[372]
[a] Ἔχεις ἡμῖν εἰπεῖν ὅτι ἐστὶν τὸ δίκαιον; ἢ οὐκ ἄξιόν σοι δοκεῖ εἶναι λόγον περὶ αὐτοῦ ποιεῖσθαι; ‑ Ἔμοιγε καὶ μάλα. ‑ Τί οὖν ἐστιν; ‑ Τί γὰρ ἄλλο γε ἢ τὰ νομιζόμενα δίκια; ‑ Μή μοι οὕτως, ἀλλ' ὥσπερ ἂν εἰ σύ μ' ἔροιο τί ἐστιν ὀφθαλμός, εἴποιμ' ἄν σοι ὅτι ᾧ ὁρῶμεν, ἐὰν δὲ καὶ δεῖξαί με κελεύῃς, δείξω σοι, καὶ ἐάν με ἔρῃ ὅτῳ ψυχὴ ὄνομα, ἐρῶ σοι ᾧ γιγνώσκομεν, ἐὰν δὲ ἔρῃ αὖ τί ἐστιν φωνή, ἀποκρινοῦμαί σοι ᾧ διαλεγόμεθα, καὶ σὺ οὕτω φράσον ὅτι δίκαιόν ἐστι ᾧ τί χρώμεθα, ὥσπερ ἃ νυνδὴ ἠρόμην. ‑ Οὐ πάνυ ἔχω σοι οὕτως ἀποκρίνασθαι. ‑ Ἀλλ' ἐπειδὴ οὐχ οὕτως ἔχεις, ἴσως τῇδέ πῃ ῥᾷον αὐτὸ εὕροιμεν ἄν; φέρε, τὰ μείζω καὶ τὰ ἐλάττω τίνι σκοποῦντες διαγιγνώσκομεν; ἆρα οὐ μέτρῳ; ‑ Ναί. ‑ Μετὰ δὲ τοῦ μέτρου τίνι τέχνῃ; ἆρ' οὐ μετρητικῇ; [373]‑ Μετρητικῇ. ‑ Τί δὲ τὰ κοῦφα καὶ βαρέα; ἆρ' οὐ σταθμῷ; ‑ Ναί. ‑ Μετὰ δὲ τοῦ σταθμοῦ τίνι τέχνῃ; οὐ τῇ στατικῇ; ‑ Πάνυ γε. ‑ Τί δὲ δή; τὰ δίκαια καὶ τἄδικα τίνι σκοποῦντες διαγιγνώσκομεν ὀργάνῳ, καὶ μετὰ τοῦ ὀργάνου τίνι τέχνῃ πρόσθεν; ἆρα οὐδ' οὕτω πώς σοι καταφανές ἐστιν; ‑ Οὔ. ‑ Ἀλλὰ πάλιν ὧδε· ὅταν ἀμφισβητῶμεν περὶ τῶν μειζόνων καὶ τῶν ἐλαττόνων, τίνες ἡμᾶς διακρινοῦσιν; οὐχ οἱ μετρηταί; ‑ Ναί. ‑ Ὅταν δὲ περὶ τῶν πολλῶν καὶ [b] ὀλίγων, τίνες οἱ διακρίνοντες; οὐχ οἱ ἀριθμηταί; ‑ Ἀλλὰ τί; ‑ Ὅταν δὲ περὶ τῶν δικαίων καὶ ἀδίκων ἀμφισβητῶμεν ἀλλήλοις, ἐπὶ τίνας ἐρχόμεθα καὶ τίνες ἡμᾶς οἱ διακρίνοντές εἰσιν ἑκάστοτε; εἰπέ. ‑ Ἆρά γε δικαστὰς λέγεις, ὦ Σώκρατες; ‑ Εὖ γ' ηὗρες. ἴθι δὴ καὶ τόδε πειράθητι εἰπεῖν. τί ποιοῦντες διακρίνουσιν οἱ μετρηταὶ περὶ τῶν μεγάλων καὶ σμικρῶν; ἆρ' οὐ μετροῦντες; ‑ Ναί. ‑ Τί δὲ περὶ τῶν βαρέων καὶ κούφων; οὐχ ἱστάντες; ‑ Ἱστάντες μέντοι. ‑ Τί δὲ περὶ τῶν πολλῶν καὶ ὀλίγων; ἆρα οὐκ ἀριθμοῦντες; ‑ Ναί. ‑ Τί δὲ [c] δὴ περὶ τῶν δικαίων καὶ ἀδίκων ἄρα; ἀπόκριναι. ‑ Οὐκ ἔχω. ‑ Λέγοντες, φάθι. ‑ Ναί. ‑ Λέγοντες ἄρα ἡμᾶς διακρίνουσιν, ὅταν περὶ τῶν δικαίων καὶ ἀδίκων κρίνωσιν οἱ δικασταί; ‑ Ναί. ‑ Μετροῦντες δέ γε περὶ τῶν σμικρῶν καὶ μεγάλων οἱ μετρητικοί· μέτρον γὰρ ἦν ᾧ ταῦτ' ἐκρίνετο. ‑ Οὕτως. ‑ Ἱστάντες δ' αὖ περὶ τῶν βαρέων καὶ κούφων οἱ στατικοί· σταθμὸς γὰρ ἦν ᾧ ταῦτ' ἐκρίνετο. ‑ Ἦν γάρ. ‑ Ἀριθμοῦντες [d] δ' αὖ περὶ τῶν πολλῶν καὶ ὀλίγων οἱ ἀριθμητικοί· ἀριθμὸς γὰρ ἦν ᾧ ταῦτ' ἐκρίνετο. ‑ Οὕτως. ‑ Λέγοντες δέ γε, ὡς ἄρτι ὡμολογήσαμεν, περὶ τῶν δικαίων καὶ ἀδίκων κρίνουσιν ἡμᾶς οἱ δικασταί· λόγος γὰρ ἦν ᾧ ταῦτ' ἐκρίνετο. ‑ Εὖ λέγεις, ὦ Σώκρατες. ‑ Ἀληθῆ μὲν οὖν· καὶ λόγος ἐστίν, ὡς ἔοικεν, ᾧ τὰ δίκαια καὶ ἄδικα κρίνεται. ‑ Φαίνεται γοῦν. ‑ Τί ποτε ὄντα ‹τὰ› δίκαια καὶ τἄδικα; ὥσπερ ἂν ἡμᾶς εἴ τις ἤρετο, ἐπειδὴ μέτρον καὶ μετρητικὴ καὶ μετρητικὸς τὸ μεῖζον καὶ [e] τὸ ἔλαττον διακρίνει, τί ὂν τὸ μεῖζον καὶ τὸ ἔλαττον; εἴποιμεν ἂν αὐτῷ ὅτι τὸ μὲν μεῖζον ὑπερέχον, τὸ δὲ ἔλαττον ὑπερεχόμενον. ἐπειδὴ δὲ τὸ βαρὺ καὶ τὸ κοῦφον σταθμὸς καὶ στατικὴ καὶ στατικὸς διακρίνει, τί ὂν τό τε βαρὺ καὶ τὸ κοῦφον; εἴποιμεν ἂν αὐτῷ ὅτι τὸ μὲν κάτω ῥέπον ἐν τοῖς ζυγοῖς βαρύ, τὸ δὲ ἄνω κοῦφον. οὕτω δὴ εἰ καὶ ἔροιτο ἡμᾶς, ἐπειδὴ δὲ τὸ δίκαιον καὶ τὸ ἄδικον λόγος τε καὶ δικαστικὴ καὶ δικαστής ἐστιν ἡμῖν ὁ διακρίνων, τί ποτε ὂν τὸ δίκαιον καὶ τἄδικον; τί ἕξομεν αὐτῷ ἀποκρίνεσθαι; ἢ οὐδέπω ἔχομεν εἰπεῖν; ‑ Οὐκ ἔχομεν. ‑ Πότερον δὲ ἑκόντας [374] [a] οἴει ἔχειν τοῦτο τὸ ἄδικον τοὺς ἀνθρώπους ἢ ἄκοντας; ὧδε δὲ λέγω. ἑκόντας οἴει ἀδικεῖν καὶ ἀδίκους εἶναι ἢ ἄκοντας; ‑ Ἑκόντας ἔγωγε, ὦ Σώκρατες· πονηροὶ γάρ εἰσιν. ‑ Ἑκόντας ἄρα σὺ οἴει πονηροὺς εἶναι καὶ ἀδίκους ἀνθρώπους; ‑ Ἔγωγε· σὺ δ' οὔ; ‑ Οὔκ, εἴ γέ τι δεῖ τῷ ποιητῇ πείθεσθαι. ‑ Ποίῳ ποιητῇ; ‑ Ὅστις εἶπεν ‑
οὐδεὶς ἑκὼν πονηρὸς οὐδ' ἄκων μάκαρ.
Ἀλλά τοι, ὦ Σώκρατες, εὖ ἡ παλαιὰ παροιμία ἔχει, ὅτι [b] πολλὰ ψεύδονται ἀοιδοί. ‑ Θαυμάζοιμ' ἂν εἰ τοῦτό γε ἐψεύσατο οὗτος ἀοιδός, ἐπεὶ εἴ σοι σχολή ἐστιν, ἐπισκεψώμεθα αὐτὸν εἴτε ψευδῆ εἴτε ἀληθῆ λέγει. ‑ Ἀλλὰ σχολή. ‑ Φέρε δή, πότερον ἡγῇ δίκαιον εἶναι ψεύδεσθαι ἢ ἀληθῆ λέγειν; ‑ Ἀληθῆ ἔγωγε. ‑ Ψεύδεσθαι ἄρα ἄδικον; ‑ Ναί. ‑ Πότερον δ' ἐξαπατᾶν ἢ μὴ ἐξαπατᾶν; ‑ Μὴ ἐξαπατᾶν δήπου. ‑ Ἐξαπατᾶν ἄρα ἄδικον; ‑ Ναί. ‑ Τί δέ; βλάπτειν δίκαιον ἢ ὠφελεῖν; ‑ Ὠφελεῖν. ‑ Βλάπτειν ἄρα ἄδικον; ‑ Ναί. ‑ [c] Ἔστιν ἄρα ἀληθῆ μὲν λέγειν καὶ μὴ ἐξαπατᾶν καὶ ὠφελεῖν δίκαιον, ψεύδεσθαι δὲ καὶ βλάπτειν καὶ ἐξαπατᾶν ἄδικον. ‑ Ναὶ μὰ Δία σφόδρα γε. ‑ Ἦ καὶ τοὺς πολεμίους; ‑ Οὐδαμῶς. ‑ Ἀλλὰ βλάπτειν δίκαιον τοὺς πολεμίους, ὠφελεῖν δὲ ἄδικον; ‑ Ναί. ‑ Οὐκοῦν καὶ ἐξαπατῶντας δίκαιον βλάπτειν τοὺς πολεμίους; ‑ Πῶς γὰρ οὔ; ‑ Τί ‹δὲ› ψεύδεσθαι ἵνα ἐξαπατῶμεν καὶ βλάπτωμεν αὐτούς; οὐ δίκαιον; [d] ‑ Ναί. ‑ Τί δέ; τοὺς φίλους οὐκ ὠφελεῖν φῂς δίκαιον εἶναι; ‑ Ἔγωγε. ‑ Πότερον μὴ ἐξαπατῶντας ἢ ἐξαπατῶντας ἐπ' ὠφελίᾳ τῇ ἐκείνων; ‑ Καὶ ἐξαπατῶντας νὴ Δία. ‑ Ἀλλ' ἐξαπατῶντας μὲν δίκαιον ἄρα ὠφελεῖν, οὐ μέντοι ψευδομένους γε; ἢ καὶ ψευδομένους; ‑ Καὶ ψευδομένους δίκαιον. ‑ Ἔστιν ἄρα, ὡς ἔοικεν, ψεύδεσθαί τε καὶ ἀληθῆ λέγειν δίκαιον καὶ ἄδικον. ‑ Ναί. ‑ Καὶ μὴ ἐξαπατᾶν καὶ ἐξαπατᾶν δίκαιον καὶ ἄδικον. ‑ Ἔοικεν. ‑ Καὶ βλάπτειν καὶ ὠφελεῖν δίκαιον καὶ ἄδικον; ‑ Ναί. ‑ Ταὐτὰ δή, ὡς ἔοικεν, πάντα τὰ [e] τοιαῦτα ὄντα καὶ δίκαια καὶ ἄδικά ἐστιν. ‑ Ἔμοιγε φαίνεται. ‑ Ἄκουε δή. ὀφθαλμὸν ἐγὼ ἔχω δεξιὸν καὶ ἀριστερὸν ὥσπερ καὶ οἱ ἄλλοι ἄνθρωποι; ‑ Ναί. ‑ Μυκτῆρα δεξιὸν καὶ ἀριστερόν; ‑ Πάνυ γε. ‑ Καὶ χεῖρα δεξιὰν καὶ ἀριστεράν; ‑ Ναί. ‑ Οὐκοῦν ἐπειδὴ τὰ αὐτὰ ὀνομάζων τὰ μὲν δεξιὰ φῂς εἶναι, τὰ δὲ ἀριστερὰ τῶν ἐμῶν, εἴ σε ἐγὼ ἐροίμην ὁπότερα, ἆρ' ἂν ἔχοις εἰπεῖν ὅτι τὰ μὲν πρὸς τοῦ δεξιά ἐστιν, τὰ δὲ πρὸς τοῦ ἀριστερά; ‑ Ναί. ‑ Ἴθι δὴ καὶ ἐκεῖ, ἐπειδὴ τὰ αὐτὰ ὀνομάζων τὰ μὲν δίκαια φῂς εἶναι, τὰ δὲ ἄδικα, [375] [a] ἔχεις εἰπεῖν ὁπότερα τὰ δίκαια καὶ ὁπότερα τὰ ἄδικα; ‑ Ἐμοὶ μὲν τοίνυν δοκεῖ ἐν μὲν τῷ δέοντι καὶ τῷ καιρῷ ἕκαστα τούτων γιγνόμενα δίκαια εἶναι, ἐν δὲ τῷ μὴ δέοντι ἄδικα. ‑ Καλῶς γέ σοι δοκοῦν. ὁ μὲν ἄρα ἐν τῷ δέοντι ἕκαστα τούτων ποιῶν δίκαια ποιεῖ, ὁ δὲ μὴ ἐν τῷ δέοντι ἄδικα; ‑ Ναί. ‑ Οὐκοῦν ὁ μὲν τὰ δίκαια ποιῶν δίκαιος, ὁ δὲ τἄδικα ἄδικος; ‑ Ἔστι ταῦτα. ‑ Τίς οὖν ὁ ἐν τῷ δέοντι ‹καὶ› καιρῷ οἷός τε τέμνειν καὶ κάειν καὶ ἰσχναίνειν; ‑ Ὁ ἰατρός. ‑ Ὅτι [b] ἐπίσταται ἢ δι' ἄλλο τι; ‑ Ὅτι ἐπίσταται. ‑ Τίς δ' ἐν τῷ δέοντι σκάπτειν καὶ ἀροῦν καὶ φυτεύειν οἷός τε; ‑ Ὁ γεωργός. ‑ Ὅτι ἐπίσταται, ἢ ὅτι οὔ; ‑ Ὅτι ἐπίσταται. ‑ Οὐκοῦν καὶ τἆλλα οὕτως; ὁ μὲν ἐπιστάμενος οἷός τε τὰ δέοντα ποιεῖν ἐστιν καὶ ἐν τῷ δέοντι καὶ ἐν τῷ καιρῷ, ὁ δὲ μὴ ἐπιστάμενος οὔ; ‑ Οὕτως. ‑ Καὶ ψεύδεσθαι ἄρα καὶ ἐξαπατᾶν καὶ ὠφελεῖν, ὁ μὲν ἐπιστάμενος οἷός τε ποιεῖν ἕκαστα τούτων ἐν τῷ δέοντι καὶ τῷ καιρῷ, ὁ δὲ μὴ ἐπιστάμενος οὔ; ‑ [c] Ἀληθῆ λέγεις. ‑ Ὁ δέ γε ταῦτα ποιῶν ἐν τῷ δέοντι δίκαιος; ‑ Ναί. ‑ Δι' ἐπιστήμην δέ γε ταῦτα ποιεῖ. ‑ Πῶς δ' οὔ; ‑ Δι' ἐπιστήμην ἄρα δίκαιος ὁ δίκαιος. ‑ Ναί. ‑ Οὐκοῦν ὁ ἄδικος διὰ τὸ ἐναντίον ἄδικός ἐστιν τῷ δικαίῳ; ‑ Φαίνεται. ‑ Ὁ δὲ δίκαιος διὰ σοφίαν δίκαιος. ‑ Ναί. ‑ Δι' ἀμαθίαν ἄρα ὁ ἄδικος ἄδικος. ‑ Ἔοικε. ‑ Κινδυνεύει ἄρα ὃ μὲν οἱ πρόγονοι ἡμῖν κατέλιπον σοφίαν δικαιοσύνη εἶναι, ὃ δὲ ἀμαθίαν, τοῦτο δὲ [d] ἀδικία. ‑ Ἔοικεν. ‑ Ἑκόντες δὲ ἀμαθεῖς εἰσιν οἱ ἄνθρωποι ἢ ἄκοντες; ‑ Ἄκοντες. ‑ Ἄκοντες ἄρα καὶ ἄδικοι; ‑ Φαίνεται. ‑ Οἱ δὲ ἄδικοι πονηροί; ‑ Ναί. ‑ Ἄκοντες ἄρα πονηροὶ καὶ ἄδικοι; ‑ Παντάπασι μὲν οὖν. ‑ Διὰ δὲ τὸ ἄδικοι εἶναι ἀδικοῦσιν; ‑ Ναί. ‑ Διὰ τὸ ἀκούσιον ἄρα; ‑ Πάνυ γε. ‑ Οὐ μὲν δὴ διὰ τὸ ἀκούσιόν γε τὸ ἑκούσιον γίγνεται. ‑ Οὐ γὰρ οὖν. ‑ Διὰ δὲ τὸ ἄδικον εἶναι τὸ ἀδικεῖν γίγνεται. ‑ Ναί. ‑ Τὸ δὲ ἄδικον ἀκούσιον. ‑ Ἀκούσιον. ‑ Ἄκοντες ἄρα ἀδικοῦσιν καὶ ἄδικοί εἰσιν καὶ πονηροί. ‑ Ἄκοντες, ὥς γε φαίνεται. ‑ Οὐκ ἄρα ἐψεύσατο τοῦτό γε ἀοιδός. ‑ Οὐκ ἔοικεν.
[376]
[a] Ἆρα διδακτόν ἐστιν ἡ ἀρετή; ἢ οὐ διδακτόν, ἀλλὰ φύσει οἱ ἀγαθοὶ γίγνονται ἄνδρες, ἢ ἄλλῳ τινὶ τρόπῳ; ‑ Οὐκ ἔχω [b] εἰπεῖν ἐν τῷ παρόντι, ὦ Σώκρατες. ‑ Ἀλλὰ ὧδε σκεψώμεθα αὐτό. φέρε, εἴ τις βούλοιτο ταύτην τὴν ἀρετὴν γενέσθαι ἀγαθὸς ἣν ἀγαθοί εἰσιν οἱ σοφοὶ μάγειροι, πόθεν ἂν γένοιτο; ‑ Δῆλον ὅτι εἰ παρὰ τῶν ἀγαθῶν μαγείρων μάθοι. ‑ Τί δέ; εἰ βούλοιτο ἀγαθὸς γίγνεσθαι ἰατρός, παρὰ τίνα ἂν ἐλθὼν γένοιτο ἀγαθὸς ἰατρός; ‑ Δῆλον δὴ ὅτι παρὰ τῶν ἀγαθῶν τινὰ ἰατρῶν. ‑ Εἰ δὲ ταύτην τὴν ἀρετὴν ἀγαθὸς βούλοιτο [c] γενέσθαι ἥνπερ οἱ σοφοὶ τέκτονες; ‑ Παρὰ τῶν τεκτόνων. ‑ Εἰ δὲ ταύτην τὴν ἀρετὴν βουληθείη ἀγαθὸς γενέσθαι ἥνπερ οἱ ἄνδρες οἱ ἀγαθοί τε καὶ σοφοί, ποῖ χρὴ ἐλθόντα μαθεῖν; ‑ Οἶμαι μὲν καὶ ταύτην, εἴπερ μαθητός ἐστι, παρὰ τῶν ἀνδρῶν τῶν ἀγαθῶν· πόθεν γὰρ ἄλλοθεν; ‑ Φέρε δή, τίνες ἡμῖν ἄνδρες ἀγαθοὶ γεγόνασιν; ἵνα σκεψώμεθα εἰ οὗτοί εἰσιν οἱ τοὺς ἀγαθοὺς ποιοῦντες. ‑ Θουκυδίδης καὶ Θεμιστοκλῆς καὶ Ἀριστείδης καὶ Περικλῆς. ‑ Τούτων οὖν ἑκάστου [d] ἔχομεν διδάσκαλον εἰπεῖν; ‑ Οὐκ ἔχομεν· οὐ γὰρ λέγεται. ‑ Τί δέ; μαθητὴν ἢ τῶν ξένων τινὰ ἢ τῶν πολιτῶν ἢ ἄλλον, ἐλεύθερον ἢ δοῦλον, ὅστις αἰτίαν ἔχει διὰ τὴν τούτων ὁμιλίαν σοφός τε καὶ ἀγαθὸς γεγονέναι; ‑ Οὐδὲ τοῦτο λέγεται. ‑ Ἀλλ' ἆρα μὴ ἐφθόνουν μεταδιδόναι τῆς ἀρετῆς τοῖς ἄλλοις ἀνθρώποις; ‑ Τάχα. ‑ Ἆρα ἵνα μὴ ἀντίτεχνοι αὐτοῖς γίγνοιντο, ὥσπερ οἱ μάγειροί τε καὶ ἰατροὶ καὶ τέκτονες φθονοῦσιν; οὐ γὰρ λυσιτελεῖ αὐτοῖς πολλοὺς ἀντιτέχνους γίγνεσθαι οὐδὲ οἰκεῖν ἐν πολλοῖς αὐτοῖς ὁμοίοις. ἆρ' οὖν οὕτω καὶ τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς οὐ λυσιτελεῖ ἐν ὁμοίοις αὐτοῖς οἰκεῖν; ‑ Ἴσως. ‑ Εἰσὶν δὲ οἱ αὐτοὶ οὐχὶ ἀγαθοί τε καὶ δίκαιοι; ‑ Ναί. ‑ Ἔστιν οὖν ὅτῳ λυσιτελεῖ μὴ ἐν ἀγαθοῖς οἰκεῖν ἀνδράσιν ἀλλ' ἐν κακοῖς; ‑ Οὐκ ἔχω εἰπεῖν. ‑ Ἆρ' οὖν οὐδὲ τοῦτ' ἔχεις εἰπεῖν, πότερον ἔργον ἐστὶν τῶν μὲν ἀγαθῶν βλάπτειν, τῶν δὲ κακῶν ὠφελεῖν, ἢ τοὐναντίον; ‑ Τοὐναντίον. [377] [a]‑ Οἱ μὲν ἀγαθοὶ ἄρα ὠφελοῦσιν, οἱ δὲ κακοὶ βλάπτουσιν; ‑ Ναί. ‑ Ἔστιν οὖν ὅστις βούλεται βλάπτεσθαι μᾶλλον ἢ ὠφελεῖσθαι; ‑ Οὐ πάνυ. ‑ Οὐδεὶς ἄρα βούλεται ἐν πονηροῖς οἰκεῖν μᾶλλον ἢ ἐν χρηστοῖς. ‑ Οὕτως. ‑ Οὐδεὶς ἄρα φθονεῖ τῶν ἀγαθῶν ἀνδρῶν ἄλλῳ, ὥστε ἀγαθὸν καὶ ὅμοιον ἑαυτῷ ποιῆσαι. ‑ Οὔκουν φαίνεταί γε δὴ ἐκ τοῦ λόγου. ‑ Ἀκήκοας οὖν ὅτι Θεμιστοκλεῖ Κλεόφαντος ὑὸς ἐγένετο; ‑ Ἀκήκοα. ‑ Οὐκοῦν δῆλον ὅτι οὐδὲ τῷ ὑεῖ ἐφθόνει ὡς βελτίστῳ γενέσθαι [b] ὁ Θεμιστοκλῆς, ὅς γε ἄλλῳ οὐδενί, εἴπερ ἦν ἀγαθός; ἦν δέ, ὥς φαμεν. ‑ Ναί. ‑ Οἶσθα οὖν ὅτι Θεμιστοκλῆς τὸν ὑὸν ἱππέα μὲν ἐδιδάξατο σοφὸν εἶναι καὶ ἀγαθόν ‑ ἐπέμενε γοῦν ἐπὶ τῶν ἵππων ὀρθὸς ἑστηκώς, καὶ ἠκόντιζεν ἀπὸ τῶν ἵππων ὀρθός, καὶ ἄλλα πολλὰ καὶ θαυμάσια εἰργάζετο ‑ καὶ ἄλλα πολλὰ ἐδίδαξεν καὶ ἐποίησεν σοφόν, ὅσα διδασκάλων ἀγαθῶν εἴχετο. ἢ ταῦτα οὐκ ἀκήκοας τῶν πρεσβυτέρων; ‑ Ἀκήκοα. [c] ‑ Οὐκ ἄρα τὴν φύσιν γέ τις τοῦ ὑοῦ αὐτοῦ αἰτιάσαιτ' ἂν κακὴν εἶναι. ‑ Οὐκ ἂν οὖν δικαίως γε ἐξ ὧν σὺ λέγεις. ‑ Τί δὲ τόδε; ὡς Κλεόφαντος ὁ Θεμιστοκλέους ὑὸς ἀνὴρ ἀγαθὸς καὶ σοφὸς ἐγένετο ἅπερ ὁ πατὴρ αὐτοῦ ἦν σοφός, ἤδη τοῦτο ἤκουσας ἢ νεωτέρου ἢ πρεσβυτέρου; ‑ Οὐκ ἤκουσα. ‑ Ἆρ' οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν ἑαυτοῦ ὑὸν παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, μηδὲν βελτίω [d] αὐτὸν ποιῆσαι τῶν γειτόνων μηδενός, εἴπερ διδακτὸν ἦν ἡ ἀρετή; ‑ Οὔκουν εἰκός γε. ‑ Οὗτος μὲν δή σοι τοιοῦτος διδάσκαλος ἀρετῆς, ὃν ὑπεῖπες· ἄλλον δὲ δὴ σκεψώμεθα, Ἀριστείδην, ὃς ἔθρεψεν μὲν τὸν Λυσίμαχον, ἐπαίδευσε δὲ κάλλιστα Ἀθηναίων ὅσα διδασκάλων εἴχετο, ἄνδρα δὲ οὐδενὸς βελτίω ἐποίησεν· τοῦτον γὰρ καὶ σὺ καὶ ἐγὼ εἴδομεν καὶ συνεγενόμεθα. ‑ Ναί. ‑ Οἶσθα οὖν ὅτι Περικλῆς αὖ ἔθρεψεν ὑεῖς Πάραλον καὶ Ξάνθιππον, ὧν καὶ σύ μοι δοκεῖς [e] τοῦ ἑτέρου ἐρασθῆναι. τούτους μέντοι, ὡς καὶ σὺ οἶσθα, ἱππέας μὲν ἐδίδαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μουσικὴν καὶ τὴν ἄλλην ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνῃ διδάσκονται, οὐδενὸς χείρους· ἀγαθοὺς δὲ ἄρα ἄνδρας οὐκ ἐβούλετο ποιῆσαι; ‑ Ἀλλ' ἴσως ἂν ἐγένοντο, ὦ Σώκρατες, εἰ μὴ νέοι ὄντες ἐτελεύτησαν. ‑ Σὺ μὲν εἰκότως βοηθεῖς τοῖς παιδικοῖς, Περικλῆς δὲ ἐκείνους, εἴπερ διδακτὸν ἦν ἀρετὴ καὶ οἷός τ' ἦν ἀγαθοὺς ποιῆσαι, πολὺ πρότερον ἂν τὴν αὑτοῦ ἀρετὴν σοφοὺς ἐποίησεν ἢ μουσικὴν καὶ ἀγωνίαν.
[378]
[a] ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν, ἐπεὶ Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, ὑπὲρ ὧν σὺ οὐκ ἂν ἔχοις εἰπεῖν ἅπερ ὑπὲρ τῶν Περικλέους ὑῶν· τούτων γὰρ δὴ καὶ σὺ οἶσθα τόν γ' ἕτερον μέχρι γήρως βιοῦντα, τὸν δ' ἕτερον πόρρω πάνυ. καὶ μὴν καὶ τούτω ὁ πατὴρ ἐπαίδευσεν τά τε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων· τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκεν, τὸν δὲ Εὐδώρῳ, οὗτοι δέ που ἐδόκουν κάλλιστα τῶν τότε παλαίειν. ‑ Ναί. ‑ Οὐκοῦν δῆλον ὅτι οὗτος [b] οὐκ ἄν ποτε οἷ μὲν ἔδει δαπανώμενον διδάσκειν, ταῦτα μὲν ἐδίδαξεν τοὺς παῖδας τοὺς ἑαυτοῦ, οἷ δ' οὐδὲν ἔδει ἀναλώσαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, τοῦτο δὲ οὐκ ἂν ἐδίδαξεν, εἰ διδακτὸν ἦν; ‑ Εἰκός γε. ‑ Ἀλλὰ γὰρ ἴσως ὁ Θουκυδίδης φαῦλος ἦν, καὶ οὐχὶ ἦσαν αὐτῷ πλεῖστοι φίλοι Ἀθηναίων καὶ τῶν συμμάχων. καὶ οἰκίας ἦν μεγάλης καὶ ἐδύνατο μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστ' εἴπερ [c] ἦν τοῦτο διδακτόν, ἐξηῦρεν ἂν ὅστις αὐτοῦ ἔμελλεν τοὺς ὑεῖς ἀγαθοὺς ποιήσειν ἢ τῶν ἐπιχωρίων ἢ τῶν ξένων, εἰ αὐτὸς μὴ ἐσχόλαζε διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν. ἀλλὰ γάρ, ὦ ἑταῖρε, μὴ οὐκ ᾖ διδακτὸν ἡ ἀρετή. ‑ Οὔκ, ἴσως. ‑ Ἀλλὰ δὴ εἰ μὴ διδακτόν ἐστιν, ἆρα φύσει φύονται οἱ ἀγαθοί; καὶ τοῦτο τῇδέ πῃ σκοποῦντες ἴσως ἂν εὕροιμεν. φέρε γάρ· εἰσὶν ἡμῖν φύσεις ἵππων ἀγαθῶν; ‑ Εἰσίν. ‑ Οὐκοῦν εἰσίν [d] τινες ἄνθρωποι τέχνην ἔχοντες ᾗ τὰς τῶν ἵππων τῶν ἀγαθῶν φύσεις γιγνώσκουσιν, καὶ κατὰ τὸ σῶμα πρὸς δρόμον, καὶ κατὰ τὴν ψυχήν, οἵτινές τε θυμοειδεῖς καὶ ἄθυμοι; ‑ Ναί. ‑ Τίς οὖν αὕτη ἡ τέχνη ἐστίν; τί ὄνομα αὐτῇ; ‑ Ἱππική. ‑ Οὐκοῦν καὶ περὶ τοὺς κύνας ὡσαύτως ἔστιν τις τέχνη ᾗ τὰς ἀγαθὰς καὶ τὰς κακὰς φύσεις τῶν κυνῶν διακρίνουσιν; ‑ Ἔστι. ‑ Τίς αὕτη; ‑ Ἡ κυνηγετική. ‑ Ἀλλὰ μὴν καὶ περὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον εἰσὶν ἡμῖν δοκιμασταί, οἵτινες [e] ὁρῶντες κρίνουσιν τό τε βέλτιον καὶ τὸ χεῖρον; ‑ Εἰσίν. ‑ Τίνας οὖν τούτους καλεῖς; ‑ Ἀργυρογνώμονας. ‑ Καὶ μὴν οἱ παιδοτρίβαι γιγνώσκουσι σκοπούμενοι τὰς φύσεις τὰς τῶν σωμάτων τῶν ἀνθρώπων ὁποῖαί τε χρησταὶ καὶ ὁποῖαι μὴ πρὸς ἑκάστους τῶν πόνων, καὶ τῶν πρεσβυτέρων καὶ νέων ὅσα μέλλει τῶν σωμάτων ἄξια λόγου ἔσεσθαι καὶ ἐν οἷς ἐλπίς ἐστι πολλὴ τὰ ἔργα, ὅσα σώματος ἔχεται, εὖ ἀπεργάσασθαι. ‑ Ἔστι ταῦτα. ‑ Πότερον οὖν σπουδαιότερόν ἐστιν ταῖς πόλεσιν ἵπποι καὶ κύνες ἀγαθοὶ καὶ τἆλλα τὰ τοιαῦτα, [379] [a] ἢ ἄνδρες ἀγαθοί; ‑ Ἄνδρες ἀγαθοί. ‑ Τί οὖν; οἴει ἄν, εἴπερ ἦσαν φύσεις ἀγαθαὶ πρὸς ἀρετὴν ἀνθρώπων, οὐκ ἂν πάντα μεμηχανῆσθαι τοὺς ἀνθρώπους ὥστε διαγιγνώσκειν αὐτάς; ‑ Εἰκός γε. ‑ Ἔχεις οὖν τινα εἰπεῖν τέχνην ἥτις ἐστὶν ἐπὶ ταῖς φύσεσιν ταῖς τῶν ἀνδρῶν τῶν ἀγαθῶν ἀποδεδειγμένη, ὥστε δύνασθαι αὐτὰς κρίνειν; ‑ Οὐκ ἔχω. ‑ Καὶ μὲν δὴ πλείστου ἂν ἦν ἀξία καὶ οἱ ἔχοντες αὐτήν· οὗτοι γὰρ ἂν ἡμῖν ἀπέφαινον τῶν νέων τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι [b] ἔτι παῖδας ὄντας, οὓς ἂν ἡμεῖς παραλαβόντες ἐφυλάττομεν ἐν ἀκροπόλει δημοσίᾳ, ὥσπερ τὸ ἀργύριον, καὶ μᾶλλόν τι, ἵνα μή τι φλαῦρον ἡμῖν πάθοιεν μήτε ἐν μάχῃ μήτε ἐν ἄλλῳ μηδενὶ κινδύνῳ, ἀλλ' ἀπέκειντο τῇ πόλει σωτῆρές τε καὶ εὐεργέται, ἐπειδή γε εἰς τὴν ἡλικίαν ἀφίκοντο. ἀλλὰ γὰρ κινδυνεύει οὔτε φύσει οὔτε μαθήσει ἡ ἀρετὴ τοῖς ἀνθρώποις παραγίγνεσθαι. ‑ Πῶς οὖν ἂν ὦ Σώκρατές σοι δοκοῦσιν [c] γίγνεσθαι, εἰ μήτε φύσει μήτε μαθήσει γίγνονται; τίν' ἄλλον τρόπον γίγνοιντ' ἂν οἱ ἀγαθοί; ‑ Οἶμαι μὲν οὐκ ἂν ῥᾳδίως αὐτὸ δηλωθῆναι, τοπάζω μέντοι θεῖόν τι μάλιστα εἶναι τὸ κτῆμα καὶ γίγνεσθαι τοὺς ἀγαθοὺς ὥσπερ οἱ θεῖοι τῶν μάντεων καὶ οἱ χρησμολόγοι. οὗτοι γὰρ οὔτε φύσει τοιοῦτοι γίγνονται οὔτε τέχνῃ, ἀλλ' ἐπιπνοίᾳ ἐκ τῶν θεῶν γιγνόμενοι τοιοῦτοί εἰσιν. οὕτω δὲ καὶ οἱ ἄνδρες οἱ ἀγαθοὶ λέγουσι ταῖς πόλεσιν ἑκάστοτε τὰ ἀποβησόμενα καὶ τὰ [d] μέλλοντα ἔσεσθαι ἐκ θεοῦ ἐπιπνοίας πολὺ μᾶλλον καὶ ἐναργέστερον ἢ οἱ χρησμῳδοί. λέγουσιν δέ που καὶ αἱ γυναῖκες ὅτι Θεῖος ἀνὴρ οὗτός ἐστι· καὶ Λακεδαιμόνιοι ὅταν τινὰ μεγαλοπρεπῶς ἐπαινῶσιν, θεῖον ἄνδρα φασὶν εἶναι. πολλαχοῦ δὲ καὶ Ὅμηρος τῷ αὐτῷ τούτῳ καταχρῆται καὶ οἱ ἄλλοι ποιηταί. καὶ ὅταν βούληται θεὸς εὖ πρᾶξαι πόλιν, ἄνδρας ἀγαθοὺς ἐνεποίησεν· ὅταν δὲ μέλλῃ κακῶς πράξειν πόλις, ἐξεῖλε τοὺς ἄνδρας τοὺς ἀγαθοὺς ἐκ ταύτης τῆς πόλεως ὁ θεός. οὕτως ἔοικεν οὔτε διδακτὸν εἶναι οὔτε φύσει ἀρετή, ἀλλὰ θείᾳ μοίρᾳ παραγίγνεται κτωμένοις.
[380]
[a] Σὺ μὲν δὴ κελεύεις με, ὦ Δημόδοκε, συμβουλεύειν ὑμῖν περὶ ὧν συνέρχεσθε βουλευσόμενοι· ἐμοὶ δὲ σκοπεῖσθαι ἐπέρχεται τί ποτε δύναται ἡ σύνοδος ὑμῶν καὶ ἡ τῶν οἰομένων συμβουλεύειν ὑμῖν προθυμία καὶ ἡ ψῆφος ἣν φέρειν ἕκαστος ὑμῶν διανοεῖται. τοῦτο μὲν γάρ, εἰ μὴ ἔστιν ὀρθῶς καὶ ἐμπείρως συμβουλεύειν περὶ ὧν συνέρχεσθε βουλευσόμενοι, πῶς οὐ γελοῖόν ἐστιν συνέρχεσθαι βουλευσομένους [b] περὶ ὧν συμβουλεύειν οὐκ ἔστιν ὀρθῶς; τοῦτο δέ, εἰ μὲν ἔστιν ὀρθῶς συμβουλεύειν καὶ ἐμπείρως περὶ τῶν τοιούτων, ἐπιστήμη δ' ἀφ' ἧς ἔστιν ὀρθῶς συμβουλεύειν καὶ ἐμπείρως περὶ τούτων μηδεμία ἐστίν, πῶς οὐκ ἄτοπον; εἰ δέ τις ἐπιστήμη ἀφ' ἧς ἔστιν τὰ τοιαῦτα ὀρθῶς συμβουλεύειν, οὐκ ἀνάγκη καὶ ἐπισταμένους εἶναί τινας συμβουλεύειν ὀρθῶς περὶ τῶν τοιούτων; ὄντων δέ τινων ἐπισταμένων συμβουλεύειν περὶ ὧν συνέρχεσθε βουλευσόμενοι, οὐκ ἀνάγκη [c] ἐστὶ καὶ ὑμᾶς ἤτοι ἐπίστασθαι περὶ τούτων συμβουλεύειν ἢ μὴ ἐπίστασθαι, ἢ τοὺς μὲν ἐπίστασθαι ὑμῶν, τοὺς δὲ μὴ ἐπίστασθαι; εἰ μὲν οὖν ἐπίστασθε πάντες, τί δεῖ ἔτι ὑμᾶς συνέρχεσθαι βουλευσομένους; συμβουλεύειν γὰρ ἱκανὸς ἕκαστος ὑμῶν. εἰ δ' αὖ πάντες μὴ ἐπίστασθε, πῶς ἂν δύναισθε βουλεύεσθαι; ἢ τί ὑμῖν προύργου τῆς συνόδου ταύτης εἴη ἂν μὴ δυναμένων γε βουλεύεσθαι; εἰ δὲ οἱ μὲν [d] ἐπίστανται, οἱ δὲ οὐκ ἐπιστάμενοί εἰσιν ὑμῶν, οὗτοι δὲ συμβουλῆς δέονται, εἰ ἄρα δυνατόν ἐστιν συμβουλεύειν ἔμφρονα ἄνδρα τοῖς ἀπείροις, ἱκανὸς δήπου ἐστὶ καὶ εἷς συμβουλεῦσαι τοῖς ἐπισταμένοις ὑμῖν. ἢ οὐ ταὐτὰ οἱ ἐπιστάμενοι συμβουλεύουσιν πάντες; ὥστ' ἀκούσαντας ὑμᾶς τούτου ἀπαλλάττεσθαι προσήκει. νῦν δ' οὐ ποιεῖτε τοῦτο, ἀλλὰ βούλεσθε πολλῶν συμβουλευόντων ἀκούειν. οὐ γὰρ ὑπολαμβάνετε εἰδέναι τοὺς ἐπιχειροῦντας ὑμῖν συμβουλεύειν περὶ ὧν συμβουλεύουσιν. εἰ γὰρ ὑπελαμβάνετε εἰδέναι τοὺς συμβουλεύοντας ὑμῖν, ἑνὸς μόνου ἀκούσασιν ἐξήρκει ἂν [381] [a] ὑμῖν. τὸ οὖν συνέρχεσθαι ἀκουσομένους μὴ εἰδότων ὡς προύργου τι ποιοῦντας, πῶς οὐκ ἄτοπόν ἐστιν; καὶ περὶ μὲν τῆς συνόδου ὑμῶν ἀπορῶ ταύτῃ.
Περὶ δὲ τῆς τῶν οἰομένων ὑμῖν συμβουλεύειν προθυμίας ἐκεῖνο ἄπορον· εἰ μὲν γὰρ μὴ ταὐτὰ συμβουλεύουσι περὶ τῶν αὐτῶν συμβουλεύοντες, πῶς ἂν πάντες καλῶς συμβουλεύοιεν, μὴ συμβουλεύοντες ἃ συμβουλεύει ὁ ὀρθῶς συμβουλεύων; [b] ἢ πῶς ἂν οὐκ ἄτοπος εἴη ἡ προθυμία τῶν προθυμουμένων συμβουλεύειν περὶ ὧν ἀπείρως ἔχουσιν; οὐ γὰρ δὴ ἔμπειροι ὄντες προαιρήσονται συμβουλεύειν μὴ ὀρθῶς. εἰ δ' αὖ ταὐτὰ συμβουλεύουσι, τί δεῖ πάντας αὐτοὺς συμβουλεύειν; εἷς γὰρ αὐτῶν τὰ αὐτὰ συμβουλεύων ἱκανὸς ἔσται. τὸ οὖν τοιαῦτα προθυμεῖσθαι ἃ οὐδὲν προύργου ἂν γένοιτο, πῶς οὐ γελοῖον; οὔτε οὖν ἡ τῶν ἀπείρων προθυμία οὐκ ἂν ἄτοπος [c] εἴη, τοιαύτη γε οὖσα, οὔτε ἔμφρονες ἂν τοιαῦτα προθυμηθεῖεν, εἰδότες ὅτι καὶ εἷς τις αὐτῶν τὸ αὐτὸ πράξει συμβουλεύων γε ὡς προσήκει. ὥστε πῶς οὐ γελοῖός ἐστιν ἡ προθυμία τῶν οἰομένων ὑμῖν συμβουλεύειν; οὐ δύναμαι εὑρεῖν.
Τὸ δὲ περὶ τῆς ψήφου ἧς φέρειν διανοεῖσθε τί δύναται, ἀπορῶ μάλιστα. πότερον γὰρ τοὺς εἰδότας συμβουλεύειν κρίνετε; ἀλλ' οὐ πλείονες ἑνὸς συμβουλεύσουσιν οὐδ' ἄλλως καὶ ἄλλως περὶ τοῦ αὐτοῦ· ὥστε περὶ τούτων μὲν τὴν ψῆφον [d] φέρειν ὑμᾶς οὐ δεήσει. ἀλλὰ τοὺς ἀπείρους καὶ ὡς μὴ δεῖ συμβουλεύοντας κρίνετε; ἢ τοῖς τοιούτοις ὡς μαινομένοις οὐκ ἐπιτρέπειν συμβουλεύειν προσήκει; εἰ δὲ μήτε τοὺς ἐμπείρους μήτε τοὺς ἀπείρους κρινεῖτε, τίνας κρίνετε; ἀρχὴν δὲ τί δεῖ πάντως ἄλλους συμβουλεύειν ὑμῖν, εἴπερ κρίνειν τὰ τοιαῦτα ἱκανοί ἐστε; εἰ δ' αὖ μὴ ἐστὲ ἱκανοί, τί καὶ δύνανται ὑμῖν αἱ ψῆφοι; ἢ πῶς οὐ γελοῖόν ἐστιν συνέρχεσθαι [e] μὲν ὑμᾶς συμβουλευσομένους, ὡς δεομένους συμβουλίας καὶ οὐχ ἱκανοὺς ὄντας αὐτούς, συνελθόντας δὲ οἴεσθαι δεῖν ψηφίζεσθαι, ὡς κρίνειν ἱκανοὺς ὄντας; οὐ γὰρ δὴ καθ' ἕνα μὲν ὄντες οὐκ οἴδατε, συνελθόντες δὲ φρόνιμοι γίγνεσθε· οὐδ' αὖ ἰδίᾳ μὲν ἀπορεῖτε, ἐλθόντες δὲ εἰς τὸ αὐτὸ οὐκέτι ἀπορεῖτε, ἀλλ' ἱκανοὶ γίγνεσθε συνορᾶν ποῖα πρακτέα ἐστιν ὑμῖν, καὶ ταῦτα παρ' οὐδενὸς μαθόντες οὐδ' αὐτοὶ εὑρόντες, ὅ ἐστιν δεινότατον ἁπάντων. οὐ γὰρ δή, μὴ δυνάμενοί γε συνορᾶν [382] [a] ἃ πρακτέον ἐστίν, κρίνειν ἱκανοὶ ἔσεσθε τὸν ὀρθῶς συμβουλεύοντα περὶ τούτων ὑμῖν. οὐδ' αὖ τοῦτό γε ἐρεῖ εἷς ὢν ὁ συμβουλεύων ὑμῖν οὗτος ὑμᾶς διδάξειν ἃ πρακτέον ὑμῖν ἐστιν, καὶ κρίνειν τοὺς κακῶς καὶ μὴ συμβουλεύοντας ὑμῖν, οὕτως ἐν ὀλίγῳ χρόνῳ καὶ ὄντας τοσούτους. τοῦτο δὲ ἐκείνου οὐδὲν ἧττον ἂν φανείη δεινὸν ὄν. εἰ δὲ μήθ' ἡ σύνοδος μήθ' ὁ συμβουλεύων ὑμῖν ἱκανοὺς κρίνειν ποιεῖ ὑμᾶς, τίς χρεία τῶν ψήφων ἐστὶν ὑμῖν; ἢ πῶς οὐκ ἐναντιοῦται ἡ [b] σύνοδος ὑμῶν ταῖς ψήφοις καὶ αἱ ψῆφοι τῇ τῶν συμβουλευόντων ὑμῖν προθυμίᾳ; ἡ μὲν γὰρ σύνοδός ἐστιν ὑμῶν ὡς οὐχ ἱκανῶν ἀλλὰ συμβούλων δεομένων, αἱ δὲ ψῆφοι φέρονται ὡς οὐ συμβούλων δεομένων ἀλλὰ καὶ κρίνειν καὶ συμβουλεύειν δυναμένων. καὶ ἡ μὲν προθυμία τῶν συμβουλευόντων ὑμῖν ὡς εἰδότων ἐστίν, αἱ δὲ παρ' ὑμῶν ψῆφοι ὡς οὐκ εἰδότων τῶν συμβουλευόντων φέρονται. καὶ εἴ τις ὑμᾶς ἔροιτο τοὺς [c] ψηφισαμένους, καὶ τὸν συμβουλεύσαντα ὑμῖν περὶ ὧν ἂν ψηφίσησθε, πότερον ἴστε ὅτι ἔσται οὗ ἕνεκα πράττειν διανοεῖσθε ἃ ἐψηφίσασθε, οὐκ οἴομαι ἂν φῆσαι ὑμᾶς. τί δ', εἰ γένοιτο οὗ ἕνεκα πράττειν διανοεῖσθε, ἴστε ὅτι συνοίσει τοῦτο ὑμῖν; οὐδὲ τοῦτο ἂν φῆσαι οἴομαι ὑμᾶς οὐδὲ τὸν συμβουλεύοντα ὑμῖν. τῶν ἀνθρώπων δὲ τίνα ὑπολαμβάνετε εἰδέναι τι τούτων; εἴ τις προσέροιτο ὑμᾶς, οὐδὲ τοῦτο συγχωρεῖν ἂν οἴομαι ὑμᾶς. ὅταν οὖν περί τε ὧν συμβουλεύετε [d] ᾖ τοιαῦτα οἷα ὑμῖν μὴ δῆλα εἶναι, οἵ τε ψηφιζόμενοι καὶ οἱ συμβουλεύοντες ἄπειροι ὦσιν, εἰκότως καὶ ὑμεῖς φήσετε συμπίπτειν ἀπιστεῖν καὶ μεταμέλεσθαι πολλάκις αὐτοῖς καὶ περὶ ὧν ἂν συμβουλεύσωνται καὶ περὶ ὧν ἂν ψηφίσωνται. τοῖς ἀγαθοῖς δὲ τοιαῦτα συμβαίνειν οὐ προσήκει. ἴσασι γὰρ καὶ περὶ ὧν συμβουλεύουσιν ποῖά τ' ἐστίν, καὶ τοῖς πεισθεῖσιν αὐτοῖς ὅτι βεβαίως ὑπάρχει ὧν ἕνεκα συμβουλεύουσιν, καὶ ὅτι οὔτε αὐτοῖς οὔτε τοῖς πεισθεῖσιν αὐτοῖς [e] πώποτε μεταμελήσει. περὶ τοιούτων οὖν ἔγωγε τοὺς νοῦν ἔχοντας συμβουλεύειν ἀξιοῦν ὑπελάμβανον, ἀλλ' οὐ περὶ ὧν σὺ κελεύεις με συμβουλεύειν. ἀπὸ μὲν γὰρ τῆς ἐκείνων συμβουλίας τὸ τέλος εὐτυχία, ἀπὸ δὲ τῆς τούτων φλυαρίας ἀτυχία ἐστίν.
Παρεγενόμην δ' ἀνθρώπῳ τινὶ νουθετοῦντι ἑαυτοῦ ἑταῖρον, διότι ἐπίστευεν τῷ κατηγοροῦντι οὐκ ἀκούσας τοῦ ἀπολογουμένου ἀλλὰ μόνου τοῦ κατηγοροῦντος. ἔλεγεν οὖν ὡς δεινὸν πρᾶγμα ποιοῖ καταγιγνώσκων τοῦ ἀνθρώπου, οὔτε αὐτὸς [383] [a] παραγενόμενος οὔτε τῶν φίλων ἀκούσας παραγενομένων, οἷς εἰκὸς ἦν αὐτὸν λέγουσιν πιστεύειν· οὐδ' αὖ ἀμφοτέρων ἀκούσας, οὕτως προπετῶς ἐπίστευσε τῷ κατηγοροῦντι. δίκαιον δὲ εἶναι καὶ τοῦ ἀπολογουμένου ἀκοῦσαι πρὸ τοῦ ἐπαινεῖν ἢ μέμφεσθαι, ὥσπερ καὶ τοῦ κατηγοροῦντος. πῶς γὰρ ἄν τις ἢ δίκην καλῶς δικάσαι ἢ ἀνθρώπους κατὰ τρόπον κρῖναι δύναιτο, μὴ ἀμφοτέρων τῶν ἀντιδίκων ἀκούσας; τοὺς γὰρ [b] λόγους παραβαλλομένους, ὥσπερ τὴν πορφύραν καὶ τὸ χρυσίον, ἄμεινον κρίνεσθαι. ἢ τίνος ἕνεκεν ἢ χρόνον ἀμφοτέροις δίδοσθαι τοῖς ἀντιδίκοις, ἢ ὀμνύειν τοὺς δικαστὰς ἀκροάσασθαι ὁμοίως ἀμφοτέρων, εἰ μὴ ὑπελάμβανεν ὁ νομοθέτης τὰς δίκας δικαιότερον ἂν καὶ βέλτιον κρίνεσθαι ὑπὸ τῶν δικαστῶν; σὺ δέ μοι δοκεῖς οὐδὲ τοῦτο τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀκηκοέναι. Τὸ ποῖον; ἔφη.
[c] Μηδὲ δίκην δικάσῃς, πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς. καίτοι οὐκ ἂν οὕτω τοῦτο περιεφέρετο, εἰ μὴ καλῶς ἐλέγετο καὶ ὡς προσήκει. συμβουλεύω οὖν σοι, ἔφη, τοῦ λοιποῦ μὴ προπετῶς οὕτως τοὺς ἀνθρώπους μήτε μέμφεσθαι μήτ' ἐπαινεῖν.
Ὁ οὖν ἑταῖρος ἄτοπον ἔφη ἑαυτῷ καταφαίνεσθαι εἰ ἕνα μὲν γνῶναι λέγοντα πότερον ἀληθεύει ἢ ψεύδεται οὐ δυνατόν, δύο δὲ λέγοντας γνῶναι δυνατὸν ἔσται· καὶ παρὰ μὲν τοῦ [d] ἀληθῆ λέγοντος μαθεῖν οὐ δυνατόν, ὑπὸ τούτου δ' αὐτοῦ καὶ ἄλλου ψευδομένου διδαχθῆναι ταὐτὰ οἷόν τε· καὶ εἰ ὁ μὲν εἷς ὀρθῶς καὶ ἀληθῆ λέγων ἐμφανίσαι ἃ λέγει οὐ δυνήσεται, δύο δέ, ὧν ὁ ἕτερος ψεύσεται καὶ οὐκ ὀρθῶς ἐρεῖ, δυνήσονται ἐμφανίσαι τοῦτο ὃ ὁ λέγων ὀρθῶς ἐμφανίσαι οὐχ οἷός τ' ἦν. ἀπορῶ δ', ἔφη, κἀκεῖνο, πῶς ποτε ἐμφανιοῦσι. πότερον γὰρ σιωπῶντες ἢ λέγοντες; εἰ μὲν γὰρ σιωπῶντες ἐμφανιοῦσιν, οὐδετέρου ἂν δέοι, μήτι γε ἀμφοτέρων, ἀκούειν· εἰ δὲ [e] λέγοντες ἀμφότεροι ἐμφανιοῦσιν, ἀμφότεροι δὲ κατ' οὐδένα τρόπον λέγουσιν ‑ ἐν μέρει γὰρ λέγειν ἑκάτερον ἀξιοῦσιν ‑ πῶς ἀμφοτέρους ἐμφανίσαι ἅμα οἷόν τε; εἰ γὰρ ἐμφανιοῦσιν ἅμα ἀμφότεροι, καὶ ἐροῦσιν τότε ἅμα. τοῦτο δ' οὐκ ἐῶσιν. ὥστε λοιπόν, εἴπερ λέγοντες ἐμφανιοῦσιν, ἑκάτερος εἰπὼν ἐμφανιεῖ· καὶ ὁπότε γε ἐρεῖ ἑκάτερος, τότε καὶ ἐμφανιεῖ ἑκάτερος αὐτῶν. ὥστ' ἐρεῖ ὁ μὲν πρότερος, ὁ δ' ὕστερος· καὶ ἐμφανιεῖ ὁ μὲν πρότερος, ὁ δ' ὕστερος. καίτοι εἴπερ ταὐτὸ ἐν μέρει ἐμφανιοῦσιν ἑκάτεροι, τί δεῖ ἔτι τοῦ ὑστέρου ἀκούειν; ὑπὸ γὰρ τοῦ πρότερον εἰπόντος ἤδη φανερὸν ἔσται.
[384]
[a] ἐκεῖνο δ', ἔφη, εἴπερ ἀμφότεροι ἐμφανιοῦσιν, πῶς οὐ καὶ ὁ ἕτερος αὐτῶν ἐμφανιεῖ; ὧν γὰρ ὁ ἕτερος οὐκ ἐμφανιεῖ, οὗτοι ἀμφότεροι πῶς ἂν ἐμφανίσαι δύναιντο; εἰ δ' ἑκάτερος ἐμφανιεῖ, δῆλον ὅτι ἐρεῖ πρότερος καὶ ἐμφανιεῖ πρότερος· ὥστ' ἐκείνου μόνου ἀκούσαντα γνῶναι πῶς ἐστιν οὐχ οἷόν τε.
Ἐγὼ γοῦν ἀκούων αὐτῶν ἠπόρουν καὶ κρίνειν οὐχ οἷός τ' ἦν· οἱ μὲν γὰρ ἄλλοι ἔφασαν οἱ παρόντες τὸν πρῶτον λέγειν [b] ἀληθῆ. εἰ οὖν τι ἔχεις συμβάλλεσθαι μοι περὶ τούτων, πότερόν ἐστιν ἑνὸς λέγοντος γνῶναι τί λέγει, ἢ προσδεῖται τοῦ ἀντεροῦντος, εἰ μέλλει τις γνώσεσθαι πότερον ὀρθῶς λέγει· ἢ οὐκ ἀναγκαῖόν ἐστιν ἀμφοτέρων ἀκούειν. ἢ πῶς νομίζεις;
Πρῴην τις ἐνεκάλει ἀνθρώπων τινὶ ὅτι αὐτῷ ἀργύριον χρῆσαι οὐκ ἠθέλησεν οὐδὲ πιστεῦσαι. κἀκεῖνος μὲν ᾧ ἐνεκάλει, ἀπελογεῖτο· ἄλλος δέ τις τῶν παρόντων ἠρώτησε τὸν [c] ἐγκαλοῦντα πότερον ὁ μὲν μὴ πιστεύσας αὐτῷ μηδὲ χρήσας ἥμαρτεν· σὺ δ', ἔφη, οὐ πείσας σοι χρῆσαι οὐχ ἡμάρτηκας; ὁ δέ, Τί γὰρ ἥμαρτον; εἶπεν. ‑ Πότερος δ', ἔφη, σοὶ δοκεῖ ἁμαρτάνειν; ὁ ἀποτυχὼν ὧν ἤθελεν ἢ ὁ μή; ‑ Ὁ ἀποτυχών, εἶπεν. ‑ Οὐκοῦν, εἶπεν, σὺ μὲν ἀπέτυχες, χρήσασθαι ἐθέλων; ὁ δέ σοι μὴ προέσθαι, οὐκ ἀπέτυχε τούτου; ‑ Ναί, εἶπεν· ἀλλ' ἐγὼ τί ἥμαρτον, καὶ εἰ μὴ ἐκεῖνός μοι ἔδωκεν; ‑ Ὅτι εἰ μὲν ἐδέου αὐτοῦ, ἔφη, ὧν οὐκ ἐχρῆν, πῶς οὐκ οἴει ἁμαρτάνειν; [d] ἐκεῖνος δὲ ὁ μὴ προέμενος ὀρθῶς ἔπραξεν. εἰ δὲ ὧν χρῆν ἐδέου αὐτοῦ, ἀποτυχὼν τούτου, πῶς οὐχ ἥμαρτες ἐξ ἀνάγκης; ‑ Ἴσως, εἶπεν. ἀλλ' ἐκεῖνος πῶς οὐχ ἥμαρτεν, ὁ μὴ πιστεύσας μοι; ‑ Ἆρ' οὖν, ἔφη, εἰ προσωμίλησας αὐτῷ ὡς προσήκει, οὐκ ἂν ἥμαρτες οὐδέν; ‑ Οὐ γὰρ δή. ‑ Νῦν ἄρα οὐχ ὡς προσήκει αὐτῷ προσωμίλησας. ‑ Φαίνομαι, εἰπεῖν. ‑ Εἰ οὖν ὡς μὴ προσήκει ὁμιλοῦντός σου μὴ ἐπείσθη, πῶς ἂν δικαίως [e] ἐγκαλοίης ἐκείνῳ; ‑ Οὐκ ἔχω εἰπεῖν. ‑ Οὐδὲ ὅτι τοῖς κακῶς χρωμένοις οὐ προσεκτέον ἐστιν ἔχεις εἰπεῖν; ‑ Καὶ μάλ', ἔφη, τοῦτό γε. ‑ Ἀλλ' οὖν οὐχ οἱ ὡς οὐ προσήκει ὁμιλοῦντες, ἔφη, κακῶς χρῆσθαί σοι δοκοῦσιν; ‑ Ἔμοιγε, ἔφη. ‑ Τί οὖν ἥμαρτεν εἴ σοι μὴ προσέσχεν κακῶς χρωμένῳ; ‑ Οὐδὲν φαίνεται, εἰπεῖν. ‑ Τί οὖν ποτε οἱ ἄνθρωποι, ἔφη, τοιαῦτα ἐγκαλοῦσιν πρὸς ἀλλήλους, καὶ τοῖς μὲν μὴ πεισθεῖσιν αὐτοῖς ὅτι οὐκ ἐπείσθησαν μέμφονται, αὑτοῖς δέ, ὅτι οὐκ ἔπεισαν, [385] [a] οὐδ' ὁτιοῦν ἐγκαλοῦσιν; ‑ Καὶ ἄλλος τις παρών, Ὅταν τε γάρ τις, ἔφη, εὖ χρήσηταί τῳ καὶ βοηθήσῃ, εἶτα ἀξιῶν αὐτῷ ὁμοίως χρήσασθαι μὴ τυγχάνῃ τούτου, πῶς οὐκ εἰκότως μέμφοιτ' ἂν ὁ τοιοῦτος; ‑ Οὐκοῦν ἔφη, ὃν ἀξιοῖ ὁμοίως αὐτῷ χρῆσθαι, ἤτοι δυνατός ἐστιν χρῆσθαι αὐτῷ καλῶς ἢ οὐ δυνατός; καὶ εἰ μὲν μὴ δυνατός ἐστιν, πῶς ἂν καλῶς ἀξιοίη, ἀξιῶν αὐτὸν ὃ οὐ δυνατός ἐστιν; εἰ δὲ δυνατός ἐστιν, πῶς τοιοῦτον ἄνθρωπον οὐκ ἔπεισεν; ἢ πῶς τοιαῦτα λέγοντες καλῶς [b] λέγουσιν; ‑ Ἀλλὰ νὴ Δί', ἔφη, τοῦτο δεῖ ἐγκαλεῖν, ὅπως οὗτός τε τοῦ λοιποῦ βέλτιον χρῆται αὐτῷ, καὶ οἱ ἄλλοι φίλοι ἀκούσαντες αὐτοῦ ἐγκαλοῦντος. ‑ Βέλτιον δὲ χρῆσθαι, ἔφη, οἴει τινὰς ἀκούοντας ὀρθῶς λέγοντος καὶ ἀξιοῦντος, ἢ ἁμαρτάνοντος; ‑ Ὀρθῶς λέγοντος, ἔφη. ‑ Ὁ δέ γε οὐκ ὀρθῶς ἀξιοῦν ἐδόκει σοι; ‑ Ναί, ἔφη. ‑ Πῶς οὖν ἀκούοντες τοιαῦτα ἐγκαλοῦντος βέλτιον χρήσονται; ‑ Οὐδαμῶς, ἔφη. ‑ Τοῦ οὖν [c] ἕνεκα τοιαῦτά τις ἐγκαλεῖ; ‑ Ἀνευρεῖν ἔφη οὐκ ἂν δύνασθαι.
Ἀνθρώπου τις κατηγόρει εὐήθειαν ὅτι ταχέως καὶ τοῖς τυχοῦσιν ἀνθρώποις λέγουσι πιστεύοι. πολίταις μὲν γὰρ καὶ οἰκείοις λέγουσιν πιστεύειν εἰκός ἐστιν· τοιούτοις δ' ἀνθρώποις οὓς οὔτε εἶδεν οὔτε ἤκουσεν πρότερον αὐτῶν, πιστεύειν, καὶ ταῦτα οὐκ ἀγνοοῦντα ὅτι οἱ πλεῖστοι τῶν ἀνθρώπων εἰσὶν ἀλαζόνες καὶ πονηροί, ἠλιθιότητος σημεῖον οὐ σμικρὸν [d] εἶναι. Καὶ τῶν παρόντων τις ἔφη, Ἐγὼ δὲ ᾤμην σὲ τὸν ταχὺ καὶ τοῦ τυχόντος ἂν αἰσθανόμενον πολλοῦ νομίζειν ἄξιον εἶναι μᾶλλον ἢ τὸν βραδέως. ‑ Καὶ γὰρ νομίζω, εἶπεν ἐκεῖνος. ‑ Τί οὖν, ἔφη, ἐγκαλεῖς εἰ ταχὺ καὶ τοῖς τυχοῦσιν πιστεύει τἀληθῆ λέγουσιν; ‑ Ἀλλ' οὐ τοῦτο ἐγκαλῶ, εἰπεῖν, ἀλλ' ὅτι πιστεύει ταχέως ψευδῆ λέγουσιν. ‑ Εἰ δ' ἐν πλείονι χρόνῳ καὶ οὐ τοῖς τυχοῦσιν ἐπίστευε καὶ ᾐτιᾶτο, οὐκ ἂν ἐνεκάλεσας αὐτῷ μᾶλλον; ‑ Ἔγωγ' ἄν, εἰπεῖν. ‑ Ἆρα διότι γε βραδέως [e] καὶ οὐ τοῖς τυχοῦσιν ἐπίστευεν; ‑ Μὰ Δί', εἶπεν. ‑ Οὐ γὰρ οἶμαί γ', ἔφη, διὰ τοῦτ' ἐγκαλεῖν ἀνθρώπῳ ἄξιον εἶναι ὑπολαμβάνεις, ἀλλὰ διότι πιστεύει λέγουσιν ἄπιστα. ‑ Ἔγωγ', εἰπεῖν. ‑ Πότερον οὖν, ἔφη, διὰ μὲν τὸ βραδέως καὶ μὴ τοῖς τυχοῦσιν πιστεύειν οὐκ οἴει ἄξιον εἶναι ἐγκαλεῖν αὐτῷ, διὰ δὲ τὸ ταχέως καὶ τοῖς τυχοῦσι πιστεύειν ἄξιον; ‑ Οὐκ ἔγωγ', εἰπεῖν. ‑ Τί οὖν, ἔφη, ἐγκαλεῖς αὐτῷ; ‑ Ὅτι ἁμαρτάνει, πρὸ τοῦ σκέψασθαι ταχέως πιστεύων τοῖς τυχοῦσιν. ‑ Ἀλλ' εἰ [386] [a] βραδέως ἐπίστευσεν πρὸ τοῦ σκέψασθαι, οὐκ ἂν ἡμάρτανεν; ‑ Μὰ Δί', εἶπεν, ἀλλὰ καὶ οὕτως ἡμάρτανεν ἂν οὐδὲν ἧττον. ἀλλ' οὐ τοῖς τυχοῦσιν οἶμαι δεῖν πιστεύειν. ‑ Εἰ δὲ μὴ πιστεύειν τοῖς τυχοῦσιν, ἔφη, οἴει δεῖν, ἀλλὰ τοῖς ἀγνῶσιν πῶς προσήκει ταχέως πιστεύειν; ἀλλὰ πρότερον οἴει δεῖν σκέψασθαι εἰ ἀληθῆ λέγουσιν. ‑ Ἔγωγ', εἶπεν. ‑ Ἐπεὶ οἰκείων καὶ συνήθων, ἔφη, ὄντων οὐ δεῖ σκοπεῖσθαι εἰ λέγουσιν ἀληθῆ. ‑ Ἐγὼ μὲν φαίην ἄν, εἰπεῖν. ‑ Ἴσως γὰρ καὶ τούτων τινές, ἔφη, λέγουσιν ἄπιστα. ‑ Καὶ μάλα, εἶπεν. ‑ Τί οὖν [b] μᾶλλον, ἔφη, τοῖς οἰκείοις καὶ συνήθεσιν εἰκὸς πιστεύειν, ἢ τοῖς τυχοῦσίν ἐστιν; ‑ Οὐκ ἔχω, ἔφη, εἰπεῖν. ‑ Τί δ'; εἰ οὐ μᾶλλον τοῖς οἰκείοις πιστεύειν δεῖ ἢ τοῖς τυχοῦσιν, οὐκ ἀπίστους αὐτοὺς δεῖ νομίζειν μᾶλλον ἢ τοὺς τυχόντας; ‑ Πῶς γὰρ οὔκ; ἔφη. ‑ Ἐὰν οὖν τοῖς μὲν οἰκεῖοι ὦσιν, τοῖς δ' ἀγνῶτες, πῶς οὐ δεήσει τοὺς αὐτοὺς μᾶλλον αὐτῷ πιστοὺς νομίζειν; οὐ γὰρ ὁμοίως πιστοὺς αὐτοὺς δεῖ νομίζειν τοὺς οἰκείους καὶ τοὺς ἀγνῶτας, ὡς φῄς. ‑ Οὐκ ἀρέσκει μοι, εἰπεῖν. ‑ Ὁμοίως δ', ἔφη, καὶ τὰ λεγόμενα ὑπ' αὐτῶν οἱ μὲν πιστεύουσιν, οἱ δ' οὐ πιστὰ ἡγήσονται, καὶ οὐδέτεροι ἁμαρτήσονται αὐτῶν. ‑ Ἄτοπον καὶ τοῦτ', εἰπεῖν. ‑ Ἔπειτα, ἔφη, εἰ ταὐτὰ λέγουσιν οἱ οἰκεῖοι καὶ οἱ τυχόντες, πῶς οὐχ ὁμοίως [c] τὰ λεγόμενα πιστὰ εἴη ἂν ἢ ἄπιστα; ‑ Ἀνάγκη, εἶπεν. ‑ Οὐκοῦν καὶ τοῖς λέγουσιν αὐτὰ ὁμοίως πιστευτέον λέγουσιν αὐτά; ‑ Πιθανόν, εἶπεν.
Ταῦτ' οὖν λεγόντων αὐτῶν ἠπόρουν τίσιν ποτὲ δεῖ πιστεύειν καὶ τίσιν οὔ, καὶ πότερον τοῖς πιστοῖς καὶ τοῖς εἰδόσι περὶ ὧν λέγουσιν ἢ τοῖς οἰκείοις καὶ τοῖς γνωρίμοις. περὶ τούτων οὖν πῶς σὺ νομίζεις;
[387]
[b] ΣΩ. Ἡμεῖς δὲ καὶ χθές σε πολὺν χρόνον ἀνεμείναμεν, ὦ Σίσυφε, ἐπὶ τῇ Στρατονίκου ἐπιδείξει, ὅπως ἂν συνηκροῶ ἡμῖν ἀνδρὸς σοφοῦ πολλά τε καὶ καλὰ ἐπιδεικνυμένου πράγματα καὶ λόγῳ καὶ ἔργῳ, καὶ ἐπεὶ σὲ οὐκέτι ᾠόμεθα παρέσεσθαι, αὐτοὶ ἤδη ἠκροώμεθα τἀνδρός.
ΣΙ. Ναὶ μὰ τὸν Δία· ἀσχολία γάρ μοί τις ἐγένετο ἀναγκαιοτέρα, ὥστε μὴ παραμελῆσαι αὐτῆς. οἱ γὰρ ἄρχοντες [c] ἡμῶν ἐβουλεύοντο χθές· συμβουλεύειν οὖν αὑτοῖς ἠνάγκαζόν με. ἡμῖν δὲ τοῖς Φαρσαλίοις καὶ νόμος ἐστὶ τοῖς ἄρχουσι πείθεσθαι, ἂν κελεύωσι συμβουλεύειν τινὰ ἡμῶν αὐτοῖς.
ΣΩ. Ἀλλὰ καλὸν τό τε τῷ νόμῳ πείθεσθαι, τό τε ὑπὸ τῶν πολιτῶν δεδοξάσθαι εὔβουλον εἶναι, ὥσπερ καὶ σὺ δεδόξασαι εὔβουλος εἶναι εἷς τῶν Φαρσαλίων. ἀτάρ, ὦ Σίσυφε, ἐγὼ γὰρ οὔπω περὶ τοῦ εὖ βουλεύεσθαι τοὺς λόγους [d] ἂν δυναίμην ποιήσασθαι πρὸς σέ, ἡγούμενος καὶ σχολῆς εἶναι πολλῆς καὶ λόγου μακροῦ, ἀλλὰ περὶ αὐτοῦ τοῦ βουλεύεσθαι πρῶτον, ὅτι ἔστιν, ἐγχειρήσαιμ' ἂν διαλεχθῆναί σοι. ἆρ' οὖν ἔχοις ἄν μοι εἰπεῖν αὐτὸ τὸ βουλεύεσθαι ὅτι ποτ' ἔστιν; μή μοι ἢ τὸ εὖ ἢ κακῶς ἢ τὸ καλῶς πως, ἀλλ' αὐτὸ μόνον τὸ βουλεύεσθαι, ὁποῖόν τί ἐστιν. ἢ καὶ πάνυ ῥᾳδίως, αὐτός γε οὕτως εὔβουλος ὤν; ἀλλὰ μὴ ἐμὴ περιεργία ᾖ καὶ τὸ ἐρωτῆσαί σε περὶ τούτου;
ΣΙ. Ἦ σοι γὰρ ἄγνωστόν ἐστιν ὅτι τὸ βουλεύεσθαί ἐστιν;
[e] ΣΩ. Ἔμοιγε, ὦ Σίσυφε, εἴ γέ τι ἄλλο ἐστὶν ἢ ὅπερ τὸ μὴ ἐπιστάμενόν τινα περὶ ὧν ἂν δέῃ τι πράττειν, διαμαντευόμενον καὶ σχεδιάζοντα λέγειν ὅτι ἂν τύχῃ, εἰκάζοντα καὶ κατὰ ταὐτὰ αὑτῷ, ὥσπερ καὶ οἱ ἀρτιάζοντες τῶν ἀνθρώπων, οὐδὲν ἐπιστάμενοι δήπου περὶ τῶν ἀρτίων τε καὶ περιττῶν ὧν ἂν ἐν ταῖς χερσὶν ταῖς αὑτῶν ἔχωσιν, ὅμως ἐπιτυγχάνουσι [388] [a] λέγοντες περὶ τῶν αὐτῶν τἀληθῆ. πολλάκις μὲν οὖν τοιοῦτόν τι καὶ τὸ βουλεύεσθαί ἐστιν, οἷον μηδὲν ἐπιστάμενον περὶ ὧν ἂν βουλεύηταί τις, ἀπὸ τύχης εἰπόντα ἐπιτυγχάνειν τἀληθῆ. εἰ μὲν οὖν τοιοῦτόν ἐστιν, γιγνώσκω δὴ οἷον τὸ βουλεύεσθαί ἐστιν· εἰ μέντοι γε μὴ τοιοῦτόν ἐστιν, οὐκ ἄν πω ἐπισταίμην αὐτό.
ΣΙ. Οὐ τοίνυν τοιοῦτόν ἐστιν ὅπερ τὸ μὴ ἐπίστασθαι κομιδῇ μηδέ τι, ἀλλ' οἷον τὸ μὲν εἰδέναι τι τοῦ πράγματος ἤδη, τὸ δὲ μηδέπω ἐπίστασθαι.
[b] ΣΩ. Ἆρα τοιόνδε τι λέγεις τὸ βουλεύεσθαι πρὸς τοῦ Διός ‑ ὥσπερ γὰρ ἂν καὶ αὐτὸς ὑπομαντεύεσθαί μοι δοκῶ τὴν διάνοιάν σου περὶ τοῦ εὖ βουλεύεσθαι ‑ οἷον τὸ ζητεῖν τὰ βέλτιστα ἐξευρεῖν τινα ἑαυτῷ διαπράξασθαι, μηδέπω δὲ ἐπίστασθαι σαφῶς, ἀλλ' ὥσπερ ἐν νοήσει τινὰ εἶναι; τοῦτο οὐχ οὕτω πως λέγεις;
ΣΙ. Ἔγωγε.
ΣΩ. Ζητοῦσι δ' οἱ ἄνθρωποι πότερον ἃ ἂν ἐπιστῶνται [c] τῶν πραγμάτων, ἢ καὶ ἃ ἂν μὴ ἐπιστῶνται; ‑ ΣΙ. Ἀμφότερα. ‑ ΣΩ. Ἆρ' οὖν καὶ τοῦθ' οὕτως πως λέγεις, τὸ ζητεῖν ἀμφότερα τοὺς ἀνθρώπους, ἃ ἄν τε ἐπιστῶνται καὶ ἃ ἂν μὴ ἐπιστῶνται, ὅμοιον ὥσπερ εἴ τις Καλλίστρατον γιγνώσκοι μὲν ὅστις ὁ Καλλίστρατος, μὴ μέντοι ἐπίσταιτο ὅπου εἴη ἐξευρεῖν, οὐχ ὅστις εἴη ὁ Καλλίστρατος. ἆρ' οὕτω πως λέγεις τὸ ζητεῖν εἶναι ἀμφότερα; ‑ ΣΙ. Ἔγωγε. ‑ ΣΩ. Οὐκοῦν ἐκεῖνο μὲν οὐκ ἂν ζητοίη, τὸν Καλλίστρατον εἰδέναι, ὅ γε [d] εἰδώς; ‑ ΣΙ. Οὐ γάρ. ‑ ΣΩ. Ὅπου δέ γε εἴη, ζητοίη ἂν αὐτόν. ‑ ΣΙ. Ἔμοιγε δοκεῖ. ‑ ΣΩ. Οὐκοῦν οὐδὲ τοῦτο ἐζήτει, ὅπου ἦν ἐξευρεῖν αὐτόν, εἰ ᾔδει· ἀλλ' ἐξηῦρεν ἂν εὐθέως; ‑ ΣΙ. Ναί.
ΣΩ. Οὐκ ἄρα ταῦτά γε δὴ ζητοῦσιν ἅττα ἂν ἐπιστῶνται οἱ ἄνθρωποι, ἀλλὰ ἃ ἂν μὴ ἐπιστῶνται, ὡς ἔοικεν. εἰ δέ σοι οὗτος ὁ λόγος ἐριστικὸς εἶναι δοκεῖ, ὦ Σίσυφε, καὶ μὴ τοῦ πράγματος ἕνεκα λέγεσθαι ἀλλ' αὐτοῦ τοῦ διαλέγεσθαι μόνον, [e] σκόπει δὲ καὶ ὧδε ἐὰν δοκῇ σοι οὕτως ἔχειν ὥσπερ καὶ νῦν λέγεται. ἆρα γὰρ οὐκ ἐν τῇ γεωμετρίᾳ οἶσθα τοῦτο γιγνόμενον· ἀγνοουμένην τὴν διάμετρον τοῖς γεωμέτραις, οὐκ εἰ διάμετρός ἐστιν ἢ μή ‑ οὐδὲ γὰρ οὐδὲ ζητεῖται τοῦτο ὑπ' αὐτῶν εὑρεθῆναι ‑ ἀλλ' ὁπόση τίς ἐστιν μέτρῳ πρὸς τὰς πλευρὰς τῶν χωρίων ὧν ἂν διατέμνῃ; ἆρ' οὐ τοῦτό ἐστιν αὐτὸ τὸ ζητούμενον περὶ αὐτῆς; ‑ ΣΙ. Ἔμοιγε δοκεῖ. ‑ ΣΩ. Ὅπερ καὶ ἀγνοεῖται. ἦ γάρ; ‑ ΣΙ. Πάνυ γε. ‑ ΣΩ. Τί δέ; ὁ τοῦ κύβου διπλασιασμὸς οὐκ οἶσθ' ὅτι ζητεῖται τοῖς γεωμέτραις ὁπόσος τίς ἐστιν εὑρεθῆναι λόγῳ; αὐτὸς δὲ ὁ κύβος οὐ ζητεῖται αὐτοῖς εἰ κύβος ἐστὶν ἢ μή, ἀλλ' ἐπίστανται τοῦτό γε. ἦ γάρ; [389] [a] ‑ ΣΙ. Ναί. ‑ ΣΩ. Οὐκοῦν καὶ περὶ τοῦ ἀέρος Ἀναξαγόραν τε καὶ Ἐμπεδοκλέα καὶ τοὺς ἄλλους τοὺς μεταρσιολέσχας ἅπαντας οἶσθα ζητοῦντας πότερον ἄπειρός ἐστιν ἢ πέρας ἔχων; ‑ ΣΙ. Ναί. ‑ ΣΩ. Ἀλλ' οὐκ ἐκεῖνο, εἰ ἀήρ ἐστιν. ἦ γάρ; ‑ ΣΙ. Οὐ δῆτα. ‑ ΣΩ. Συγχωρήσαις ἂν οὖν μοι καὶ κατὰ τῶν ἄλλων πάντων οὕτως ἔχειν ἤδη, μηδὲν μηδενὶ εἶναι ζητεῖν τῶν ἀνθρώπων ὧν ἂν ἐπίστηταί τις, ἀλλὰ μᾶλλον ὧν ἂν μὴ ἐπίστηται; ‑ ΣΙ. Ἔγωγε.
[b] ΣΩ. Οὐκοῦν καὶ τὸ βουλεύεσθαι τοῦτο ἐδόκει ἡμῖν εἶναι αὐτό, τὸ ζητεῖν τὰ βέλτιστά τινα ἐξευρεῖν περὶ ὧν ἂν δέοιτο διαπράττεσθαι αὐτῷ; ‑ ΣΙ. Ναί. ‑ ΣΩ. Τὸ δὲ ζητεῖν γε ὅπερ τὸ βουλεύεσθαι ἦν περὶ τῶν πραγμάτων. ἦ γάρ; ‑ ΣΙ. Πάνυ μὲν οὖν. ‑ ΣΩ. Οὐκοῦν σκεπτέον ἡμῖν ἐστι νῦν ἤδη τί ἐστιν ἐμποδὼν τοῖς ζητοῦσιν περὶ ὧν ἂν τὴν ζήτησιν ποιῶνται εἰς τὸ ἐξευρεῖν. ‑ ΣΙ. Ἔμοιγε δοκεῖ. ‑ ΣΩ. Ἆρ' οὖν ἄλλο τι [c] φαίημεν ἂν αὐτοῖς ἐμποδὼν εἶναι ἢ τὴν ἀνεπιστημοσύνην; ‑ ΣΙ. Σκοπῶμεν νὴ Δία.
ΣΩ. Ὑπερφυῶς μὲν οὖν, τὸ λεγόμενόν γε, πάντα κάλων ἐφέντες καὶ πᾶσαν φωνὴν ἀφιέντες. ἄθρει δὲ δὴ μετ' ἐμοῦ τόδε· ἆρά γε νομίζεις οἷόν τέ τι εἶναι ἀνθρώπῳ περὶ μουσικῆς βουλεύεσθαι, μήτε ἐπισταμένῳ περὶ μουσικῆς, μηδὲ ὅπως ἢ κιθαριστέον εἴη αὐτῷ ἢ ἄλλο τι τῶν κατὰ μουσικὴν ποιητέον; ‑ ΣΙ. Οὐκ ἔγωγε. ‑ ΣΩ. Τί δὲ περὶ στρατηγίας ἢ κυβερνητικῆς; [d] τὸν μὴ ἐπιστάμενον μηδέτερα τούτων οἴει ἔχειν ἄν τι βουλεύεσθαι περὶ τούτων τοῦ ἑτέρου ὅτι ποιητέον εἴη αὐτῷ; ὅπως ἢ στρατηγητέον ἢ κυβερνητέον ἐκείνῳ αὐτῷ τῷ μὴ ἐπισταμένῳ μήτε στρατηγεῖν μήτε κυβερνᾶν; ‑ ΣΙ. Οὐχί. ‑ ΣΩ. Ἦ καὶ περὶ τῶν ἄλλων οὖν ἁπάντων οὕτως ἀξιοῖς ἔχειν, περὶ ὧν ἂν μὴ ἐπίστηταί τις, μὴ εἰδέναι μηδὲ βουλεύεσθαί πω δυνατὸν τῷ μὴ ἐπισταμένῳ περὶ αὐτῶν; ‑ ΣΙ. Ἔγωγε. ‑ ΣΩ. Ἀλλὰ ζητεῖν περὶ ὧν ἄν τις μὴ ἐπιστήμων ᾖ. ἦ γάρ; ‑ [e] ΣΙ. Πάνυ μὲν οὖν. ‑ ΣΩ. Τὸ μὲν αὐτὸ ἄρα οὐκ ἂν ἔτι εἴη τὸ ζητεῖν τῷ βουλεύεσθαι. ‑ ΣΙ. Πῶς δή; ‑ ΣΩ. Ὅτι τὸ μὲν ζητεῖν ἐστι δήπου ἐπὶ τούτοις οἷς ἂν μὴ ἐπίστηταί τις, τὸ δὲ βουλεύεσθαι οὐχ οἷόν τ' εἶναι δοκεῖ περὶ ταῦτα ἀνθρώπῳ, περὶ ἃ ἄν τις μὴ ἐπιστήμων ᾖ. ἢ οὐχ οὕτως ἐλέχθη; ‑ ΣΙ. Πάνυ γε.
ΣΩ. Οὐκοῦν ὑμεῖς χθὲς ἐζητεῖτε τὰ βέλτιστα ἐξευρεῖν τῇ πόλει, οὐκ ἠπίστασθε δὲ αὐτά; εἰ γὰρ ἠπίστασθε, οὐκ ἂν ἔτι δήπου ἐζητεῖτε αὐτά, ὥσπερ οὐδὲ ἄλλο οὐδὲν ὧν ἂν ἐπιστώμεθα ζητοῦμεν. ἦ γάρ; ‑ ΣΙ. Οὐ γὰρ οὖν. ‑ ΣΩ. Πότερον οὖν σοι δοκεῖ χρῆναι, ὦ Σίσυφε, ἂν μὴ ἐπίστηταί τις, ζητεῖν [390] [a] ἢ μανθάνειν; ‑ ΣΙ. Μανθάνειν ἔμοιγε νὴ Δία. ‑ ΣΩ. Ὀρθῶς γέ σοι δοκεῖ. ἀλλ' ἆρά γε καὶ διὰ τοῦτό σοι δοκεῖ χρῆναι μανθάνειν μᾶλλον ἢ ζητεῖν, διότι θᾶττον ἂν καὶ ῥᾷον ἐξεύροι τις, εἰ παρὰ τῶν ἐπισταμένων μανθάνοι, ἢ εἰ αὐτὸς ὁ μὴ εἰδὼς ζητοίη; ἢ δι' ἄλλο τι; ‑ ΣΙ. Οὐκ, ἀλλὰ διὰ τοῦτο.
ΣΩ. Τί οὖν οὐκ ἀμελήσαντες χθὲς ὑμεῖς τοῦ βουλεύεσθαι περὶ ὧν ἂν μὴ ἐπίστασθε, καὶ τοῦ ζητεῖν τὰ βέλτιστα διαπράττεσθαι ἐν τῇ πόλει, ἐμανθάνετε παρὰ τῶν ἐπισταμένων [b] τινός, ὅπως ἂν ἐδύνασθε τὰ βέλτιστα διαπράττεσθαι τῇ πόλει; ἀλλ' ἐδοκεῖτέ μοι τὴν ἡμέραν ὅλην τὴν χθὲς αὐτοσχεδιάζοντες καὶ διαμαντευόμενοι καθῆσθαι περὶ ὧν οὐκ ἠπίστασθε, ἀμελήσαντες μανθάνειν, οἵ τε ἄρχοντες τῆς πόλεως καὶ σὺ μετὰ τούτων. ἴσως δ' ἂν φαίης ταῦτα ἐμοί τε εἶναι πεπαιγμένα πρὸς σὲ τοῦ διαλεχθῆναι μόνον εἵνεκα, σοί τε [c] οὐκ ἐσπουδασμένως ἀποδεδεῖχθαι. ἀλλὰ τοῦτό γε πρὸς Διός, ὦ Σίσυφε, σκόπει νῦν σπουδῇ· εἰ δοθείη τὸ βουλεύσασθαί τι εἶναι, καὶ μὴ ὥσπερ νῦν οὐδὲν ἐξευρίσκεται ἀλλοῖον ἢ ὅπερ ἐπιστήμη τε καὶ εἰκασία καὶ σχεδιασμός, ὀνόματι σεμνοτέρῳ μόνον κεχρημένον τούτῳ, ἄλλῳ δ' οὐδενί, ἆρ' ἂν οἴει αὐτῷ διενεγκεῖν τι ἑτέρους ἑτέρων πρὸς τὸ εὖ βουλεύεσθαί τε καὶ εὐβούλους εἶναι, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις ἐπιστήμαις ἁπάσαις διαφέρουσιν ἕτεροι ἑτέρων, τέκτονες τεκτόνων ἰατροί [d] τε ἰατρῶν αὐληταί τε αὐλητῶν, οἵ τε ἄλλοι δημιουργοὶ ἅπαντες, αὐτοί τε αὑτῶν διαφέρουσιν, ὥσπερ καὶ οὗτοι οἱ ἐν ταύταις ταῖς τέχναις; ἦ οὕτως καὶ ἐν τῷ βουλεύεσθαι οἴει ἄν τι διενεγκεῖν ἑτέρους ἑτέρων;
ΣΙ. Ἔγωγε.
ΣΩ. Εἰπὲ δή μοι· οὐχ ἅπαντες οἵ τε εὖ βουλευόμενοι καὶ οἱ κακῶς περὶ μελλόντων τινῶν ἔσεσθαι βουλεύονται; ‑ ΣΙ. Πάνυ γε. ‑ ΣΩ. Ἄλλο τι οὖν ἢ τὰ μέλλοντα οὔπω ἐστίν; ‑ ΣΙ. Οὐ γὰρ δή. ‑ ΣΩ. Εἰ γὰρ εἴη, οὐκ ἂν ἔτι δήπου μέλλοι [e] ἔσεσθαι, ἀλλ' εἴη ἂν ἤδη. ἦ γάρ; ‑ ΣΙ. Ναί. ‑ ΣΩ. Οὐκοῦν εἰ μήπω ἐστίν, οὕτως οὐδὲ γέγονε τὰ μὴ ὄντα; ‑ ΣΙ. Οὐ γάρ. ‑ ΣΩ. Οὐκοῦν εἰ μήπω μηδὲ γέγονεν, οὔπω οὐδὲ φύσιν ἔχει οὐδεμίαν αὐτῶν; ‑ ΣΙ. Οὐ γὰρ οὖν. ‑ ΣΩ. Ἄλλο τι οὖν ἢ οἵ τε εὖ βουλευόμενοι καὶ οἱ κακῶς ἅπαντες βουλεύονται περὶ πραγμάτων οὔτε ὄντων οὔτε γεγενημένων οὔτε φύσιν οὐδεμίαν ἐχόντων, ὅταν περὶ τῶν μελλόντων βουλεύωνται; ‑ ΣΙ. Φαίνονταί γε.
ΣΩ. Δοκεῖ οὖν σοι δυνατὸν εἶναι τοῦ μὴ ὄντος τυχεῖν τινι ἢ εὖ ἢ κακῶς;
ΣΙ. Πῶς τοῦτο λέγεις;
ΣΩ. Ἐγώ σοι φράσω ὅ γε βούλομαι εἰπεῖν. σκόπει γάρ.
[391]
[a] πῶς ἂν τοξοτῶν πολλῶν διαγνοίης τόν τε χρηστὸν καὶ τὸν πονηρὸν ὅστις εἴη αὐτῶν; ἢ τοῦτο μὲν οὐ χαλεπὸν εἰδέναι; ἴσως γὰρ ἂν κελεύοις αὐτοὺς ἐπὶ σκοποῦ τινος τοξεύειν. ἦ γάρ; ‑ ΣΙ. Πάνυ μὲν οὖν. ‑ ΣΩ. Οὐκοῦν καὶ τὸν πλειστάκις βάλλοντα τοῦ σκοποῦ κατ' ὀρθὸν κρίνοις ἂν νικᾶν; ‑ ΣΙ. Ἔγωγε. ‑ ΣΩ. Εἰ δὲ σκοπὸς μηδεὶς εἴη κείμενος αὐτοῖς τοῦ τοξεύειν, ἀλλ' ἕκαστος βάλλοι ὅπως βούλοιτο, πῶς ἂν [b] διαγνοίης τὸν εὖ ἢ κακῶς τοξεύοντα αὐτῶν; ‑ ΣΙ. Οὐδαμῶς. ‑ ΣΩ. Οὐκοῦν καὶ τοὺς βουλευομένους ἢ εὖ ἢ κακῶς, εἰ μὴ ἐπίσταιντο περὶ ὅτου βουλεύοιντο, ἀπορήσειας ἂν διαγνῶναι; ‑ ΣΙ. Ἔγωγε. ‑ ΣΩ. Οὐκοῦν εἰ περὶ μελλόντων πραγμάτων βουλεύονται οἱ βουλευόμενοι, περὶ τῶν οὐκ ὄντων βουλεύονται; ‑ ΣΙ. Πάνυ γε. ‑ ΣΩ. Οὐκοῦν τοῦ γε μὴ ὄντος οὐχ οἷόν τ' οὐδενὶ τυχεῖν ἐστιν; πῶς γὰρ ἄν τίς σοι δοκεῖ τοῦ μὴ [c] ὄντος δύνασθαι τυχεῖν; ‑ ΣΙ. Οὐδαμῶς. ‑ ΣΩ. Οὐκοῦν ἐπειδὴ οὐκ ἔστιν τοῦ μὴ ὄντος τυγχάνειν οἷόν τε, οὐδεὶς ἂν ἔτι περὶ τῶν μὴ ὄντων βουλευόμενος τυγχάνοι; τὰ γὰρ μέλλοντα τῶν οὐκ ὄντων ἐστίν. ἦ γάρ; ‑ ΣΙ. Ἔμοιγε δοκεῖ. ‑ ΣΩ. Οὐκοῦν οὐδ' ὁ μὴ τυγχάνων τῶν μελλόντων, οὐδεὶς ἂν οὔτ' εὔβουλος οὔτε κακόβουλος εἴη ἀνθρώπων ἔτι; ‑ ΣΙ. Οὐ φαίνεται. ‑ ΣΩ. Οὐδέ γε εὐβουλότερος οὐδὲ κακοβουλότερος ἕτερος ἑτέρου εἶναι, εἰ καὶ μὴ ἐπιτυχέστερος καὶ ἀποτυχέστερος εἴη [d] τοῦ μὴ ὄντος. ‑ ΣΙ. Οὐ γὰρ οὖν.
ΣΩ. Πρὸς τί οὖν ποτε ἀποβλέποντες ἄνθρωποι πρᾶγμα, ἀποκαλοῦσιν ἀνθρώπους εὐβούλους τε καὶ κακοβούλους εἶναί τινας; ἆρά γε ἄξιόν ἐστιν καὶ αὖθίς ποτε περὶ αὐτοῦ ἐνθυμηθῆναι, ὦ Σίσυφε;
[392]
[a] Ἐτυγχάνομεν περιπατοῦντες ἐν τῇ στοᾷ τοῦ Διὸς τοῦ ἐλευθερίου ἐγώ τε καὶ Ἐρυξίας ὁ Στειριεύς· εἶτα προσηλθέτην ἡμῖν Κριτίας τε καὶ Ἐρασίστρατος ὁ Φαίακος τοῦ Ἐρασιστράτου ἀδελφιδοῦς ‑ ἐτύγχανεν δὲ τότε νεωστὶ παρὼν ἀπὸ Σικελίας καὶ τῶν τόπων τούτων ὁ Ἐρασίστρατος ‑ προσελθὼν [b] δ' ἔφη, Χαῖρε, ὦ Σώκρατες. ‑ Καὶ σύ γε, ἦν δ' ἐγώ. τί γάρ; καλόν τι ἀπὸ Σικελίας ἔχεις λέγειν ἡμῖν; ‑ Καὶ πάνυ. ἀλλὰ βούλεσθ', ἔφη, πρῶτον καθιζώμεθα; κέκμηκα γὰρ χθὲς βαδίσας Μεγαρόθεν. ‑ Πάνυ γε, εἰ δοκεῖ. ‑ Τί οὖν, ἔφη, βούλεσθε πρῶτον ἀκούειν τῶν ἐκεῖ; πότερον περὶ αὐτῶν ἐκείνων ὅτι πράττουσιν, ἢ ὅπως πρὸς τὴν πόλιν ἔχουσιν τὴν ἡμετέραν; ἐκεῖνοι γὰρ ἐμοὶ δοκοῦσιν πεπονθέναι πρὸς ἡμᾶς οἷόνπερ οἱ σφῆκες. καὶ γὰρ τούτους ἐάν τις κατὰ σμικρὸν [c] ἐρεθίζων ὀργίσῃ, ἄμαχοι γίγνονται, ἕως τις αὐτοὺς ἐπιθέμενος πανοικὶ ἐξέλῃ. οὕτως οὖν καὶ οἱ Συρακόσιοι, εἰ μή τις ἔργον ποιησάμενος σφόδρα μεγάλῳ στόλῳ ἥξει ἐκεῖσε, οὐκ ἔστιν ὅπως ἐκείνη ἡ πόλις ἔσται ποτὲ ἡμῖν ὑποχειρία, ὑπὸ δὲ τῶν σμικρῶν τούτων ἂν μᾶλλον ὀργίζοιντο, οὕτως ὡς ἂν μάλιστα χαλεπώτατοι εἴησαν. πεπόμφασι δὲ καὶ νῦν ὡς ἡμᾶς πρέσβεις, ὡς μὲν ἐμοὶ δοκεῖ, βουλόμενοί τι ἐξαπατῆσαι [d] τὴν πόλιν. ‑ Μεταξὺ δὲ ἡμῶν διαλεγομένων ἐτυχέτην οἱ Συρακόσιοι πρέσβεις παριόντες. εἶπεν οὖν ὁ Ἐρασίστρατος, δείξας εἰς τὸν ἕνα τῶν πρέσβεων, Οὑτοσὶ μέντοι, ἔφη, ὦ Σώκρατες, πλουσιώτατός ἐστιν τῶν Σικελιωτῶν καὶ Ἰταλιωτῶν. πῶς δ' οὐχί, ἔφη, ᾧ γε ὑπάρχει γῆ τε ἄφθονος οὕτως, ὥστε εὐπορίαν εἶναι, εἴ τις βούλοιτο, πάνυ πολλὴν γεωργεῖν; καὶ αὕτη μὲν τοιαύτη οἵα οὐχ ἑτέρα ἄλλη ἔν γε τοῖς Ἕλλησιν, ἔτι δὲ τἆλλα τὰ εἰς πλοῦτον ἥκοντα ἄπλετα, ἀνδράποδα καὶ ἵπποι καὶ χρυσὸς καὶ ἄργυρος. ‑ Ὁρῶν δ' ἐγὼ αὐτὸν ἀναγόμενον, ὡς ἀδολεσχήσοντα περὶ [393] [a] τῆς οὐσίας τῆς τοῦ ἀνθρώπου, ἠρόμην, Τί δέ, ὦ Ἐρασίστρατε; ἀνὴρ ποῖός τις εἶναι δοκεῖ ἐν τῇ Σικελίᾳ; ‑ Οὗτος, ἔφη, Σικελιωτῶν καὶ Ἰταλιωτῶν καὶ δοκεῖ καὶ ἔστι πλέον πάντων πονηρότατος ἢ ὅσῳ πλουσιώτατος, οὕτως ὥστ' εἴ τινα βούλει Σικελιωτῶν ἐρωτᾶν ὅντινα πονηρότατον νομίζει εἶναι καὶ πλουσιώτατον, οὐδεὶς ἂν φήσειεν ἄλλον ἢ τοῦτον.
Οἰηθεὶς δ' αὐτὸν ἐγὼ οὐ περὶ σμικρῶν τὸν λόγον ποιεῖσθαι, ἀλλὰ περὶ τῶν μεγίστων δοκούντων εἶναι, ἀρετῆς τε πέρι καὶ [b] πλούτου, ἠρόμην πότερον ἂν φαίη πλουσιώτερον εἶναι ἄνθρωπον ὅτῳ ὄντα τυγχάνει τάλαντα ἀργυρίου, ἢ ὅτῳ ἀγρὸς ἄξιος δυοῖν ταλάντοιν. ‑ Οἶμαι μὲν ἐγώ, ἔφη, ὅτῳ ἀγρός. ‑ Οὐκοῦν, ἔφην ἐγώ, κατὰ τὸν αὐτὸν λόγον, καὶ εἰ τυγχάνοι τῳ ἱμάτια ὄντα ἢ στρώματα ἢ τἆλλα ἔτι πλέονος ἄξια ἢ ὅσου τῷ ξένῳ, οὗτος εἴη ἂν πλουσιώτερος. ‑ Συνέφη καὶ ταῦτα. ‑ Εἰ δέ τίς σοι διδοίη αἵρεσιν τούτοιν, πότερον ἂν [c] βούλοιο; ‑ Ἐγὼ μὲν ἄν, ἔφη, τὸ πλείστου ἄξιον. ‑ Ποτέρως ἂν οἰόμενος πλουσιώτερος εἶναι; ‑ Οὕτω. ‑ Νυνὶ μὲν ἄρα φαίνεται οὗτος ἡμῖν ὢν πλουσιώτατος, ὅστις πλείστου ἄξια κέκτηται; ‑ Ναί, ἔφη. ‑ Οὐκοῦν, ἦν δ' ἐγώ, οἱ ὑγιαίνοντες τῶν καμνόντων πλουσιώτεροι ἂν εἴησαν, εἴπερ ἡ ὑγίεια πλείονος ἄξιον κτῆμα ἢ τὰ τοῦ κάμνοντος χρήματα. οὐδείς γ' ἂν οὖν ὅστις οὐχὶ προτιμήσειεν ὑγιαίνειν ὀλίγον κεκτημένος [d] ἀργύριον μᾶλλον ἢ τὰ βασιλέως τοῦ μεγάλου χρήματα κεκτημένος νοσεῖν, δῆλον ὅτι πλείονος ἄξιον οἰόμενος εἶναι τὴν ὑγίειαν. οὐ γὰρ ἄν ποτε προῃρεῖτο, εἰ μὴ προτιμότερον ἡγεῖτο εἶναι τῶν χρημάτων. ‑ Οὐ γάρ. ‑ Οὐκοῦν καὶ εἴ τι ἄλλο φαίνοιτο πλείονος ἄξιον τῆς ὑγιείας, ὁ τοῦτο κεκτημένος, οὗτος ἂν πλουσιώτατος εἴη. ‑ Ναί. ‑ Εἰ δὲ δή τις ἡμᾶς νυνὶ προσελθὼν ἔροιτο, Ὦ Σώκρατες καὶ Ἐρυξία καὶ [e] Ἐρασίστρατε, ἔχοιτ' ἂν εἰπεῖν μοι τί ἐστιν ἀνθρώπῳ πλείστου ἄξιον κτῆμα; ἆρά γε τοῦτο ὃ κτησάμενος ἄνθρωπος ἄριστα βουλεύοιτο περὶ τούτου, ὅπως ἂν βέλτιστα διαπράττοιτο τά τε αὐτὸς αὑτοῦ πράγματα καὶ τὰ τῶν φίλων; τί ἂν εἶναι τοῦτο φήσαιμεν; ‑ Ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, εὐδαιμονία πλείστου ἄξιον ἀνθρώπῳ εἶναι. ‑ Καὶ οὐ κακῶς γ', ἔφην ἐγώ· ἀλλ' ἆρά γε τούτους ἂν τῶν ἀνθρώπων εὐδαιμονεστάτους ἡγησαίμεθα εἶναι, οἵτινες μάλιστα εὖ πράττοιεν; ‑ Ἐμοὶ γοῦν δοκοῦσιν. ‑ Οὐκοῦν ἂν οὗτοι ἄριστα πράττοιεν, ὅσοιπερ καὶ ἐλάχιστα ἐξαμαρτάνοιεν περὶ σφᾶς αὐτοὺς καὶ περὶ τοὺς ἄλλους ἀνθρώπους, τὰ δὲ πλεῖστα κατορθοῖεν; ‑ Πάνυ γε. ‑ Οὐκοῦν οἱ ἐπιστάμενοι τὰ κακὰ καὶ τὰ ἀγαθά, καὶ ὅσα [394] [a] πρακτέα καὶ ὅσα μή, οὗτοι ἂν ὀρθότατα πράττοιεν καὶ ἐλάχιστα ἐξαμαρτάνοιεν; ‑ Συνεδόκει καὶ ταῦτα. ‑ Νῦν ἄρα ἡμῖν φαίνονται οἱ αὐτοὶ ἄνδρες σοφώτατοί τε καὶ ἄριστα πράττοντες καὶ εὐδαιμονέστατοι καὶ πλουσιώτατοι, εἴπερ ἄρα ἡ σοφία τοῦ πλείστου ἄξιον κτῆμα φαίνεται. ‑ Ναί. ‑ Ἀλλ', ἔφη ὑπολαβὼν ὁ Ἐρυξίας, ὦ Σώκρατες, τί ἂν ὄφελος εἴη τῷ ἀνθρώπῳ, εἰ σοφώτερος μὲν εἴη τοῦ Νέστορος, τὰ δ' [b] ἐπιτήδεια τὰ πρὸς τὴν δίαιταν μὴ τυγχάνοι ἔχων, σιτία καὶ ποτὰ καὶ ἱμάτια καὶ εἴ τι ἄλλο τῶν τοιούτων ἐστίν; τί ἂν ἡ σοφία ὠφελοίη; ἢ πῶς ἂν οὗτος πλουσιώτατος εἴη, ὅν γε οὐδὲν κωλύει πτωχεύειν, μηδενός γ' εὐποροῦντα τῶν ἐπιτηδείων; ‑ Σφόδρα οὖν ἐδόκει καὶ οὗτος λέγειν τι. ‑ Ἀλλὰ πότερον, ἦν δ' ἐγώ, ὁ μὲν τὴν σοφίαν κεκτημένος πάθοι ἂν τοῦτο, εἰ ἐνδεὴς γένοιτο τούτων· εἰ δέ τις τὴν Πουλυτίωνος [c] οἰκίαν κεκτημένος εἴη καὶ πλήρης εἴη χρυσίου καὶ ἀργυρίου ἡ οἰκία, οὐκ ἂν δεηθείη οὐδενός; ‑ Ἀλλ', ἔφη, τοῦτον μὲν οὐδὲν κωλύει αὐτίκα νῦν διαθέμενον τὰ κτήματα ἔχειν ἀντ' αὐτῶν τούτων ὧνπερ καὶ τυγχάνει δεόμενος εἰς τὴν δίαιταν, ἢ καὶ νόμισμα ἀνθ' ὅτου ταῦτα δυνήσεται πορίζεσθαι, καὶ ἁπάντων εὐπορεῖν παραχρῆμα. ‑ Εἴ γε τυγχάνοιεν, ἔφην ἐγώ, οἱ ὄντες ἄνθρωποι δεόμενοι τοιαύτην σφίσιν οἰκίαν γενέσθαι [d] μᾶλλον ἤπερ τὴν ἐκείνου σοφίαν, ἐπεὶ εἴ γε τοιοῦτοι εἴησαν οἷοι τὴν τοῦ ἀνθρώπου σοφίαν περὶ πλείονος ἡγεῖσθαι καὶ τὰ ἀπὸ ταύτης γιγνόμενα, πολὺ μᾶλλον οὗτος ἔχοι διατίθεσθαι, εἴπερ τυγχάνοι τι δεόμενος καὶ βούλοιτο καὶ αὐτὴν καὶ τὰ ἔργα τὰ ἀπὸ ταύτης διατίθεσθαι. ἢ τῆς μὲν οἰκίας ἥ τε χρῆσις πολλὴ τυγχάνει οὖσα καὶ ἀναγκαία, καὶ μεγάλα τῷ ἀνθρώπῳ τὰ διαφέροντα τὰ πρὸς τὸν βίον ἐν τῇ τοιαύτῃ οἰκίᾳ οἰκεῖν μᾶλλον ἢ ἐν σμικρῷ καὶ φαύλῳ οἰκιδίῳ, τῆς δὲ [e] σοφίας ἥ τε χρεία ὀλίγου ἀξία καὶ τὰ διαφέροντα σμικρὰ ἢ σοφῷ ἢ ἀμαθεῖ εἶναι περὶ τῶν μεγίστων; ἢ τούτου μὲν καταφρονεῖν τοὺς ἀνθρώπους καὶ μὴ εἶναι ὠνητάς, τῆς δὲ κυπαρίττου τῆς ἐν τῇ οἰκίᾳ καὶ Πεντελικῶν λίθων πολλοὺς τοὺς δεομένους τε καὶ βουλομένους πρίασθαι; οὔκουν ἂν εἴ γε σοφὸς εἴη κυβερνήτης οὐδὲ ἰατρὸς σοφὸς τὴν τέχνην, ἤ τιν' ἄλλην τῶν τοιουτοτρόπων τεχνῶν εὖ καὶ καλῶς δύναιτο μεταχειρίζεσθαι, οὐδενὸς ὅτου οὐκ ἂν ἐντιμότερος εἴη τῶν κατὰ τὰς οὐσίας μεγίστων κτημάτων· ὁ δὲ δυνάμενος εὖ βουλεύεσθαι καὶ αὐτὸς αὑτοῦ πέρι καὶ ἑτέρου, ὅπως ἂν ἄριστα πράττοι, οὐκ ἂν ἄρα δύναιτο διατίθεσθαι, εἴπερ βούλοιτό γε [395] [a] τοῦτο πράττειν; ‑ Ὑπολαβὼν δὲ καὶ ὑποβλέψας ὁ Ἐρυξίας, ὥσπερ τι ἀδικούμενος, Σὺ γὰρ ἄν, ἔφη, ὦ Σώκρατες, εἰ δέοι σε τἀληθῆ λέγειν, φαίης ἂν εἶναι Καλλίου τοῦ Ἱππονίκου πλουσιώτερος; καίτοι οὐκ ἂν ἀμαθέστερός γε ὁμολογήσαις ἂν εἶναι περὶ οὐδενὸς τῶν μεγίστων, ἀλλὰ σοφώτερος· καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο πλουσιώτερος εἶ. ‑ Ἴσως γάρ, ἦν δ' ἐγώ, σὺ οἴει, ὦ Ἐρυξία, τουτουσὶ μὲν τοὺς λόγους, οὓς νυνὶ [b] διαλεγόμεθα, εἶναι παιδιάν, ἐπεὶ οὐκ ἀληθῶς γε οὕτως ἔχειν, ἀλλ' ὥσπερ ἐν τῇ πεττείᾳ εἶναι πεττούς, οὓς εἴ τις φέροιτο, δύναιτ' ἂν τοὺς ἀντιπαίζοντας ποιεῖν ἡττᾶσθαι οὕτως ὥστε μὴ ἔχειν ὅτι πρὸς ταῦτα ἀντιφέρωσιν. ἴσως οὖν καὶ περὶ τῶν πλουσίων οἴει μὲν οὐδέν τι μᾶλλον οὕτως ἔχειν, λόγους δέ τινας εἶναι τοιούτους οὐδέν τι μᾶλλον ἀληθεῖς ἢ ψευδεῖς, οὓς λέγων ἄνθρωπος περιγίγνοιτ' ἂν τῶν ἀντιλεγόντων, ὡς οἱ σοφώτατοι καὶ πλουσιώτατοι ἡμῖν εἰσιν, καὶ ταῦτα μέντοι [c] αὐτὰ ψευδῆ λέγων ἀληθῆ λεγόντων. καὶ οὐδὲν μὲν ἴσως θαυμαστόν, ὁμοίως ὥσπερ εἰ δύ' ἀνθρώπω περὶ γραμμάτων λεγοίτην, ὁ μὲν φάσκων τοῦ Σωκράτους ἄρχειν σῖγμα, ὁ δ' ἕτερος ἄλφα, οὗτος ἂν εἴη κρείττων ὁ λόγος ὁ τοῦ λέγοντος ἄλφα ἢ τοῦ φάσκοντος σῖγμα ἄρχειν. ‑ Περιβλέψας δὲ πρὸς τοὺς παρόντας ὁ Ἐρυξίας, ἅμα γελῶν τε καὶ ἐρυθριῶν, ὥσπερ οὐ παρὼν τοῖς ἔμπροσθεν λελεγμένοις, Ἐγὼ μέν, ἔφη, ὦ [d] Σώκρατες, οὐ τοιούτους ᾤμην δεῖν τοὺς λόγους εἶναι οἷς μήτ' ἂν πεῖσαι δύναιτό τις μηδένα τῶν παρόντων, μήτ' ἂν ὠφεληθείη μηδὲν ἀπ' αὐτῶν ‑ τίς γὰρ ἂν ἀνθρώπων ποτὲ πεισθείη νοῦν ἔχων ὡς οἱ σοφώτατοι ἡμῖν πλουσιώτατοι; ‑ ἀλλὰ μᾶλλον, ἐπειδὴ περὶ τοῦ πλουτεῖν, διαλέγεσθαι δεῖν ὁπόθεν καλόν ἐστι πλουτεῖν καὶ ὁπόθεν αἰσχρόν, καὶ αὐτὸ τὸ πλούσιον εἶναι ὁποῖόν τί ἐστιν, πότερον ἀγαθὸν ἢ κακόν. ‑ Εἶεν, ἔφην ἐγώ· τοιγαροῦν τὸ λοιπὸν δὴ φυλαξόμεθα· [e] καλῶς δὲ καὶ σὺ ποιεῖς παραινῶν. ἀλλὰ τί οὐκ αὐτός, ἐπείπερ εἰσηγῇ τὸν λόγον, ἐπεχείρησας εἰπεῖν πότερον σοὶ δοκεῖ ἀγαθὸν εἶναι τὸ πλουτεῖν ἢ κακόν; ἐπειδήπερ οἵ γ' ἔμπροσθεν λόγοι οὐ περὶ τούτου δοκοῦσί σοι εἰρῆσθαι. ‑ Ἐμοὶ μὲν τοίνυν δοκεῖ ἀγαθὸν εἶναι, ἔφη, τὸ πλουτεῖν. ‑ Ἔτι δ' αὐτοῦ τι βουλομένου λέγειν, ὑποκρούσας ὁ Κριτίας, Σὺ γὰρ εἰπέ μοι, ὦ Ἐρυξία, ἀγαθὸν ἡγῇ τὸ πλουτεῖν; ‑ Ἔγωγε νὴ Δία· ἦ γὰρ ἂν μαινοίμην. καὶ οὐδένα γε οἶμαι εἶναι ὅστις ἂν οὐχ ὁμολογήσειεν ταῦτα. ‑ Καὶ μήν, ἔφη ὁ ἕτερος, καὶ ἐγὼ οἶμαι οὐδένα ὅντιν' οὐκ ἂν ποιῆσαι ὁμολογεῖν [396] [a] ἐμοὶ ἐνίοις ἀνθρώποις κακὸν εἶναι τὸ πλουτεῖν. οὐκ ἂν οὖν, εἴπερ ἀγαθὸν ἦν, κακὸν ἡμῶν ἐνίοις ἐφαίνετο. ‑ Εἶπον οὖν αὐτοῖν ὅτι Ἐγώ τοι ὑμᾶς, εἰ μὲν ἐτυγχάνετε περὶ τούτου διαφερόμενοι, ὁπότερος ὑμῶν ἀληθέστερα λέγει περὶ ἱππασίας, ὅπως ἄν τις ἄριστα ἱππεύοι, εἰ μὲν αὐτὸς ἐτύγχανον ἱππικὸς ὤν, αὐτὸς ἂν ὑμᾶς ἐπειρώμην παύειν τῆς διαφορᾶς ‑ ᾐσχυνόμην γὰρ ἂν εἰ παρὼν μὴ καθ' ὅσον οἷός τ' ἦν ἐκώλυον διαφερομένους ‑ ἢ εἰ περὶ ἑτέρου οὑτινοσοῦν διαφερόμενοι [b] μηδέν τι μᾶλλον ἐμέλλετε, εἰ μὴ ὁμολογοῖτε τουτί, μᾶλλον ἐχθρὼ ἀντὶ φίλων ἀπαλλαγῆναι· νῦν δέ, ἐπειδὴ τετυχήκατε περὶ τοιούτου πράγματος διαφερομένω, ᾧ ἀνάγκη προσχρῆσθαι παρ' ὅλον τὸν βίον, καὶ μεγάλως διαφέρει πότερον ἐπιμελητέον ἐστὶν τούτου ὡς ὠφελίμου ὄντος ἢ οὔ, καὶ ταῦτα οὐ τῶν φαύλων ἀλλὰ τῶν μεγίστων δοκούντων εἶναι τοῖς Ἕλλησιν ‑ οἱ γοῦν πατέρες τουτὶ πρῶτον τοῖς σφετέροις ὑέσιν [c] παραινοῦσιν, ἐπειδὰν εἰς τὴν ἡλικίαν τάχιστα ἀφίκωνται τοῦ ἤδη φρονεῖν, ὡς δοκοῦσιν, σκοπεῖν ὁπόθεν πλούσιοι ἔσονται, ὡς, ἂν μέν τι ἔχῃς, ἄξιός του εἶ, ἐὰν δὲ μή, οὐδενός ‑ εἰ οὖν σπουδάζεται μὲν οὑτωσὶ σφόδρα, ὑμεῖς δὲ τἆλλα συμφερομένω, περὶ τούτου οὑτωσὶ μεγάλου πράγματος διαφέρεσθε, ἔτι δ' αὖ πρὸς τούτοις περὶ τοῦ πλουτεῖν διαφέρεσθε οὐχ ὁπότερον μέλαν ἢ λευκὸν οὐδὲ ὁπότερον κοῦφον ἢ βαρύ, ἀλλ' ὁπότερον κακὸν ἢ ἀγαθόν, ὡς ἂν μάλιστα καὶ εἰς ἔχθραν [d] καταστῆναι, εἰ τῶν κακῶν τε καὶ ἀγαθῶν πέρι διαφέρεσθε, καὶ ταῦτα μέντοι τὰ μάλιστα φίλω τε ὄντε καὶ συγγενεῖ ‑ ἐγὼ οὖν, ὅσον ἂν ἐπ' ἐμοὶ ᾖ, οὐ περιόψομαι ὑμᾶς αὐτοὺς αὑτοῖς διαφερομένους· ἀλλ' εἰ μὲν αὐτὸς οἷός τ' ἦ, φράσας ἂν ὑμῖν ὅπως ἔχει, ἔπαυσα τῆς διαφορᾶς· νυνὶ δ' ἐπειδὴ αὐτὸς μὲν οὐ τυγχάνω οἷός τ' ὤν, ὑμῶν δ' ἑκάτερος οἴεται [e] οἷός τ' εἶναι ὁμολογεῖν ποιῆσαι τὸν ἕτερον, ἕτοιμός εἰμι συλλαμβάνειν καθ' ὅσον ἂν δύνωμαι, ἵνα διομολογηθῇ ὑμῖν ὅπως ἔχει τοῦτο. σὺ οὖν, ἔφην, ὦ Κριτίς, ἐπιχείρει ποιῆσαι ἡμᾶς ὁμολογεῖν, ὥσπερ ὑπεδέξω. ‑ Ἀλλ', ἔφη, ἐγὼ μέν, ὥσπερ ἠρξάμην, Ἐρυξίαν τοῦτον ἡδέως ἐροίμην ἂν εἰ δοκοῦσιν αὐτῷ εἶναι ἄνθρωποι ἄδικοι καὶ δίκαιοι. ‑ Νὴ Δία, ἔφη ἐκεῖνος, καὶ σφόδρα μέντοι. ‑ Τί δέ; τὸ ἀδικεῖν πότερον κακόν σοι δοκεῖ εἶναι ἢ ἀγαθόν; ‑ Κακὸν ἔμοιγε. ‑ Δοκεῖ δ' ἄν σοι ἄνθρωπος, εἰ μοιχεύοι τὰς τῶν πέλας γυναῖκας ἐπ' ἀργυρίῳ, ἀδικεῖν ἂν ἢ οὔ; καὶ ταῦτα μέντοι καὶ τῆς πόλεως καὶ τῶν νόμων κωλυόντων; ‑ Ἀδικεῖν ἂν ἔμοιγε δοκεῖ. ‑ Οὐκοῦν, ἔφη, εἰ μὲν πλούσιος τυγχάνοι ὢν καὶ ἀργύριον δυνατὸς ἀναλῶσαι ὁ ἄδικός τε ἄνθρωπος καὶ ὁ βουλόμενος, [397] [a] ἐξαμαρτάνοι ἄν· εἰ δέ γε μὴ ὑπάρχοι πλουσίῳ εἶναι τῷ ἀνθρώπῳ, οὐκ ἔχων ὁπόθεν ἀναλίσκοι, οὐδ' ἂν διαπράττεσθαι δύναιτο ἃ βούλεται, ὥστ' οὐκ ἂν οὐδὲ ἐξαμαρτάνοι. διὸ καὶ λυσιτελοῖ ἂν τῷ ἀνθρώπῳ μᾶλλον μὴ εἶναι πλουσίῳ, εἴπερ ἧττον διαπράξεται ἃ βούλεται, βούλεται δὲ μοχθηρά. καὶ πάλιν αὖ τὸ νοσεῖν πότερον ἂν φαίης κακὸν ἢ ἀγαθὸν εἶναι; ‑ Κακὸν ἔγωγε. ‑ Τί δέ; δοκοῦσί τινές σοι ἀκρατεῖς εἶναι [b] ἄνθρωποι; ‑ Ἔμοιγε. ‑ Οὐκοῦν εἰ βέλτιον εἴη πρὸς ὑγίειαν τούτῳ τῷ ἀνθρώπῳ ἀπέχεσθαι σίτων καὶ ποτῶν καὶ τῶν ἄλλων τῶν ἡδέων δοκούντων εἶναι, ὁ δὲ μὴ οἷός τ' εἴη δι' ἀκράτειαν, βέλτιον ἂν εἴη τούτῳ τῷ ἀνθρώπῳ μὴ ὑπάρχειν ὁπόθεν ἐκποριεῖται ταῦτα, μᾶλλον ἢ πολλὴν περιουσίαν εἶναι τῶν ἐπιτηδείων; οὕτω γὰρ ἂν αὐτῷ οὐκ ἐξουσία εἴη ἐξαμαρτάνειν, οὐδ' εἰ σφόδρα βούλοιτο.
Ἐδόκει οὖν εὖ καὶ καλῶς διειλέχθαι ὁ Κριτίας οὕτως, ὥστ' [c] εἰ μὴ ᾐσχύνετο τοὺς παρόντας ὁ Ἐρυξίας, οὐδὲν αὐτὸν ἐκώλυεν ἀναστάντα τύπτειν τὸν Κριτίαν· οὕτως ᾤετο μεγάλου τινὸς ἐστερῆσθαι, ἐπεὶ αὐτῷ φανερὸν ἐγένετο ὅτι οὐκ ὀρθῶς τὸ πρότερον ἐδόξαζε περὶ τοῦ πλουτεῖν. καταμαθὼν δ' ἐγὼ οὕτως ἔχοντα τὸν Ἐρυξίαν, καὶ εὐλαβούμενος μὴ πορρωτέρω τις λοιδορία καὶ ἐναντίωσις γένοιτο, Τουτονὶ μὲν τὸν λόγον, ἔφην ἐγώ, πρῴην ἐν Λυκείῳ ἀνὴρ σοφὸς λέγων Πρόδικος ὁ [d] Κεῖος ἐδόκει τοῖς παροῦσι φλυαρεῖν οὕτως, ὥστε μηδένα δύνασθαι πεῖσαι τῶν παρόντων ὡς ἀληθῆ λέγει. καὶ δῆτα καὶ μειράκιόν τι σφόδρα νέον προσελθὸν καὶ στωμύλον, προσκαθιζόμενον, κατεγέλα τε καὶ ἐχλεύαζεν καὶ ἔσειεν αὐτόν, βουλόμενον λόγον λαμβάνειν ὧν ἔλεγεν· καὶ μέντοι καὶ πολὺ μᾶλλον εὐδοκίμησε παρὰ τοῖς ἀκροωμένοις ἤπερ ὁ Πρόδικος. ‑ Ἆρ' οὖν, ἔφη ὁ Ἐρασίστρατος, ἔχοις ἂν ἡμῖν ἀπαγγεῖλαι [e] τὸν λόγον; ‑ Πάνυ μὲν οὖν, ἐὰν ἄρα ἀναμνησθῶ. ὡδὶ γάρ πως, ὡς ἐγᾦμαι, εἶχεν.
Ἠρώτα γὰρ αὐτὸν τὸ μειράκιον πῶς οἴεται κακὸν εἶναι τὸ πλουτεῖν, καὶ ὅπως ἀγαθόν. ὁ δ' ὑπολαβών, ὥσπερ καὶ σὺ νυνδή, ἔφη, Τοῖς μὲν καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων ἀγαθόν, καὶ τοῖς ἐπισταμένοις ὅπου δεῖ χρῆσθαι τοῖς χρήμασι, τούτοις μὲν ἀγαθόν, τοῖς δὲ μοχθηροῖς καὶ ἀνεπιστήμοσιν κακόν. ἔχει δ', ἔφη, καὶ τἆλλα πράγματα οὕτω πάντα· ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ χρώμενοι, τοιαῦτα καὶ τὰ πράγματα αὐτοῖς ἀνάγκη εἶναι. καλῶς δ', ἔφη, δοκεῖ μοι καὶ τὸ τοῦ Ἀρχιλόχου πεποιῆσθαι ‑
καὶ φρονεῦσι τοῖ' ὁκοίοις ἐγκυρέωσιν ἔργμασιν.
[398] [a] Νῦν ἄρ', ἔφη τὸ μειράκιον, εἴ τις ἐμὲ σοφὸν ποιοῖ ταύτην τὴν σοφίαν ἣν οἱ ἀγαθοὶ ἄνδρες σοφοί εἰσιν, ἅμα ἀνάγκη καὶ τὰ ἄλλα πράγματ' αὐτὸν ἀγαθὰ ἐμοὶ ποιεῖν, πρὸς μὲν αὐτὰ ἐκεῖνα μηδὲν πραγματευσάμενον, ὅτι δέ με ἀντ' ἀμαθοῦς σοφὸν πεποίηκεν ἄρα· ὥσπερ εἴ τις ἐμὲ νυνὶ γραμματικὸν ποιήσειεν, ἀνάγκη αὐτὸν καὶ τἆλλα πράγματα γραμματικὰ ἐμοὶ ποιεῖν, καὶ εἰ μουσικόν, μουσικά, ὥσπερ ὅταν ἀγαθὸν ἐμὲ [b] ποιήσῃ, ἅμα ἀγαθὰ καὶ τὰ πράγματα πεποιηκέναι μοι. ‑ Οὐ μέντοι ταῦτά γε συνέφη ὁ Πρόδικος ἀλλ' ἐκεῖνα μὲν ὡμολόγει. ‑ Πότερον δέ σοι δοκεῖ, ἔφη, ὥσπερ οἰκίαν ποιεῖν ἀνθρώπου ἔργον εἶναι, οὕτω καὶ πράγματα ἀγαθὰ ποιεῖν; ἢ ἀνάγκη, ὁποῖ' ἄττ' ἂν τὴν ἀρχὴν γένωνται, εἴτε κακὰ εἴτε ἀγαθά, τοιαῦτα διατελεῖν ὄντα αὐτά; ‑ Ὑποπτεύσας δέ μοι δοκεῖ ὁ Πρόδικος ᾗ ἔμελλεν ὁ λόγος χωρήσεσθαι αὐτῶν, σφόδρα [c] πανούργως, ἵνα μὴ πάντων ‹τῶν› παρόντων ἐναντίον φαίνοιτο ἐξελεγχόμενος ὑπὸ τοῦ μειρακίου ‑ μόνῳ μὲν γὰρ αὑτῷ τοῦτο παθεῖν οὐδὲν ᾤετο διαφέρειν ‑ ἔφη ἀνθρώπου ἔργον εἶναι. ‑ Πότερον δέ σοι, ἔφη, δοκεῖ εἶναι διδακτὸν ἡ ἀρετὴ ἢ ἔμφυτον; ‑ Διδακτόν, ἔφη, ἔμοιγε. ‑ Οὐκοῦν, ἔφη, ἂν δοκεῖ σοι ἠλίθιος εἶναι εἴ τις οἴοιτο τοῖς θεοῖς εὐχόμενος γραμματικὸς ἂν γενέσθαι ἢ μουσικός, ἢ ἑτέραν τινὰ ἐπιστήμην λαβεῖν ἣν ἀνάγκη [d] μαθόντα παρ' ἑτέρου ἢ αὐτὸν ἐξευρόντα κτήσασθαι; ‑ Συνέφη καὶ ταῦτα. ‑ Οὐκοῦν, ἔφη τὸ μειράκιον, σύ, ὦ Πρόδικε, ὅταν εὔχῃ τοῖς θεοῖς εὖ πράττειν καὶ ἀγαθά σοι εἶναι, τότε οὐδὲν ἕτερον εὔχῃ ἢ καλὸς κἀγαθὸς γενέσθαι, εἴπερ γε τοῖς μὲν καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων καὶ τὰ πράγματα τυγχάνει ἀγαθὰ ὄντα, τοῖς δὲ φαύλοις μοχθηρά. εἴπερ οὖν τυγχάνει ἡ ἀρετὴ διδακτὸς οὖσα, οὐδὲν ἕτερον φαίνοιο ἂν εὐχόμενος ἢ διδαχθῆναι ἃ οὐκ ἐπίστασαι. ‑ Εἶπον οὖν ἐγὼ πρὸς τὸν [e] Πρόδικον ὅτι μοι δοκεῖ οὐχὶ φαῦλον πρᾶγμα πεπονθέναι, εἰ τυγχάνει τούτου διημαρτηκώς, εἰ οἴεται ἡμῖν παρὰ τῶν θεῶν ἃ εὐχόμεθα γενέσθαι ἂν καὶ ἅμα· εἰ καὶ σὺ ἑκάστοτε σπουδῇ βαδίζων εἰς πόλιν, προσευχόμενος αἰτεῖς παρὰ τῶν θεῶν δοῦναί σοι ἀγαθά, οὐ μέντοι οἶσθα εἰ οἷοί τέ σοι ἐκεῖνοι ταῦτα δοῦναι ἃ σὺ τυγχάνεις αἰτούμενος, ὥσπερ ἂν εἰ πρὸς τὰς τοῦ γραμματιστοῦ φοιτῶν θύρας ἀντιβολοίης σοι δοῦναι γραμματικὴν ἐπιστήμην μηδὲν ἄλλο πραγματευσαμένῳ, ἀλλὰ ἥντινα λαβὼν παραχρῆμα καὶ δυνήσῃ πράττειν τὰ τοῦ γραμματιστοῦ ἔργα.
Ταῦτα ἐμοῦ λέγοντος ὁ Πρόδικος ἀντανήγετο πρὸς τὸ μειράκιον, ὡς ἀμυνούμενος καὶ ἐπιδείξων ταῦτα ἅπερ [399] [a] σὺ νυνδή, ἀγανακτῶν εἰ φαίνοιτο μάτην τοῖς θεοῖς εὐχόμενος. εἶτα προσελθὼν ὁ γυμνασίαρχος ἀπαλλάττεσθαι αὐτὸν ἐκ τοῦ γυμνασίου ἐκέλευεν ὡς οὐκ ἐπιτήδεια τοῖς νέοις διαλεγόμενον, εἰ δὲ μὴ ἐπιτήδεια, δῆλον ὅτι μοχθηρά.
Τούτου δή σοι ἕνεκα ταῦτα διῆλθον, ἵνα θεάσαιο ὡς ἔχουσιν οἱ ἄνθρωποι πρὸς τὴν φιλοσοφίαν. εἰ μέν γε Πρόδικος παρῆν λέγων ταῦτα, μαίνεσθαι τοῖς παροῦσιν ἐδόκει ἂν [b] οὕτως, ὥστε καὶ ἐκβληθῆναι ἐκ τοῦ γυμνασίου, σὺ δὲ νυνὶ οὕτω σφόδρα δοκεῖς εὖ διειλέχθαι, ὥστε οὐ μόνον τοὺς παρόντας πεῖσαι, ἀλλὰ καὶ τὸν ἀντιλέγοντα ποιῆσαι ὁμολογεῖν σοι· δῆλον ὅτι ὥσπερ ἐν τοῖς δικαστηρίοις, εἰ δύ' ἄνθρωποι τύχοιεν τὴν αὐτὴν μαρτυρίαν μαρτυροῦντες, ὁ μὲν καλὸς κἀγαθὸς δοκῶν εἶναι, ὁ δὲ μοχθηρός, διὰ τὴν τοῦ μοχθηροῦ μαρτυρίαν οὐδὲν ἄν τι μᾶλλον οἱ δικασταὶ πεισθείησαν, ἀλλὰ τυχὸν καὶ τἀναντία ποιήσειαν· εἰ δ' ὁ καλὸς κἀγαθὸς δοκῶν [c] ταῦτα φήσειε, καὶ σφόδρ' ἂν δοκοῖ ταῦτα ἀληθῆ εἶναι. ἴσως οὖν καὶ οἱ παρόντες τοιοῦτόν τι πεπόνθασιν πρὸς σὲ καὶ Πρόδικον· τὸν μὲν σοφιστὴν καὶ ἀλαζόνα ἡγοῦντο εἶναι, σὲ δὲ πολιτικόν τε καὶ ἄνδρα καὶ πολλοῦ ἄξιον. εἶτα οἴονται δεῖν μὴ αὐτὸν τὸν λόγον θεωρεῖν, ἀλλὰ τοὺς λέγοντας, ὁποῖοί τινες ἂν ὦσιν. ‑ Ἀλλὰ μέντοι, ἔφη ὁ Ἐρασίστρατος, ὦ Σώκρατες, εἰ καὶ σκώπτων λέγεις, φαίνεσθαι ἔμοιγε δοκεῖ ὁ Κριτίας λέγων τι. ‑ Ἀλλὰ μὰ Δί', ἦν δ' ἐγώ, οὐδ' ὁπωστιοῦν. ἀλλὰ [d] τί οὐκ, ἐπεὶ ταῦτα εὖ καὶ καλῶς διείλεχθον, οὐ καὶ τὰ λοιπὰ τοῦ λόγου ἐπετελεσάτην; δοκεῖ δέ μοι ὑμῖν ἐπίλοιπόν τι εἶναι τῆς σκέψεως, ἐπειδὴ τοῦτό γε ἐδόκει ὁμολογεῖσθαι, τοῖς μὲν ἀγαθὸν εἶναι, τοῖς δὲ κακόν· λοιπὸν δὴ σκέψασθαι τί ἐστιν αὐτὸ τὸ πλουτεῖν. εἰ γὰρ μὴ τοῦτο πρῶτον εἴσεσθε, οὐδ' ἂν ὁπότερον κακόν ἐστιν ἢ ἀγαθὸν δύναισθε συνομολογῆσαι.
[e] ἕτοιμος δ' ὑμῖν καὶ ἐγώ, καθ' ὅσον οἷός τ' ἂν ὦ, συνδιασκοπεῖσθαι. φρασάτω οὖν ἡμῖν ὁ φάσκων τὸ πλουτεῖν ἀγαθὸν εἶναι, τούτου πέρι ὅπως τυγχάνει ἔχων. ‑ Ἀλλ' ἐγὼ μέν, ἔφη, ὦ Σώκρατες, οὐδέν τι περιττότερον τῶν ἄλλων ἀνθρώπων τὸ πλουτεῖν λέγω εἶναι· τὸ γὰρ χρήματα πολλὰ κεκτῆσθαι, τοῦτο εἶναι τὸ πλουτεῖν· οἶμαι δὲ καὶ Κριτίαν τοῦτον οὐχ ἕτερόν τι τὸ πλουτεῖν οἴεσθαι εἶναι. ‑ Ἔτι μὲν ἄρα, ἦν δ' ἐγώ, κἂν οὕτως ὑπόλοιπον εἴη σκέψασθαι ὁποῖά ἐστι χρήματα, ἵνα μὴ ὀλίγον ὕστερον περὶ τούτου αὖ πάλιν φαίνησθον διαφερομένω. αὐτίκα γὰρ οὗτοι Καρχηδόνιοι [400] [a] νομίσματι χρῶνται τοιῷδε· ἐν δερματίῳ σμικρῷ ἀποδέδεται ὅσον γε στατῆρος τὸ μέγεθος μάλιστα, ὅτι δέ ἐστιν τὸ ἐναποδεδεμένον, οὐδεὶς γιγνώσκει, εἰ μὴ οἱ ποιοῦντες· εἶτα κατεσφραγισμένῳ τούτῳ νομίζουσιν, καὶ ὁ πλεῖστα τοιαῦτα κεκτημένος, οὗτος πλεῖστα δοκεῖ χρήματα κεκτῆσθαι καὶ πλουσιώτατος εἶναι. εἰ δέ τις παρ' ἡμῖν πλεῖστα τοιαῦτα κεκτημένος εἴη, οὐδὲν ἂν μᾶλλον πλούσιος εἴη ἢ εἰ ψήφους πολλὰς τῶν ἐκ τοῦ ὄρους ἔχοι. ἐν δὲ Λακεδαίμονι σιδηρῷ [b] σταθμῷ νομίζουσιν, καὶ ταῦτα μέντοι τῷ ἀχρείῳ τοῦ σιδήρου· καὶ ὁ πολὺν σταθμὸν σιδήρου τοῦ τοιούτου κεκτημένος πλούσιος δοκεῖ εἶναι, ἑτέρωθι δ' οὐδενὸς ἄξιον τὸ κτῆμα. ἐν δὲ τῇ Αἰθιοπίᾳ λίθοις ἐγγεγλυμμένοις χρῶνται, οἷς οὐδὲν ἂν ἔχοι χρήσασθαι Λακωνικὸς ἀνήρ. ἐν δὲ Σκύθαις τοῖς νομάσιν εἴ τις τὴν Πουλυτίωνος οἰκίαν κεκτημένος εἴη, οὐδὲν ἂν πλουσιώτερος δοκοῖ εἶναι ἢ εἰ παρ' ἡμῖν τὸν Λυκαβηττόν.
[c] δῆλον οὖν ὅτι οὐκ ἂν εἴη ἕκαστά γε τούτων κτήματα, εἴπερ ἔνιοι τῶν κεκτημένων μηδὲν διὰ τοῦτο πλουσιώτεροι φαίνονται. ἀλλ' ἔστιν, ἔφην, ἕκαστα τούτων ὄντα τοῖς μὲν χρήματά τε καὶ πλούσιοι οἱ ταῦτα κεκτημένοι, τοῖς δὲ οὔτε χρήματα οὔτε πλουσιώτεροι διὰ τοῦτο, ὥσπερ γε οὐδὲ καλά τε καὶ αἰσχρὰ πᾶσιν τὰ αὐτά, ἀλλ' ἕτερα ἑτέροις. εἰ δὴ βουλοίμεθα ἐπισκέψασθαι τί δή ποτε τοῖς μὲν Σκύθαις αἱ [d] οἰκίαι οὐ χρήματά εἰσιν, ἡμῖν δέ, ἢ τοῖς Καρχηδονίοις μὲν τὰ δέρματα, ἡμῖν δ' οὔ, ἢ τοῖς Λακεδαιμονίοις ὁ σίδηρος χρήματα, ἡμῖν δ' οὔ, ἆρ' ἂν οὑτωσὶ μάλιστα ἐξεύροιμεν; αὐτίκα εἴ τις Ἀθήνησι τούτων τῶν λίθων τῶν ἐν τῇ ἀγορᾷ, οἷς οὐδὲν χρώμεθα, κεκτημένος εἴη χίλια τάλαντα σταθμόν, ἔστιν ὅτι ἂν πλουσιώτερος νομίζοιτο εἶναι διὰ τοῦτο; ‑ Οὐκ ἔμοιγε φαίνεται. ‑ Ἀλλ' εἰ τοῦ λυχνίτου λίθου κεκτημένος εἴη τὰ χίλια τάλαντα, καὶ σφόδρα πλούσιον φαίημεν εἶναι [e] ἄν; ‑ Πάνυ γε. ‑ Ἆρά γε, ἔφην, διὰ τοῦτο, ὅτι τὸ μὲν χρήσιμον, τὸ δ' ἀχρεῖον ἡμῖν ἐστι; ‑ Ναί. ‑ Ἐπεὶ καὶ ἐν τοῖς Σκύθαις τούτου ἕνεκα αὐτοῖς οἰκίαι οὐ χρήματά ἐστιν, ὅτι οὐδεμία αὐτοῖς χρεία οἰκίας ἐστίν· οὐδ' ἂν προτιμήσειεν Σκύθης ἀνὴρ οἰκίαν αὑτῷ τὴν καλλίστην εἶναι μᾶλλον ἤπερ σίσυραν δερματίνην, ὅτι τὸ μὲν χρήσιμον, τὸ δ' ἀχρεῖον αὐτῷ ἐστιν. αὖθις αὖ ἡμῖν τὸ Καρχηδόνιον νόμισμα οὐκ οἰόμεθα χρήματα εἶναι· οὐ γὰρ ἔστιν ὅτι ἂν αὐτοῦ κομισαίμεθα ὅσων δεόμεθα, ὥσπερ τῷ ἀργυρίῳ, ὥστ' ἀχρεῖον ἂν ἡμῖν εἴη. ‑ Εἰκός γε. ‑ Ὅσα μὲν ἄρα τυγχάνει χρήσιμα ὄντα ἡμῖν, ταῦτα χρήματα· καὶ ὅσα δ' ἀχρεῖα, ταῦτα δ' οὐ χρήματα. ‑ Πῶς οὖν, ἔφη ὁ Ἐρυξίας ὑπολαβών, ὦ Σώκρατες; [401] [a] ἦ ἔστιν ὅτι χρώμεθα πρὸς ἀλλήλους τῷ διαλέγεσθαι καὶ τῷ βλάπτειν καὶ ἑτέροις πολλοῖς; ἆρα ἡμῖν ταῦτ' ἂν εἴη [τὰ] χρήματα; καὶ μὴν χρήσιμά γε φαίνεται ὄντα. οὐκ αὖ οὐδ' οὕτως ἐφαίνετο ἡμῖν ὅτι ποτ' ἔστιν τὰ χρήματα. ὅτι μὲν γὰρ ἀνάγκη χρήσιμα εἶναι, ἐάνπερ μέλλῃ χρήματα ἔσεσθαι, τοῦτο μὲν ἐκ πάντων ὡμολογεῖτο σχεδόν τι· ἀλλὰ ποῖα δὴ τῶν χρησίμων, ἐπειδή γε οὐ πάντα; φέρε δή, εἰ πάλιν ὧδε [b] μετίοιμεν, ἆρα μᾶλλόν τι εὑρεθείη ὃ ζητοῦμεν, τί ποτ' ἐστὶν ὃ χρώμεθα χρήμασιν, καὶ πρὸς τί ηὕρηται ἡ τῶν χρημάτων κτῆσις, ὥσπερ τὰ φάρμακα πρὸς τὸ τὰς νόσους ἀπαλλάττειν; ἴσως γὰρ ἂν ἡμῖν οὕτως μᾶλλον φανερὸν γένοιτο. ἐπειδὴ ἀναγκαῖον μὲν φαίνεται, ὅσαπερ τυγχάνει χρήματα ὄντα, ταῦτα καὶ χρήσιμα εἶναι, τῶν δὲ χρησίμων γένος τι ὃ καλοῦμεν χρήματα, λοιπὸν ἂν εἴη σκέψασθαι τὰ πρὸς τίνα χρείαν χρήσιμα χρῆσθαι χρήματά ἐστιν. πάντα μὲν γὰρ [c] ἴσως χρήσιμα, ὅσοισπερ πρὸς τὴν ἐργασίαν χρώμεθα, ὥσπερ γε πάντα μὲν τὰ ψυχὴν ἔχοντα ζῷα, τῶν δὲ ζῴων γένος τι καλοῦμεν ἄνθρωπον. εἰ δή τις ἡμᾶς ἔροιτο τίνος ἂν ἡμῖν ἐκποδὼν γενομένου οὐδὲν δεοίμεθα ἰατρικῆς οὐδὲ τῶν ταύτης ἐργαλείων, ἔχοιμεν ἂν εἰπεῖν ὅτι εἰ αἱ νόσοι ἀπαλλαγείησαν ἐκ τῶν σωμάτων καὶ μὴ γίγνοιντο παντάπασιν, ἢ γιγνόμεναι παραχρῆμα ἀπαλλάττοιντο. ἔστιν ἄρα, ὡς ἔοικεν, ἡ ἰατρικὴ τῶν ἐπιστημῶν ἡ πρὸς τοῦτο χρησίμη, πρὸς τὸ νόσους [d] ἀπαλλάττειν. εἰ δέ τις ἡμᾶς πάλιν ἔροιτο τίνος ἂν ἡμῖν ἀπαλλαγέντος οὐδὲν δεοίμεθα χρημάτων, ἆρ' ἂν ἔχοιμεν εἰπεῖν; εἰ δὲ μή, πάλιν ὡδὶ σκοπώμεθα· φέρε, εἰ οἷός τε εἴη ζῆν ἄνθρωπος ἄνευ σίτων καὶ ποτῶν, καὶ μὴ πεινῷ μηδὲ διψῷ, ἔσθ' ὅτι ἂν ἢ αὐτῶν τούτων δέοιτο ἢ ἀργυρίου ἢ ἑτέρου τινὸς ἵνα ταῦτα ἐκπορίζηται; ‑ Οὐκ ἔμοιγε δοκεῖ. ‑ Οὐκοῦν καὶ τἆλλα κατὰ τὸν αὐτὸν τρόπον· εἰ μὴ δεοίμεθα πρὸς τὴν τοῦ σώματος θεραπείαν ὧν νῦν ἐνδεεῖς ἐσμεν, καὶ ἀλέας [e] καὶ ψύχους ἐνίοτε, καὶ τῶν ἄλλων ὅσων τὸ σῶμα ἐνδεὲς γιγνόμενον προσδεῖται, ἄχρηστ' ἂν ἡμῖν εἴη τὰ καλούμενα χρήματα, εἰ μηδείς γε παντάπασιν μηδενὸς δέοιτο τούτων ὧν ἕνεκεν νυνὶ βουλόμεθα χρήματα ἡμῖν εἶναι, ἵνα ἐξικοίμεθα πρὸς τὰς ἐπιθυμίας καὶ τὰς ἐνδείας τοῦ σώματος, ὧν ἂν ἑκάστοτε δεώμεθα. εἰ δ' ἔστιν ἄρα πρὸς τοῦτο χρήσιμον ἡ τῶν χρημάτων κτῆσις, πρὸς τὴν τοῦ σώματος θεραπείαν τῶν ἐνδειῶν, εἰ γοῦν ἡμῖν τοῦτο ἐκ μέσου ἀναιρεθείη, οὐδὲν ἂν δεοίμεθα χρημάτων, ἴσως δ' ἂν οὐδ' εἴη παντάπασιν χρήματα. ‑ Φαίνεται. ‑ Φαίνεται ἄρα ἡμῖν, ὡς ἔοικεν, τὰ πρὸς ταύτην τὴν πραγματείαν χρήσιμα τῶν πραγμάτων ταῦτα εἶναι χρήματα. ‑ Συνέφη μὲν ταῦτα εἶναι χρήματα, οὐ μὴν ἀλλ' ἐτάραττέ γε αὐτὸν σφόδρα τὸ λογίδιον. ‑ Τί δὲ τὰ τοιάδε; [402] [a] πότερον ἂν φήσαιμεν οἷόν τε εἶναι ταὐτὸν πρᾶγμα πρὸς τὴν αὐτὴν ἐργασίαν τοτὲ μὲν χρήσιμον εἶναι, τοτὲ δὲ ἀχρεῖον; ‑ Οὐκ ἔγωγ' ἂν φαίην, ἀλλ' εἴ τι δεοίμεθα τούτου πρὸς τὴν αὐτὴν ἐργασίαν, καὶ χρήσιμόν μοι δοκεῖ εἶναι· εἰ δὲ μή, οὔ. ‑ Οὐκοῦν εἰ ἄνευ πυρὸς οἷοί τε εἶμεν ἀνδριάντα χαλκοῦν ἐργάσασθαι, οὐδὲν ἂν δεοίμεθα πυρὸς πρός γε τὴν τούτου ἐργασίαν· εἰ δὲ μὴ δεοίμεθα, οὐδ' ἂν χρήσιμον ἡμῖν εἴη. ὁ αὐτὸς [b] δὲ λόγος καὶ περὶ τῶν ἄλλων. ‑ Φαίνεται. ‑ Οὐκοῦν ὅσων ἄνευ οἷόν τε γίγνεσθαί τι, οὐδὲν ἂν τούτων ἡμῖν οὐδὲ χρήσιμον φαίνοιτο πρός γε τοῦτο. ‑ Οὐ γάρ. ‑ Οὐκοῦν εἴ ποτε φαινοίμεθα οἷοί τε ὄντες ἄνευ ἀργυρίου καὶ χρυσίου καὶ τῶν ἄλλων τῶν τοιούτων, οἷς μὴ αὐτοῖς χρώμεθα πρὸς τὸ σῶμα, ὥσπερ σιτίοις καὶ ποτοῖς καὶ ἱματίοις καὶ στρώμασιν καὶ οἰκίαις, παύειν τὰς τοῦ σώματος ἐνδείας, ὥστε μηκέτι δεῖσθαι, οὐκ ἂν ἡμῖν οὐδὲ χρήσιμα φαίνοιτο πρός γε τοῦτο ἀργύριόν [c] τε καὶ χρυσίον καὶ τἆλλα τὰ τοιαῦτα, εἴπερ ποτὲ καὶ ἄνευ τούτων οἷόν τε γίγνεσθαι. ‑ Οὐ γάρ. ‑ Οὐκ ἂν ἄρα οὐδὲ χρήματα ἡμῖν ταῦτα φανείη, εἰ μηδὲν χρήσιμα· ἀλλὰ ταῦτ' ἂν εἴη οἷς τὰ χρήσιμα οἷοί τ' ἐσμὲν ἐκπορίζεσθαι. ‑ Ὦ Σώκρατες, οὐκ ἄν ποτε δυναίμην τοῦτο πεισθῆναι, ὡς τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τἆλλα τὰ τοιαῦτα οὐκ ἄρα χρήματα ἡμῖν ἐστιν. ἐκεῖνο μὲν γὰρ σφόδρα πέπεισμαι, ὡς τά γε ἀχρεῖα ἡμῖν ὄντα οὐδὲ χρήματά ἐστιν, καὶ ὅτι τῶν χρησιμωτάτων [d] ἐστὶν πρὸς τοῦτο χρήματα τὰ χρήσιμα· οὐ μὴν τοῦτό γε, ὡς ταῦτα οὐ χρήσιμα ἡμῖν τυγχάνει ὄντα πρὸς τὸν βίον, εἴπερ γε τούτοις τὰ ἐπιτήδεια ἐκποριζοίμεθα. ‑ Φέρε δή, πῶς ἂν τὰ τοιαῦτα φήσαιμεν; ἆρ' εἰσίν τινες ἄνθρωποι οἵτινες μουσικὴν παιδεύουσιν ἢ γράμματα ἢ ἑτέραν τινὰ ἐπιστήμην, οἳ ἀντὶ τούτων σφίσιν αὐτοῖς τὰ ἐπιτήδεια ἐκπορίζονται, τούτων μισθὸν πραττόμενοι; ‑ Εἰσὶ γάρ. ‑ Οὐκοῦν [e] οὗτοι οἱ ἄνθρωποι ταύτῃ τῇ ἐπιστήμῃ ἂν ἐκπορίζοιντο τὰ ἐπιτήδεια, ἀντὶ ταύτης ἀλλαττόμενοι, ὥσπερ ἡμεῖς ἀντὶ τοῦ χρυσίου καὶ ἀργυρίου. ‑ Φημί. ‑ Οὐκοῦν εἴπερ τούτῳ ἐκπορίζονται οἷς πρὸς τὸν βίον χρῶνται, κἂν αὐτὸ χρήσιμον εἴη πρὸς τὸν βίον. καὶ γὰρ τἀργύριον τούτου ἕνεκα χρήσιμον ἔφαμεν εἶναι, ὅτι οἷοί τ' ἦμεν αὐτῷ τἀναγκαῖα πρὸς τὸ σῶμα ἐκπορίζεσθαι. ‑ Οὕτως, ἔφη. ‑ Οὐκοῦν εἴπερ αὗται αἱ ἐπιστῆμαι τῶν χρησίμων πρὸς τοῦτο, φαίνονται ἡμῖν αἱ ἐπιστῆμαι χρήματα οὖσαι διὰ τὴν αὐτὴν αἰτίαν δι' ἥνπερ τὸ χρυσίον τε καὶ τὸ ἀργύριον. δῆλον δὲ ὅτι καὶ οἱ ταύτας κεκτημένοι πλουσιώτεροι. ὀλίγον δὲ πρότερον οὕτω χαλεπῶς ἀπεδεχόμεθα τὸν λόγον, εἰ οὗτοι πλουσιώτατοι. ἀναγκαῖον δ' ἂν εἴη [403] [a] καὶ ἐκ τοῦ νῦν ὡμολογημένου τοῦτο συμβαίνειν, ἐνίοτε τοὺς ἐπιστημονεστέρους πλουσιωτέρους εἶναι. εἰ γάρ τις ἡμᾶς ἔροιτο ἆρα παντὶ ἀνθρώπῳ οἰόμεθα χρήσιμον εἶναι ἵππον, ἆρα φαίης ἄν; ἢ τοῖς μὲν ἐπιστήμοσιν ὅπως δεῖ ἵππῳ χρῆσθαι χρήσιμον ἂν εἴη, τοῖς ἀνεπιστήμοσι δ' οὔ; ‑ Φαίην ἄν. ‑ Οὐκοῦν, ἔφην, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ φάρμακον παντὶ ἀνθρώπῳ χρήσιμον εἶναι, ἀλλὰ τούτῳ ὅστις τυγχάνει εἰδὼς ὡς δεῖ χρήσασθαι αὐτῷ; ‑ Φημί. ‑ Οὐκοῦν καὶ τἆλλα πάντα [b] ὁμοίως; ‑ Ἔοικεν. ‑ Χρυσίον ἄρα καὶ ἀργύριον καὶ τἆλλα τὰ δοκοῦντα χρήματα εἶναι τούτῳ ἂν μόνῳ χρήσιμα εἴη, ὅστις τυγχάνει ἐπιστάμενος ὡς χρηστέον αὐτοῖς. ‑ Οὕτως. ‑ Οὐκοῦν πρότερον ἐδόκει τοῦ καλοῦ κἀγαθοῦ ἀνθρώπου εἶναι εἰδέναι ὅπου τε καὶ ὅπως τούτων ἑκάστοις χρηστέον ἐστίν; ‑ Φημί. ‑ Τοῖς ἄρα καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων, τούτοις ἂν μόνοις καὶ χρήσιμα ταῦτ' εἴη, εἴπερ γε οὗτοι ἐπιστήμονες ὡς χρηστέον. εἰ δὲ τούτοις μόνον χρήσιμον, τούτοις ἂν μόνοις καὶ χρήματα εἶναι ταῦτα φαίνοιτο. ἀτάρ, ὡς ἔοικε, καὶ τὸν [c] ἀνεπιστήμονα ἱππικῆς, κεκτημένον δὲ ἵππους οἳ τυγχάνουσιν αὐτῷ ἀχρεῖοι ὄντες, εἴ τις τοῦτον ἱππικὸν ποιήσειεν, ἆρα ἂν ἅμα καὶ πλουσιώτερον πεποιηκὼς εἴη, εἴπερ γε αὐτῷ ἃ ἐτύγχανεν πρόσθεν ἀχρεῖα ὄντα, χρήσιμα πεποίηκεν· ἐπιστήμην γάρ τινα παραδιδοὺς τῷ ἀνθρώπῳ ἅμα καὶ πλούσιον αὐτὸν πεποίηκεν. ‑ Φαίνεταί γε. ‑ Ὅμως δέ μοι κἂν διομόσασθαι δοκῶ ὑπὲρ Κριτίου, ὑπὸ μηδενὸς τούτων τῶν λόγων πεπεῖσθαι. ‑ Νὴ Δία· καὶ γάρ, ἔφη, μαινοίμην ἄν, εἰ ταῦτα [d] πειθοίμην. ἀλλὰ τί οὐκ ἐκεῖνον τὸν λόγον διετέλεσας, ὡς τὰ δοκοῦντα οὐκ ἔστιν χρήματα, χρυσίον καὶ ἀργύριον καὶ τἆλλα τὰ τοιαῦτα; ὡς ἐγὼ πάνυ σφόδρα τούτους τοὺς λόγους ἀκροώμενος, οὓς καὶ σὺ νῦν τυγχάνεις δὴ διεξιών, ἄγαμαι. ‑ Εἶπον οὖν ἐγὼ ὅτι μοι δοκεῖς σύ, ὦ Κριτία, οὕτως ἐμοῦ χαίρειν ἀκροώμενος, ὥσπερ τῶν ῥαψῳδῶν οἳ τὰ Ὁμήρου ἔπη ᾄδουσιν, ἐπεὶ οὐδείς γέ σοι δοκεῖ τούτων τῶν λόγων ἀληθὴς εἶναι. ὅμως δὲ φέρε, πῶς ἂν τὰ τοιαῦτα φήσαιμεν; ἆρά [e] γε τοῖς γε οἰκοδομικοῖς τῶν ἀνθρώπων φαίης ἂν ἄττα εἶναι χρήσιμα πρὸς τὸ οἰκίαν ἐργάσασθαι; ‑ Ἔμοιγε δοκεῖ. ‑ Πότερον οὖν ταῦτα φήσαιμεν ἂν χρήσιμα εἶναι οἷς αὐτῶν κατεχρῶντο εἰς τὴν οἰκοδομίαν, λίθους καὶ πλίνθους καὶ ξύλα καὶ εἴ τι ἕτερον τοιοῦτον; ἢ καὶ τὰ ἐργαλεῖα οἷς αὐτοὶ τὴν οἰκίαν ἐργάζοιντο, καὶ οἷς ταῦτα ἐκπορίζοιντο, τὰ ξύλα καὶ τοὺς λίθους, καὶ πάλιν τὰ τούτων ἐργαλεῖα; ‑ Ἔμοιγ', ἔφη, δοκεῖ πάντα ταῦτα χρήσιμα εἶναι πρὸς ἐκεῖνα. ‑ Οὐκοῦν, ἦν δ' ἐγώ, καὶ ἐπὶ τῶν ἄλλων ἐργασιῶν, οὐ μόνον αὐτοῖς οἷς καταχρώμεθα πρὸς ἕκαστον τῶν ἔργων, ἀλλὰ καὶ οἷς ταῦτα ἐκποριζόμεθα καὶ ὧν ἄνευ οὐκ ἂν γένοιτο; ‑ Πάνυ γε οὕτω. ‑ Οὐκοῦν πάλιν καὶ οἷς ταῦτα, καὶ εἴ τι ἀνωτέρω τούτων, [404] [a] καὶ οἷς πάλιν ἐκεῖνα καὶ ἔτι μάλα τὰ ἄνω, ὥστε καὶ εἰς ἄπειρόν τι πλῆθος τελευτῶντα ἀνάγκη πάντα ταῦτα πρὸς τὴν αὐτῶν ἐργασίαν χρήσιμα φαίνεσθαι; ‑ Καὶ οὐδέν γε, ἔφη, ταῦτα οὕτω κωλύει ἔχειν. ‑ Τί δ' εἰ ὑπάρχοι τῷ ἀνθρώπῳ σιτία καὶ ποτὰ καὶ ἱμάτια καὶ τἆλλα οἷς αὐτὸς πρὸς τὸ σῶμα μέλλοι χρῆσθαι, ἆρ' ἄν τι προσδέοιτο χρυσίου ἢ ἀργυρίου ἢ ἄλλου του, οἷς ταῦτα ποριεῖται ἅ γε δὴ ὑπάρχοι; ‑ Οὐκ ἔμοιγε δοκεῖ. ‑ Οὐκοῦν φαίνοιτο ἂν ἡμῖν ἔστιν ὅτε [b] ἄνθρωπος οὐδενὸς τούτων δεόμενος πρὸς τὴν τοῦ σώματος χρείαν; ‑ Οὐ γάρ. ‑ Οὐκοῦν εἰ ταῦτα ἀχρεῖα φαίνοιτο πρὸς ταύτην τὴν ἐργασίαν, οὐκ ἄν ποτε πάλιν δέοι χρήσιμα φανῆναι; ὑπέκειτο γὰρ μὴ οἷόν τε εἶναι πρὸς τὴν αὐτὴν ἐργασίαν τοτὲ μὲν χρήσιμα, τοτὲ δὲ ἀχρεῖα εἶναι. ‑ Ἀλλ' οὕτω γ' ἄν, ἔφη, ὁ αὐτὸς λόγος σοὶ καὶ ἐμοὶ γίγνοιτο· εἰ γάρ ποτε ταῦτα χρήσιμα γίγνοιτο πρὸς τοῦτο, οὐκ ἄν ποτε συμβαίνοι πάλιν [c] ἀχρεῖα εἶναι· νῦν δὲ πρός τινας ἐργασίας πραγμάτων μοχθηρῶν, τὰς δὲ χρηστῶν. ‑ Ἔγωγ' ἂν φαίην. ‑ Ἆρ' οὖν οἷόν τε μοχθηρόν τι πρᾶγμα πρὸς ἀγαθοῦ τινος ἐργασίαν χρήσιμον εἶναι; ‑ Οὐκ ἔμοιγε φαίνεται. ‑ Ἀγαθὰ δὲ πράγματα ἆρ' ἂν ταῦτα φαίημεν εἶναι, ἃ δι' ἀρετὴν ἄνθρωπος πράττει; ‑ Φημί. ‑ Ἆρ' οὖν οἷόν τε ἄνθρωπον μαθεῖν τι τούτων ὅσα διὰ λόγου διδάσκεται, εἰ παντάπασιν ἀπεστερημένος εἴη τοῦ ἀκούειν, ἢ ἑτέρου τινός; ‑ Μὰ Δί' οὐκ ἔμοιγε δοκεῖ. ‑ Οὐκοῦν [d] τῶν χρησίμων φαίνοιτο ἂν ἡμῖν πρὸς ἀρετὴν τὸ ἀκούειν, εἴπερ διδακτός γε ἡ ἀρετὴ τῷ ἀκούειν καὶ αὐτῷ καταχρώμεθα πρὸς τὰς μαθήσεις; ‑ Φαίνεται. ‑ Οὐκοῦν εἴπερ ἡ ἰατρικὴ οἵα τέ ἐστιν τὸν νοσοῦντα παύειν, φαίνοιτο ἂν ἡμῖν ἐνίοτε καὶ ἡ ἰατρικὴ τῶν χρησίμων οὖσα πρὸς τὴν ἀρετήν, εἴπερ διὰ τῆς ἰατρικῆς τὸ ἀκούειν πορισθείη; ‑ Καὶ οὐδέν γε κωλύει. ‑ Ἆρ' οὖν πάλιν καὶ εἰ τὴν ἰατρικὴν ἀντὶ χρημάτων πορισαίμεθα, φαίνοιτο ἂν ἡμῖν καὶ τὰ χρήματα [e] χρήσιμα ὄντα πρὸς ἀρετήν; ‑ Καὶ γὰρ ἔστιν, ἔφη, τοῦτό γε. ‑ Οὐκοῦν πάλιν ὁμοίως καὶ δι' οὗ τὰ χρήματα πορισαίμεθα; ‑ Παντάπασι μὲν οὖν πάντα. ‑ Ἆρ' οὖν ἄν σοι δοκεῖ ἄνθρωπος ἀπὸ μοχθηρῶν τε καὶ αἰσχρῶν πραγμάτων ἀργύριον αὑτῷ πορίσασθαι, ἀνθ' ὅτου τὴν ἰατρικὴν ἐπιστήμην κτήσαιτο, ᾗ δύναιτο ἀκούειν, ἐκ τοῦ μὴ οἵου τε; τῷ δ' αὐτῷ ἐκείνῳ καταχρῆσθαι πρὸς ἀρετὴν ἢ ἕτερ' ἄττα τῶν τοιούτων; ‑ Πάνυ μὲν οὖν ἔμοιγε δοκεῖ. ‑ Οὐκοῦν οὐκ ἂν τό γε μοχθηρὸν χρήσιμον ἂν εἴη πρὸς ἀρετήν; ‑ Οὐ γάρ. ‑ Οὐκ ἄρα ἀναγκαῖόν ἐστι, δι' ὧν ἂν ἐκπορισαίμεθα τὰ πρὸς ἕκαστα χρήσιμα, καὶ ταῦτα πρὸς τὰ αὐτὰ χρήσιμα εἶναι· φαίνοιτο γὰρ ἂν [405] [a] ἐνίοτε μοχθηρὰ πράγματα πρὸς ἀγαθόν τι χρήσιμον εἶναι. ἔτι δὲ μᾶλλον καὶ ἐπὶ τούτου ἂν φανερὰ γένοιτο. εἴπερ γὰρ ταῦτα χρήσιμά ἐστι πρὸς ἕκαστα, ὧν ἄνευ οὐκ ἂν γένοιτο, εἰ μὴ ταῦτα προϋπάρχοι, φέρε, πῶς ἂν τὰ τοιαῦτα φήσαις; ἆρ' οἷόν τε ἀμαθίαν πρὸς ἐπιστήμην χρήσιμον εἶναι, ἢ νόσον πρὸς ὑγίειαν, ἢ κακίαν πρὸς ἀρετήν; ‑ Οὐκ ἂν ἔγωγε φαίην. ‑ Καὶ μὴν τόδε γ' ἂν ὁμολογήσαιμεν ἀδύνατον εἶναι, ἐπιστήμην ἐγγενέσθαι ὅτῳ μὴ ἀμαθία πρότερον ὑπάρξαι, καὶ ὑγίειαν, ὅτῳ μὴ νόσος, οὐδὲ ἀρετήν, ὅτῳ μὴ [b] κακία. ‑ Ἔφη γὰρ οὕτως, ὡς ἐμοὶ δοκεῖ. ‑ Οὐκ ἂν ἄρα φαίνοιτο ἀναγκαῖον εἶναι, ὅσων ἄνευ μὴ οἷόν τε γίγνεσθαι, ταῦτα καὶ χρήσιμα εἶναι πρὸς τοῦτο. φαίνοιτο γὰρ ἂν ἡμῖν ἡ ἀμαθία πρὸς ἐπιστήμην χρήσιμος οὖσα, καὶ ἡ νόσος πρὸς ὑγίειαν, καὶ ἡ κακία πρὸς ἀρετήν. ‑ Σφόδρα δυσπείστως εἶχεν καὶ πρὸς τούτους τοὺς λόγους, εἰ μὴ πάντα ταῦτα χρήματα ἔσται. ‑ Καταμαθὼν δ' αὐτὸν ἐγὼ ὅτι ἴσον εἴη πεῖσαι, ὅπερ ἂν τὸ λεγόμενον λίθον ἑψῆσαι, Ἀλλὰ τούτους μὲν τοὺς [c] λόγους, ἦν δ' ἐγώ, ἐάσωμεν χαίρειν, ἐπειδήπερ οὐ δυνατοί ἐσμεν ὁμολογῆσαι ὁπότερον ταὐτὰ χρήσιμά τ' ἐστὶν καὶ χρήματα ἢ οὔ· ἐκείνου δὲ πέρι πῶς ἂν φαίημεν; πότερον ἂν εὐδαιμονέστερόν τε καὶ βελτίω ἡγησαίμεθα εἶναι ἄνθρωπον, εἰ ὡς πλείστων δέοιτο πρὸς τὸ σῶμά τε καὶ τὴν δίαιταν ἐπιτηδείων, ἢ εἰ ὡς ἐλαχίστων τε καὶ φαυλοτάτων; μάλιστα δ' ἂν ἴσως καὶ τοῦτο ὧδε θεωρηθείη, εἴ τις αὐτὸν πρὸς αὑτὸν τὸν ἄνθρωπον παραβάλλων σκοποῖτο ὁποτέρα τῶν ἕξεων [d] βελτίων, πότερον ὅταν τύχῃ νοσῶν ἢ ὅταν ὑγιαίνων. ‑ Ἀλλὰ τοῦτό γ', ἔφη, οὐ πολλῆς τινος τῆς σκέψεως δεῖται. ‑ Ἴσως γάρ, ἦν δ' ἐγώ, παντὶ ἀνθρώπῳ εὔπορον γνῶναι ὅτι ἡ τοῦ ὑγιαίνοντος ἕξις κρείττων ἐστὶν τῆς τοῦ κάμνοντος. τί δέ; ποτέρως τυγχάνομεν πλειόνων τε καὶ μᾶλλον παντοδαπῶν δεόμενοι; ὅταν κάμνωμεν ἢ ὅταν ὑγιαίνωμεν; ‑ Ὅταν κάμνωμεν. ‑ Ὅταν ἄρα αὐτοὶ αὑτῶν τυγχάνωμεν φαυλότατα [e] διακείμενοι, τότε σφόδρα τε καὶ πλείστων, τὰ πρὸς ἡδονὰς τὰς διὰ τοῦ σώματος, ἐν ἐπιθυμίαις τε καὶ δεήσεσίν ἐσμεν; ‑ Οὕτως. ‑ Οὐκοῦν κατὰ τὸν αὐτὸν λόγον ὥσπερ αὐτὸς αὑτοῦ τότε φαίνεται βέλτιστα ἔχων, ὅταν ἐλαχίστων τῶν τοιούτων δέηται, οὕτω πάλιν καὶ δυοῖν ὄντοιν, εἰ ὁ μὲν τυγχάνοι σφόδρα τε καὶ πολλῶν ἐν ἐπιθυμίᾳ τε καὶ δεήσει ὤν, ὁ δὲ ὀλίγων τε καὶ ἡσύχως; οἷον τὰ τοιάδε· ὅσοι τῶν ἀνθρώπων τυγχάνουσιν κυβευταὶ ὄντες, οἱ δὲ οἰνόφλυγες, ἕτεροι δὲ γαστρίμαργοι, ‑ ἅπαντα γὰρ ταῦτα οὐδὲν ἕτερον τυγχάνει ὄντα ἢ ἐπιθυμίαι. ‑ Σφόδρα γε. ‑ Αἱ δ' ἐπιθυμίαι πᾶσαι οὐδὲν ἕτερον ἢ ἔνδειαί τινων. οἱ οὖν πλεῖστα τούτων πεπονθότες ἄνθρωποι ἐν μοχθηροτέρᾳ ἕξει εἰσὶν τῶν μηδὲν ἢ [406] [a] ὡς ἐλάχιστα τοιαῦτα πεπονθότων. ‑ Πάνυ μὲν οὖν ἔγωγε καὶ σφόδρα μοχθηροὺς τοὺς τοιούτους ὑπολαμβάνω εἶναι· καὶ ὅσῳ ἂν μᾶλλον τοιούτους, τοσούτῳ καὶ μοχθηροτέρους. Οὐκοῦν δοκεῖ ἡμῖν οὐχ οἷόν τε χρήσιμα εἶναι ταῦτα πρὸς τοῦτο, εἰ μὴ τυγχάνοιμεν καὶ δεόμενοι τούτων πρὸς τοῦτο; ‑ Φημί. ‑ Ἀναγκαῖον ἄρα, εἴπερ μέλλει ἡμῖν χρήσιμα εἶναι ταῦτα πρὸς τὰς τοῦ σώματος θεραπείας τῶν ἐνδειῶν, ἅμα καὶ δεῖσθαι ἡμᾶς τούτων πρὸς τοῦτο; ‑ Ἔμοιγε δοκεῖ. ‑ Οὐκοῦν ὅτῳ τυγχάνει πλεῖστα χρήσιμα ὄντα πρὸς τοῦτο, οὗτος ἂν φαίνοιτο καὶ πλείστων δεόμενος πρὸς τοῦτο, εἴπερ ἀνάγκη τῶν χρησίμων πάντων προσδεῖσθαι. ‑ Ἔμοιγε δοκεῖ οὕτω φαίνεσθαι. ‑ Ἀναγκαῖον ἄρα φαίνεται κατά γε τοῦτον τὸν λόγον, οἷς τυγχάνει πολλὰ χρήματα ὄντα, τούτοις καὶ πολλῶν δεῖσθαι τῶν πρὸς τὴν τοῦ σώματος θεραπείαν ἐπιτηδείων· τὰ γὰρ πρὸς τοῦτο χρήσιμα ὄντα χρήματα ἐφαίνετο. ὥστε ἐξ ἀνάγκης ἂν ἡμῖν φαίνοιντο οἱ πλουσιώτατοι μοχθηρότατα διακείμενοι, εἴπερ γε καὶ πλείστων τοιούτων ἐνδεεῖς ὄντες.
[364]
[a] ΣΩ. Ἐξιόντι μοι ἐς Κυνόσαργες καὶ γενομένῳ μοι κατὰ τὸν Ἰλισὸν διῇξε φωνὴ βοῶντός του, "Σώκρατες, Σώκρατες." ὡς δὲ ἐπιστραφεὶς περιεσκόπουν ὁπόθεν εἴη, Κλεινίαν ὁρῶ τὸν Ἀξιόχου θέοντα ἐπὶ Καλλιρρόην μετὰ Δάμωνος τοῦ μουσικοῦ καὶ Χαρμίδου τοῦ Γλαύκωνος· ἤστην δὲ αὐτῷ ὁ μὲν διδάσκαλος τῶν κατὰ μουσικήν, ὁ δ' ἐξ ἑταιρείας ἐραστὴς [b] ἅμα καὶ ἐρώμενος. ἐδόκει οὖν μοι ἀφεμένῳ τῆς εὐθὺ ὁδοῦ ἀπαντᾶν αὐτοῖς, ὅπως ῥᾷστα ὁμοῦ γενοίμεθα. δεδακρυμένος δὲ ὁ Κλεινίας, "Σώκρατες," ἔφη, "νῦν ὁ καιρὸς ἐνδείξασθαι τὴν ἀεὶ θρυλουμένην πρὸς σοῦ σοφίαν· ὁ γὰρ πατὴρ ἔκ τινος ὥρας αἰφνιδίου ἀδυνάτως ἔχει καὶ πρὸς τῷ τέλει τοῦ βίου ἐστίν, ἀνιαρῶς τε φέρει τὴν τελευτήν, καίτοι γε τὸν πρόσθεν χρόνον διαχλευάζων τοὺς μορμολυττομένους τὸν [c] θάνατον καὶ πρᾴως ἐπιτωθάζων. ἀφικόμενος οὖν παρηγόρησον αὐτὸν ὡς εἴωθας, ὅπως ἀστενακτὶ ἐς τὸ χρεὼν ἴῃ, καί μοι σὺν τοῖς λοιποῖς ἵνα καὶ τοῦτο εὐσεβηθῇ." "Ἀλλ' οὐκ ἀτυχήσεις μου, ὦ Κλεινία, οὐδενὸς τῶν μετρίων, καὶ ταῦτα ἐφ' ὅσια παρακαλῶν. ἐπειγώμεθα δ' οὖν· εἰ γὰρ οὕτως ἔχει, ὠκύτητος δεῖ."
ΚΛ. Ὀφθέντος σου μόνον, ὦ Σώκρατες, ῥαΐσει· καὶ γὰρ ἤδη πολλάκις αὐτῷ γέγονεν συμπτώματος ἀνασφῆλαι.
[d] Ὡς δὲ θᾶττον τὴν παρὰ τὸ τεῖχος ᾔειμεν ταῖς Ἰτωνίαις [365] [a] ‑ πλησίον γὰρ ᾤκει τῶν πυλῶν πρὸς τῇ Ἀμαζονίδι στήλῃ ‑ καταλαμβάνομεν αὐτὸν ἤδη μὲν συνειλεγμένον τὰς ἁφὰς καὶ τῷ σώματι ῥωμαλέον, ἀσθενῆ δὲ τὴν ψυχήν, πάνυ ἐνδεᾶ παραμυθίας, πολλάκις δὲ ἀναφερόμενον καὶ στεναγμοὺς ἱέντα σὺν δακρύοις καὶ κροτήσεσι χειρῶν. κατιδὼν δὲ αὐτόν, "Ἀξίοχε, τί ταῦτα;" ἔφην· "ποῦ τὰ πρόσθεν αὐχήματα καὶ αἱ συνεχεῖς εὐλογίαι τῶν ἀρετῶν καὶ τὸ ἄρρατον ἐν σοὶ θάρσος; ὡς γὰρ ἀγωνιστὴς δειλός, ἐν τοῖς γυμνασίοις [b] γενναῖος φαινόμενος, ὑπολέλοιπας ἐν τοῖς ἄθλοις. οὐκ ἐπιλογιῇ τὴν φύσιν περιεσκεμμένως, ἀνὴρ τοσόσδε τῷ χρόνῳ καὶ κατήκοος λόγων, καὶ εἰ μηδὲν ἕτερον, Ἀθηναῖος, ὅτι, τὸ κοινὸν δὴ τοῦτο καὶ πρὸς ἁπάντων θρυλούμενον, παρεπιδημία τίς ἐστιν ὁ βίος, καὶ ὅτι δεῖ ἐπιεικῶς διαγαγόντας εὐθύμως μόνον οὐχὶ παιανίζοντας εἰς τὸ χρεὼν ἀπιέναι; τὸ δὲ οὕτως μαλακῶς καὶ δυσαποσπάστως ἔχειν νηπίου δίκην οὐ περὶ φρονοῦσαν ἡλικίαν ἔχειν;"
[c] ΑΞ. Ἀληθῆ ταῦτα, ὦ Σώκρατες, καὶ ὀρθῶς μοι φαίνῃ λέγων· ἀλλ' οὐκ οἶδα ὅπως παρ' αὐτό μοι τὸ δεινὸν γενομένῳ οἱ μὲν καρτεροὶ καὶ περιττοὶ λόγοι ὑπεκπνέουσιν λεληθότως καὶ ἀτιμάζονται, ἀντίσχει δὲ δέος τι, ποικίλως περιαμύττον τὸν νοῦν, εἰ στερήσομαι τοῦδε τοῦ φωτὸς καὶ τῶν ἀγαθῶν, ἀιδὴς δὲ καὶ ἄπυστος ὁποίποτε κείσομαι σηπόμενος, εἰς εὐλὰς καὶ κνώδαλα μεταβάλλων.
[d] ΣΩ. Συνάπτεις γάρ, ὦ Ἀξίοχε, παρὰ τὴν ἀνεπιστασίαν ἀνεπιλογίστως τῇ ἀναισθησίᾳ αἴσθησιν, καὶ σεαυτῷ ὑπεναντία καὶ ποιεῖς καὶ λέγεις, οὐκ ἐπιλογιζόμενος ὅτι ἅμα μὲν ὀδύρῃ τὴν ἀναισθησίαν, ἅμα δὲ ἀλγεῖς ἐπὶ σήψεσι καὶ στερήσει τῶν ἡδέων, ὥσπερ εἰς ἕτερον ζῆν ἀποθανούμενος, ἀλλ' οὐκ εἰς παντελῆ μεταβαλῶν ἀναισθησίαν καὶ τὴν αὐτὴν τῇ πρὸ τῆς γενέσεως. ὡς οὖν ἐπὶ τῆς Δράκοντος ἢ Κλεισθένους πολιτείας οὐδὲν περὶ σὲ κακὸν ἦν ‑ ἀρχὴν γὰρ οὐκ [e] ἦς, περὶ ὃν ἂν ἦν ‑ οὕτως οὐδὲ μετὰ τὴν τελευτὴν γενήσεται· σὺ γὰρ οὐκ ἔσῃ περὶ ὃν ἔσται. πάντα τοιγαροῦν τὸν τοιόνδε φλύαρον ἀποσκέδασαι, τοῦτο ἐννοήσας, ὅτι τῆς συγκρίσεως ἅπαξ διαλυθείσης καὶ τῆς ψυχῆς εἰς τὸν οἰκεῖον ἱδρυθείσης τόπον, τὸ ὑπολειφθὲν σῶμα, γεῶδες ὂν καὶ ἄλογον, οὐκ ἔστιν ὁ ἄνθρωπος. ἡμεῖς μὲν γάρ ἐσμεν ψυχή, ζῷον ἀθάνατον [366] [a] ἐν θνητῷ καθειργμένον φρουρίῳ· τὸ δὲ σκῆνος τουτὶ πρὸς κακοῦ περιήρμοσεν ἡ φύσις, ᾧ τὰ μὲν ἥδοντα ἀμυχιαῖα καὶ πτηνὰ καὶ εἰς πλείους ὀδύνας ἀνακεκραμένα, τὰ δὲ ἀλγεινὰ ἀκραιφνῆ καὶ πολυχρόνια καὶ τῶν ἡδόντων ἄμοιρα· νόσους δὲ καὶ φλεγμονὰς τῶν αἰσθητηρίων, ἔτι δὲ τὰς ἐντὸς κακότητας, οἷς ἀναγκαστῶς, ἅτε παρεσπαρμένη τοῖς πόροις, ἡ ψυχὴ συναλγοῦσα τὸν οὐράνιον ποθεῖ καὶ σύμφυλον αἰθέρα, καὶ διψᾷ, τῆς ἐκεῖσε διαίτης καὶ χορείας ὀριγνωμένη. ὥστε ἡ [b] τοῦ ζῆν ἀπαλλαγὴ κακοῦ τινός ἐστιν εἰς ἀγαθὸν μεταβολή.
ΑΞ. Κακὸν οὖν, ὦ Σώκρατες, ἡγούμενος τὸ ζῆν πῶς ἐν αὐτῷ μένεις; καὶ ταῦτα φροντιστὴς ὢν καὶ ὑπὲρ ἡμᾶς τοὺς πολλοὺς τῷ νῷ διαφέρων;
ΣΩ. Ἀξίοχε, σὺ δὲ οὐκ ἔτυμά μοι μαρτυρεῖς, οἴει δὲ καθάπερ Ἀθηναίων ἡ πληθύς, ἐπειδὴ ζητητικός εἰμι τῶν πραγμάτων, ἐπιστήμονά του εἶναί με. ἐγὼ δὲ εὐξαίμην ἂν τὰ κοινὰ ταῦτα εἰδέναι· τοσοῦτον ἀποδέω τῶν περιττῶν.
[c] καὶ ταῦτα δὲ ἃ λέγω, Προδίκου ἐστὶν τοῦ σοφοῦ ἀπηχήματα, τὰ μὲν διμοίρου ἐωνημένα, τὰ δὲ δυοῖν δραχμαῖν, τὰ δὲ τετραδράχμου. προῖκα γὰρ ἁνὴρ οὗτος οὐδένα διδάσκει, διὰ παντὸς δὲ ἔθος ἐστὶν αὐτῷ φωνεῖν τὸ Ἐπιχάρμειον, "ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει·" δός τι, καὶ λάβε τι. καὶ πρῴην γοῦν παρὰ Καλλίᾳ τῷ Ἱππονίκου ποιούμενος ἐπίδειξιν τοσάδε τοῦ ζῆν κατεῖπεν, ὥστε ἔγωγε μὲν παρὰ ἀκαρῆ διέγραψα τὸν βίον, καὶ ἐξ ἐκείνου θανατᾷ μου ἡ ψυχή, Ἀξίοχε.
ΑΞ. Τίνα δὲ ἦν τὰ λεχθέντα;
[d] ΣΩ. Φράσαιμι ἄν σοι ταῦτα ἃ μνημονεύσω. ἔφη γάρ, Τί μέρος τῆς ἡλικίας ἄμοιρον τῶν ἀνιαρῶν; οὐ κατὰ μὲν τὴν πρώτην γένεσιν τὸ νήπιον κλάει, τοῦ ζῆν ἀπὸ λύπης ἀρχόμενον; οὐ λείπεται γοῦν οὐδεμιᾶς ἀλγηδόνος, ἀλλ' ἢ δι' ἔνδειαν ἢ περιψυγμὸν ἢ θάλπος ἢ πληγὴν ὀδυνᾶται, λαλῆσαι μὲν οὔπω δυνάμενον ἃ πάσχει, κλαυθμυριζόμενον δὲ καὶ ταύτην τῆς δυσαρεστήσεως μίαν ἔχον φωνήν. ὁπόταν δὲ εἰς τὴν ἑπταετίαν ἀφίκηται πολλοὺς πόνους διαντλῆσαν, [e] ἐπέστησαν παιδαγωγοὶ καὶ γραμματισταὶ καὶ παιδοτρίβαι τυραννοῦντες· αὐξανομένου δὲ κριτικοί, γεωμέτραι, τακτικοί, πολὺ πλῆθος δεσποτῶν. ἐπειδὰν δὲ εἰς τοὺς ἐφήβους ἐγγραφῇ, κοσμητὴς καὶ φόβος χειρῶν, ἔπειτα Λύκειον καὶ [367] [a] Ἀκαδήμεια καὶ γυμνασιαρχία καὶ ῥάβδοι καὶ κακῶν ἀμετρίαι· καὶ πᾶς ὁ τοῦ μειρακίσκου πόνος ἐστὶν ὑπὸ σωφρονιστὰς καὶ τὴν ἐπὶ τοὺς νέους αἵρεσιν τῆς ἐξ Ἀρείου πάγου βουλῆς. ἐπειδὰν δὲ ἀπολυθῇ τούτων, φροντίδες ἄντικρυς ὑπέδυσαν καὶ διαλογισμοὶ τίνα τὴν τοῦ βίου ὁδὸν ἐνστήσονται, καὶ τοῖς ὕστερον χαλεποῖς ἐφάνη τὰ πρῶτα παιδικὰ καὶ νηπίων ὡς ἀληθῶς φόβητρα· στρατεῖαί τε γὰρ καὶ τραύματα καὶ [b] συνεχεῖς ἀγῶνες. εἶτα λαθὸν ὑπῆλθεν τὸ γῆρας, εἰς ὃ πᾶν συρρεῖ τὸ τῆς φύσεως ἐπίκηρον καὶ δυσαλθές. κἂν μή τις θᾶττον ὡς χρέος ἀποδιδῷ τὸ ζῆν, ὡς ὀβολοστάτις ἡ φύσις ἐπιστᾶσα ἐνεχυράζει τοῦ μὲν ὄψιν, τοῦ δὲ ἀκοήν, πολλάκις δὲ ἄμφω. κἂν ἐπιμείνῃ τις, παρέλυσεν, ἐλωβήσατο, παρήρθρωσεν. ἄλλοι πολυγήρως ἀκμάζουσιν, καὶ τῷ νῷ δὶς παῖδες οἱ γέροντες γίγνονται. καὶ τοῦτο καὶ οἱ θεοὶ τῶν ἀνθρωπείων [c] ἐπιστήμονες, καὶ οὓς ἂν περὶ πλείστου ποιῶνται, θᾶττον ἀπαλλάττουσι τοῦ ζῆν. Ἀγαμήδης γοῦν καὶ Τροφώνιος οἱ δειμάμενοι τὸ Πυθοῖ τοῦ θεοῦ τέμενος, εὐξάμενοι τὸ κράτιστον αὑτοῖς γενέσθαι, κοιμηθέντες οὐκέτ' ἀνέστησαν· οἵ τε τῆς Ἀργείας Ἥρας ἱερείας ὑεῖς, ὁμοίως εὐξαμένης αὐτοῖς τῆς μητρὸς γενέσθαι τι τῆς εὐσεβείας παρὰ τῆς Ἥρας γέρας, ἐπειδὴ τοῦ ζεύγους ὑστερήσαντος ὑποδύντες αὐτοὶ διήνεγκαν αὐτὴν εἰς τὸν νεών, μετὰ τὴν εὐχὴν νυκτὶ μετήλλαξαν.
[d] μακρὸν ἂν εἴη διεξιέναι τὰ τῶν ποιητῶν, οἳ στόμασιν θειοτέροις τὰ περὶ τὸν βίον θεσπιῳδοῦσιν, ὡς κατοδύρονται τὸ ζῆν· ἑνὸς δὲ μόνου μνησθήσομαι τοῦ ἀξιολογωτάτου, λέγοντος ‑
ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσιν,
ζώειν ἀχνυμένοις,
καὶ ‑
οὐ μὲν ‹γάρ› τί ποτ' ἐστὶν ὀιζυρώτερον ἀνδρὸς
[e] πάντων ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει.
[368] [a] τὸν δ' Ἀμφιάραον τί φησιν; ‑
τὸν πέρι κῆρι φίλει Ζεύς τ' αἰγίοχος καὶ Ἀπόλλων
παντοίῃ φιλότητι· οὐδ' ἵκετο γήραος οὐδόν.
ὁ δὲ κελεύων ‑
τὸν φύντα θρηνεῖν εἰς ὅσ' ἔρχεται κακά,
τί σοι φαίνεται; ἀλλὰ παύομαι, μή ποτε παρὰ τὴν ὑπόσχεσιν μηκύνω καὶ ἑτέρων μιμνῃσκόμενος. ποίαν δέ τις ἑλόμενος ἐπιτήδευσιν ἢ τέχνην οὐ μέμψεται καὶ τοῖς παροῦσι [b] χαλεπανεῖ; τὰς χειρωνακτικὰς ἐπέλθωμεν καὶ βαναύσους, πονουμένων ἐκ νυκτὸς εἰς νύκτα, καὶ μόλις ποριζομένων τἀπιτήδεια, κατοδυρομένων τε αὑτῶν καὶ πᾶσαν ἀγρυπνίαν ἀναπιμπλάντων ὀλοφυρμοῦ καὶ δακρύων; ἀλλὰ τὸν πλωτικὸν καταλεξώμεθα, περαιούμενον διὰ τοσῶνδε κινδύνων καὶ μήτε, ὡς ἀπεφήνατο Βίας, ἐν τοῖς τεθνηκόσιν ὄντα μήτε ἐν τοῖς βιοῦσιν; ὁ γὰρ ἐπίγειος ἄνθρωπος ὡς ἀμφίβιος αὑτὸν [c] εἰς τὸ πέλαγος ἔρριψεν, ἐπὶ τῇ τύχῃ γενόμενος πᾶς. ἀλλ' ἡ γεωργία γλυκύ; δῆλον· ἀλλ' οὐχ ὅλον, ὥς φασιν, ἕλκος, ἀεὶ λύπης πρόφασιν εὑρισκόμενον; κλᾶον νυνὶ μὲν αὐχμόν, νυνὶ δὲ ἐπομβρίας, νυνὶ δὲ ἐπίκαυσιν, νυνὶ δὲ ἐρυσίβην, νυνὶ δὲ θάλπος ἄκαιρον ἢ κρύος; ἀλλ' ἡ πολυτίμητος πολιτεία ‑ πολλὰ γὰρ ὑπερβαίνω ‑ διὰ πόσων ἐλαύνεται δεινῶν, τὴν μὲν χαρὰν ἔχουσα φλεγμονῆς δίκην παλλομένην καὶ σφυγματώδη, [d] τὴν δὲ ἀπότευξιν ἀλγεινὴν καὶ θανάτων μυρίων χείρω; τίς γὰρ ἂν εὐδαιμονήσειε πρὸς ὄχλον ζῶν, εἰ ποππυσθείη καὶ κροτηθείη δήμου παίγνιον ἐκβαλλόμενον, συριττόμενον, ζημιούμενον, θνῇσκον, ἐλεούμενον; ἐπεί τοί γε, Ἀξίοχε πολιτικέ, ποῦ τέθνηκε Μιλτιάδης; ποῦ δὲ Θεμιστοκλῆς; ποῦ δ' Ἐφιάλτης; ποῦ δὲ πρῴην οἱ δέκα στρατηγοί, ὅτ' ἐγὼ μὲν οὐκ ἐπηρόμην τὴν γνώμην; ‑ οὐ γὰρ ἐφαίνετό μοι σεμνὸν μαινομένῳ δήμῳ συνεξάρχειν· οἱ δὲ [e] περὶ Θηραμένην καὶ Καλλίξενον τῇ ὑστεραίᾳ προέδρους ἐγκαθέτους ὑφέντες κατεχειροτόνησαν τῶν ἀνδρῶν ἄκριτον [369] [a] θάνατον. καίτοι γε σὺ μόνος αὐτοῖς ἤμυνες καὶ Εὐρυπτόλεμος, τρισμυρίων ἐκκλησιαζόντων.
ΑΞ. Ἔστιν ταῦτα, ὦ Σώκρατες· καὶ ἔγωγε ἐξ ἐκείνου ἅλις ἔσχον τοῦ βήματος καὶ χαλεπώτερον οὐδὲν ἐφάνη μοι πολιτείας. δῆλον δὲ τοῖς ἐν τῷ ἔργῳ γενομένοις. σὺ μὲν γὰρ οὕτω λαλεῖς ὡς ἐξ ἀπόπτου θεώμενος, ἡμεῖς δ' ἴσμεν ἀκριβέστερον οἱ διὰ πείρας ἰόντες. δῆμος γάρ, ὦ φίλε Σώκρατες, ἀχάριστον, ἁψίκορον, ὠμόν, βάσκανον, ἀπαίδευτον, ὡς ἂν συνηρανισμένον ἐκ συγκλύδων ὄχλου καὶ βιαίων φλυάρων. ὁ δὲ τούτῳ προσεταιριζόμενος ἀθλιώτερος μακρῷ.
ΣΩ. Ὁπότε οὖν, ὦ Ἀξίοχε, τὴν ἐλευθεριωτάτην ἐπιστήμην τίθεσαι τῶν λοιπῶν ἀπευκταιοτάτην, τί τὰς λοιπὰς ἐπιτηδεύσεις ἐννοήσομεν; οὐ φευκτάς; ἤκουσα δέ ποτε καὶ τοῦ Προδίκου λέγοντος ὅτι ὁ θάνατος οὔτε περὶ τοὺς ζῶντάς ἐστιν οὔτε περὶ τοὺς μετηλλαχότας.
ΑΞ. Πῶς φῄς, ὦ Σώκρατες;
ΣΩ. Ὅτι περὶ μὲν τοὺς ζῶντας οὐκ ἔστιν, οἱ δὲ ἀποθανόντες [c] οὐκ εἰσίν. ὥστε οὔτε περὶ σὲ νῦν ἐστίν ‑ οὐ γὰρ τέθνηκας ‑ οὔτε εἴ τι πάθοις, ἔσται περὶ σέ· σὺ γὰρ οὐκ ἔσῃ. μάταιος οὖν ἡ λύπη, περὶ τοῦ μήτε ὄντος μήτε ἐσομένου περὶ Ἀξίοχον Ἀξίοχον ὀδύρεσθαι, καὶ ὅμοιον ὡς εἰ περὶ τῆς Σκύλλης ἢ τοῦ Κενταύρου τις ὀδύροιτο, τῶν μήτε ὄντων περὶ σὲ μήτε ὕστερον μετὰ τὴν τελευτὴν ἐσομένων. τὸ γὰρ φοβερὸν τοῖς οὖσίν ἐστιν· τοῖς δ' οὐκ οὖσιν πῶς ἂν εἴη;
[d] ΑΞ. Σὺ μὲν ἐκ τῆς ἐπιπολαζούσης τὰ νῦν λεσχηνείας τὰ σοφὰ ταῦτα προῄρηκας· ἐκεῖθεν γάρ ἐστιν ἥδε ἡ φλυαρολογία πρὸς τὰ μειράκια διακεκοσμημένη· ἐμὲ δὲ ἡ στέρησις τῶν ἀγαθῶν τοῦ ζῆν λυπεῖ, κἂν πιθανωτέρους τούτων λόγους ἀρτικροτήσῃς, ὦ Σώκρατες. οὐκ ἐπαΐει γὰρ ὁ νοῦς ἀποπλανώμενος εἰς εὐεπείας λόγων, οὐδὲ ἅπτεται ταῦτα τῆς ὁμοχροίας, ἀλλ' εἰς μὲν πομπὴν καὶ ῥημάτων ἀγλαϊσμὸν ἀνύτει, τῆς δὲ ἀληθείας ἀποδεῖ. τὰ δὲ παθήματα σοφισμάτων [e] οὐκ ἀνέχεται, μόνοις δὲ ἀρκεῖται τοῖς δυναμένοις καθικέσθαι τῆς ψυχῆς.
ΣΩ. Συνάπτεις γάρ, ὦ Ἀξίοχε, ἀνεπιλογίστως, τῇ στερήσει τῶν ἀγαθῶν ἀντεισάγων κακῶν αἴσθησιν, ἐκλαθόμενος ὅτι τέθνηκας. [370] [a] λυπεῖ γὰρ τὸ στερόμενον τῶν ἀγαθῶν ἡ ἀντιπάθεια τῶν κακῶν, ὁ δ' οὐκ ὢν οὐδὲ τῆς στερήσεως ἀντιλαμβάνεται. πῶς οὖν ἐπὶ τῷ μὴ παρέξοντι γνῶσιν τῶν λυπησόντων γένοιτ' ἂν ἡ λύπη; ἀρχὴν γάρ, ὦ Ἀξίοχε, μὴ συνυποτιθέμενος ἁμῶς γέ πως μίαν αἴσθησιν, κατὰ τὸ ἀνεπιστῆμον, οὐκ ἄν ποτε πτυρείης τὸν θάνατον. νῦν δὲ περιτρέπεις σεαυτόν, δειματούμενος στερήσεσθαι τῆς ψυχῆς, τῇ δὲ στερήσει περιτιθεῖς ψυχήν, καὶ ταρβεῖς μὲν τὸ μὴ αἰσθήσεσθαι, καταλήψεσθαι δὲ οἴει τὴν οὐκ ἐσομένην αἴσθησιν [b] αἰσθήσει· πρὸς τῷ πολλοὺς καὶ καλοὺς εἶναι λόγους περὶ τῆς ἀθανασίας τῆς ψυχῆς. οὐ γὰρ δὴ θνητή γε φύσις τοσόνδε ἂν ἤρατο μεγεθουργίας, ὥστε καταφρονῆσαι μὲν ὑπερβαλλόντων θηρίων βίας, διαπεραιώσασθαι δὲ πελάγη, δείμασθαι δὲ ἄστη, καταστήσασθαι δὲ πολιτείας, ἀναβλέψαι δὲ εἰς τὸν οὐρανὸν καὶ ἰδεῖν περιφορὰς ἄστρων καὶ δρόμους ἡλίου τε καὶ σελήνης, ἀνατολάς τε καὶ δύσεις, ἐκλείψεις τε [c] καὶ ταχείας ἀποκαταστάσεις, ἰσημερίας τε καὶ τροπὰς διττάς, καὶ Πλειάδων χειμῶνας, καὶ θέρους ἀνέμους τε καὶ καταφορὰς ὄμβρων, καὶ πρηστήρων ἐξαισίους συρμούς, καὶ τὰ τοῦ κόσμου παθήματα παραπήξασθαι πρὸς τὸν αἰῶνα, εἰ μή τι θεῖον ὄντως ἐνῆν πνεῦμα τῇ ψυχῇ, δι' οὗ τὴν τῶν τηλικῶνδε περίνοιαν καὶ γνῶσιν ἔσχεν. ὥστε οὐκ εἰς θάνατον ἀλλ' εἰς ἀθανασίαν μεταβάλλεις, ὦ Ἀξίοχε, οὐδὲ ἀφαίρεσιν ἕξεις τῶν ἀγαθῶν ἀλλ' εἰλικρινεστέραν τὴν ἀπόλαυσιν, οὐδὲ [d] μεμειγμένας θνητῷ σώματι τὰς ἡδονὰς ἀλλ' ἀκράτους ἁπασῶν ἀλγηδόνων. κεῖσε γὰρ ἀφίξῃ μονωθεὶς ἐκ τῆσδε τῆς εἱρκτῆς, ἔνθα ἄπονα πάντα καὶ ἀστένακτα καὶ ἀγήρατα, γαληνὸς δέ τις καὶ κακῶν ἄπονος βίος, ἀσαλεύτῳ ἡσυχίᾳ εὐδιαζόμενος, καὶ περιαθρῶν τὴν φύσιν, φιλοσοφῶν οὐ πρὸς ὄχλον καὶ θέατρον ἀλλὰ πρὸς ἀμφιθαλῆ τὴν ἀλήθειαν.
ΑΞ. Εἰς τοὐναντίον με τῷ λόγῳ περιέστακας· οὐκέτι [e] γάρ μοι θανάτου δέος ἔνεστιν, ἀλλ' ἤδη καὶ πόθος ‑ ἵνα τι κἀγὼ μιμησάμενος τοὺς ῥήτορας περιττὸν εἴπω ‑ καὶ πάλαι μετεωρολογῶ καὶ δίειμι τὸν ἀίδιον καὶ θεῖον δρόμον, ἔκ τε τῆς ἀσθενείας ἐμαυτὸν συνείλεγμαι καὶ γέγονα καινός.
[371]
[a] ΣΩ. Εἰ δὲ καὶ ἕτερον βούλει λόγον, ὃν ἐμοὶ ἤγγειλε Γωβρύης, ἀνὴρ μάγος· ἔφη κατὰ τὴν Ξέρξου διάβασιν τὸν πάππον αὑτοῦ καὶ ὁμώνυμον, πεμφθέντα εἰς Δῆλον, ὅπως τηρήσειε τὴν νῆσον ἄσυλον ἐν ᾗ οἱ δύο θεοὶ ἐγένοντο, ἔκ τινων χαλκέων δέλτων, ἃς ἐξ Ὑπερβορέων ἐκόμισαν Ὦπίς τε καὶ Ἑκαέργη, ἐκμεμαθηκέναι μετὰ τὴν τοῦ σώματος λύσιν τὴν ψυχὴν εἰς τὸν ἄδηλον χωρεῖν τόπον, κατὰ τὴν ὑπόγειον οἴκησιν, ἐν ᾗ βασίλεια Πλούτωνος οὐχ ἥττω τῆς τοῦ Διὸς [b] αὐλῆς, ἅτε τῆς μὲν γῆς ἐχούσης τὰ μέσα τοῦ κόσμου, τοῦ δὲ πόλου ὄντος σφαιροειδοῦς, οὗ τὸ μὲν ἕτερον ἡμισφαίριον θεοὶ ἔλαχον οἱ οὐράνιοι, τὸ δὲ ἕτερον οἱ ὑπένερθεν, οἱ μὲν ἀδελφοὶ ὄντες, οἱ δὲ ἀδελφῶν παῖδες. τὰ δὲ πρόπυλα τῆς εἰς Πλούτωνος ὁδοῦ σιδηροῖς κλείθροις καὶ κλεισὶν ὠχύρωται. ταῦτα δὲ ἀνοίξαντα ποταμὸς Ἀχέρων ἐκδέχεται, μεθ' ὃν [c] Κωκυτός, οὓς χρὴ πορθμεύσαντας ἀχθῆναι ἐπὶ Μίνω καὶ Ῥαδάμανθυν, ὃ κλῄζεται πεδίον ἀληθείας. ἐνταυθοῖ καθέζονται δικασταὶ ἀνακρίνοντες τῶν ἀφικνουμένων ἕκαστον, τίνα βίον βεβίωκε καὶ τίσιν ἐπιτηδεύμασιν ἐνῳκίσθη τῷ σώματι. ψεύσασθαι μὲν οὖν ἀμήχανον. ὅσοις μὲν οὖν ἐν τῷ ζῆν δαίμων ἀγαθὸς ἐπέπνευσεν, εἰς τὸν τῶν εὐσεβῶν χῶρον οἰκίζονται, ἔνθα ἄφθονοι μὲν ὧραι παγκάρπου γονῆς βρύουσιν, πηγαὶ δὲ ὑδάτων καθαρῶν ῥέουσιν, παντοῖοι δὲ λειμῶνες ἄνθεσι ποικίλοις ἐαριζόμενοι, διατριβαὶ δὲ φιλοσόφων [d] καὶ θέατρα ποιητῶν καὶ κύκλιοι χοροὶ καὶ μουσικὰ ἀκούσματα, συμπόσιά τε εὐμελῆ καὶ εἰλαπίναι αὐτοχορήγητοι, καὶ ἀκήρατος ἀλυπία καὶ ἡδεῖα δίαιτα· οὔτε γὰρ χεῖμα σφοδρὸν οὔτε θάλπος ἐγγίγνεται, ἀλλ' εὔκρατος ἀὴρ χεῖται ἁπαλαῖς ἡλίου ἀκτῖσιν ἀνακιρνάμενος. ἐνταῦθα τοῖς μεμυημένοις ἐστίν τις προεδρία· καὶ τὰς ὁσίους ἁγιστείας κἀκεῖσε συντελοῦσιν. πῶς οὖν οὐ σοὶ πρώτῳ μέτεστι τῆς τιμῆς, [e] ὄντι γεννήτῃ τῶν θεῶν; καὶ τοὺς περὶ Ἡρακλέα τε καὶ Διόνυσον κατιόντας εἰς Ἅιδου πρότερον λόγος ἐνθάδε μυηθῆναι, καὶ τὸ θάρσος τῆς ἐκεῖσε πορείας παρὰ τῆς Ἐλευσινίας ἐναύσασθαι. ὅσοις δὲ τὸ ζῆν διὰ κακουργημάτων ἠλάθη, ἄγονται πρὸς Ἐρινύων ἐπ' ἔρεβος καὶ χάος διὰ Ταρτάρου, ἔνθα χῶρος ἀσεβῶν καὶ Δαναΐδων ὑδρεῖαι ἀτελεῖς καὶ Ταντάλου δίψος καὶ Τιτυοῦ σπλάγχνα αἰωνίως ἐσθιόμενα καὶ γεννώμενα καὶ Σισύφου πέτρος ἀνήνυτος, οὗ τὰ τέρματα αὖθις [372] [a] ἄρχει πόνων. ἔνθα θηρσὶν περιλιχμώμενοι καὶ λαμπάσιν ἐπιμόνως πυρούμενοι Ποινῶν καὶ πᾶσαν αἰκίαν αἰκιζόμενοι ἀιδίοις τιμωρίαις τρύχονται. ταῦτα μὲν ἐγὼ ἤκουσα παρὰ Γωβρύου, σὺ δ' ἂν ἐπικρίνειας, Ἀξίοχε. ἐγὼ γὰρ λόγῳ ἀνθελκόμενος τοῦτο μόνον ἐμπέδως οἶδα, ὅτι ψυχὴ ἅπασα ἀθάνατος, ἡ δὲ ἐκ τοῦδε τοῦ χωρίου μετασταθεῖσα καὶ ἄλυπος. ὥστε ἢ κάτω ἢ ἄνω εὐδαιμονεῖν σε δεῖ, Ἀξίοχε, βεβιωκότα εὐσεβῶς.
ΑΞ. Αἰσχύνομαί σοί τι εἰπεῖν, ὦ Σώκρατες· τοσοῦτον γὰρ ἀποδέω τοῦ δεδοικέναι τὸν θάνατον, ὥστε ἤδη καὶ ἔρωτα αὐτοῦ ἔχειν. οὕτως με καὶ οὗτος ὁ λόγος, ὡς καὶ ὁ οὐράνιος, πέπεικε, καὶ ἤδη περιφρονῶ τοῦ ζῆν, ἅτε εἰς ἀμείνω οἶκον μεταστησόμενος. νυνὶ δὲ ἠρέμα κατ' ἐμαυτὸν ἀναριθμήσομαι τὰ λεχθέντα. ἐκ μεσημβρίας δὲ παρέσῃ μοι, ὦ Σώκρατες.
ΣΩ. Ποιήσω ὡς λέγεις, κἀγὼ δὲ ἐπάνειμι ἐς Κυνόσαργες, ἐς περίπατον, ὁπόθεν δεῦρο μετεκλήθην.