶ κατὰ τῶν ἐμῶν κηδεστῶν εἰπεῖν· οὕτως ἀναιδὴς καὶ πόρρωθεν ἀχάριστος εἶ, ὃς Φιλόδημον τὸν Φίλωνος πατέρα καὶ Ἐπικράτους οὐκ ἀγαπᾷς οὐδὲ προσκυνεῖς, δι' ὃν εἰς τοὺς δημότας ἐνεγράφης, ὡς ἴσασιν οἱ πρεσβύτεροι Παιανιέων. Ἐκπέπληγμαι δέ, εἰ σὺ λοιδορεῖν Φίλωνα τολμᾷς, καὶ ταῦτα ἐν τοῖς ἐπιεικεστάτοις Ἀθηναίων, οἳ δεῦρο εἰσεληλύθασι δικάσοντες ἕνεκα τοῦ βελτίστου τῆς πόλεως, καὶ μᾶλλον προσέχουσι τοῖς βίοις ἡμῶν ἢ τοῖς λόγοις.
[151] Πότερα γὰρ ἂν προσδοκᾷς αὐτοὺς εὔξασθαι μυρίους ὁπλίτας ὁμοίους Φίλωνι γενέσθαι, καὶ τὰ σώματα οὕτω διακειμένους καὶ τὴν ψυχὴν οὕτω σώφρονας, ἢ τρισμυρίους κιναίδους οἵους περ σύ; καὶ τὴν Ἐπικράτους εὐαγωγίαν, τοῦ Φίλωνος ἀδελφοῦ, ἐπανάγεις εἰς ὀνείδη. Καὶ τίς αὐτὸν εἶδε πώποτε ἀσχημονήσαντα, ἢ μεθ' ἡμέραν, ὡς σὺ φῄς, ἐν τῇ πομπῇ τῶν Διονυσίων, ἢ νύκτωρ; οὐ γὰρ ἂν τοῦτό γ' εἴποις, ὡς ἔλαθεν· οὐ γὰρ ἠγνοεῖτο.
[152] Ἐμοὶ δέ, ὦ Ἀθηναῖοι, ἐκ τῆς Φιλοδήμου θυγατρὸς καὶ Φίλωνος ἀδελφῆς καὶ Ἐπικράτους τρεῖς παῖδές εἰσι, μία μὲν θυγάτηρ, δύο δὲ υἱεῖς· οὓς ἐγὼ δεῦρο ἥκω μετὰ τῶν ἄλλων κομίζων, ἑνὸς ἐρωτήματος ἕνεκα καὶ τεκμηρίου πρὸς τοὺς δικαστάς, ᾧ νῦν ἤδη χρήσομαι. Ἐρωτῶ γάρ, ὦ Ἀθηναῖοι, εἰ δοκῶ ἂν ὑμῖν πρὸς τῇ πατρίδι καὶ τῇ τῶν φίλων συνηθείᾳ καὶ ἱερῶν καὶ τάφων πατρῴων μετουσίᾳ τουτουσὶ τοὺς πάντων ἀνθρώπων ἐμοὶ φιλτάτους προδοῦναι Φιλίππῳ, καὶ περὶ πλείονος τὴν ἐκείνου φιλίαν τῆς τούτων σωτηρίας ποιήσασθαι. Ποίᾳ κρατηθεὶς ἡδονῇ; ἢ τί πώποτε ἄσχημον ἕνεκα χρημάτων πράξας; οὐ γὰρ ἡ Μακεδονία κακοὺς ἢ χρηστοὺς ποιεῖ, ἀλλ' ἡ φύσις· οὐδ' ἐσμὲν ἕτεροί τινες ἥκοντες ἀπὸ τῆς πρεσβείας, ἀλλ' οἵους ἐξεπέμψατε.
[153] Συμπέπλεγμαι δ' ἐν τῇ πολιτείᾳ καθ' ὑπερβολὴν ἀνθρώπῳ γόητι καὶ πονηρῷ, ὃς οὐδ' ἂν ἄκων ἀληθὲς οὐδὲν εἴποι. Ἡγεῖται δ' ὅταν τι ψεύδηται τῶν λόγων ὅρκος κατὰ τῶν ἀναισχύντων ὀφθαλμῶν, καὶ τὰ ‹μὴ› γεγενημένα οὐ μόνον ὡς ἔστι λέγει, ἀλλὰ καὶ τὴν ἡμέραν, ἐν ᾗ φησι γενέσθαι· καὶ προστίθησίν τινος ὄνομα πλασάμενος, ὡς ἔτυχε παρών, μιμούμενος τοὺς τἀληθῆ λέγοντας. Ἓν δὲ εὐτυχοῦμεν οἱ μηδὲν ἀδικοῦντες, ὅτι πρὸς τῇ τερατείᾳ τοῦ τρόπου καὶ τῇ τῶν ὀνομάτων συνθέσει νοῦν οὐκ ἔχει. Σκέψασθε γὰρ ἀφροσύνην ἅμα καὶ ἀπαιδευσίαν ἀνθρώπου, ὃς τοιοῦτον ἔπλασε τὸ περὶ τὴν Ὀλυνθίαν γυναῖκα ψεῦδος κατ' ἐμοῦ, ἐφ' ᾧ μεταξὺ λέγων ὑφ' ὑμῶν ἐξερρίφη· τὸν γὰρ πλεῖστον ἀφεστηκότα τῶν τοιούτων πρὸς τοὺς εἰδότας διέβαλλε.
[154] Σκέψασθε δ' ὡς πόρρωθεν ἐπὶ τὴν αἰτίαν ταύτην παρεσκευάζετο. Ἔστι γάρ τις ἐπιδημῶν εἰς τὴν πόλιν Ἀριστοφάνης Ὀλύνθιος· τούτῳ συσταθεὶς ὑπό τινων καὶ πυθόμενος ὡς εἰπεῖν δύναται, ὑπερεκθεραπεύσας αὐτὸν καὶ προσαγαγόμενος, ἔπειθεν ἐμοῦ τὰ ψευδῆ καταμαρτυρεῖν πρὸς ὑμᾶς, κἂν παρελθὼν ἐθελήσῃ σχετλίασαι καὶ λέγειν ὡς εἰς οἰκείαν αὑτοῦ γυναῖκα αἰχμάλωτον γεγενημένην πεπαρῴνηκα, πεντακοσίας μὲν ἤδη δραχμὰς ὑπισχνεῖτο αὐτῷ δώσειν, πεντακοσίας δ' ἑτέρας, ἐπειδὰν καταμαρτυρήσῃ.
[155] Ὁ δ' αὐτῷ ἀπεκρίνατο, ὡς αὐτὸς διηγεῖτο, ὅτι τῆς μὲν φυγῆς καὶ τῆς παρούσης ἀπορίας αὐτῷ οὐ κακῶς, ἀλλ' ὡς οἷόν τε ἄριστα στοχάζοιτο, τοῦ δὲ τρόπου πλεῖστον εἴη διημαρτηκώς· οὐδὲν γὰρ ἂν τοιοῦτον πρᾶξαι. Ὅτι δὲ ἀληθῆ λέγω, αὐτὸν Ἀριστοφάνην μαρτυροῦντα παρέξομαι. Κάλει μοι Ἀριστοφάνην Ὀλύνθιον, καὶ τὴν μαρτυρίαν ἀναγίγνωσκε, καὶ τοὺς ἀκηκοότας αὐτοῦ καὶ πρὸς ἐμὲ ἀγγείλαντας, Δερκύλον Αὐτοκλέους Ἁγνούσιον καὶ Ἀριστείδην Εὐφιλήτου Κηφισιέα.
[156] Τῶν μὲν μαρτύρων διομνυμένων καὶ μαρτυρούντων ἀκούετε· τὰς δ' ἀνοσίους ταύτας τέχνας, ἃς οὗτος πρὸς τοὺς νέους ἐπαγγέλλεται καὶ κέχρηται νυνὶ κατ' ἐμοῦ, ἆρα μέμνησθε, ὡς ἐπιδακρύσας καὶ τὴν Ἑλλάδα κατοδυράμενος, καὶ Σάτυρον τὸν κωμικὸν ὑποκριτὴν προσεπαινέσας, ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελῶνι καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου,
[157] ταῦθ' ὑποθεὶς ἐπεῖπεν ἐντεινάμενος ταύτην τὴν ὀξεῖαν καὶ ἀνόσιον φωνήν, ὡς δεινόν, εἰ ὁ μὲν τοὺς Καρίωνας καὶ Ξανθίας ὑποκρινόμενος οὕτως εὐγενὴς καὶ μεγαλόψυχος γένοιτο, ἐγὼ δ' ὁ τῆς μεγίστης σύμβουλος πόλεως, ὁ τοὺς μυρίους Ἀρκάδων νουθετῶν, οὐ κατάσχοιμι τὴν ὕβριν, ἀλλὰ παραθερμανθείς, ὅθ' ἡμᾶς εἱστία Ξενόδοκος τῶν ἑταίρων τις τῶν Φιλίππου, ἕλκοιμι τῶν τριχῶν καὶ λαβὼν ῥυτῆρα μαστιγοίην αἰχμάλωτον γυναῖκα.
[158] Οὐκοῦν εἰ ὑμεῖς αὐτῷ ἐπιστεύσατε, ἢ Ἀριστοφάνης μου συγκατεψεύσατο, ἐπ' αἰσχραῖς αἰτίαις ἀπωλόμην ἂν ἀδίκως. Ἐάσετε οὖν τὸ τοιοῦτον αὑτοῦ προστρόπαιον, μὴ γὰρ δὴ τῆς πόλεώς γε, ἐν ὑμῖν ἀναστρέφεσθαι; καὶ τὴν μὲν ἐκκλησίαν καθαίρετε, ἐν δὲ τοῖς ψηφίσμασι διὰ τούτου τὰς εὐχὰς ποιήσεσθε, καὶ στρατίαν ἢ πεζὴν ἢ ναυτικὴν ἐκπέμψετε; καὶ μὴν ὅ γε Ἡσίοδος λέγει,
Πολλάκι τοι ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.[159] Ἓν δὲ πρὸς τοῖς εἰρημένοις εἰπεῖν ἔτι βούλομαι. Εἰ γάρ πού τις ἔστι κακία κατ' ἀνθρώπους, ἂν μὴ πρωτεύοντα περὶ ταύτην ἀποδείξω Δημοσθένην, θανάτου τιμῶμαι. Ἀλλ' οἶμαι πολλὰ καὶ χαλεπὰ παρακολουθεῖ τῷ κρινομένῳ, καὶ μετακαλεῖ τὴν ψυχὴν ἀπὸ τῆς ὀργῆς ὁ κίνδυνος ἐπὶ τοὺς ὑπὲρ τῆς σωτηρίας λόγους, καὶ διαλογισμὸν παρίστησι, μή τι παραλίπῃ τῶν κατηγορημένων. Ὥστε ἅμα μὲν ὑμᾶς, ἅμα δὲ ἐμαυτὸν εἰς ἀνάμνησιν τῶν κατηγορημένων ἀγαγεῖν βούλομαι.
[160] Σκοπεῖτε γὰρ δὴ καθ' ἕκαστον, ὦ Ἀθηναῖοι, ποῖον ψήφισμα γράψας κρίνομαι, ἢ ποῖον νόμον λύσας, ἢ ποῖον γενέσθαι κωλύσας, ἢ τίνας ὑπὲρ τῆς πόλεως συνθήκας ποιησάμενος, ἢ τί τῶν δεδογμένων περὶ τῆς εἰρήνης ἀπαλείψας, ἢ τί τῶν μὴ δοξάντων ὑμῖν προσγράψας.
[161] Οὐκ ἤρεσκέ τισι τῶν ῥητόρων ἡ εἰρήνη· ἔπειτα οὐ τότε ἀντιλέγειν αὐτοὺς ἐχρῆν, ἀλλὰ μὴ νῦν ἐμὲ κρίνειν; ἐπλούτουν τινὲς ἐκ τοῦ πολέμου, ἀπὸ τῶν ὑμετέρων εἰσφορῶν καὶ τῶν δημοσίων προσόδων, νῦν δὲ πέπαυται· εἰρήνη γὰρ ἀργίαν οὐ τρέφει· ἔπειτα οἱ μὲν οὐκ ἀδικούμενοι, ἀλλ' ἀδικοῦντες τὴν πόλιν, τιμωρήσονται τὸν προστάντα τῆς εἰρήνης, οἱ δ' ὠφελούμενοι τοὺς χρησίμους εἰς τὰ κοινὰ γενομένους ἐγκαταλείψετε;
[162] συνῇδον γὰρ τοὺς παιᾶνας Φιλίππῳ, κατεσκαμμένων τῶν ἐν Φωκεῦσι πόλεων, ὥς φησιν ὁ κατήγορος. Καὶ ποίῳ δύναιτ' ἄν τις τεκμηρίῳ τοῦτο σαφῶς ἐπιδεῖξαι; ἐκλήθην μὲν γὰρ ἐπὶ ξένια μετὰ τῶν συμπρέσβεων, ἦσαν δ' οἱ κλητοὶ καὶ συνδειπνοῦντες σὺν ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις οὐκ ἐλάττους ἢ διακόσιοι. Ἐν δὲ τούτοις ὡς ἔοικεν ἐγὼ διαφανὴς ἦν οὐχ ὑποσιγῶν, ἀλλὰ συνᾴδων, ὥς φησι Δημοσθένης οὔτ' αὐτὸς παρών, οὔτε τῶν ἐκεῖ παρόντων οὐδένα παρασχόμενος μάρτυρα.
[163] Καὶ τῷ γε δῆλος ἦν, εἰ μή γε ὥσπερ ἐν τοῖς χοροῖς προῇδον; οὐκοῦν εἰ μὲν ἐσίγων, ψευδῆ μου κατηγορεῖς· εἰ δὲ ὀρθῆς ἡμῖν τῆς πατρίδος οὔσης, καὶ τῶν πολιτῶν κοινῇ μηδὲν ἀτυχούντων, συνῇδον μετὰ τῶν ἄλλων πρέσβεων τὸν παιᾶνα, ἡνίκα ὁ θεὸς μὲν ἐτιμᾶτο, Ἀθηναῖοι δὲ μηδὲν ἠδόξουν, εὐσέβουν, ἀλλ' οὐκ ἠδίκουν, καὶ δικαίως ἂν σῳζοίμην. Ἔπειτα ἐγὼ μὲν διὰ ταῦτα ἀνηλεής τις εἰμὶ ἄνθρωπος, σὺ δὲ εὐσεβὴς ὁ τῶν ὁμοσπόνδων καὶ συσσίτων κατήγορος;
[164] Ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίαν, εἰ πεπρεσβευκὼς πρὸς Φίλιππον, πρότερον παρεκάλουν ἐπ' ἐκεῖνον τοὺς Ἕλληνας. Καίτοι ταύτην, εἰ βούλει, τὴν κατηγορίαν καὶ τῶν ἄλλων Ἀθηναίων δημοσίᾳ κατηγορήσεις. Ἐπολεμεῖτε Λακεδαιμονίοις, καὶ μετὰ τὴν ἐν Λεύκτροις συμφορὰν τοῖς αὐτοῖς ἐβοηθεῖτε· κατηγάγετε φεύγοντας Θηβαίους εἰς τὴν πατρίδα, καὶ πάλιν τούτοις ἐμάχεσθε ἐν Μαντινείᾳ· ἐπολεμήσατε Ἐρετριεῦσι καὶ Θεμίσωνι, καὶ πάλιν ἐσώσατε. Καὶ μυρίοις ἄλλοις τῶν Ἑλλήνων οὕτω κέχρησθε· τοῖς γὰρ καιροῖς συμπεριφέρεσθαι ἀνάγκη πρὸς τὸ κράτιστον καὶ τὸν ἄνδρα καὶ τὴν πόλιν.
[165] Τὸν δὲ ἀγαθὸν σύμβουλον τί χρὴ ποιεῖν; οὐ τῇ πόλει πρὸς τὸ παρὸν τὰ βέλτιστα συμβουλεύειν; τὸν δὲ πονηρὸν κατήγορον τί; οὐ τοὺς καιροὺς ἀποκρυπτόμενον τῆς πράξεως κατηγορεῖν; τὸν δὲ ἐκ φύσεως προδότην πῶς; ἆρά γε οὐχ ὡς σὺ τοῖς ἐντυγχάνουσι καὶ πιστεύσασι κέχρησαι, λόγους εἰς δικαστήρια γράφοντα μισθοῦ, τούτους ἐκφέρειν τοῖς ἀντιδίκοις; ἔγραψας λόγον Φορμίωνι τῷ τραπεζίτῃ χρήματα λαβών· τοῦτον ἐξήνεγκας Ἀπολλοδώρῳ τῷ περὶ τοῦ σώματος κρίνοντι Φορμίωνα.
[166] Εἰσῆλθες εἰς εὐδαιμονοῦσαν οἰκίαν τὴν Ἀριστάρχου τοῦ Μόσχου· ταύτην ἀπώλεσας. Προὔλαβες τρία τάλαντα παρ' Ἀριστάρχου φεύγοντος· τοῦτον τὰ τῆς φυγῆς ἐφόδια ἀπεστέρησας, οὐκ αἰσχυνθεὶς τὴν φήμην, ἣν προσεποιήσω, ζηλωτὴς εἶναι τῆς ἡλικίας τοῦ μειρακίου. Οὐ γὰρ δὴ τῇ γε ἀληθείᾳ· οὐ προσδέχεται δίκαιος ἔρως πονηρίαν. Ταῦτ' ἐστὶν ὁ προδότης καὶ τὰ τούτοις ὅμοια.
[167] Ἐμνήσθη δέ που περὶ στρατείας, καὶ τὸν καλὸν στρατιώτην ἐμὲ ὠνόμαζεν. Ἐγὼ δὲ οὐχ ἕνεκα τῆς τούτου βλασφημίας, ἀλλὰ τοῦ παρόντος κινδύνου προνοούμενος, καὶ περὶ τούτων ἀνεπίφθονον λέγειν εἶναί μοι νομίζω· ποῦ γὰρ ἢ πότε αὐτῶν ἢ πρὸς τίνας, παραλιπὼν τήνδε τὴν ἡμέραν, μνησθήσομαι; ἐκ παίδων μὲν γὰρ ἀπαλλαγεὶς περίπολος τῆς χώρας ταύτης ἐγενόμην δύ' ἔτη, καὶ τούτων ὑμῖν τοὺς συνεφήβους καὶ τοὺς ἄρχοντας ἡμῶν μάρτυρας παρέξομαι·
[168] πρώτην δ' ἐξελθὼν στρατείαν τὴν ἐν τοῖς μέρεσι καλουμένην, καὶ συμπαραπέμπων μετὰ τῶν ἡλικιωτῶν καὶ τῶν Ἀλκιβιάδου ξένων τὴν εἰς Φλειοῦντα παραπομπήν, κινδύνου συμβάντος ἡμῖν περὶ τὴν Νεμεάδα καλουμένην χαράδραν, οὕτως ἠγωνισάμην ὥστε ὑπὸ τῶν ἡγεμόνων ἐπαινεῖσθαι· καὶ τὰς ἄλλας τὰς ἐκ διαδοχῆς ἐξόδους τὰς ἐν τοῖς ἐπωνύμοις ‹πάσας› ἐξῆλθον,
[169] καὶ τὴν ἐν Μαντινείᾳ μάχην συνεμαχεσάμην οὐκ αἰσχρῶς οὐδ' ἀναξίως τῆς πόλεως καὶ τὰς εἰς Εὔβοιαν στρατείας ἐστρατευσάμην, καὶ τὴν ἐν Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις οὕτως ἐκινδύνευσα, ὥστε κἀκεῖ στεφανωθῆναι καὶ δεῦρο ἥκων πάλιν ὑπὸ τοῦ δήμου, τήν τε νίκην τῆς πόλεως ἀπαγγείλας, καὶ Τεμενίδου τοῦ τῆς Πανδιονίδος ταξιάρχου καὶ συμπρεσβεύσαντος ἀπὸ στρατοπέδου μοι δευρὶ περὶ τὸν γενόμενον κίνδυνον οἷος ἦν ἀπαγγείλαντος.
[170] Ὅτι δὲ ἀληθῆ λέγω, λαβέ μοι τοῦτο τὸ ψήφισμα, καὶ κάλει τὸν Τεμενίδην καὶ τοὺς συνεστρατευμένους μοι τὰς ὑπὲρ τῆς πόλεως στρατείας καὶ Φωκίωνα τὸν στρατηγόν, μήπω συνήγορον, ἂν μὴ τούτοις συνδοκῇ, ἀλλ' ὑπεύθυνον τῷ συκοφάντῃ μάρτυρα, ἐὰν ψεύδηται.
[171] Ἀπαγγείλας τοίνυν πρῶτος τὴν τῆς πόλεως νίκην ὑμῖν καὶ τὴν τῶν παίδων τῶν ὑμετέρων κατόρθωσιν, πρώτην ταύτην ὑμᾶς ἀπαιτῶ χάριν, τὴν τοῦ σώματος σωτηρίαν, οὐ μισόδημος ὤν, ὥς φησιν ὁ κατήγορος, ἀλλὰ μισοπόνηρος, οὐδὲ τοὺς Δημοσθένους ὑμᾶς οὐκ ἐῶν προγόνους μιμεῖσθαι, οὐ γὰρ εἰσίν, ἀλλὰ τῶν καλῶν καὶ τῇ πόλει σωτηρίων βουλευμάτων ζηλωτὰς εἶναι παρακαλῶν. Νῦν δ' αὐτὰ πόρρωθεν ἀρξάμενος μικρῷ δίειμι σαφέστερον.
[172] Πρότερον ἡ πόλις ἡμῶν εὐδόξησε μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν πρὸς τὸν Πέρσην, καὶ τῶν τειχῶν ὑπὸ τῶν βαρβάρων πεπτωκότων, εἰρήνης δ' ὑπαρχούσης πρὸς Λακεδαιμονίους, διέμεινεν ἡμῖν τὸ τῆς δημοκρατίας πολίτευμα. Συνταραχθέντες δὲ ὑπό τινων, καὶ καταστάντες πρὸς Λακεδαιμονίους εἰς πόλεμον, πολλὰ καὶ παθόντες κακὰ καὶ ποιήσαντες, Κίμωνος τοῦ Μιλτιάδου προκηρυκευσαμένου πρὸς Λακεδαιμονίους, ὄντος προξένου, σπονδὰς πεντηκονταετεῖς ἐποιησάμεθα, ἐχρησάμεθα δὲ ἔτη τριακαίδεκα.
[173] Ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐτειχίσαμεν τὸν Πειραιᾶ καὶ τὸ βόρειον τεῖχος ᾠκοδομήσαμεν, ἑκατὸν δὲ τριήρεις πρὸς ταῖς ὑπαρχούσαις ἐναυπηγησάμεθα, τριακοσίους δ' ἱππέας κατεσκευασάμεθα, καὶ τριακοσίους Σκύθας ἐπριάμεθα, καὶ τὴν δημοκρατίαν βεβαίως εἴχομεν. Παρεμπεσόντων δ' εἰς τὴν πολιτείαν ἡμῶν οὐκ ἐλευθέρων ἀνθρώπων καὶ τοῖς τρόποις οὐ μετρίων, πάλιν πρὸς ‹Λακεδαιμονίους δι'› Αἰγινήτας εἰς πόλεμον κατέστημεν, [174] κἀνταῦθα οὐκ ὀλίγα βλαβέντες, τῆς μὲν εἰρήνης ἐπεθυμήσαμεν, Ἀνδοκίδην δ' ἐκπέμψαντες πρὸς τοὺς Λακεδαιμονίους καὶ τοὺς συμπρέσβεις, εἰρήνην ἔτη τριάκοντα ἠγάγομεν, ἣ τὸν δῆμον ὑψηλὸν ἦρεν· χίλια μὲν γὰρ τάλαντα ἀνηνέγκαμεν νομίσματος εἰς τὴν ἀκρόπολιν, ἑκατὸν δὲ τριήρεις ἑτέρας ἐναυπηγησάμεθα καὶ νεωσοίκους ᾠκοδομήσαμεν, χιλίους δὲ καὶ διακοσίους ἱππέας κατεστήσαμεν καὶ τοξότας ἑτέρους τοσούτους, καὶ τὸ μακρὸν τεῖχος τὸ νότιον ἐτειχίσθη, καὶ τὸν δῆμον οὐδεὶς ἐνεχείρησε καταλῦσαι.
[175] Πάλιν δὲ εἰς πόλεμον διὰ Μεγαρέας πεισθέντες καταστῆναι, καὶ τὴν χώραν τμηθῆναι προέμενοι καὶ πολλῶν ἀγαθῶν στερηθέντες, εἰρήνης ἐδεήθημεν, καὶ ἐποιησάμεθα διὰ Νικίου τοῦ Νικηράτου. Καὶ πάλιν ἐν τῷ χρόνῳ τούτῳ ἑπτακισχίλια τάλαντα ἀνηνέγκαμεν εἰς τὴν ἀκρόπολιν διὰ τὴν εἰρήνην ταύτην, τριήρεις δ' ἐκτησάμεθα πλωίμους καὶ ἐντελεῖς οὐκ ἐλάττους ἢ τριακοσίας, φόρος δ' ἡμῖν κατ' ἐνιαυτὸν προσῄει πλέον ἢ χίλια καὶ διακόσια τάλαντα, καὶ Χερρόνησον καὶ Νάξον καὶ Εὔβοιαν εἴχομεν, πλείστας δ' ἀποικίας ἐν τοῖς χρόνοις τούτοις ἀπεστείλαμεν.
[176] Καὶ τοσαῦτ' ἔχοντες ἀγαθά, πάλιν πόλεμον πρὸς Λακεδαιμονίους ἐξηνέγκαμεν πεισθέντες ὑπ' Ἀργείων, καὶ τελευτῶντες ἐκ τῆς τῶν ῥητόρων ἁψιμαχίας εἰς φρουρὰν τῆς πόλεως καὶ τοὺς τετρακοσίους καὶ τοὺς ἀσεβεῖς τριάκοντα ἐνεπέσομεν, οὐκ εἰρήνην ποιησάμενοι, ἀλλ' ἐκ προσταγμάτων ἠναγκασμένοι. Πάλιν δὲ σωφρόνως πολιτευθέντες, καὶ τοῦ δήμου κατελθόντος ἀπὸ Φυλῆς, Ἀρχίνου καὶ Θρασυβούλου προστάντων τοῦ δήμου, καὶ τὸ μὴ μνησικακεῖν πρὸς ἀλλήλους ἔνορκον ἡμῖν καταστησάντων, ὅθεν σοφωτάτην ἅπαντες τὴν πόλιν ἡγήσαντο εἶναι, [177] κἀνταῦθα ἀναφύντος τοῦ δήμου καὶ πάλιν ἐξ ἀρχῆς ἰσχύσαντος, ἄνθρωποι παρέγγραπτοι γεγενημένοι πολῖται, καὶ τὸ νοσοῦν τῆς πόλεως ἀεὶ προσαγόμενοι, καὶ πόλεμον ἐκ πολέμου πολιτευόμενοι, ἐν μὲν εἰρήνῃ τὰ δεινὰ τῷ λόγῳ προορώμενοι, καὶ τὰς ψυχὰς τὰς φιλοτίμους καὶ λίαν ὀξείας ἐρεθίζοντες, ἐν δὲ τοῖς πολέμοις ὅπλων οὐχ ἁπτόμενοι, ἐξετασταὶ δὲ καὶ ἀποστολεῖς γιγνόμενοι, παιδοποιούμενοι δὲ ἐξ ἑταιρῶν, ἄτιμοι δ' ἐκ συκοφαντίας, εἰς τοὺς ἐσχάτους κινδύνους τὴν πόλιν καθιστᾶσι, τὸ μὲν τῆς δημοκρατίας ὄνομα οὐ τοῖς ἤθεσιν, ἀλλὰ τῇ κολακεία θεραπεύοντες, καταλύοντες δὲ τὴν εἰρήνην, ἐξ ἧς ἡ δημοκρατία σῴζεται, συναγωνιζόμενοι δὲ τοῖς πολέμοις, ἐξ ὧν ὁ δῆμος καταλύεται.
[178] Οὗτοι νῦν ἐπ' ἐμὲ συστραφέντες ἥκουσι, καὶ φασὶ μὲν τὸν Φίλιππον τὴν εἰρήνην πρίασθαι, καὶ προλαβεῖν ἡμῶν ἐν ταῖς συνθήκαις ἅπαντα, ἣν δ' αὐτὸς εὗρεν εἰρήνην αὑτῷ συμφέρουσαν, ταύτην παραβεβηκέναι. Ἐμὲ δ' οὐχ ὡς πρεσβευτὴν κρίνουσιν, ἀλλ' ὡς ἐγγυητὴν Φιλίππου καὶ τῆς εἰρήνης· καὶ τὸν τῶν λόγων κύριον τὰς τῶν ἔργων προσδοκίας ἀπαιτοῦσι. Τὸν αὐτὸν δὲ ἐν μὲν τοῖς ψηφίσμασιν ἐπαινέτην ἐπιδείκνυμι, ἐν δὲ τῷ δικαστηρίῳ κατηγόρῳ κέχρημαι. Δέκατος δ' αὐτὸς πρεσβεύσας, μόνος τὰς εὐθύνας δίδωμι.
[179] Κἀμοὶ μὲν οἱ συνδεησόμενοι πάρεισιν ὑμῶν πατὴρ μέν, οὗ τὰς τοῦ γήρως ἐλπίδας μὴ ἀφέλησθε, ἀδελφοὶ δέ, οἳ διαζυγέντες ἐμοῦ ζῆν οὐκ ἂν προέλοιντο, κηδεσταὶ δὲ καὶ ταυτὶ τὰ μικρὰ μὲν παιδία καὶ τοὺς κινδύνους οὔπω συνιέντα, ἐλεεινὰ δ' εἴ τι συμβήσεται παθεῖν ἡμῖν. Ὑπὲρ ὧν ἐγὼ δέομαι καὶ ἱκετεύω πολλὴν πρόνοιαν ποιήσασθαι, καὶ μὴ τοῖς ἐχθροῖς αὐτοὺς μηδ' ἀνάνδρῳ καὶ γυναικείῳ τὴν ὀργὴν ἀνθρώπῳ παραδοῦναι.
[180] Παρακαλῶ δὲ καὶ ἱκετεύω σῶσαί με πρῶτον μὲν τοὺς θεούς, δεύτερον δ' ὑμᾶς τοὺς τῆς ψήφου κυρίους, οἷς ἐγὼ πρὸς ἕκαστον τῶν κατηγορημένων εἰς μνήμην εἶναι τὴν ἐμὴν ἀπολελόγημαι, καὶ δέομαι σῶσαί με καὶ μὴ τῷ λογογράφῳ καὶ Σκύθῃ παραδοῦναι, ὅσοι μὲν ὑμῶν πατέρες εἰσὶ παίδων ἢ νεωτέρους ἀδελφοὺς περὶ πολλοῦ ποιεῖσθε, ἀναμνησθέντες ὅτι τὴν τῆς σωφροσύνης παράκλησιν διὰ τῆς περὶ Τίμαρχον κρίσεως ἀειμνήστως παρακέκληκα, [181] τοὺς δ' ἄλλους ἅπαντας, οἷς ἐμαυτὸν ἄλυπον παρέσχημαι, τὴν μὲν τύχην ἰδιώτης ὢν καὶ τοῖς μετρίοις ὑμῶν ὅμοιος, ἐν δὲ τοῖς πολιτικοῖς ἀγῶσι μόνος τῶν ἄλλων ἐφ' ὑμᾶς οὐ συνεστηκώς, αἰτῶ παρ' ὑμῶν τὴν σωτηρίαν, μετὰ πάσης εὐνοίας τῇ πόλει πεπρεσβευκώς, καὶ μόνος ὑπομείνας τὸν τῶν συκοφαντῶν θόρυβον, ὃν ἤδη πολλοὶ τῶν τὰς ψυχὰς ἐν τοῖς πολέμοις λαμπρῶν οὐχ ὑπέστησαν. Οὐ γὰρ ὁ θάνατος δεινόν, ἀλλ' ἡ περὶ τὴν τελευτὴν ὕβρις φοβερά.
[182] Πῶς δὲ οὐκ οἰκτρὸν βλέπειν ἐχθροῦ πρόσωπον ἐπεγγελῶντος, καὶ ταῖς ὠσὶ τῶν ὀνειδῶν ἀκοῦσαι; ἀλλ' ὅμως τετόλμηται· δέδοται τὸ σῶμα τῷ κινδύνῳ. Παρ' ὑμῖν ἐτράφην, ἐν ταῖς ὑμετέραις διατριβαῖς βεβίωκα. Οὐδεὶς ὑμῶν διὰ τὰς ἐμὰς ἡδονὰς κάκιον οἰκεῖ, οὐδὲ ἐστέρηται τῆς πατρίδος κατηγόρου τυχὼν ὅτ' ἦσαν αἱ διαψηφίσεις, οὐδ' ὑπεύθυνος ὢν ἀρχῆς ἐκινδύνευσεν.
[183] Μικρὰ δ' εἰπὼν ἤδη καταβαίνω. Ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, τοῦ μὲν μηδὲν ἀδικεῖν ὑμᾶς κύριος ἦν, τοῦ δὲ μὴ ἔχειν αἰτίαν ἡ τύχη, ἣ συνεκλήρωσέ με ἀνθρώπῳ συκοφάντῃ βαρβάρῳ, ὃς οὔτε ἱερῶν οὔτε σπονδῶν οὔτε τραπέζης φροντίσας, ἀλλὰ τοὺς εἰς τὸν μέλλοντα αὑτῷ χρόνον ἀντεροῦντας ἐκφοβῶν, ἥκει ψευδῆ συντάξας καθ' ἡμῶν κατηγορίαν. Ἐὰν οὖν ἐθελήσητε σῴζειν τοὺς τῆς εἰρήνης καὶ τῆς ὑμετέρας ἀδείας συναγωνιστάς, πολλοὺς βοηθοὺς λήψεται τὸ τῆς πόλεως συμφέρον καὶ κινδυνεύειν ὑπὲρ ὑμῶν ἑτοίμους.
[184] Παρακαλῶ δὲ Εὔβουλον μὲν ἐκ τῶν πολιτικῶν καὶ σωφρόνων ἀνδρῶν συνήγορον, Φοκίωνα δ' ἐκ τῶν στρατηγῶν, ἅμα δὲ καὶ δικαιοσύνῃ διενηνοχότα πάντων, ἐκ δὲ τῶν φίλων καὶ τῶν ἡλικιωτῶν τῶν ἐμαυτοῦ Ναυσικλέα καὶ τοὺς ἄλλους ἅπαντας, οἷστισιν ἐγὼ κέχρημαι καὶ τῶν αὐτῶν ἐπιτηδευμάτων μετέσχηκα. Ὁ μὲν οὖν ἐμὸς λόγος εἴρηται, τὸ δὲ σῶμα τοὐμὸν ἤδη παραδίδωσιν ὑμῖν καὶ ἐγὼ καὶ ὁ νόμος.