9030 414 0 55 9 0 IV d. C. Ortoria Ilianus imperators Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν Rochefort, G., Paris, Les Belles Lettres, 1963. 82

Iulianus imperator - Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

   "Ἦ πολλὰ γίνεται ἐν μακρῷ χρόνῳ"· τοῦτο ἐκ τῆς κωμῳδίας ἀκηκοότι μοι πρῴην ἐπῆλθεν ἐκβοῆσαι, ὁπηνίκα παρακληθέντες ἠκροώμεθα κυνὸς οὔτι τορὸν οὐδὲ γενναῖον ὑλακτοῦντος, ἀλλ' ὥσπερ αἱ τίτθαι μύθους ᾄδοντος καὶ οὐδὲ τούτους ὑγιῶς διατιθεμένου. Παραχρῆμα μὲν οὖν ἐπῆλθέ μοι διαναστάντι διαλῦσαι τὸν σύλλογον· ἐπεὶ δὲ ἐχρῆν ὥσπερ ἐν θεάτρῳ κωμῳδουμένων Ἡρακλέος καὶ Διονύσου παρὰ τῶν κωμῳδῶν ἀκούειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν συνειλεγμένων χάριν ὑπέμεινα, μᾶλλον δέ, εἰ χρή τι καὶ νεανικώτερον εἰπεῖν, ἡμῶν αὐτῶν εἵνεκα καὶ τοῦ ‹μὴ› δοκεῖν ὑπὸ δεισιδαιμονίας μᾶλλον ἢ διανοίας εὐσεβοῦς καὶ λελογισμένης, ὥσπερ αἱ πελειάδες, ὑπὸ τῶν ῥηματίων σοβηθεὶς ἀναπτῆναι. Ἔμενον δὲ ἐκεῖνο πρὸς ἐμαυτὸν εἰπὼν·

   "Τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης", ἀνάσχου καὶ κυνὸς ληροῦντος ὀλίγον ἡμέρας μόριον, οὐ πρῶτον ἀκούεις τῶν θεῶν βλασφημουμένων, οὐχ οὕτω τὰ κοινὰ πράττομεν καλῶς, οὐχ οὕτω τῶν ἰδίων ἕνεκα σωφρονοῦμεν, οὐ μὴν οὐδὲ εὐτυχεῖς ‹οὕτως› ἐσμεν ὥστε τὰς ἀκοὰς καθαρὰς ἔχειν ἢ τελευταῖον γοῦν τὰ ὄμματα μὴ κεχράνθαι τοῖς παντοδαποῖς τουτουὶ τοῦ σιδηροῦ γένους ἀσεβήμασιν· ἐπεὶ δὲ ὥσπερ ἐνδεεῖς ἡμᾶς τῶν τοιούτων κακῶν ἀνέπλησεν οὐκ εὐαγῶν ὁ κύων ῥημάτων τὸν ἄριστον τῶν θεῶν ὀνομάσας, ὡς μήποτε ὤφελε μήτ' ἐκεῖνος εἰπεῖν μήτε ἡμεῖς ἀκοῦσαι. Δεῦρο πειραθῶμεν αὐτὸν ἐφ' ὑμῶν διδάξαι πρῶτον μὲν ὅτι τῷ κυνὶ ‹λόγους μᾶλλον› ἢ μύθους προσήκει γράφειν, εἶτα ὁποίας καὶ τίνας χρὴ ποιεῖσθαι τὰς διασκευὰς τῶν μύθων, εἴ τι ἄρα καὶ φιλοσοφία προσδεῖται τῆς μυθο‹γραφ›ίας, ἐπὶ πᾶσι δὲ ὑπὲρ τῆς πρὸς τοὺς θεοὺς εὐλαβείας ὀλίγα διαλέξομαι· τοῦτο γάρ μοι καὶ τῆς εἰς ὑμᾶς παρόδου γέγονεν αἴτιον καίπερ οὐκ ὄντι συγγραφικῷ καὶ τὸ ἐν τῷ πλήθει λέγειν ὥσπερ ἄλλο τι τῶν ἐπαχθῶν καὶ σοφιστικῶν τὸν ἔμπροσθεν χρόνον παραιτησαμένῳ, μικρὰ δὲ ὑπὲρ τοῦ μύθου καθάπερ τινὰ γενεαλογίαν ἴσως οὐκ ἀνάρμοστον ἐμοί τε φάναι ὑμῖν τε ἀκοῦσαι.

[2]    Τὴν μὲν οὖν ἀρχὴν ὁπόθεν εὑρέθη καὶ ὅστις ὁ πρῶτος ἐπιχειρήσας τὸ ψεῦδος πιθανῶς συνθεῖναι πρὸς ὠφέλειαν ἢ ψυχαγωγίαν τῶν ἀκροωμένων, οὐ μᾶλλον εὕροι τις ἂν ἢ εἴ τις ἐπιχειρήσειε τὸν πρῶτον πταρόντα ἢ χρεμψάμενον ἀναζητεῖν. Εἰ δέ, ὥσπερ ἱππεῖς ἐν Θράκῃ καὶ Θετταλίᾳ, τοξόται δὲ καὶ τὰ κουφότερα τῶν ὅπλων ἐν Ἰνδίᾳ καὶ Κρήτῃ καὶ Καρίᾳ, τῇ φύσει τῆς χώρας ἀκολουθούντων οἶμαι τῶν ἐπιτηδευμάτων, οὕτω τις ὑπολαμβάνει καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων, ἐν οἷς ἕκαστα τιμᾶται, μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον εὑρῆσθαι. Τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι τότε ἐξ ἀρχῆς ὁ μῦθος εὕρημα, καὶ διαμένει ἐξ ἐκείνου μέχρι καὶ νῦν παρ' αὐτοῖς πολιτευόμενον ‹τὸ πρᾶγμα› ὥσπερ ἄλλο τι τῶν ἀκροαμάτων, αὐλὸς καὶ κιθάρα, τέρψεως ἕνεκα καὶ ψυχαγωγίας· ὥσπερ γὰρ ὄρνιθες ἵπτασθαι καὶ νεῖν ἰχθύες αἵ τε ἔλαφοι θεῖν ἐπειδὴ πεφύκασιν οὐθὲν τοῦ διδαχθῆναι προσδέονται, κἂν δήσῃ τις κἂν καθείρξῃ, πειρᾶται ὅμως χρῆσθαι τούτοις τοῖς μορίοις, πρὸς ἃ σύνοιδεν αὐτοῖς πεφυκόσι, ταυτὶ τὰ ζῷα, οὕτως οἶμαι καὶ τὸ τῶν ἀνθρώπων γένος οὐκ ἄλλο τι τὴν ψυχὴν ἔχον ἢ λόγον καὶ ἐπιστήμην ὥσπερ ἐγκαθειργμένην, ὃ δὴ καὶ λέγουσιν οἱ σοφοὶ δύναμιν, ἐπὶ τὸ μανθάνειν τι καὶ ζητεῖν καὶ πολυπραγμονεῖν, ὡς πρὸς οἰκειότατον ἑαυτῷ τῶν ἔργων, τρέπεται. Καὶ ὅτῳ μὲν εὐμενὴς θεὸς ταχέως ἔλυσε τὰ δεσμὰ καὶ τὴν δύναμιν εἰς ἐνέργειαν ἤγαγε, τούτῳ πάρεστιν εὐθὺς ἐπιστήμη, τοῖς δεδεμένοις δὲ ἔτι, καθάπερ οἶμαι ‹τῷ Ἰξίωνι τὴν Ἥραν διώκοντι εἴδωλον› ἀντὶ τῆς θεοῦ λέγεται παραναπαύσασθαι, ‹τούτοις ἀντ' ἀληθοῦς ψευδὴς› ἐντέτηκε δόξα· γίνεται γὰρ ἐντεῦθεν αὐτοῖς τὰ ὑπην‹έμια καὶ τερατώδη› ταυτὶ τῆς ἀληθοῦς ἐπιστήμης οἷον εἴδωλα ἄττα καὶ σκιαί. ‹Πρ›άττουσι ‹γοῦν› πρὸ τῆς τῶν ἀληθῶν ἐπιστήμης τὰ ψεύδη καὶ διδάσκουσί γε μάλα προθύμως καὶ μανθάνουσιν ὥσπερ οἶμαι χρηστόν τι καὶ θαυμαστόν. Εἰ δ' ὅλως χρή τι καὶ ὑπὲρ τῶν τοὺς μύθους τὸ πρῶτον πλασάντων ἀπολογήσασθαι, δοκοῦσί μοι ταῖς τῶν παιδίων ψυχαῖς, ὥσπερ αἱ τίτθαι περὶ τὰς ὀδοντοφυΐας κνησιῶσιν αὐτοῖς σκύτινα ἄττα προσαρτῶσι ταῖν χεροῖν, ἵνα αὐτῶν παραμυθήσωνται τὸ πάθος, οὕτω δὲ καὶ οὗτοι τῷ ψυχαρίῳ πτεροφυοῦντι καὶ ποθοῦντι πλέον εἰδέναι τι, διδάσκεσθαι δὲ οὔπω τἀληθῆ δυναμένῳ ταῦτα ἐποχετεύειν, ὥσπερ ἄρδοντες ἄρουραν διψῶσαν, ἵνα δὴ οἶμαι αὐτῷ τὸν γαργαλισμὸν καὶ τὴν ὀδύνην παραμυθήσωνται.

[3]    Τοῦ δὲ τοιούτου προβαίνοντος καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῦντος, εἵλκυσαν ἐντεῦθεν οἱ ποιηταὶ τὸν αἶνον, ὃς τοῦ μύθου διαφέρει τῷ μὴ πρὸς παῖδας, ἀλλὰ πρὸς ἄνδρας πεποιῆσθαι καὶ μὴ [πρὸς] ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ παραίνεσιν ἔχειν τινά· βούλεται γὰρ ἐπικρυπτόμενος παραινεῖν τε καὶ διδάσκειν, ὅταν ὁ λέγων τὸ φανερῶς εἰπεῖν εὐλαβῆται, τὴν παρὰ τῶν ἀκουόντων ὑφορώμενος ἀπέχθειαν. Οὕτω τοι καὶ Ἡσίοδος αὐτὸ φαίνεται πεποιηκώς· ὁ δὲ μετὰ τοῦτον Ἀρχίλοχος ὥσπερ ἥδυσμά τι περιτιθεὶς τῇ ποιήσει, μύθοις ‹οὐκ› ὀλιγάκις ἐχρήσατο ὁρῶν, ὡς εἰκός, τὴν μὲν ὑπόθεσιν, ἣν μετῄει, τῆς τοιαύτης ψυχαγωγίας ἐνδεῶς ἔχουσαν, σαφῶς δὲ ἐγνωκὼς ὅτι στερομένη μύθου ποίησις ἐποποιΐα μόνον ἐστίν, ἐστέρηται δέ, ὡς ἂν εἴποι τις, ἑαυτῆς· οὐ γὰρ ἔτι λείπεται ποίησις· ἡδύσματα ταῦτα παρὰ τῆς ποιητικῆς Μούσης ἐδρέψατο, καὶ παρέθηκέ γε αὐτὸς τούτου χάριν, ὅπως μὴ σιλλογράφος τις, ἀλλὰ ποιητὴς νομισθείη. Ὁ δὲ δὴ τῶν μύθων Ὅμηρος ἢ Θουκυδίδης ἢ Πλάτων, ἢ ὅτι βούλει καλεῖν αὐτόν, Αἴσωπος ἦν ὁ Σάμιος, δοῦλος οὐ τὴν τύχην μᾶλλον ἢ τὴν προαίρεσιν, οὐκ ἄφρων μὴν οὐδὲ κατ' αὐτὸ τοῦτο ἀνήρ· ᾧ γὰρ ὁ νόμος οὐ μετεδίδου παρρησίας, τούτῳ προσῆκον ἦν ἐσκιαγραφημένας τὰς συμβουλὰς καὶ πεποικιλμένας ἡδονῇ καὶ χάριτι παραφέρειν, ὥσπερ οἶμαι τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουσιν, ἐὰν δὲ ἅμα τις οἰκέτης γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρὸς, πράγματα ἔχει κολακεύειν ἅμα, καὶ θεραπεύειν τὸν δεσπότην ἀναγκαζόμενος.

[4]

   Εἰ μὲν οὖν καὶ τῷ κυνὶ προσήκει ταύτης τῆς δουλείας, λεγέτω, γραφέτω, παραχωρείτω τῆς μυθολογίας αὐτῷ πᾶς ὁστισοῦν, εἰ δὲ μόνος εἶναί φησιν ἐλεύθερος, ἐπὶ τί χρήσεται τοῖς μύθοις, οὐκ οἶδα. Πότερον ἵνα τὸ πικρὸν καὶ δάκνον τῆς συμβουλῆς ἡδονῇ καὶ χάριτι κεράσας ἅμα τε ὀνήσῃ καὶ ἀποφύγῃ τὸ προσλαβεῖν τι παρὰ τοῦ ὀνιναμένου κακόν; Ἀλλὰ τοῦτό ἐστι λίαν δουλοπρεπές. Ἀλλ' ἄμεινον ἄν τις διδαχθείη μὴ τὰ πράγματα ἀκούων αὐτὰ μηδὲ τὰ ἐπ' αὐτοῖς ὀνόματα κατὰ τὸν κωμικὸν τὴν σκάφην "σκάφην" λέγοντα; Ἀλλ' ἀντὶ τοῦ μὲν δεῖνος τὸν Φαέθοντα δέον ὀνομάσαι; Τί δὲ χραίνειν οὐκ εὐαγῶς τὴν ἐπωνυμίαν τοῦ βασιλέως Ἡλίου; Τίς δὲ ὁ Πὰν καὶ τίς ὁ Ζεὺς τῶν

   "χαμαὶ ἐρχομένων ἀνθρώπων" ἄξιος καλεῖσθαι, ἵν' ἐκεῖθεν ἐπ' αὐτοὺς μεταθῶμεν ἡμῶν τὰς διανοίας; Καίτοι, εἰ καὶ τοῦτο οἷόν τε ἦν, ἄμεινον ἦν αὐτοὺς ὀνομάσαι τοὺς ἀνθρώπους· ἦ γὰρ οὐχ οὕτω κρεῖττον ἦν εἰπεῖν ἀνθρωπικὰ θεμένους ὀνόματα, μᾶλλον δὲ οὐδὲ θεμένους, ἤρκει γὰρ ὅσαπερ ἡμῖν οἱ γονεῖς ἔθεντο; Ἀλλ' εἰ μήτε μαθεῖν ἐστι ῥᾴδιον διὰ τοῦ πλάσματος μήτε τῷ κυνικῷ πρέπον πλάττειν τὰ τοιαῦτα, τοῦ χάριν οὐκ ἐφεισάμεθα τοῦ πολυτελοῦς ἀναλώματος, πρὸς δὲ δὴ καὶ ἐφθείραμεν τὸν χρόνον πλάττοντες καὶ συντιθέντες μυθάρια, εἶτα λογογραφοῦντες καὶ ἐκμανθάνοντες; Ἀλλ' ἴσως ὁ μὲν λόγος οὔ φησι δεῖν ἀντὶ τῶν ἀληθῶν καὶ μὴ πεπλασμένων τὰ ψευδῆ καὶ πεπλασμένα παρὰ τοῦ κυνός, "ᾧ μόνῳ τῆς ἐλευθερίας μέτεστιν", ἐν τοῖς κοινοῖς ᾄδεσθαι συλλόγοις, ἡ συνήθεια δὲ αὐτῷ γέγονεν ἀπὸ Διογένους ἀρξαμένη καὶ Κράτητος ἄχρι τῶν ἐφεξῆς. Οὐδὲν οὐδαμοῦ παράδειγμα τοιοῦτον εὑρήσεις· ἐκεῖνο γὰρ ἀφίημι τέως ὅτι τῷ κυνικῷ "τὸ νόμισμα παραχαράττοντι" τῇ συνηθείᾳ προσέχειν οὐδαμῶς προσήκει, τῷ λόγῳ δὲ αὐτῷ μόνῳ, καὶ τὸ ποιητέον εὑρίσκειν οἴκοθεν, ἀλλ' οὐ μανθάνειν ἔξωθεν. Εἰ δ' Ἀντισθένης ὁ Σωκρατικὸς ὥσπερ ὁ Ξενοφῶν ἔνια διὰ τῶν μύθων ἀπήγελλε, μήτοι τοῦτό σε ἐξαπατάτω· καὶ γὰρ μικρὸν ὕστερον ὑπὲρ τούτου σοι διηγήσομαι.

[5]    Νῦν δὲ ἐκεῖνό μοι πρὸς τῶν Μουσῶν φρᾶσον ὑπὲρ τοῦ κυνισμοῦ, πότερον ἀπόνοιά τίς ἐστι καὶ βίος οὐκ ἀνθρώπινος, ἀλλὰ θηριώδης ψυχῆς διάθεσις οὐθὲν καλόν, οὐθὲν σπουδαῖον οὐδὲ ἀγαθὸν νομιζούσης; Δοίη γὰρ ἂν ὑπολαβεῖν πολλοῖς περὶ αὐτοῦ ταῦτα Οἰνόμαος· εἴ τί σοι τοῦ ταῦτα γοῦν ἐπελθεῖν ἐμέλησεν, ἐπέγνως ἂν σαφῶς ἐν τῇ τοῦ κυνὸς αὐτοφωνίᾳ καὶ τῷ κατὰ τῶν χρηστηρίων καὶ πᾶσιν ἁπλῶς οἷς ἔγραψεν ὁ ἀνήρ. Τοιούτου δὲ ὄντος τοῦ πράγματος, ὥστε ἀνῃρῆσθαι μὲν ἅπασαν τὴν πρὸς τοὺς θεοὺς εὐλάβειαν, ἠτιμάσθαι δὲ πᾶσαν ἀνθρωπίνην φρόνησιν, νόμον δὲ μὴ τὸν ὁμώνυμον τῷ καλῷ καὶ δικαίῳ πεπατῆσθαι μόνον, ἀλλὰ καὶ τοὺς ἐκ τῶν θεῶν ἡμῖν ὥσπερ ἐγγραφέντας ταῖς ψυχαῖς, ὑφ' ὧν πάντες ἀδιδάκτως εἶναι θεῖόν τι πεπείσμεθα καὶ πρὸς τοῦτο ἀφορᾶν ἐπ' αὐτό τε οἶμαι σπεύδειν οὕτω διατιθέμενοι τὰς ψυχὰς πρὸς αὐτὸ ὥσπερ οἶμαι πρὸς τὸ φῶς τὰ βλέποντα, πρὸς τούτῳ δὲ εἰ καὶ ὁ δεύτερος ἐξελαύνοιτο νόμος ἱερὸς ὢν φύσει καὶ θεῖος, ὁ τῶν ἀλλοτρίων πάντη καὶ πάντως ἀπέχεσθαι κελεύων καὶ μήτε ἐν λόγῳ μήτε ἐν ἔργῳ μήτε ἐν αὐταῖς ταῖς λανθανούσαις τῆς ψυχῆς ἐνεργείαις ταῦτα ἐπιτρέπων συγχεῖν, ὅσπερ ἡμῖν καὶ τῆς τελειοτάτης ἐστὶν ἡγεμὼν δικαιοσύνης· ἆρ' οὐκ ἔστι βαράθρου τὸ πρᾶγμα ἄξιον; Ἆρ' οὐ τοὺς ταῦτα ἐπαινοῦντας ὥσπερ τοὺς φαρμακοὺς ἐχρῆν οὐ θύσθλοις πολεμουμένους ἐλαύνεσθαι, κουφοτέρα γάρ ἐστι τῶν ἀδικημάτων ἡ ζημία, λίθοις δὲ βαλλομένους ἀπολωλέναι; Διαφέρουσι γὰρ οὗτοι τί, πρὸς τῶν θεῶν εἰπέ μοι, τῶν ἐπ' ἐρημίας λῃστευόντων καὶ κατειληφότων τὰς ἀκτὰς ἐπὶ τῷ λυμαίνεσθαι τοῖς καταπλέουσι; Καταφρονοῦντες θανάτου, φασίν· ὥσπερ οὐκ ἐκείνοις συνομαρτούσης ταυτησὶ τῆς ἀπονοίας. Φησὶ γοῦν ὁ καθ' ὑμᾶς μὲν Ποιητὴς καὶ Μυθολόγος, ὡς δὲ ὁ Πύθιος λῃσταῖς χρωμένοις ἀνεῖλεν, ἥρως καὶ δαίμων, ὑπὲρ τῶν ληιζομένων τὴν θάλατταν

   "Οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα τοί τ' ἀλόωνται

   Ψυχὰς παρθέμενοι". Τί οὖν ἔτι ἕτερον ζητεῖς ὑπὲρ τῆς ἀπονοίας τῶν λῃστῶν μάρτυρα; Πλὴν εἰ μὴ καὶ ἀνδρειοτέρους ἂν εἴποι τις τῶν τοιούτων κυνῶν ἐκείνους τοὺς λῃστάς, ἰταμωτέρους δὲ τῶν λῃστῶν ἐκείνων τοὺς κύνας τουτουσί. Οἱ μὲν γὰρ συνειδότες αὐτοῖς οὕτω μοχθηρὸν τὸν βίον οὐ μᾶλλον διὰ τὸ τοῦ θανάτου δέος ἢ τὴν αἰσχύνην τὰς ἐρημίας προβάλλονται, οἱ δ' ἀναπατοῦσιν ἐν τῷ μέσῳ τὰ κοινὰ νόμιμα συγχέοντες, οὐχὶ τῷ κρείττονα καὶ καθαρωτέραν, ἀλλὰ τῷ χείρονα καὶ βδελυρωτέραν ἐπεισάγειν πολιτείαν. [Αἰδημονέστεροι νῦν οἱ πολλοὶ τούτων γεγόνασιν ἱκανῶς, ἴσως τινὲς αὐτῶν ἰταμευσάμενοι τὰ πρῶτα.]

[6]    Τὰς ἀναφερομένας δὲ εἰς τὸν Διογένη τραγῳδίας, οὔσας μὲν καὶ ὁμολογουμένας κυνικοῦ τινος συγγράμματα, ἀμφισβητουμένας δὲ κατὰ τοῦτο μόνον, εἴτε τοῦ διδασκάλου, τοῦ Διογένους, εἰσίν, εἴτε τοῦ μαθητοῦ Φιλίσκου, τίς ‹οὐκ› ἐπελθὼν βδελύξαιτο καὶ νομίσαιτο ὑπερβολὴν ἀρρητουργίας οὐδὲ ταῖς ἑτέραις ἀπολελεῖφθαι; Ταῖς Οἰνομάου δὲ ἐντυχών· ἔγραψε γὰρ καὶ τραγῳδίας τοῖς λόγοις τοῖς ἑαυτοῦ παραπλησίας, ἀρρήτων ἀρρητότερα καὶ κακῶν πέρα, καὶ οὔτε ὅτι φῶ περὶ αὐτῶν ἀξίως ἔχω, κἂν τὰ Μαγνήτων κακά, κἂν τὸ Τερμέριον, κἂν πᾶσαν ἁπλῶς αὐτοῖς ἐπιφθέγξωμαι τὴν τραγῳδίαν μετὰ τοῦ σατύρου καὶ τῆς κωμῳδίας καὶ τοῦ μίμου, οὕτω πᾶσα μὲν αἰσχρότης, πᾶσα δὲ ἀπόνοια πρὸς ὑπερβολὴν ἐν ἐκείναις τῷ ἀνδρὶ πεφιλοτέχνηται· καὶ εἰ μὲν ἐκ τούτων τις ἀξιοῖ τὸν κυνισμὸν ὁποῖός τίς ἐστιν ἡμῖν ἐπιδεῖξαι, βλασφημῶν τοὺς θεούς, ὑλακτῶν πρὸς ἅπαντας, ὅπερ ἔφην ἀρχόμενος, ἴτω, χαιρέτω, γῆν πρὸ γῆς, ὅποι βούλοιτο.

[7]    Εἰ δ', ὅπερ ὁ θεὸς ἔφη Διογένει, "τὸ νόμισμα παραχαράξας" ἐπὶ τὴν πρὸ ταύτης εἰρημένην ὑπὸ τοῦ θεοῦ συμβουλὴν τρέποιτο, τὸ "Γνῶθι σαυτόν", ὅπερ ζηλώσαντες ἐπὶ τῶν ἔργων Διογένης καὶ Κράτης φαίνονται, τοῦτο ἤδη τοῦ παντὸς ἄξιον ἔγωγε φαίην ἂν ἀνδρὶ καὶ στρατηγεῖν καὶ φιλοσοφεῖν ἐθέλοντι. Τί δὲ εἶπεν ὁ θεός, ἆρ' ἴσμεν; Ὅτι τῆς τῶν πολλῶν αὐτῷ δόξης ἐπέταξεν ὑπερορᾶν καὶ παραχαράττειν οὐ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμισμα. Τὸ δὲ "Γνῶθι σαυτὸν" ἐν ποτέρᾳ θησόμεθα μοίρᾳ; Πότερον ἐν τῇ τοῦ νομίσματος; Ἢ τοῦτό γε αὐτὸ τῆς ἀληθείας εἶναι κεφάλαιον θήσομεν καὶ τρόπον εἰρῆσθαι τοῦ "Παραχάραξον τὸ νόμισμα" διὰ τῆς τοῦ "Γνῶθι σαυτὸν" ἀποφάσεως; Ὥσπερ γὰρ ὁ τὰ νομιζόμενα παντάπασιν ἀτιμάσας, ἐπ' αὐτὴν δὲ ἥκων τὴν ἀλήθειαν οὐθ' ὑπὲρ ἑαυτοῦ τοῖς νομιζομένοις, ἀλλὰ τοῖς ὄντως οὖσι θήσεται, οὕτως οἶμαι καὶ ὁ γνοὺς ἑαυτὸν ὅπερ ἔστιν ἀκριβῶς εἴσεται καὶ οὐχ ὅπερ νομίζεται. Πότερον οὖν οὐχ ὁ Πύθιος ἀληθής τέ ἐστι θεός, καὶ Διογένης τοῦτο ἐπέπειστο σαφῶς, ὅς γε αὐτῷ πεισθεὶς ἀντὶ φυγάδος ἀπεδείχθη οὐ τοῦ Περσῶν βασιλέως μείζων, ἀλλ', ὡς ἡ φήμη παρέδωκεν, αὐτῷ τῷ καταλύσαντι τὸ Περσῶν κράτος καὶ ταῖς Ἡρακλέος ἁμιλλωμένῳ πράξεσιν, ὑπερβάλλεσθαι δὲ τὸν Ἀχιλλέα φιλοτιμουμένῳ ζηλωτός;

[8]    Οὗτος οὖν ὁ Διογένης ὁποῖός τις ἦν τά τε πρὸς τοὺς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους, μὴ διὰ τῶν Οἰνομάου λόγων μηδὲ τῶν Φιλίσκου τραγῳδιῶν, αἷς ἐπιγράψας τὸ Διογένους ὄνομα τῆς θείας πολλά ποτε κατεψεύσατο κεφαλῆς, ἀλλὰ δι' ὧν ἔδρασεν ἔργων ὁποῖός τις ἦν γνωριζέσθω. Ἦλθεν εἰς Ὀλυμπίαν ἐπὶ τί πρὸς Διός; Ἵνα τοὺς ἀγωνιστὰς θεάσηται; Τί δέ; Οὐχὶ [δὲ] καὶ Ἰσθμίοις τοὺς αὐτοὺς καὶ Παναθηναίοις θεάσασθαι δίχα πραγμάτων οἷόν τε ἦν; Ἀλλὰ ἐθέλων ἐκεῖ τοῖς κρατίστοις συγγενέσθαι τῶν Ἑλλήνων; Οὐ γὰρ Ἰσθμόνδε ἐφοίτων; Οὐκ ἂν οὖν εὕροις ἄλλην αἰτίαν ἢ τὴν εἰς τὸν θεὸν θεραπείαν. Εἰ δ' οὐκ ἐξεπλάγη τὸν κεραυνόν· οὐδὲ ἐγὼ νὴ τοὺς θεοὺς πολλῶν πολλάκις πειραθεὶς διοσημιῶν ἐξεπλάγην. Ἀλλ' ὅμως οὕτω δή τι τοὺς θεοὺς πέφρικα καὶ φιλῶ καὶ σέβω καὶ ἅζομαι καὶ πάνθ' ἁπλῶς τὰ τοιαῦτα πρὸς αὐτοὺς πάσχω, ὅσαπερ ἄν τις καὶ οἷα πρὸς ἀγαθοὺς δεσπότας, πρὸς διδασκάλους, πρὸς πατέρας, πρὸς κηδεμόνας, πρὸς πάντα ἁπλῶς τὰ τοιαῦτα, ὥστε ὀλίγου δεῖν ὑπὸ τῶν σῶν ῥημάτων πρώην ἐξανέστην. Τοῦτο μὲν οὖν οὐκ οἶδ' ὅντινα τρόπον ἐπελθὸν ἴσως σιωπᾶσθαι δέον ἐρρέθη. Διογένης δὲ καὶ πένης ὢν καὶ χρημάτων ἐνδεὴς εἰς Ὀλυμπίαν ἐβάδιζεν, Ἀλέξανδρον δὲ ἥκειν ἐκέλευε παρ' ἑαυτόν, εἴ τῳ πιστὸς ὁ Δίων. Οὕτω πρέπειν ἐνόμιζεν ἑαυτῷ μὲν φοιτᾶν ἐπὶ τὰ ἱερὰ τῶν θεῶν, τῷ βασιλικωτάτῳ δὲ τῶν καθ' ἑαυτὸν ἐπὶ τὴν ἑαυτοῦ συνουσίαν. Ἃ δὲ πρὸς Ἀλέξανδρον γέγραφεν, οὐ βασιλικαὶ παραινέσεις εἰσίν; Οὐ μόνον δὲ ἐν τοῖς λόγοις ἦν ὁ Διογένης θεοσεβής, ἀλλὰ γὰρ καὶ ἐν τοῖς ἔργοις· ἑλόμενον γὰρ αὐτὸν οἰκεῖν τὰς Ἀθήνας ἐπειδὴ τὸ δαιμόνιον εἰς τὴν Κόρινθον ἀπήγαγεν, ἀφεθεὶς ὑπὸ τοῦ πριαμένου τὴν πόλιν οὐκέτ' ᾠήθη δεῖν ἐκλιπεῖν· ἐπέπειστο γὰρ αὑτοῦ τοῖς θεοῖς μέλειν εἴς τε τὴν Κόρινθον οὐ μάτην, οὐδὲ κατά τινα συντυχίαν, τρόπον δέ τινα ὑπὸ τῶν θεῶν εἰσπεπέμφθαι, ὁρῶν τὴν πόλιν τρυφῶσαν τῶν Ἀθηναίων μᾶλλον καὶ δεομένην μείζονος καὶ γενναιοτέρου σωφρονιστοῦ.

[9]    Τί δέ; Οὐχὶ καὶ τοῦ Κράτητος μουσικὰ καὶ χαρίεντα φέρεται πολλὰ δείγματα τῆς πρὸς τοὺς θεοὺς ὁσιότητός τε καὶ εὐλαβείας; Ἄκουε γοῦν αὐτὰ παρ' ἡμῶν, εἴ σοι μὴ σχολὴ γέγονε μαθεῖν ἐξ ἐκείνων αὐτά·

   "Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα,

   Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ·

   Χόρτον ἐμῇ συνεχῆ δότε γαστέρι. καὶ δότε χωρίς

   Δουλοσύνης ἣ δὴ λιτὸν ἔθηκε βίον. .......................................

   Ὠφέλιμον δὲ φίλοις μὴ γλυκερὸν τίθετε.

   Χρήματα δ' οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον,

   Μύρμηκός τ' ἄφενος χρήματα μαιόμενος,

   Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀσινῆ

   Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν.

   Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ' ἁγνάς,

   Οὐ δαπάναις τρυφεραῖς, ἀλλ' ἀρεταῖς ὁσίαις." ὁρᾷς ὅτι τοὺς θεοὺς εὐφημῶν, οὐχὶ δὲ ὡς σὺ βλασφημῶν κατ' αὐτῶν ηὔχετο. Πόσαι γὰρ ἑκατόμβαι τῆς ὁσίας εἰσὶν ἀντάξιαι, ἣν καὶ δαιμόνιος Εὐριπίδης ὀρθῶς ὕμνησεν εἰπὼν

   "Ὁσία πότνια θεῶν, ὁσία"; Ἢ τοῦτό σε λέληθεν ὅτι πάντα καὶ τὰ μεγάλα καὶ ‹τὰ› σμικρὰ μετὰ τῆς ὁσίας τοῖς θεοῖς προσαγόμενα τὴν ἴσην ἔχει δύναμιν, ἐστερημένη δὲ τῆς ὁσίας οὐχ ἑκατόμβη, νὴ θεούς, ἀλλὰ ἡ τῆς Ὀλυμπιάδος χιλιόμβη ἀνάλωμα μόνον ἐστίν, ἄλλο δὲ οὐδέν; Ὅπερ οἶμαι διδάσκων ὁ Κράτης αὐτός τε διὰ μόνης ἧς εἶχεν ὁσίας τοὺς θεοὺς ἐτίμα σὺν εὐφημίᾳ καὶ τοὺς ἄλλους ἐδίδασκε μὴ τὰ δαπανήματα τῆς ὁσίας, ἀλλὰ τὴν ὁσίαν ἐκείνων προτιμᾶν ἐν ταῖς ἁγιστείαις. Τοιούτω δὲ τὼ ἄνδρε τώδε γενομένω τὰ πρὸς τοὺς θεοὺς οὐκ ἀκροατήρια συνεκροτείτην οὐδ', ὥσπερ οἱ σοφοί, δι' εἰκόνων καὶ μύθων τοῖς φίλοις συνεγιγνέσθην· λέγεται γὰρ ὑπ' Εὐριπίδου καλῶς

   "Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ"· σκιαγραφίας γάρ φησι τὸν ψευδῆ καὶ ἄδικον δεῖσθαι. Τίς οὖν ὁ τρόπος αὐτοῖς τῆς συνουσίας ἐγίνετο; Τῶν λόγων ἡγεῖτο τὰ ἔργα, καὶ οἱ τὴν πενίαν τιμῶντες αὐτοὶ πρῶτοι ἐφαίνοντο καὶ τῶν πατρῴων χρημάτων ὑπεριδόντες, οἱ τὴν ἀτυφίαν ἀσπασάμενοι πρῶτοι τὴν εὐτέλειαν ἤσκουν διὰ πάντων, οἱ τὸ τραγικὸν καὶ σοβαρὸν ἐκ τῶν ἀλλοτρίων ἐξαιροῦντες βίων ᾤκουν αὐτοὶ πρῶτοι τὰς ἀγορὰς ἢ τὰ τῶν θεῶν τεμένη, τῇ τρυφῇ δὲ καὶ πρὸ τῶν ῥημάτων διὰ τῶν ἔργων ἐπολέμουν, ἔργοις ἐλέγχοντες οὐ λόγῳ βοῶντες ὅτι τῷ Διὶ συμβασιλεύειν ἔξεστιν οὐδενὸς ἢ σμικρῶν πάνυ δεόμενον οὐδὲ παρενοχλούμενον ὑπὸ τοῦ σώματος, ἐπετίμων δὲ τοῖς ἁμαρτάνουσιν ἡνίκα ἔζων οἱ πταίσαντες, οὐκ ἀποθανόντας ἐβλασφήμουν ἡνίκα καὶ τῶν ἐχθρῶν οἱ μετριώτατοι σπένδονται τοῖς ἀπελθοῦσιν. Ἔχει δὲ ὅ γε ἀληθινὸς κύων ἐχθρὸν οὐδένα, κἂν τὸ σωμάτιον αὐτοῦ τις πατάξῃ, κἂν τοὔνομα περιέλκῃ, κἂν λοιδορῆται καὶ βλασφημῇ, διότι τὸ μὲν τῆς ἔχθρας γίνεται πρὸς ἀντίπαλον, τὸ δὲ ὑπερβαῖνον τὴν πρὸς ἕτερον ἅμιλλαν εὐνοίᾳ τιμᾶσθαι φιλεῖ· κἄν τις ἑτέρως ἔχῃ πρὸς αὐτόν, καθάπερ οἶμαι πολλοὶ πρὸς τοὺς θεούς, ἐκείνῳ μὲν οὐκ ἔστιν ἐχθρός, οὐδὲ γὰρ βλαβερός, αὐτὸς δὲ αὑτῷ βαρύτατον ἐπιθεὶς τίμημα τὴν τοῦ κρείττονος ἄγνοιαν ἔρημος λείπεται τῆς ἐκείνου προστασίας.

[10]    Ἀλλ' εἰ μὲν νῦν μοι προύκειτο περὶ κυνισμοῦ γράφειν, εἶπον ἂν ὑπὲρ τούτων ἔτι τὰ παριστάμενά μοι τῶν εἰρημένων ἴσως οὐκ ἐλάττω· νῦν δὲ, ἀποδιδόντες τὸ συνεχὲς τῇ προαιρέσει, περὶ τοῦ ποδαποὺς εἶναι χρὴ τοὺς πλαττομένους τὸν μῦθον ἐφεξῆς σκοπῶμεν. Ἴσως δὲ ἡγεῖται καὶ ταύτης τῆς ἐγχειρήσεως ἐκείνη, ὁποίᾳ τινὶ φιλοσοφίᾳ προσήκει ἡ μυθογραφία· φαίνονται γὰρ πολλοὶ καὶ τῶν φιλοσόφων αὐτὸ καὶ τῶν θεολόγων ποιήσαντες, ὥσπερ Ὀρφεὺς μὲν ὁ παλαιότατος ἐνθέως φιλοσοφήσας, οὐκ ὀλίγοι δὲ καὶ τῶν μετ' ἐκεῖνον. Οὐ μὴν ἀλλὰ καὶ Ξενοφῶν φαίνεται καὶ Ἀντισθένης καὶ Πλάτων προσχρησάμενοι πολλαχοῦ τοῖς μύθοις, ὥσθ' ἡμῖν πέφηνεν, καὶ εἰ μὴ τῷ κυνικῷ, φιλοσόφῳ γοῦν τινι προσήκειν ἡ μυθογραφία· μικρὰ οὖν ὑπὲρ τῶν τῆς φιλοσοφίας εἴτε μορίων εἴτε ὀργάνων ‹ῥητέον›. Ἔστι γὰρ οὐ μέγα τὸ διαφέρον ὁποτέρως ἄν τις τῷ [τε] πρακτικῷ ἢ τῷ φυσικῷ τὸ λογικὸν προσαριθμῇ· ἀναγκαῖον γὰρ ὁμοίως φαίνεται κατ' ἀμφότερα. ‹Τῶν› τριῶν δὴ τούτων αὖθις ἕκαστον εἰς τρία τέμνεται, τὸ μὲν φυσικὸν εἰς τὸ θεολογικὸν καὶ τὸ περὶ τὰ μαθήματα καὶ τρίτον τὸ περὶ τὴν τῶν γινομένων καὶ ἀπολλυμένων καὶ τῶν ἀιδίων μὲν σωμάτων δὲ ὅμως θεωρίαν, τί τὸ εἶναι αὐτοῖς καὶ τίς ἡ οὐσία ἑκάστου· τοῦ πρακτικοῦ δὲ τὸ μὲν πρὸς ἕνα ἄνδρα, ἠθικόν, οἰκονομικὸν δὲ τὸ περὶ μίαν οἰκίαν, πολιτικὸν δὲ τὸ περὶ πόλιν· ἔτι μέντοι τοῦ λογικοῦ τὸ μὲν ἀποδεικτικὸν διὰ τῶν ἀληθῶν, τὸ δὲ διὰ τῶν ἐνδόξων βιαστικόν, τὸ δὲ διὰ τῶν φαινομένων ἐνδόξων παραλογιστικόν. Ὄντων δὴ τοσούτων τῶν τῆς φιλοσοφίας μερῶν, εἰ μή τί με λέληθε· καὶ οὐδὲν θαυμαστὸν ἄνδρα στρατιώτην μὴ λίαν ἐξακριβοῦν μηδ' ἐξονυχίζειν τὰ τοιαῦτα, ἅτε οὐκ ἐκ βιβλίων ἀσκήσεως, ἀπὸ δὲ τῆς προστυχούσης αὐτὰ ἕξεως ἀποφθεγγόμενον· ἔσεσθε γοῦν μοι καὶ ὑμεῖς μάρτυρες, εἰ τὰς ἡμέρας λογίσεσθε πόσαι καὶ τινές εἰσιν αἱ μεταξὺ ταύτης τε καὶ τῆς ἔναγχος ἡμῖν γενομένης ἀκροάσεως ὅσων τε ἡμῖν ἀσχολιῶν πλήρεις· ἀλλ', ὅπερ ἔφην, εἰ καί τι παραλέλειπται παρ' ἐμοῦ, καίτοι νομίζω γε μηδὲν ἐνδεῖν, πλὴν ὁ προστιθεὶς "οὐκ ἐχθρός, ἀλλὰ φίλος ἔσται".

[11]    Τούτων δὴ τῶν μερῶν οὔτε τῷ λογικῷ προσήκει τῆς μυθογραφίας οὔτε τῷ φυσικῷ οὔτε τῷ μαθηματικῷ, μόνον δέ, εἴπερ ἄρα, τοῦ πρακτικοῦ τῷ πρὸς ἕνα γινομένῳ καὶ τοῦ θεολογικοῦ τῷ τελεστικῷ καὶ μυστικῷ·

   "φιλεῖ γὰρ ἡ φύσις κρύπτεσθαι", καὶ τὸ ἀποκεκρυμμένον τῆς τῶν θεῶν οὐσίας οὐκ ἀνέχεται γυμνοῖς εἰς ἀκαθάρτους ἀκοὰς ῥίπτεσθαι ῥήμασιν. Ὅπερ δὲ δὴ τῶν χαρακτήρων ἡ ἀπόρρητος φύσις ὠφελεῖν πέφυκε καὶ ἀγνοουμένη· θεραπεύει γοῦν οὐ ψυχὰς μόνον, ἀλλὰ καὶ σώματα, καὶ θεῶν ποιεῖ παρουσίας. Τοῦτ' οἶμαι πολλάκις γίγνεσθαι καὶ διὰ τῶν μύθων, ὅταν εἰς τὰς τῶν πολλῶν ἀκοὰς οὐ δυνα‹μένας› τὰ θεῖα καθαρῶς δέξασθαι δι' αἰνιγμάτων αὐτοῖς μετὰ τῆς μύθων σκηνοποιίας ἐγχέηται. Φανεροῦ δὲ ἤδη γενομένου τίνι καὶ ποίῳ φιλοσοφίας εἴδει καὶ μυθογραφεῖν ἔσθ' ὅτε ‹προσήκει›, πρὸς γὰρ τῷ λόγῳ μαρτυρεῖ τούτοις ἡ τῶν προλαβόντων ἀνδρῶν προαίρεσις, ἐπεὶ καὶ Πλάτωνι πολλὰ μεμυθολόγηται περὶ τῶν ἐν Ἅιδου πραγμάτων θεολογοῦντι καὶ πρό γε τούτου τῷ τῆς Καλλιόπης, Ἀντισθένει δὲ καὶ Ξενοφῶντι καὶ αὐτῷ Πλάτωνι πραγματευομένοις ἠθικάς τινας ὑποθέσεις οὐ παρέργως ἀλλὰ μετά τινος ἐμμελείας ἡ τῶν μύθων ἐγκαταμέμικται γραφή, οὓς ‹ς›' ἐχρῆν, εἶπερ ἐβούλου μιμούμενος, ἀντὶ μὲν Ἡρακλέος μεταλαμβάνειν Περσέως ἢ Θησέως τινὸς ὄνομα καὶ τὸν ἀντισθένειον τύπον ἐγχαράττειν, ἀντὶ δὲ τῆς Προδίκου σκηνοποιίας ἀμφὶ τοῖν ἀμφοῖν θεοῖν ἑτέραν ὁμοίαν εἰσάγειν εἰς τὸ θέατρον.

[12]    Ἐπεὶ δὲ καὶ τῶν τελεστικῶν μύθων ἐπεμνήσθην, φέρε νῦν ὁποίους εἶναι χρὴ τοὺς ἑκατέρῳ τῶν μερῶν ἁρμόττοντας αὐτοὶ καθ' ἑαυτοὺς ἰδεῖν πειραθῶμεν, οὐκέτι μαρτύρων παλαιῶν ἐν πᾶσι προσδεόμενοι, ἑπόμενοι δὲ νέοις ἴχνεσιν ἀνδρὸς ὃν ἐγὼ μετὰ τοὺς θεοὺς ἐξ ἴσης Ἀριστοτέλει καὶ Πλάτωνι

   "ἄγαμαι τέθηπά τε". Φησὶ δὲ οὐχ ὑπὲρ πάντων οὗτος, ἀλλ' ὑπὲρ τῶν τελεστικῶν, οὓς παρέδωκεν ἡμῖν Ὀρφεὺς ὁ τὰς ἁγιωτάτας τελετὰς καταστησάμενος· τὸ γὰρ ἐν τοῖς μύθοις ἀπεμφαῖνον αὐτῷ τούτῳ προοδοποιεῖ πρὸς τὴν ἀλήθειαν· ὅσῳ γὰρ μᾶλλον παράδοξόν ἐστι καὶ τερατῶδες τὸ αἴνιγμα, τοσούτῳ μᾶλλον ἔοικε διαμαρτύρεσθαι μὴ τοῖς αὐτόθεν λεγομένοις πιστεύειν, ἀλλὰ τὰ λεληθότα περιεργάζεσθαι καὶ μὴ πρότερον ἀφίστασθαι, πρὶν ἂν ὑπὸ θεοῖς ἡγεμόσιν ἐκφανῆ γενόμενα τὸν ἐν ἡμῖν τελέσῃ. μᾶλλον δὲ τελειώσῃ, νοῦν καὶ εἰ δή τι κρεῖττον ἡμῖν ὑπάρχει τοῦ νοῦ αὐτοῦ, τοῦ ἑνὸς καὶ τἀγαθοῦ μοῖρά τις ὀλίγη τὸ πᾶν ἀμερίστως ἔχουσα, τῆς ψυχῆς πλήρωμα, καὶ ἐν τῷ ἑνὶ καὶ ἀγαθῷ συνέχουσα πᾶσαν αὐτὴν διὰ τῆς ὑπερεχούσης καὶ χωριστῆς αὐτοῦ καὶ ἐξῃρημένης παρουσίας. Ἀλλὰ ταῦτα μὲν ἀμφὶ τὸν μέγαν Διόνυσον οὐκ οἶδ' ὅπως ἐπῆλθέ μοι βακχεύοντι μανῆναι,

   "τὸν βοῦν δὲ ἐπιτίθημι τῇ γλώττῃ"· περὶ τῶν ἀρρήτων γὰρ οὐδὲν χρὴ λέγειν. Ἀλλά μοι θεοὶ μὲν ἐκείνων καὶ ὑμῶν δὲ τοῖς πολλοῖς, ὅσοι τέως ἐστὲ τούτων ἀμύητοι, τὴν ὄνησιν δοῖεν.

[13]    Ὑπὲρ δὲ ὧν εἰπεῖν τε καὶ ἀκοῦσαι θέμις καὶ ἀνεμέσητον ἀμφοτέροις ἐστί, πᾶς λόγος ὁ προφερόμενος ἔκ τε λέξεως καὶ διανοίας σύγκειται. Οὐκοῦν ἐπειδὴ καὶ ὁ μῦθος λόγος τίς ἐστιν, ἐκ δυοῖν τούτοιν συγκείσεται· σκοπῶμεν δὲ ἑκάτερον αὐτῶν. Ἔστιν ἁπλῆ τις ἐν λόγῳ παντὶ διάνοια, καὶ μέντοι καὶ κατὰ σχῆμα προάγεται, τὰ παραδείγματα δὲ ἀμφοῖν ἐστι πολλά. Τὸ μὲν οὖν ἓν ἁπλοῦν ἐστι καὶ οὐδὲν δεῖται ποικιλίας, τὸ δ' ἐσχηματισμένον ἔχει διαφορὰς ἐν ἑαυτῷ πολλάς, ὧν, εἴ τί σοι τῆς ῥητορικῆς ἐμέλησεν, οὐκ ἀξύνετος εἶ. Τούτων δὴ τῶν κατὰ διάνοιαν σχημάτων ἁρμόττει τῷ μύθῳ τὰ πλεῖστα, πλὴν ἔμοιγε οὐδ' ὑπὲρ τῶν πολλῶν οὐδ' ὑπὲρ τῶν ἁπάντων ἐστὶ τά γε νῦν ῥητέον, ἀλλ' ὑπὲρ δυοῖν, τοῦ τε σεμνοῦ κατὰ τὴν διάνοιαν καὶ τοῦ ἀπεμφαίνοντος, τὰ δὲ αὐτὰ ταῦτα καὶ περὶ τὴν λέξιν γίνεται. Μορφοῦται γάρ πως καὶ σχηματίζεται παρὰ τῶν μὴ προφερομένων εἰκῇ μηδ' ὥσπερ χειμάρρους ἑλκόντων συρφετοὺς ῥημάτων ἐκ τῆς τριόδου· ἀλλὰ τοῖν δυοῖν τούτοιν. Ὅταν μὲν ὑπὲρ τῶν θείων πλάττωμεν, σεμνὰ χρὴ πάνυ τὰ ῥήματα εἶναι καὶ τὴν λέξιν ὡς ἔνι μάλιστα σώφρονα καὶ καλὴν εἶναι ‹καὶ› τοῖς θεοῖς πρεπωδεστάτην, τῶν αἰσχρῶν δὲ μηθὲν καὶ βλασφήμων ἢ δυσσεβῶν, ὅπως μὴ τῷ πλήθει τῆς τοιαύτης ἀρχηγοὶ θρασύτητος γενώμεθα, μᾶλλον δὲ καὶ πρὸ τοῦ πλήθους αὐτοὶ τὸ περὶ τοὺς θεοὺς ἠσεβηκέναι προλάβωμεν. Οὐδὲν ἀπεμφαῖνον εἶναι χρὴ περὶ τὰς τοιαύτας λέξεις, ἀλλὰ σεμνὰ πάντα καὶ καὶ καλὰ καὶ μεγαλοπρεπῆ καὶ θεῖα καὶ καθαρὰ καὶ τῆς τῶν θεῶν οὐσίας εἰς δύναμιν ἐστοχασμένα.

[14]    Τὸ δὲ κατὰ τὴν διάνοιαν ἀπεμφαῖνον χρησίμου γιγνόμενον χάριν ἐγκριτέον, ὡς ἂν μή τινος ὑπομνήσεως ἔξωθεν οἱ ἄνθρωποι δεόμενοι, ἀλλ' ὑπὸ τῶν ἐν αὐτῷ λεγομένων τῷ μύθῳ διδασκόμενοι τὸ λανθάνον μῶσθαι καὶ πολυπραγμονεῖν ὑφ' ἡγεμόσι τοῖς θεοῖς προθυμηθεῖεν. Ἰδοῦ γὰρ ἔγωγε πολλῶν ἤκουσα λεγόντων ἄνθρωπον μὲν τὸν Διόνυσον, ἐπείπερ ἐκ Σεμέλης ἐγένετο, θεὸν δὲ διὰ θεουργίας καὶ τελεστικῆς, ὥσπερ τὸν δεσπότην Ἡρακλέα διὰ τῆς βασιλικῆς ἀρετῆς, εἰς τὸν Ὄλυμπον ὑπὸ τοῦ πατρὸς ἀνῆχθαι τοῦ Διός. Ἀλλ', ὦ τάν, εἶπον, οὐ ξυνίετε τοῦ μύθου φανερῶς αἰνιττομένου ὅπου γὰρ ἡ γένεσίς ἐστιν ὥσπερ Ἡρακλέος, οὕτω δὴ καὶ Διονύσου, ἔχουσα μὲν τὸ κρεῖττον καὶ ὑπερέχον καὶ ἐξῃρημένον, ἐν τῷ μετρίῳ δὲ ὅμως ἔτι τῆς ἀνθρωπίνης φύσεως μένουσα καί πως ἀφομοιουμένη πρὸς ἡμᾶς; Ἡρακλῆς δὲ λέγεται παιδίον γενέσθαι καὶ κατὰ μικρὸν αὐτῷ τὸ σῶμα τὸ θεῖον ἐπιδοῦναι, καὶ φοιτῆσαι διδασκάλοις ἱστόρηται, καὶ στρατεύσασθαι λέγεται καὶ κρατῆσαι πάντων, καμεῖν δὲ ὅμως καὶ τὸ σῶμα. Καίτοι αὐτῷ ταῦτα μὲν ὑπῆρξε, μειζόνως δὲ ἢ κατ' ἄνθρωπον· ἅτε γὰρ ἐν τοῖς σπαργάνοις ἀποπνίγων τοὺς δράκοντας, καὶ πρὸς αὐτὰ παραταττόμενος τὰ τῆς φύσεως στοιχεῖα, θάλπη καὶ κρυμούς, εἶτα τοῖς ἀπορωτάτοις καὶ ἀμαχωτάτοις, ἐνδείᾳ λέγω τροφῆς καὶ ἐρημίᾳ, καὶ τὴν δι' αὐτοῦ πορείαν οἶμαι τοῦ πελάγους ἐπὶ τῆς χρυσῆς κύλικος, ἣν ἐγὼ νομίζω νὴ τοὺς θεοὺς οὐ κύλικα εἶναι, βαδίσαι δὲ αὐτὸν ὡς ἐπὶ ξηρᾶς τῆς θαλάττης νενόμικα. Τί γὰρ ἄπορον ἦν Ἡρακλεῖ; Τί δ' οὐχ ὑπήκουσεν αὐτοῦ τῷ θείῳ καὶ καθαρωτάτῳ σώματι, τῶν λεγομένων τούτων στοιχείων δουλευόντων αὐτοῦ τῇ δημιουργικῇ καὶ τελεσιουργῷ τοῦ ἀχράντου καὶ καθαροῦ νοῦ δυνάμει; Ὃν ὁ μέγας Ζεὺς διὰ τῆς Προνοίας Ἀθηνᾶς, ἐπιστήσας αὐτῷ φύλακα τὴν θεὸν ταύτην ὅλην ἐξ ὅλου προέμενος αὐτοῦ, τῷ κόσμῳ σωτῆρα ἐφύτευσεν, εἶτ' ἐπανήγαγε διὰ τοῦ κεραυνίου πυρὸς πρὸς ἑαυτόν, ὑπὸ τῷ θείῳ συνθήματι τῆς αἰθερίας αὐγῆς ἥκειν παρ' ἑαυτὸν τῷ παιδὶ κελεύσας. Ἀλλ' ὑπὲρ μὲν τούτων ἐμοί τε καὶ ὑμῖν ἵλεως Ἡρακλῆς εἴη.

[15]    Τὰ δὲ ὑπὲρ τῆς Διονύσου θρυλλουμένης μὲν γενέσεως, οὔσης δὲ οὐ γενέσεως, ἀλλὰ δαιμονίας ἐκφάνσεως, κατὰ τί τοῖς ἀνθρωπικοῖς προσέοικεν; Ἡ μήτηρ αὐτὸν κύουσα, φασίν, ὑπὸ τῆς Ἥρας ζηλοτυπούσης ἐξαπατηθεῖσα τὸν ἐραστὴν ἐξελιπάρησεν ἥκειν, ὡς παρὰ τὴν γαμετὴν εἴωθε φοιτᾶν, πρὸς ἑαυτήν· εἶτα οὐκ ἀνασχόμενον τὸ σωμάτιον ἓν τῶν κτημάτων τοῦ Διὸς ὑπὸ τοῦ κεραυνοῦ κατεφλέγετο, πάντων δ' ὁμοῦ πυρουμένων, Ἑρμῇ κελεύσας ὁ Ζεὺς ἁρπάσαι τὸν Διόνυσον καὶ τεμὼν ‹τὸν αὑτοῦ μηρὸν ἐν›ράπτει· εἶτα ἐκεῖθεν, ἡνίκα ἐτελεσφορήθη τὸ βρέφος, ὠδίνων ὁ Ζεὺς ἐπὶ τὰς νύμφας ἔρχεται· τὸ "Λῦθι ῥάμμα" δὲ αὗται τῷ μηρῷ προσεπᾴδουσαι τὸν ‹διθύραμβον ἡμῖν› εἰς φῶς προήγαγον· εἶτα ἐμάνη, φασίν, ὁ θεὸς ὑπὸ τῆς Ἥρας, ἔπαυσε δ' αὐτῷ τὴν νόσον ἡ Μήτηρ τῶν θεῶν, ὁ δὲ ἦν αὐτίκα θεός. Εἵποντο γοῦν οὐ Λίχας αὐτῷ καθάπερ Ἡρακλεῖ οὐδὲ Ἰόλεως οὐδὲ [ὁ] Τελαμὼν οὐδ' Ὕλας οὐδ' Ἄβδηρος, ἀλλὰ Σάτυροι καὶ Βακχαὶ καὶ Πᾶνες καὶ Δαιμόνων στρατιά. Ὁρᾷς ὅπως ἀνθρωπικὴ μὲν ἡ σπορὰ διὰ τῶν κεραυνίων, ἡ δ' ἀποκύησις ἀνθρωπικωτέρα, ἀμφοῖν δὲ τοῖν εἰρημένοιν προσομοιότερα τοῖς ἀνθρωπίνοις τὰ ἔργα. Τί οὖν οὐ καταβάλλοντες τὸν λῆρον ἐκεῖνο πρῶτον ὑπὲρ τούτων ἴσμεν, ὡς Σεμέλη σοφὴ τὰ θεῖα; Παῖς γὰρ ἦν Κάδμου τοῦ Φοίνικος, τούτοις δὲ καὶ ὁ θεὸς σοφίαν μαρτυρεῖ,

   "Πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν" λέγων.

[16]    Αἰσθέσθαι οὖν μοι δοκεῖ τοῦ θεοῦ τούτου πρώτη παρ' Ἕλλησι καὶ τὴν ἐσομένην ἐπιφάνειαν αὐτοῦ οὐκ εἰς μακρὰν προαγορεύσασα κινῆσαι μὲν θᾶττον ἢ προσῆκον ἦν τινὰ τῶν περὶ αὐτὸν ὀργίων, οὐκ ἀνασχομένη τὸν εἱμαρμένον περιμεῖναι χρόνον, εἶτα ἀναλωθῆναι πρὸς τοῦ πυρὸς τοῦ ῥυέντος ἐπ' αὐτήν. Ἐπεὶ δὲ ἐδέδοκτο τῷ Διὶ κοινῇ πᾶσιν ἀνθρώποις ἐνδοῦναι ἀρχὴν καταστάσεως ἑτέρας καὶ μεταβαλεῖν αὐτοὺς ἐκ τοῦ νομαδικοῦ βίου πρὸς τὸν ἡμερώτατον, ἐξ Ἰνδῶν ὁ Διόνυσος αὔτοπτος ἐφαίνετο δαίμων, ἐπιφοιτῶν τὰς πόλεις, ἄγων μεθ' ἑαυτοῦ στρατιὰν πολλὴν δαιμόνων τινὰ καὶ διδοὺς ἀνθρώποις κοινῇ μὲν ἅπασι σύμβολον τῆς ἐπιφανείας αὐτοῦ τὸ τῆς ἡμερίδος φυτόν, ὑφ' οὗ μοι δοκοῦσιν, ἐξημερωθέντων αὐτοῖς τῶν περὶ τὸν βίον, Ἕλληνες τῆς ἐπωνυμίας αὐτὸ ταύτης ἀξιῶσαι, μητέρα δὲ αὐτοῦ προσειπεῖν τὴν Σεμέλην διὰ τὴν πρόρρησιν, ἄλλως τε καὶ τοῦ θεοῦ τιμῶντος αὐτὴν ἅτε πρώτην ἱερόφαντιν τῆς ἔτι μελλούσης ἐπιφοιτήσεως. Οὔσης δέ, ὡς ἄν τις ἀκριβῶς σκοπῶν ἐξετάσειε, τῆς ἱστορίας τοιαύτης, οἱ τὸν Διόνυσον ὅστις ποτ' ἐστὶ θεῶν ζητοῦντες τἀληθὲς ἔχον ὡς ἔφην εἰς μῦθον διεσκεύασαν, αἰνιττόμενοι τήν τε οὐσίαν τοῦ θεοῦ καὶ τὴν ἐν τοῖς νοητοῖς παρὰ τῷ πατρὶ κύησιν καὶ τὸν ἀγέννητον αὐτοῦ τόκον, ἐν τῷ κόσμῳ ‹τήν τε› κατ‹αβίωσιν καὶ τὴν τῶν πρα›γμάτ‹ων μέθε›ξιν ἐν τῷ παντί, καὶ τἆλλα ἐφεξῆς ὅσα τοῦ ζητεῖν ἦν ἄξ‹ια›, φράζειν ‹τ›ε γρά‹φειν οὐ› ῥᾴδιον ἐμοί, τυχὸν μὲν καὶ διὰ τὸ ἀγνοεῖν ἔτι περὶ αὐτῶν τὸ ἀκριβές, τυχὸν δὲ καὶ οὐκ ἐθέλοντι τὸν κρύφιον ἅμα καὶ φανερὸν θεὸν ὥσπερ ἐν θεάτρῳ προβάλλειν ἀκοαῖς ἀνεξετάστοις καὶ διανοίαις ἐπὶ πάντα μᾶλλον ἢ τὸ φιλοσοφεῖν τετραμμέναις. Ἀλλ' ὑπὲρ μὲν τούτων ἴστω Διόνυσος αὐτός, ᾧ καὶ προσεύχομαι τάς τε ἐμὰς καὶ τὰς ὑμετέρας ἐκβακχεῦσαι φρένας ἐπὶ τὴν ἀληθῆ τῶν θεῶν γνῶσιν, ὡς ἂν μὴ πολὺν ἀβάκχευτοι χρόνον τῷ θεῷ μένοντες ὁπόσα ὁ Πενθεὺς ἔπαθε πάθωμεν, ἴσως μὲν καὶ ζῶντες, πάντως δὲ καὶ ἀπαλλαγέντες τοῦ σώματος. Ὅτῳ γὰρ ‹ἂν› μὴ τὸ πεπληθυσμένον τῆς ζωῆς ὑπὸ τῆς ἑνοειδοῦς καὶ ἐν τῷ μεριστῷ παντελῶς ἀδιαιρέτου ὅλης τε ἐν πᾶσιν ἀμιγοῦς προϋπαρχούσης τοῦ Διονύσου οὐσίας τελεσιουργηθείη διὰ τῆς περὶ τὸν θεὸν ἐνθέου βακχείας, τούτῳ κίνδυνος ἐπὶ πολλὰ ῥυῆναι τὴν ζωήν, ῥυεῖσαν δὲ διεσπάσθαι καὶ διασπασθεῖσαν οἴχεσθαι· τὸ δὲ ῥυεῖσαν καὶ διασπασθεῖσαν μὴ προσέχων τις τοῖς ῥήμασιν ὑδάτιον μηδὲ λίνου μήρινθον ἀκροάσθω, ξυνιέτω δὲ τὰ λεγόμενα τρόπον ἄλλον, ὃν Πλάτων, ὃν Πλωτῖνος, ὃν Πορφύριος, ὃν ὁ δαιμόνιος Ἰάμβλιχος. Ὃς δ' ἂν μὴ ταύτῃ ποιῇ, γελάσεται μέν, ἴστω μέντοι σαρδώνιον γελῶν ἔρημος ὢν ἀεὶ τῆς τῶν θεῶν γνώσεως, ἧς ἀντάξιον οὐδὲ τὸ πᾶσαν ὁμοῦ μετὰ τῆς τῶν Ῥωμαίων ἐπιτροπεῦσαι τὴν Βαρβάρων ἔγωγε θείμην ἄν, οὐ μὰ τὸν ἐμὸν δεσπότην Ἥλιον. Ἀλλά με πάλιν οὐκ οἶδ' ὅστις θεῶν ἐπὶ ταῦτ' ἐβάκχευσεν οὐ προειδόμενον.

[17]    Οὗ δὲ ἕνεκεν ἔφην αὐτά· κατὰ μὲν τὴν διάνοιαν ἀπεμφαίνοντες ὅταν οἱ μῦθοι γίγνωνται περὶ τῶν θείων, αὐτόθεν ἡμῖν ὥσπερ βοῶσι καὶ διαμαρτύρονται μὴ πιστεύειν ἁπλῶς, ἀλλὰ τὸ λεληθὸς σκοπεῖν καὶ διερευνᾶσθαι. Τοσούτῳ δ' ἐστὶ κρεῖττον ἐν τούτοις τοῦ σεμνοῦ τὸ ἀπεμφαῖνον, ὅσῳ διὰ μὲν ἐκείνου καλοὺς λίαν καὶ μεγάλους καὶ ἀγαθούς, ἀνθρώπους δὲ ὅμως τοὺς θεοὺς κίνδυνος νομίσαι, διὰ δὲ τῶν ἀπεμφαινόντων ὑπεριδόντας τῶν ἐν τῷ φανερῷ λεγομένων ἐπὶ τὴν ἐξῃρημένην αὐτῶν οὐσίαν καὶ ὑπερέχουσαν πάντα τὰ ὄντα καθαρὰν νόησιν ἐλπὶς ἀναδραμεῖν. Αἴτιαι μὲν οὖν αὗται τοῦ τὴν τελεστικὴν καὶ μυσταγωγὸν φιλοσοφίαν τὰ ‹μὲν ῥήματα› παντὸς μᾶλλον εὐαγῆ καὶ σεμνὰ προφέρεσθαι, κατὰ δὲ τὴν διάνοιαν ἀλλοιοτέραν ποιεῖσθαι τὴν ἐξήγησιν τῶν τοιούτων.

[18]    Ὁ δὲ τῆς τῶν ἠθῶν ἐπανορθώσεως ἕνεκα τοὺς λόγους πλάττων καὶ μύθους παράγων πραττέτω μὴ ‹πρὸς› ἄνδρας, ἀλλὰ πρὸς παῖδας ἤτοι καθ' ἡλικίαν ἢ τῷ φρονεῖν, πάντως τῶν λόγων τούτων δεομένους. Εἰ μὲν οὖν ἡμεῖς σοι παῖδες ἐφάνημεν εἴτε ἐγὼ εἴτε Ἀνατόλιος οὑτοσί, συγκαταρίθμει δὲ τούτῳ καὶ τὸν Μεμμόριον καὶ τὸν Σαλούστιον, πρὸς τούτοις δέ, εἰ βούλει, καὶ τοὺς ἄλλους ἑξῆς, Ἀντικύρας σοι δεῖ· τί γὰρ ἂν ἀκκίζοιτό τις; Ἐπεὶ πρὸς τῶν θεῶν καὶ πρὸς αὐτοῦ τοῦ μύθου, μᾶλλον δὲ τοῦ κοινῇ πάντων βασιλέως Ἡλίου, τί σοι μέγα ἢ μικρὸν πεποίηται ἔργον; Τίνι παρέστης ἀγωνιζομένῳ μετὰ τοῦ δικαίου; Τίνα ἐθεράπευσας πενθοῦντα, τῷ λόγῳ διδάξας ὅτι μὴ κακὸν ὁ θάνατος μήτε τῷ παθόντι μήτε τοῖς οἰκείοις αὐτοῦ; Τίς δ' αἰτιάσεταί σε τῆς ἑαυτοῦ μειρακίσκος σωφροσύνης, ὅτι πεποίηκας αὐτὸν ἐξ ἀσώτου σώφρονα καὶ καλὸν οὐ τὸ σῶμα μόνον, ἀλλὰ πολὺ μᾶλλον τὴν ψυχὴν φαίνεσθαι; Τίνα δὲ ἄσκησιν ἐποιήσω τοῦ βίου; Τί δέ σοι ἄξιον τῆς Διογένους βακτηρίας ἢ ναὶ μὰ Δία τῆς παρρησίας πεποίηται; Ἔργον οἴει μέγα βακτηρίαν λαβεῖν ἢ τρίχας ἀνεῖναι, καὶ περινοστεῖν τὰς πόλεις καὶ τὰ στρατόπεδα, καὶ τοῖς μὲν βελτίστοις λοιδορεῖσθαι, τοὺς δὲ χειρίστους θεραπεύειν; Εἰπέ, πρὸς τοῦ Διὸς καὶ πρὸς τουτωνὶ τῶν ἀκροωμένων οἳ δι' ὑμᾶς τὴν φιλοσοφίαν ἐκτρέπονται, ἀνθ' ὅτου πρὸς μὲν τὸν μακαρίτην Κωνστάντιον εἰς Ἰταλίαν ἦλθες, οὐκέτι μέντοι καὶ μέχρι τῶν Γαλλιῶν ἦλθες; Καίτοι πορευθεὶς πρὸς ἡμᾶς, εἰ μηδὲν ἄλλο, ξυνεῖναι γοῦν σου τῆς φωνῆς μᾶλλον δυναμένῳ πλησιάζειν ἔμελλες ἀνθρώπῳ. Τί δὲ καὶ τὸ περιφοιτᾶν πανταχοῦ καὶ παρέχειν πράγματα ταῖς ἡμιόνοις; Ἀκούω δὲ ἔγωγε καὶ τοῖς τὰς ἡμιόνους ἐλαύνουσιν, οἳ μᾶλλον ὑμᾶς ἢ τοὺς στρατιώτας πεφρίκασι· χρῆσθαι γὰρ αὐτοῖς ἀκούω τινὰς ὑμῶν χαλεπώτερον ‹τοῖς ξύλοις› ἢ τοῖς ξίφεσιν ἐκεῖνοι· γίγνεσθε οὖν αὐτοῖς εἰκότως φοβερώτεροι. Πάλαι μὲν οὖν ὑμῖν ἐθέμην ἐγὼ τοῦτο τὸ ὄνομα, νυνὶ δὲ αὐτὸ ἔοικα καὶ γράψειν· ἀποτακτίτας τινὰς ὀνομάζουσιν οἱ δυσσεβεῖς Γαλιλαῖοι· τούτων οἱ πλείους μικρὰ προέμενοι πολλὰ πάνυ, μᾶλλον δὲ τὰ πάντα πανταχόθεν ξυγκομίζουσι, καὶ προσκτῶνται τὸ τιμᾶσθαι καὶ δορυφορεῖσθαι καὶ θεραπεύεσθαι. Τοιοῦτόν τι καὶ τὸ ὑμέτερον ἔργον ἐστι, πλὴν ἴσως τοῦ χρηματίζεσθαι, τοῦτο δὲ οὐ παρ' ὑμᾶς γίγνεται, παρ' ἡμᾶς δέ· συνετώτεροι γάρ ἐσμεν τῶν ἀνοήτων ἐκείνων, ἴσως δὲ καὶ διὰ τὸ μηδὲν ὑμῖν εἶναι πρόσχημα τοῦ φορολογεῖν εὐπροσώπως, ὁποῖον ἐκείνοις, ἣν λέγουσιν οὐκ οἶδ' ὅπως ἐλεημοσύνην, τὰ δ' ἄλλα γε πάντα ἐστὶν ὑμῖν τε κἀκείνοις παραπλήσια. Καταλελοίπατε τὴν πατρίδα ὥσπερ ἐκεῖνοι, περιφοιτᾶτε πάντη καὶ τὸ στρατόπεδον διωχλήσατε μᾶλλον ἐκείνων καὶ ἰταμώτερον· οἱ μὲν γὰρ καλούμενοι, ὑμεῖς δὲ καὶ ἀπελαυνόμενοι. Καὶ τί χρηστὸν ἐκ τούτων ὑμῖν ἐγένετο, μᾶλλον δὲ καὶ ἡμῖν τοῖς ἄλλοις; Ἀνῆλθεν ὁ Ἀσκληπιάδης, εἶτα ὁ Σερηνιανός, εἶτα ὁ Χύτρων, εἶτα οὐκ οἶδα παιδάριον τί ξανθὸν καὶ εὔμηκες, εἶτα σύ, καὶ μεθ' ὑμῶν ἄλλοι δὶς τοσοῦτοι. Τί οὖν ἐκ τῆς ὑμετέρας ἀνόδου γέγονεν ἀγαθόν, ὦ λῷστοι; Τίς ᾔσθετο πόλις ἢ τίς ἰδιώτης τῆς ὑμετέρας παρρησίας; Οὐκ ἀφρόνως μὲν τὸ ἐξ ἀρχῆς εἵλεσθε τὴν ἐπὶ τὸν οὐδὲ ἰδεῖν ὑμᾶς θέλοντα βασιλέα πορείαν, ἀνελθόντες δὲ ἀφρονέστερον αὐτῇ καὶ ἀμαθέστερον καὶ μανιωδέστερον ἐχρήσασθε, κολακεύσαντες ἅμα καὶ ὑλακτήσαντες καὶ βιβλία δόντες καὶ ταῦτα προσαχθῆναι προσλιπαρήσαντες; Οὐδένα ὑμῶν οἶμαι ἐγὼ τοσαυτάκις εἰς φιλοσόφου φοιτῆσαι, ὁσάκις εἰς ἀντιγραφέως, ὥστε ὑμῖν Ἀκαδημία καὶ Λύκειον ἀντὶ τῆς Ποικίλης τε ἦν τῶν βασιλείων τὰ πρόθυρα.

[19]    Οὐκ ἀπάξετε ταῦτα; Οὐ καταβαλεῖτε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ὅτε ὑμῖν οὐδέν ἐστι πλέον ἀπὸ τῆς κόμης καὶ τῆς βακτηρίας; Πῶς δὲ καὶ γέγονεν ὑφ' ὑμῶν εὐκαταφρόνητος ἡ φιλοσοφία; Τῶν ῥητορικῶν οἱ δυσμαθέστατοι καὶ οὐδ' ὑπ' αὐτοῦ τοῦ βασιλέως Ἑρμοῦ τὴν γλῶτταν ἐκκαθαρθῆναι δυνάμενοι, φρενωθῆναι δὲ οὐδὲ πρὸς αὐτῆς τῆς Ἀθηνᾶς σὺν τῷ Ἑρμῇ, τοῦτο ἐκ τῆς ἀγοραίου καὶ περιτρεχούσης ἁρπάσαντες ἐντρεχείας, οὐδὲ γὰρ ἐν παροιμίᾳ περιφερόμενον αὐτὸ γιγνώσκουσι τὸ ὅτι "βότρυς πρὸς βότρυν πεπαίνεται", ὁρμῶσιν ἐπὶ τὸν Κυνισμόν· βακτηρία, τρίβων, κόμη, τὸ ἐντεῦθεν ἀμαθία, θράσος, ‹ἰταμό›της, ‹καὶ πάντα› ἁπλῶς τὰ τοιαῦτα. Τὴν σύντομον φασὶν ὁδὸν καὶ σύντονον ἐπὶ τὴν ἀρετὴν ‹πορεύεσθαι›· ὄφελον καὶ ὑμεῖς τὴν μακρὰν ἐπορεύεσθε· ῥᾷον ἂν δι' ἐκείνης ‹ἢ διὰ ταύτης› ἤλθετε. Οὐκ ἴστε ὅτι μεγάλας ἔχουσιν αἱ σύντομοι τὰς χαλεπότητας; ‹Καὶ› ὥσπερ ἐν ταῖς λεωφόροις ὁ μὲν τὴν σύντομον ἐλθεῖν δυνηθεὶς ῥᾷον ἐκπερίεισι τὴν κύκλῳ, οὐκέτι μέντοι τὸ ἀνάπαλιν ὁ κύκλῳ πορευθεὶς ἔλθοι ἂν πάντως καὶ τὴν ἐπίτομον, οὕτω δὴ καὶ ἐν τῇ φιλοσοφίᾳ τέλος τέ ἐστι καὶ ἀρχὴ μία γνῶναί τε ἑαυτὸν καὶ ἀφομοιωθῆναι τοῖς θεοῖς· ἀρχὴ μὲν οὖν ἑαυτὸν γνῶναι, τέλος δὲ ἡ πρὸς τοὺς κρείττονας ὁμοιότης.

[20]    Ὅστις οὖν κυνικὸς εἶναι ἐθέλει, πάντων ὑπεριδὼν τῶν νομισμάτων καὶ τῶν ἀνθρωπίνων δοξῶν, εἰς ἑαυτὸν καὶ τὸν θεὸν ἐπέστραπται πρότερον. Ἐκείνῳ τὸ χρυσίον οὐκ ἔστι χρυσίον, οὐχ ἡ ψάμμος ψάμμος, εἰ πρὸς ἀμοιβήν τις αὐτὰ ἐξετάζοι καὶ τῆς ἀξίας αὐτῶν ἐπιτρέψειεν αὐτῷ τιμητῇ γενέσθαι· γῆν γὰρ αὐτὰ οἶδεν ἀμφότερα. Τὸ σπανιώτερον δὲ καὶ τὸ ῥᾴδιον ἀνθρώπων εἶναι κενοδοξίας ταῦτα καὶ ἀμαθίας νενόμικεν ἔργα· τὸ αἰσχρὸν ἢ καλὸν οὐκ ἐν τοῖς ἐπαινουμένοις ἢ ψεγομένοις τίθεται, ἀλλ' ἐν τῇ φύσει· φεύγει τὰς περιττὰς τροφάς· ἀποστρέφεται δὲ τὰ ἀφροδίσια. Βιαζομένου δὲ τοῦ σώματος, οὐ δόξῃ προστέτηκεν· οὐδὲ περιμένει τὸν μάγειρον καὶ τὰ ὑποτρίμματα καὶ τὴν κνίσσαν, οὐδὲ τὴν Φρύνην οὐδὲ τὴν Λαΐδα οὐδὲ τὴν οὐδενὸς περιβλέπεται γαμετὴν οὐδὲ τὸ θυγάτριον οὐδὲ τὴν θεράπαιναν· ἀλλ' ὡς ἔνι μάλιστα ἐκ τῶν προστυχόντων ἀποπλήσας τὴν θεραπείαν τοῦ σώματος καὶ τὸ ἐνοχλοῦν ἐξ αὐτοῦ παρωσάμενος, ἄνωθεν ἐκ τῆς Ὀλύμπου κορυφῆς ἐπιβλέπει τοὺς ἄλλους

   "Ἄτης ἐν λειμῶνι κατὰ σκότον ἠλάσκοντας", ὑπὲρ ὀλίγων παντάπασιν ἀπολαύσεων ὑπομένοντας ὅσα οὐδὲ παρὰ τὸν Κωκυτὸν καὶ τὸν Ἀχέροντα θρυλλοῦσιν οἱ κομψότεροι τῶν ποιητῶν. Ἡ σύντομος ὁδός ἐστιν αὕτη. Δεῖ γὰρ αὐτὸν ἀθρόως ἐκστῆναι ἑαυτοῦ καὶ γνῶναι ὅτι θεῖός ἐστι καὶ τὸν νοῦν μὲν τὸν ἑαυτοῦ ἀτρύτως καὶ ἀμετακινήτως συνέχειν ἐν τοῖς θείοις καὶ ἀχράντοις καὶ καθαροῖς νοήμασιν, ὀλιγωρεῖν δὲ πάντη τοῦ σώματος καὶ νομίζειν αὐτὸ κατὰ τὸν Ἡράκλειτον κοπ‹ρίων ἐκβλητό›τερον, ἐκ τοῦ ῥᾴστου δὲ αὐτοῦ τὰς θεραπείας ἀποπληροῦν, ἕως ἂν ‹ὁ θεὸς› ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ. Ταῦτα μὲν οὖν ‹ὡς φασὶ ταύτῃ›, ἐπανάξω δὲ ὅθεν ἐξέβην.

[21]    Ἐπειδὴ γὰρ τοὺς μύθους προσήκει πρὸς παῖδας ἤτοι τῷ φρονεῖν, κἂν ἄνδρες ὦσιν, ἢ καὶ τοῖς καθ' ἡλικίαν παιδαρίοις ἀπαγγέλλειν, ἐξεταστέον ὅπως μήτε εἰς θεοὺς μήτε εἰς ἀνθρώπους τι πλημμελὲς ἤ, καθάπερ ἔναγχος, δυσσεβές τι ῥηθείη· καὶ προσέτι τοῦτο ἐν ἅπασιν ἀκριβῶς βασανιστέον, εἰ πιθανός, εἰ τοῖς πράγμασι προσφυής, εἰ μῦθός ἐστιν ἀληθῶς ὁ πλαττόμενος. Ἐπεὶ τό γε νῦν ὑπὸ σοῦ πεποιημένον οὐ μῦθός ἐστι σός, ὡς ἔφης, καίτοι τοῦτό γε ἐνεανιεύσω· ἀλλ' ὁ μὲν μῦθος, μῦθός ἐστι παλαιός, ἐφήρμοσας δὲ αὐτὸν σὺ πράγμασιν ἑτέροις, ὅπερ οἶμαι ποιεῖν εἰώθασιν οἱ τῇ τροπικῇ χρώμενοι τῶν νοημάτων κατασκευῇ· πολὺς δὲ ἐν τούτοις ὁ Πάριός ἐστι ποιητής. Ἔοικας οὖν οὐδὲ πεποιηκὼς μῦθον, ὦ ξυνετώτατε, μάτην νεανιεύεσθαι· καίτοι τοῦτο τίτθης ἔργον ἐστὶν εὐτραπέλου. Πλουτάρχου δὲ εἰ τὰ μυθικὰ διηγήματα τῶν σῶν εἴσω χειρῶν ἀφῖκτο, οὔποτ' ἂν ἐλελήθει σε τίνι διαφέρει πλάσαι τε ἐξ ἀρχῆς μῦθον καὶ τὸν κείμενον ἐφαρμόσαι πράγμασιν οἰκείοις. Ἀλλ', ἵνα μή σε "τὴν σύντομον ὁδεύοντα" βίβλοις ἐμβαλὼν μακραῖς καὶ δυσελίκτοις ἐπίσχω, μικρὰ καὶ πεδήσω· σὺ δὲ οὐδὲ τὸν Δημοσθένους ἀκήκοας μῦθον, ὃν ἐποίησεν ὁ Παιανιεὺς πρὸς τοὺς Ἀθηναίους ἡνίκα ὁ Μακεδὼν ἐξῄτει τοὺς Ἀθηναίους ῥήτορας; Ἐχρῆν οὖν τι τοιοῦτο πλάσαι· ἢ πρὸς τῶν θεῶν ἔργον ἦν εἰπεῖν μυθάριόν τι τοιοῦτον; Ἀναγκάσεις δέ με καὶ μυθοποιὸν γενέσθαι.

[22]    Πλουσίῳ ἀνδρὶ πρόβατα ἦν πολλὰ καὶ ἀγέλαι βοῶν καὶ αἰπόλια πλατέ' αἰγῶν, ἵπποι δὲ αὐτῷ πολλάκις μυρίαι ἕλος κάτα βουκολέοντο, καὶ ποιμένες δοῦλοί τε καὶ ἐλεύθεροι μισθωτοί, καὶ βουκόλοι βοῶν καὶ αἰγῶν αἰπόλοι καὶ ἱπποφορβοὶ τῶν ἵππων, καὶ πλεῖστα κτήματα. Τούτων δὲ αὐτῷ πολλὰ μὲν ὁ πατὴρ ἀπελελοίπει, πολλαπλάσια δὲ αὐτὸς ἐκτήσατο, πλουτεῖν θέλων ἐν δίκῃ τε καὶ παρὰ δίκην· ‹ἔμελε› γὰρ αὐτῷ καὶ τῶν θεῶν ὀλίγον. Ἐγένοντο δὲ αὐτῷ γυναῖκες πολλαὶ καὶ παῖδες ἐξ αὐτῶν καὶ θυγατέρες, οἷς ἐκεῖνος διανείμας τὴν οὐσίαν ἔπειτα ἐτελεύτησεν, οὐδὲν αὐτοὺς οἰκονομίας πέρι διδάξας, οὐδ' ὅπως ἄν τις δύναιτο τὰ τοιαῦτα κτᾶσθαι μὴ παρόντα ἢ παρόντα διαφυλάττειν· ᾤετο γὰρ ὑπὸ ἀμαθίας ἀρκεῖν τὸ πλῆθος, ἐπεὶ καὶ οὗτος ἦν οὐ μάλα ἐπιστήμων τῆς τοιαύτης τέχνης. ἅτε μὴ λόγῳ προσειληφὼς αὐτήν, ἀλλὰ συνηθείᾳ τινὶ καὶ πείρᾳ μᾶλλον, ὥσπερ οἱ φαῦλοι τῶν ἰατρῶν ἐκ τῆς ἐμπειρίας μόνον ἰώμενοι τοὺς ἀνθρώπους, ὅθεν καὶ διαφεύγει τὰ πολλὰ τῶν νοσημάτων αὐτούς. Ἀρκεῖν οὖν νομίσας τὸ πλῆθος τῶν υἱέων πρὸς τὸ φυλάξαι τὴν οὐσίαν οὐδὲν ἐφρόντισεν ὅπως ἔσονται σπουδαῖοι. Τὸ δὲ ἄρα αὐτοῖς ἦρξε πρῶτον μὲν τῶν εἰς ἀλλήλους ἀδικημάτων. Ἐπιθυμῶν γὰρ ἕκαστος ὥσπερ ὁ πατὴρ πολλὰ ἔχειν καὶ μόνος πάντα ἐπὶ τὸν πέλας ἐτράπετο. Τέως μὲν οὖν τοῦτο ἐπράττετο. Προσαπέλαβον δὲ καὶ οἱ ξυγγενεῖς, οὐδ' αὐτοὶ παιδευθέντες καλῶς, τῆς τῶν παίδων ἀνοίας τε καὶ ἀμαθίας ἀνέχεσθαι. Εἶτα ἐπίμπλατο φόνων πάντα, καὶ ἡ τραγικὴ κατάρα ὑπὸ τοῦ δαίμονος εἰς ἔργων ἤγετο· τὰ πατρῷα γὰρ

   "Θηκτῷ σιδήρῳ διελάγχανον" καὶ ἦν πάντα ἀκοσμίας πλήρη· πατρῷα μὲν ἱερὰ κατεσκάπτετο παρὰ τῶν παίδων ὀλιγωρηθέντα πρότερον ὑπὸ τοῦ πατρὸς καὶ ἀποσυληθέντα τῶν ἀναθημάτων, ἃ ἐτέθειτο παρὰ πολλῶν μὲν καὶ ἄλλων, οὐχ ἥκιστα δὲ τῶν προπατόρων αὐτοῦ. Καθαιρουμένων δὲ τῶν ἱερῶν ἀνῳκοδομεῖτο παλαιὰ καὶ νέα μνήματα, προαγορεύοντος αὐτοῖς τοῦ αὐτομάτου καὶ τῆς τύχης ὅτι ἄρα πολλῶν αὐτοῖς δεήσει μνημάτων οὐκ εἰς μακράν, ἐπειδήπερ αὐτοῖς ὀλίγον ἔμελε τῶν θεῶν. Πάντων οὖν ὁμοῦ φυρομένων καὶ ξυντελουμένων γάμων [τε] οὐ γάμων καὶ βεβηλουμένων ὁμοῦ τοῖς θείοις τῶν ἀνθρωπίνων, τὸν Δία ἔλεος ὑπῆλθεν· εἶτα ἀπιδὼν πρὸς τὸν Ἥλιον· "Ὦ παῖ", εἶπεν, "οὐρανοῦ καὶ γῆς ἀρχαιότερον ἐν θεοῖς βλάστημα, μνησικακεῖν ἔτι διανοῇ τῆς ὑπεροψίας ἀνδρὶ αὐθάδει καὶ τολμηρῷ, ὅς σε ἀπολείπων αὑτῷ τε καὶ γένει καὶ παισὶν αἴτιος ἐγένετο τῶν τηλικούτων παθημάτων; Ἢ νομίζεις, ὅτι μὴ χαλεπαίνεις αὐτῷ μηδ' ἀγανακτεῖς μηδ' ἐπὶ τὸ γένος αὐτοῦ τοὺς οἰστοὺς θήγεις, ἔλαττον εἶναι ‹σέ› γε αἴτιον αὐτοῦ τῆς ξυμφορᾶς, ἔρημον αὐτοῦ τὴν οἰκίαν ἀφείς; Ἀλλ'", ἔφη, "καλῶμεν τὰς Μοίρας, εἴ πῃ βοηθητέος ὁ ἀνήρ ἐστιν." Αἱ δὲ ὑπήκουσαν αὐτίκα τῷ Διί. Καὶ ὁ μὲν Ἥλιος, ὥσπερ ἐννοῶν τι καὶ λογιζόμενος αὐτὸς ἐν ἑαυτῷ, προσεῖχεν εἰς τὸν Δία πήξας τὰ ὄμματα. Τῶν Μοιρῶν δὲ ἡ πρεσβυτάτη· "Κωλύετον", ἔφη, "ὦ πάτερ, ἡ Ὁσιότης ξὺν τῇ Δίκῃ. Σὸν οὖν ἔργον ἐστίν, ἐπείπερ ἡμᾶς ἐκέλευσας ὑπεικαθεῖν αὐταῖς, πεῖσαι καὶ ἐκείνας." ‑ "Ἀλλ' ἐμαὶ γάρ εἰσιν", ἔφη, "θυγατέρες, καὶ ἄξιον δὴ ἐρέσθαι αὐτάς· τί τοίνυν, ὦ ποτνία, φατόν;" ‑ "Ἀλλὰ τούτου μέν", εἰπέτην, "ὦ πάτερ, αὐτὸς εἶ κύριος. Σκόπει δὲ ὅπως ἐν ἀνθρώποις ὁ πονηρὸς οὑτοσὶ τῆς ἀνοσιουργίας ζῆλος μὴ παντάπασιν ἐπικρατήσῃ." ‑ "Πρὸς ἀμφότερα", εἶπεν, "ἐγὼ σκέψομαι." Καὶ αἱ Μοῖραι πλησίον παροῦσαι πάντα ἐπέκλωθον, ὡς ὁ πατὴρ ἐβούλετο. Λέγειν δὲ ὁ Ζεὺς ἄρχεται πρὸς τὸν Ἥλιον· "Τουτὶ τὸ παιδίον;" ἔφη· ξυγγενὲς δὲ ἦν αὐτῶν ἄρα παρερριμμένον που καὶ ἀμελούμενον, ἀδελφιδοῦς ἐκείνου τοῦ πλουσίου καὶ ἀνεψιὸς τῶν κληρονόμων· "τοῦτο", ἔφη, "σόν ἐστιν ἔκγονον. Ὄμοσον οὖν τὸ ἐμόν τε καὶ σὸν σκῆπτρον, ἦ μὴν ἐπιμελήσεσθαι διαφερόντως αὐτοῦ καὶ ποιμανεῖν αὐτὸ καὶ θεραπεύσειν τῆς νόσου. Ὁρᾷς γὰρ ὅπως οἷον ὑπὸ καπνοῦ ῥύπου τε ἀναπέπλησται καὶ λιγνύος, κίνδυνός τε τὸ ὑπὸ σοῦ σπαρὲν ἐν αὐτῷ πῦρ ἀποσβῆναι,

   "ἢν μὴ σύ γε δύσεαι ἀλκήν". Σοὶ δὲ ἐγώ τε ξυγχωρῶ καὶ αἱ Μοῖραι· κόμιζε οὖν αὐτὸ καὶ τρέφε." Ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἥλιος ηὐφράνθη τε ἡσθεὶς τῷ βρέφει, σωζόμενον ἔτι καθορῶν ἐν αὐτῷ σπινθῆρα μικρὸν ἐξ ἑαυτοῦ, καὶ τὸ ἐντεῦθεν ἔτρεφεν ἐκεῖνο τὸ παιδίον, ἐξαγαγὼν

   "Ἔκ θ' αἵματος ἔκ τε κυδοιμοῦ ἔκ τ' ἀνδροκτασίης"· ὁ πατὴρ δὲ ὁ Ζεὺς ἐκέλευσε καὶ τὴν Ἀθηνᾶν, τὴν ἀμήτορα τὴν παρθένον, ἅμα τῷ Ἡλίῳ τὸ παιδάριον ἐκτρέφειν. Ἐπεὶ δὲ ἐτράφη καὶ νεανίας ἐγένετο

   "Πρῶτον ὑπηνήτης, τοῦπερ χαριεστάτη ἥβη", κατανοήσας τῶν κακῶν τὸ πλῆθος, ὁπόσον τι περὶ τοὺς ξυγγενεῖς αὐτοῦ καὶ τοὺς ἀνεψιοὺς ἐγεγόνει, ἐδέησε μὲν αὑτὸν εἰς τὸν Τάρταρον προέσθαι πρὸς τὸ μέγεθος τῶν κακῶν ἐκπλαγείς. Ἐπεὶ δ' ὁ Ἥλιος εὐμενὴς ὢν μετὰ τῆς Προνοίας Ἀθηνᾶς ὕπνον τινὰ καὶ κάρον ἐμβαλὼν τῆς ἐπινοίας ταύτης ἀπήγαγεν, αὖθις ἀνεγερθεὶς ἄπεισιν εἰς ἐρημίαν. Εἶτα ἐκεῖ λίθον τινὰ εὑρὼν μικρὸν ἀνεπαύσατο καὶ πρὸς αὑτὸν ἐσκόπει τίνα τρόπον ἐκφεύξεται τῶν τοσούτων κακῶν τὸ μέγεθος· ἤδη γὰρ αὐτῷ πάντα ἐφαίνετο μοχθηρά, καλὸν δὲ οὐδὲν οὐδαμοῦ τέως. Ἑρμῆς οὖν αὐτῷ, καὶ γὰρ εἶχεν οἰκείως πρὸς αὐτόν, ὥσπερ ἡλικιώτης νεανίσκος φανεὶς ἠσπάσατό τε φιλοφρόνως καί, "Δεῦρο", εἶπεν, "ἡγεμών σοι ἐγὼ ἔσομαι λείας καὶ ὁμαλεστέρας ὁδοῦ τουτὶ [τὸ] μικρὸν ὑπερβάντι τὸ σκολιὸν καὶ ἀπότομον χωρίον, οὗ πάντας ὁρᾶς προσπταίοντας καὶ ἀπιόντας ἐντεῦθεν ὀπίσω." Καὶ ὁ νεανίσκος ἀπιὼν ᾤχετο μετὰ πολλῆς εὐλαβείας ἔχων παρ' ἑαυτῷ ξίφος τε καὶ ἀσπίδα καὶ δόρυ, γυμνὰ δὲ αὐτῷ τέως ἦν τὰ περὶ τὴν κεφαλήν. Πεποιθὼς οὖν αὐτῷ προσῆγεν εἰς τὸ πρόσω διὰ λείας ὁδοῦ καὶ ἀτρίπτου καθαρᾶς τε πάνυ καὶ καρποῖς βριθούσης ἄνθεσί τε πολλοῖς καὶ ἀγαθοῖς, ὅσα ἐστὶ θεοῖς φίλα, καὶ δένδρεσι κιττοῦ καὶ δάφνης καὶ μυρρίνης. Ἀγαγὼν δὲ αὐτὸν ἐπί τι μέγα καὶ ὑψηλὸν ὄρος, "Ἐπὶ τούτου", ἔφη, "τῆς κορυφῆς ὁ πατὴρ πάντων κάθηται τῶν θεῶν. Ὅρα οὖν, ἐνταῦθά ἐστιν ὁ μέγας κίνδυνος, ὅπως αὐτὸν ὡς εὐαγέστατα προσκυνήσῃς, αἰτήσῃ δὲ παρ' αὐτοῦ ὅτι ἂν ἐθέλῃς· ἕλοιο δέ, ὦ παῖ, τὰ βέλτιστα." Ταῦτα εἰπὼν ἀπέκρυψεν ἑαυτὸν Ἑρμῆς πάλιν· ὁ δὲ ἐβούλετο μὲν παρὰ τοῦ Ἑρμοῦ πυθέσθαι τί ποτε αἰτήσασθαι χρὴ παρὰ τοῦ πατρὸς τῶν θεῶν, ὡς δὲ πλησίον ὄντα οὐ κατεῖδεν, ἐνδεὴς μὲν ἐφάνη, καλὴ δὲ ὅμως ἡ ξυμβουλή. "Αἰτώμεθα οὖν Ἀγαθῇ Τύχῃ τὰ κράτιστα, καίπερ οὔπω σαφῶς τὸν πατέρα τῶν θεῶν ὁρῶντες. Ὦ Ζεῦ πάτερ, ἢ ὅτι σοι φίλον ὄνομα καὶ ὅπως ὀνομάζεσθαι [τουτὶ γὰρ ἔμοιγε οὐδὲν διαφέρει], δείκνυέ μοι τὴν ἐπὶ σὲ φέρουσαν ὁδὸν ἄνω. Κρείττονα γάρ μοι τὰ ἐκεῖ φαίνεται χωρία παρὰ σὲ μαντευομένῳ τὸ παρὰ σοὶ κάλλος ἀπὸ τῆς ἐν τούτοις ὅθεν πεπορεύμεθα τέως ἀγλαΐας." Εὐξαμένῳ ταῦτα εἴτε ὕπνος τις εἴτε ἔκστασις ἐπῆλθεν· ὁ δὲ αὐτῷ δείκνυσιν αὐτὸν τὸν Ἥλιον. Ἐκπλαγεὶς οὖν ὁ νεανίσκος ὑπὸ τῆς θέας, "Ἀλλὰ σοὶ μέν", εἶπεν, "ὦ θεῶν πάτερ, τῶν τε ἄλλων καὶ τούτων ἕνεκα πάντων ἐμαυτὸν φέρων ἀναθήσω." Περιβάλλων δὲ τοῖς γόνασι τοῦ Ἡλίου τὰς χεῖρας ‹λιπαρῶς› εἴχετο σώζειν ἑαυτὸν δεόμενος. Ὁ δὲ καλέσας τὴν Ἀθηνᾶν ἐκέλευε πρῶτον ἀνακρίνειν αὐτόν, ὁπόσα ἐκόμισεν ὅπλα. Ἐπεὶ δὲ ἑώρα τήν τε ἀσπίδα καὶ τὸ ξίφος μετὰ τοῦ δόρατος, "Ἀλλὰ ποῦ σοι", ἔφη, "ὦ παῖ, τὸ Γοργόνειον καὶ τὸ κράνος;" Ὁ δέ, "Καὶ ταῦτα", εἶπε, "μόγις ἐκτησάμην· οὐδεὶς γὰρ ἦν ὁ ξυμπονῶν ἐν τῇ τῶν συγγενῶν οἰκίᾳ παρερριμμένῳ." ‑ "Ἴσθι οὖν", εἶπεν ὁ μέγας Ἥλιος, "ὅτι σε πάντως χρὴ ἐπανελθεῖν ἐκεῖ." Ἐνταῦθα ἐδεῖτο μὴ πέμπειν αὐτὸν ἐκεῖσε πάλιν, ἀλλὰ κατέχειν, ὡς οὐκέθ' ὕστερον ἐπανήξοντα, ἀπολούμενον δὲ ὑπὸ τῶν ἐκεῖ κακῶν· Ὡς δὲ ἐλιπάρει δακρύων, "Ἀλλὰ νέος εἶ", ἔφη, "καὶ ἀμύητος, Ἴθι οὖν παρ' ὑμᾶς, ὡς ἂν μυηθείης ἀσφαλῶς τε ἐκεῖ διάγοις· χρὴ γάρ ‹σ'› ἀπιέναι καὶ καθαίρειν ἐκεῖνα πάντα τὰ ἀσεβήματα, παρακαλεῖν δὲ ἐμέ τε καὶ τὴν Ἀθηνᾶν καὶ τοὺς ἄλλους θεούς." Ἀκούσας ταῦτα ὁ νεανίσκος εἱστήκει σιωπῇ, καὶ ὁ μέγας Ἥλιος ἐπί τινα σκοπιὰν ἀγαγὼν αὐτόν, ἧς τὸ μὲν ἄνω φωτὸς ἦν πλῆρες, τὸ δὲ ὑποκάτω μυρίας ἀχλύος, δι' ἧς ὥσπερ δι' ὕδατος ἀμυδρὸν τὸ φῶς διικνεῖτο τῆς ἐκ τοῦ βασιλέως αὐγῆς Ἡλίου, "Ὁρᾷς", εἶπε, "τὸν ἀνεψιὸν τὸν κληρονόμον;" Καὶ ὅς, "Ὁρῶ", ἔφη, "Τί δέ; Τοὺς βουκόλους τουτουσὶ καὶ τοὺς ποιμένας;" Καὶ τούτους ὁρᾶν εἶπεν ὁ νεανίσκος. "Ποταπὸς οὖν τίς σοι ὁ κληρονόμος φαίνεται; Ποταποὶ δ' αὖ οἱ ποιμένες τε καὶ βουκόλοι"; Καὶ ὁ νεανίσκος· "Ὁ μέν μοι", ἔφη, "δοκεῖ νυστάζειν τὰ πολλὰ καὶ καταδυόμενος λεληθότως ἡδυπαθεῖν, τῶν ποιμένων δὲ ὀλίγον μέν ἐστι τὸ ἀστεῖον, τὸ πλῆθος δὲ μοχθηρὸν καὶ θηριῶδες· ἐσθίει γὰρ καὶ πιπράσκει τὰ πρόβατα καὶ ἀδικεῖ διπλῇ τὸν δεσπότην· τά τε γὰρ ποίμνια αὐτοῦ φθείρει καὶ ἐκ πολλῶν μικρὰ ἀποφέρον ἄμισθον εἶναί φησι καὶ ὀδύρεται. Καίτοι κρεῖττον ἦν τοὺς μισθοὺς ἀπαιτεῖν ἐντελεῖς ἢ φθείρειν τὴν ποίμνην." ‑ "Ἂν οὖν", ἔφη, "σὲ ἐγὼ μετὰ ταυτησὶ τῆς Ἀθηνᾶς, ἐπιτάττοντος τοῦ Διός, ἀντὶ τοῦ κληρονόμου τούτου πάντων ἐπίτροπον τούτων καταστήσω;" Πάλιν ἐνταῦθα ὁ νεανίσκος ἀντείχετο καὶ πολλὰ ἱκέτευεν αὐτοῦ μένειν. Ὁ δέ, "Μὴ λίαν ἀπειθὴς ἔσο", φησί, "μή ποτέ

   "σ' ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ' ἐφίλησα." Καὶ ὁ νεανίσκος· "Ἀλλ', ὦ μέγιστε", εἶπεν, "Ἥλιε καὶ Ἀθηνᾶ, σέ τε καὶ αὐτὸν ἐπιμαρτύρομαι τὸν Δία, χρῆσθέ μοι πρὸς ὅτι βούλεσθε." Πάλιν οὖν ὁ Ἑρμῆς ἄφνω φανεὶς ἐποίησε τὸν νεανίσκον θαρραλεώτερον· ἤδη γὰρ διενοεῖτο τῆς τε ὀπίσω πορείας καὶ τῆς ἐκεῖσε διατριβῆς εὑρηκέναι τὸν ἡγεμόνα. Καὶ ἡ Ἀθηνᾶ· "Μάνθανε", εἶπεν, "ὦ λῷστε, πατρὸς ἀγαθοῦ τουτουὶ τοῦ θεοῦ καὶ ἐμὸν βλάστημα. Τοῦτον", ἔφη, "τὸν κληρονόμον οἱ βέλτιστοι μὲν οὐκ εὐφραίνουσι τῶν ποιμένων, οἱ κόλακες δὲ καὶ οἱ μοχθηροὶ δοῦλον καὶ ὑποχείριον πεποίηνται. Συμβαίνει οὖν αὐτῷ παρὰ μὲν τῶν ἐπιεικῶν μὴ φιλεῖσθαι, παρὰ δὲ τῶν νομιζομένων φιλεῖν εἰς τὰ μέγιστα ἀδικεῖσθαι. Σκόπει οὖν ὅπως ἐπανελθὼν μὴ πρὸ τοῦ φίλου θήσει τὸν κόλακα. Δευτέραν ἄκουέ μου παραίνεσιν, ὦ παῖ· νυστάζων οὗτος ἐξαπατᾶται τὰ πολλά, σὺ δὲ νῆφε καὶ γρηγόρει, μή σε διὰ τῆς τοῦ φίλου παρρησίας ὁ κόλαξ ἐξαπατήσας λάθῃ, χαλκεὺς οἷά τις γέμων καπνοῦ καὶ μαρίλης, ἔχων ἱμάτιον λευκὸν καὶ τὰ πρόσωπα τῷ ψιμυθίῳ κεχρισμένος, εἶτα αὐτῷ δοίης γῆμαί τινα τῶν σῶν θυγατέρων. Τρίτης ἐπάκουέ μου παραινέσεως, καὶ μάλα ἰσχυρῶς φύλαττε σαυτόν, αἰδοῦ δὲ καὶ ἡμᾶς μόνον, ἀνδρῶν δὲ ὅστις ἡμῖν προσόμοιός ἐστιν, ἄλλον δὲ μηδένα· ὁρᾷς ὅπως τοῦτον τὸν ἠλίθιον ἔβλαψεν αἰσχύνη καὶ τὸ λίαν ἄγαν εἶναι καταπλῆγα." Καὶ ὁ μέγας Ἥλιος αὖθις τὸν λόγον διαδεξάμενος εἶπεν· "Ἑλόμενος φίλους ὡς φίλοις χρῶ, μηδὲ αὐτοὺς οἰκέτας μηδὲ θεράποντας νόμιζε, πρόσιθι δὲ αὐτοῖς ἐλευθέρως τε καὶ ἁπλούστατα καὶ γενναίως, μὴ λέγων μὲν ἄλλα, φρονῶν δὲ ἕτερα περὶ αὐτῶν. Ὁρᾷς ὅτι καὶ τοῦτον τὸν κληρονόμον τοῦτο ἐπέτριψεν, ἡ πρὸς τοὺς φίλους ἀπιστία. Φίλει τοὺς ἀρχομένους ὥσπερ ἡμεῖς σέ. Τὰ πρὸς ἡμᾶς ἡγείσθω σοι τῶν καλῶν ἁπάντων· ἐσμὲν γάρ σου καὶ εὐεργεταὶ καὶ φίλοι καὶ σωτῆρες." Ἀκούσας ταῦτα ὁ νεανίσκος διεχύθη καὶ δῆλος ἦν ἅπαντα ἤδη τοῖς θεοῖς πειθόμενος. "Ἀλλ' ἴθι", ἔφη, "πορεύου μετὰ ἀγαθῆς ἐλπίδος· ἡμεῖς γάρ σοι πανταχοῦ συνεσόμεθα ἐγώ τε καὶ Ἀθηνᾶ καὶ Ἑρμῆς ὅδε καὶ σὺν ἡμῖν οἱ θεοὶ πάντες οἱ ἐν Ὀλύμπῳ καὶ οἱ περὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ πᾶν πανταχοῦ τὸ θεῖον γένος, ἕως ‹ἂν› τά τε πρὸς ἡμᾶς ὅσιος ᾖς καὶ τὰ πρὸς τοὺς φίλους πιστὸς καὶ τὰ πρὸς τοὺς ‹ὑπηκόους› φιλάνθρωπος, ἄρχων αὐτῶν καὶ ἡγούμενος ἐπὶ τὰ βέλτιστα, ἀλλὰ μήτε ταῖς ἑαυτοῦ μήτε ταῖς ἐκείνων ἐπιθυμίαις δουλεύων ὑπεικάθῃς. Ἔχων οὖν τὴν πανοπλίαν, ἣν ἐκόμισας πρὸς ἡμᾶς, ἄπιθι προσλαβὼν ταύτην μὲν τὴν δᾷδα παρ' ἐμοῦ, ἵνα σοι καὶ ἐν τῇ γῇ φῶς λάμπῃ μέγα καὶ μηθὲν ἐπιποθῇς τῶν τῇδε, ταύτης δὲ Ἀθηνᾶς τῆς καλῆς τό τε Γοργόνειον καὶ τὸ κράνος· πολλὰ γάρ, ὁρᾷς, ἐστὶν αὐτῇ, καὶ δίδωσιν οἷς ἂν ἐθέλῃ. Δώσει δέ σοι καὶ Ἑρμῆς χρυσῆν ῥάβδον. Ἔρχου οὖν τῇ πανοπλίᾳ κοσμηθεὶς ταύτῃ διὰ πάσης μὲν γῆς, διὰ πάσης δὲ θαλάττης, ἀμετακινήτως τοῖς ἡμετέροις πειθόμενος νόμοις, καὶ μηδείς σε μήτε ἀνδρῶν μήτε γυναικῶν, μήτε τῶν οἰκείων μήτε τῶν ξένων ἀναπείσῃ ‹τῶν› ἐντολῶν ἐκλαθέσθαι τῶν ἡμετέρων. Ἐμμένων γὰρ αὐταῖς ἡμῖν μὲν ἔσῃ φίλος καὶ τίμιος, αἰδοῖος δὲ τοῖς ἀγαθοῖς ἡμῶν ὑπηρέταις, φοβεροὶς δὲ ἀνθρώποις πονηροῖς καὶ κακοδαίμοσιν. Ἴσθι δὲ σεαυτῷ τὰ σαρκία δεδόσθαι ‹τῆς› λειτουργίας εἵνεκα ταυτησί· βουλόμεθα γάρ σοι τὴν προγονικὴν οἰκίαν, αἰδοῖ τῶν προγόνων, ἀποκαθῆραι. Μέμνησο οὖν ὅτι τὴν ψυχὴν ἀθάνατον ἔχεις καὶ ἔκγονον ἡμετέραν, ἑπόμενός τε ἡμῖν ὅτι θεὸς ἔσῃ καὶ τὸν ἡμέτερον ὄψει σὺν ἡμῖν πατέρα."

[23]    Τοῦτο εἴτε μῦθος εἴτε ἀληθής ἐστι λόγος οὐκ οἶδα· τὸ παρὰ σοῦ δὲ πεποιημένον, τίνα βούλει τὸν Πᾶνα, τίνα δὲ εἶναι τὸν Δία, εἰ μὴ τοῦτον ὡς ἐσμὲν ἐγώ τε καὶ σύ, σὺ μὲν ὁ Ζεύς, ἐγὼ δὲ ὁ Πάν; Ὢ τοῦ γελοίου Ψευδόπανος, γελοιοτέρου μέντοι, νὴ τὸν Ἀσκληπιόν, τοῦ πάντα μᾶλλον ἢ Διὸς ἀνθρώπου. Ταῦτα οὐκ ἔστιν ἀτεχνῶς ἐκ τοῦ μαινομένου στόματος οὔτι τὴν ἔνθεον, ἀλλὰ τὴν ἔκπληκτον μανία; Οὐκ οἶσθα ὅτι καὶ ὁ Σαλμωνεὺς ἔδωκεν ὑπὲρ τούτων τοῖς θεοῖς δίκην ὅτι ἄνθρωπος ὢν ἐπεχείρει Ζεὺς εἶναι; Τὸ δὲ ἐκ τῶν Ἡσιόδου λεγόμενον ὑπὲρ τῶν ὀνομασάντων ἑαυτοὺς τοῖς τῶν θεῶν ὀνόμασιν, Ἥρας τε καὶ Διός, εἰ μήπω καὶ νῦν ἀκήκοας, ἔχω σοι συγγνῶναι· οὐδὲ γὰρ ἐπαιδοτριβήθης καλῶς οὐδὲ ἔτυχες καθηγεμόνος ὁποίου περὶ τοὺς ποιητὰς ἐγὼ τουτουὶ τοῦ φιλοσόφου, μεθ' ὃν ἐπὶ τὰ πρόθυρα τῆς φιλοσοφίας ἦλθον ὑπ' ἀνδρὶ τελεσθησόμενος ὃν νενόμικα τῶν κατ' ἐμαυτὸν πάντων διαφέρειν. Ὁ δέ με πρὸ πάντων ἀρετὴν ἀσκεῖν καὶ θεοὺς ἁπάντων τῶν καλῶν νομίζειν ἡγεμόνας ἐδίδασκεν. Εἰ μὲν οὖν τι προὔργου πεποίηκεν, αὐτὸς ἂν εἰδείη καὶ πρὸ τούτου γε οἱ βασιλεῖς θεοί· τουτὶ δὲ ἐξῄρει τὸ μανιῶδες καὶ θρασύ, καὶ ἐπειρᾶτό με ποιεῖν ἐμαυτοῦ σωφρονέστερον. Ἐγὼ δὲ καίπερ, ὡς οἶσθα, τοῖς ἔξωθεν πλεονεκτήμασιν ἐπτερωμένος ὑπέταξα ὅμως ἐμαυτὸν τῷ καθηγεμόνι καὶ τοῖς ἐκείνου φίλοις καὶ ‹τοῖς› ἡλικιώταις καὶ συμφοιτηταῖς, καὶ ὧν ἤκουον ἐπαινουμένων παρ' αὐτοῦ, τούτων ἔσπευδον ἀκροατὴς εἶναι, καὶ βιβλία ταῦτα ἀνεγίγνωσκον, ὁπόσα αὐτὸς δοκιμάσειεν. Οὕτως ἡμεῖς ὑφ' ἡγεμόσι τελούμενοι, φιλοσόφῳ μὲν τῷ τὰ τῆς προπαιδείας με τελέσαντι, φιλοσοφωτάτῳ δὲ τῷ τὰ πρόθυρα τῆς φιλοσοφίας δείξαντι, σμικρὰ μὲν διὰ τὰς ἔξωθεν ἡμῖν προσπεσούσας ἀσχολίας, ὅμως δ' οὖν ἀπελαύσαμεν τῆς ὀρθῆς ἀγωγῆς, οὐ τὴν σύντομον, ἣν σὺ φής, ἀλλὰ τὴν κύκλῳ πορευθέντες· καίτοι, νὴ τοὺς θεούς, ἐπὶ τὴν ἀρετὴν οἶμαι ὅτι σου συντομωτέραν ἐτραπόμην· ἐγὼ μὲν γὰρ αὐτῆς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐπὶ τοῖς προθύροις ἕστηκα, σὺ δὲ καὶ τῶν προθύρων εἶ πόρρω. "Σοὶ δὲ ἀρετῆς ἢ τοῖς σοῖς ἀδελφοῖς" (ἀφελὼν δὲ τὸ δύσφημον τὸ λειπόμενον αὐτὸς ἀναπλήρωσον· εἰ βούλει δέ, καὶ παρ' ἡμῶν αὐτὸ ἀνάσχου "πρᾴως λεγόμενον") "τίς μετουσία;" Πᾶσιν ἐπιτιμᾷς αὐτὸς οὐδὲν ἄξιον ἐπαίνου πράττων, ἐπαινεῖς φορτικῶς ὡς οὐδεὶς τῶν ἀμαθεστάτων ῥητόρων, οἷς διὰ τὴν τῶν λόγων ἀπορίαν καὶ τὸ μὴ ἔχειν εὑρεῖν ἐκ τῶν παρόντων ὅτι φῶσιν, ἡ Δῆλος ἐπέρχεται καὶ ἡ Λητὼ μετὰ τῶν παίδων, εἶτα κύκνοι λιγυρὸν ᾄδοντες καὶ ἐπηχοῦντα αὐτοῖς τὰ δένδρα, λειμῶνές τε ἔνδροσοι μαλακῆς πόας καὶ βαθείας πλήρεις, ἤ τε ἐκ τῶν ἀνθέων ὀδμὴ καὶ τὸ ἔαρ αὐτὸ καί τινες εἰκόνες τοιαῦται. Ποῦ τοῦτο Ἰσοκράτης ἐν τοῖς ἐγκωμιαστικοῖς ἐποίησε λόγοις; Ποῦ δὲ τῶν παλαιῶν τις ἀνδρῶν, οἳ ταῖς Μούσαις ἐτελοῦντο γνησίως, ἀλλ' οὐχ ὥσπερ οἱ νῦν; Ἀφίημι δὲ τὰ ἑξῆς, ἵνα μὴ καὶ πρὸς τούτους ἀπεχθανόμενος ἅμα τοῖς τε φαυλοτάτοις τῶν Κυνικῶν καὶ τῶν ῥητόρων προσκρούσαιμι· ὡς ἔμοιγε πρός τε τοὺς κρατίστους τῶν Κυνικῶν, εἴ τις ἄρα ἔστι νῦν τοιοῦτος, καὶ πρὸς τοὺς γενναίους ῥήτοράς ἐστι φιλ‹ικὰ› πάντα.

[24]    Τῶν μὲν δὴ τοιούτων λόγων, εἰ καὶ πολὺ πλῆθος ἐπιρρεῖ, καὶ οὐκ ἔστιν ὅσον οὐχὶ λέγειν ἐθέλων τις

   "Ἐκ πάνυ δαψιλοῦς ἀντλήσειε τοῦ πίθου", τῆς προκειμένης ἡμῖν ἀσχολίας εἵνεκεν ἀφέξομαι. Μικρὰ δὲ ἔτι τῷ λόγῳ προσθεὶς ὥσπερ ὀφλήματι τὸ ἐνδέον ἐπ' ἄλλο τι τρέψομαι, ταυτηνὶ τὴν ξυγγραφὴν αὐτοῦ που πληρώσας. Τίς οὖν ἡ τῶν Πυθαγορικῶν εὐλάβεια περὶ τὰ τῶν θεῶν ὀνόματα, τίς δὲ ἡ Πλάτωνος; Ποδαπὸς δὲ ἦν ἐν τούτοις Ἀριστοτέλης; Ἆρ' οὐκ ἄξιον αὐτὸ ἰδεῖν; Ἢ τὸν μὲν Σάμιον οὐδεὶς ἀντερεῖ τοιοῦτον γενέσθαι; Καὶ γὰρ οὐ τὸ ὄνομα θεῶν ἐν τῇ σφραγῖδι φορεῖν ἐπέτρεπεν, οὐδὲ τῷ ὅρκῳ χρῆσθαι προπετῶς τοῖς τῶν θεῶν ὀνόμασιν. Εἰ δὲ νῦν λέγοιμι ὅτι καὶ εἰς Αἴγυπτον ἐπορεύθη καὶ Πέρσας εἶδε καὶ πανταχοῦ πάντα ἐπειράθη τὰ μυστήρια τῶν θεῶν ἐποπτεῦσαι καὶ τελεσθῆναι παντοίας πανταχοῦ τελετάς, ἐρῶ μὲν ἴσως ἄγνωστά σοι, γνώριμα μέντοι καὶ σαφῆ τοῖς πολλοῖς. Ἀλλὰ τοῦ Πλάτωνος ἄκουε· "Τὸ δ' ἐμὸν δέος, ὦ Πρώταρχε, πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατὰ ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. Καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω· τὴν δ' ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον"· ταῦτα ἐν Φιλήβῳ λέγεται, καὶ τοιαῦτα ἕτερα πάλιν ἐν Τιμαίῳ· πιστεύειν γὰρ ἁπλῶς ἀξιοῖ καὶ χωρὶς ἀποδείξεως λεγομένοις ὅσα ὑπὲρ τῶν θεῶν φασιν οἱ ποιηταί. Ταῦτα δὲ παρέθηκα μὴ ποτέ σοι παράσχῃ πρόφασιν, ὥσπερ οἶμαι τῶν Πλατωνικῶν πολλοῖς, ὁ Σωκράτης εἴρων ὢν φύσει τὴν πλατωνικὴν ἀτιμάσαι δόξαν. Ἐκεῖ γὰρ οὐχ ὁ Σωκράτης, ἀλλ' ὁ Τίμαιος ταῦτα λέγει ἥκιστα ὢν εἴρων. Καίτοι τοῦτό γέ ἐστιν οὐχ ὑγιὲς μὴ τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ τοὺς λέγοντας, καὶ τὸ πρὸς τίνας οἱ λόγοι γίγνονται· βούλει ‹δήποτε› τὸ μετὰ τοῦτο τὴν πάνσοφον ὑπαγορεύσω σειρῆνα, τὸν τοῦ λογίου τύπον Ἑρμοῦ, ‹τὸν τῷ› Ἀπόλλωνι καὶ ταῖς Μούσαις φίλον; Ἐκεῖνος ἀξιοῖ τοὺς ἐπερωτῶντας ἢ ‹ζητεῖν› ὅλως ἐπιχειροῦντας εἰ θεοί εἰσιν οὐχ ὡς ἀνθρώπους ἀποκρίσεως τυγχάνειν, ἀλλ' ὡς τὰ θηρία κολάσεως. Εἰ δὲ ἀνεγνώκεις τὸν συστατικὸν αὐτοῦ ‹λόγον, ὃς› ὥσπερ τῆς Πλάτωνος, οὕτω δὴ καὶ τῆς ἐκείνου διατριβῆς προυγέγραπτο, ἔγνως ἂν πρὸ πάντων, ὅτι τὰ πρὸς τοὺς θεοὺς εὐσεβεῖς εἶναι καὶ μεμυῆσθαι πάντα τὰ μυστήρια καὶ τετελέσθαι τὰς ἁγιωτάτας τελετὰς καὶ διὰ πάντων τῶν μαθημάτων ἦχθαι τοῖς εἴσω τοῦ περιπάτου βαδίζουσι προηγορεύετο.

[25]    Σὺ δὲ ὅπως ἡμῖν μὴ τὸν Διογένη προσβαλὼν ὥσπερ τι μορμολυκεῖον ἐκφοβήσῃς· οὐ γὰρ ἐμυήθη, φασίν, ἀλλὰ καὶ πρὸς τὸν ‹προ›τρεπόμενον ἐκμυηθῆναι, "Γελοῖον", εἶπεν, "ὦ νεανίσκε, εἰ τοὺς μὲν τελώνας οἴει ταύτης ἕνεκα τῆς τελετῆς κοινωνήσειν τοῖς θείοις τῶν ἐν Ἅιδου καλῶν, "Ἀγησίλαον δὲ καὶ Ἐπαμινώνδαν ἐν τῷ βορβόρῳ" κείσεσθαι". Τοῦτο, ὦ νεανίσκε, βαθὺ λίαν ἐστὶ καὶ δεόμενον ἐξηγήσεως, ὡς ἐμαυτὸν πείθω, μείζονος, ὅπως ἡμῖν αὐταὶ δοῖεν αἱ θεαὶ τὴν ἐπίνοιαν· νομίζω δὲ αὐτὴν ἤδη καὶ δεδόσθαι." Φαίνεται γὰρ ὁ Διογένης οὐχ, ὥσπερ ὑμεῖς ἀξιοῦτε, δυσσεβής, ἀλλ' ἐκείνοις, ὧν μικρῷ πρόσθεν ἐπεμνήσθην, προσόμοιος· ἀπιδὼν γὰρ εἰς τὴν περίστασιν τὴν καταλαβοῦσαν αὐτόν, εἶτα εἰς τὰς ἐντολὰς βλέπων τοῦ Πυθίου καὶ συνεὶς ὅτι τὸν μυούμενον ἐχρῆν πολιτογραφηθῆναι πρότερον καὶ Ἀθηναῖον, εἰ καὶ μὴ φύσει, τῷ νόμῳ δὲ γενέσθαι, τοῦτο ἔφυγεν, οὐ τὸ μυηθῆναι, νομίζων αὐτὸν εἶναι τοῦ κόσμου πολίτην, καὶ ταῖς ὅλαις τῶν θεῶν οὐσίαις, αἳ τὸν ὅλον κοινῇ κόσμον ἐπιτροπεύουσιν, ἀλλ' οὐ ταῖς τὰ μέρη κατανειμαμέναις αὐτοῦ, διὰ μεγαλοφροσύνην ἀξιῶν συμπολιτεύεσθαι· τό τε νόμιμον οὐ παρέβη αἰδοῖ τῶν θεῶν, καίτοι τἆλλα πατῶν καὶ παραχαράττων· αὐτόν τε οὐκ ἐπανήγαγεν, ὅθεν ἄσμενος ἠλευθέρωτο. Τί δ' ἦν τοῦτο; Τὸ πόλεως μιᾶς δουλεῦσαι νόμοις ἑαυτόν τε ὑποθεῖναι τούτῳ ὅπερ ἦν ἀνάγκη παθεῖν Ἀθηναίῳ γενομένῳ. Πῶς γὰρ οὐκ ἔμελλεν ὁ τῶν θεῶν εἵνεκεν εἰς Ὀλυμπίαν βαδίζων, ὁ τῷ Πυθίῳ πεισθεὶς καὶ φιλοσοφήσας ὥσπερ Σωκράτης [ὕστερον ὡς Ἀριστοτέλης] ‑ φησὶ γὰρ καὶ αὐτὸς εἶναι Πύθιον οἴκοι παρ' ἑαυτῷ, ὅθεν αὐτῷ καὶ ἡ ὁρμὴ πρὸς φιλοσοφίαν ἐγένετο ‑ μὴ παριέναι τῶν ἀνακτόρων εἴσω καὶ μάλα ἀσμένως, εἰ μὴ τοῦτο ἐξέκλινε τὸ ὑποθεῖναι νόμοις ἑαυτὸν καὶ δοῦλον ἀποφῆναι πολιτείας; Ἀλλὰ διὰ τί μὴ ταύτην εἶπε τὴν αἰτίαν, ἐκ τῶν ἐναντίων δὲ τὴν παραιρουμένην οὐ σμικρὰ τῆς τῶν μυστηρίων σεμνότητος; Ἴσως μὲν ἄν τις τὰ τοιαῦτα καὶ Πυθαγόρᾳ μάλιστα ἐπισκήψειεν, οὐκ ὀρθῶς λογιζόμενος· οὔτε γὰρ ῥητέον πάντα ἐστίν, αὐτῶν τε οἶμαι τούτων, ὧν θέμις φάναι, ἔνια πρὸς ‹τοὺς› πολλοὺς σιωπητέον εἶναί μοι φαίνεται. Φανερὰ δὲ ὅμως ἐστὶ καὶ τούτων ἡ αἰτία· κατανοήσας γὰρ ἀμελοῦντα μὲν τῆς περὶ τὸν βίον ὀρθότητος, ἐπὶ δὲ τῷ μεμυῆσθαι μεγαλοφρονοῦντα τὸν παραινοῦντα αὐτῷ τοιαῦτα, σωφρονίζων ἅμα καὶ διδάσκων αὐτὸν ὅτι τούτοις μέν, οἷς ἀξίως τοῦ μυηθῆναι βεβίωται, καὶ μὴ μυηθεῖσιν οἱ θεοὶ τὰς ἀμοιβὰς ἀκεραίους φυλάττουσι, τοῖς δὲ μοχθηροῖς οὐδέν ἐστι πλέον, κἂν εἴσω τῶν ἱερῶν εἰσφρήσωσι περιαύλων. Ἢ γὰρ οὐ ταῦτα καὶ ὁ ἱεροφάντης προαγορεύει, "ὅστις χεῖρα μὴ καθαρὸς καὶ ὅντινα μὴ χρή", τούτοις ἀπαγορεύων μὴ μυεῖσθαι; Τί πέρας ἡμῖν ἔσται τῶν λόγων, εἰ ταῦτα μήπω σε πείθει;