9802 542 1 5 0 0 II d. C. Narrazione fittizia Pseudo-Lucianuss Asinus Macleod, M.D., Cambridge, Mass., Harvard University Press, 1967 22

Pseudo-Lucianus - Asinus

ΛΟΥΚΙΟΣ Η ΟΝΟΣ

[1]    Ἀπῄειν ποτὲ ἐς Θετταλίαν· ἦν δέ μοι πατρικόν τι συμβόλαιον ἐκεῖ πρὸς ἄνθρωπον ἐπιχώριον· ἵππος δέ με κατῆγε καὶ τὰ σκεύη καὶ θεράπων ἠκολούθει εἷς. ἐπορευόμην οὖν τὴν προκειμένην ὁδόν· καί πως ἔτυχον καὶ ἄλλοι ἀπιόντες ἐς Ὕπατα πόλιν τῆς Θετταλίας, ἐκεῖθεν ὄντες· καὶ ἁλῶν ἐκοινωνοῦμεν, καὶ οὕτως ἐκείνην τὴν ἀργαλέαν ὁδὸν ἀνύσαντες πλησίον ἤδη τῆς πόλεως ἦμεν, κἀγὼ ἠρόμην τοὺς Θετταλοὺς εἴπερ ἐπίστανται ἄνδρα οἰκοῦντα ἐς τὰ Ὕπατα, Ἵππαρχον τοὔνομα. γράμματα δὲ αὐτῷ ἐκόμιζον οἴκοθεν, ὥστε οἰκῆσαι παρ' αὐτῷ. οἱ δὲ εἰδέναι τὸν Ἵππαρχον τοῦτον ἔλεγον καὶ ὅπῃ τῆς πόλεως οἰκεῖ καὶ ὅτι ἀργύριον ἱκανὸν ἔχει καὶ ὅτι μίαν θεράπαιναν τρέφει καὶ τὴν αὑτοῦ γαμετὴν μόνας· ἔστι γὰρ φιλαργυρώτατος δεινῶς. ἐπεὶ δὲ πλησίον τῆς πόλεως ἐγεγόνειμεν, κῆπός τις ἦν καὶ ἔνδον οἰκίδιον ἀνεκτόν, ἔνθα ὁ Ἵππαρχος ᾤκει.

[2]    οἱ μὲν οὖν ἀσπασάμενοί με ᾤχοντο, ἐγὼ δὲ κόπτω προσελθὼν τὴν θύραν, καὶ μόλις μὲν καὶ βραδέως, ὑπήκουσε δ' οὖν γυνή, εἶτα καὶ προῆλθεν. ἐγὼ μὲν ἠρόμην εἰ ἔνδον εἴη Ἵππαρχος· Ἔνδον, ἔφη· σὺ δὲ τίς ἢ τί βουλόμενος πυνθάνῃ;

   Γράμματα ἥκω κομίζων αὐτῷ παρὰ Δεκριανοῦ τοῦ Πατρέως σοφιστοῦ.

   Μεῖνόν με, ἔφη, αὐτοῦ, καὶ τὴν θύραν συγκλείσασα ᾤχετο εἴσω πάλιν· καί ποτε ἐξελθοῦσα κελεύει ἡμᾶς εἰσελθεῖν. κἀγὼ δὲ παρελθὼν εἴσω ἀσπάζομαι αὐτὸν καὶ τὰ γράμματα ἐπέδωκα. ἔτυχεν δὲ ἐν ἀρχῇ δείπνου ὢν καὶ κατέκειτο ἐπὶ κλινιδίου στενοῦ, γυνὴ δὲ αὐτοῦ καθῆστο πλησίον, καὶ τράπεζα μηδὲν ἔχουσα παρέκειτο. ὁ δὲ ἐπειδὴ τοῖς γράμμασιν ἐνέτυχεν, Ἀλλ' ὁ μὲν φίλτατος ἐμοί, ἔφη, καὶ τῶν Ἑλλήνων ἐξοχώτατος Δεκριανὸς εὖ ποιεῖ καὶ θαρρῶν πέμπει παρ' ἐμοὶ τοὺς ἑταίρους τοὺς ἑαυτοῦ· τὸ δὲ οἰκίδιον τὸ ἐμὸν ὁρᾷς, ὦ Λούκιε, ὡς ἔστι μικρὸν μέν, ἀλλὰ εὔγνωμον τὸν οἰκοῦντα ἐνεγκεῖν· ποιήσεις δὲ αὐτὸ σὺ μεγάλην οἰκίαν ἀνεξικάκως οἰκήσας. καὶ καλεῖ τὴν παιδίσκην, Ὦ Παλαίστρα, δὸς τὸν ἕτερον κοιτῶνα καὶ θὲς λαβοῦσα εἴ τι κομίζει σκεῦος, εἶτα πέμπε αὐτὸν εἰς βαλανεῖον· οὐχὶ μετρίαν γὰρ ἐλήλυθεν ὁδόν.

[3] ταῦτα εἰπόντος τὸ παιδισκάριον ἡ Παλαίστρα ἄγει με καὶ δείκνυσί μοι κάλλιστον οἰκημάτιον· καί, Σὺ μέν, ἔφη, ἐπὶ ταύτης τῆς κλίνης κοιμήσῃ, τῷ δὲ παιδί σου σκιμπόδιον αὐτοῦ παραθήσω καὶ προσκεφάλαιον ἐπιθήσω. ταῦτα εἰπούσης ἡμεῖς ἀπῄειμεν λουσόμενοι δόντες αὐτῇ κριθιδίων τιμὴν εἰς τὸν ἵππον· ἡ δὲ πάντα ἔφερεν λαβοῦσα εἴσω καὶ κατέθηκεν. ἡμεῖς δὲ λουσάμενοι ἀναστρέψαντες εἴσω εὐθὺς παρήλθομεν, καὶ ὁ Ἵππαρχός με δεξιωσάμενος ἐκέλευεν συνανακλίνεσθαι μετ' αὐτοῦ. τὸ δὲ δεῖπνον οὐ σφόδρα λιτόν· ὁ δὲ οἶνος ἡδὺς καὶ παλαιὸς ἦν. ἐπεὶ δὲ ἐδεδειπνήκειμεν, πότος ἦν καὶ λόγος οἷος ἐπὶ δείπνου ξένου, καὶ οὕτω τὴν ἑσπέραν ἐκείνην πότῳ δόντες ἐκοιμήθημεν. τῇ δ' ὑστεραίᾳ ὁ Ἵππαρχος ἤρετό με τίς μὲν ἔσται ἡ νῦν μοι ὁδὸς καὶ εἰ πάσαις ταῖς ἡμέραις αὐτοῦ προσμενῶ. Ἄπειμι μέν, ἔφην, εἰς Λάρισσαν, ἔοικα δὲ ἐνθάδε διατρίψειν τριῶν ἢ πέντε ἡμερῶν.

[4]    ἀλλὰ τοῦτο μὲν ἦν σκῆψις. ἐπεθύμουν δὲ σφόδρα μείνας ἐνταῦθα ἐξευρεῖν τινα τῶν μαγεύειν ἐπισταμένων γυναικῶν καὶ θεάσασθαί τι παράδοξον, ἢ πετόμενον ἄνθρωπον ἢ λιθούμενον. καὶ τῷ ἔρωτι τῆς θέας ταύτης δοὺς ἐμαυτὸν περιῄειν τὴν πόλιν, ἀπορῶν μὲν τῆς ἀρχῆς τοῦ ζητήματος, ὅμως δὲ περιῄειν· κἀν τούτῳ γυναῖκα ὁρῶ προσιοῦσαν ἔτι νέαν, εὐπορουμένην, ὅσον ἦν ἐκ τῆς ὁδοῦ συμβαλεῖν· ἱμάτια γὰρ ἀνθινὰ καὶ παῖδες συχνοὶ καὶ χρυσίον περιττόν. ὡς δὲ πλησιαίτερον γίνομαι, προσαγορεύει με ἡ γυνή, καὶ ἀμείβομαι αὐτῇ ὁμοίως, καὶ φησίν, Ἐγὼ Ἄβροιά εἰμι, εἴ τινα τῆς σῆς μητρὸς φίλην ἀκούεις, καὶ ὑμᾶς δὲ τοὺς ἐξ ἐκείνης γενομένους φιλῶ ὥσπερ οὓς ἔτεκον αὐτή· τί οὖν οὐχὶ παρ' ἐμοὶ καταλύσεις, ὦ τέκνον;

   Ἀλλὰ σοὶ μέν, ἔφην, πολλὴ χάρις, αἰδοῦμαι δὲ οὐδὲν ἀνδρὶ φίλῳ ἐγκαλῶν ἔπειτα φεύγων τὴν ἐκείνου οἰκίαν· ἀλλὰ τῇ γνώμῃ, φιλτάτη, κατάγομαι παρὰ σοί.

   Ποῖ δέ, ἔφη, καὶ κατάγῃ;

   Παρὰ Ἱππάρχῳ.

   Τῷ φιλαργύρῳ; ἔφη.

   Μηδαμῶς, εἶπον, ὦ μῆτερ, τοῦτο εἴπῃς. λαμπρὸς γὰρ καὶ πολυτελὴς γέγονεν εἰς ἐμέ, ὥστε καὶ ἐγκαλέσαι ἄν τις τῇ τρυφῇ.

   ἡ δὲ μειδιάσασα καί με τῆς χειρὸς λαβομένη ἄγει ἀπωτέρω καὶ λέγει πρὸς ἐμέ, Φυλάττου μοι, ἔφη, τὴν Ἱππάρχου γυναῖκα πάσῃ μηχανῇ· μάγος γάρ ἐστι δεινὴ καὶ μάχλος καὶ πᾶσι τοῖς νέοις ἐπιβάλλει τὸν ὀφθαλμόν· καὶ εἰ μή τις ὑπακούσει αὐτῇ, τοῦτον τῇ τέχνῃ ἀμύνεται, καὶ πολλοὺς μετεμόρφωσεν εἰς ζῷα, τοὺς δὲ τέλεον ἀπώλεσε· σὺ δὲ καὶ νέος εἶ, τέκνον, καὶ καλός, ὥστε εὐθὺς ἀρέσαι γυναικί, καὶ ξένος, πρᾶγμα εὐκαταφρόνητον.

[5]    ἐγὼ δὲ πυθόμενος ὅτι τὸ πάλαι μοι ζητούμενον οἴκοι παρ' ἐμοὶ κάθηται, προσεῖχον αὐτῇ οὐδὲν ἔτι. ὡς δέ ποτε ἀφείθην, ἀπῄειν οἴκαδε λαλῶν πρὸς ἐμαυτὸν ἐν τῇ ὁδῷ, Ἄγε δὴ σὺ ὁ φάσκων ἐπιθυμεῖν ταύτης τῆς παραδόξου θέας, ἔγειρέ μοι σεαυτὸν καὶ τέχνην εὕρισκε σοφήν, ᾗ τεύξῃ τούτων ὧν ἐρᾷς, καὶ ἐπὶ τὴν θεράπαιναν τὴν Παλαίστραν ἤδη ἀποδύου ‑ τῆς γὰρ γυναικὸς τοῦ ξένου καὶ φίλου πόρρω ἵστασο ‑ κἀπὶ ταύτης κυλιόμενος καὶ γυμναζόμενος καὶ ταύτῃ συμπλεκόμενος εὖ ἴσθι ὡς ῥᾳδίως γνώσῃ· δοῦλοι γὰρ ἐπίστανται καὶ καλὰ καὶ αἰσχρά.

   καὶ ταῦτα λέγων πρὸς ἐμαυτὸν εἰσῄειν οἴκαδε. τὸν μὲν οὖν Ἵππαρχον οὐ κατέλαβον ἐν τῇ οἰκίᾳ οὐδὲ τὴν ἐκείνου γυναῖκα, ἡ δὲ Παλαίστρα τῇ ἑστίᾳ παρήδρευεν δεῖπνον ἡμῖν εὐτρεπίζουσα.

[6] κἀγὼ εὐθὺς ἔνθεν ἑλών, Ὡς εὐρύθμως, ἔφην, ὦ καλὴ Παλαίστρα, τὴν πυγὴν τῇ χύτρᾳ ὁμοῦ συμπεριφέρεις καὶ κλίνεις. ἡ δὲ ὀσφὺς ἡμῖν ὑγρῶς ἐπικινεῖται. μακάριος ὅστις ἐνταῦθα ἐνεβάψατο.

   ἡ δὲ ‑ σφόδρα γὰρ ἦν ἰταμὸν καὶ χαρίτων μεστὸν τὸ κοράσιον ‑ Φεύγοις ἄν, εἶπεν, ὦ νεανίσκε, εἴ γε νοῦν ἔχοις καὶ ζῆν ἐθέλοις, ὡς πολλοῦ πυρὸς καὶ κνίσης μεστά· ἢν γὰρ αὐτοῦ μόνον ἅψῃ, τραῦμα ἔχων πυρίκαυτον αὐτοῦ μοι παρεδρεύοις, θεραπεύσαι δέ σε οὐδεὶς ἀλλ' οὐδὲ θεὸς ἰατρός, ἀλλ' ἡ κατακαύσασά σε μόνη ἐγώ, καὶ τὸ παραδοξότατον, ἐγὼ μέν σε ποιήσω πλέον ποθεῖν, καὶ τῆς ἀπὸ τῆς θεραπείας ὀδύνης ἀρδόμενος ἀεὶ ἀνέξῃ καὶ οὐδὲ λίθοις βαλλόμενος τὴν γλυκεῖαν ὀδύνην φεύξῃ. τί γελᾷς; ἀκριβῆ βλέπεις ἀνθρωπομάγειρον. οὐ γὰρ μόνα ταῦτα φαῦλα ἐδώδιμα σκευάζω, ἀλλ' ἤδη τὸ μέγα τοῦτο καὶ καλόν, τὸν ἄνθρωπον, οἶδα ἔγωγε καὶ σφάττειν καὶ δέρειν καὶ κατακόπτειν, ἥδιστα δὲ τῶν σπλάγχνων αὐτῶν καὶ τῆς καρδίας ἅπτομαι.

   Τοῦτο μὲν ὀρθῶς, ἔφην, λέγεις· καὶ γὰρ ἐμὲ πόρρωθεν καὶ μηδὲ ἐγγὺς ὄντα οὐ κατακαύματι μὰ Δί' ἀλλὰ ὅλῳ ἐμπρησμῷ ἐπέθηκας, καὶ διὰ τῶν ὀμμάτων τῶν ἐμῶν τὸ σὸν μὴ φαινόμενον πῦρ κάτω ἐς τὰ σπλάγχνα τἀμὰ ῥίψασα φρύγεις καὶ ταῦτα οὐδὲν ἀδικοῦντα· ὥστε πρὸς θεῶν ἴασαί με ταύταις αἷς λέγεις αὐτὴ ταῖς πικραῖς καὶ ἡδείαις θεραπείαις, καί με ἤδη ἀπεσφαγμένον λαβοῦσα δεῖρε, ὅπως αὐτὴ θέλεις.

   ἡ δὲ μέγα καὶ ἥδιστον ἐκ τούτου ἀνακαγχάσασα ἐμὴ τὸ λοιπὸν ἦν, καὶ συνέκειτο ἡμῖν ὅπως, ἐπειδὰν κατακοιμίσῃ τοὺς δεσπότας, ἔλθῃ εἴσω παρ' ἐμὲ καὶ καθευδήσῃ.

[7] κἀπειδὴ ἀφίκετό ποτε ὁ Ἵππαρχος, λουσάμενοι ἐδειπνοῦμεν καὶ πότος ἦν συχνὸς ἡμῶν ὁμιλούντων· εἶτα τοῦ ὕπνου καταψευσάμενος ἀνίσταμαι καὶ ἔργῳ ἀπῄειν ἔνθα ᾤκουν. πάντα δὲ τὰ ἔνδον εὖ παρεσκεύαστο· τῷ μὲν παιδὶ ἔξω ὑπέστρωτο, τράπεζα δὲ τῇ κλίνῃ παρειστήκει ποτήριον ἔχουσα· καὶ οἶνος αὐτοῦ παρέκειτο καὶ ὕδωρ ἕτοιμον καὶ ψυχρὸν καὶ θερμόν. πᾶσα δὲ ἦν αὕτη τῆς Παλαίστρας παρασκευή. τῶν δὲ στρωμάτων ῥόδα πολλὰ κατεπέπαστο, τὰ μὲν οὕτω γυμνὰ καθ' αὑτά, τὰ δὲ λελυμένα, τὰ δὲ στεφάνοις συμπεπλεγμένα. κἀγὼ τὸ συμπόσιον εὑρὼν ἕτοιμον ἔμενον τὸν συμπότην.

[8] ἡ δὲ ἐπειδὴ κατέκλινε τὴν δέσποιναν, σπουδῇ παρ' ἐμὲ ἧκε, καὶ ἦν εὐφροσύνη τὸν οἶνον ἡμῶν καὶ τὰ φιλήματα προπινόντων ἀλλήλοις. ὡς δὲ τῷ ποτῷ παρεσκευάσαμεν ἑαυτοὺς εὖ πρὸς τὴν νύκτα, λέγει πρός με ἡ Παλαίστρα· Τοῦτο μὲν πάντως δεῖ σε μνημονεύειν, ὦ νεανίσκε, ὅτι εἰς Παλαίστραν ἐμπέπτωκας, καὶ χρή σε νῦν ἐπιδεῖξαι εἰ γέγονας ἐν τοῖς ἐφήβοις γοργὸς καὶ παλαίσματα πολλὰ ἔμαθές ποτε.

   Ἀλλ' οὐκ ἂν ἴδοις φεύγοντά με τὸν ἔλεγχον τοῦτον· ὥστε ἀπόδυσαι, καὶ ἤδη παλαίωμεν.

   ἡ δέ, Οὕτως, ἔφη, ὡς ἐγὼ θέλω, παράσχου μοι τὴν ἐπίδειξιν· ἐγὼ μὲν νόμῳ διδασκάλου καὶ ἐπιστάτου τὰ ὀνόματα τῶν παλαισμάτων ὧν ἐθέλω εὑροῦσα ἐρῶ, σὺ δὲ ἕτοιμος γίνου ἐς τὸ ὑπακούειν καὶ ποιεῖν πᾶν τὸ κελευόμενον.

   Ἀλλ' ἐπίταττε, ἔφην, καὶ σκόπει ὅπως εὐχερῶς καὶ ὑγρῶς τὰ παλαίσματα καὶ εὐτόνως ἔσται.

[9]    ἡ δὲ ἀποδυσαμένη τὴν ἐσθῆτα καὶ στᾶσα ὅλη γυμνὴ ἔνθεν ἤρξατο ἐπιτάττειν, Ὦ μειράκιον, ἔκδυσαι καὶ ἀλειψάμενος ἔνθεν ἐκ τοῦ μύρου συμπλέκου τῷ ἀνταγωνιστῇ· δύο μηρῶν σπάσας κλῖνον ὑπτίαν, ἔπειτα ἀνώτερος ὑποβάλλων διὰ μηρῶν καὶ διαστείλας αἰώρει καὶ τεῖνε ἄνω τὰ σκέλη, καὶ χαλάσας καὶ στήσας κολλῶ αὐτῷ καὶ παρεισελθὼν βάλε καὶ πρώσας νύσσε ἤδη πανταχοῦ ἕως πονέσῃ, καὶ ἡ ὀσφὺς ἰσχυέτω, εἶτα ἐξελκύσας κατὰ πλάτος διὰ βουβῶνος δῆξον, καὶ πάλιν συνώθει εἰς τὸν τοῖχον, εἶτα τύπτε· ἐπειδὰν δὲ χάλασμα ἴδῃς, τότ' ἤδη ἐπιβὰς ἅμμα κατ' ἰξύος δήσας σύνεχε, καὶ πειρῶ μὴ σπεύδειν, ἀλλ' ὀλίγον διακαρτερήσας σύντρεχε. ἤδη ἀπολέλυσαι.

[10]    κἀγὼ ἐπειδὴ ῥᾳδίως πάντα ὑπήκουσα καὶ εἰς τέλος ἡμῖν ἔληξε τὰ παλαίσματα, λέγω πρὸς τὴν Παλαίστραν ἅμα ἐπιγελάσας, Ὦ διδάσκαλε, ὁρᾷς μὲν ὅπως εὐχερῶς καὶ εὐηκόως πεπάλαισταί μοι, σκόπει δέ, μὴ οὐκ ἐν κόσμῳ τὰ παλαίσματα ὑποβάλλεις· ἄλλα γὰρ ἐξ ἄλλων ἐπιτάττεις.

   ἡ δὲ ἐπὶ κόρρης πλήξασά με, Ὡς φλύαρον, ἔφη, παρέλαβον τὸν μαθητήν. σκόπει οὖν μὴ πληγὰς ἔτι πλείους λάβῃς ἄλλα καὶ οὐ τὰ ἐπιταττόμενα παλαίων.

   καὶ ταῦτα εἰποῦσα ἐπανίσταται καὶ θεραπεύσασα ἑαυτήν, Νῦν, ἔφη, δείξεις εἴπερ νέος εἶ καὶ εὔτονος παλαιστὴς καὶ εἰ ἐπίστασαι παλαίειν καὶ ποιεῖν τὰ ἀπὸ γονατίου.

   καὶ πεσοῦσα ἐπὶ τοῦ λέχους ἐς γόνυ, Ἄγε δὴ σὺ ὁ παλαιστής, ἔχεις τὰ μέσα, ὥστε τινάξας ὀξεῖαν ἐπίπρωσον καὶ βάθυνον. ψιλὸν ὁρᾷς αὐτοῦ παρακείμενον, τούτῳ χρῆσαι· πρῶτον δὲ κατὰ λόγον, ὡς ἅμμα σφίγγε, εἶτα ἀνακλάσας ἔμβαλε καὶ σύνεχε καὶ μὴ δίδου διάστημα. ἐὰν δὲ χαλᾶται, θᾶττον ἐπάρας ἀνώτερον μετάθες καὶ κρούσας κῦψον καὶ σκόπει ὅπως μὴ ἀνασπάσῃς θᾶττον ἢ κελευσθῇς, ἀλλὰ δὴ κυρτώσας πολὺ αὐτὸν ὕφελε, καὶ ὑποβαλὼν κάτω αὖθις τὴν παρεμβολὴν σύνεχε καὶ κινοῦ, εἶτα ἄφες αὐτόν· πέπτωκε γὰρ καὶ λέλυται καὶ ὕδωρ ὅλος ἔστι σοι ὁ ἀνταγωνιστής.

   ἐγὼ δὲ ἤδη μέγα ἀναγελῶν, Ἐθέλω, ἔφην, καὶ αὐτός, ὦ διδάσκαλε, παλαίσματα ὀλίγ' ἄττα ἐπιτάξαι, σὺ δὲ ὑπάκουσον ἐπαναστᾶσα καὶ κάθισον, εἶτα δοῦσα κατὰ χειρὸς πάραψαι τὸ λοιπὸν καὶ καταμάττου, καί με πρὸς τοῦ Ἡρακλέους περιλαβοῦσα ἤδη κοίμισον.

[11]    Ἐν τοιαύταις ἡδοναῖς καὶ παιδιαῖς παλαισμάτων ἀγωνιζόμενοι νυκτερινοὺς ἀγῶνας ἐστεφανούμεθα, καὶ ἦν πολλὴ μὲν ἐν τούτῳ τρυφή· ὥστε τῆς εἰς τὴν Λάρισσαν ὁδοῦ παντάπασιν ἐπιλελήσμην. καί ποτε ἐπὶ νοῦν μοι ἦλθε τὸ μαθεῖν ὧν ἕνεκα ἤθλουν, καὶ φημὶ πρὸς αὐτήν, Ὦ φιλτάτη, δεῖξόν μοι μαγγανεύουσαν ἢ μεταμορφουμένην τὴν δέσποιναν· πάλαι γὰρ τῆς παραδόξου ταύτης θέας ἐπιθυμῶ. μᾶλλον ‹δ'› εἴ τι σὺ οἶδας, αὐτὴ μαγγάνευσον, ὥστε φανῆναί μοι ἄλλην ἐξ ἄλλης ὄψιν. οἶμαι δὲ καὶ σὲ οὐκ ἀπείρως τῆσδε τῆς τέχνης ἔχειν· τοῦτο δὲ οὐ παρ' ἑτέρου μαθών, ἀλλὰ παρὰ τῆς ἐμαυτοῦ ψυχῆς λαβὼν οἶδα, ἐπεί με τὸν πάλαι ἀδαμάντινον, ὡς ἔλεγον αἱ γυναῖκες, ἐς μηδεμίαν γυναῖκα τὰ ὄμματα ταῦτα ἐρωτικῶς ποτε ἐκτείναντα συλλαβοῦσα τῇ τέχνῃ ταύτῃ αἰχμάλωτον ἔχεις ἐρωτικῷ πολέμῳ ψυχαγωγοῦσα.

   ἡ δὲ Παλαίστρα, Παῦσαι, φησί, προσπαίζων. τίς γὰρ ᾠδὴ δύναται μαγεῦσαι τὸν ἔρωτα, ὄντα τῆς τέχνης κύριον; ἐγὼ δέ, ὦ φίλτατε, τούτων μὲν οἶδα οὐδὲν μὰ τὴν κεφαλὴν τὴν σὴν καὶ τήνδε τὴν μακαρίαν εὐνήν· οὐδὲ γὰρ γράμματα ἔμαθον, καὶ ἡ δέσποινα βάσκανος οὖσα τυγχάνει εἰς τὴν αὑτῆς τέχνην· εἰ δέ μοι καιρὸς ἐπιτρέψει πειράσομαι παρασχεῖν σοι τὸ ἰδεῖν μεταμορφουμένην τὴν κεκτημένην.

   καὶ τότε μὲν ἐπὶ τούτοις ἐκοιμήθημεν.

[12] ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς ἀγγέλλει πρός με ἡ Παλαίστρα ὡς ἡ δέσποινα αὐτῆς μέλλοι ὄρνις γενομένη πέτεσθαι πρὸς τὸν ἐρώμενον.

   κἀγώ, Νῦν, ἔφην, ὁ καιρός, ὦ Παλαίστρα, τῆς εἰς ἐμὲ χάριτος, ᾗ νῦν ἔχεις τὸν σαυτῆς ἱκέτην ἀναπαῦσαι πολυχρονίου ἐπιθυμίας.

   Θάρρει, ἔφη.

   κἀπειδὴ ἑσπέρα ἦν, ἄγει με λαβοῦσα πρὸς τὴν θύραν τοῦ δωματίου, ἔνθα ἐκεῖνοι ἐκάθευδον, καὶ κελεύει με προσάγειν ὀπῇ τινι τῆς θύρας λεπτῇ καὶ σκοπεῖν τὰ γινόμενα ἔνδον. ὁρῶ οὖν τὴν μὲν γυναῖκα ἀποδυομένην. εἶτα γυμνὴ τῷ λύχνῳ προσελθοῦσα καὶ χόνδρους δύο λαβοῦσα τὸν μὲν λιβανωτὸν τῷ πυρὶ τοῦ λύχνου ἐπέθηκε καὶ στᾶσα πολλὰ τοῦ λύχνου κατελάλησεν· εἶτα κιβώτιον ἁδρὸν ἀνοίξασα, πάνυ πολλὰς ἔχον πυξίδας ἐν αὑτῷ, ἔνθεν ἀναιρεῖται καὶ προφέρει μίαν· ἡ δὲ εἶχεν ἐμβεβλημένον ὅ τι μὲν οὐκ οἶδα, τῆς δὲ ὄψεως αὐτῆς ἕνεκα ἔλαιον αὐτὸ ἐδόκουν εἶναι. ἐκ τούτου λαβοῦσα χρίεται ὅλη, ἀπὸ τῶν ὀνύχων ἀρξαμένη τῶν κάτω, καὶ ἄφνω πτερὰ ἐκφύεται αὐτῇ, καὶ ἡ ῥὶν κερατίνη καὶ γρυπὴ ἐγένετο, καὶ τἆλλα δὲ ὅσα ὀρνίθων κτήματα καὶ σύμβολα πάντα εἶχε· καὶ ἦν ἄλλο οὐδὲν ἢ κόραξ νυκτερινός. ἐπεὶ δὲ εἶδεν ἑαυτὴν ἐπτερωμένην, κρώξασα δεινὸν καὶ οἷον ἐκεῖνοι οἱ κόρακες, ἀναστᾶσα ᾤχετο πετομένη διὰ τῆς θυρίδος.

[13] ἐγὼ δὲ ὄναρ ἐκεῖνο οἰόμενος ὁρᾶν τοῖς δακτύλοις τῶν ἑαυτοῦ βλεφάρων ἡπτόμην, οὐ πιστεύων τοῖς ἐμαυτοῦ ὀφθαλμοῖς οὔθ' ὅτι βλέπουσιν οὔθ' ὅτι ἐγρηγόρασιν. ὡς δὲ μόλις καὶ βραδέως ἐπείσθην ὅτι μὴ καθεύδω, ἐδεόμην τότε τῆς Παλαίστρας πτερῶσαι κἀμὲ καὶ χρίσασαν ἐξ ἐκείνου τοῦ φαρμάκου ἐᾶσαι πέτεσθαί με· ἠβουλόμην γὰρ πείρᾳ μαθεῖν εἰ μεταμορφωθεὶς ἐκ τοῦ ἀνθρώπου καὶ τὴν ψυχὴν ὄρνις ἔσομαι. ἡ δὲ τὸ δωμάτιον ὑπανοίξασα κομίζει τὴν πυξίδα. ἐγὼ δὲ σπεύδων ἤδη ἀποδύσας χρίω ὅλον ἐμαυτόν, καὶ ὄρνις μὲν οὐ γίνομαι ὁ δυστυχής, ἀλλά μοι οὐρὰ ὄπισθεν ἐξῆλθεν, καὶ οἱ δάκτυλοι πάντες ᾤχοντο οὐκ οἶδ' ὅποι· ὄνυχας δὲ τοὺς πάντας τέσσαρας εἶχον, καὶ τούτους οὐδὲν ἄλλο ἢ ὁπλάς, καί μοι αἱ χεῖρες καὶ οἱ πόδες κτήνους πόδες ἐγένοντο, καὶ τὰ ὦτα δὲ μακρὰ καὶ τὸ πρόσωπον μέγα. ἐπεὶ δὲ κύκλῳ περιεσκόπουν, αὑτὸν ἑώρων ὄνον, φωνὴν δὲ ἀνθρώπου ἐς τὸ μέμψασθαι τὴν Παλαίστραν οὐκέτι εἶχον. τὸ δὲ χεῖλος ἐκτείνας κάτω καὶ αὐτῷ δὴ τῷ σχήματι ὡς ὄνος ὑποβλέπων ᾐτιώμην αὐτήν, ὅση δύναμις, ὄνος ἀντὶ ὄρνιθος γενόμενος.

[14] ἡ δὲ ἀμφοτέραις ταῖς χερσὶν τυψαμένη τὸ πρόσωπον, Τάλαινα, εἶπεν, ἐγώ, μέγα εἴργασμαι κακόν· σπεύσασα γὰρ ἥμαρτον ἐν τῇ ὁμοιότητι τῶν πυξίδων καὶ ἄλλην ἔλαβον οὐχὶ τὴν τὰ πτερὰ φύουσαν. ἀλλὰ θάρρει μοι, φίλτατε· ῥᾴων γὰρ ἡ τούτου θεραπεία· ῥόδα γὰρ μόνα εἰ φάγοις, ἀποδύσῃ μὲν αὐτίκα τὸ κτῆνος, τὸν δὲ ἐραστήν μοι τὸν ἐμὸν αὖθις ἀποδώσεις. ἀλλά μοι, φίλτατε, τὴν μίαν νύκτα ταύτην ὑπόμεινον ἐν τῷ ὄνῳ, ὄρθρου δὲ δραμοῦσα οἴσω σοι ῥόδα καὶ φαγὼν ἰαθήσῃ. ταῦτα εἶπεν καταψήσασα μου τὰ ὦτα καὶ τὸ λοιπὸν δέρμα.

[15]    ἐγὼ δὲ τὰ μὲν ἄλλα ὄνος ἤμην, τὰς δὲ φρένας καὶ τὸν νοῦν ἄνθρωπος ἐκεῖνος ὁ Λούκιος, δίχα τῆς φωνῆς. πολλὰ οὖν κατ' ἐμαυτὸν μεμψάμενος τὴν Παλαίστραν ἐπὶ τῇ ἁμαρτίᾳ δακὼν τὸ χεῖλος ἀπῄειν ἔνθα ἠπιστάμην ἑστῶτα τὸν ἐμαυτοῦ ἵππον καὶ ἄλλον ἀληθινὸν ὄνον τὸν Ἱππάρχου. οἱ δὲ αἰσθόμενοί με εἴσω παριόντα, δείσαντες μὴ τοῦ χόρτου κοινωνὸς αὐτοῖς ἐπεισέρχομαι, τὰ ὦτα κατακλίναντες ἕτοιμοι ἦσαν τοῖς ποσὶν ἀμύνειν τῇ γαστρί· κἀγὼ συνεὶς πορρωτέρω ποι τῆς φάτνης ἀποχωρήσας ἑστὼς ἐγέλων, ὁ δέ μοι γέλως ὀγκηθμὸς ἦν. ταῦτα δ' ἄρ' ἐνενόουν πρὸς ἐμαυτόν· Ὢ τῆς ἀκαίρου ταύτης περιεργίας. τί δέ, εἰ λύκος παρεισέλθοι ἢ ἄλλο τι θηρίον; κινδυνεύεταί μοι μηδὲν κακὸν πεποιηκότι. ταῦτα ἐννοῶν ἠγνόουν ὁ δυστυχὴς τὸ μέλλον κακόν.

[16]    ἐπεὶ γὰρ ἦν ἤδη νὺξ βαθεῖα καὶ σιωπὴ πολλὴ καὶ ὕπνος ὁ γλυκύς, ψοφεῖ μὲν ἔξωθεν ὁ τοῖχος ὡς διορυττόμενος, καὶ διωρύττετό γε, καὶ ὀπὴ ἤδη ἐγεγόνει ἄνθρωπον δέξασθαι δυναμένη, καὶ εὐθὺς ἄνθρωπος ταύτῃ παρῄει καὶ ἄλλος ὁμοίως, καὶ πολλοὶ ἔνδον ἦσαν καὶ πάντες εἶχον ξίφη. εἶτα καταδήσαντες ἔνδον ἐν τοῖς δωματίοις τὸν Ἵππαρχον καὶ τὴν Παλαίστραν καὶ τὸν ἐμὸν οἰκέτην ἀδεῶς ἤδη τὴν οἰκίαν ἐκένουν τά τε χρήματα καὶ τὰ ἱμάτια καὶ τὰ σκεύη κομίζοντες ἔξω. ὡς δὲ οὐδὲν ἄλλο ἔνδον κατελείπετο, λαβόντες καὶ τὸν ἄλλον ὄνον καὶ τὸν ἵππον ἐπέσαξαν, ἔπειτα ὅσα ἐβάστασαν, ἐπικατέδησαν ἡμῖν. καὶ οὕτως μέγα ἄχθος φέροντας ἡμᾶς ξύλοις παίοντες ἤλαυνον ὡς εἰς τὸ ὄρος ἀτρίπτῳ ὁδῷ φεύγειν πειρώμενοι. τὰ μὲν οὖν ἄλλα κτήνη οὐκ ἔχω εἰπεῖν ὅ τι ἔπασχεν, ἐγὼ δὲ ἀνυπόδητος ἀσυνήθης ἀπιὼν πέτραις ὀξείαις ἐπιβαίνων, τοσαῦτα σκεύη φέρων ἀπωλλύμην. καὶ πολλάκις προσέπταιον, καὶ οὐκ ἦν ἐξὸν καταπεσεῖν, καὶ εὐθὺς ἄλλος ὄπισθεν κατὰ τῶν μηρῶν ἔπαιεν ξύλῳ. ἐπεὶ δὲ πολλάκις Ὦ Καῖσαρ ἀναβοῆσαι ἐπεθύμουν, οὐδὲν ἄλλο ἢ ὠγκώμην, καὶ τὸ μὲν ὦ μέγιστον καὶ εὐφωνότατον ἐβόων, τὸ δὲ Καῖσαρ οὐκ ἐπηκολούθει. ἀλλὰ μὴν καὶ δι' αὐτὸ τοῦτο ἐτυπτόμην ὡς προδιδοὺς αὐτοὺς τῷ ὀγκηθμῷ. μαθὼν οὖν ὅτι ἄλλως ἐβόων, ἔγνων σιγῇ προϊέναι καὶ κερδαίνειν τὸ μὴ παίεσθαι.

[17]    ἐπὶ τούτῳ ἡμέρα τε ἤδη ἦν, καὶ ἡμεῖς ὄρη πολλὰ ἀναβεβήκειμεν, καὶ στόματα δὲ ἡμῶν δεσμῷ ἐπείχετο, ὡς μὴ περιβοσκόμενοι τὴν ὁδὸν ἐς τὸ ἄριστον ἀναλίσκοιμεν· ὥστε ἐς τὴν τότε καὶ ἔμεινα ὄνος. ἐπεὶ δὲ ἦν αὐτὸ τὸ μέσον τῆς ἡμέρας, καταλύομεν εἴς τινα ἔπαυλιν συνήθων ἐκείνοις ἀνθρώπων, ὅσον ἦν ἐκ τῶν γινομένων σκοπεῖν· καὶ γὰρ φιλήμασιν ἠσπάζοντο ἀλλήλους καὶ καταλύειν ἐκέλευον αὐτοὺς οἱ ἐν τῇ ἐπαύλει καὶ παρέθηκαν ἄριστον καὶ τοῖς κτήνεσιν ἡμῖν παρέβαλον κριθίδια. καὶ οἱ μὲν ἠρίστων, ἐγὼ δὲ ἐπείνων μὲν κακῶς· ἀλλ' ἐπειδὴ οὐπώποτε κριθὰς ὠμὰς ἠριστήκειν, ἐσκοπούμην ὅ τι καὶ καταφάγοιμι. ὁρῶ δὲ κῆπον αὐτοῦ ὀπίσω τῆς αὐλῆς, καὶ εἶχε λάχανα πολλὰ καὶ καλὰ καὶ ῥόδα ὑπὲρ αὐτῶν ἐφαίνετο· κἀγὼ λαθὼν πάντας τοὺς ἔνδον ἀσχολουμένους περὶ τὸ ἄριστον ἔρχομαι ἐπὶ τὸν κῆπον, τοῦτο μὲν ὠμῶν λαχάνων ἐμπλησθησόμενος, τοῦτο δὲ τῶν ῥόδων ἕνεκα· ἐλογιζόμην γὰρ ὅτι δῆθεν φαγὼν τῶν ἀνθῶν πάλιν ἄνθρωπος ἔσομαι. εἶτα ἐμβὰς εἰς τὸν κῆπον θριδάκων μὲν καὶ ῥαφανίδων καὶ σελίνων, ὅσα ὠμὰ ἐσθίει ἄνθρωπος, ἐνεπλήσθην, τὰ δὲ ῥόδα ἐκεῖνα οὐκ ἦν ῥόδα ἀληθινά, τὰ δ' ἦν ἐκ τῆς ἀγρίας δάφνης φυόμενα· ῥοδοδάφνην αὐτὰ καλοῦσιν ἄνθρωποι, κακὸν ἄριστον ὄνῳ τοῦτο παντὶ καὶ ἵππῳ· φασὶ γὰρ τὸν φαγόντα ἀποθνῄσκειν αὐτίκα.

[18] ἐν τούτῳ ὁ κηπουρὸς αἰσθόμενος καὶ ξύλον ἁρπάσας, εἰσελθὼν εἰς τὸν κῆπον καὶ τὸν πολέμιον ἰδὼν καὶ τῶν λαχάνων τὸν ὄλεθρον, ὥσπερ τις δυνάστης μισοπόνηρος κλέπτην λαβών, οὕτω με συνέκοψε τῷ ξύλῳ, μήτε πλευρῶν φεισάμενος μήτε μηρῶν, καὶ μὴν καὶ τὰ ὦτά μου κατέκλασεν καὶ τὸ πρόσωπον συνέτριψεν. ἐγὼ δὲ οὐκέτ' ἀνεχόμενος ἀπολακτίσας ἀμφοτέροις καὶ καταβαλὼν ὕπτιον ἐπὶ τῶν λαχάνων ἔφευγον ἄνω ἐς τὸ ὄρος. ὁ δὲ ἐπειδὴ εἶδε δρόμῳ ἀπιόντα, ἀνέκραγε λῦσαι τοὺς κύνας ἐπ' ἐμοί· οἱ δὲ κύνες πολλοί τε ἦσαν καὶ μεγάλοι καὶ ἄρκτοις μάχεσθαι ἱκανοί. ἔγνων ὅτι δὴ διασπάσονταί με οὗτοι λαβόντες, καὶ ὀλίγον ἐκπεριελθὼν ἔκρινα τοῦτο δὴ τὸ τοῦ λόγου, "παλινδρομῆσαι μᾶλλον ἢ κακῶς δραμεῖν." ὀπίσω οὖν ἀπῄειν καὶ εἴσειμι αὖθις εἰς τὴν ἔπαυλιν. οἱ δὲ τοὺς μὲν κύνας δρόμῳ ἐπιφερομένους ἐδέξαντο καὶ κατέδησαν, ἐμὲ δὲ παίοντες οὐ πρότερον ἀφῆκαν πρὶν ἢ ὑπὸ τῆς ὀδύνης πάντα τὰ λάχανα κάτωθεν ἐξεμέσαι.

[19]    καὶ μὴν ὅτε ὁδοιπορεῖν ὥρα ἦν, τὰ βαρύτατα τῶν κλεμμάτων καὶ τὰ πλεῖστα ἐμοὶ ἐπέθηκαν· κἀκεῖθεν τότε οὕτως ἐξελαύνομεν. ἐπεὶ δὲ ἀπηγόρευον ἤδη παιόμενός τε καὶ τῷ φορτίῳ ἀχθόμενος καὶ τὰς ὁπλὰς ἐκ τῆς ὁδοῦ ἐκτετριμμένος, ἔγνων αὐτοῦ καταπεσεῖν καὶ μηδ' ἂν ἀποσφάττωσί με ταῖς πληγαῖς ἀναστῆναί ποτε, τοῦτο ἐλπίσας μέγα μοι ὄφελος ἔσεσθαι ἐκ τοῦ βουλεύματος· ᾠήθην γὰρ ὅτι πάντως ἡττώμενοι τὰ μὲν ἐμὰ σκεύη διανεμοῦσιν τῷ τε ἵππῳ καὶ τῷ ἡμιόνῳ, ἐμὲ δὲ αὐτοῦ ἐάσουσιν κεῖσθαι τοῖς λύκοις. ἀλλά τις δαίμων βάσκανος συνεὶς τῶν ἐμῶν βουλευμάτων ἐς τοὐναντίον περιήνεγκεν· ὁ γὰρ ἕτερος ὄνος ἴσως ἐμοὶ τὰ αὐτὰ νοήσας πίπτει ἐν τῇ ὁδῷ. οἱ δὲ τὰ μὲν πρῶτα ξύλῳ παίοντες ἀναστῆναι τὸν ἄθλιον ἐκέλευον, ὡς δὲ οὐδὲν ὑπήκουεν ταῖς πληγαῖς, λαβόντες αὐτὸν οἱ μὲν τῶν ὤτων, οἱ δὲ τῆς οὐρᾶς ἀνεγείρειν ἐπειρῶντο· ὡς δὲ οὐδὲν ἤνυον, ἔκειτο δὲ ὥσπερ λίθος ἐν τῇ ὁδῷ ἀπηγορευκώς, λογισάμενοι ἐν ἀλλήλοις ὅτι δὴ μάτην πονοῦσιν καὶ τὸν χρόνον τῆς φυγῆς ἀναλίσκουσιν ὄνῳ νεκρῷ παρεδρεύοντες, τὰ μὲν σκεύη πάντα ὅσα ἐκόμιζεν ἐκεῖνος διανέμουσιν ἐμοί τε καὶ τῷ ἵππῳ, τὸν δὲ ἄθλιον κοινωνὸν καὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἀχθοφορίας λαβόντες τῷ ξίφει ὑποτέμνουσιν ἐκ τῶν σκελῶν καὶ σπαίροντα ἔτι ὠθοῦσιν ἐς τὸν κρημνόν. ὁ δὲ ἀπῄει κάτω τὸν θάνατον ὀρχούμενος.

[20]    ἐγὼ δὲ ὁρῶν ἐν τῷ συνοδοιπόρῳ τῶν ἐμῶν βουλευμάτων τὸ τέλος, ἔγνων φέρειν εὐγενῶς τὰ ἐν ποσὶ καὶ προθύμως περιπατεῖν, ἐλπίδας ἔχων πάντως ποτὲ ἐμπεσεῖσθαι εἰς τὰ ῥόδα κἀκ τούτων εἰς ἐμαυτὸν ἀνασωθήσεσθαι· καὶ τῶν λῃστῶν δὲ ἤκουον ὡς οὐκ εἴη ἔτι πολὺ τῆς ὁδοῦ λοιπὸν καὶ ὅτι καταμενοῦσιν ἔνθα καταλύσουσιν· ὥστε πάντα ταῦτα δρόμῳ ἐκομίζομεν, καὶ πρὸ τῆς ἑσπέρας ἤλθομεν εἰς τὰ οἰκεῖα. γραῦς δὲ γυνὴ ἔνδον καθῆστο, καὶ πῦρ πολὺ ἐκαίετο. οἱ δὲ πάντα ἐκεῖνα ἅπερ ἐτυγχάνομεν ἡμεῖς κομίζοντες, εἴσω κατέθηκαν. εἶτα ἤροντο τὴν γραῦν, Διὰ τί οὕτως καθέζῃ καὶ οὐ παρασκευάζεις ἄριστον;

   Ἀλλὰ πάντα, εἶπεν ἡ γραῦς, εὐτρεπῆ ὑμῖν, ἄρτοι πολλοί, οἴνου παλαιοῦ πίθοι, καὶ τὰ κρέα δὲ ὑμῖν τὰ ἄγρια σκευάσασα ἔχω. οἱ δὲ τὴν γραῦν ἐπαινέσαντες, ἀποδυσάμενοι ἠλείφοντο πρὸς τὸ πῦρ καὶ λέβητος ἔνδον ὕδωρ θερμὸν ἔχοντος ἀρυσάμενοι ἔνθεν καὶ καταχεάμενοι αὐτοσχεδίῳ τῷ λουτρῷ ἐχρήσαντο.

[21]    εἶτα ὀλίγῳ ὕστερον ἧκον νεανίσκοι πολλοὶ κομίζοντες σκεύη πλεῖστα ὅσα χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱμάτια καὶ κόσμον γυναικεῖον καὶ ἀνδρεῖον πολύν. ἐκοινώνουν δὲ οὗτοι ἀλλήλοις· καὶ ἐπειδὴ ταῦτα ἔνδον κατέθεντο, ὁμοίως ἐλούσαντο καὶ οὗτοι. λοιπὸν μετὰ τοῦτο ἦν ἄριστον δαψιλὲς καὶ λόγος πολὺς ἐν τῷ συμποσίῳ τῶν ἀνδροφόνων. ἡ δὲ γραῦς ἐμοὶ καὶ τῷ ἵππῳ κριθὰς παρέθηκεν· ἀλλ' ἐκεῖνος μὲν σπουδῇ τὰς κριθὰς κατέπινε δεδιώς, οἷα εἰκός, ἐμὲ τὸν συνάριστον. ἐγὼ δὲ ἐπειδὰν ἴδοιμι τὴν γραῦν ἐξιοῦσαν τῶν ἔνδον ἄρτον ἤσθιον. τῇ δὲ ὑστεραίᾳ καταλιπόντες τῇ γραίᾳ νεανίσκον ἕνα οἱ λοιποὶ πάντες ἔξω ἐπὶ ἔργον ἀπῄεσαν. ἐγὼ δὲ ἔστενον ἐμαυτὸν καὶ τὴν ἀκριβῆ φρουράν· τῆς μὲν γὰρ γραὸς καταφρονῆσαι ἦν μοι καὶ φυγεῖν ἐκ τῶν ἐκείνης ὀμμάτων δυνατόν, ὁ δὲ νεανίσκος μέγας τε ἦν καὶ φοβερὸν ἔβλεπεν, καὶ τὸ ξίφος ἀεὶ ἔφερεν καὶ τὴν θύραν ἀεὶ ἐπῆγε.

[22]    τρισὶ δὲ ὕστερον ἡμέραις μεσούσης σχεδὸν τῆς νυκτὸς ἀναστρέφουσιν οἱ λῃσταί, χρυσίον μὲν οὐδὲ ἀργύριον οὐδὲ ἄλλο οὐδὲν κομίζοντες, μόνην δὲ παρθένον ὡραίαν, σφόδρα καλήν, κλαίουσαν καὶ κατεσπαραγμένην τὴν ἐσθῆτα καὶ τὴν κόμην· καὶ καταθέμενοι αὐτὴν ἔνδον ἐπὶ τῶν στιβάδων θαρρεῖν ἐκέλευον καὶ τὴν γραῦν ἐκέλευον ἀεὶ ἔνδον μένειν καὶ τὴν παῖδα ἐν φρουρᾷ ἔχειν. ἡ δὲ παῖς οὔτε ἐμφαγεῖν τι ἤθελεν οὔτε πιεῖν, ἀλλὰ πάντα ἔκλαιεν καὶ τὴν κόμην τὴν αὑτῆς ἐσπάραττεν· ὥστε καὶ αὐτὸς πλησίον ἑστὼς παρὰ τῇ φάτνῃ συνέκλαιον ἐκείνῃ τῇ καλῇ παρθένῳ. ἐν δὲ τούτῳ οἱ λῃσταὶ ἔξω ἐν τῷ προδόμῳ ἐδείπνουν. πρὸς ἡμέραν δὲ τῶν σκοπῶν τις τῶν τὰς ὁδοὺς φρουρεῖν εἰληχότων ἔρχεται ἀγγέλλων ὅτι ξένος ταύτῃ παριέναι μέλλοι καὶ πολὺν πλοῦτον κομίζοι. οἱ δὲ οὕτως ὡς εἶχον ἀναστάντες καὶ ὁπλισάμενοι κἀμὲ καὶ τὸν ἵππον ἐπισάξαντες ἤλαυνον. ἐγὼ δὲ ὁ δυστυχὴς ἐπιστάμενος ἐπὶ μάχην καὶ πόλεμον ἐξελαύνεσθαι ὀκνηρῶς προῄειν, ἔνθεν ἐπαιόμην τῷ ξύλῳ ἐπειγομένων αὐτῶν. ἐπεὶ δὲ ἥκομεν ἐς τὴν ὁδὸν ἔνθα ὁ ξένος παρελάσειν ἔμελλεν, συμπεσόντες οἱ λῃσταὶ τοῖς ὀχήμασιν αὐτόν τε καὶ τοὺς ἐκείνου θεράποντας ἀπέκτειναν, καὶ ὅσα ἦν τιμιώτατα ἐξελόντες τῷ ἵππῳ κἀμοὶ ἐπέθηκαν, τὰ δὲ ἕτερα τῶν σκευῶν αὐτοῦ ἐν τῇ ὕλῃ ἔκρυψαν. ἔπειτα ἤλαυνον ἡμᾶς οὕτως ὀπίσω, κἀγὼ ἐπειγόμενος καὶ τῷ ξύλῳ τυπτόμενος κρούω τὴν ὁπλὴν περὶ πέτραν ὀξεῖαν καί μοι ἀπὸ τῆς πληγῆς γίνεται τραῦμα ἀλγεινόν· καὶ χωλεύων ἔνθεν τὸ λοιπὸν τῆς ὁδοῦ ἐβάδιζον. οἱ δὲ πρὸς ἀλλήλους ἔλεγον, Τί γὰρ ἡμῖν δοκεῖ τρέφειν τὸν ὄνον τοῦτον πάντα καταπίπτοντα; ῥίψωμεν αὐτὸν ἀπὸ τοῦ κρημνοῦ οἰωνὸν οὐκ ἀγαθόν. Ναί, φησίν, ῥίψωμεν αὐτὸν καθαρισμὸν τοῦ στρατοῦ ἐσόμενον. καὶ οἱ μὲν συνετάττοντο ἐπ' ἐμέ· ἐγὼ δὲ ἀκούων ταῦτα τῷ τραύματι λοιπὸν ὡς ἀλλοτρίῳ ἐπέβαινον· ὁ δὲ τοῦ θανάτου με φόβος ἀναίσθητον τῆς ὀδύνης ἔθηκεν.

[23] ἐπεὶ δὲ ἤλθομεν εἴσω ἔνθα κατελύομεν, τὰ μὲν σκεύη τῶν ἡμετέρων ὤμων ἀφελόντες εὖ κατέθηκαν, αὐτοὶ δὲ ἀναπεσόντες ἐδείπνουν. καὶ ἐπειδὴ νὺξ ἦν, ἀπῄεσαν ὡς τὰ λοιπὰ τῶν σκευῶν ἀνασῶσαι. Τὸν δὲ ἄθλιον τοῦτον ὄνον, ἔφη τις αὐτῶν, τί ἐπάγομεν ἄχρηστον ἐκ τῆς ὁπλῆς; τῶν δὲ σκευῶν ἃ μὲν ἡμεῖς οἴσομεν, ἃ δὲ καὶ ὁ ἵππος. καὶ ἀπῄεσαν τὸν ἵππον ἄγοντες. νὺξ δὲ ἦν λαμπροτάτη ἐκ τῆς σελήνης. κἀγὼ τότε πρὸς ἐμαυτὸν εἶπον, Ἄθλιε, τί μένεις ἔτι ἐνταῦθα; γῦπές σε καὶ γυπῶν τέκνα δειπνήσουσιν. οὐκ ἀκούεις οἷα περὶ σοῦ ἐβουλεύσαντο; θέλεις τῷ κρημνῷ περιπεσεῖν; νὺξ μὲν αὕτη καὶ σελήνη πολλή· οἱ δὲ οἴχονται ἀπιόντες· φυγῇ σῷζε σαυτὸν ἀπὸ δεσποτῶν ἀνδροφόνων.

   ταῦτα πρὸς ἐμαυτὸν ἐννοούμενος ὁρῶ ὅτι οὐδὲ προσεδεδέμην οὐδενί, ἀλλά με ὁ σύρων ἐν ταῖς ὁδοῖς ἱμὰς παρεκρέματο. τοῦτό με καὶ παρώξυνεν ὡς μάλιστα ἐς τὴν φυγήν, καὶ δρόμῳ ἐξιὼν ἀπῄειν. ἡ δὲ γραῦς, ἐπειδὴ εἶδεν ἀποδιδράσκειν ἕτοιμον, λαμβάνεταί με ἐκ τῆς οὐρᾶς καὶ εἴχετο. ἐγὼ δὲ ἄξιον κρημνοῦ καὶ θανάτων ἄλλων εἰπὼν εἶναι τὸ ὑπὸ γραίας ἁλῶναι ἔσυρον αὐτήν, ἡ δὲ μάλ' ἀνέκραγεν ἔνδοθεν τὴν παρθένον τὴν αἰχμάλωτον· ἡ δὲ προελθοῦσα καὶ ἰδοῦσα γραῦν Δίρκην ἐξ ὄνου ἡμμένην τολμᾷ τόλμημα γενναῖον καὶ ἄξιον ἀπονενοημένου νεανίσκου· ἀναπηδᾷ γὰρ εἰς ἐμέ, καὶ ἐπικαθίσασά μοι ἤλαυνεν· κἀγὼ τῷ τε ἔρωτι τῆς φυγῆς καὶ τῇ τῆς κόρης σπουδῇ ἔφυγον ἵππου δρόμῳ· ἡ δὲ γραῦς ὀπίσω ἀπελέλειπτο. ἡ δὲ παρθένος τοῖς μὲν θεοῖς ηὔχετο σῶσαι αὐτὴν τῇ φυγῇ· πρὸς δὲ ἐμέ, Ἤν με, ἔφη, κομίσῃς πρὸς τὸν πατέρα, ὦ καλὲ σύ, ἐλεύθερον μέν σε παντὸς ἔργου ἀφήσω, κριθῶν δὲ μέδιμνος ἔσται σοι ἐφ' ἑκάστης ἡμέρας τὸ ἄριστον.

   ἐγὼ δὲ καὶ τοὺς φονεῖς τοὺς ἐμαυτοῦ φευξόμενος καὶ πολλὴν ἐπικουρίαν καὶ θεραπείαν ἐκ τῆς ἀνασωθείσης ἐμοὶ κόρης ἐλπίζων ἔθεον τοῦ τραύματος ἀμελήσας.

[24] ἐπεὶ δὲ ἥκομεν ἔνθα ἐσχίζετο τριπλῆ ‹ἡ› ὁδός, οἱ πολέμιοι ἡμᾶς καταλαμβάνουσιν ἀναστρέφοντες καὶ πόρρωθεν εὐθὺς πρὸς τὴν σελήνην ἔγνωσαν τοὺς δυστυχεῖς αἰχμαλώτους καὶ προσδραμόντες λαμβάνονταί μου καὶ λέγουσιν, Ὦ καλὴ κἀγαθὴ σὺ παρθένος, ποῖ βαδίζεις ἀωρίᾳ, ταλαίπωρε; οὐδὲ τὰ δαιμόνια δέδοικας; ἀλλὰ δεῦρο ἴθι πρὸς ἡμᾶς, ἡμεῖς σε τοῖς οἰκείοις ἀποδώσομεν, σαρδάνιον γελῶντες ἔλεγον, κἀμὲ ἀποστρέψαντες εἷλκον ὀπίσω. κἀγὼ περὶ τοῦ ποδὸς καὶ τοῦ τραύματος ἀναμνησθεὶς ἐχώλευον· οἱ δέ, Νῦν, ἔφασαν, χωλὸς ὅτε ἀποδιδράσκων ἑάλωκας; ἀλλ' ὅτε φεύγειν ἐδόκει σοι, ὑγιαίνων ἵππου ὠκύτερος καὶ πετεινὸς ἦσθα. τοῖς δὲ λόγοις τούτοις τὸ ξύλον εἵπετο, καὶ ἤδη ἕλκος τῷ μηρῷ εἶχον νουθετούμενος. ἐπεὶ δὲ εἴσω πάλιν ἀνεστρέψαμεν, τὴν μὲν γραῦν εὕρομεν ἐκ τῆς πέτρας κρεμαμένην ἐν καλῳδίῳ· δείσασα γάρ, οἷον εἰκός, τοὺς δεσπότας ἐπὶ τῇ τῆς παρθένου φυγῇ κρημνᾷ ἑαυτὴν σφίγξασα ἐκ τοῦ τραχήλου. οἱ δὲ τὴν γραῦν θαυμάσαντες τῆς εὐγνωμοσύνης τὴν μὲν ἀπολύσαντες ἐς τὸν κρημνὸν κάτω ἀφῆκαν ὡς ἦν ἐν τῷ δεσμῷ, τὴν δὲ παρθένον ἔνδον κατέδησαν, εἶτα ἐδείπνουν, καὶ πότος ἦν μακρός.

[25]    κἀν τούτῳ ἤδη περὶ τῆς κόρης διελέγοντο πρὸς ἀλλήλους· Τί ποιοῦμεν, ἔφη τις αὐτῶν, τὴν δραπέτιν; Τί δὲ ἄλλο, εἶπεν ἕτερος, ἢ τῇ γραῒ ταύτῃ κάτω ἐπιρρίψωμεν αὐτήν, ἀφελομένην μὲν ἡμᾶς χρήματα πολλὰ ὅσον ἐπ' αὐτῇ, καὶ προδοῦσαν ἡμῶν ὅλον τὸ ἐργαστήριον; εὖ ἴστε γάρ, ὦ φίλοι, ὅτι αὕτη εἰ τῶν οἴκοι ἐδράξατο, οὐδὲ εἷς ἂν ἡμῶν ζῶν ὑπελείπετο· πάντες δὲ ἂν ἑάλωμεν, τῶν ἐχθρῶν ἐκ παρασκευῆς ἡμῖν ἐπιπεσόντων. ὥστε ἀμυνώμεθα μὲν τὴν πολεμίαν· ἀλλὰ μὴ οὕτω ῥᾳδίως ἀποθνῃσκέτω πεσοῦσα ἐπὶ τοῦ λίθου, θάνατον δὲ αὐτῇ τὸν ἀλγεινότατον καὶ μακρότατον ἐξεύρωμεν καὶ ὅστις αὐτὴν χρόνῳ καὶ βασάνῳ φυλάξας ὕστερον ἀπολεῖ.

   εἶτα ἐζήτουν θάνατον, καί τις εἶπεν, Οἶδα ὅτι ἐπαινέσεσθε τὸ ἀρχιτεκτόνημα. τὸν ὄνον δεῖ ἀπολέσαι ὀκνηρὸν ὄντα, νῦν δὲ καὶ χωλὸν εἶναι ψευδόμενον, καὶ μὴν καὶ τῆς φυγῆς τῆς παρθένου γενόμενον ὑπηρέτην καὶ διάκονον· τοῦτον οὖν ἕωθεν ἀποσφάξαντες ἀνατέμωμεν ἐκ τῆς γαστρὸς καὶ τὰ μὲν ἔγκατα πάντα ἔξω βάλωμεν, τὴν δὲ ἀγαθὴν ταύτην παρθένον τῷ ὄνῳ ἐγκατοικίσωμεν, τὴν μὲν κεφαλὴν ἔξω τοῦ ὄνου πρόχειρον, ὡς ἂν μὴ εὐθὺς ἀποπνιγείη, τὸ δὲ ἄλλο σῶμα πᾶν ἔνδον κρυπτόμενον, ὡς ἂν αὐτὴν κατακειμένην εὖ μάλα συρράψαντες ῥίψωμεν ἔξω ἄμφω ταῦτα τοῖς γυψί, καινῶς τοῦτο ἐσκευασμένον ἄριστον. σκοπεῖτε δέ, ὦ φίλοι, τῆς βασάνου τὸ δεινόν, πρῶτον μὲν τὸ νεκρῷ ὄνῳ συνοικεῖν, εἶτα θέρους ὥρᾳ θερμοτάτῳ ἡλίῳ ἐν κτήνει καθεψεῖσθαι καὶ λιμῷ ἀεὶ κτείνοντι ἀποθνῄσκειν καὶ μηδὲ αὑτὴν ἀποπνῖξαι ἔχειν· τὰ μὲν γὰρ ἄλλ' ὅσα πείσεται σηπομένου τοῦ ὄνου τῇ τε ὀδμῇ καὶ τοῖς σκώληξι πεφυρμένη ἐῶ λέγειν. τέλος δὲ οἱ γῦπες διὰ τοῦ ὄνου παρεισιόντες εἴσω καὶ ταύτην ὡς ἐκεῖνον ἴσως καὶ ζῶσαν ἔτι διασπάσονται.

[26]    πάντες ἀνεβόησαν ὡς ἐπὶ ἀγαθῷ μεγάλῳ τῷ τερατώδει τούτῳ εὑρήματι. ἐγὼ δὲ ἀνέστενον ἑαυτὸν ὡς ἂν ἀποσφαγησόμενος καὶ μηδὲ νεκρὸς εὐτυχὴς κεισόμενος, ἀλλὰ παρθένον ἀθλίαν ἐπιδεξόμενος καὶ θήκη οὐδὲν ἀδικούσης κόρης ἐσόμενος.

   ὄρθρος δὲ ἦν ἔτι καὶ ἐξαίφνης ἐφίσταται πλῆθος στρατιωτῶν ἐπὶ τοὺς μιαροὺς τούτους ἀφιγμένον, καὶ εὐθέως πάντας ἐδέσμουν καὶ ἐπὶ τὸν τῆς χώρας ἡγεμόνα ἀπῆγον. ἔτυχεν δὲ καὶ ὁ τὴν κόρην μεμνηστευμένος σὺν αὐτοῖς ἐλθών· αὐτὸς γὰρ ἦν ὁ καὶ τὸ καταγώγιον τῶν λῃστῶν μηνύσας. παραλαβὼν οὖν τὴν παρθένον καὶ καθίσας ἐπ' ἐμὲ οὕτως ἦγεν οἴκαδε. οἱ δὲ κωμῆται, ὡς εἶδον ἡμᾶς ἔτι πόρρωθεν, ἔγνωσαν εὐτυχοῦντας, εὐαγγέλιον αὐτοῖς ἐμοῦ προογκησαμένου, καὶ προσδραμόντες ἠσπάζοντο καὶ ἦγον ἔσω.

[27] ἡ δὲ παρθένος πολὺν λόγον εἶχεν ἐμοῦ δίκαιον ποιοῦσα τοῦ συναιχμαλώτου συναποδράσαντος καὶ τὸν κοινὸν αὐτῇ ἐκεῖνον θάνατον συγκινδυνεύσαντος. καί μοι ‹παρὰ› τῆς κεκτημένης ἄριστον παρέκειτο μέδιμνος κριθῶν καὶ χόρτος ὅσος καὶ καμήλῳ ἱκανός. ἐγὼ δὲ τότε μάλιστα κατηρώμην τῇ Παλαίστρᾳ ὡς ὄνον με καὶ οὐ κύνα τῇ τέχνῃ μεταθεῖσαν· ἑώρων γὰρ τοὺς κύνας εἰς τοὐπτανεῖον παρεισιόντας καὶ λαφύσσοντας πολλὰ καὶ ὅσα ἐν γάμοις πλουσίων νυμφίων. ἡμέραις δὲ ὕστερον μετὰ τὸν γάμον οὐ πολλαῖς ἐπειδὴ χάριν μοι ἔφη ἡ δέσποινα ἔχειν παρὰ τῷ πατρὶ, καὶ ἀμείψασθαί με ἀμοιβῇ τῇ δικαίᾳ θέλων ὁ πατὴρ ἐκέλευσεν ἐλεύθερον ἀφιέναι ὑπαίθριον καὶ σὺν ταῖς ἀγελαίαις ἵπποις νέμεσθαι· Καὶ γὰρ ὡς ἐλεύθερος, ἔφη, ζήσεται ἐν ἡδονῇ καὶ ταῖς ἵπποις ἐπιβήσεται. καὶ αὕτη δικαιοτάτη ἀμοιβὴ ἐδόκει τότε, εἰ ἦν τὰ πράγματα ἐν ὄνῳ δικαστῇ. καλέσας οὖν τῶν ἱπποφορβῶν τινα τούτῳ με παραδίδωσιν, ἐγὼ δὲ ἔχαιρον ὡς οὐκέτι ἀχθοφορήσων. ἐπεὶ δὲ ἥκομεν εἰς τὸν ἀγρόν, ταῖς ἵπποις με ὁ νομεὺς συνέμιξεν καὶ ἦγεν ἡμᾶς τὴν ἀγέλην εἰς νομόν.

[28]    ἐχρῆν δὲ ἄρα κἀνταῦθα ὥσπερ Κανδαύλῃ κἀμοὶ γενέσθαι· ὁ γὰρ ἐπιστάτης τῶν ἵππων τῇ αὑτοῦ γυναικὶ Μεγαπόλῃ ἔνδον με κατέλιπεν· ἡ δὲ τῇ μύλῃ με ὑπεζεύγνυεν, ὥστε ἀλεῖν αὐτῇ καὶ πυροὺς καὶ κριθὰς ὅλας, καὶ τοῦτο μὲν ἦν μέτριον κακὸν εὐχαρίστῳ ὄνῳ ἀλεῖν τοῖς ἑαυτοῦ ἐπιστάταις· ἡ δὲ βελτίστη καὶ παρὰ τῶν ἄλλων τῶν ἐν ἐκείνοις τοῖς ἀγροῖς ‑ πολλοὶ δὲ πάνυ ἦσαν ‑ ἄλευρα τὸν μισθὸν αἰτοῦσα ἐξεμίσθου τὸν ἐμὸν ἄθλιον τράχηλον, καὶ τὰς μὲν κριθὰς τοὐμὸν ἄριστον φρύγουσα κἀμοὶ ὥστε ἀλεῖν ἐπιβάλλουσα, μάζας ὅλας ποιοῦσα κατέπινεν· ἐμοὶ δὲ πίτυρα τὸ ἄριστον ἦν. εἰ δέ ποτε καὶ συνελάσειέν με ταῖς ἵπποις ὁ νομεύς, παιόμενός τε καὶ δακνόμενος ὑπὸ τῶν ἀρσένων ἀπωλλύμην· ἀεὶ γάρ με μοιχὸν ὑποπτεύοντες εἶναι τῶν ἵππων τῶν αὑτῶν γυναικῶν ἐδίωκον ἀμφοτέροις εἰς ἐμὲ ὑπολακτίζοντες, ὥστε φέρειν οὐκ ἠδυνάμην ζηλοτυπίαν ἱππικήν. λεπτὸς οὖν καὶ ἄμορφος ἐν οὐ πολλῷ χρόνῳ ἐγενόμην, οὔτε ἔνδον εὐφραινόμενος πρὸς τῇ μύλῃ οὔτε ὑπαίθριος νεμόμενος, ὑπὸ τῶν συννόμων πολεμούμενος.

[29]    καὶ μὴν καὶ τὰ πολλὰ εἰς τὸ ὄρος ἄνω ἐπεμπόμην καὶ ξύλα τοῖς ὤμοις ἐκόμιζον. τοῦτο δὲ ἦν τὸ κεφάλαιον τῶν ἐμῶν κακῶν· πρῶτον μὲν ὑψηλὸν ὄρος ἀναβαίνειν ἔδει, ὀρθὴν δεινῶς ὁδόν, εἶτα καὶ ἀνυπόδητος ὄρει ἐν λιθίνῳ. καί μοι συνεξέπεμπον ὀνηλάτην, παιδάριον ἀκάθαρτον. τοῦτό με καινῶς ἑκάστοτε ἀπώλλυεν· πρῶτον μὲν ἔπαιέ με καὶ τρέχοντα λίαν οὐ ξύλῳ ἁπλῷ, ἀλλὰ τῷ ὄζους πυκνοὺς ἔχοντι καὶ ὀξεῖς, καὶ ἀεὶ ἔπαιεν ἐς τὸ αὐτὸ τοῦ μηροῦ, ὥστε ἀνέῳκτό μοι κατ' ἐκεῖνο ὁ μηρὸς τῇ ῥάβδῳ· ὁ δὲ ἀεὶ τὸ τραῦμα ἔπαιεν. εἶτά μοι ἐπετίθει φορτίον ὅσον χαλεπὸν εἶναι καὶ ἐλέφαντι ἐνεγκεῖν· καὶ ἄνωθεν ἡ κατάβασις ὀξεῖα ἦν· ὁ δὲ καὶ ἐνταῦθα ἔπαιεν. εἰ δέ μοι περιπῖπτον ἴδοι τὸ φορτίον καὶ εἰς τὸ ἕτερον ἐπικλῖνον, δέον τῶν ξύλων ἀφαιρεῖν καὶ τῷ κουφοτέρῳ προσβάλλειν καὶ τὸ ἴσον ποιεῖν, τοῦτο μὲν οὐδέποτε εἰργάσατο, λίθους δὲ μεγάλους ἐκ τοῦ ὄρους ἀναιρούμενος εἰς τὸ κουφότερον καὶ ἄνω νεῦον τοῦ φορτίου προσετίθει· καὶ κατῄειν ἄθλιος τοῖς ξύλοις ὁμοῦ καὶ λίθους ἀχρείους περιφέρων. καὶ ποταμὸς ἦν ἀέναος ἐν τῇ ὁδῷ· ὁ δὲ τῶν ὑποδημάτων φειδόμενος ὀπίσω τῶν ξύλων ἐπ' ἐμοὶ καθίζων ἐπέρα τὸν ποταμόν.

[30]    εἰ δέ ποτε οἷα κάμνων καὶ ἀχθοφορῶν καταπέσοιμι, τότε δὴ τὸ δεινὸν ἀφόρητον ἦν· †οὗ γὰρ ἦν καιρὸς τοῦ τὴν χεῖρά μοι ἐπιδοῦναι κἀμὲ χαμόθεν ἐπεγείρειν καὶ τοῦ φορτίου ἀφελεῖν, οὔποτε οὐδὲ χεῖρα ἐπέδωκεν, ἀλλ' ἄνωθεν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤτων ἀρξάμενος συνέκοπτέ με τῷ ξύλῳ, ἕως ἐπεγείρωσί με αἱ πληγαί. καὶ μὴν καὶ ἄλλο κακὸν εἰς ἐμὲ ἀφόρητον ἔπαιζεν· συνενεγκὼν ἀκανθῶν ὀξυτάτων φορτίον καὶ τοῦτο δεσμῷ περισφίγξας ἀπεκρέμνα ὄπισθεν ἐκ τῆς οὐρᾶς, αἱ δὲ οἷον εἰκὸς ἀπιόντος τὴν ὁδὸν ἀποκρεμάμεναι προσέπιπτόν μοι καὶ πάντα μοι τὰ ὄπισθεν νύττουσαι ἐτίτρωσκον· καὶ ἦν μοι τὸ ἀμύνειν ἀδύνατον, τῶν τιτρωσκόντων ἀεί μοι ἑπομένων κἀμοῦ ἠρτημένων. εἰ μὲν γὰρ ἀτρέμα προΐοιμι φυλαττόμενος τῶν ἀκανθῶν τὴν προσβολήν, ὑπὸ τῶν ξύλων ἀπωλλύμην, εἰ δὲ φεύγοιμι τὸ ξύλον, τότ' ἤδη τὸ δεινὸν ὄπισθεν ὀξὺ προσέπιπτεν. καὶ ὅλως ἔργον ἦν τῷ ὀνηλάτῃ τῷ ἐμῷ ἀποκτενεῖν με.

[31] ἐπεὶ δέ ποτε ἅπαξ κακὰ πάσχων πολλὰ οὐκέτι φέρων πρὸς αὐτὸν λὰξ ἐκίνησα, εἶχεν ἀεὶ τοῦτο τὸ λὰξ ἐν μνήμῃ. καί ποτε κελεύεται στυππεῖον ἐξ ἑτέρου χωρίου εἰς ἕτερον χωρίον μετενεγκεῖν· κομίσας οὖν με καὶ τὸ στυππεῖον πολὺ συνενεγκὼν κατέδησεν ἐπ' ἐμὲ καὶ δεσμῷ ἀργαλέῳ εὖ μάλα προσέδησέ με τῷ φορτίῳ κακὸν ἐμοὶ μέγα τυρεύων. ἐπεὶ δὲ προϊέναι λοιπὸν ἔδει, ἐκ τῆς ἑστίας κλέψας δαλὸν ἔτι θερμόν, ἐπειδὴ πόρρω τῆς αὐλῆς ἐγενόμεθα, τὸν δαλὸν ἐνέκρυψεν εἰς τὸ στυππεῖον. τὸ δὲ ‑ τί γὰρ ἄλλο ἐδύνατο; ‑ εὐθὺς ἀνάπτεται, καὶ λοιπὸν οὐδὲν ἔφερον ἄλλο ἢ πῦρ ἄπλετον. μαθὼν οὖν ὡς αὐτίκα ὀπτήσομαι, ἐν τῇ ὁδῷ τέλματι βαθεῖ ἐντυχὼν ῥίπτω ἐμαυτὸν τοῦ τέλματος ἐς τὸ ὑγρότατον· εἶτα ἐκύλιον ἐνταῦθα τὸ στυππεῖον καὶ δινῶν καὶ στρέφων ἐμαυτὸν τῷ πηλῷ κατέσβεσα τὸ θερμὸν ἐκεῖνο καὶ πικρὸν ἐμοὶ φορτίον, καὶ οὕτω λοιπὸν ἀκινδυνότερον ἐβάδιζον τῆς ὁδοῦ τὸ ἐπίλοιπον. οὐδὲ γὰρ ἔτι με ἀνάψαι τῷ παιδὶ δυνατὸν ἦν τοῦ στυππείου πηλῷ ὑγρῷ πεφυρμένου. καὶ τοῦτό γε ὁ τολμηρὸς παῖς ἐλθὼν ἐμοῦ κατεψεύσατο, εἰπὼν ὡς παριὼν ἑκὼν ἑαυτὸν ἐνσείσαιμι τῇ ἑστίᾳ. καὶ τότε μὲν ἐκ τοῦ στυππείου μηδὲ ἐλπίζων ὑπεξῆλθον.

[32] ἀλλ' ἕτερον ὁ ἀκάθαρτος παῖς ἐξεῦρεν ἐπ' ἐμὲ μακρῷ κάκιον· κομίσας γάρ με ἐς τὸ ὄρος καί μοι φορτίον ἁδρὸν ἐπιθεὶς ἐκ τῶν ξύλων, τοῦτο μὲν πιπράσκει γεωργῷ πλησίον οἰκοῦντι, ἐμὲ δὲ γυμνὸν καὶ ἄξυλον κομίσας οἴκαδε καταψεύδεταί μου πρὸς τὸν αὑτοῦ δεσπότην ἔργον ἀνόσιον· Τοῦτον, δέσποτα, τὸν ὄνον οὐκ οἶδ' ὅ τι βόσκομεν δεινῶς ἀργὸν ὄντα καὶ βραδύν. ἀλλὰ μὴν νῦν ἐπιτηδεύει καὶ ἄλλο ἔργον· ἐπὰν γυναῖκα παρθένον καλὴν καὶ ὡραίαν ἴδῃ ἢ παῖδα, ἀπολακτίσας ἕπεται δρόμῳ ἐπ' αὐτούς, ὡς εἴ τις ἐρᾷ ἄνθρωπος ἄρρην ἐπὶ ἐρωμένῃ γυναικὶ κινούμενος, καὶ δάκνει ἐν φιλήματος σχήματι καὶ πλησιάζειν βιάζεται, ἐκ δὲ τούτου σοι δίκας καὶ πράγματα παρέξει, πάντων ὑβριζομένων, πάντων ἀνατρεπομένων. καὶ γὰρ νῦν ξύλα κομίζων γυναῖκα εἰς ἀγρὸν ἀπιοῦσαν ἰδὼν τὰ μὲν ξύλα πάντα χαμαὶ ἐσκόρπισεν ἀποσεισάμενος, τὴν δὲ γυναῖκα ἐς τὴν ὁδὸν ἀνατρέψας γαμεῖν ἐβούλετο, ἕως ἄλλος ἄλλοθεν ἐκδραμόντες ἤμυναν τῇ γυναικὶ ἐς τὸ μὴ διασπασθῆναι ὑπὸ τοῦ καλοῦ τούτου ἐραστοῦ.

[33]    ὁ δὲ ταῦτα πυθόμενος, Ἀλλ' εἰ μήτε βαδίζειν, ἔφη, ἐθέλει μήτε φορτηγεῖν καὶ ἔρωτας ἀνθρωπίνους ἐρᾷ ἐπὶ γυναῖκας καὶ παῖδας οἰστρούμενος, ἀποσφάξατε αὐτόν, καὶ τὰ μὲν ἔγκατα τοῖς κυσὶ δότε, τὰ δὲ κρέα τοῖς ἐργάταις φυλάξατε· καὶ ἢν ἔρηται, πῶς οὗτος ἀπέθανε, λύκου τοῦτο καταψεύσασθε.

   ὁ μὲν οὖν ἀκάθαρτος παῖς ἐμὸς ὀνηλάτης ἔχαιρε καί με αὐτίκα ἤθελεν ἀποσφάττειν. ἀλλ' ἔτυχε γάρ τις παρὼν τότε τῶν γειτόνων γεωργῶν· οὗτος ἐρρύσατό με ἐκ τοῦ θανάτου δεινὰ ἐπ' ἐμοὶ βουλευσάμενος.

   Μηδαμῶς, ἔφη, ἀποσφάξῃς ὄνον καὶ ἀλεῖν καὶ ἀχθοφορεῖν δυνάμενον· καὶ οὐ μέγα. ἐπειδὴ γὰρ εἰς ἀνθρώπους ἔρωτι καὶ οἴστρῳ φέρεται, λαβὼν αὐτὸν ἔκτεμε· τῆς γὰρ ἐπαφροδίτου ταύτης ὁρμῆς ἀφαιρεθεὶς ἥμερός τε εὐθὺς καὶ πίων ἔσται καὶ οἴσει φορτίον μέγα οὐδὲν ἀχθόμενος. εἰ δὲ αὐτὸς ἀπείρως ἔχεις ταύτης τῆς ἰατρείας, ἀφίξομαι δεῦρο μεταξὺ τριῶν ἢ τεττάρων ἡμερῶν καί σοι τοῦτον σωφρονέστερον προβατίου παρέξω τῇ τομῇ.

   οἱ μὲν οὖν ἔνδον ἅπαντες ἐπῄνουν τὸν σύμβουλον ὡς εὖ λέγοι, ἐγὼ δὲ ἤδη ἐδάκρυον ὡς ἀπολέσων αὐτίκα τὸν ἐν τῷ ὄνῳ ἄνδρα καὶ ζῆν οὐκέτι ἐθέλειν ἔφην, εἰ γενοίμην εὐνοῦχος· ὥστε καὶ ὅλως ἀποσιτῆσαι τοῦ λοιποῦ ἐγνώκειν ἢ ῥῖψαι ἑαυτὸν ἐκ τοῦ ὄρους, ἔνθα ἐκπεσὼν θανάτῳ οἰκτίστῳ ὁλόκληρος ἔτι καὶ ἀκέραιος νεκρὸς τεθνήξομαι.

[34] ἐπεὶ δὲ ἦν νὺξ βαθεῖα, ἄγγελός τις ἀπὸ τῆς κώμης ἧκεν εἰς τὸν ἀγρὸν καὶ τὴν ἔπαυλιν, ταύτην λέγων τὴν νεόνυμφον κόρην τὴν ὑπὸ τοῖς λῃσταῖς γενομένην καὶ τὸν ταύτης νυμφίον, περὶ δείλην ὀψίαν ἀμφοτέρους αὐτοὺς ἐν τῷ αἰγιαλῷ περιπατοῦντας, ἐπιπολάσασαν ἄφνω τὴν θάλασσαν ἁρπάξαι αὐτοὺς καὶ ἀφανεῖς ποιῆσαι, καὶ τέλος αὐτοῖς τοῦτο τῆς συμφορᾶς καὶ θανάτου γενέσθαι. οἱ δὲ οἷα δὴ κεκενωμένης ‹τῆς› οἰκίας νέων δεσποτῶν ἔγνωσαν μηκέτι μένειν ἐν τῇ δουλείᾳ, ἀλλὰ πάντα διαρπάσαντες τὰ ἔνδον φυγῇ ἐσῴζοντο. ὁ δὲ νομεὺς τῶν ἵππων κἀμὲ παραλαβὼν καὶ πάνθ' ὅσα δυνατὸς συλλαβὼν ἐπικατέδησέ μοι καὶ ταῖς ἵπποις καὶ κτήνεσιν ἄλλοις ἐγὼ δὲ ἠχθόμην μὲν φέρων φορτίον ὄνου ἀληθινοῦ, ἀλλ' οὖν ἄσμενος τὸ ἐμπόδιον τοῦτο τῆς ἐμῆς ἐδεξάμην ἐκτομῆς. καὶ τὴν νύκτα ὅλην ἐλθόντες ὁδὸν ἀργαλέαν καὶ τριῶν ἄλλων ἡμερῶν τὴν ὁδὸν ἀνύσαντες ἐρχόμεθα ἐς πόλιν τῆς Μακεδονίας Βέροιαν μεγάλην καὶ πολυάνθρωπον.

[35]    ἐνταῦθα ἔγνωσαν οἱ ἄγοντες ἡμᾶς ἱδρῦσαι καὶ ἑαυτούς. καὶ τότε δὴ πρᾶσις ἦν ἡμῶν τῶν κτηνῶν καὶ κῆρυξ εὔφημος ἐν ἀγορᾷ μέσῃ ἑστὼς ἐκήρυττεν. οἱ δὲ προσιόντες ἰδεῖν ἤθελον τὰ στόματα ἡμῶν ἀνοίγοντες καὶ τὴν ἡλικίαν ἐν τοῖς ὀδοῦσιν ἑκάστῳ ἔβλεπον, καὶ τοὺς μὲν ὠνήσαντο ἄλλος ἄλλον, ἐμὲ δὲ ὕστατον ἀπολελειμμένον ὁ κῆρυξ ἐκέλευεν αὖθις ἐπάγειν ἐς οἶκον. Ὁρᾷς, ἔφη, οὗτος μόνος οὐχ εὕρηκε κύριον. ἡ δὲ πολλὰ πολλάκις δινουμένη καὶ μεταπίπτουσα Νέμεσις ἤγαγεν κἀμοὶ τὸν δεσπότην, οἷον οὐκ ἂν εὐξάμην. κίναιδος γὰρ καὶ γέρων ἦν τούτων εἷς τῶν τὴν θεὸν τὴν Συρίαν εἰς τὰς κώμας καὶ τοὺς ἀγροὺς περιφερόντων καὶ τὴν θεὸν ἐπαιτεῖν ἀναγκαζόντων. τούτῳ πιπράσκομαι πολλῆς πάνυ τιμῆς, τριάκοντα δραχμῶν· καὶ στένων ἤδη τῷ δεσπότῃ εἱπόμην ἄγοντι.

[36]    ἐπεὶ δὲ ἥκομεν ἔνθα ᾤκει Φίληβος ‑ τοῦτο γὰρ εἶχεν ὄνομα ὁ ὠνησάμενός με ‑ μέγα εὐθὺς πρὸ τῆς θύρας ἀνέκραγεν, Ὦ κοράσια, δοῦλον ὑμῖν ἐώνημαι καλὸν καὶ ἁδρὸν καὶ Καππαδόκην τὸ γένος. ἦσαν δὲ τὰ κοράσια ταῦτα ὄχλος κιναίδων συνεργῶν τοῦ Φιλήβου, καὶ πάντες πρὸς τὴν βοὴν ἀνεκρότησαν· ᾤοντο γὰρ ἀληθῶς ἄνθρωπον εἶναι τὸν ἐωνημένον. ὡς δὲ εἶδον ὄνον ὄντα τὸν δοῦλον, ἤδη ταῦτα ἐς τὸν Φίληβον ἔσκωπτον, Τοῦτον οὐ δοῦλον, ἀλλὰ νυμφίον σαυτῇ πόθεν ἄγεις λαβοῦσα; ὄναιο δὲ τούτων τῶν καλῶν γάμων καὶ τέκοις ταχέως ἡμῖν πώλους τοιούτους.

[37]    καὶ οἱ μὲν ἐγέλων. τῇ δὲ ὑστεραίᾳ συνετάττοντο ἐπ' ἔργον, ὥσπερ αὐτοὶ ἔλεγον, καὶ τὴν θεὸν ἐνσκευασάμενοι ἐμοὶ ἐπέθηκαν. εἶτα ἐκ τῆς πόλεως ἐξηλαύνομεν καὶ τὴν χώραν περιῄειμεν. ἐπὰν δ' εἰς κώμην τινὰ εἰσέλθοιμεν, ἐγὼ μὲν ὁ θεοφόρητος ἱστάμην, ὁ δὲ αὐλητὴς ἐφύσα ὅμιλος ἔνθεον, οἱ δὲ τὰς μίτρας ἀπορρίψαντες τὴν κεφαλὴν κάτωθεν ἐκ τοῦ αὐχένος εἱλίσσοντες τοῖς ξίφεσιν ἐτέμνοντο τοὺς πήχεις καὶ τὴν γλῶτταν τῶν ὀδόντων ὑπερβάλλων ἕκαστος ἔτεμνε καὶ ταύτην, ὥστε ἐν ἀκαρεῖ πάντα πεπλῆσθαι μαλακοῦ αἵματος. ἐγὼ δὲ ταῦτα ὁρῶν τὰ πρῶτα ἔτρεμον ἑστώς, μή ποτε χρεία τῇ θεῷ καὶ ὀνείου αἵματος γένοιτο. ἐπειδὰν δὲ κατακόψειαν οὕτως ἑαυτούς, ἐκ τῶν περιεστηκότων θεατῶν συνέλεγον ὀβολοὺς καὶ δραχμάς· ἄλλος ἰσχάδας καὶ οἴνου κάδον καὶ τυροὺς ἐπέδωκε καὶ πυρῶν μέδιμνον καὶ κριθῶν τῷ ὄνῳ. οἱ δὲ ἐκ τούτων ἐτρέφοντο καὶ τὴν ἐπ' ἐμοὶ κομιζομένην θεὸν ἐθεράπευον.

[38]    καί ποτε εἰς κώμην τινὰ αὐτῶν εἰσβαλόντων ἡμῶν νεανίσκον τῶν κωμητῶν μέγαν ἀγρεύσαντες εἰσάγουσιν εἴσω ἔνθα καταλύοντες ἔτυχον. ἔπειτα ἔπασχον ἐκ τοῦ κωμήτου ὅσα συνήθη καὶ φίλα τοιούτοις ἀνοσίοις κιναίδοις ἦν. ἐγὼ δὲ ὑπεραλγήσας ἐπὶ τῇ ἐμαυτοῦ μεταβολῇ, Καὶ μέχρι νῦν ἀνέχομαι κακῶν, ἀναβοῆσαι, ὦ Ζεῦ σχέτλιε, ἠθέλησα, ἀλλ' ἡ μὲν φωνὴ οὐκ ἀνέβη μοι ἡ ἐμή, ἀλλ' ἡ τοῦ ὄνου ἐκ τοῦ φάρυγγος, καὶ μέγα ὠγκησάμην. τῶν δὲ κωμητῶν τινες ἔτυχον τότε ὄνον ἀπολωλεκότες, καὶ τὸν ἀπολωλότα ζητοῦντες ἀκούσαντές μου μέγα ἀναβοήσαντος παρέρχονται εἴσω οὐδενὶ οὐδὲν εἰπόντες ὡς ἐμοῦ τοῦ ἐκείνων ὄντος, καὶ καταλαμβάνουσι τοὺς κιναίδους ἄρρητα ἔνδον ἐργαζομένους· καὶ γέλως ἐκ τῶν ἐπεισελθόντων πολὺς γίνεται. ἔξω ἐκδραμόντες ὅλῃ τῇ κώμῃ τῷ λόγῳ διέδωκαν τῶν ἱερέων τὴν ἀσέλγειαν. οἱ δὲ αἰδούμενοι δεινῶς ταῦτα ἐληλεγμένα τῆς ἐπιούσης νυκτὸς εὐθὺς ἔνθεν ἐξήλασαν, καὶ ἐπειδὴ ἐγένοντο ἐν τῇ ἐρήμῳ τῆς ὁδοῦ ἐχαλέπαινον καὶ ὠργίζοντο ἐμοὶ τῷ μηνύσαντι τὰ ἐκείνων μυστήρια. καὶ τοῦτο μὲν ἀνεκτὸν τὸ δεινὸν ἦν, κακῶς τῷ λόγῳ ἀκούειν, ἀλλὰ τὰ μετὰ τοῦτο οὐκέτ' ἀνεκτά· τὴν γὰρ θεὸν ἀφελόντες μου καὶ χαμαὶ καταθέμενοι καὶ τὰ στρώματά μου πάντα περισπάσαντες γυμνὸν ἤδη προσδέουσί με δένδρῳ μεγάλῳ, εἶτα ἐκείνῃ τῇ ἐκ τῶν ἀστραγάλων μάστιγι παίοντες ὀλίγον ἐδέησαν ἀποκτεῖναι, κελεύοντές με τοῦ λοιποῦ ἄφωνον εἶναι θεοφόρητον. καὶ μὴν καὶ ἀποσφάξαι μετὰ τὰς μάστιγας ἐβουλεύσαντο ὡς ἐς ὕβριν αὐτοὺς βαλόντα πολλὴν καὶ τῆς κώμης οὐκ ἐργασαμένους ἐκβαλόντα· ἀλλ' ὥστε με μὴ ἀποκτεῖναι, δεινῶς αὐτοὺς ἡ θεὸς ἐδυσώπησεν χαμαὶ καθημένη καὶ οὐκ ἔχουσα ὅπως ὁδεύοι.

[39]    ἐντεῦθεν οὖν μετὰ τὰς μάστιγας λαβὼν τὴν δέσποιναν ἐβάδιζον καὶ πρὸς ἑσπέραν ἤδη καταλύομεν εἰς ἀγρὸν πλουτοῦντος ἀνθρώπου. καὶ ἦν οὗτος ἔνδον καὶ τὴν θεὸν μάλα ἄσμενος τῇ οἰκίᾳ ὑπεδέξατο καὶ θυσίας αὐτῇ προσήγαγεν. ἐνθάδε οἶδα μέγαν κίνδυνον αὐτὸς ὑποστάς· τῶν φίλων γάρ τις τῷ δεσπότῃ τῶν ἀγρῶν ἔπεμψε δῶρον ὄνου ἀγρίου μηρόν· τοῦτον ὁ μάγειρος σκευάσαι λαβὼν ῥᾳθυμίᾳ ἀπώλεσεν, κυνῶν πολλῶν λαθραίως εἴσω παρελθόντων· ὃς δεδιὼς πληγὰς πολλὰς καὶ βάσανον ἐκ τῆς ἀπωλείας τοῦ μηροῦ ἔγνω κρεμάσαι αὑτὸν ἐκ τοῦ τραχήλου. ἡ δὲ γυνὴ ἡ τούτου, κακὸν ἐξαίσιον ἐμόν, Ἀλλὰ μήτε ἀπόθνῃσκε, εἶπεν, ὦ φίλτατε, μήτε ἀθυμίᾳ τοιαύτῃ δῷς σεαυτόν· πειθόμενος γάρ μοι πράξεις εὖ πάντα. τῶν κιναίδων τὸν ὄνον λαβὼν ἔξω εἰς ἔρημον χωρίον κἄπειτα σφάξας αὐτὸν τὸ μέρος μὲν ἐκεῖνο τὸν μηρὸν ἀποτεμὼν κόμιζε δεῦρο καὶ κατασκευάσας τῷ δεσπότῃ ἀπόδος καὶ τὸ ἄλλο τοῦ ὄνου κάτω που ἐς κρημνὸν ἄφες· δόξει γὰρ ἀποδρὰς οἴχεσθαί ποι καὶ εἶναι ἀφανής. ὁρᾷς δὲ ὡς ἔστιν εὔσαρκος καὶ τοῦ ἀγρίου ἐκείνου πάντα ἀμείνων.

   ὁ δὲ μάγειρος τῆς γυναικὸς ἐπαινέσας τὸ βούλευμα, Ἄριστα, ἔφη, σοι, ὦ γύναι, ταῦτα, καὶ τούτῳ μόνῳ τῷ ἔργῳ τὰς μάστιγας φυγεῖν ἔχω, καὶ τοῦτό μοι ἤδη πεπράξεται.

   ὁ μὲν οὖν ἀνόσιος οὗτος οὑμὸς μάγειρος ἐμοῦ πλησίον ἑστὼς τῇ γυναικὶ ταῦτα συνεβουλεύετο.

[40] ἐγὼ δὲ τὸ μέλλον ἤδη προορώμενος κράτιστον ἔγνων τὸ σῴζειν ἐμαυτὸν ἐκ τῆς καινίδος καὶ ῥήξας τὸν ἱμάντα ᾧ διηγόμην καὶ ἀνασκιρτήσας ἵεμαι δρόμῳ εἴσω ἔνθα ἐδείπνουν οἱ κίναιδοι σὺν τῷ δεσπότῃ τῶν ἀγρῶν. ἐνταῦθα εἰσδραμὼν ἀνατρέπω πάντα τῷ σκιρτήματι καὶ λυχνίαν καὶ τραπέζας· κἀγὼ μὲν ᾤμην κομψόν τι τοῦτο πρὸς σωτηρίαν ἐμὴν εὑρηκέναι, καὶ τὸν δεσπότην τῶν ἀγρῶν κελεύειν εὐθέως ὡς ἀγέρωχον ὄνον ἐμὲ κατακλεισθέντα ποι φυλάττεσθαι ἀσφαλῶς· ἀλλά με τοῦτο τὸ κομψὸν εἰς ἔσχατον ἤνεγκεν κινδύνου. λυττᾶν δόξαντές με ξίφη πολλὰ ἤδη καὶ λόγχας ἐπ' ἐμὲ ἐσπάσαντο καὶ ξύλα μακρά, καὶ εἶχον οὕτως ὥστε ἀποκτενεῖν με. ἐγὼ δὲ ὁρῶν τοῦ δεινοῦ τὸ μέγεθος δρόμῳ εἴσω παρέρχομαι ἔνθα οἱ ἐμοὶ δεσπόται κοιμηθήσεσθαι ἔμελλον. οἱ δὲ θεασάμενοι τοῦτο συγκλείουσι τὰς θύρας εὖ μάλα ἔξωθεν.

[41]    ἐπεὶ δὲ ἤδη ὄρθρος ἦν, ἀράμενος τὴν θεὸν αὖθις ἀπῄειν ἅμα τοῖς ἀγύρταις καὶ ἀφικόμεθα εἰς κώμην ἄλλην μεγάλην καὶ πολυάνθρωπον, ἐν ᾗ καὶ καινότερόν τι ἐτερατεύσαντο, τὴν θεὸν μὴ μεῖναι ἐν ἀνθρώπου οἰκίᾳ, τῆς δὲ παρ' ἐκείνοις μάλιστα τιμωμένης ἐπιχωρίου δαίμονος τὸν ναὸν οἰκῆσαι. οἱ δὲ καὶ μάλα ἄσμενοι τὴν ξένην θεὸν ὑπεδέξαντο τῇ σφῶν αὐτῶν θεῷ συνοικίσαντες, ἡμῖν δὲ οἰκίαν ἀπέδειξαν ἀνθρώπων πενήτων. ἐνταῦθα συχνὰς ἡμέρας οἱ δεσπόται διατρίψαντες ἀπιέναι ἤθελον εἰς τὴν πλησίον πόλιν καὶ τὴν θεὸν ἀπῄτουν τοὺς ἐπιχωρίους, καὶ αὐτοὶ ἐς τὸ τέμενος παρελθόντες ἐκομίζοντο αὐτὴν καὶ θέντες ἐπ' ἐμοὶ ἤλαυνον ἔξω. ἔτυχον δὲ οἱ δυσσεβεῖς εἰς τὸ τέμενος ἐκεῖνο παρελθόντες ἀνάθημα φιάλην χρυσῆν κλέψαντες, ἣν ὑπὸ τῇ θεῷ ἔφερον· οἱ δὲ κωμῆται αἰσθόμενοι τοῦτο εὐθὺς ἐδίωκον, εἶτα ὡς πλησίον ἐγένοντο, καταπηδήσαντες ἀπὸ τῶν ἵππων εἴχοντο αὐτῶν ἐν τῇ ὁδῷ καὶ δυσσεβεῖς καὶ ἱεροσύλους ἐκάλουν καὶ ἀπῄτουν τὸ κλαπὲν ἀνάθημα, καὶ ἐρευνῶντες πάντα εὗρον αὐτὸ ἐν τῷ κόλπῳ τῆς θεοῦ. δήσαντες οὖν τοὺς γυναικίας ἦγον ὀπίσω καὶ τοὺς μὲν εἰς τὴν εἱρκτὴν ἐμβάλλουσι, τὴν δὲ θεὸν τὴν ἐπ' ἐμοὶ κομιζομένην ἀράμενοι ναῷ ἄλλῳ ἔδωκαν, τὸ δὲ χρυσίον τῇ πολίτιδι θεῷ πάλιν ἀπέδωκαν.

[42]    τῇ δὲ ὑστεραίᾳ τά τε σκεύη κἀμὲ πιπράσκειν ἔγνωσαν, καὶ ἀπέδοντό με ξένῳ ἀνθρώπῳ τὴν πλησίον κώμην οἰκοῦντι, τέχνην ἔχοντι ἄρτους πέττειν· οὗτός με παραλαβὼν καὶ πυρῶν μεδίμνους δέκα ὠνησάμενος, ἐπιθείς μοι τὸν πυρὸν οἴκαδε ἤλαυνεν ὡς ἑαυτὸν ὁδὸν ἀργαλέαν· ὡς δὲ ἥκομεν, εἰσάγει με εἰς τὸν μυλῶνα, καὶ ὁρῶ πολὺ πλῆθος ἔνδον ὁμοδούλων κτηνῶν, καὶ μύλαι πολλαὶ ἦσαν, καὶ πᾶσαι τούτοις ἐστρέφοντο, καὶ πάντα ἐκεῖνα μεστὰ ἦν ἀλεύρων. καὶ τότε μέν με οἷα ξένον δοῦλον καὶ φορτίον βαρύτατον ἀράμενον καὶ ὁδὸν ἀργαλέαν ἀφιγμένον ἀναπαύεσθαι ἔνδον ἀφῆκαν, τῇ δὲ ὑστεραίᾳ ὀθόνῃ τὰ ὄμματά μου ἐμπετάσαντες ὑποζευγνύουσί με τῇ κώπῃ τῆς μύλης, εἶτα ἤλαυνον. ἐγὼ δὲ ἠπιστάμην ὅπως χρὴ ἀλεῖν πολλάκις παθών, προσεποιούμην δὲ ἀγνοεῖν· ἀλλὰ μάτην ἤλπισα. λαβόντες γὰρ πολλοὶ τῶν ἔνδον βακτηρίας περιίστανταί με καὶ μὴ προσδοκήσαντα, ὡς οὐχ ὁρῶντα, παίουσιν ἀθρόᾳ τῇ χειρί, ὥστε με ὑπὸ τῆς πληγῆς ὥσπερ στρόμβον ἐξαπίνης στρέφεσθαι· καὶ πείρᾳ ἔμαθον ὅτι χρὴ τὸν δοῦλον ἐς τὸ τὰ δέοντα ποιεῖν μὴ περιμένειν τοῦ δεσπότου τὴν χεῖρα.

[43]    λεπτὸς οὖν πάνυ γίνομαι καὶ ἀσθενὴς τῷ σώματι, ὥστε ἔγνω με ὁ δεσπότης πωλῆσαι, καὶ ἀποδίδοταί με ἀνθρώπῳ κηπουρῷ τὴν τέχνην· οὗτος γὰρ εἶχε κῆπον λαβὼν γεωργεῖν. καὶ τοῦτο εἴχομεν ἔργον· ὁ δὲ δεσπότης ἕωθεν ἐπιθείς μοι τὰ λάχανα ἐκόμιζεν εἰς τὴν ἀγοράν, καὶ παραδοὺς τοῖς ταῦτα πιπράσκουσιν ἦγέ με πάλιν εἰς τὸν κῆπον. εἶτα ἐκεῖνος μὲν καὶ ἔσκαπτε καὶ ἐφύτευε καὶ τὸ ὕδωρ τῷ φυτῷ ἐπῆγεν, ἐγὼ δὲ ἐν τούτῳ εἱστήκειν ἀργός. ἦν δέ μοι δεινῶς ἀλγεινὸς ὁ τότε βίος, πρῶτον μὲν ἐπεὶ χειμὼν ἤδη ἦν κἀκεῖνος οὐδὲ αὑτῷ στρῶμα εἶχεν ἀγοράσαι οὐχ ὅπως ἐμοί, καὶ ἀνυπόδητος πηλὸν ὑγρὸν καὶ πάγον σκληρὸν καὶ ὀξὺν ἐπάτουν, καὶ τὸ φαγεῖν τοῦτο μόνον ἀμφοτέροις ἦν θρίδακας πικρὰς καὶ σκληράς.

[44] καί ποτε ἐξιόντων ἡμῶν εἰς τὸν κῆπον ἐντυγχάνει ἀνὴρ γενναῖος στρατιώτου στολὴν ἠμφιεσμένος, καὶ τὰ μὲν πρῶτα λαλεῖ πρὸς ἡμᾶς τῇ Ἰταλῶν φωνῇ καὶ ἤρετο τὸν κηπουρὸν ὅποι ἀπάγει τὸν ὄνον ἐμέ· ὁ δέ, οἶμαι, τῆς φωνῆς ἀνόητος ὢν οὐδὲν ἀπεκρίνατο· ὁ δὲ ὀργιζόμενος, ὡς ὑπερορώμενος, παίει τῇ μάστιγι τὸν κηπουρόν, κἀκεῖνος συμπλέκεται αὐτῷ καὶ ἐκ τῶν ποδῶν εἰς τὴν ὁδὸν ὑποσπάσας ἐκτείνει, καὶ κείμενον ἔπαιεν οὕτω καὶ χειρὶ καὶ ποδὶ καὶ λίθῳ τῷ ἐκ τῆς ὁδοῦ· ὁ δὲ τὰ πρῶτα καὶ ἀντεμάχετο καὶ ἠπείλει, εἰ ἀνασταίη, ἀποκτενεῖν τῇ μαχαίρᾳ· ὁ δὲ ὥσπερ ὑπ' αὐτοῦ ἐκείνου διδαχθείς, τὸ ἀκινδυνότατον, σπᾷ τὴν μάχαιραν αὐτοῦ καὶ ῥιπτεῖ πόρρω, εἶτα αὖθις ἔπαιε κείμενον. ὁ δὲ τὸ κακὸν ὁρῶν ἤδη ἀφόρητον ψεύδεται ὡς τεθνηκὼς ἐν ταῖς πληγαῖς· ὁ δὲ δείσας ἐπὶ τούτῳ τὸν μὲν αὐτοῦ ὡς εἶχε κείμενον ἀπολείπει, τὴν δὲ μάχαιραν βαστάσας ἐπ' ἐμοὶ ἤλαυνεν ἐς τὴν πόλιν.

[45]    ὡς δὲ ἤλθομεν, τὸν μὲν κῆπον αὐτοῦ συνεργῷ τινι ἐπέδωκεν γεωργεῖν, αὐτὸς δὲ τὸν κίνδυνον τὸν ἐκ τῆς ὁδοῦ δεδιὼς κρύπτεται ἅμα ἐμοὶ πρός τινος τῶν ἐν ἄστει συνήθων. τῇ δὲ ὑστεραίᾳ, δόξαν αὐτοῖς, οὕτω ποιοῦσιν· τὸν μὲν ἐμὸν δεσπότην κιβωτῷ ἐνέκρυψαν, ἐμὲ δὲ ἀράμενοι ἐκ τῶν ποδῶν κομίζουσιν ἄνω τῇ κλίμακι ἐς οἴκημα ὑπερῷον κἀκεῖ με ἄνω συγκλείουσιν. ὁ δὲ στρατιώτης ἐκ τῆς ὁδοῦ ποτε μόλις ἐξαναστάς, ὡς ἔφασαν, καρηβαρῶν ταῖς πληγαῖς ἧκεν εἰς τὴν πόλιν καὶ τοῖς στρατιώταις τοῖς σὺν αὐτῷ ἐντυχὼν λέγει τὴν ἀπόνοιαν τοῦ κηπουροῦ· οἱ δὲ σὺν αὐτῷ ἐλθόντες μανθάνουσιν ἔνθα ἦμεν κεκρυμμένοι, καὶ παραλαμβάνουσι τοὺς τῆς πόλεως ἄρχοντας. οἱ δὲ εἴσω τινὰ τῶν ὑπηρετῶν πέμπουσιν καὶ τοὺς ἔνδον ἅπαντας προελθεῖν ἔξω κελεύουσιν· ὡς δὲ προῆλθον, ὁ κηπουρὸς οὐδαμοῦ ἐφαίνετο. οἱ μὲν οὖν στρατιῶται ἔνδον ἔφασαν εἶναι τὸν κηπουρὸν κἀμὲ τὸν ἐκείνου ὄνον· οἱ δὲ οὐδὲν ἄλλο ὑπολελεῖφθαι ἔλεγον οὔτε ἄνθρωπον οὔτε ὄνον. θορύβου δὲ ἐν τῷ στενωπῷ καὶ πολλῆς βοῆς ἐκ τούτων γινομένης ὁ ἀγέρωχος καὶ πάντα περίεργος ἐγὼ βουλόμενος μαθεῖν τίνες εἶεν οἱ βοῶντες, διακύπτω ἄνωθεν κάτω διὰ τῆς θυρίδος. οἱ δέ με ἰδόντες εὐθὺς ἀνέκραγον· οἱ δὲ ἑαλώκεσαν ψευδῆ λέγοντες· καὶ οἱ ἄρχοντες εἴσω παρελθόντες καὶ πάντα ἀνερευνῶντες εὑρίσκουσιν τὸν ἐμὸν δεσπότην τῇ κιβωτῷ ἐγκείμενον καὶ λαβόντες τὸν μὲν εἰς τὸ δεσμωτήριον ἔπεμψαν λόγον τῶν τετολμημένων ὑφέξοντα, ἐμὲ δὲ κάτω βαστάσαντες τοῖς στρατιώταις παρέδοσαν. πάντες δὲ ἄσβεστον ἐγέλων ἐπὶ τῷ μηνύσαντι ἐκ τῶν ὑπερῴων καὶ προδόντι τὸν ἑαυτοῦ δεσπότην· κἀκ τότε ἐξ ἐμοῦ πρώτου ἦλθεν εἰς ἀνθρώπους ὁ λόγος οὗτος, Ἐξ ὄνου παρακύψεως.

[46]    τῇ δὲ ὑστεραίᾳ τί μὲν ἔπαθεν ὁ κηπουρὸς ὁ ἐμὸς δεσπότης, οὐκ οἶδα, ὁ δὲ στρατιώτης πωλήσειν με ἔγνω, καὶ πιπράσκει με πέντε καὶ εἴκοσιν Ἀττικῶν· ὁ δὲ ὠνησάμενος θεράπων ἦν ἀνδρὸς σφόδρα πλουσίου πόλεως τῶν ἐν Μακεδονίᾳ τῆς μεγίστης Θεσσαλονίκης. οὗτος τέχνην εἶχε ταύτην, τὰ ὄψα τῷ δεσπότῃ ἐσκεύαζεν, καὶ εἶχεν καὶ ἀδελφὸν σύνδουλον ἄρτους πέττειν καὶ μελίπηκτα κιρνᾶν ἐπιστάμενον. οὗτοι οἱ ἀδελφοὶ σύσκηνοί τε ἀεὶ ἦσαν ἀλλήλοις καὶ κατέλυον ἐν ταὐτῷ καὶ τὰ σκεύη τῶν τεχνῶν εἶχον ἀναμεμιγμένα, καὶ μετὰ ταῦτα κἀμὲ ἵστασαν ἔνθα κατέλυον. καὶ οὗτοι μετὰ τὸ δεῖπνον τοῦ δεσπότου πολλὰ λείψανα ἄμφω εἴσω ἐκόμιζον ὁ μὲν κρεῶν καὶ ἰχθύων, ὁ δὲ ἄρτων καὶ πλακούντων. οἱ δὲ κατακλείσαντες ἔνδον ἐμὲ μετὰ τούτων καὶ φυλακὴν ἐμοὶ γλυκυτάτην περιστήσαντες ἀπῄεσαν ὥστε ἀπολούσασθαι· κἀγὼ τοῖς παρακειμένοις κριθιδίοις μακρὰ χαίρειν λέγων ταῖς τέχναις καὶ τοῖς κέρδεσι τῶν δεσποτῶν ἐδίδουν ἐμαυτόν, καὶ διὰ μακροῦ πάνυ ἐγεμιζόμην ἀνθρωπείου τροφῆς. οἱ δὲ ἀναστρέψαντες εἴσω τὰ μὲν πρῶτα οὐδὲν ᾐσθάνοντο τῆς ὀψοφαγίας τῆς ἐμῆς ἐκ τοῦ πλήθους τῶν παρακειμένων, κἀμοῦ ἔτι ἐν φόβῳ καὶ φειδοῖ κλέπτοντος τὸ ἄριστον. ἐπεὶ δὲ καὶ τέλεον αὐτῶν καταγνοὺς ἄγνοιαν τὰς καλλίστας τῶν μερίδων καὶ ἄλλα πολλὰ κατέτρωγον, καὶ ἐπειδὴ ᾔσθοντο ἤδη τῆς ζημίας, τὰ μὲν πρῶτα ἄμφω ὕποπτον ἐς ἀλλήλους ἔβλεπον καὶ κλέπτην ὁ ἕτερος τὸν ἕτερον καὶ ἅρπαγα τῶν κοινῶν καὶ ἀναίσχυντον ἔλεγον, καὶ ἦσαν ἀκριβεῖς λοιπὸν ἄμφω καὶ τῶν μερίδων ἀριθμὸς ἐγίνετο.

[47] ἐγὼ δὲ τὸν βίον εἶχον ἐν ἡδονῇ καὶ τρυφῇ, καὶ τὸ σῶμά μου ἐκ τῆς συνήθους τροφῆς πάλιν καλὸν ἐγεγόνει καὶ τὸ δέρμα ἐπανθούσῃ τῇ τριχὶ ἀπέστιλβεν. οἱ δὲ γενναιότατοι μέγαν τέ με καὶ πίονα ὁρῶντες καὶ τὰ κριθίδια μὴ δαπανώμενα, ἀλλ' ἐν ταὐτῷ μέτρῳ ὄντα, εἰς ὑπόνοιαν ἔρχονται τῶν τολμημάτων τῶν ἐμῶν, καὶ προελθόντες ὡς εἰς τὸ βαλανεῖον ἀπιόντες, ἔπειτα τὰς θύρας συγκλείσαντες, προσβαλόντες ὀπῇ τινι τὰ ὄμματα τῆς θύρας ἐσκοποῦντο τἄνδον. κἀγὼ τότε μηδὲν τοῦ δόλου εἰδὼς ἠρίστων προσελθών. οἱ δὲ τὰ μὲν πρῶτα ἐγέλων ὁρῶντες ἄριστον ἄπιστον· εἶτα δὲ τοὺς ὁμοδούλους ἐκάλουν ἐπὶ τὴν ἐμὴν θέαν, καὶ γέλως πολὺς ἦν, ὥστε καὶ ὁ δεσπότης αὐτῶν ἤκουσεν τοῦ γέλωτος, θορύβου ὄντος ἔξωθεν, καὶ ἤρετο τί ἐστιν ἐφ' ᾧ τοσοῦτον οἱ ἔξω γελῶσιν. ἐπεὶ δὲ ἤκουσεν, καὶ ἐξανίσταται τοῦ συμποσίου καὶ διακύψας εἴσω ὁρᾷ με συὸς ἀγρίου μερίδα καταπίνοντα, καὶ μέγα ἐν γέλωτι ἀναβοήσας εἰστρέχει εἴσω. κἀγὼ σφόδρα ἠχθόμην ἐπὶ τοῦ δεσπότου κλέπτης ἅμα καὶ λίχνος ἑαλωκώς. ὁ δὲ πολὺν εἶχεν ἐπ' ἐμοὶ γέλωτα, καὶ τὰ μὲν πρῶτα κελεύει με εἴσω ἄγεσθαι εἰς τὸ ἐκείνου συμπόσιον, ἔπειτα τράπεζάν μοι παραθεῖναι εἶπε καὶ εἶναι ἐπ' αὐτῇ πολλὰ τῶν ὅσα μὴ δυνατὸν ἄλλῳ ὄνῳ καταφαγεῖν, κρέα λοπάδας ζωμοὺς ἰχθῦς, τοῦτο μὲν ‹ἐν› γάρῳ καὶ ἐλαίῳ κατακειμένους, τοῦτο δὲ νάπυϊ ἐπικεχυμένους. κἀγὼ τὴν τύχην ὁρῶν ἤδη ἁπαλόν μοι προσμειδιῶσαν καὶ μαθὼν ὅτι με τοῦτο μόνον τὸ παίγνιον ἀνασώσει, καίτοι ἤδη ἐμπεπλησμένος ὅμως ἠρίστων τῇ τραπέζῃ παραστάς. τὸ δὲ συμπόσιον ἐκλονεῖτο τῷ γέλωτι. καί τις εἶπεν, Καὶ πίεται οἶνον οὗτος ὁ ὄνος, ἤν τις αὐτῷ ἐγκερασάμενος ἐπιδῷ· καὶ ὁ δεσπότης ἐκέλευσεν κἀγὼ τὸ προσενεχθὲν ἔπιον.

[48]    ὁ δὲ οἷον εἰκὸς ὁρῶν ἐμὲ κτῆμα παράδοξον τὴν μὲν τιμὴν τὴν ἐμὴν κελεύει τῶν διοικητῶν τινι καταβαλεῖν τῷ ἐμὲ ὠνησαμένῳ καὶ ἄλλο τοσοῦτον, ἐμὲ δὲ παρέδωκεν ἀπελευθέρῳ τῶν αὑτοῦ τινι νεανίσκῳ καὶ εἶπε κατηχεῖν ὅσα ποιῶν μάλιστα ψυχαγωγεῖν αὐτὸν δυναίμην. τῷ δέ γε ῥᾴδια ἦν πάντα· ὑπήκουον γὰρ εὐθὺ εἰς ἅπαντα διδασκόμενος. καὶ πρῶτον μὲν κατακλίνεσθαί με ἐπὶ κλίνης ὥσπερ ἄνθρωπον ἐπ' ἀγκῶνος ἐποίησεν, εἶτα καὶ προσπαλαίειν αὐτῷ καὶ μὴν καὶ ὀρχεῖσθαι ἐπὶ τοὺς δύο ἐπανιστάμενον ὀρθὸν καὶ κατανεύειν καὶ ἀνανεύειν πρὸς τὰς φωνὰς καὶ πάνθ' ὅσα ἐδυνάμην μὲν καὶ δίχα τοῦ μανθάνειν ποιεῖν· καὶ τὸ πρᾶγμα περιβόητον ἦν, ὄνος ὁ τοῦ δεσπότου, οἰνοπότης, παλαίων, ὄνος ὀρχούμενος. τὸ δὲ μέγιστον ὅτι πρὸς τὰς φωνὰς ἀνένευον ἐν καιρῷ καὶ κατένευον· καὶ πιεῖν δὲ ὁπότε θελήσαιμι, ᾔτουν τοῖς ὀφθαλμοῖς τὸν οἰνοχόον κινήσας. καὶ οἱ μὲν ἐθαύμαζον τὸ πρᾶγμα ὡς παράδοξον ἀγνοῦντες ἄνθρωπον ἐν τῷ ὄνῳ κείμενον· ἐγὼ δὲ τρυφὴν ἐποιούμην τὴν ἐκείνων ἄγνοιαν. καὶ μὴν καὶ βαδίζειν ἐμάνθανον καὶ κομίζειν τὸν δεσπότην ἐπὶ τοῦ νώτου καὶ τρέχειν δρόμον ἀλυπότατον καὶ τῷ ἀναβάτῃ ἀναίσθητον. καὶ σκεύη μοι ἦν πολυτελῆ, καὶ στρώματα πορφυρᾶ ἐπιβάλλομαι, καὶ χαλινοὺς εἰσεδεχόμην ἀργύρῳ καὶ χρυσῷ πεποικιλμένους, καὶ κώδωνες ἐξήπτοντό μου μέλος μουσικώτατον ἐκφωνοῦντες.

[49]    ὁ δὲ Μενεκλῆς ὁ δεσπότης ἡμῶν, ὥσπερ ἔφην, ἐκ τῆς Θεσσαλονίκης δεῦρο ἐληλύθει ἐπ' αἰτίᾳ τοιαύτῃ· ὑπέσχετο τῇ πατρίδι θέαν παρέξειν ἀνδρῶν ὅπλοις πρὸς ἀλλήλους μονομαχεῖν εἰδότων· καὶ οἱ μὲν ἄνδρες τῆς μάχης ἤδη ἦσαν ἐν παρασκευῇ, καὶ ἀφῖκτο ἡ πορεία. ἐξελαύνομεν οὖν ἕωθεν, κἀγὼ τὸν δεσπότην ἔφερον εἴ ποτε χωρίον εἴη τῆς ὁδοῦ τραχὺ καὶ τοῖς ὀχήμασιν ἐπιβαίνειν χαλεπόν. ὡς δὲ κατέβημεν ἐπὶ Θεσσαλονίκην, οὐκ ἦν ὅστις ἐπὶ θέαν οὐκ ἠπείγετο καὶ τὴν ὄψιν τὴν ἐμήν· ἡ γὰρ ἐμὴ δόξα προεληλύθει ἐκ μακροῦ καὶ τὸ πολυπρόσωπον καὶ τὸ ἀνθρώπινον τῶν ἐμῶν ὀρχημάτων καὶ παλαισμάτων. ἀλλ' ὁ μὲν δεσπότης τοῖς ἐνδοξοτάτοις τῶν αὑτοῦ πολιτῶν παρὰ τὸν πότον ἐδείκνυέ με καὶ τὰ παράδοξα ἐκεῖνα τὰ ἐν ἐμοὶ παίγνια ἐν τῷ δείπνῳ παρετίθει.

[50]    ὁ δὲ ἐμὸς ἐπιστάτης πρόσοδον εὗρεν ἐξ ἐμοῦ πολλῶν πάνυ δραχμῶν· κατακλείσας γάρ με ἔνδον εἶχεν ἑστῶτα, καὶ τοῖς βουλομένοις ἰδεῖν ἐμὲ καὶ τἀμὰ παράδοξα ἔργα μισθοῦ τὴν θύραν ἤνοιγεν. οἱ δ' εἰσεκόμιζον ἄλλος ἄλλο τι τῶν ἐδωδίμων, μάλιστα τὸ ἐχθρὸν εἶναι ὄνου γαστρὶ δοκοῦν· ἐγὼ δὲ ἤσθιον. ὥστε ὀλίγων ἡμερῶν τῷ δεσπότῃ καὶ τοῖς ἐν τῇ πόλει συναριστῶν μέγας τε καὶ πίων δεινῶς ἤδη ἐγεγόνειν.

   καί ποτε γυνὴ ξένη οὐ μέτρια κεκτημένη, τὴν ὄψιν ἱκανή, παρελθοῦσα ἔσω ἰδεῖν ἐμὲ ἀριστῶντα εἰς ἔρωτά μου θερμὸν ἐμπίπτει, τοῦτο μὲν τὸ κάλλος ἰδοῦσα τοῦ ὄνου, τοῦτο δὲ τῷ παραδόξῳ τῶν ἐμῶν ἐπιτηδευμάτων εἰς ἐπιθυμίαν συνουσίας προελθοῦσα· καὶ διαλέγεται πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν καὶ μισθὸν αὐτῷ ἁδρὸν ὑπέσχετο, εἰ συγχωρήσειεν αὐτῇ σὺν ἐμοὶ τὴν νύκτα ἀναπαύσεσθαι· κἀκεῖνος οὐδὲν φροντίσας, εἴτε ἀνύσει τι ἐκείνη ἐξ ἐμοῦ εἴτε καὶ μή, λαμβάνει τὸν μισθόν.

[51]    κἀπειδὴ ἑσπέρα τε ἤδη ἦν κἀκ τοῦ συμποσίου ἀφῆκεν ἡμᾶς ὁ δεσπότης, ἀναστρέφομεν ἔνθα ἐκαθεύδομεν, καὶ τὴν γυναῖκα εὕρομεν πάλαι ἀφιγμένην ἐπὶ τὴν ἐμὴν εὐνήν. κεκόμιστο δὲ αὐτῇ προσκεφάλαια μαλακὰ καὶ στρώματα εἴσω κατέθεντο καὶ χαμεύνιον ἡμῖν εὐτρεπὲς ἦν. εἶτα οἱ μὲν τῆς γυναικὸς θεράποντες αὐτοῦ που πλησίον πρὸ τοῦ δωματίου ἐκάθευδον, ἡ δὲ λύχνον ἔνδον ἔκαιε μέγαν τῷ πυρὶ λαμπόμενον· ἔπειτα ἀποδυσαμένη παρέστη τῷ λύχνῳ γυμνὴ ὅλη καὶ μύρον ἔκ τινος ἀλαβάστρου προχεαμένη τούτῳ ἀλείφεται, κἀμὲ δὲ μυρίζει ἔνθεν, μάλιστα τὴν ῥῖνά μου μύρων ἐνέπλησεν, εἶτά με καὶ ἐφίλησε καὶ οἷα πρὸς αὐτῆς ἐρώμενον καὶ ἄνθρωπον διελέγετο καί με ἐκ τῆς φορβειᾶς λαβομένη ἐπὶ τὸ χαμεύνιον εἷλκεν· κἀγὼ οὐδέν τι του παρακαλέσαντος εἰς τοῦτο δεόμενος καὶ οἴνῳ δὲ παλαιῷ πολλῷ ὑποβεβρεγμένος καὶ τῷ χρίσματι τοῦ μύρου οἰστρημένος καὶ τὴν παιδίσκην δὲ ὁρῶν πάντα καλὴν κλίνομαι, καὶ σφόδρα ἠπόρουν ὅπως ἀναβήσομαι τὴν ἄνθρωπον· καὶ γὰρ ἐξ ὅτου ἐγεγόνειν ὄνος, συνουσίας ἀλλ' οὐδὲ τῆς ὄνοις συνήθους ἔτυχον ἁψάμενος οὐδὲ γυναικὶ ἐχρησάμην ὄνῳ· καὶ μὴν καὶ τοῦτό μ' εἰς δέος οὐχὶ μέτριον ἦγε, μὴ οὐ χωρήσασα ἡ γυνὴ διασπασθείη, κἀγὼ ὥσπερ ἀνδροφόνος καλὴν δώσω δίκην. ἠγνόουν δὲ οὐκ εἰς δέον δεδιώς. ἡ γὰρ γυνὴ πολλοῖς τοῖς φιλήμασι, καὶ τούτοις ἐρωτικοῖς, προσκαλουμένη ὡς εἶδεν οὐ κατέχοντα, ὥσπερ ἀνδρὶ παρακειμένη περιβάλλεταί με καὶ ἄρασα εἴσω ὅλον παρεδέξατο. κἀγὼ μὲν ὁ δειλὸς ἐδεδοίκειν ἔτι καὶ ὀπίσω ἀπῆγον ἐμαυτὸν ἀτρέμα, ἡ δὲ τῆς τε ὀσφύος τῆς ἐμῆς εἴχετο, ὥστε μὴ ὑποχωρεῖν, καὶ αὐτὴ εἵπετο τὸ φεῦγον. ἐπεὶ δὲ ἀκριβῶς ἐπείσθην ἔτι μοι καὶ προσδεῖν πρὸς τὴν τῆς γυναικὸς ἡδονήν τε καὶ τέρψιν, ἀδεῶς λοιπὸν ὑπηρέτουν ἐννοούμενος ὡς οὐδὲν εἴην κακίων τοῦ τῆς Πασιφάης μοιχοῦ. ἡ δὲ γυνὴ οὕτως ἦν ἄρα ἐς τὰ ἀφροδίσια ἑτοίμη καὶ τῆς ἀπὸ τῆς συνουσίας ἡδονῆς ἀκόρεστος, ὥστε ὅλην τὴν νύκτα ἐν ἐμοὶ ἐδαπάνησεν.

[52]    ἅμα δὲ τῇ ἡμέρᾳ ἡ μὲν ἀναστᾶσα ἀπῄει συνθεμένη πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν οἴσειν ἐπὶ τοῖς αὐτοῖς τὸν μισθὸν τὸν αὐτὸν τῆς νυκτός. ὁ δὲ ἅμα μὲν πλουσιώτερος ἐκ τῶν ἐμῶν γενησόμενος καὶ τῷ δεσπότῃ καινότερον ἐν ἐμοὶ ἐπιδειξόμενος συγκατακλείει με τῇ γυναικί· ἡ δὲ κατεχρῆτό μοι δεινῶς. καί ποτε ἐλθὼν ὁ ἐπιστάτης ἀπαγγέλλει τῷ δεσπότῃ τὸ ἔργον, ὡς ἂν αὐτὸς διδάξας, καὶ ἐμοῦ μὴ εἰδότος ἄγει αὐτὸν ἑσπέρας ἤδη ἔνθα ἐκαθεύδομεν, καὶ διά τινος ὀπῆς τῆς θύρας δείκνυσί με ἔνδον τῇ μείρακι συνευναζόμενον. ὁ δὲ ἡσθεὶς τῇ θέᾳ καὶ δημοσίᾳ με ταῦτα ποιοῦντα δεῖξαι ἐπεθύμησεν, καὶ κελεύει πρὸς μηδένα ἔξω τοῦτο εἰπεῖν, Ἵνα, ἔφη, ἐν τῇ ἡμέρᾳ τῆς θέας παραγάγωμεν τοῦτον ἐς τὸ θέατρον σύν τινι τῶν καταδεδικασμένων γυναικῶν, κἀν πάντων ὀφθαλμοῖς ἐπὶ τὴν γυναῖκα ἀναβήσεται. καί τινα τῶν γυναικῶν, ἥτις κατεκέκριτο θηρίοις ἀποθανεῖν, ἄγουσιν ἔνδον παρ' ἐμὲ καὶ προσιέναι τε ἐκέλευον καὶ ψαύειν ἐμοῦ.

[53]    εἶτα τὸ τελευταῖον τῆς ἡμέρας ἐκείνης ἐνστάσης, ἐν ᾗ τὰς φιλοτιμίας ἦγεν ὁ ἐμὸς δεσπότης, εἰσάγειν ἔγνωσάν με εἰς τὸ θέατρον. καὶ εἰσῄειν οὕτω· κλίνη ἦν μεγάλη, ἀπὸ χελώνης Ἰνδικῆς πεποιημένη, χρυσῷ ἐσφηνωμένη, ἐπὶ ταύτης με ἀνακλίνουσιν κἀκεῖ μοι τὴν γυναῖκα παρακατέκλιναν. εἶτα οὕτως ἡμᾶς ἐπέθηκαν ἐπί τινος μηχανήματος καὶ εἴσω εἰς τὸ θέατρον παρενέγκαντες κατέθηκαν ἐν τῷ μέσῳ, καὶ οἱ ἄνθρωποι μέγα ἀνεβόησαν καὶ κρότος πάσης χειρὸς ἐξήλατο ἐπ' ἐμοί, καὶ τράπεζα ἡμῖν παρέκειτο καὶ πολλὰ ἐσκευασμένα ἐπ' αὐτῇ ἔκειτο ὅσα τρυφῶντες ἄνθρωποι ἐν δείπνῳ ἔχουσιν. καὶ παῖδες ἡμῖν παρειστήκεισαν οἰνοχόοι καλοὶ τὸν οἶνον ἡμῖν χρυσίῳ διακονούμενοι. ὁ μὲν οὖν ἐμὸς ἐπιστάτης ἑστὼς ὄπισθεν ἐκέλευέν με ἀριστᾶν· ἐγὼ δὲ ἅμα μὲν ᾐδούμην ἐν τῷ θεάτρῳ κατακείμενος, ἅμα δὲ ἐδεδίειν μή που ἄρκτος ἢ λέων ἀναπηδήσεται.

[54] ἐν τούτῳ δέ τινος ἄνθη φέροντος παροδεύοντος ἐν τοῖς ἄλλοις ἄνθεσιν ὁρῶ καὶ ῥόδων χλωρῶν φύλλα, καὶ μηδὲν ἔτι ὀκνῶν ἀναπηδήσας τοῦ λέχους ἐκπίπτω· καὶ οἱ μὲν ᾤοντό με ἀνίστασθαι ὀρχησόμενον· ἐγὼ δὲ ἓν ἐξ ἑνὸς ἐπιτρέχων καὶ ἀπανθιζόμενος ἀπ' αὐτῶν τῶν ἀνθῶν τὰ ῥόδα κατέπινον. τῶν δὲ ἔτι θαυμαζόντων ἐπ' ἐμοὶ ἀποπίπτει ἐξ ἐμοῦ ἐκείνη ἡ τοῦ κτήνους ὄψις καὶ ἀπόλλυται, καὶ ἀφανὴς ἐκεῖνος ὁ πάλαι ὄνος, ὁ δὲ Λούκιος αὐτὸς ἔνδον μοι γυμνὸς εἱστήκει. τῇ δὲ παραδόξῳ ταύτῃ καὶ μηδέποτε ἐλπισθείσῃ θέᾳ πάντες ἐκπεπληγμένοι δεινὸν ἐπεθορύβησαν καὶ τὸ θέατρον εἰς δύο γνώμας ἐσχίζετο· οἱ μὲν γὰρ ὥσπερ φάρμακα δεινὰ ἐπιστάμενον καὶ κακόν τι πολύμορφον ἠξίουν εὐθὺς ἔνδον πυρί με ἀποθανεῖν, οἱ δὲ περιμεῖναι καὶ τοὺς ἀπ' ἐμοῦ λόγους ἔλεγον δεῖν καὶ πρότερον διαγνῶναι, εἶθ' οὕτως δικάσαι περὶ τούτων. κἀγὼ δραμὼν πρὸς τὸν ἄρχοντα τῆς ἐπαρχίας ‑ ἔτυχεν δὲ τῇ θέᾳ ταύτῃ παρών ‑ ἔλεγον κάτωθεν ὅτι γυνή με Θετταλὴ γυναικὸς Θετταλῆς δούλη χρίσματι μεμαγευμένῳ ἐπαλείψασα ὄνον ποιήσειεν, καὶ ἱκέτευον αὐτὸν λαβόντα ἔχειν με ἐν φρουρᾷ ἔστ' ἂν αὐτὸν πείσαιμι, ὡς οὐ καταψεύδομαι οὕτω γεγονώς.

[55]    καὶ ὁ ἄρχων, Λέγε, φησίν, ἡμῖν ὄνομα τὸ σὸν καὶ γονέων τῶν σῶν καὶ συγγενῶν, εἴ τινας φῂς ἔχειν τῷ γένει προσήκοντας, καὶ πόλιν.

   κἀγώ, Πατὴρ μέν, ἔφην, ... ἔστι μοι Λούκιος, τῷ δὲ ἀδελφῷ τῷ ἐμῷ Γάϊος· ἄμφω δὲ τὰ λοιπὰ δύο ὀνόματα κοινὰ ἔχομεν. κἀγὼ μὲν ἱστοριῶν καὶ ἄλλων εἰμὶ συγγραφεύς, ὁ δὲ ποιητὴς ἐλεγείων ἐστὶ καὶ μάντις ἀγαθός· πατρὶς δὲ ἡμῖν Πάτραι τῆς Ἀχαΐας.

   ὁ δὲ δικαστὴς ἐπεὶ ταῦτα ἤκουσεν, Φιλτάτων ἐμοί, ἔφη, λίαν ἀνδρῶν υἱὸς εἶ καὶ ξένων οἰκίᾳ τέ με ὑποδεξαμένων καὶ δώροις τιμησάντων, καὶ ἐπίσταμαι ὅτι οὐδὲν ψεύδῃ παῖς ἐκείνων ὤν· καὶ τοῦ δίφρου ἀναπηδήσας περιβάλλει τε καὶ πολλὰ ἐφίλει, καί με καὶ οἴκαδε ἦγεν ὡς ἑαυτόν. ἐν τούτῳ δὲ καὶ ὁ ἀδελφὸς ὁ ἐμὸς ἀφίκετο ἀργύριον καὶ ἄλλα μοι πολλὰ κομίζων, κἀν τούτῳ με ὁ ἄρχων δημοσίᾳ πάντων ἀκουόντων ἀπολύει. καὶ ἐλθόντες ἐπὶ θάλασσαν ναῦν ἐσκεψάμεθα καὶ τὴν ἀποσκευὴν ἐνεθέμεθα.

[56] ἐγὼ δὲ κράτιστον εἶναι ἔγνων ἐλθεῖν παρὰ τὴν γυναῖκα τὴν ἐρασθεῖσάν μου τοῦ ὄνου, καλλίων αὐτῇ φανεῖσθαι λέγων νῦν ἐν ἀνθρώπῳ ὤν. ἡ δὲ ἀσμένη τέ μ' εἰσεδέξατο τῷ παραδόξῳ, οἶμαι, τοῦ πράγματος ἐπιτερπομένη, καὶ δειπνεῖν σὺν αὐτῇ καὶ καθεύδειν ἱκέτευεν· κἀγὼ ἐπειθόμην νεμέσεως ἄξιον εἶναι νομίζων τὸν ὄνον τὸν ἀγαπηθέντα νῦν γενόμενον ἄνθρωπον ὑπερτρυφᾶν καὶ τὴν ἐρασθεῖσαν ὑπερορᾶν· καὶ δειπνῶ σὺν αὐτῇ καὶ πολὺ ἐκ τοῦ μύρου ἀλείφομαι καὶ στεφανοῦμαι τῷ φιλτάτῳ ἐς ἀνθρώπους με ἀνασώσαντι ῥόδῳ. ἐπεὶ δὲ ἦν βαθεῖα νὺξ ἤδη καὶ καθεύδειν ἔδει, κἀγὼ δ' ἐπανίσταμαι καὶ ὡσπερεὶ μέγα τι ἀγαθὸν ποιῶν ἀποδύομαι καὶ ἵσταμαι γυμνὸς ὡς δῆθεν ἔτι μᾶλλον ἀρέσων ἐκ τῆς πρὸς τὸν ὄνον συγκρίσεως. ἡ δὲ ἐπειδὴ εἶδέ με πάντα ἀνθρώπινα ἔχοντα, προσπτύσασά μοι, Οὐ φθερῇ ἀπ' ἐμοῦ, ἔφη, καὶ τῆς ἐμῆς οἰκίας καὶ μακράν ποι ἀπελθὼν κοιμήσῃ;    ἐμοῦ δ' ἐρομένου, Τί γὰρ καὶ ἡμάρτηταί μοι τοσοῦτο; Ἐγώ, ἔφη, μὰ Δί' οὐχὶ σοῦ, ἀλλὰ τοῦ ὄνου τοῦ σοῦ ἐρῶσα τότε ἐκείνῳ καὶ οὐχὶ σοὶ συνεκάθευδον, καὶ ᾤμην σε καὶ νῦν κἂν ἐκεῖνό γε μόνον τὸ μέγα τοῦ ὄνου σύμβολον διασῴζειν καὶ σύρειν· σὺ δέ μοι ἐλήλυθας ἐξ ἐκείνου τοῦ καλοῦ καὶ χρησίμου ζῴου ἐς πίθηκον μεταμορφωθείς.

   καὶ καλεῖ εὐθὺς ἤδη τοὺς οἰκέτας καὶ κελεύει με τῶν νώτων μετέωρον κομισθῆναι ἔξω τῆς οἰκίας, καὶ ἐξωσθεὶς πρὸ τοῦ δωματίου ἔξω γυμνὸς καλῶς ἐστεφανωμένος καὶ μεμυρισμένος τὴν γῆν γυμνὴν περιλαβὼν ταύτῃ συνεκάθευδον. ἅμα δὲ τῷ ὄρθρῳ γυμνὸς ὢν ἔθεον ἐπὶ ναῦν καὶ λέγω πρὸς τὸν ἀδελφὸν τὴν ἐμαυτοῦ ἐν γέλωτι συμφοράν. ἔπειτα ἐκ τῆς πόλεως δεξιοῦ πνεύσαντος ἀνέμου πλέομεν ἔνθεν, καὶ ὀλίγαις ἡμέραις ἔρχομαι εἰς τὴν ἐμὴν πατρίδα. ἐνταῦθα θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα, μὰ Δί' οὐκ ἐκ κυνὸς πρωκτοῦ, τὸ δὴ τοῦ λόγου, ἀλλ' ἐξ ὄνου περιεργίας διὰ μακροῦ πάνυ καὶ οὕτω δὲ μόλις οἴκαδε ἀνασωθείς.