α. Περὶ Ἀβίτου τοῦ καὶ Ψευδαντωνίνου καὶ τῶν φόνων ὧν εἰργάσατο (c. 17).
β. Περὶ ὧν παρενόμησεν καὶ ὡς τὴν ἀειπαρθένον ἔγημε (ep. c. 11, 1. 2 et c. 9).
γ. Περὶ τοῦ Ἐλεογαβάλου καὶ ὡς τὴν Οὐρανίαν ἐς τὴν Ῥώμην μεταπεμψάμενος τῷ Ἐλεογαβάλῳ συνῴκισεν (ep. c. 11, 3 et c. 12).
δ. Περὶ τῆς ἀσελγείας αὐτοῦ (ep. c. 1316).
ε. Ὡς τὸν ἀνεψιὸν ἐποιήσατο, ὃν καὶ Ἀλέξανδρον μετωνόμασεν (ep. c. 17. 18).
[ζ.] Ὡς κατελύθη καὶ ἐσφάγη (ep. c. 1921).
Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Μακρίνου καὶ Ἀδβέντου ὑπατείας καὶ ἄλλα ἔτη δ΄, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
Ψευδαντωνῖνος τὸ β΄ καὶ Κ. Τινέιος Σακέρδως
Ψευδαντωνῖνος τὸ γ΄ καὶ Μ. Οὐαλέριος Κωμάζων
Γ. Βέττιος Γρᾶτος Σαβινιανὸς καὶ Μ. Φλάβιος Βιτέλλιος Σέλευκος
Ψευδαντωνῖνος τὸ δ΄ καὶ Μ. Αὐρήλιος Σευῆρος Ἀλέξανδρος.
[1] ὁ δὲ δὴ Ἀουῖτος εἴτε Ψευδαντωνῖνος εἴτε καὶ Ἀσσύριος ἢ καὶ Σαρδανάπαλλος Τιβερῖνός τε (καὶ γὰρ ‹καὶ› ταύτην τὴν προσηγορίαν, ἐπειδὴ τὸ σῶμα σφαγέντος αὐτοῦ ἐς τὸν Τίβεριν ἐνεβλήθη, ἔλαβεν) τότε μὲν μετὰ τὴν νίκην ἔς τε τὴν Ἀντιόχειαν τῇ ὑστεραίᾳ ἐσῆλθε, πεντακοσίας τοῖς ἀμφ' αὐτὸν στρατιώταις δραχμάς, ὅπως μὴ διαρπάσωσιν αὐτήν, οὗπερ τὰ μάλιστα ἐπεθύμουν, προϋποσχόμενος· [2] ἅς που καὶ παρὰ τοῦ δήμου ἐσέπραξεν· καὶ ἐς τὴν Ῥώμην ἄλλα τε οἷα εἰκὸς ἦν ἐπέστειλε, πολλὰ μὲν τὸν Μακρῖνον ἄλλως τε καὶ ἐς τὴν δυσγένειαν τήν τε ἐπὶ τὸν Ἀντωνῖνον ἐπιβουλὴν διαβάλλων (πρὸς γοῦν τοῖς ἄλλοις τοῦτο ἔφη ὅτι "ᾧ μηδ' ἐσελθεῖν ἐς τὸ συνέδριον μετὰ τὸ κήρυγμα τὸ χωρὶς τῶν βουλευτῶν τοὺς λοιποὺς ἐξεῖργον ἐξῆν, οὗτος ἐτόλμησεν τὸν αὐτοκράτορα, οὗ τὴν φρουρὰν ἐπεπίστευτο, δολοφονήσας τὴν ἀρχὴν αὐτοῦ παρασπάσασθαι καὶ αὐτοκράτωρ πρότερον ἢ βουλευτὴς γενέσθαι"), [3] πολλὰ δὲ καὶ περὶ ἑαυτοῦ οὐχ ὅτι τοῖς στρατιώταις ἀλλὰ καὶ τῇ βουλῇ τῷ τε δήμῳ καθυπισχνούμενος (κατά τε γὰρ τὸν τοῦ Αὐγούστου, ᾧ καὶ τὴν ἡλικίαν τὴν ἑαυτοῦ ἀφωμοίου, καὶ κατὰ τὸν τοῦ Ἀντωνίνου τοῦ Μάρκου ζῆλον ἅπαντα ἅπαξ πράξειν ἐπηγγείλατο), [4] καὶ δῆτα καὶ αὐτὸ τοῦτο ἔγραψεν, αἰνιττόμενος πρὸς τὰς διαβολὰς τὰς ἐς αὐτὸν ὑπὸ τοῦ Μακρίνου θρυληθείσας, ὅτι τὴν ἡλικίαν τὴν ἐμὴν διαβαλεῖν ἐπεχείρησεν, αὐτὸς πενταετῆ υἱὸν ἀποδείξας.
[2]
[1] ταῦτά τε οὖν τῇ βουλῇ ἐπέστειλεν, καὶ τὰ ὑπομνήματα τὰ παρὰ τοῖς στρατιώταις γενόμενα τά τε γράμματα τοῦ Μακρίνου τὰ τῷ Μαξίμῳ γραφέντα ἔπεμψεν μὲν καὶ τῇ γερουσίᾳ ἔπεμψεν δὲ καὶ τοῖς στρατεύμασιν, ἵν' ἐξ αὐτῶν ἔτι μᾶλλον τήν τε ἐκείνου [2] μνήμην μισήσωσι καὶ ἑαυτὸν ἀγαπήσωσιν. καὶ ἐν μὲν τῇ πρὸς τὴν βουλὴν ἐπιστολῇ τῷ τε πρὸς τὸν δῆμον γράμματι καὶ αὐτοκράτορα καὶ Καίσαρα, τοῦ τε Ἀντωνίνου υἱὸν καὶ τοῦ Σεουήρου ἔγγονον, εὐσεβῆ τε καὶ εὐτυχῆ καὶ Αὔγουστον, καὶ ἀνθύπατον τήν [3] τε ἐξουσίαν τὴν δημαρχικὴν ἔχοντα ἑαυτὸν ἐνέγραψεν, προλαμβάνων αὐτὰ πρὶν ψηφισθῆναι, τῷ ....... ματι οὐ τῷ τ....... ἀλλὰ τῷ τοῦ π....... ἐχρήσατο, ο........ ησεν καὶ αν.. ...... τὰ τῶν στρατιωτῶν ὑπομνήματα ο ........ γὰρ δὴ τοῦ Μακρίνου ... ματα καισαρ ....... δὲ δὴ δορυφόροις καὶ Ἀλβανίοις [4] τοῖς ἐν τῇ Ἰταλίᾳ οὖσι ....... καὶ ὅτι ὕπατο ...... ρευσειηπρ ........ λε καὶ τὰ με ........ ριος Κηνσωρῖνος ... προστασίαν ....... ἀνελέξατο ........ Μακρίνου σ ........ αὐτὸς ὡς οὐχ ...... διὰ τῆς ἑαυτ....... δημοσιωθ.......... ἀναγνῶναι ........ τὰ γράμματ...... Σαρδαναπαλλο...... ..νος τοῦ κλ......... ἐς τοὺς ὑπατευκότας ἐγκατελέξατο, ... .... ἐνετείλατο ἵνα, εἴ τις ἀνθίσταιτο, τῇ χειρὶ τῇ τῶν στρατιωτῶν [5] χρήσηται· ἀφ' οὗ δὴ ...... σια καὶ ἄκουσα πάντα ἐκείνοις δ . ἀνέγνω . τῇ γὰρ ἐπαρτηθείσῃ ἀνάγκῃ οὐδὲν οὔτε τῶν δεόντων οὔτε τῶν συμφερόντων σφίσι πρᾶξαι ἠδυνήθησαν, ......, ἀλλὰ ὑπὸ τοῦ φόβου ἐξεπλάγησαν ........... ...... καὶ τόν τε Μακρῖνον, [6] ὃν πάμπολλα ἐπῃνέκεσαν, ἐν πολεμίου μοίρᾳ σύν τε τῷ υἱεῖ ἐλοιδόρησαν, καὶ τὸν Ταραύταν, ὃν καὶ πολέμιον ἀποδεῖξαι πολλάκις ἠθελήκεσαν, τότε ἐσέμνυνον, καὶ τὸν υἱὸν δῆθεν αὐτοῦ ηὔχοντο ὅμοιον γενέσθαι αὐτῷ.
[3]
[1] ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτα. ὁ δὲ Ἀουῖτος τὸν Πολλίωνα ... τῆς Γερμανίας ..... ἄρξαι προσέταξεν, ἐπεὶ καὶ Βιθυνίας ......... τα ἐκεῖνος περιεγεγόνει. αὐτὸς δὲ καταμείνας τινὰς μῆνας ἐν τῇ Ἀντιοχείᾳ μέχρις οὗ τὴν ἀρχὴν πανταχόθεν ἐβεβαιώσατο, ἐς τὴν Βιθυνίαν ἦλθεν, πάρεδρον ...... οι πολλάκις ......... ν, ὥσπερ καὶ κατὰ τὴν [2] Ἀντιόχειαν εἰώθει, ποιούμενος. ἔνθα δὲ ἐπιχειμάσας ἐς τὴν Ἰταλίαν διὰ τῆς Θρᾴκης καὶ τῆς Μυσίας καὶ τῆς Παννονίας ἑκατέρας ἐπορεύθη, κἀκεῖ μέχρι τῆς τοῦ βίου τελευτῆς κατέμεινεν, ἓν μέν τι καὶ σφόδρα ἀγαθοῦ αὐτοκράτορος ἔργον ποιήσας (πολλῶν γὰρ πολλὰ καὶ ἰδιωτῶν καὶ δήμων, τῶν τε ........ ι αὐτοῦ τούτων ........ τῆς τε βουλῆς, καὶ ἰδίᾳ καὶ κοινῇ ἔς τε τὸν Καράκαλλον καὶ ἑαυτόν, ἐκ τῶν τοῦ Μακρίνου γραμμάτων, καὶ λόγῳ καὶ ἔργῳ ὑβρισάντων, οὐδενὶ τὸ παράπαν οὔτε ἐπεξιέναι ἔφη οὔτε ἐπεξῆλθεν), [3] ἐς δὲ δὴ τἆλλα πάντα καὶ αἰσχρουργότατα καὶ παρανομώτατα καὶ μιαιφονώτατα ἐξοκείλας, ὥστε τὰ μέν τινα αὐτῶν μηδ' ἀρχὴν πώποτ' ἐν τῇ Ῥώμῃ γενόμενα ὡς καὶ πάτρια ἀκμάσαι, τὰ δὲ καὶ τολμηθέντα ἄλλοτε ἄλλοις ὡς ἑκάστοις, ἔτεσι τρισὶ καὶ [ἐν] μησὶν ἐννέα ἡμέραις τε τέτταρσιν, ἐν αἷς ἦρξεν, ὥς γ' ἄν τις ἀπὸ τῆς μάχης [4] ἐν ᾗ τὸ παντελὲς κράτος ἔσχεν ἀριθμήσειεν, ἀνθῆσαι. ἐφόνευσε μὲν γὰρ ἐν τῇ Συρίᾳ τόν τε Νέστορα καὶ Φάβιον Ἀγριππῖνον τὸν ἄρχοντα αὐτῆς, τῶν τε ἱππέων τῶν ἀμφὶ τὸν Μακρῖνον τοὺς πρώτους· ὅπερ που καὶ τῶν ἐν τῇ Ῥώμῃ τοὺς μάλιστα οἰκειωθέντας αὐτῷ εἰργάσατο· κἀν τῇ Ἀραβίᾳ Πεῖκαν Καιριανὸν τὸν ἐπιτετραμμένον [5] αὐτήν, ὅτι μὴ παραχρῆμα αὐτῷ προσέθετο, ἔν τε τῇ Κύπρῳ Κλαύδιον Ἄτταλον τὸν τῆς Θρᾴκης ποτὲ ἄρξαντα, καὶ ὑπὸ μὲν τοῦ Σεουήρου ἐκ τοῦ συνεδρίου ἐν τῷ τοῦ Νίγρου πολέμῳ ἐκπεσόντα, ὑπὸ δὲ τοῦ Ταραύτου ἐς αὐτὸ ἐπαναχθέντα, καὶ τότε ἐκ τοῦ κλήρου τῇ Κύπρῳ προσταχθέντα, ὅτι τῷ Κωμάζοντι προσεκεκρούκει· στρατευόμενον γάρ ποτε αὐτὸν ἐν Θρᾴκῃ καὶ [4] [1] κακουργήσαντά τι ἐς τοὺς τριηρίτας ἀπεώσατο. τοιοῦτος γάρ τις ὁ Κωμάζων ὢν καὶ τοῦτο τοὔνομα ἔκ τε μίμων καὶ γελωτοποιίας ἔχων τῶν τε δορυφόρων ἦρξεν, ἐν μηδεμιᾷ τὸ παράπαν ἐπιτροπείᾳ [2] ἢ καὶ προστασίᾳ τινὶ πλὴν τῆς τοῦ στρατοπέδου ἐξετασθείς, καὶ τὰς τιμὰς τὰς ὑπατικὰς ἔλαβεν, καὶ μετὰ τοῦτο καὶ ὑπάτευσεν καὶ ἐπολιάρχησεν, οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, ὃ μηδενὶ πώποτε ἄλλῳ ὑπῆρξεν· ὅθεν που καὶ τοῦτ' ἐν τοῖς παρανομωτάτοις ἐξαριθμήσεται.
[3] ὁ μὲν οὖν Ἄτταλος δι' ἐκεῖνον ἀπέθανεν, ὁ δὲ δὴ Τρικκιανὸς διὰ τοὺς Ἀλβανίους ὧν ἐγκρατῶς ἐπὶ τοῦ Μακρίνου ἡγεῖτο, Καστῖνός θ' ὅτι δραστήριός τε ἦν καὶ πολλοῖς στρατιώταις, ἔκ τε τῶν ἀρχῶν ὧν ἦρξε καὶ ἐκ τῆς πρὸς τὸν Ἀντωνῖνον συνουσίας, [4] ἔγνωστο· διόπερ καὶ ὑπὸ τοῦ Μακρίνου τὴν ἄλλως προπεμφθεὶς ἐν Βιθυνίᾳ τὴν δίαιταν ἐποιεῖτο. τοῦτόν τε οὖν ἀπέκτεινεν, καίτοι τῇ γερουσίᾳ περὶ αὐτοῦ γράψας ὅτι αὐτὸν εἰρχθέντα τῆς Ῥώμης, ὥσπερ καὶ τὸν Ἄσπρον τὸν Ἰούλιον, ὑπὸ τοῦ Μακρίνου ἀποκατέστησεν, [5] καὶ Σύλλαν τὸν τῆς Καππαδοκίας ἄρξαντα, καίπερ ἀπηλλαγμένον ἐξ αὐτῆς, ὅτι τ' ἐπολυπραγμόνει τινά, καὶ ὅτι [τε] μεταπεμφθεὶς ὑπ' αὐτοῦ ἐκ τῆς Ῥώμης ἀπήντησε τοῖς στρατιώταις τοῖς Κελτικοῖς οἴκαδε μετὰ τὴν ἐν τῇ Βιθυνίᾳ χειμασίαν, ἐν ᾗ [6] τινὰ ὑπετάραξαν, ἀπιοῦσιν. οὗτοι μὲν δὴ διὰ ταῦτα ἀπώλοντο, καὶ οὐδὲ ἐπεστάλη τι περὶ αὐτῶν τῇ γερουσίᾳ, Σέιος δὲ δὴ Κᾶρος ὁ Φουσκιανοῦ τοῦ πολιαρχήσαντος ἔκγονος ὅτι τε ἐπλούτει καὶ ὅτι μέγας καὶ νοῦν ἔχων ἦν, πρόφασιν ὡς καὶ συνιστάς τινας τῶν ἐν τῷ Ἀλβανῷ στρατευομένων (καὶ μόνου γε ἐκείνου ἀποδεικνύντος [7] τινὰ ἤκουσεν ἐν τῷ παλατίῳ, ἐν ᾧ καὶ ἐσφάγη), Οὐαλεριανός τε Παῖτος ὅτι εἰκόνας τινὰς ἑαυτοῦ ἐπιχρύσους πρὸς παλλακίδων κοσμήματα ἐξετύπωσεν· ἐκ γὰρ τούτου καὶ αἰτίαν ἔσχεν ὡς καὶ [ἐς] Καππαδοκίαν ὅμορον τῇ πατρίδι αὐτοῦ οὖσαν (Γαλάτης γὰρ ἦν) ἀπελθεῖν ἐπὶ νεωτερισμῷ διανοούμενος, καὶ κατὰ τοῦτο χρυσοῦς [5] [1] γλύμμα ἑαυτοῦ φέροντας ποιούμενος. καὶ ἐπὶ τούτοις καὶ ὑπὸ τῆς βουλῆς ἐθανατώθη ὁ Μεσσάλας ὁ Σίλιος ὅ τε Βάσσος ὁ Πομπώνιος, ἐγκλήματα λαβόντες ὅτι [ἔφη] τοῖς πραττομένοις ὑπ' [2] αὐτοῦ οὐκ ἠρέσκοντο. τοῦτο γὰρ οὐδὲ τῇ βουλῇ γράψαι περὶ αὐτῶν ὤκνησεν, ἐξεταστάς τε αὐτοὺς τοῦ ἑαυτοῦ βίου καὶ ἐπιτιμητὰς τῶν ἐν τῷ παλατίῳ δρωμένων εἰπὼν εἶναι· "τὰς γάρ τοι τῆς ἐπιβουλῆς δῆθεν αὐτῶν ἀποδείξεις οὐκ ἔπεμψα ὑμῖν" ἔφη, "ὅτι μάτην ἀναγνωσθήσεσθαι ἔμελλον ἤδη σφῶν τεθνηκότων."
[3] ὑπῆν δέ τι καὶ ἕτερον αἰτίαμα πρὸς Μεσσάλαν, ὅτι πολλὰ ἐρρωμένως ἐν τῷ συνεδρίῳ ἀπεφαίνετο· διόπερ καὶ κατ' ἀρχὰς αὐτὸν ἐς τὴν Συρίαν, ὡς καὶ πάνυ τι αὐτοῦ δεόμενος, μετεπέμψατο, [4] ὅπως μὴ καὶ καθηγεμὼν αὐτῇ ἀλλοδοξίας γένηται. τῷ δὲ δὴ Βάσσῳ, ὅτι γυναῖκα καὶ εὐπρεπῆ καὶ εὐγενῆ εἶχεν· τοῦ τε γὰρ Σεουήρου ‹τοῦ› Κλαυδίου καὶ τοῦ Ἀντωνίνου τοῦ Μάρκου ἀπόγονος ἦν. ἀμέλει καὶ ἔγημεν αὐτήν, μηδὲ ἐκθρηνῆσαι τὴν συμφορὰν [5] ἐπιτρέψας. καὶ περὶ μὲν τῶν γάμων αὐτοῦ, ὧν τε ἐγάμει ὧν τε ἐγήματο, αὐτίκα λελέξεται· καὶ γὰρ ἠνδρίζετο καὶ ἐθηλύνετο καὶ ἔπραττεν καὶ ἔπασχεν ἑκάτερα ἀσελγέστατα ..... δὲ δὴ δυς ............ περὶ αὐτσ ........... σίᾳ ἐφο ............ [6] σαντων ............ νος καὶ μ........... λιωνα δε α..... ..... ὑφ' ὧν πε ............ τευομεν ............ τω τειχε ........... κτο ἰδίαν .......... ἀμυνομε ............ Σέργιος α.......... τὸν Καρο........... τινα καὶ μ....... ... προσδιει .......... ουν ἐκ τι ........... δρωνων ......
[7] ....... τινα διατ.......... ποιήσας ............ ὑπ' αὐτ ............ διωλομ............. δενος η............ τ' ἐκείνου .......... αἰτίαν ἐπι ......... φόνῳ τὰ μ....... ... τε ἱππέων .......... Καισαρείων ........ ἐφθάρησαν [6] [1] ......... οὐδὲν δεο .......... ......... ν δὲ δὴ τὸν τὴν ἐπανάστασιν κατασκευάσαντα, τὸν ἐς τὸ στρατόπεδον αὐτὸν ἐσαγαγόντα, τὸν τοὺς στρατιώτας προσαποστήσαντα, τὸν τὴν νίκην αὐτῷ τὴν κατὰ τοῦ Μακρίνου παρασχόντα, τὸν τροφέα, τὸν προστάτην, ἐν ἀρχῇ εὐθὺς τῆς ἡγεμονίας ἐν τῇ Νικομηδείᾳ ἀποκτείνας [2] ἀνοσιώτατος ἀνδρῶν ἐνομίσθη. ἄλλως μὲν γὰρ καὶ τρυφερώτερον διῃτᾶτο καὶ ἡδέως ἐδωροδόκει, οὐ μὴν οὔτε αἴτιός τινος κακοῦ οὐδενὶ ἐγένετο καὶ πολλοὺς πολλὰ εὐηργέτησε. τὸ δὲ μέγιστον, ἰσχυρῶς αὐτὸν περιεῖπε, καὶ τῇ Μαίσῃ τῇ τε Σοαιμίδι σφόδρα ἤρεσκε, τῇ μὲν ὅτι ἐτέθραπτο ὑπ' αὐτῆς, τῇ δὲ ὅτι συνῴκει τρόπον τινὰ [3] αὐτῇ. ἀλλ' οὔτι γε διὰ τοῦτ' αὐτὸν κατεχρήσατο, ὁπότε καὶ συμβόλαιον αὐτῷ γαμικὸν ποιῆσαι καὶ Καίσαρα αὐτὸν ἀποδεῖξαι ἠθέλησεν, ἀλλ' ὅτι σωφρόνως τε καὶ ἐμφρόνως ζῆν ὑπ' αὐτοῦ ἠναγκάζετο. καὶ αὐτός γε αὐτοχειρίᾳ πρῶτος αὐτὸν κατέτρωσε διὰ τὸ μηδένα τῶν στρατιωτῶν ἄρξαι τοῦ φόνου τολμῆσαι.
[7]
[1] ταῦτα μὲν οὕτως ἐγένετο, .... ς δὲ Οὐῆρος ἐπιτολμήσας καὶ αὐτὸς τῇ μοναρχίᾳ ἐν τῷ τρίτῳ στρατοπέδῳ τῷ Γαλλικῷ, οὗ ἦρχε, καὶ Γέλλιος Μάξιμος ἐκ τῆς αὐτῆς αἰτίας, καίπερ ὑποστρατηγῶν ἐν τῇ Συρίᾳ τῇ ἑτέρᾳ τοῦ τετάρτου τοῦ Σκυθικοῦ τείχους, ἐδικαιώθησαν.
[2] οὕτω γάρ που πάντα ἄνω κάτω συνεχύθη ὥστε ἐκείνους τὴν ἔφεσιν τῆς ἀρχῆς τὸν μὲν ἐξ ἑκατοντάρχων ἐς τὴν γερουσίαν ἐσγραφέντα, τὸν δὲ ἰατροῦ υἱὸν ὄντα ἐς τὸν νοῦν ἐμβαλέσθαι. τούτους δὲ δὴ μόνους ὠνόμασα οὐχ ὅτι καὶ μόνοι ἐξεφρόνησαν, [3] ἀλλ' ὅτι βουλῆς ἦσαν, ἐπεί τοι καὶ ἕτερός τις ἑκατοντάρχου υἱὸς ἐπεχείρησε τὸ αὐτὸ ἐκεῖνο στρατόπεδον τὸ Γαλλικὸν συνταράξαι, καὶ μάλα ἄλλος τις ἐριουργὸς τὸ τέταρτον, ἕτερός τε ἰδιώτης τὸν στόλον τὸν ἐν τῇ Κυζίκῳ ναυλοχοῦντα, ὅτε καὶ ὁ Ψευδαντωνῖνος ἐν τῇ Νικομηδείᾳ ἐχείμαζεν, καὶ ἄλλοι δὲ πολλοὶ ἄλλοθι καὶ ἀλλαχόθι, ὥστε καὶ ἑτοιμότατον ὂν τοῖς βουλομένοις ἄρξαι, τῷ καὶ παρ' ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν πολλοὺς τῆς ἡγεμονίας ἐπιβεβατευκέναι, [4] νεωτερίσαι τολμῆσαι. καὶ μηδεὶς ἀπιστήσῃ τῷ λεχθέντι· τὰ μὲν γὰρ λοιπὰ τὰ τῶν ἰδιωτῶν παρ' ἀνδρῶν ἀξιοπίστων πυθόμενος, τὸ δὲ δὴ κατὰ τὸν στόλον αὐτὸς ἐγγύθεν ἐκ τῆς Περγάμου ἀκριβώσας ἔγραψα, ἧς, ὥσπερ καὶ τῆς Σμύρνης ταχθεὶς ὑπὸ τοῦ Μακρίνου ἐπεστάτησα· ἀφ' οὗπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ἄπιστόν μοι κατεφάνη.
[8]
[1] φόνων μὲν οὖν ἐχόμενα ταῦτα αὐτῷ ἐπράχθη, ἔξω δὲ δὴ τῶν πατρίων ἁπλᾶ μὲν καὶ μηδὲν μέγα κακὸν ἡμῖν φέροντα, πλὴν καθ' ὅσον παρὰ τὸ καθεστηκὸς ἐκαινοτομήθη, ὅτι τε τῶν ὀνομάτων τινὰ τῶν ἐς τὴν ἡγεμονίαν αὐτοῦ τεινόντων, πρὶν ψηφισθῆναι, ὥσπερ [2] εἶπον, αὐτὸς ἑαυτῷ ἔθετο, καὶ ὅτι τῇ τοῦ Μακρίνου ὑπατείᾳ, μήτε χειροτονηθεὶς ἐπ' αὐτὴν μήτε ὅλως ἐφαψάμενος αὐτῆς (προδιήνυστο γάρ), αὑτὸν ἀντενέγραψε, καίτοι τὸ κατ' ἀρχὰς ἀπὸ τοῦ Ἀδουέντου [μὲν] ὡς καὶ μόνου ὑπατευκότος τὸν ἐνιαυτὸν ἐν τρισὶ γράμμασι [3] διαδηλώσας, ὅτι ‹τε› δεύτερον δὴ ὑπατεύειν ἐπεχείρησεν, μηδεμίαν πρόσθεν μήτε ἀρχὴν λαβὼν μήτε τιμὴν ἀρχῆς, καὶ ὅτι τῇ ἐπινικίῳ στολῇ ὑπατεύων ἐν τῇ Νικομηδείᾳ, ἐν τῇ τῶν εὐχῶν ἡμέρᾳ, οὐκ ἐχρήσατο.
[11] τῶν δὲ δὴ παρανομημάτων αὐτοῦ καὶ τὸ κατὰ τὸν Ἐλεγάβαλον ἔχεται, οὐχ ὅτι θεόν τινα ξενικὸν ἐς τὴν Ῥώμην ἐσήγαγεν, οὐδ' ὅτι καινοπρεπέστατα αὐτὸν ἐμεγάλυνεν, ἀλλ' ὅτι καὶ πρὸ τοῦ Διὸς αὐτοῦ ἤγαγεν αὐτόν, καὶ ὅτι καὶ ἱερέα αὐτοῦ ἑαυτὸν ψηφισθῆναι ἐποίησεν, ὅτι τε τὸ αἰδοῖον περιέτεμε, καὶ ὅτι χοιρείων [4] κρεῶν, ὡς καὶ καθαρώτερον ἐκ τούτων θρησκεύσων, ἀπείχετο (ἐβουλεύσατο μὲν γὰρ παντάπασιν αὐτὸ ἀποκόψαι· ἀλλ' ἐκεῖνο μὲν τῆς μαλακίας ἕνεκα ποιῆσαι ἐπεθύμησε, τοῦτο δὲ ὡς καὶ τῇ τοῦ Ἐλεγαβάλου ἱερατείᾳ προσῆκον ἔπραξεν· ἐξ οὗ δὴ καὶ ἑτέροις τῶν συνόντων συχνοῖς ὁμοίως ἐλυμήνατο)· καὶ μέντοι καὶ ὅτι τὴν ἐσθῆτα τὴν βαρβαρικήν, ᾗ οἱ τῶν Σύρων ἱερεῖς χρῶνται, καὶ δημοσίᾳ πολλάκις ἑωρᾶτο ἐνδεδυμένος· ἀφ' οὗπερ οὐχ ἥκιστα καὶ τὴν τοῦ Ἀσσυρίου ἐπωνυμίαν ἔλαβεν. Xiph. 348, 1321 R. St., et (v. 59) Exc. Val. 408 (p. 762).
[12]
[1] ὅτι ὁ Ψευδαντωνῖνος χρυσοῦς ἔστη πολλῷ καὶ ποικίλῳ κόσμῳ διαπρέπων. Exc. Val. 409 (p. 762).
ὅτι χρήματα πολλὰ ὁ Μακρῖνος ἐν τῷ βασιλικῷ εὑρὼν διεσπάθησεν, καὶ οὐκ ἐξήρκουν αἱ πρόσοδοι πρὸς ἀναλώματα. Exc. Val. 410 (p. 462).
[9] ἔγημε δὲ Κορνηλίαν Παῦλαν, ἵνα δὴ θᾶσσον, ὥσπερ ἔφη, πατὴρ γένηται ὁ μηδ' ἀνὴρ εἶναι δυνάμενος. ἐν δ' οὖν τοῖς γάμοις οὐχ ὅπως ἡ γερουσία ἥ τε ἱππάς, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ τῶν [2] βουλευτῶν διανομήν τινα ἔλαβον, ὅ τε δῆμος πεντήκοντα καὶ ἑκατὸν δραχμαῖς καὶ οἱ στρατιῶται ἑκατὸν πλείοσιν εἱστιάθησαν, μονομάχων τε ἀγῶνες ἐγένοντο, ἱμάτιον αὐτοῦ περιπόρφυρον ἐνδύντος, ὃ καὶ ἐν ταῖς εὐχωλιμαίαις θέαις ἐπεποιήκει. καὶ θηρία ἄλλα τε πολλὰ καὶ ἐλέφας τίγριδές τε μία καὶ πεντήκοντα ἐσφάγησαν· ὃ [3] μηδεπώποτε ἀθρόον ἐγεγόνει. εἶτα τὴν Παῦλαν ὡς καὶ κηλῖδά τινα περὶ τὸ σῶμα ἔχουσαν ἀποπέμψας Ἀκυλίᾳ Σεουήρᾳ συνῴκησεν, ἐκφανέστατα παρανομήσας· ἱερωμένην γὰρ αὐτὴν τῇ Ἑστίᾳ ἀσεβέστατα ᾔσχυνεν. ἐτόλμησε δὲ καὶ εἰπεῖν ὅτι "ἵνα δὴ καὶ θεοπρεπεῖς παῖδες ἔκ τε ἐμοῦ τοῦ ἀρχιερέως ἔκ τε ταύτης τῆς [4] ἀρχιερείας γεννῶνται, τοῦτ' ἐποίησα." καὶ ἐφ' οἷς αὐτὸν ἐν τῇ ἀγορᾷ αἰκισθέντα εἶτα ἐς τὸ δεσμωτήριον ἐμβληθῆναι κἀνταῦθα θανατωθῆναι ἔδει, ἐπὶ τούτοις ἐκαλλωπίζετο. καὶ οὐδ' ἐκείνην μέντοι ἐπὶ πολὺ κατέσχεν, ἀλλὰ ἑτέραν, εἶθ' ἑτέραν καὶ μάλα ἄλλην ἔγημε, καὶ μετὰ τοῦτο πρὸς τὴν Σεουῆραν ἐπανῆλθεν.
[10]
[1] ἐγεγόνει δὲ καὶ τέρατα ἐν τῇ Ῥώμῃ, ἄλλα τε καὶ ἐκ τοῦ ἀγάλματος τῆς Ἴσιδος, ὃ ὑπὲρ τὸ ἀέτωμα τοῦ ναοῦ αὐτῆς ἐπὶ κυνὸς [2] ὀχεῖται· τὸ γὰρ πρόσωπον ἐς τὸ εἴσω μετέστρεψεν. ὁ δὲ Σαρδανάπαλλος καὶ ἀγῶνας ἐποίει καὶ θέας συχνάς, ἐν αἷς Αὐρήλιος Ἕλιξ ὁ ἀθλητὴς εὐδοκίμησεν, ὃς τοσοῦτον τοὺς ἀνταγωνιστὰς ὑπερῆρεν ὥστε πάλην τε ἅμα καὶ παγκράτιον ἐν τῇ Ὀλυμπίᾳ ἀγωνίσασθαι [3] ἐθελῆσαι, κἀν τοῖς Καπιτωλίοις καὶ ἄμφω νικῆσαι. οἱ μὲν γὰρ Ἠλεῖοι φθονήσαντες αὐτῷ, μή (τὸ λεγόμενον δὴ τοῦτο) ἀφ' Ἡρακλέους ὄγδοος γένηται, οὐδὲ ἐκάλεσαν ἐς τὸ στάδιον παλαιστὴν οὐδένα, καίπερ ἐν τῷ λευκώματι καὶ τοῦτο τὸ ἄθλημα προγράψαντες· ἐν δὲ δὴ τῇ Ῥώμῃ καὶ ἐνίκησεν ἑκάτερον, ὃ μηδεὶς ἄλλος ἐπεποιήκει.
[11] ἵνα δὲ παρῶ τάς τε βαρβαρικὰς ᾠδὰς ἃς ὁ Σαρδανάπαλλος τῷ Ἐλεγαβάλῳ ᾖδε τῇ μητρὶ ἅμα καὶ τῇ τήθῃ, τάς τε ἀπορρήτους θυσίας ἃς αὐτῷ ἔθυε, παῖδας σφαγιαζόμενος καὶ μαγγανεύμασι χρώμενος, ἀλλὰ καὶ ἐς τὸν ναὸν αὐτοῦ λέοντα καὶ πίθηκον καὶ ὄφιν τινὰ ζῶντα ἐγκατακλείσας, αἰδοῖά τε ἀνθρώπου ἐμβαλών, καὶ ἄλλ' ἄττα ἀνοσιουργῶν, περιάπτοις τέ τισι μυρίοις ἀεί ποτε χρώμενος, [12] [1] ‑ ἵνα ταῦτα παραδράμω, καὶ γυναῖκα, τὸ γελοιότατον, Ἐλεγαβάλῳ ἐμνήστευσε καθάπερ καὶ γάμου παίδων τε δεομένῳ. καὶ ἔδει γὰρ μήτε πενιχρὰν μήτε δυσγενῆ τινὰ εἶναι αὐτήν, τὴν Οὐρανίαν τὴν τῶν Καρχηδονίων ἐπελέξατο, καὶ ἐκεῖθέν τε αὐτὴν μετεπέμψατο καὶ ἐς τὸ παλάτιον καθίδρυσεν, ἔδνα τε αὐτῇ παρὰ πάντων τῶν ὑπηκόων, ὥσπερ καὶ ἐπὶ τῶν ἑαυτοῦ γυναικῶν, ἤθροισε.
[1] τὰ μὲν δὴ οὖν ἔδνα, ὅσα ἐδόθη ζῶντος αὐτοῦ, μετὰ ταῦτα εἰσεπράχθη· τὴν δὲ δὴ προῖκα οὐκ ἔφη κομίσασθαι, πλὴν δύο λεόντων χρυσῶν, οἳ καὶ συνεχωνεύθησαν. Xiph. 348, 21349, 31 R. St.
[13] ἀλλ' οὗτος ὁ Σαρδανάπαλλος, ὁ καὶ τοὺς θεοὺς γάμου νόμῳ συνοικίζειν ἀξιῶν, ἀσελγέστατα αὐτὸς διεβίω. ἔγημε μὲν γὰρ πολλὰς γυναῖκας, καὶ ἔτι πλείοσιν ἄνευ τινὸς νομίμου προσρήσεως συνείργνυτο, οὐ μέντοι ὡς καὶ αὐτός τι αὐτῶν δεόμενος, ἀλλὰ ἵνα τῇ συγκοιμήσει τῇ μετὰ τῶν ἐραστῶν τὰ ἔργα αὐτῶν μιμῆται ‹καὶ› κοινωνοὺς τῆς ὕβρεως, φύρδην ἀναφερόμενος αὐταῖς, λαμβάνῃ.
[2] πολλὰ μὲν γὰρ καὶ ἄτοπα, ἃ μήτε λέγων μήτε ἀκούων ‹ἂν› τις καρτερήσειεν, καὶ ἔδρασε τῷ σώματι καὶ ἔπαθε· τὰ δὲ δὴ περιφανέστατα, καὶ ἃ μηδ' ἂν ἀποκρύψαιτό τις, τάδε ἐστίν. ἐς καπηλεῖα ἐσῄει νύκτωρ περιθεταῖς κόμαις χρώμενος, καὶ τὰ τῶν καπηλίδων εἰργάζετο. ἐς τὰ πορνεῖα τὰ περιβόητα ἐσεφοίτα, καὶ [3] τὰς ἑταίρας ἐξελαύνων ἐπορνεύετο. καὶ τέλος ἐν τῷ παλατίῳ οἴκημά τι ἀποδείξας ἐνταῦθα ἠσέλγαινε, γυμνός τ' ἀεὶ ἐπὶ τῆς θύρας αὐτοῦ ἑστὼς ὥσπερ αἱ πόρναι, καὶ τὸ σινδόνιον χρυσοῖς κρίκοις ἐξηρτημένον διασείων, τούς τε παριόντας ἁβρᾷ τε καὶ κεκλασμένῃ τῇ φωνῇ προσεταιριζόμενος. ἦσαν γὰρ οἷς ἐξεπίτηδες [4] τοῦτο ποιεῖν προσετέτακτο. ὥσπερ γὰρ καὶ ἐς τἆλλα, καὶ ἐς ἐκεῖνο διερευνητὰς συχνοὺς εἶχε, δι' ὧν ἐπολυπραγμόνει τοὺς μάλιστα αὐτὸν ἀρέσαι τῇ ἀκαθαρσίᾳ δυναμένους. χρήματά τε παρ' αὐτῶν συνέλεγε, καὶ ἐγαυροῦτο ταῖς ἐμπολαῖς· πρός τε τοὺς συνασχημονοῦντάς οἱ διεφέρετο, πλείους τε ἐραστὰς αὐτῶν ἔχειν καὶ πλεῖον [14] [1] ἀργυρίζεσθαι λέγων. καὶ ταῦτα μὲν πρὸς πάντας ὁμοίως τοὺς χρωμένους αὐτῷ ἔδρα, ἤδη δὲ καὶ ἐξαίρετόν τινα ἄνδρα ἔσχεν, ὃν Καίσαρα διὰ τοῦτ' ἀποδεῖξαι ἠθέλησεν.
[2] ἤλαυνε μὲν γὰρ ἅρμα τῇ πρασίῳ στολῇ χρώμενος, ἰδίᾳ τε καὶ οἴκοι, εἴγε οἶκον ἔνι φάναι τοῦτ' εἶναι ἔνθα ἠγωνοθέτουν οἵ τε ἄλλοι οἱ περὶ αὐτὸν πρῶτοι, καὶ ἱππῆς ‹καὶ› Καισάρειοι, καὶ οἱ ἔπαρχοι αὐτοὶ ἥ τε τήθη καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες καὶ προσέτι καὶ τῶν ἐκ τῆς βουλῆς ἄλλοι τε καὶ ὁ Λέων ὁ πολίαρχος, καὶ ἐθεῶντο αὐτὸν καὶ ἁρματηλατοῦντα καὶ χρυσοῦς ὥσπερ τινὰ τῶν τυχόντων αἰτοῦντα, τούς τε ἀγωνοθέτας καὶ τοὺς στασιώτας προσκυνοῦντα. Xiph. 349, 31350, 26 R. St., Exc. Val. 411 (p. 762) usque ad ἁρματηλατοῦντα (v. 12).
[3] ὅτι ἐν τῷ δικάζειν τινὰ ἀνήρ πως εἶναι ἐδόκει, ἐν δὲ δὴ τοῖς ἄλλοις τῷ ἔργῳ καὶ τῷ σχήματι τῆς φωνῆς ὡραΐζετο. τά τε γὰρ ἄλλα καὶ ὠρχεῖτο, οὔτι γε ἐν ὀρχήστρᾳ μόνον, ἀλλὰ καὶ ἐμβαδίζων [4] τρόπον τινὰ καὶ θύων ἀσπαζόμενός τε καὶ δημηγορῶν. καὶ τέλος, ἵν' ἤδη ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανέλθω, καὶ ἐγήματο, γυνή τε καὶ δέσποινα βασιλίς τε ὠνομάζετο, καὶ ἠριούργει, κεκρύφαλόν τε ἔστιν ὅτε ἐφόρει, καὶ τοὺς ὀφθαλμοὺς ἐνηλείφετο, ψιμυθίῳ τε καὶ ἐγχούσῃ ἐχρίετο. ἅπαξ μὲν γάρ ποτε ἀπεκείρατο τὸ γένειον, καὶ ἐπ' αὐτῷ ἑορτὴν ἤγαγε· μετὰ δὲ τοῦτ' ἐψιλίζετο, ὥστε καὶ ἐκ τούτου γυναικίζειν. καὶ πολλάκις καὶ κατακείμενος [15] [1] τοὺς βουλευτὰς ἠσπάζετο. ὁ δὲ δὴ ἀνὴρ αὐτῆς Ἱεροκλῆς ἦν, Καρικὸν ἀνδράποδον, Γορδίου ποτὲ παιδικὰ γενόμενον, παρ' οὗ καὶ ἁρματηλατεῖν ἔμαθεν. κἀκ τούτου καὶ παραδοξότατα αὐτῷ ἠρέσθη. ἐν γάρ τοι ἱπποδρομίᾳ τινὶ ἐκπεσὼν τοῦ ἅρματος κατ' αὐτὴν τὴν τοῦ Σαρδαναπάλλου ἕδραν τό τε κράνος ἐν τῇ πτώσει ἀπέρριψε, [2] καὶ ἐκφανεὶς αὐτῷ (λειογένειος δ' ἔτι ἦν καὶ κόμῃ ξανθῇ ἐκεκόσμητο) ἀνηρπάσθη τε εὐθὺς ἐς τὸ παλάτιον, κἀν τοῖς νυκτερινοῖς ἔργοις ἔτι καὶ μᾶλλον ἑλὼν αὐτὸν ὑπερηυξήθη, ὥστε καὶ ὑπὲρ αὐτὸν ἐκεῖνον ἰσχῦσαι, καὶ βραχύ τι νομισθῆναι τὸ τὴν μητέρα αὐτοῦ ἔτι δούλην οὖσαν ἔς τε τὴν Ῥώμην ὑπὸ στρατιωτῶν ἀχθῆναι [3] κἀν ταῖς τῶν ὑπατευκότων γυναιξὶ συναριθμηθῆναι. πολλάκις μὲν γὰρ καὶ ἄλλοι τινὲς ἐτιμήθησαν ὑπ' αὐτοῦ καὶ ἠδυνήθησαν, οἱ μὲν ὅτι συνεπανέστησαν, οἱ δὲ ὅτι ἐμοίχευον αὐτόν· καὶ γὰρ μοιχεύεσθαι δοκεῖν, ἵνα κἀν τούτῳ τὰς ἀσελγεστάτας γυναῖκας μιμῆται, ἤθελε, καὶ πολλάκις ἑκὼν καὶ ἐπ' αὐτοφώρῳ ἡλίσκετο, καὶ διὰ τοῦτο καὶ ἐλοιδορεῖτο ἀσελγῶς πρὸς τοῦ ἀνδρός, καὶ ὥστε [4] καὶ ὑπώπια σχεῖν πληγὰς ἐλάμβανεν. ἐκεῖνον δ' οὖν οὕτως οὐ κούφῃ τινὶ φορᾷ ἀλλὰ πόνῳ καὶ δευσοποιῷ ἔρωτι ἠγάπα, ὥστε μὴ ὅτι ἐπὶ τοιούτῳ τινὶ ἀγανακτῆσαι, ἀλλὰ καὶ τοὐναντίον ἐπ' αὐτοῖς ἐκείνοις μᾶλλον αὐτὸν φιλῆσαι, καὶ Καίσαρα ὄντως ἀποφῆναι ἐθελῆσαι, καὶ τῇ τε τήθῃ διὰ τοῦτο ἐμποδὼν γενομένῃ ἀπειλῆσαι, καὶ τοῖς στρατιώταις οὐχ ἥκιστα δι' αὐτὸν προσκροῦσαι. Xiph. 350, 26-351, 22 R. St., Exc. Val. 412 (p. 765 sq.) usque ad ἀπολεῖσθαι, c. 16, 1.
[16]
[1] καὶ ὁ μὲν ἔμελλέ που καὶ διὰ ταῦτα ἀπολεῖσθαι, Αὐρήλιος δὲ δὴ Ζωτικός, ἀνὴρ Σμυρναῖος, ὃν καὶ Μάγειρον ἀπὸ τῆς τοῦ πατρὸς τέχνης ἀπεκάλουν, καὶ ἐφιλήθη πάνυ ὑπ' αὐτοῦ καὶ ἐμισήθη, [2] καὶ διὰ τοῦτο καὶ ἐσώθη. οὗτος γὰρ δὴ καλὸν μὲν καὶ τὸ πᾶν σῶμα ὥστε καὶ ἐν ἀθλήσει ἔχων, πολὺ δὲ δὴ πάντας τῷ τῶν αἰδοίων μεγέθει ὑπεραίρων, ἐμηνύθη τε αὐτῷ ὑπὸ τῶν ταῦτα ἐξεταζόντων, καὶ ἐξαίφνης ἐκ τῶν ἀγώνων ἀναρπασθεὶς ἀνήχθη τε ἐς τὴν Ῥώμην ὑπὸ πομπῆς ἀπλέτου καὶ ὅσην οὔτε Αὔγαρος [3] ἐπὶ τοῦ Σεουήρου οὔτε Τιριδάτης ἐπὶ τοῦ Νέρωνος ἔσχε, πρόκοιτός τε καὶ πρὶν ὀφθῆναί οἱ ἀποδειχθείς, καὶ τῷ τοῦ Ἀουίτου τοῦ πάππου αὐτοῦ ὀνόματι τιμηθείς, καὶ στεφανώμασιν ὥσπερ ἐν πανηγύρει ἠσκημένος, ἐς τὸ παλάτιον λυχνοκαΐᾳ πολλῇ λαμπόμενος [4] ἐσῆλθε. καὶ ὃς ἰδὼν αὐτὸν ἀνέθορέ τε ἐρρυθμισμένως, καὶ προσειπόντα, οἷα εἰκὸς ἦν, "κύριε αὐτοκράτορ χαῖρε," θαυμαστῶς τόν τε αὐχένα γυναικίσας καὶ τοὺς ὀφθαλμοὺς ἐπεγκλάσας ἠμείψατο, καὶ ἔφη οὐδὲν διστάσας "μή με λέγε κύριον· ἐγὼ γὰρ κυρία εἰμί."
[5] καὶ ὁ μὲν συλλουσάμενός τε αὐτῷ παραχρῆμα, καὶ ἐπὶ πλεῖον ἐκ τῆς γυμνώσεως, ἅτε καὶ ἰσόρροπον τῇ φήμῃ εὑρὼν αὐτὸν ὄντα, πασχητιάσας ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη, κἀν τοῖς κόλποις [6] ὥσπερ τις ἐρωμένη δεῖπνον εἵλετο· ὁ δὲ Ἱεροκλῆς φοβηθεὶς μὴ καὶ μᾶλλον αὐτὸν ἑαυτοῦ δουλώσηται, καί τι δι' αὐτοῦ δεινόν, οἷα ἐν ἀντερασταῖς εἴωθε γίγνεσθαι, πάθῃ, φαρμάκῳ τινὶ αὐτὸν διὰ τῶν οἰνοχόων, προσφιλῶν που ἑαυτῷ ὄντων, ἐξεθήλυνε. καὶ οὕτως ἐκεῖνος ἀστυσίᾳ παρὰ πᾶσαν τὴν νύκτα συσχεθεὶς ἀφῃρέθη τε πάντων ὧν ἐτετυχήκει, καὶ ἐξηλάθη ἔκ τε τοῦ παλατίου καὶ ἐκ τῆς Ῥώμης καὶ μετὰ ταῦτα καὶ ἐκ τῆς λοιπῆς Ἰταλίας· ὃ καὶ ἔσωσεν αὐτόν. Xiph. 351, 22-352, 14 R. St., Exc. Val. 413 (p. 766).
[7] ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλγειαν ὡς καὶ τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν δι' ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προϊσχόμενος. Zon. 12, 14 p. 569, 19-570, 2 B. (p. 118, 30-119, 3 D.)
[17]
[1] ἔμελλε δέ που καὶ αὐτὸς ὁ Σαρδανάπαλλος ἀξιώτατον τῆς μιαρίας τῆς ἑαυτοῦ μισθὸν οὐ πολλῷ ὕστερον κομιεῖσθαι. ἅτε γὰρ ταῦτα ποιῶν καὶ ταῦτα πάσχων ἐμισήθη ὑπό τε τοῦ δήμου καὶ ὑπὸ τῶν στρατιωτῶν, οἷς μάλιστα προσέκειτο, καὶ τελευταῖον καὶ ἐν αὐτῷ τῷ στρατοπέδῳ ὑπ' αὐτῶν ἐσφάγη. Xiph. 352, 1418 R. St.
ὅτι ὁ Ψευδαντωνῖνος ὑπὸ στρατιωτῶν κατεφρονήθη καὶ ἀνῃρέθη· ὅταν γὰρ ἐθισθῶσί τινες καὶ ταῦτα ὡπλισμένοι καταφρονεῖν τῶν κρατούντων, οὐδένα ὅρον τῆς ἐξουσίας ἐπὶ τὸ πράττειν ἃ βούλονται ποιοῦνται, ἀλλὰ καὶ κατ' αὐτοῦ τοῦ δόντος ταύτην ὁπλίζονται. Petr. Patr. Exc. Vat. 152 (p. 232 Mai. 6 p. 217, 813 Dind.).
[2] ἔσχε δὲ οὕτως. τὸν Βασσιανὸν τὸν ἀνεψιὸν αὑτοῦ ἐς τὸ συνέδριον ἐσαγαγών, καὶ τὴν Μαῖσαν καὶ τὴν Σοαιμίδα ἑκατέρωθεν παραστησάμενος, παῖδα ἔθετο, ἑαυτὸν δὲ ὡς καὶ πατέρα ἐξαίφνης τηλικούτου παιδίου, ὃς καὶ πολὺ τῇ ἡλικίᾳ αὐτοῦ προέχοντα, ἐμακάρισε, καὶ μηδὲν ἄλλου τέκνου δεῖσθαι ἔφησεν, ἵν' ἡ οἰκία αὐτοῦ [3] ἄνευ ἀθυμιῶν διαγένηται· καὶ γὰρ τὸν Ἐλεγάβαλον τοῦτό τέ οἱ ποιῆσαι καὶ Ἀλέξανδρον αὐτὸν προσονομάσαι κεκελευκέναι. καὶ ἔγωγε πείθομαι ἐκ θείας τινὸς παρασκευῆς ὡς ἀληθῶς αὐτὰ γεγονέναι, τεκμαιρόμενος οὐχ οἷς ἐκεῖνος εἶπεν, ἀλλ' ἔκ τε τοῦ λεχθέντος αὐτῷ ὑπό τινος, ὅτι ἄρα τις Ἀλέξανδρος ἐξ Ἐμέσης ἐλθὼν αὐτὸν διαδέξεται, καὶ ἐκ τοῦ συμβεβηκότος ἔν τε τῇ Μυσίᾳ τῇ [18] [1] ἄνω καὶ τῇ Θρᾴκῃ. ὀλίγον γὰρ τούτων πρότερον δαίμων τις Ἀλέξανδρός τε ὁ Μακεδὼν ἐκεῖνος εἶναι λέγων καὶ τὸ εἶδος αὐτοῦ τήν τε σκευὴν ἅπασαν φέρων, ὡρμήθη τε ἐκ τῶν περὶ τὸν Ἴστρον χωρίων, οὐκ οἶδ' ὅπως ἐκείνῃ ἐκφανείς, καὶ διά τε τῆς Ἀσίας καὶ τῆς Θρᾴκης διεξῆλθε βακχεύων μετ' ἀνδρῶν τετρακοσίων, θύρσους, [2] τε καὶ νεβρίδας ἐνεσκευασμένων, κακὸν οὐδὲν δρώντων. ὡμολόγητο δὲ παρὰ πάντων τῶν ἐν τῇ Θρᾴκῃ τότε γενομένων ὅτι καὶ καταγωγαὶ καὶ τὰ ἐπιτήδεια αὐτῷ πάντα δημοσίᾳ παρεσκευάσθη· καὶ οὐδεὶς ἐτόλμησεν οὔτ' ἀντειπεῖν οἱ οὔτ' ἀντᾶραι, οὐκ ἄρχων, οὐ στρατιώτης, οὐκ ἐπίτροπος, οὐχ οἱ τῶν ἐθνῶν ἡγούμενοι, ἀλλ' ὥσπερ ἐν πομπῇ τινι μεθ' ἡμέραν ἐκ προρρήσεως ἐκομίσθη μέχρι [3] τοῦ Βυζαντίου. ἐντεῦθεν γὰρ ἐξαναχθεὶς προσέσχε μὲν τῇ Χαλκηδονίᾳ γῇ, ἐκεῖ δὲ δὴ νυκτὸς ἱερά τινα ποιήσας καὶ ἵππον ξύλινον καταχώσας ἀφανὴς ἐγένετο. ταῦτα μὲν ἐν τῇ Ἀσίᾳ ἔτι, ὡς εἶπον, ὤν, πρὶν καὶ ὁτιοῦν περὶ τὸν Βασσιανὸν ἐν τῇ Ῥώμῃ γενέσθαι, ἔμαθον. Xiph. 352, 18353, 11 R. St.
[4] ὅτι ποτὲ ὁ αὐτὸς τοῦτο εἶπεν "οὐδὲν δέομαι ὀνομάτων ἐκ πολέμου καὶ αἵματος· ἀρκεῖ γάρ μοι καὶ εὐσεβῆ καὶ εὐτυχῆ παρ' ὑμῶν καλεῖσθαι". Petr. Patr. Exc. Vat. 153 (p. 232 Mai. 6 p. 217, 1416 Dind.).
[5] ὅτι Ψευδαντωνῖνος ἐπαινούμενός ποτε παρὰ τῆς βουλῆς εἶπεν ὅτι "ὑμεῖς μὲν ἀγαπᾶτέ με καὶ νὴ Δία καὶ ὁ δῆμος καὶ τὰ ἔξω στρατόπεδα. τοῖς δὲ δορυφόροις οἷς τοσαῦτα δίδωμι οὐκ ἀρέσκω." Petr. Patr. Exc. Vat. 154 (p. 232 sq. Mai. 6 p. 217, 1720 Dind.). [19] [1] ἕως μὲν οὖν ὁ Σαρδανάπαλλος τὸν ἀνεψιὸν ἐφίλει, ἐσώζετο· ἐπεὶ δὲ πάντας ὑπώπτευε καὶ ἐμάνθανε πρὸς ἐκεῖνον ῥέποντας ὁλοσχερῶς ταῖς εὐνοίαις, ἐτόλμησε μεταγνῶναι καὶ πάντα ἐπὶ καθαιρέσει αὐτοῦ ἔπραττεν. Xiph. 353, 1115 R. St.
[1a] ὅτι τινῶν συνηγορούντων τῷ Ψευδαντωνίνῳ καὶ εἰπόντων ὡς εὐτυχὴς εἴη τῷ υἱῷ συνυπατεύων, ἔφη "εὐτυχέστερος ἔσομαι κατὰ τὸν ἑξῆς ἐνιαυτὸν μετὰ γνησίου υἱοῦ μέλλων ὑπατεύειν." Petr. Patr. exc. Vat. 155 (p. 233 Mai. 6 p. 217, 2124 Dind.)
[1] ὡς δέ ποτε καὶ ἀνελεῖν αὐτὸν ἐπεχείρησεν, οὐ μόνον οὐδὲν [2] ἤνυσεν, ἀλλὰ καὶ αὐτὸς ἀποθανεῖν ἐκινδύνευσεν· ὅ τε γὰρ Ἀλέξανδρος ὑπό τε τῆς μητρὸς καὶ τῆς τήθης ὑπό τε τῶν στρατιωτῶν ἰσχυρῶς ἐφυλάσσετο, καὶ οἱ δορυφόροι αἰσθόμενοι τὴν ἐπιχείρησιν τοῦ Σαρδαναπάλλου δεινῶς ἐθορύβησαν, οὐ πρίν τε ἐπαύσαντο στασιάζοντες ἢ τὸν Σαρδανάπαλλον τὸ στρατόπεδον σὺν [3] τῷ Ἀλεξάνδρῳ καταλαβόντα, πολλά τε ἱκετεύσαντα καὶ τοὺς ἐξαιτηθέντας παρ' αὐτῶν τῶν συνασελγαινόντων αὐτῷ ἐκδοῦναι ἀναγκασθέντα, ὑπέρ τε τοῦ Ἱεροκλέους οἰκτρὰ λαλήσαντα καὶ δάκρυσι κλαύσαντα, τήν τε σφαγὴν τὴν ἑαυτοῦ προδείξαντα, καὶ ἐπειπόντα "ἕνα μοι τοῦτον χαρίσασθε, ὅ τι βούλεσθε περὶ αὐτοῦ ὑποτοπήσαντες, ἢ ἐμὲ ἀποκτείνατε," μόλις αὐτοὺς ἐκμειλίξασθαι. τότε [4] μὲν οὖν μόλις ἐσώθη· καὶ γὰρ καὶ ἡ τήθη αὐτοῦ ἐμίσει τε αὐτὸν ἐφ' οἷς ἔπραττεν, ὡς οὐδὲ τοῦ Ἀντωνίνου υἱὸν ὄντα, καὶ πρὸς [20] [1] τὸν Ἀλέξανδρον ὡς καὶ ὄντως ἐξ αὐτοῦ γεγονότα ἀπέκλινε· μετὰ δὲ ταῦτα ἐπιβεβουλευκὼς πάλιν τῷ Ἀλεξάνδρῳ, καὶ θορυβησάντων ἐπὶ τούτῳ τῶν δορυφόρων σὺν αὐτῷ ἐς τὸ στρατόπεδον ἐσελθών, ὡς ᾔσθετο φυλαττόμενον ἑαυτὸν ἐπὶ ἀναιρέσει, ἐπειδὴ καὶ αἱ μητέρες αὐτῶν ἐκφανέστερον ἢ πρὶν ἀλλήλαις μαχόμεναι τοὺς [2] στρατιώτας ἠρέθιζον, φεύγειν πως ἐπεχείρησε. καὶ ἔμελλεν ἐς τύλλον ἐμβληθεὶς ἐκδρᾶναί ποι, φωραθεὶς δὲ ἀπεσφάγη, ὀκτωκαίδεκα ἔτη γεγονώς. καὶ αὐτῷ καὶ ἡ μήτηρ (περιπλακεῖσα γὰρ ἀπρὶξ εἴχετο) συναπώλετο. καὶ αἵ τε κεφαλαὶ αὐτῶν ἀπεκόπησαν, καὶ τὰ σώματα γυμνωθέντα τὸ μὲν πρῶτον διὰ πάσης τῆς πόλεως ἐσύρη, ἔπειτα τὸ μὲν τῆς γυναικὸς ἄλλως πως ἐρρίφη, τὸ δὲ ἐκείνου ἐς τὸν ποταμὸν ἐνεβλήθη. Xiph. 353, 15-354, 8 R. St.
[21]
[1] καὶ αὐτῷ ἄλλοι τε καὶ ὁ Ἱεροκλῆς οἵ τε ἔπαρχοι συναπώλοντο καὶ Αὐρήλιος Εὔβουλος, ὃς Ἐμεσηνὸς μὲν τὸ γένος ἦν, καὶ ἐς τοσοῦτον ἀσελγείας καὶ μιαρίας ἐχώρησεν ὥστε καὶ ὑπὸ τοῦ δήμου πρότερον ἐξαιτηθῆναι. τοὺς γὰρ δὴ καθόλου λόγους ἐπιτετραμμένος οὐδὲν ὅ τι οὐκ ἐδήμευσε. τότε δ' οὖν ὑπό τε τοῦ δήμου καὶ τῶν στρατιωτῶν διεσπάσθη, καὶ Φούλουιος σὺν αὐτῷ ὁ πολίαρχος.
[2] καὶ αὐτὸν ὁ Κωμάζων, ὡς καὶ τὸν πρὸ αὐτοῦ, διεδέξατο· ὥσπερ γὰρ προσωπεῖόν τι ἐς τὰ θέατρα ἐν τῷ διακένῳ τῆς τῶν κωμῳδῶν ὑποκρίσεως ἐσεφέρετο, [καὶ] οὕτω καὶ ἐκεῖνος τῇ τῶν πολιαρχησάντων ἐπ' αὐτοῦ κενῇ χώρᾳ προσετάττετο. ὅ τε Ἐλεγάβαλος αὐτὸς ἐκ τῆς Ῥώμης παντάπασιν ἐξέπεσε.
[3] τὰ μὲν τοῦ Τιβερίνου οὕτως ἔσχε, καὶ οὐδεὶς οὐδὲ τῶν συγκατασκευασάντων αὐτῷ τὴν ἐπανάστασιν καὶ μέγα ἐπ' αὐτῷ δυνηθέντων, πλὴν ἑνός που, ἐσώθη. Xiph. 354, 819 R. St., et (v. 610) Exc. Val. 414 (p. 769).