[fr. 1] [col. 1] Ἀλλ' ἐγὼ ὦ [ἄνδρες δικα̣σ̣τ̣α̣ί̣, [ὅπερ καὶ] πρὸς τοὺ̣[ς παρακαθημένους [ἀρτίως ἔ]λ[ε̣γο̣ν̣, θαυ[μάζω] τουτὶ τὸ πρᾶγμα· εἰ δ̣]ὴ̣ νὴ Δία κατὰ Δημ]οσθένους μόνου τ]ῶ̣ν ἐν τῆι πόλει μήτε ο̣]ἱ νόμοι ἰσχύουσιν οἱ] κελεύον̣τ̣ε̣ς κύρια εἶν]αι ὅσα ἄν τις αὐτ]ὸς κ̣αθ' αὑτοῦ διάθ]ηται, μήτε τὰ ψηφίσματα τοῦ δήμου, καθ' ἃ ὑμεῖς μὲν ὀμωμόκατε τὴν ψ[ῆ]φον οἴσειν, ἔγραψεν δὲ αὐτὰ οὐδεὶς τῶν ἐχθρῶν τῶν Δημοσθένους, ἀλλ' αὐτὸς οὗτος, ἐ̣ψηφ]ί̣σ̣ατ̣ο δὲ ὁ δῆμ̣ος το]ύτου κελεύο[ντο̣]ς .........ο̣ὐχ ἑκουσίως αὑτὸν ἀπο]λλύοντος].......... ............... .............. ......[καίτοι τὸ
[col. 2] δίκαι̣ον ὦ ἄνδρες δικασταὶ ἁπλοῦν ὑπ̣ολα̣μβάνω ἡμῖν εἶνα[ι] πρὸς Δημοσθένη. ὥσπερ γὰρ ἐπὶ̣ τῶν ἰδίων ἐγκλημάτων πολλὰ̣ διὰ προκλήσεων κρ̣ίνεται, οὕτως καὶ τουτὶ τὸ πρᾶγμα κέκριται. σκέψασθε γὰρ ὦ ἄνδρες δικασταὶ οὑτωσ̣ί. ᾐτιάσατό σε ὦ Δημόσθενες ὁ δῆμος εἰληφ[έναι εἴκοσ[ι̣] τάλαντ[α ἐπὶ τῇ πολιτείᾳ κ[αὶ τοῖς νόμοις. ταῦτα σ̣[ὺ ἔξαρνο̣ς ἐγένου μ[ὴ λαβεῖν, καὶ πρόκλ[ησιν γ̣ρ̣[ά]ψας ἐν ψηφ[ίσματι προσήνεγκα[ς τῶι δήμωι, ἐπιτρέπων ὑπὲρ ὧν τὴν αἰτίαν ἔσχες τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου] (desunt v. III?)
[fr. 2] [col. 3] (desunt v. XIV?) [καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλα]β̣ε̣[ς τὸ χρυσ̣ίο̣ν, καὶ τίς] ἦν σο[ι ὁ δούς, καὶ ποῦ. τελευ̣τῶν δ' ἴσως ἐρωτήσεις καὶ ὅ τι ἐχρήσω λαβὼν τῶι χρυσίωι, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλ̣ῆ̣ς ἀπαιτῶν. ἐγ̣ὼ δ̣[ὲ τ̣]οὐναντίον
[col. 4] ἡδέως ἂ]ν̣ παρὰ σοῦ πυθοίμ]ην, τίν̣ο̣ς ἂν ἕν̣]ε̣κα̣ ἡ ἐξ Ἀρείου πάγου β̣ο̣υ̣]λὴ ἐφη ......ις ἀδίκ[ω̣ς .......τατοχρυ̣ .......φησι τ̣ου.......ωτατις ........ιπ̣ο... ........εἰ ψ̣.. .........α̣κ̣υ̣.. (desunt v. XVII?)
[fr. 3] [col. 5] (desunt v. VI) ......δ̣ε̣ι̣σ..... ......ε δικαστ.. ......α̣ν ἐνοι... ......ε̣σθαι ἐμ... ....δι]καίως τ̣ω̣..ι̣ ......τὰς ἀποφάσεις. ο]ὐ̣κ̣ ἔ̣στι ταῦτα, ἀλλὰ π]άντων φανήσοντα̣]ι μάλιστα δημοτικώ]τ̣ατα τῷ πράγματι κ]εχρημένοι· τοὺς μὲ̣]ν γὰρ ἀδικοῦντας ἀπ]έφηναν, κα[ὶ] ταῦτ' οὐ]χ ἑκόντες, ἀλλ' ὑπὸ τοῦ δ]ήμου πολλάκις ἀναγ]καζόμενοι· τὸ δὲ κο]λάσαι τοὺς ἀδικοῦντα]ς οὐκ ἐφ' αὑτοῖς ἐποί]η̣σαν, ἀλλ' ὑμῖν ἀπέδ]ο̣σαν τοῖς κυρ̣ίοις. Δ̣[η]μ̣ο̣σ̣[θ̣ένης δ' οὐ μόνον ἐπὶ το[ῦ̣
[col. 6] αὑτοῦ ἀγῶνος οἴεται δεῖν ὑμᾶς παρα̣κρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως· ὑπὲρ οὗ̣ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῶι λόγωι ὑπὸ τούτου ἐξ̣]α̣πατηθῆναι. τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσ̣ας ὁμοίω̣ς ἡ βουλὴ πεποίη̣ται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ ο̣[ὐ]δεμιᾷ προσγέγραφεν, δι̣ὰ̣ τί ἕκαστον ἀποφαί̣]νει, ἀλλὰ ἐπ[ὶ] κεφαλαίο̣υ̣ γράψασα ὁπόσον ἕκαστος εἴληφε̣ν χ]ρυσίον· τοῦτ' οὖν ὀφ]ε̣ιλέτω. ἢ̣ ἰσχύ[σει Δημοσθ]ένη[ς] παρ' ὑμ̣ῖ̣[ν
[col. 7] τῆς κατ' αὐτοῦ ἀπο[φάσεως μεῖζον; οὐκ ἀ.εσ......... ἀπογι[γνωσκ....... ἀποφα............ ἔλαβεν[.......... σι καὶ οἱ ἄ[λλοι πάντες· οὐ γὰρ δή̣[που Δημοσθένει [μόνωι τοῦτο ἰσχυρὸ[ν ἔσται, τοῖς δ' ἄλλοις ο[ὔ. καὶ γὰρ οὐχ ὑπὲρ [εἴκοσι ταλάντων δ[ικάζετε, ἀλλ' ὑπὲρ τ[ριακοσίων, οὐδ' ὑ[πὲρ ἑνὸς ἀδικήμ[α]τ̣ο̣ς, ἀλλ' ὑπὲρ ἁπάντ̣[ων· ἡ γὰρ σὴ ἀπόνο[ια ὦ Δημόσθενες ὑπ̣[ὲρ ἁπάντων τῶν ἀδ[ι]κ̣ο[ύ̣]ντων νῦν προκ̣[ι]νδυνε̣[ύει καὶ προαναισχ[υ̣ντεῖ. ἐγὼ δ' ὅτι μ̣ὲν̣ ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶν[α̣ι σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι,
[col. 8] ἧι σαυτὸν ἐ̣]πέτρεψας· τίνων δὲ ἕ]ν̣εκα ἔλαβες καὶ ἐπὶ τ]ίσιν αἰτίαις πᾶσαν τὴ]ν̣ πόλιν κα...........ε̣νος ............χρυσί..........ος τοὺς .......... ὥς]περ εἰ .......φανε]ρ̣ὸ̣ν ποιήσω. ἐπ]ειδὴ γὰρ ἦλθεν ὦ ἄν]δρες δικασταὶ Ἅρπα]λ̣ος εἰς τὴν Ἀττικὴ]ν̣ καὶ οἱ παρὰ Φιλοξέ]νου ἐξαιτοῦντες α]ὐ̣τὸν ἅμα προσήχθης]α̣ν πρὸς [τὸν δῆμον, τότε παρελθὼν Δημ]οσθένης διεξῆλθεν] μ̣α̣κ̣ρὸν λόγον, φά̣]σ̣κων οὔτε τοῖς παρ]ὰ Φιλοξένου ἐλθο]ῦσι καλῶς ἔχειν τὸν̣] Ἅρπαλον ἐγδοῦναι τ̣]ὴν πόλιν οὔτε δεῖν] αἰτίαν οὐδεμίαν τ]ῶι δήμωι δι' ἐκεῖνο]ν παρ' Ἀλεξάνδρο]υ καταλείπεσθαι,
[col. 9] ἀσφαλέστατον δ' εἶναι τ̣[ῆι πόλει τά τε χρήματα [καὶ τὸν ἄνδρα φυλάτ[τειν καὶ ἀναφέρει[ν τὰ χρήματα ἅπα[ντα] ε̣ἰ̣ς [τὴν ἀκρόπολιν ἃ [ἦ]λθ[εν ἔχων Ἅρπαλος εἰ[ς τὴν Ἀττικήν ἐν τῇ αὔρι[ον ἡμέραι, Ἅρπαλο[ν δ' ἤδη ἀποδεῖξαι τὰ [χρήματα, ὁπόσα ἐστ[ίν· οὐχ ὅπως πύθο[ιτο τὸν ἀριθμὸν αὐτῶν ὡς ἔοικεν, ὁπόσα ἦν, ἀλλ' ἵνα εἰδῇ ἀφ' ὅσων αὐτὸν δεῖ τὸν μισθὸ̣ν̣ πράττεσθαι. καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατο̣μῇ, οὗπερ ε̣ἴωθε κ̣α̣[θ]ῆσ̣θ̣α̣ι̣, ἐκέλευε̣ Μ̣[νησ̣]ίθε̣ον τὸν χορευτὴ̣ν [ἐ]ρ̣ω̣τῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἴη τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. ὁ δ' ἀπεκρίνατο ὅτι ἑπτακόσια
[col. 10] τάλαντα].... (desunt v. XII) ...τὰ χρήματα εἶναι τη̣]λικ[α̣ῦτα] αὐτ]ὸς ἐν τῶι δ[ήμωι πρὸς ὑμᾶς ε[ἰπών, ἀνα̣φερομέν[ων τριακοσ̣[ί]ων ταλά[ντων καὶ πε̣ν̣τ̣[ήκοντα ἀνθ' ἑπ̣[τ̣]ακοσίων, λ̣[αβὼν τὰ̣ εἴκοσι τάλα[ν̣τα οὐδένα̣ λ̣όγον ἐπ[οιήσατο............. ............... .............. ἐν τῶι δήμωι ἑ[πτακόσια φήσας εἶν[αι τάλαντα νῦν τὰ ἡ[μίση ἀναφέρεις, κα[ὶ..
[col. 11] ........ω ὅτι του ..... ἀν]ε̣ν[ε]χθῆναι ......εἰ̣ς ἀκρόπολιν .....τα]ῦ̣τ[α] τὰ πράγματα].......... (desunt v. IV) .......ο̣νλι̣.... .... ἔ̣κρινο̣ν̣ τ[ὸ]ν̣ ......οὔτ̣'] ἂν ἐ̣π̣ρίατο Ἅρπαλ]ος τ̣ὰς .φε......ο]ὔτ̣' ἂν ἡ πόλις ἐν αἰτ̣ί̣α̣ι̣σ̣] καὶ̣ δ̣ι̣αβολαῖς ἦν.] ἀλλὰ π̣ά̣ν̣τω]ν̣ τούτ̣ω̣ν ὦ Δημό̣σθενεσ] ..τ̣.μ̣.ε̣ιο ........α̣] ἐστίν ..........μ̣ως εγ ..........σ̣τους ..........α̣]ἰσχυν ..........νει .........χρ]υσίον ...........γ̣ὰρ ὅτι ..........ν̣ο̣ιω ............τ̣ου ............πεν ...........ς]τατῆρας
[col. 12] ἔλαβε· σὺ δ' ὁ τῶι ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτ' ἐγλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότ[ι] τὸν καιρὸν τοῦτον τεταμίευσαι; καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν ὁ Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν; καὶ τῷ τοῦτο πιστόν; τοσοῦτον δ' ὦ ἄνδρες δικασταὶ τοῦ πράγματος καταπεφρόνηκεν Δημο[ς]θένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς [ἔ̣ο̣ι̣]κ̣ε̣ν,
[col. 13] ὁμο̣[λογεῖν μὲν εἰληφέναι τὰ χρήματ̣[α, ἀλλὰ κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος εἰς τὸ θεωρικόν· καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον, ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνε[γ̣]κ̣εῖν ἃ οὐ βούλετα[ι, καὶ εἰπεῖν ὅτι τῷ δήμωι προδεδάνειστ[α̣ι τὰ χρήματα εἰς τὴν διοίκησιν. ἐπειδὴ δ' ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἴη αὐτῷ ἰδίᾳ δεδωροδοκη[κ̣]έναι, ἀλλὰ καὶ τὸν δῆμ]ο̣ν οἴοιτο δεῖν ἀνα̣]πιμπλάναι........τ̣]α ...............
[col. 14] ..........ντ̣ο̣πα ..........α̣τ̣ο̣α̣ν .............α .............δ̣ο̣ .............τ̣ι̣ .............ο̣ι̣ .............[μ]ενο̣ς ............. λέγ[ω̣]ν καὶ αἰτ̣ι̣ώ̣[μενος, ὅτι Ἀλεξάνδρωι χαριζομένη ἡ βο̣υ̣λὴ ἀνε[λ]εῖν αὐτὸν βούλεται· ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιο̣ῦτον ἀνα[ι]ρεῖ, ὃν̣ ἔστιν πρίασθ[α̣]ι, ἀλλ' ὅντινα μήτε πεῖσαι ἔστιν μή[τ]ε χ̣ρ̣ήμ]ασιν διαφθεῖραι, τοῦτον δ[ὴ ς]κοποῦσιν ὅπω[ς ἐ]κ̣ παντὸς τρόπ[ου ἐκ]ποδὼν ποιήσουσ̣ι̣ν̣. κίνδυνος δ' ὡς ἔ[οι]κεν ἐστίν, μὴ σὺ ὦ Δημό̣σ̣θενες ἀπα̣ραίτ[η̣τος καὶ ἄπειστ[ο̣]ς εἶ πρὸς δωροδ̣[οκίαν, ἢ
[col. 15] μὴ νομίζ[ῃ̣ τις διὰ τῆς τούτω[ν̣ δωροδοκίας τὰ τυ[χόντα τῶν πραγμάτω̣[ν ἁλίσκεσθαι. ο[ὐ γὰρ ἄδηλόν ἐστιν, ὅτι [π̣άντες οἱ ἐπιβουλεύοντε[ς τοῖς Ἑλληνικοῖς πρ[άγμασιν τὰς μὲν μ[ικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζο[νται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμενοι, ο]ὐδ' ὅτι Φίλιππος τηλικ̣]οῦτος ἐγένετο ἐξ ἀρχ]ῆς χ̣[ρ]ήματα διαπέμψα̣]ς [ε]ἰς Πελοπόννη̣]σ̣ο̣ν̣ καὶ Θετταλίαν̣] κ[α]ὶ τὴν ἄλλην Ἑλλάδα], καὶ τοὺς ἐν δυνάμει] ὄντας ἐν ταῖς πόλε]σ̣ιν καὶ προεστῶτας] ......... (desunt v. V)
[fr. 4] [col. 16a] (desunt v. XXIV) .............ων ..............ν̣ ..............ε ...............
[col. 16b] (desunt v. XVI?) ............[ναυτικοῖς ἐργάζῃ χ̣[ρήμασιν καὶ ἐκδόσεις δί[δ̣ως, καὶ πριάμε̣νος ο̣[ἰκίαν...μο....ιυ.. πα..ν̣τω....ρ̣ω̣ι̣ οὐκ οἰκεῖς ἐ̣[ν Π]ειραιεῖ, ἀλ‹λ›' ἐξορμεῖς ἐκ τῆς πόλεως. δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν σω]τῆρα τῆς [ἑα̣υ̣τοῦ [πατρίδος εἶναι.. ............... ‑ ‑ ‑ ...........[τερατεύῃ
[col. 17] καὶ οὐχ ἅπασιν οἴει φανερὸν εἶναι, ὅτι φάσκων ὑπὲρ τοῦ δήμου] λέγειν ὑπὲρ Ἀλεξά]ν̣δρου φανερῶς ἐδημηγ̣]όρεις; ἐγὼ γὰρ οἶμαι καὶ̣] ἔμπροσθεν γνῶναι] ἅ̣παντας ὅτι τοῦτ' ἐ]ποίησας καὶ περὶ Θηβαί]ω̣ν καὶ περὶ τῶν ἄλ]λων ἁπάντων, κ]αὶ ὅτι χρήματα εἰς ταῦτα] δ̣οθέντα ἐκ τῆς Ἀσίας αὐ]τ̣ὸς σαυτῶι ἰδίᾳ περιπ̣]οιησάμενος κατηνάλω]σ̣α̣ς τὰ [πολλὰ.......... (desunt v. XII?) ........... [Ἅρπα[λος οὕτως ἐξαίφνης]
[col. 18] πρὸς τ[ὴ]ν Ἑλλάδα προσέπ̣[ε̣]σεν, ὥστε μηδένα προαισθέσθαι· τὰ δ' ἐν Πελοποννήσῳ καὶ τῇ ἄλλῃ Ἑλλάδι οὕτως ἔχοντα κατέλαβεν ὑπὸ τῆς ἀφίξεως τῆς Νικάνορος καὶ τῶν ἐπιταγμάτων ὧν ἧκεν φέρων παρ' Ἀλεξάνδρου περί τε τῶν φυγάδων καὶ περὶ τοῦ τοὺς κοινοὺς συλλόγους Ἀχαιῶν τε καὶ Ἀρκά[δ]ω̣ν καὶ Β]ο̣ι̣[ω̣]τ̣ῶ̣[ν..... (desunt v. XII?)
[col. 19] ταῦτα σὺ πα̣[ρεσκεύα̣κ̣α̣ς τῶι ψηφ[ίσματι, σ̣υ̣λλαβὼν τὸ[ν̣ Ἅρπαλον, καὶ τοὺς μὲ[ν Ἕλλη̣[ν̣]α̣ς ἅπαντας [π̣ρεσ̣]β̣ε̣ύ̣εσθαι πεπ[οίηκας ὡς Ἀλέξανδ[ρ̣ον, οὐκ ἔχοντας ἄλλ[η̣ν οὐδεμίαν ἀποσ[τροφήν, τοὺς δὲ σ̣[ατράπας, οἳ αὐτοὶ ἂν ἧκο̣[ν ἑκόντες πρὸς ταύτη̣[ν τὴν δύναμιν, ἔχοντες τὰ χρήματα καὶ τοὺ[ς στρατιώτας ὅσους ἕκ̣[αστος αὐτῶν εἶχεν, τούτους σύμπαντας οὐ μόνον κεκώλυκας ἀποστῆναι ἐκε̣[ίνου τῇ συλλήψει τῇ Ἁρπάλου, ἀλλὰ καὶ ......ἕ]κ̣α̣σ̣τον [α̣ὐ̣τῶν]............ (desunt v. VI?)
[fr. 5] [col. 20] (desunt v. X) ............ [ὑπὸ Δη]μ̣οσθένο[υς ἀποστ̣αλείς, παρὰ [δ' Ὀλυμπιάδι Καλλίας ὁ [Χαλκιδεύς, ὁ Ταυροσθένους ἀδελφός· τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα. καὶ οὐδὲν θαυμαστόν· οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶ̣ν αὐτῶν μέν]ων̣ εἰκότως φίλους̣] τοὺς ἀπ' Εὐρίπου κ[έ]κ̣τηται. εἶτα σὺ πε̣ρὶ φιλ]ί̣α̣ς πρὸς ἐμὲ τολμήσεις αὐτίκα μά]λα λέγειν;] ........
[col. 21] ................ ..[ταύτην τὴν φιλίαν διέ]λυσας αὐ̣[τ̣ό]ς, ὅτε χρ]υσίον̣ κ̣α̣τὰ τῆς πατρ]ίδος ἔλαβ̣ες καὶ μετ]ε̣βάλο[υ̣]· κα̣ὶ καταγέλα]σ̣τ̣ον μὲ̣ν σαυτὸν] ἐ̣ποίησας, κατῄσχυν]α̣ς δὲ το̣ὺς ἐκ τῶν ἔμπρ]ο̣σθεν χρόνων τῶν α]ὐτῶν τί σοι προελομέ]νο[υ̣]ς· κ̣αὶ ἐξὸν ἡμῖν] λαμπροτάτ̣οις εἶναι] π̣αρὰ τῷ δήμωι καὶ τὸ]ν̣ ὑπόλοιπον βίον ὑ]πὸ δόξης χρηστῆς πα̣]ραπεμφθῆν[αι, ἅπα]ντα ταῦτα ἀνέτρ[εψας, κα]ὶ οὐκ αἰσχύνε̣ι̣ νυ̣νὶ τηλικοῦτ[ο̣ς ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας. καίτοι ἔδει τοὐναντίον ὑφ' ὑμῶν παιδεύεσ̣θαι τοὺς νεωτέρους τ]ῶν ῥητόρων̣, καὶ εἴ̣] τι προπετέστερον
[col. 22] ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι. νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρον̣ίζουσιν. διόπερ ὦ ἄνδρες δ[ικα]σταὶ δικαίως ἂν ὀργίζοισθ]ε Δημοσθένει, ε̣ἰ καὶ δόξης ἱκανῆς καὶ] πλούτου πολλοῦ δ[ι' ὑ̣]μ̣ᾶς μετεσχηκ̣ὼ̣[ς] μ̣η̣δ' ἐπὶ γήρως ὀ]δ̣ῷ κ̣ή̣δεται τῆς π̣ατ̣ρ̣[ί]δ̣ο̣ς. ἀλλ' ὑμεῖς μὲν ᾐσχύ̣νεσθε ἐπὶ τ̣ῆ̣ς .........υ̣ τ]οὺς π̣ε̣ριεστηκότας τῶ]ν̣ Ἑλλήνων, ὅτε τινῶ]ν κατεχειροτον]ε̣ῖτε, εἰ τοιούτο̣[υς καὶ] δ̣ημαγωγοὺς κα̣[ὶ̣ στρ]ατηγοὺς καὶ φύ̣λακα]ς τῶν πραγμ̣[άτων .......κ̣τ̣...... (desunt v. III)
[col. 23] ο̣.............. ρ.............. μ............. δε̣............. νε̣............. τοι............ εσ............. κου............ κε............. ν̣α̣............. δικ............ την............ κτην̣........... μεν............ ταστ̣........... κυρ̣ι........... των̣............ τας λα̣...... [ἀδικουντα̣ι̣ ........ χα............. τηλι........... κλατ̣........... των........[κινδυνε[υ......... τους ὁ ......... πιτω̣........... καιτ̣........... ταις δ......... τε̣αν̣...........
[fr. 6] [col. 24] ο]ὐ γ̣ά̣ρ̣ ἐστιν ὁμοίως δειν̣ό̣]ν, εἴ τις ἔλαβεν], ἀλλ' εἰ ὅθεν μὴ δεῖ, ο̣]ὐδ[έ] γ' ὁμοίως ἀδι]κ̣οῦσ̣ι̣ν οἱ ἰδιῶται οἱ λαβ]όντε̣ς τὸ χρυσίον καὶ] ο̣ἱ ῥήτορες καὶ οἱ στρατ]η̣γοί. διὰ τί; ὅτι τοῖς μὲν] ἰ̣διώταις Ἅρπαλος ἔ]δ̣ω̣κεν φυλάττειν τ]ὸ χ̣ρυσίον, οἱ δὲ στρατη̣]γ̣ο̣ὶ̣ καὶ οἱ ῥήτορες πρ]άξεων ἕνεκα εἰλή]φ̣α̣σ̣ιν. οἱ δὲ νόμοι τ]ο̣ῖ̣[ς] μὲν ἀδικοῦσιν ἁπλ̣]ᾶ, το[ῖ]ς δὲ δω̣ροδοκοῦσι]ν̣ δ̣εκ̣απλᾶ τὰ ὀφλ̣]ή̣μ̣α̣τ̣α πρ̣οστ̣άττουσιν] ἀ̣ποδιδόν̣[α̣]ι· ὥσπερ οὖ̣]ν̣ τὸ τίμημα τιμῆ]σ̣αι ἔστιν ἐκ τῶν νόμ̣]ων τούτοις .......ς, οὕτω καὶ .......ι̣ παρ' ὑμῶν ......σ̣ι κατ' αὐτῶν .....α̣ι̣. ὅπερ γὰρ καὶ ἐν τ]ῶ̣ι δήμωι εἶπον, π]ολλὰ ὑμεῖς ὦ ἄνδρ]ες δικασταὶ δίδοτε ἑ̣]κόντες τοῖς
[col. 25] στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας, ἓν μόνον παραφυλάττοντες, ὅπως δι' ὑμᾶς καὶ μὴ καθ' ὑμῶ̣ν ἔσται τὸ λαμβανόμενον· καὶ Δημοσθένη καὶ Δημάδην ἀπ' αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἢ ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρ' Ἀλεξάνδρου. οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτ' ἐκεῖνα, ἀλλ' ἤδη ἐπ' αὐτῶι τῶι σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολ[άζ]ειν ἐστίν; ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐ̣άν
[col. 26] τις ἀρχήν τιν[α ἄρχων δι' ἄγνοιαν ἢ̣ [δι' ἀπειρίαν ἁμάρτῃ τ̣[ι, οὗτος ὑπὸ τούτων κ[αταρρητορευθεὶς ἐν τῷ [δικαστηρίωι ἢ ἀπο[θανεῖται ἢ ἐκ τῆς πατ[ρίδος ἐκπεσεῖται· αὐτ[οὶ δὲ τηλικαῦτα ἀδικ[ήσαντες τὴν πόλιν οὐδ[εμιᾶς τιμωρία[ς τεύξονται; καὶ Κόν[ων μὲν ὁ Παι‹α›νιεύς, [ὅτι ὑπὲρ τοῦ ὑοῦ ἔλαβ̣[εν τὸ θεωρικὸν ἀπ̣[οδημοῦντος, πέντ[ε δραχμῶν ἕνεκεν [ἱκετεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῶι δικαστηρίωι τούτων κατηγορούντων· καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη
[col. 27] (desunt v. XXIV) τ̣................ οτ̣............... ατ̣............... σθο̣............. μετ̣..............
[fr. 7]
[col. 28] (desunt v. VII) ἡμᾶς ὁ δῆμ̣[ος ἐν τῶι μετὰ ταῦτα χρ[όνωι οὐκ εἴα προσ[ιέναι αὑτῶι οὐδὲ δια[λέγεσθαι, ἀλλὰ καὶ συ̣[μβούλοις ἐχ]ρῆτο καὶ σ[υνηγόροις].......... ................ .....τοῦ δ̣]ὲ ἐπιόντος ..... ἐ]π̣ὶ τὴν διοίκησιν τῶ]ν αὑτοῦ ἅπασαν [ταμ]ίαν ἐχειροτόνησ[εν, ὑπ]ο̣λαμβάνων [χ]άριν α[ὐ]τῶι π̣]αρ' ἡμῶν ὀφείλεσ̣]θαι, ὅπερ δίκαιον ἦν. καὶ πρὸς τούτοις ἀγώνων ἡμῖν ὕστερον πολλῶν γεγενημένων ἐξ ἐ]κείνων τῶν πραγ]μάτων [καὶ αὐτοῦ [col. 29] τοῦ π]ο̣λ̣έ̣μου, οὐδεπώποτε ἡ]μ[ῶ̣]ν ο[ὗ̣]τ̣οι κα]τ̣[ε]ψ̣η̣φ̣ίσ̣αν̣τ̣ο, ἀλλ' ἐκ πάντ̣ω̣ν̣ ἔ̣σωσαν, ὅπερ μ]έγιστον κ̣αὶ ἀξιοπι]σ̣τ̣ό̣τατον τῆς τοῦ δήμ]ο̣υ̣ [εὐ]ν̣οίας σημεῖον. καὶ γρά]ψαι ὦ Δημόσθενες] ..... ‑ ‑ ‑
[col. Bab3] ..... ὑ̣]πὸ το[ῦ ψηφίσματος [ἡλωκέναι σε αὐτόμ[ατον, οὐκ ἐποίησαν...... γενομεν........ ‑ ‑ ‑ π.............. πα............. το ἐτ̣........... ρ̣.............. ρε............. (desunt v. III?) ............. [ὁ δῆμος
[col. 30] ἐποίησεν, ὥστ' αὐτ̣[ὸ]ς ὑπὸ τῆς τύ̣χης ἀφαιρεθεὶς τὸν στέφανον, ἡμῶν ὃν ἔδωκεν οὐκ ἀ̣φ̣είλετο. οὕτως οὖν ἡμῖν τοῦ δήμου προσενηνεγμένου, οὐ πάντα ‹τὰ› δί[κ̣α]ι̣' ἂ̣ν̣ αὐτῷ ἡμεῖς ὑπ̣η̣]ρετοῖμεν καὶ εἰ δ[έοι ἀ]π̣οθνῄσκοιμεν [ὑπὲρ] α̣ὐτοῦ; ἐγὼ μὲν οἶμαι· ἀλλὰ ς]ὺ κατὰ τοῦ δήμου]......μ̣ε .............θο .............ια ‑ ‑ ‑
[col. Bab2] μ..ε̣υπ̣..ε̣...... ς]θαι εὐεργετήματ[α· ο̣ὐ γὰρ τὴν̣ ἑτέρων π]ατ̣ρίδα εὖ π[ο]ιεῖν αὐ]τ̣ο̣ύς, ἀλλὰ τὴν ἑαυτῶν, ο]ὐδὲ μ....ε̣ ‑ ‑ ‑
[col. 31] αν καὶ λόγου δύναμιν ἀποδεικνύμενος διατετέλεκας. καὶ ὅτε μὲν ἡγοῦ τὴν βουλὴν ἀποφανεῖν τοὺς ἔχοντας τὸ χρυσίον, πολεμικὸς ὢν καὶ ταράττων τὴν πόλιν, ἵνα τὴν ζήτησ̣ιν ἐκκρούοις· ἐπειδὴ δὲ ἀναβάλοιτο τὸ ἀ̣ποφῆναι ἡ βουλή, οὔπω φάσκουσα εὑρηκέ̣ναι, τότ' ἐν τῷ δήμωι συγχωρῶν Ἀλεξάνδρῳ καὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος εἶναι εἰ βούλ]οιτο, [κα]ὶ ἀφικομένου] (desunt v. X?)
[col. 32] οστους ......... ἐβούλετ̣[ο ...... στῆσαι εἰκό[να Ἀλεξάνδρου βασιλ̣[έως τοῦ ἀνικήτου θε[οῦ....... τ̣ο̣υ̣............ θειν̣........... καιε.........[ἀγγελίαν.....[Ὀλυμπίας ........... (desunt v. II) κακαι̣.......... ἀπήγ̣[γειλε τῶι δήμωι............ ξ.............. σ............. ε............. π............. ῃ̣............. τ̣............. (desunt v. VII?)
[fr. 8] [col. 33] (desunt v. III) ..............ε ...........ι̣σοι ............τηι .............η ............ραυ .............πε (desunt v. IV) ..............ν (desunt v. XIV?) ..........[τῶν ἐγκλημάτων,
[col. 34] καὶ κή̣ρυγμα περὶ [τού]τ̣ων̣ ἐποιήσατο· οἱ δ' [ἀν]τ̣[ὶ τοῦ ἀποδόντες ἃ ἔλαβο[ν ἀπηλλάχθαι τιμωρίας καθ' αὑτῶν καὶ ζητήσεις ἔγραφον. τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δ' αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν; ἐᾶν ἀτιμωρήτους; ἀ‹λ›λ' αἰσχρὸν ὦ ἄνδρες δικαστ[α̣ὶ ἰ]δίων ἕνεκα ἐγκ[λη]μάτων πόλεως σωτηρίαν κινδυ̣]νεύειν· οὐ γὰρ ἔσ̣τ̣ι̣]ν ὑμᾶς τ[ο̣]ύτων ἀπ̣]οψηφίσα[ς]θαι, μὴ ἐθέλοντας̣] ἀ̣ν̣α̣δ̣έξασθαι καὶ τὰ ἀδική]μ̣ατα αὐτῶν.]......ε̣ν (desunt v. IV?)
[col. 35] (desunt v. XIII) σ............... ε............... ὑπ̣....... [Ἀλεξανδρο̣............. Ἀττ[ικη......... κ............... μ[ὴ τοίνυν ὦ ἄνδρες δικ̣ασ̣[ταὶ προτιμᾶτε τὴν τούτω̣[ν πλεονεξίαν τ[ῆς ὑμετέρας αὐτῶν̣ [σωτηρίας· μηδὲ λη̣[μμάτων αἰσχρῶν ἕν̣[εκα τὸν πόλεμον, ἀλ̣[λ̣ὰ πραγμάτων ἀξιω̣[τέρων
[col. 36] καὶ] μεταλ[λ]α̣[γῆς ἀμείνονος] π̣ο̣ι̣ή̣[σησθε (desunt v. XXVI?)
[fr. 9] [col. 37] (desunt v. V) .......σ̣σ̣αλ̣..... .... ὑ]πὲρ αὐτῶν ἐ.....οις τὴν εἰρήνην ἐπ]οιησάμεθα .......β̣ουλευω .........ω̣ν χρη .........εν χε̣ (desunt v. XVI?)
[col. 38] αὐτ̣ῷ παρ' ἑκάστου ἡμῶν γίγνεσθαι, καὶ τὸ μὲν κατηγορεῖν ἐν τῶι δικαστηρίωι καὶ ἐξελέγχειν τοὺς εἰληφότας τὰ χρήματα καὶ δεδωροδοκηκότας κατὰ τῆς πατρίδος ἡ[μῖν̣] προσ̣[έτ̣]α̣ξεν [τοῖς ἡιρ̣η̣μ̣ένοι̣ς κατη[γόροις]· τὸ δ' ἀπ̣[οφῆναι τοὺς ε]ἰληφότας ἀπέδωκεν τ]ῇ βουλῇ τῆι ἐξ Ἀρείου] π̣άγου, ἣ τούτους εἰς τ]ὸν δῆμον ἀπέδει]ξεν· τὸ δὲ κολάσαι τ]ο̣ὺ̣ς [ἀδικοῦντας ὑμῖν] (desunt v. XI?) [ἐξ Ἀρείου
[col. 39] πάγου. ἐὰν δὲ ἡ ψῆφος μὴ ἀκόλουθος γένηται τοῖς νόμοις καὶ τοῖς δικαίοις, τοῦτο δὴ ὦ ἄνδρες δικασταὶ παρ' ὑμῖν ἔσται καταλελειμμένον. διόπερ δεῖ πάντας ὑ̣μ̣ᾶ̣[ς] τ̣ο̣.....α̣.. ............δ̣ας (desunt v. II) τὴ]ν σ̣ωτ̣η̣[ρίαν τῆς π]ό̣λεως κ̣α̣ὶ̣ τ̣ὴν ἄλλη̣]ν τὴν ε̣ὐ̣δαιμονία̣ν τὴν ὑπάρχουσαν ὑμῖν ἐν τῆι χώραι καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑνὶ ἑκάστωι καὶ εἰς τοὺς τάφους τοὺς τῶν προγόνων τιμωρήσασθαι τοὺς ἀδικοῦντας ὑπὲρ ἁπάσης τῆς πόλεως, καὶ μήτε λ]ό̣γου παράκλησιν μήτ̣ε̣] ι......π̣[α̣]λ̣ (desunt v. II) .....[τοὺς εἰληφότας
[col. 40] δῶ[ρα κατὰ τῆς πατρίδος καὶ τ̣[ῶν νόμων· μηδ̣[ὲ̣ τοῖς δακρύοις τοῖς Ἁγ[ν̣ωνίδου προσέχετε̣ [τὸν νοῦν, ἐκεῖνο λο[γιζόμενοι, ὅτι ἀτυχ[ή̣σαντι μὲν ο...... (desunt v. VIII) [ἐφοδι........... οὗτος δ' ἂν [κ̣λαίων οὐ δίκαια ποιήσ[ειεν, ὥσπερ καὶ οἱ λ[η̣ισταὶ οἱ ἐπὶ τοῦ τροχ̣[οῦ κλαίοντες, ἐξὸν αὐ[τ̣οῖς μὴ ἐμβαίνε[ιν εἰς τὸ πλοῖον. οὕτω καὶ Δη[μ̣οσθένης τί προσ[ῆκον κλαιήσει, ἐ̣[ξὸν αὐτῷ μὴ λαμ[βάνειν.... ‑ ‑ ‑ [οὐδὲ μέχρι παραγραφῆς] ‑ ‑ ‑ [Ἀλλὰ τοὺς νεωτέρους ἐπὶ βοήθειαν καλεῖς, οὓς ὕβριζες καὶ ἐλοιδοροῦ ἀκρατοκώθωνας ἀποκαλῶν;] ‑ ‑ ‑ [εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σε] ‑ ‑ ‑ [ἄνανδρος]