[1]
[1] Χρηστὴν ἡμῖν ἡ θάλαττα τὸ τήμερον εἶναι τὴν γαλήνην ἐστόρεσεν. ὡς γὰρ τρίτην ταύτην εἶχεν ὁ χειμὼν ἡμέραν, καὶ λάβρως κατὰ τοῦ πελάγους ἐπέπνεον ἐκ τῶν ἀκρωτηρίων οἱ βορεῖς, καὶ ἐπεφρίκει μὲν ὁ πόντος μελαινόμενος, τοῦ ὕδατος δὲ ἀφρὸς ἐξηνθήκει, πανταχοῦ τῆς θαλάσσης ἐπ' ἀλλήλων ἐπικλωμένων τῶν κυμάτων ‑ τὰ μὲν γὰρ ταῖς πέτραις προσηράσσετο, τὰ δὲ εἴσω ἀνοιδοῦντα ἐρρήγνυτο ‑ , ἀεργία παντελὴς [2] ἦν· καὶ τὰ ἐπὶ ταῖς ᾐόσι καταλαβόντες καλύβια, ὀλίγα ξυλισάμενοι κομμάτια ὅσα οἱ ναυπηγοὶ πρῴην ἐκ τῶν δρυῶν ἃς ἐξέτεμον ἀπέλιπον, ἐκ τούτων πῦρ ἀνάψαντες [3] τὸ πικρὸν τοῦ κρυμοῦ παρεμυθούμεθα. τετάρτη δὲ αὕτη ἐπιλαβοῦσα ἡμᾶς ἀλκυονὶς ὡς οἶμαι ἡμέρα ‑ ἔστι γὰρ τοῦτο τῷ καθαρῷ τῆς αἰθρίας τεκμήρασθαι ‑ πλοῦτον ἀθρόον ἀγαθῶν ἔδειξεν. ὡς γὰρ ὤφθη μὲν ὁ ἥλιος, πρώτη δὲ ἀκτὶς εἰς τὸ πέλαγος ἀπέστιλβε, τὸ πρῴην νεωλκηθὲν σκαφίδιον σπουδῇ κατεσύραμεν, [4] εἶτ' ἐνθέμενοι τὰ δίκτυα ἔργου εἰχόμεθα. μικρὸν δὲ ἄπωθεν τῆς ἀκτῆς χαλάσαντες, φεῦ τῆς εὐοψίας, ὅσον ἰχθύων ἐξειλκύσαμεν· μικροῦ καὶ τοὺς φελλοὺς ἐδέησε κατασῦραι ὑφάλους τὸ δίκτυον ἐξωγκωμένον. εὐθὺς οὖν ὀψῶναι πλησίον, καὶ τὰς ἀσίλλας ἐπωμίους ἀνελόμενοι καὶ τὰς ἑκατέρωθεν σπυρίδας ἐξαρτήσαντες καὶ ὑπὲρ αὐτῶν καταβαλόντες ‹τ›ἀργύριον, ἄστυδ' ἐκ Φαλήρων [5] ἠπείγοντο. πᾶσι δὲ τούτοις ἠρκέσαμεν ἡμεῖς καὶ πρὸς τούτοις ἀπηνεγκάμεθα γαμεταῖς καὶ παιδίοις ὄγκον οὐκ ὀλίγον ἔχειν τῶν λεπτοτέρων ἰχθύων. οὐκ εἰς μίαν, ἀλλ' εἰ χειμὼν ἐπιλάβοι[το] καὶ εἰς πλείους ἡμέρας ἐμφορηθῆναι.
[2]
[1] Μάτην ἡμῖν τὰ πάντα πονεῖται, ὦ Κύρτων, δι' ἡμέρας μὲν ὑπὸ τῆς εἵλης φλεγομένοις νύκτωρ δὲ ὑπὸ λαμπάσι τὸν βυθὸν ἀποξύουσι, καὶ τὸ λεγόμενον δὴ τοῦτο εἰς τὸν τῶν Δαναΐδων τοὺς ἀμφορέας ἐκχέομεν πίθον· [2] οὕτως ἄπρακτα καὶ ἀνήνυτα διαμοχθοῦμεν. ἡμῖν μὲν γὰρ οὐδὲ ἀκαλήφης ἔστιν ἢ πελωρίδος ἐμπλῆσαι τὴν γαστέρα, ὁ δεσπότης δὲ συλλέγει καὶ τοὺς ἰχθύας καὶ τὰ κέρματα. οὐκ ἀπόχρη δὲ αὐτῷ τοσαῦτα ἔχειν παρ' ἡμῶν, ὁ δὲ διερευνᾶται καὶ τὸ σκαφίδιον συνεχῶς.
[3] καὶ πρῴην, ὅτε ἐκ Μουνυχίας ἐπέμψαμεν αὐτῷ κομιοῦντα τοὐψώνιον Ἕρμωνα τουτονὶ τὸν μειρακίσκον, σπόγγους ἡμῖν ἐπέταττε κομίζειν καὶ τὰ ἐκ τῆς ἁλὸς ἔρια, ἃ φύεται ἐπιεικῶς ἐναβρυνομένης εἰς λῆμνον· [4] ὥσθ' ὁ μὲν ‹ὅσον› οὔπω ταῦτα προσαπῄτει, καὶ ὁ Ἕρμων ἀφεὶς τὸ φερνίον αὐτοῖς ἰχθύσιν, ἀφεὶς δὲ καὶ ἡμᾶς αὐτῷ σκάφει, ᾤχετο ἐπὶ λέμβου κωπήρους Ῥοδίοις τισὶ θαλαττουργοῖς ἀναμιχθείς. καὶ ὁ μὲν δεσπότης οἰκέτην, ἡμεῖς δὲ συνεργὸν ἀγαθὸν ἐπενθήσαμεν.
[3]
[1] Χρηστὸν ἡ γῆ καὶ ἡ βῶλος ἀκίνδυνον, [οὐ μάτην γοῦν ἀνησίδωραν ταύτην ὀνομάζουσιν Ἀθηναῖοι ἀνιεῖσαν δῶρα δι' ὧν ἔστι ζῆν καὶ σώζεσθαι], χαλεπὸν ἡ θάλαττα καὶ ἡ ναυτιλία ῥιψοκίνδυνον. ὀρθῶς ἐγὼ τοῦτο [2] κρίνω πείρᾳ καὶ διδασκαλίᾳ μαθών. ποτὲ γὰρ ὄψον ἀποδόσθαι βουληθεὶς ἤκουσα ἑνὸς τῶν ἐν τῇ Ποικίλῃ διατριβόντων ἀνυποδήτων καὶ ἐνεροχρώτων στιχίδιον ἀποφθεγγομένου τὴν ἀπόνοιαν τῶν πλεόντων ἐπιστῦφον· ἔλεγε δ' Ἀράτου τινὸς εἶναι σοφοῦ τὰ μετέωρα, καὶ ἦν ὅσον ἀπομνημονεύσαντα [οὐχ ὅλον] εἰπεῖν ὧδε εἰρημένον 'ὀλίγον δὲ διὰ ξύλον ἄϊδ' ἐρύκει'.
[3] τί οὖν, ὦ γύναι, οὐ σωφρονοῦμεν καὶ ὀψὲ τοῦ καιροῦ φεύγομεν τὴν πρὸς θάνατον γειτνίασιν, καὶ ταῦτα ἐπὶ παιδίοις ζῶντες, οἷς εἰ καὶ μηδὲν μέγα παρέχειν δι' ἀχρηματίαν ἔχομεν, τάδε παρέξομεν καὶ χαριούμεθα, τὸ τὰς τρικυμίας καὶ τοὺς ἐκ βυθοῦ κινδύνους ἀγνοῆσαι, γεωργίᾳ δὲ συντραφῆναι καὶ τὸν ἀσφαλῆ καὶ ἀδεᾶ βίον ἀσπάσασθαι.
[4]
[1] Ὅσον ἡ θάλαττα τῆς γῆς διαλλάττει, τοσοῦτον καὶ ἡμεῖς οἱ ταύτης ἐργάται τῶν κατὰ πόλεις ἢ κώμας οἰκούντων διαφέρομεν. οἱ μὲν γὰρ ἢ μένοντες εἴσω πυλῶν τὰ δημοτικὰ διαπράττονται, ἢ γεωμορίᾳ προσανέχοντες τὴν ἐκ τῆς βώλου πρὸς διατροφὴν ἀναμένουσιν [2] ἐπικαρπίαν· ἡμῖν δὲ οἷς βίος ἐν ὕδασι, θάνατος ἡ γῆ καθάπερ τοῖς ἰχθύσιν ἥκιστα δυναμένοις ἀναπνεῖν τὸν ἀέρα. τί δὴ οὖν παθοῦσα, ὦ γύναι, τὴν ἀκτὴν ἀπολιποῦσα καὶ τὰ νήματα τοῦ λίνου ἄστυδε θαμίζεις Ὠσχοφόρια καὶ Λήναια ταῖς πλουσίαις Ἀθηναίων [3] συνεορτάζουσα; οὐκ ἔστι τοῦτο σωφρονεῖν οὐδ' ἀγαθὰ διανοεῖσθαι. οὐχ οὕτω δή σε ὁ πατὴρ ἐκ τῆς Αἰγίνης, οὗ τεχθῆναί σε καὶ τραφῆναι συνέβη, μυεῖσθαι [4] ὑπ' ἐμοὶ γάμῳ παρέδωκεν. εἰ τὴν πόλιν ἀσπάζῃ, χαῖρε καὶ ἄπιθι· εἰ δὲ τὰ ἐκ θαλάττης ἀγαπᾷς, ἐπάνιθι εἰς τὸν ἄνδρα τὸ λῷον ἑλομένη, λήθη δέ σοι ἔστω μακρὰ τῶν κατ' ἄστυ τούτων ἀπατηλῶν θεαμάτων.
[5]
[1] Οἴει μόνος πλουτεῖν, ὅτι τοὺς παρ' ἐμοὶ θητεύοντας δελεάζων ἄγεις ὡς ἑαυτὸν περιουσίᾳ μισθωμάτων. καὶ εἰκότως· σοὶ μὲν γὰρ ὁ βόλος ἤνεγκε πρῴην χρυσοῦς κόμματος Δαρεικοῦ, τῆς ἐπὶ Σαλαμῖνι ναυμαχίας ἴσως λείψανα, καταδύσης οἶμαι νηὸς Περσικῆς αὐτοῖς ἀνδράσι καὶ αὐτοῖς χρήμασιν, ὅτε ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ὁ Θεμιστοκλῆς ὁ τοῦ Νεοκλέους ἤρατο [2] τὸ μέγα κατὰ Μήδων τρόπαιον. ἐγὼ δὲ ἀγαπῶ τὴν τῶν ἀναγκαίων εὐπορίαν ἐκ τῆς καθημερινῆς· ἐργασίας τῶν χειρῶν ποριζόμενος. ἀλλ' εἰ πλουτεῖς, σὺν ‹τῷ› δικαίῳ πλούτει· γινέσθω δέ σοι ὁ πλοῦτος μὴ κακίας, ἀλλὰ καλοκαγαθίας ὑπηρέτης.
[6]
[1] Ἠγάγου με, ὦ Εὐθύβολε, οὐκ ἀπερριμμένην γυναῖκα οὐδὲ μίαν τῶν ἀσήμων, ἀλλ' ἐξ ἀγαθοῦ μὲν πατρὸς ἀγαθῆς δὲ μητρὸς γεγονυῖαν. Σωσθένης ὁ Στειριεὺς ἦν μοι πατὴρ καὶ Δαμοφίλη μήτηρ, οἵ με ἐγγυητὴν ἐπίκληρον ἐπὶ παίδων ἀρότῳ γνησίων συνῆψάν [2] σοι γάμῳ. σὺ δὲ ῥᾴδιος ὢν τὼ ὀφθαλμὼ καὶ πρὸς πᾶσαν ἡδονὴν ἀφροδίσιον κεχυμένος, ἀτιμάσας ἐμὲ καὶ τὰ κοινὰ παιδία, Γαλήνην καὶ Θαλασσίωνα, ἐρᾷς τῆς Ἑρμιονί[τι]δος μετοίκου, ἣν ἐπὶ κακῷ τῶν ἐρώντων ὁ Πειραιεὺς ἐδέξατο. κωμάζουσι γὰρ εἰς αὐτὴν ἡ πρὸς θάλατταν νεολαία καὶ ἄλλος ἄλλο δῶρον ἀποφέρει· ἡ δὲ εἰσδέχεται καὶ ἀναλοῖ Χαρύβδεως δίκην.
[3] σὺ δὲ ὑπερβαίνων τὰς ἁλιευτικὰς δωροφορίας μαινίδας μὲν ἢ τρίγλας οὔτε φέρεις οὔτε θέλεις διδόναι, ἀλλ' ὡς ἀφηλικέστερος καὶ γυναικὶ πάλαι συνὼν καὶ παιδίων οὐ μάλα νηπίων πατὴρ παραγκωνίσασθαι τοὺς ἀντεραστὰς βουλόμενος, κεκρυφάλους Μιλησίους καὶ Σικελικὸν ἱμάτιον καὶ ἐπ' αὐτῷ χρυσίον εἰσπέμπεις.
[4] ἢ πέπαυσο τῆς ἀγερωχίας, καὶ τοῦ λάγνος εἶναι καὶ θηλυμανὴς ἀπόσχου, ἢ ἴσθι με παρὰ τὸν πατέρα οἰχησομένην, ὃς οὔτ' ἐμὲ περιόψεται καὶ σὲ γράψεται παρὰ τοῖς δικασταῖς κακώσεως.
[7]
[1] Ἔπεμψά σοι ψῆτταν καὶ σανδάλιον καὶ κεστρέα καὶ κήρυκας πέντε καὶ τριάκοντα, σὺ δέ μοι τῶν ἐρετμῶν δύο πέμψον, ἐπειδὴ τἀμὰ κατέαγεν. ἀντίδοσις γὰρ [ἡ] παρὰ φίλων εἰς φίλους. ὁ γὰρ προχείρως καὶ θαρσαλέως αἰτῶν εὔδηλός ἐστιν ἅπαντα κοινὰ [τὰ πρὸς τοὺς φίλους καὶ] τὰ τῶν φίλων [ἔχειν] ἡγούμενος.
[8]
[1] Οἱ τὴν γνώμην ἀμφίβολοι τὴν παρὰ τῶν εὐνοούντων κρίσιν ἐκδέχονται. κἀγὼ τὰ πολλὰ ταῖς αὔραις διαλαλήσας ‑ οὐδὲ γὰρ οὐδὲν πρὸς σὲ ἐθάρρουν ὦ γύναι ‑ νῦν ἐξαγορεύω καὶ δέομαι τὸ λῷον ᾑρημένην [2] συμβουλεῦσαι. ἄκουε δὴ ὡς ἔχει καὶ πρὸς ὅ τι σε δεῖ τὴν γνώμην ἐξενεγκεῖν. τὰ ἡμέτερα, ὡς οἶσθα, παντελῶς ἐστιν ἄπορα καὶ βίος κομιδῇ στενός· τρέφει γὰρ οὐδὲν ἡ θάλαττα. ὁ λέμβος οὖν οὗτος ὃν ὁρᾷς ὁ κωπήρης, ‹ὁ› τοῖς πολλοῖς ἐρέταις κατηρτυμένος, Κωρύκιόν ἐστι σκάφος, λῃσταὶ δ' Ἀτταλῆς τὸ ἐν αὐτῷ σύστημα. οὗτοί με κοινωνὸν ἐθέλουσι λαβεῖν τοῦ τολμήματος, πόρους ἐκ πόρων [εὐμεγέθεις] ὑπισχνούμενοι.
[3] πρὸς μὲν οὖν τὸν χρυσὸν ὃν ἐπαγγέλλονται καὶ τὴν ἐσθῆτα κέχηνα, ἀνδροφόνος δὲ οὐχ ὑπομένω γενέσθαι οὐδὲ μιᾶναι λύθρῳ τὰς χεῖρας, ἃς ἡ θάλαττα ἐκ παιδὸς εἰς δεῦρο καθαρὰς ἀδικημάτων ἐφύλαξε· μένειν δὲ πενίᾳ συζῶντα χαλεπὸν καὶ οὐ φορητόν.
[4] τούτων σὺ τὴν αἵρεσιν ταλάντευε. ὅπου γὰρ ἂν ῥέψῃς, ὦ γύναι, ἅπαξ, ἐκεῖσε ἀκολουθήσω. ἀποκόπτειν γὰρ εἴωθε τῆς γνώμης ἡ τῶν φίλων συμβουλὴ τὸ ἀμφίβολον.
[9]
[1] Βά‹λ›λ' ἐς μακαρίαν, ὡς ἐναντίως ἡμῖν καὶ κατὰ τὴν παροιμίαν ἐπὶ τὰ Μανδροβόλου χωρεῖ τὰ πράγματα. τὸ μὲν γὰρ [ἐπὶ] λεπτῶν κερμάτων ἀποδίδοσθαι καὶ ὠνεῖσθαι τὰ ἐπιτήδεια λιμηρὰν φέρει τὴν παραμυθίαν.
[2] ὥρα οὖν σὲ συμπράττοντα ἡμῖν, ὦ Στρουθίων, τὴν παρ' ἡμῶν ἐξ ὧν ἂν ἡ θάλαττα πορίζῃ παραμυθίαν ἐκδέχεσθαι. βούλομαι δὲ πρὸς ἕνα ἢ δεύτερον τουτωνὶ τῶν λακκοπλούτων διὰ σοῦ προξένου, ἢ πρὸς Ἐρασικλέα τὸν Σφήττιον ἢ πρὸς Φιλόστρατον τὸν Χολαργέα, οἰκείως ἔχειν ὡς αὐτὸς ἐπὶ τῶν φερνίων [3] κομίζειν αὐτοῖς τοὺς ἰχθύας. πάντως γὰρ πρὸς τῇ καταβολῇ τἀργυρίου ἔσται παρ' αὐτῶν τις διὰ σοῦ παραμυθία Διονυσίων ἢ Ἀπατουρίων τελουμένων. καὶ ἄλλως ἐκ τῆς πικρᾶς τῶν ἀγορανόμων ἐξελοῦνται ἡμᾶς χειρός, οἳ καθ' ἑκάστην ἐπὶ τῷ σφετέρῳ κέρδει εἰς τοὺς ἀπράγμονας ἐμφοροῦσιν ὕβρεις. πολλοῦ δὲ δύνασθαι τοὺς παρασίτους ὑμᾶς παρὰ τοῖς νέοις καὶ πλουσίοις οὐ λόγος ἀλλ' ἔργον ἔδειξεν.
[10]
[1] Τὴν μὲν θάλατταν, ὡς ὁρᾷς, φρίκη κατέχει καὶ τὸν οὐρανὸν ὑποβέβηκεν ἀχλὺς καὶ πάντα πανταχόθεν συννέφελα, καὶ οἱ ἄνεμοι δὲ πρὸς ἀλλήλους ἀρασσόμενοι ὅσον οὔπω κυκήσειν τὸ πέλαγος ἐπαγγέλλονται. ἀλλὰ καὶ οἱ δελφῖνες ἀνασκιρτῶντες καὶ τῆς θαλάττης ἀνοιδούσης λείως ἐφαλλόμενοι χειμῶνα καὶ τάραχον [2] ἐπιόντα μηνύουσι. Ταύρου δέ φασιν ἐπιτολὴν κατ' οὐρανὸν οἱ τὰ μετέωρα δεινοὶ τὰ νῦν ἑστάναι. πολλάκις οὖν σώζονται ὑπ' ἀσφαλείας οἱ προμηθούμενοι φυλάξασθαι τὸν κίνδυνον· εἰσὶ δὲ οἵ, παραδόντες ἑαυτοὺς ἅπαξ τῷ πελάγει, ὑπ' ἀμηχανίας τῇ τύχῃ τοὺς [3] οἴακας ἐπέτρεψαν φέρεσθαι. ὅθεν ἀκούομεν τοὺς μὲν κατὰ τὸ Μαλέας ἀκρωτήριον, τοὺς δὲ κατὰ τὸν Σικελικὸν πορθμόν, ἄλλους δὲ εἰς τὸ Λιβυκὸν πέλαγος ῥύμῃ φερομένους ἐποκέλλειν ἢ καταδύεσθαι. ἔστι δὲ οὐδὲν τούτων πρὸς χειμῶνα καὶ κίνδυνον ὁ Καφηρεὺς [4] ἐπιεικέστερος. ἀναμείναντες οὖν ἀπολῆξαι τὸ κλυδώνιον καὶ καθαρὰν αἰθρίαν γενέσθαι, περινοστήσομεν ἄχρι καὶ αὐτοῦ τοῦ Καφηρέως τὰς ἀκτάς, ἵν' εἴ πού τι τῶν ἐκ ναυαγίας ἀποπτυσθὲν εὑρεθείη σῶμα, τοῦτο [5] περιστείλαντες ταφῇ καλύψωμεν. οὐ γὰρ ἄμισθον τὸ εὖ ποιεῖν κἂν μὴ παραχρῆμα τῆς εὐεργεσίας ἡ ἀντίδοσις φαίνηται. τέρπει δὲ οὐδὲν ἧττον τοὺς ἀνθρώπους πρὸς τοῖς ἐλπιζομένοις ἀγαθοῖς καὶ διαχεῖ τὴν καρδίαν τὸ συνειδός, καὶ μάλισθ' ὅταν εἰς τοὺς ὁμοφύλους οὐκέτ' ὄντας τὴν εὐποιίαν καταβάλλωνται.
[11]
[1] Οὐκέτ' εἰμὶ ἐν ἐμαυτῇ, ὦ μῆτερ, οὐδὲ ἀνέχομαι γήμασθαι ᾧ με κατεγγυήσειν ἐπηγγείλατο ἔναγχος ὁ πατήρ, τῷ Μηθυμναίῳ μειρακίῳ τῷ παιδὶ τοῦ κυβερνήτου, ἐξ ὅτου τὸν ἀστικὸν ἔφηβον ἐθεασάμην τὸν ὠσχοφόρον, ὅτε με ἄστυδε προὔτρεψας ἀφικέσθαι Ὠσχοφορίων [2] ὄντων. καλὸς γάρ ἐστι, καλός, ὦ μῆτερ, καὶ ἥδιστος, καὶ βοστρύχους ἔχει βρύων οὐλοτέρους, καὶ μειδιᾷ τῆς θαλάττης γαληνιώσης χαριέστερον, καὶ τὰς βολὰς τῶν ὀφθαλμῶν ἐστι κυαναυγής, οἷος τὸ πρῶτον ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὁ πόντος καταλαμπόμενος [3] φαίνεται. τὸ δὲ ὅλον πρόσωπον αὐτοῦ ‑ ἐνορχεῖσθαι ταῖς παρειαῖς εἴποις ἂν τὰς Χάριτας τὸν Ὀρχομενὸν ἀπολιπούσας καὶ τῆς Ἀργαφίας κρήνης ἀπονιψαμένας· τὼ χείλη δὲ τὰ ῥόδα τῆς Ἀφροδίτης ἀποσυλήσας τῶν [4] κόλπων διήνθισται ἐπὶ τῶν ἄκρων ἐπιθέμενος. ἢ τούτῳ μιγήσομαι ἢ τὴν Λεσβίαν μιμησαμένη Σαπφὼ οὐκ ἀπὸ τῆς Λευκάδος πέτρας, ἀλλ' ἀπὸ τῶν Πειραϊκῶν προβόλων ἐμαυτὴν εἰς τὸ κλυδώνιον ὤσω.
[12]
[1] Μέμηνας, ὦ θυγάτριον, καὶ ἀληθῶς ἐξέστης. ἐλλεβόρου δεῖ σοι, καὶ οὐ τοῦ κοινοῦ τοῦ δὲ ἀπὸ τῆς Φωκίδος Ἀντικύρας, ἥτις, δέον αἰσχύνεσθαι κορικῶς, [2] ἀπέξυσαι τὴν αἰδῶ τοῦ προσώπου. ἔχε ἀτρέμα κατὰ σεαυτὴν καὶ ῥάπιζε τὸ κακὸν ἐξωθοῦσα τῆς διανοίας. εἰ γάρ τι τούτων ὁ σὸς πατὴρ πύθοιτο, οὐδὲν διασκεψάμενος οὐδὲ μελλήσας τοῖς ἐναλίοις βορὰν παραρρίψει σε θηρίοις.
[13]
[1] Εὐοψία μὲν ἦν καὶ πλῆθος ἰχθύων· ἐγὼ δὲ τὴν σαγήνην ἁπλώσας .... ἠπόρουν ὅ τι πράξαιμι. ἔδοξεν οὖν Σισύφειόν τί μοι βουλευσαμένῳ βούλευμα ἐλθεῖν παρὰ τὸν δανειστὴν Χρέμητα, καὶ ὑποθήκην αὐτῷ καθομολογήσαντα τὸ σκάφος λαβεῖν χρυσοῦς τέσσαρας, ἐξ ὧν αὖθις καινουργῆσαί μοι τὴν σαγήνην ὑπάρξειεν.
[2] καὶ δῆτα τοῦτο λόγου θᾶττον ἐγένετο. καὶ ὁ Χρέμης ὁ κατεσκληκώς, ὁ συνεσπακὼς τὰς ὀφρῦς, ὁ ταυρηδὸν πάντας ὑποβλέπων, ἴσως ἔρωτι τῆς ἀκάτου χαλάσας τὸ βαρὺ καὶ ἀμειδές, ἀνεὶς τὰς ὄψεις ὑπεμειδία πρός με [3] καὶ οἷος εἶναι ὑπουργεῖν πάντα ἔφασκεν. εὐθὺς μὲν οὖν ἔκδηλος ἦν, οὕτως ἀθρόως τὸ σκυθρωπὸν λύσας, οὐκ ἀγαθόν τι διανοούμενος, ἀλλ' ὕπουλον ἔχων τὸ φιλάνθρωπον· ὡς δὲ ἐνστάντος τοῦ καιροῦ πρὸς τῷ ἀρχαίῳ καὶ τὸν τόκον ἀπῄτει οὐδὲ εἰς ὥραν ἐνδιδούς, ἐπέγνων τοῦτον ἐκεῖνον ὃν ἠπιστάμην πρὸς τῇ Διομη[τ]ίδι πύλῃ καθήμενον, τὸν τὴν καμπύλην ἔχοντα, τὸν ἐχθρὰ πᾶσι φρονοῦντα Χρέμητα τὸν Φλυέα· καὶ [4] γὰρ ἕτοιμος ἦν ἐπιλήψεσθαι τοῦ σκάφους. ἰδὼν οὖν εἰς ὅσον ἀμηχανίας ἐληλάκειν, οἴκαδε ἀποτρέχω καὶ τὸ χρυσοῦν ἁλύσιον, ὅπερ ποτὲ εὐπορῶν τῇ γαμετῇ κόσμον εἶναι περιαυχένιον ἐπεποιήκειν, ἀποσπάσας τοῦ τραχήλου, ὡς Πασίωνα τὸν τραπεζίτην ἐλθὼν ἀπημπόλησα, καὶ συναγαγὼν τὰ νομίσματα αὐτοῖς τόκοις φέρων ἀπέδωκα, καὶ ὤμοσα κατ' ἐξωλείας ἐμαυτοῦ μήποτ' ‹ἂν› ὑπομεῖναι παρά τινα τῶν ἐν πόλει δανειστῶν ἐλθεῖν μηδ' ἂν ‹εἰ› φθάνοιμι λιμῷ κατασκλῆναι. ἄμεινον γὰρ εὐπρεπῶς ἀποθανεῖν ἢ ζῆν ὑποκείμενον δημοτικῷ καὶ φιλοκερδεῖ πρεσβύτῃ.
[14]
[1] Ἀκήκοας ἀκουσμάτων βαρύτατον, ὦ Σκόπελε; στόλον Ἀθηναῖοι διανοοῦνται πέμπειν εἰς τὴν ὑπερορίαν ναυμαχεῖν ἐθέλοντες. καὶ ἤδη μὲν ἡ Πάραλος καὶ ἡ Σαλαμινία αἱ μάλιστα ταχυναυτοῦσαι πρόδρομοι λύουσι [τῶν ᾐόνων] τὰ πρυμνήσια, τοὺς μαστῆρας [οἳ μέλλουσιν ἀπαγγέλλειν παρ' οὗ καὶ ὅτε δεῖ ἀπιέναι πολεμήσοντας,] [2] ἐνθέμεναι. χρεία ‹δὲ› ταῖς λοιπαῖς ναυσὶ τὸ στρατιωτικὸν τάγμα δεχομέναις ἐρετῶν πλειόνων καὶ οὐχ ἥκιστα ἐμπείρων ἀνέμοις καὶ κύμασιν ἀπομάχεσθαι. τί οὖν, ὦ βέλτιστε, δρῶμεν; φεύγομεν ἢ μένομεν; ἀνδρολογοῦσιν ἐκ Πειραιῶς καὶ Φαληρόθεν καὶ ‹ἐκ› Σουνίου καὶ μέχρι τῶν αὐτῷ ‹τῷ› Γεραιστῷ [3] προσοίκων χωρίων τοὺς τῆς θαλάττης ἐργάτας. πῶς δὲ κἂν ἡμεῖς οἱ μηδὲ τὴν ἀγορὰν εἰδότες ὑπομείναιμεν παρατάττεσθαι καὶ ὁπλομάχοις ἀνδράσιν ὑπηρετεῖν; δυοῖν δὲ ὄντοιν χαλεποῖν, τοῦ τε φεύγειν ἐπὶ τέκνοις καὶ γυναιξὶ τοῦ τε μέλλειν ξίφεσιν ὁμοῦ καὶ θαλάττῃ παραδιδόναι τὸ σῶμα, τοῦ μένειν ὄντος ἀλυσιτελοῦς τὸ φεύγειν ἐφάνη λυσιτελέστερον.
[15]
[1] Ἠγνόουν ὅσον εἰσὶ τρυφερὰ καὶ ἁβρόβια τῶν Ἀθήνησι πλουσίων τὰ μειράκια· ἔναγχος δὲ Παμφίλου μετὰ τῶν συνηλικιωτῶν μισθουμένου τὸ σκαφίδιον, ὡς ἂν ἔχοι γαληνιῶντος τοῦ πελάγους παραπλεῖν ἅμα καὶ συμμετέχειν ἡμῖν τῆς ἄγρας τῶν ἰχθύων, ἔγνων ἡλίκα αὐτοῖς ἐκ γῆς καὶ θαλάττης πορίζεται τρυφήματα.
[2] οὐ γὰρ ἀνεχόμενος τῶν ξύλων τῆς ἁλιάδος ἐπί τε ταπήτων τινῶν ξενικῶν καὶ ἐφεστρίδων κατακλιθείς ‑ οὐ γὰρ οἷός ‹τε› ἔφασκεν εἶναι κεῖσθαι ὡς οἱ λοιποὶ ἐπὶ τῶν καταστρωμάτων, τὴν σανίδα οἶμαι λίθου νομίζων τραχυτέραν ‑ ᾔτει παρ' ἡμῶν σκιὰν αὐτῷ μηχανήσασθαι τὴν τοῦ ἱστίου σινδόνα ὑπερπετάσαντας, ὡς οὐδαμῶς οἷός τε ὢν φέρειν τὰς ἡλιακὰς [3] ἀκτῖνας. ἡμῖν δὲ οὐ μόνον τοῖς ταύτην ποιουμένοις τὴν ἐργασίαν, ἀλλὰ καὶ πᾶσιν ἁπαξαπλῶς ὅσοις μὴ περιουσία [πλούτου] πρόσεστι, ἢ σπουδάζεται ἔστιν οὐ δυναμένοις τῇ εἵλῃ θέρεσθαι. ἐν ἴσῳ γὰρ κρυμὸς καὶ θάλαττα. φερομένων δὲ ἅμα ‑ οὐ μόνος οὐδὲ μετὰ μόνων τῶν ἑταίρων ὁ Πάμφιλος, ἀλλὰ καὶ γυναίων αὐτῷ περιττῶν τὴν ὥραν πλῆθος συνείπετο, μουσουργοὶ [4] πᾶσαι· ἡ μὲν γὰρ ἐκαλεῖτο Κρουμάτιον καὶ ἦν αὐλητρίς, ἡ δὲ Ἐρατὼ καὶ ψαλτήριον μετεχειρίζετο, ἄλλη δὲ Εὐεπὶς καὶ αὕτη κύμβαλα ἐπεκρότει ‑ ἐγένετο οὖν μοι μουσικῆς ἡ ἄκατος πλέα, καὶ ἦν ᾠδικὸν τὸ πέλαγος [5] καὶ πᾶν θυμηδίας ἀνάμεστον. πλὴν ἐμέ γε ταῦτα οὐκ ἔτερπεν. οὐδὲ γὰρ οὐκ ὀλίγοι τῶν ὁμοβίων καὶ μάλιστα ὁ πικρὸς Γλαυκίας Τελχῖνος ἦν μοι βασκαίνων βαρύτερος. ἐπεὶ δὲ τὸν μισθὸν πολὺν κατέβαλε[το], τἀργύριόν με διέχει, καὶ νῦν ἐκείνου τοὺς ἐπιθαλαττίους ἀγαπῶ κώμους καὶ τοιοῦτον ἕτερον ἐπιστῆναί μοι ποθῶ δαπανηρὸν καὶ πολυτελῆ νεανίσκον.
[16]
[1] Εἰ μέν τι δύνασαι συμπράττειν, καὶ δῆτα λέγε πρός με, οὐ πρὸς ἑτέρους ἔκπυστα ποιῶν τἀμά· εἰ δὲ μηδὲν οἷός τε εἶ ὠφελεῖν, γενοῦ μοι τὰ νῦν Ἀρεοπαγίτου στεγανώτερος. ἐγὼ δέ, ὅπῃ ποτὲ τἀμά, σοι διηγήσομαι. ἔρως με οὐκ ἐᾷ παρεμπεσὼν ὑπὸ τοῦ λογισμοῦ κυβερνᾶσθαι, ἀλλὰ τὸ νῆφον ἐν ἐμοὶ συνεχῶς ὑπὸ [2] τοῦ πάθους βυθίζεται. πόθεν γάρ ποτε εἰς ἁλιέα δύστηνον ἀγαπητῶς τὴν ἀναγκαίαν ἐκπορίζοντα διατροφὴν ἔρως ἐνέσκηψε καὶ ἐντακεὶς οὐκ ἀνίησιν, ἀλλ' ἴσα τοῖς πλουσίοις καὶ ὡρικοῖς νεανίσκοις φλέγομαι; καὶ ὅ ποτε γελῶν τοὺς ἐκ τρυφῆς πάθει δουλεύοντας ὅλος εἰμὶ τοῦ πάθους, καὶ γαμησείω νῦν καὶ τὸν Ὑμέναιον ἐκφαντάζομαι τὸν παῖδα τῆς Τερψιχόρης.
[3] ἔστι δὲ ἡ παῖς ἧς ἐρῶ τὸ τῶν μετοίκων θυγάτριον τῶν ἐξ Ἑρμιόνης οὐκ οἶδ' ὅπως εἰς Πειραιᾶ φθαρέντων. ἄλλην μὲν οὖν δοῦναι προῖκα οὐκ ἔχω· ἐμαυτὸν δὲ δείξας οἷός εἰμι θαλαττουργός, εἰ μὴ μαίνοιτο ὁ ταύτης πατήρ, οἶμαι παρέξειν ἐπιτήδειον νυμφίον.
[17]
[1] Ἠρόμην ἰδὼν ἐπὶ τῆς ᾐόνος τῆς ἐν Σουνίῳ παλαιὸν καὶ τετρυχωμένον δίκτυον, ὅτου εἴη καὶ τίνα τρόπον οὐκ ἐξ ὄγκου μόνον ἀποσχισθέν, ἤδη δὲ καὶ [2] ὑπὸ χρόνου παλαιότητος διερρωγὸς ἀποκέοιτο. οἱ δὲ ἔφασαν σὸν κτῆμα γεγονέναι πρὸ τούτων τεττάρων ἐτῶν, εἶθ' ὑφάλῳ προσομιλῆσαν πέτρᾳ κατὰ μέσον ἀποσχισθῆναι τῶν πλεγμάτων· σοῦ δὲ ἐξ ἐκείνου μήτε ἀκέσασθαι μήτε ἀνελέσθαι βουληθέντος μεῖναι, μηδενὸς τῶν ἐνοικούντων ὡς ἀλλοτρίου θιγγάνειν ἐπιχειρήσαντος.
[3] ἐγένετο οὖν οὐκ ἐκείνων μόνον ἀλλὰ γὰρ καὶ σοῦ τοῦ ποτε δεσπότου λοιπὸν ἀλλότριον. αἰτῶ οὖν σε τὸ τῇ φθορᾷ καὶ τῷ χρόνῳ μὴ σόν. σὺ δ' ᾧ παντελῶς ἀπώλειαν προσένειμας, ἥκιστα ζημιούμενος, ἕτοιμος ἔσο πρὸς τὴν δόσιν [ἔρρωσο].
[18]
[1] Δυσμενὴς καὶ βάσκανος ὁ τῶν γειτόνων ὀφθαλμός, φησιν ἡ παροιμία. τίς γάρ σοι τῶν ἐμῶν φροντίς; τί δὲ τὸ παρ' ἐμοῦ ῥᾳθυμίας ἠξιωμένον κτῆμα σὸν εἶναι νομίζεις; εἶργε τὰς χεῖρας, μᾶλλον δὲ τὰς ἀπλήστους ἐπιθυμίας, μηδέ σε ἡ τῶν ἀλλοτρίων ὄρεξις ἀδίκους αἰτεῖν χάριτας ἐκβιαζέσθω.
[19]
[1] Οὐκ ᾔτησά σε ἃ ἔχεις, ἀλλ' ἃ μὴ ἔχεις. ἐπεὶ δὲ οὐ βούλει ἃ μὴ ἔχεις ἕτερον ἔχειν, ἔχε ἃ μὴ ἔχεις.
[20]
[1] Οὐκ ἐς κόρακας φθαρήσεται ὁ σκοπιωρὸς ὁ Λέσβιος; φρίκῃ σκιερὰν κατὰ μέρος τὴν θάλατταν ἰδὼν ἀνεβόησεν ὡς πλήθους ὅλου προσιόντος θύννων ἢ πηλαμύδων· [2] καὶ ἡμεῖς πεισθέντες τῇ σαγήνῃ μονονουχὶ τὸν κόλπον ὅλον περιεβάλομεν. εἶτα ἀνιμώμεθα, καὶ τὸ βάρος μεῖζον ἦν ἢ κατὰ φορτίον ἰχθύων. εὐέλπιδες οὖν καὶ τῶν πλησίον τινὰς ἐκαλοῦμεν μερίτας ἀποφανεῖν ἐπαγγελλόμενοι, εἰ συλλάβοιντο ἡμῖν καὶ συμπονήσαιεν.
[3] τέλος μόγῳ πολλῷ δείλης ὀψίας εὐμεγέθη κάμηλον ἐξειλκύσαμεν μυδῶσαν ἤδη καὶ σκώληξιν ἐπιβρύουσαν. τοιαῦτα θηράσας οὐχ ἵνα ἐπιγελάσῃς ἐδήλωσα, ἀλλ' ἵνα μάθῃς αἷς καὶ πόσαις μηχαναῖς ἡ τύχη με τὸν ἀτυχῆ καταγωνίζεται.
[21]
[1] Ὑπερμαζᾷς ἢ μέμηνας· ἀκούω γάρ σε λυρῳδοῦ γυναικὸς ἐρᾶν καὶ εἰς ἐκείνης φθειρόμενον πᾶσαν τὴν ἐφήμερον ἄγραν κατατίθεσθαι. ἀπήγγειλε γάρ μοι τοῦθ' ὁ γειτόνων βέλτιστος Σωσίας, οὗτος ἐκεῖνος [Σωσίας] ὁ τὸν χρηστὸν καὶ ἡδὺν γάρον ἕψων ἐκ τῶν [2] λεπτοτέρων ἰχθύων οὓς ἐγκολπίζεται τῇ σαγήνῃ. ἔστι δὲ τῶν ἐπιεικῶς τὴν ἀλήθειαν τιμώντων, καὶ οὐκ ἄν ποτε ἐκεῖνος εἰς ψευδηγορίαν ὠλίσθησεν. πόθεν οὖν, εἰπέ μοι, μουσικῆς σοι ..... διάτονον καὶ χρωματικὸν καὶ ἐναρμόνιον γένος ἐστίν; ὁμοῦ γὰρ τῇ ὥρᾳ τῆς παιδίσκης ᾑρέθης καὶ τοῖς κρούμασιν, ὡς ‹ὁ› αὐτὸς [3] ἔφασκεν ἀπαγγέλλων. πέπαυσο εἰς ταῦτα δαπανώμενος, μή σε ἀντὶ τῆς θαλάττης ἡ γῆ ναυαγὸν ἀποφήνῃ ψιλώσασα τῶν χρημάτων, καὶ γένηταί σοι τὸ τῆς ψαλτρίας καταγώγιον [ὁ] Καλυδώνιος κόλπος ἢ [τὸ] Τυρρηνικὸν πέλαγος, καὶ Σκύλλα ἡ μουσουργός, οὐκ ἔχοντί σοι Κράταιϊν ἐπικαλεῖσθαι, εἰ δεύτερον ἐφορμᾷ.
[22]
[1] Τηνάλλως ποιεῖ[ς] τὴν πρός με νουθεσίαν, ὦ Εὔπλοε. ἐγὼ γὰρ οὐκ ἂν ἀποσταίην τῆς ἀνθρώπου θεῷ μυσταγωγοῦντι πυρφόρῳ καὶ τοξοφόρῳ πειθόμενος. καὶ ἄλλως ἡμῖν τὸ ἐρᾶν συγγενές, τῆς θαλαττίας θεοῦ [2] τεκούσης τοῦτο τὸ παιδίον. ἡμέτερος οὖν πρὸς μητρὸς ὁ Ἔρως, καὶ ὑπὸ τούτου βληθεὶς τὴν καρδίαν ἔχω πρὸς θαλάττῃ τὴν κόρην, Πανόπῃ νομίζων ἢ Γαλατείᾳ ταῖς καλλιστευούσαις τῶν Νηρηίδων συνεῖναι.
[1]
[1] Ἀποπειρώμενος τῶν σκυλακίων εἰ λοιπὸν ἐπιτήδεια εἰς δρόμον, λαγωὸν ἔν τινι θάμνῳ διαστροβήσας ἐξαίφνης ἀνέστησα, τὰ δὲ σκυλάκια οὑμοὶ υἱεῖς ἐκ τῶν ἱμαντίων ἀπέλυσαν. καὶ τὰ μὲν ἐθορύβει καὶ ἐγγὺς ἦν ἑλεῖν τὸ θηρίον, ὁ λαγωὸς δέ, ....... τοῦ κινδύνου φυγῇ ὑπερβὰς τὸ σιμὸν, φωλεοῦ τινος κατάδυσιν [2] εὕρετο. μία δὲ ἡ προθυμοτέρα τῶν κυνῶν ἤδη περικεχηνυῖα καὶ ψαῦσαι προσδοκῶσα τῷ δήγματι συγκατῆλθεν εἰς τὴν ὀπὴν τῆς γῆς, ‹καὶ› ἐντεῦθεν ἀνελκύσαι βιαζομένη τὸ λαγῴδιον, [καὶ] θραύει τοῖν προσθίοιν ποδοῖν τὸν ἕτερον. καὶ ἀνειλόμην χωλεύουσαν σκύλακα ἀγαθὴν καὶ τὸ ζῷον ἡμίβρωτον, καὶ γέγονέ μοι κέρδους ἐφιεμένῳ λυπροῦ ζημίαν μεγάλην ἀπενέγκασθαι.
[2]
[1] Ἐπιτριβείη καὶ κακὸς κακῶς ἀπόλοιτο ὁ μιαρὸς ἀλεκτρυών, ὅς με ἡδὺν ὄνειρον θεώμενον ἀναβοήσας ἐξήγειρεν. ἐδόκουν γάρ, ὦ φίλτατε γειτόνων, λαμπρός τις εἶναι καὶ βαθύπλουτος, εἶτα. οἰκετῶν ἐφέπεσθαί μοι στῖφος, οὓς οἰκονόμους καὶ διοικητὰς ἐνόμιζον [2] ἔχειν. ἐῴκειν δὲ καὶ τὼ χεῖρε δακτυλίων πεπληρῶσθαι καὶ πολυταλάντους λίθους περιφέρειν· καὶ ἦσαν οἱ δάκτυλοί μου μαλακοὶ καὶ ἥκιστα τῆς δικέλλης ἐμέμνηντο. ἐφαίνοντο δὲ καὶ οἱ κόλακες ἐγγύθεν, Γρυλλίωνα εἴ[3]ποις ἂν καὶ Παταικίωνα παρεστάναι. ἐν τούτῳ δὴ καὶ ὁ Ἀθηναίων δῆμος εἰς τὸ θέατρον παρελθόντες ἐβόων προχειρίσασθαί με στρατηγόν. μεσούσης δὲ τῆς χειροτονίας ὁ παμπόνηρος ἀλεκτρυὼν ἀνεβόησε καὶ τὸ φάσμα ἠφανίσθη. ὅμως ‹δ'› ἀνεγρόμενος περιχαρὴς ἦν ἐγώ, ἐνθύμιον δὲ ποιησάμενος τοὺς φυλλοχόους ἑστάναι μῆνας ἔγνων εἶναι τὰ ἐνύπνια ψευδῆ.
[3]
[1] Ἀπέκειρεν ἡμῶν ἡ χάλαζα βαρέως ἐμπεσοῦσα τὰ λήια, καὶ λιμοῦ φάρμακον οὐδέν. ὠνεῖσθαι δὲ ἡμῖν ἐπακτοὺς πυροὺς οὐχ οἷόν τε διὰ σπάνιν κερμάτων. ἔστι δέ σοι, ὡς ἀκούω, τῆς πέρυσιν εὐετηρίας λείψανα.
[2] δάνεισον οὖν μοι μεδίμνους εἴκοσιν, ὡς ἂν ἔχοιμι σώζεσθαι αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ παιδία. καρπῶν δὲ εὐφορίας γενομένης ἐκτίσομεν 'αὐτῷ τῷ μέτρῳ, καὶ λώϊον' ἐάν τις ἀφθονία γένηται. μὴ δὴ περιίδῃς ἀγαθοὺς γείτονας εἰς στενὸν τοῦ καιροῦ φθειρομένους.
[4]
[1] Οὐδέν με τῆς γῆς ἀμειβομένης τῶν πόνων ἀντάξιον, ἔγνων ἐμαυτὸν ἐπιδοῦναι θαλάττῃ καὶ κύμασι. ζῆν μὲν γὰρ καὶ τεθνάναι μεμοίραται πᾶσιν ἡμῖν, καὶ οὐκ ἔστι τὸ χρεὼν φυγεῖν, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν [2] καθείρξας τηρῇ. ἐνεργὸς γὰρ ἡ εἱμαρμένη καὶ τὸ πεπρωμένον ἄφυκτον· ὥστε τὸ ζῆν οὐχ ὑπὸ τούτοις ταλαντεύεται, ἀλλ' ὑπὸ τῇ τύχῃ βραβεύεται. ἤδη γάρ τινες μὲν ἐπὶ γῆς ὠκύμοροι, ἐπὶ θαλάττης δὲ μακρόβιοι [3] κατεβίωσαν· ὥστε εἰδὼς ταῦθ' οὕτως ἔχειν ἐπὶ ναυτιλίαν βαδιοῦμαι, καὶ ἀνέμοις ὁμιλήσω καὶ κύμασι. κρεῖττον γὰρ ἐπανήκειν ἐκ Βοσπόρου καὶ Προποντίδος νεόπλουτον, ἢ καθήμενον ἐπὶ ταῖς τῆς Ἀττικῆς ἐσχατιαῖς λιμῶδες καὶ αὐχμηρὸν ἐρυγγάνειν.
[5]
[1] Μέγα, ὦ γενναῖε, κακόν εἰσιν οἱ κατὰ τὴν πόλιν τοκογλύφοι. ἐγὼ γὰρ οὐκ οἶδα τί παθών, δέον παρὰ σὲ ἢ παρά τινα ἄλλον τῶν κατ' ἀγρὸν γειτόνων ἐλθεῖν, ἐπεὶ κατέστην ἐν χρείᾳ χρημάτων, βουλόμενος ἐπὶ Κολωνῷ πρίασθαι χωρίον, ξεναγήσαντός μέ τινος τῶν [2] ἀστικῶν ἐπὶ τὰς Βυρτίου θύρας ἀφικόμην. εἶτα καταλαμβάνω πρεσβύτην ὀφθῆναι ῥικνόν, συνεσπακότα τὰς ὀφρῦς, χαρτίδια ἀρχαῖά τινα σαπρὰ δὲ διὰ τὸν χρόνον, ὑπὸ κόρεων καὶ σητῶν ἡμίβρωτα, διὰ χειρὸς κατέχοντα. εὐθὺς μὲν οὖν μόλις με προσεῖπε, ζημίαν ἡγούμενος τὴν προσηγορίαν. εἶτα τοῦ προξένου φήσαντος ὡς [3] δεοίμην χρημάτων, πόσων ἤρετο ταλάντων. ἐμοῦ δὲ θαυμάσαντος τὴν ὑπερβολὴν διέπτυεν εὐθέως καὶ δῆλος ἦν δυσχεραίνων. ὅμως ‹δ'› ἐδίδου καὶ ἀπῄτει γραμματεῖον καὶ πρὸς τῷ ἀρχαίῳ τόκον βαρὺν καὶ τὴν οἰκίαν ὑποτεθειμένος ἣ ἔστι μοι. μέγα τι κακόν εἰσιν οἱ περὶ τὰς ψήφους καὶ τῶν δακτύλων τὰς κατακάμψεις ἀλινδούμενοι. μή μοι γένοιτο, ἀγροίκων ἔφοροι δαίμονες, μὴ λύκον ἔτι, μὴ δανειστὴν ἰδεῖν.
[6]
[1] Φεύγεις με, ὦ Φοιβιανή, φεύγεις, καὶ ταῦτα ἀρτίως ὅλον τὸν ἀγρὸν ἀπενεγκαμένη. τί γὰρ οὐ τῶν ἐμῶν λαβοῦσα ἔχεις; οὐ σῦκα; οὐ τυρὸν ἐκ ταλάρων; οὐκ ἔριφον νεογιλόν; οὐκ ἀλεκτορίδων ζεῦγος; οὐ τὰ λοιπὰ [2] τρυφήματα πάντα ἔστι σοι ἐξ ἐμοῦ; οὕτως ὅλον με αὐτῇ ... κατὰ τὴν παροιμίαν ἀνατρέψασα δουλεύειν κατηνάγκασας. σὺ δὲ οὐδεμίαν ὤραν ἔχεις ἐμοῦ διακαῶς φλεγομένου· ἀλλὰ χαῖρε καὶ ἄπιθι· ἐγὼ δὲ [οἴσω] βαρέως μέν, οἴσω δὲ ὅμως τὴν ἀτιμίαν.
[7]
[1] Ὠδίνουσά με ἀρτίως ἥκειν ὡς ἑαυτὴν ἡ τοῦ γείτονος μετέπεμψε γυνή· καὶ δῆτα ᾔειν ἀραμένη τὰ πρὸς τὴν τέχνην, σὺ δὲ ἐξαπίνης ἐπιστὰς ἐπειρῶ τὴν δέρην ἀνακλάσας κύσαι. οὐ παύσῃ, τρικόρωνον καὶ ταλάντατον γερόντιον, πειρῶν τὰς ἐφ' ἡλικίας ἀνθούσας ἡμᾶς [2] ὥς τις ἄρτι γενειάζειν ἀρχόμενος; οὐχὶ τῶν κατ' ἀγρὸν πόνων ἀφεῖσαι ἀεργὸς τὴν ἀηδίαν πορισάμενος; οὐ τοὐπτανίου καὶ τῆς ἐσχάρας ὡς ἀδύνατος ὢν ἐξέωσαι; πῶς οὖν τακερὸν βλέπεις [βλέμμα] καὶ ἀναστένεις; πέπαυσο, Κέκροψ ἄθλιε, καὶ τρέπου κατὰ σεαυτόν, ὦ πρέσβυ, μή σε λαβοῦσα κακόν τι ἐργάσωμαι.
[8]
[1] Οὐκέτι σοι μέλει οὔτε τῆς εὐνῆς ἡμῶν οὔτε τῶν κοινῶν παιδίων οὔτε μὴν τῆς κατ' ἀγρὸν διατριβῆς, ὅλη δὲ εἶ τοῦ ἄστεος, Πανὶ μὲν καὶ Νύμφαις ἀπεχθομένη, ἃς Ἐπιμηλίδας ἐκάλεις καὶ Δρυάδας καὶ Ναΐδας, καινοὺς δὲ ἡμῖν ἐπεισάγουσα θεοὺς πρὸς πολλοῖς τοῖς [2] προϋπάρχουσι. ποῦ γὰρ ἐγὼ κατ' ἀγρὸν ἱδρύσω Κωλιάδας ἢ Γενετυλλίδας; οἶδ' ἀκούσας ἄλλα τινὰ δαιμόνων ὀνόματα, ὧν διὰ τὸ πλῆθος ἀπώλισθέ μου τῆς [3] μνήμης τὰ πλείονα. οὐ σωφρονεῖς ὡς ἔοικεν, ὦ γύναι, οὐδὲ ὑγιές τι διανοῇ, ἀλλὰ ἁμιλλᾷ ἐν ταῖς ἀστικαῖς ταυταισὶ ταῖς ὑπὸ τρυφῆς διαρρεούσαις, ὧν καὶ τὸ πρόσωπον ἐπίπλαστον καὶ ὁ τρόπος μοχθηρίας ὑπεργέμων· φύκει γὰρ καὶ ψιμυθίῳ καὶ παιδέρωτι δευσοποιοῦσι τὰς παρειὰς ὑπὲρ τοὺς δεινοὺς τῶν ζωγράφων. σὺ δὲ ἢν ὑγιαίνῃς, ὁποίαν σε τὸ ὕδωρ ἢ τὸ ῥύμμα τὸ πρὶν ἐκάθηρε, τοιαύτη διαμενεῖς.
[9]
[1] Μεσημβρίας οὔσης σταθερᾶς φιλήνεμόν τινα ἐπιλεξάμενος πίτυν καὶ πρὸς τὰς αὔρας ἐκκειμένην, ὑπὸ ταύτῃ τὸ καῦμα ἐσκέπαζον. καί μοι ψυχάζοντι μάλ' ἡδέως ἐπῆλθέ τι καὶ μουσικῆς ἐπαφήσασθαι, καὶ λαβὼν τὴν σύριγγα ἐπέτρεχον τῇ γλώττῃ, στενὸν τὸ πνεῦμα μετὰ τῶν χειλέων ἐπισύρων, καί μου ἡδύ τι καὶ νόμιον [2] ἐξηκούετο μέλος. ἐν τούτῳ δέ, οὐκ οἶδ' ὅπως, ὑπὸ τῆς ἡδυφωνίας θελγόμεναι πᾶσαί μοι πανταχόθεν αἱ αἶγες περιεχύθησαν, καὶ ἀφεῖσαι νέμεσθαι τοὺς κομάρους καὶ τὸ‹ν› ἀνθέρικον ὅλαι τοῦ μέλους ἐγίνοντο. ἐγὼ δὲ ἐν μέσαις τὸν Ἠδωνὸν ἐμιμούμην τὸν παῖδα τῆς Καλλιόπης. ταῦτά σοι οὖν εὐαγγελίζομαι, φίλον ἄνδρα συνειδέναι βουλόμενος ὅτι μοι μουσικόν ἐστιν τὸ αἰπόλιον.
[10]
[1] Ἐγὼ μὲν ἥκοντος τοῦ καιροῦ γύρους περισκάψας καὶ ἐμβαθύνας βόθρια οἷός τε ἤμην ἐλᾴδια ἐμφυτεύειν καὶ ἐπάγειν αὐτοῖς ναματιαῖον ὕδωρ, ὅ μοι ἐκ [2] τῆς πλησίον φάραγγος ἐποχετεύεται. ἐπελθὼν δὲ ὄμβρος ἐς τρεῖς ἡμέρας καὶ νύκτας ἴσας ποταμοὺς ἄνωθεν ἐκ τῆς ἀκρωρείας τῶν ὀρῶν ἐγέννησεν, οἳ ῥύμῃ κατασυρόμενοι ἰλὺν ἐπεσπάσαντο καὶ τοὺς βόθρους κατέχωσαν, ὥστε εἶναι πάντα ἰσόπεδα καὶ οὐδὲ δοκεῖν ὅλως εἰργασμένα.
[3] οὕτως ἠφάνισταί μοι τὰ πονήματα καὶ εἰς μίαν ὄψιν ἄτοπον κατέστη. τίς ἂν οὖν ἔτι πονοίη μάτην, ἀδήλους ἐλπίδας ἐκ γεωργίας καραδοκῶν; μετιτέον μοι ἐφ' ἕτερον βίον. φασὶ γὰρ ἅμα ταῖς τῶν ἐπιτηδευμάτων ἀλλαγαῖς καὶ τὰς τύχας μετασχηματίζεσθαι.
[11]
[1] Εἰ πατρῴζεις, ὦ παῖ, καὶ τἀμὰ φρονεῖς, χαίρειν τοὺς ἀλαζόνας ἐκείνους τοὺς ἀνυποδήτους καὶ ὠχριῶντας, οἳ περὶ τὴν Ἀκαδήμ‹ε›ιαν ἀλινδοῦνται, καὶ βιωφελὲς μὲν οὐδὲν οὔτε εἰδότας οὔτε πράττειν δυναμένους, τὰ μετέωρα δὲ πολυπραγμονεῖν ἐπιτηδεύοντας, ἐάσας ἔχου τῶν κατ' ἀγρὸν ἔργων, ἀφ' ὧν σοι διαπονοῦντι μεστὴ μὲν ἡ σιπύη πανσπερμίας, οἱ δὲ ἀμφορεῖς οἴνου γέμοντες, πλέα δὲ ἀγαθῶν τὰ σύμπαντα.
[12]
[1] Ὁ τρύγητος ἐγγὺς καὶ ἀρρίχων ἔστι μοι χρεία. δάνεισον οὖν μοι τούτων τοὺς περιττούς, ὅσον οὐκ εἰς μακρὰν ἀποδώσοντι. ἔχω δ' ἐγὼ πιθάκ‹ν›ια πλείονα. εἰ οὖν δέοιο, προθύμως λάμβανε. τὸ γὰρ κοινὰ τὰ τῶν φίλων οὐχ ἥκιστα τοῖς ἀγροῖς ἐμφιλοχωρεῖν ὀφείλει.
[13]
[1] Εἰ γεωργεῖν ἐβούλου καὶ νοῦν ἔχειν, ὦ Θρασωνίδη, καὶ τῷ πατρὶ πείθεσθαι, ἔφερες ἄν [καὶ] τοῖς θεοῖς κιττὸν καὶ δάφνας καὶ μυρρίνας καὶ ἄνθη ὅσα σύγκαιρα, καὶ ἡμῖν τοῖς γονεῦσι πυροὺς ἐκθερίσας καὶ οἶνον ἐκ βοτρύων ἀποθλίψας καί, βδάλας τὰ αἰγίδια, τὸν γαυλὸν [2] πλήρη γάλακτος· νῦν δὲ ἀγρὸν ‹μὲν› καὶ γεωργίαν ἀπαναίνῃ, κράνους δὲ ἐπαινεῖς τριλοφίαν καὶ ἀσπίδος ἐρᾷς, ὥσπερ τις Ἀκαρνὰν ἢ Μαλιεὺς μισθοφόρος.
[3] μὴ σύγε, ὦ παιδίον, ἀλλ' ἐπάνιθι ὡς ἡμᾶς καὶ τὸν ἐν ἡσυχίᾳ βίον ἀσπάζου ‑ καὶ γὰρ ἀσφαλὴς καὶ ἀκίνδυνος ἡ γεωργία, οὐ λόχους, οὐκ ἐνέδρας, οὐ φάλαγγας ἔχουσα ‑ ἡμῖν τε [ὁ] γηροκόμος γενοῦ, ἀντὶ τῆς ἐν ἀμφιβόλῳ ζωῆς τὴν ὁμολογουμένην ἑλόμενος σωτηρίαν.
[14]
[1] Ἐπιτριβείης, ὦ Λείριον, κακὴ κακῶς, ὅτι με τῇ μέθῃ καὶ τοῖς αὐλοῖς κατακηλήσασα βραδὺν ἀπέφηνας τοῖς ἐκ τῶν ἀγρῶν ἀποπέμψασιν. οἱ μὲν γὰρ ἕωθεν προσεδόκων με φέροντα αὐτοῖς τὰ κεράμεια σκεύη, ὧν [2] ἕνεκεν ἀφικόμην· ἐγὼ δὲ ὁ χρυσοῦς πάννυχος καταυλούμενος εἰς ἡμέραν ἐκάθευδον. ἀλλ' ἄπιθι, ὦ τάλαινα, καὶ τοὺς ἀθλίους τουτουσὶ θέλγε τοῖς γοητεύμασιν. ἐμοὶ γὰρ εἰ ἔτι ἐνοχλοίης, κακόν τι παμμέγεθες προσλαβοῦσα ἀπελεύσῃ.
[15]
[1] Τοὐμοῦ παιδίου γενέσια ἑορτάζων ἥκειν σε ἐπὶ τὴν πανδαισίαν, ὦ Πιθακ‹ν›ίων, παρακαλῶ, ἥκειν δὲ οὐ μόνον ἀλλ' ἐπαγόμενον τὴν γυναῖκα καὶ τὰ παιδία καὶ τὸν σύργαστρον· εἰ βούλοιο δέ, καὶ τὴν κύνα, ἀγαθὴν οὖσαν φύλακα καὶ τῷ βάρει τῆς ὑλακῆς ἀποσοβοῦσαν [2] τοὺς ἐπιβουλεύοντας τοῖς ποιμνίοις. ἡ δὲ τοιαύτη οὐκ ἂν ἀτιμάζοιτο δαιτυμὼν εἶναι σὺν ἡμῖν. ἑορτάσομεν δὲ μάλ' ἡδέως, καὶ πιόμεθα εἰς μέθην καὶ μετὰ τὸν κόρον ᾀσόμεθα, καὶ ὅστις ἐπιτήδειος κορδακίζειν, εἰς μέσους παρελθὼν τὸ κοινὸν ψυχαγωγήσει. μὴ μέλλε οὖν, ὦ φίλτατε· καλὸν γὰρ ἐν ταῖς κατ' εὐχὴν ἑορταῖς ἐξ ἑωθινοῦ συντάττειν τὰ συμπόσια.
[16]
[1] Κοινωνικὸς ὢν καὶ φιλέταιρος ὄναιο σαυτοῦ καὶ τῆς γυναικὸς καὶ τῶν παιδίων, ὦ Εὔσταχυ. ἐγὼ δὲ τὸν κλῶπα φωράσας, ἐφ' ᾧ πάλαι ἤσχαλλον τὴν ἐχέτλην ὑφελομένῳ καὶ δύο δρεπάνας, ἔχω παρ' ἐμαυτῷ τοὺς [2] κωμήτας ἀναμένων ἐπικούρους. νῦν γὰρ οὐκ ἐδοκίμαζον ἀσθενέστερος ὢν καὶ μόνος τὼ χεῖρε ἐπιβάλλειν αὐτῷ. ὁ μὲν γὰρ δριμὺ βλέπει καὶ τοξοποιεῖ τὰς ὀφρῦς καὶ σφριγῶντας ἔχει τοὺς ὤμους καὶ ἁδρὰν τὴν ἐπιγουνίδα [3] φαίνει· ἐγὼ δὲ ὑπὸ τῶν πόνων καὶ τῆς δικέλλης κατέσκληκα, καὶ τύλους μὲν ἐν ταῖς χερσὶν ἔχω, λεπτότερον δέ μοι τὸ δέρμα λεβηρίδος. ἡ μὲν οὖν γυνὴ καὶ τὰ παιδία εἰς σοῦ βαδιοῦνται καὶ τῆς εὐωχίας μεθέξουσιν, ὁ δὲ σύργαστρος μαλακῶς ἔχει τὰ νῦν. ἐγὼ δὲ καὶ ἡ κύων τὸν μιαρὸν οἴκοι φυλάξομεν.
[17]
[1] Οἶσθά με ἐπισάξαντα τὴν ὄνον σῦκα καὶ παλάθας ‹ἄστυδε› καταγαγόντα; ὡς οὖν ταῦτα ἀπεδόμην τῶν τινι γνωρίμων, ἄγει μέ τις λαβὼν εἰς τὸ θέατρον, οὗ καθίσας ἐν καλῷ διαφόροις ἐψυχαγωγούμην θεωρίαις.
[2] τὰς μὲν οὖν ἄλλας οὐ συνέχω τῇ μνήμῃ, εἰμὶ γὰρ τὰ τοιαῦτα καὶ εἰδέναι καὶ ἀπαγγέλλειν κακός· ἓν δὲ ἰδὼν ἀχανὴς ἐγώ σοι καὶ μικροῦ δεῖν ἄναυδος. εἷς γάρ τις εἰς μέσους παρελθὼν καὶ στήσας τρίποδα τρεῖς μικρὰς ἐπετίθει παροψίδας· εἶτα ὑπὸ ταύταις ἔσκεπε τρία μικρὰ καὶ λευκὰ καὶ στρογγύλα λιθίδια, οἷα ἡμεῖς ἐπὶ ταῖς ὄχθαις τῶν χειμάρρων ἀνευρίσκομεν· [3] ταῦτά ποτε μὲν ‹ἓν› κατὰ μίαν ἔσκεπε παροψίδα, ποτὲ δὲ οὐκ οἶδ' ὅπως ὑπὸ τῇ μιᾷ ἐδείκνυ, ποτὲ δὲ παντελῶς ἀπὸ τῶν παροψίδων ἠφάνιζε καὶ ἐπὶ τοῦ στόματος [4] ἔφαινεν. εἶτα καταβροχθίσας τοὺς πλησίον ἑστῶτας ἄγων εἰς μέσον τὴν μὲν ἐκ ῥινός τινος τὴν δὲ ἐξ ὠτίου τὴν δὲ ἐκ κεφαλῆς ἀνῃρεῖτο, καὶ πάλιν ἀνελόμενος ἐξ ὀφθαλμῶν ἐποίει. κλεπτίστατος ἄνθρωπος ὑπὲρ ὃν ἀκούομεν Εὐρυβάτην τὸν Οἰχαλιέα. μὴ γένοιτο κατ' ἀγρὸν τοιοῦτον θηρίον· οὐ γὰρ ἁλώσεται ὑπ' οὐδενός, καὶ πάντα ὑφαιρούμενος τἄνδον φροῦδά μοι [τὰ κατ' ἀγρὸν] ἀπεργάσεται.
[18]
[1] Ὁ μὲν ἀνὴρ ἀπόδημός ἐστί μοι τρίτην ταύτην ἡμέραν ἔχων ἐν ἄστει, ὁ δὲ θητεύων παρ' ἡμῖν Παρμένων ζημία καθαρά, ῥᾴθυμος ἄνθρωπος καὶ τὰ πολλὰ [2] καταπίπτων εἰς ὕπνον. ὁ δὲ λύκος ἀργαλέος πάροικος βλέπων φονῶδές τι καὶ αἱμοβόρον· Χιόνην γὰρ τὴν καλλιστεύουσαν τῶν αἰγῶν ἐκ τοῦ φελλέως ἁρπάσας οἴχεται· καὶ ὁ μὲν δειπνεῖ ἀγαθὴν αἶγα καὶ εὐγάλακτον, [3] ἐγὼ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἀπολείβω. πέπυσται δὲ τούτων οὐδὲν ὁ ἀνήρ· εἰ δὲ μάθοι, κρεμήσεται μὲν ἐκ τῆς πλησίον πίτυος ὁ μισθωτός, αὐτὸς δὲ οὐ πρότερον ἀνήσει πάντα μηχανώμενος, πρὶν τὰς παρὰ τοῦ λύκου δίκας εἰσπράξασθαι.
[19]
[1] Πάγην ἔστησα ἐπὶ τὰς μιαρὰς ἀλώπεκας κρεᾴδιον τῆς σκανδάλης ἀπαρτήσας. ἐπεὶ γὰρ ἐπολέμουν τὰς σταφυλάς, καὶ οὐ μόνον τὰς ῥᾶγας ἔκοπτον ἀλλ' ἤδη καὶ ὁλοκλήρους ἀπέτεμνον τῶν οἰνάρων τοὺς βότρυς, [2] ὁ δεσπότης δὲ ἐπιστήσεσθαι κατηγγέλλετο ‑ ἀργαλέος ἄνθρωπος καὶ δριμύς, γνωμίδια καὶ προβουλευμάτια συνεχῶς ἐπὶ τῆς Πνυκὸς Ἀθηναίοις εἰσηγούμενος, καὶ πολλοὺς ἤδη διὰ σκαιότητα τρόπου καὶ δεινότητα ῥημάτων ἐπὶ τοὺς ἕνδεκα ἀγαγών ‑ δείσας μή τι πάθοιμι κἀγὼ καὶ ταῦτα τοιούτου ‹τοῦ› δεσπότου ὄντος, τὴν κλέπτιν ἀλώπεκα συλλαβὼν ἐβουλόμην [3] παραδοῦναι. ἀλλ' ἡ μὲν οὐχ ἧκε· Πλαγγὼν δὲ τὸ Μελιταῖον κυνίδιον, ὃ ‹ἐ›τρέφομεν ἄθυρμα τῇ δεσποίνῃ προσηνές, ὑπὸ τῆς ἄγαν λιχνείας ἐπὶ τὸ κρέας ὁρμῆσαν κεῖταί σοι τρίτην ταύτην ἡμέραν ἐκτάδην νεκρὸν ἤδη μυδῆσαν. ἔλαθον οὖν ἐπὶ κακῷ κακὸν ἀναρριπίσας. καὶ τίς παρὰ τῷ σκυθρωπῷ τῶν τοιούτων [4] συγγνώμη; φευξόμεθα ᾗ ποδῶν ἔχομεν, χαιρέτω δὲ ὁ ἀγρὸς καὶ τἀμὰ πάντα. ὥρα γὰρ σώζειν ἑαυτόν, καὶ μὴ ‹τὸ› παθεῖν ἀναμένειν ἀλλὰ πρὸ τοῦ παθεῖν φυλάξασθαι.
[20]
[1] Πάντα φιλῶ τρυγᾶν ‑ ἔστι γὰρ τὸ καρπῶν ἀποδρέπεσθαι πόνων ἀμοιβὴ δίκαιος ‑ ἐξαιρέτως δὲ ἐθέλω [2] βλίττειν τὰ σμήνη. ἔχων οὖν, σίμβλους ὑπὸ τῇ πέτρᾳ ἀποκλάσας, κηρία νεογενῆ, πρῶτον μὲν τοῖς θεοῖς ἀπηρξάμην, ἔπειτα δὲ τοῖς φίλοις ὑμῖν ἀπάρχομαι.
[3] ἔστι δὲ λευκὰ ἰδεῖν καὶ ἀποστάζοντα λιβάδας Ἀττικοῦ μέλιτος, οἷον αἱ Βριλήσσιαι λαγόνες ἐξανθοῦσι. καὶ νῦν μὲν ταῦτα πέμπομεν, [καὶ] εἰς νέωτα δὲ δέχοιο παρ' ἡμῶν μείζω τουτωνὶ καὶ ἡδίονα.
[21]
[1] Λύκον ἔοικα τρέφειν τὸ μιαρὸν ἀνδράποδον· ἐμπεσὼν γὰρ εἰς τὰς αἶγας οὐκ ἔστιν ἥντινα οὐκ ἀπολώλεκε, [2] τὰς μὲν ἀποδόμενος τὰς δὲ καταθύων. καὶ τῷ μὲν ἡ γαστὴρ τῆς κραιπάλης ἐμπίπλαται, καὶ τὰ λοιπὰ τῇ τενθείᾳ δαπανᾶται καὶ ψάλλεται καὶ καταυλεῖται καὶ [πρὸς] τοῖς μυροπωλίοις φιληδεῖ, τὰ δὲ αὔλια ἔρημα, [3] αἶγες δὲ ἐκεῖναι [αἱ πρότερον] οἴχονται. τέως μὲν οὖν ἡσυχίαν ἄγω, μὴ προαισθόμενος ψύττα κατατείνας φύγῃ· εἰ δὲ ἀνυπόπτως λαβοίμην αὐτοῦ καὶ ἐγκρατὴς γενοίμην, δεδήσεται τὼ πόδε χοίνικας παχείας ἐπισύρων, καὶ τῇ σκαπάνῃ προσανέχων ὑπὸ τῇ δικέλλῃ καὶ τῇ σμινύῃ τῆς μὲν τρυφῆς ἐπιλήσεται, παθὼν δὲ γνώσεται οἷόν ἐστι τὸ τὴν ἄγροικον σωφροσύνην ἀσπάζεσθαι.
[22]
[1] Θαμίζεις εἰς ἄστυ [κατιών], ὦ Νομίε, καὶ τὸν ἀγρὸν οὐδ' ἀκαρῆ θέλεις ὁρᾶν· ἀργὸς δὲ ἡ γῆ χηρεύουσα τῶν ἐκπονούντων, ἐγὼ δὲ οἰκουρῶ μόνη μετὰ τῆς Σύρας [2] ἀγαπητῶς τὰ παιδία βουκολοῦσα. σὺ δὲ ἡμῖν αὐτόχρημα μεσαιπόλιος ἄνθρωπος μειράκιον ἀστικὸν ἀνεφάνης. ἀκούω γάρ σε τὰ πολλὰ ἐπὶ Σκίρου καὶ Κεραμεικοῦ διατρίβειν, οὗ φασι τοὺς ἐξωλεστάτους σχολῇ καὶ ῥᾳστώνῃ τὸν βίον καταναλίσκειν.
[23]
[1] Ἄρτι μοι τὴν ἅλω διακαθήραντι καὶ τὸ πτύον ἀποτιθεμένῳ ὁ δεσπότης ἐπέστη καὶ ἰδὼν ἐπῄνει τὴν φιλεργίαν. ἐφάνη δέ μοί ποθεν ὁ Κωρυκαῖος δαίμων, Στρόμβιχος ὁ παμπόνηρος. ἰδὼν γάρ με ἐφεπόμενον τῷ δεσπότῃ, κειμένην τὴν σισύραν ἣν ἀποθέμενος εἰργαζόμην ὑπὸ μάλης ᾤχετο φέρων, ὡς ὁμοῦ ζημία‹ν› καὶ τὸν ἀπὸ τῶν ὁμοδούλων προσοφλῆσαι γέλωτα.
[24]
[1] Τί ταῦτα, ὦ Σαλακωνίς, ὑπερηφανεῖς τάλαινα; οὐκ ἐγώ σε εἰς τοὐργαστήριον καθημένην παρὰ τὸν ἀκεστὴν τὸν ἑτερόποδα ἀνειλόμην, καὶ ταῦτα λάθρᾳ τῆς μητρός, καὶ καθάπερ τινὰ ἐπίκληρον ἐγγυητὴν ἀγαγόμενος ἔχω; [2] σὺ δὲ φρυάττῃ, παιδισκάριον εὐτελές, καὶ κιχλίζουσα καὶ μωκωμένη με διατελεῖς. οὐ παύσῃ, τάλαινα, τῆς ἀγερωχίας; ἐγώ σοι τὸν ἐραστὴν δείξω δεσπότην καὶ κάχρυς ἐπὶ τῶν ἀγρῶν φρύγειν ἀναγκάσω, καὶ τότε εἴσῃ παθοῦσα οἷ κακῶν σαυτὴν ἐνέσεισας.
[25]
[1] Πάντα ὑπομένειν οἵα τέ εἰμι πλὴν τοῦ σοὶ συγκαθεύδειν, δέσποτα. καὶ τὴν νύκτα οὐκ ἔφυγον οὐδὲ ὑπὸ τοῖς θάμνοις ἐκρυπτόμην, ὡς ἐδόκεις, ἀλλὰ τὴν κάρδοπον ὑπεισελθοῦσα ἐκείμην ἀμφιθεμένη τὸ κοῖλον [2] τοῦ σκεύους εἰς κάλυμμα. ἐπειδὴ δὲ κέκρικα βρόχῳ τὸν βίον ἐκλιπεῖν, ἄκουε λεγούσης ἀναφανδόν, πάντα γάρ μου περιαιρεῖ φόβον ἡ πρὸς τὸ τελευτᾶν ὁρμή· ἐγώ σε, ὦ Γέμελλε, στυγῶ, τοῦτο μὲν βδελυττομένη τὸ δάσος τοῦ σώματος καὶ ὥσπερ τι κίναδος ἐκτρεπομένη, [3] τοῦτο δὲ τὴν δυσχέρειαν τοῦ στόματος ἐκ τοῦ μυχαιτάτου τῆς φάρυγγος τὴν δυσοσμίαν ἐκπέμποντος. κακὸς κακῶς ἀπόλοιο τοιοῦτος ὤν. βάδιζε παρά τινα λημῶσαν ἄγροικον γραῦν ἐπὶ ἑνὶ γομφίῳ σαλεύουσαν, ἀληλιμμένην τῷ ἐκ τῆς πίττης ἐλαίῳ.
[26]
[1] Ἠπιστάμην σε, ὦ Ἀνθοφορίων, ἁπλοϊκὸν εἶναι ἄνθρωπον καὶ αὐτόχρημα τὸν ἀπὸ τῆς ἀγροικίας ἄγροικον, ὄζοντα στεμφύλων καὶ κόνιν πνέοντα, ἠγνόουν δὲ ὅτι δεινὸς εἶ ῥήτωρ ὑπὲρ τοὺς ἐν Ἡλιαίᾳ τῶν ἀλλοτρίων [2] ἕνεκα δικομαχοῦντας. κινήσας γὰρ ἐπὶ τοῦ κωμάρχου δίκας ἔναγχος, οὐκ ἔστιν ἥντινα οὐχὶ νικήσας ἀπηλλάγης. μακάριε τῆς γλώττης καὶ λαλίστερε τρυγόνος. ἐγὼ δὲ ἑρμαίῳ σοι χρῶμαι, [κατὰ] τοῦτο δὴ τὸ τοῦ λόγου. ἔκκειμαι γὰρ τοῖς βουλομένοις τἀμὰ σφετερίζεσθαι καὶ ἀγαπῶ τὴν ἡσυχίαν, καὶ ταῦτα εἰδὼς ὅτι [μοι] πολλάκις ἐκ τῆς ἀπραγμοσύνης φύεται πράγματα.
[27]
[1] Πολὺς ὁ χειμὼν τὸ τῆτες καὶ οὐδενὶ ἐξιτητόν. πάντα γὰρ ἡ χιὼν κατείληφε, καὶ λευκανθίζουσιν οὐχ οἱ λόφοι μόνον ἀλλὰ καὶ τὰ κοῖλα τῆς γῆς, ἀπορία δὲ ἔργων, ἀργὸν δὲ καθίζειν ὄνειδος. προκύψας δῆτα τῆς καλύβης οὐκ ἔφθην παρανοίξας τὸ θύριον καὶ ὁρῶ σὺν τῷ νιφετῷ δῆμον ὅλον ὀρνέων φερόμενον, καὶ [2] κοψίχους καὶ κίχλας. εὐθέως οὖν ἀπὸ τῆς λεκάνης ἀνασπάσας ἰξὸν ἐπαλείφω τῶν ἀχράδων τοὺς κλάδους, καὶ ὅσον οὔπω τὸ νέφος ἐπέστη [τῶν στρουθίων] καὶ πᾶσαι ἐκ τῶν ὀροδάμνων ἐκρέμαντο, θέαμα ἡδύ, πτερῶν [3] ἐχόμεναι καὶ κεφαλῆς καὶ ποδῶν εἰλημμέναι. ἐκ τούτων λάχος σοι τὰς πίονας καὶ εὐσάρκους ἀπέσταλκα πέντε καὶ εἴκοσι. κοινωνεῖν γὰρ ἀγαθὸν τοῖς ἀγαθοῖς, φθονοῦσι δὲ οἱ πονηροὶ τῶν γειτόνων.
[28]
[1] Οὐπώποτε εἰς ἄστυ καταβὰς οὐδὲ εἰδὼς ὅ τί ποτε ἐστὶν ἡ λεγομένη πόλις, ποθῶ τὸ καινὸν τοῦτο θέαμα ἰδεῖν, ὑφ' ἑνὶ περιβόλῳ κατοικοῦντας ἀνθρώπους, καὶ [2] τἆλλα ὅσα διαφέρει πόλις ἀγροικίας μαθεῖν. εἰ οὖν σοι πρόφασις ὁδοῦ ἄστυδε γένοιτο, ἧκε ἀπάξων νῦν κἀμέ. καὶ γὰρ ἔγωγε ἄγειν οἶμαι τοῦ πλέον τι μαθεῖν, ἤδη μοι βρύειν θριξὶ τῆς ὑπήνης ἀρχομένης. τίς οὖν δή με τἀκεῖθι μυσταγωγεῖν ἐπιτηδειό‹τερο›ς ἢ σὺ ὁ τὰ πολλὰ εἴσω πυλῶν ἀλινδούμενος;
[29]
[1] Ἡ ὗς ἡ πρῴην ἐπίτεξ εἶναι νομιζομένη ἀρτίως τέτοκε, καὶ ἔχω δελφάκων ἀφθονίαν· γρύζουσι δὲ μάλ' [2] ἀηδές, ἀλλ' ἐδώδιμοι. μεταδίδωμι δῆτα καὶ σοὶ δύο τούτων ἔχειν. οὔτε γὰρ πάντας οἷός τέ εἰμι τρέφειν τῶν κριθῶν ὀλίγων οὐσῶν καὶ ἅμα τοῖς φίλοις κοινωνεῖν τοὺς ἐν περιουσίαις ὄντας ἀγροικικῇ πρέπον ἐπιεικείᾳ, οἵους ἡμᾶς ἡ φιλτάτη γῆ ἁπλοϊκοὺς καὶ φιλαλλήλους τοὺς ἑαυτῆς τροφίμους ἀνεθρέψατο.
[30]
[1] Βάλλ' ἐς μακαρίαν, οἷον κακόν ἐστιν, ὦ Κοτί‹ν›ων, ἡ μέθη. ἐμπεσὼν γὰρ εἰς συμπόσιον κακοδαιμόνων ἀνθρώπων ‑ οἰνόφλυγες δὲ πάντες ἦσαν, καὶ οὐδεὶς τὸ μέτρῳ πίνειν ἔστεργε ‑ συνεχῶς δὴ περιφερομένης τῆς κύλικος ‑ ἦν ‹γὰρ› τοῖς ἀρνουμένοις τοὐπιτίμιον [ἔδει γὰρ αὐτοὺς] εἰς τὴν ὑστεραίαν ἑστιᾶν ‑ πιὼν οὖν ὅσον οὔπω πρότερον ἐν ἀσκῷ βαστάσας οἶδα, τρίτην ταύτην ἡμέραν ἔχω καὶ ἔτι σοι καρηβαρῶ καὶ τὴν κραιπάλην ἀπερυγγάνω.
[31]
[1] Ἔοικε καὶ τὰ νάματα εἰς τὸ ἄνω ῥυήσεσθαι, εἴ γε οὕτως, ὦ Κορίσκε, ἀφηλικέστερος γεγονώς, ὅτε ἤδη [λοιπὸν] ὑϊδοῦς καὶ θυγατριδοῦς ἔχομεν, ἐρᾷς κιθαρῳδοῦ γυναικὸς κἀμὲ κνίζεις ἄχρι τοῦ καὶ αὐτὴν [2] ἐκρινῆσαι τὴν καρδίαν. ἐγὼ μὲν γὰρ ἀτιμάζομαι τριακοστὸν ἔτος ἤδη συνοῦσά σοι, Παρθένιον δὲ ‹ἡ› ἱππόπορνος μεθ' ὑποκορισμῶν ἐκθεραπεύεται ὅλον σε αὐτοῖς ἀγροῖς καταπιοῦσα. γελῶσι δὲ οἱ νέοι, καὶ σὺ τοῦ γέλωτος ἀναισθήτως ἔχεις. ὦ γῆρας ἑταίρας παίγνιον.
[32]
[1] Τίμωνα οἶσθα, ὦ Καλλικομίδη, τὸν Ἐχεκρατίδου τὸν Κολλυτέα, ὃς ἐκ πλουσίου, σπαθήσας τὴν οὐσίαν εἰς ἡμᾶς τοὺς παρασίτους καὶ τὰς ἑταίρας, εἰς ἀπορίαν συνηλάθη, εἶτ' ἐκ φιλανθρώπου μισάνθρωπος ἐγένετο [2] καὶ τὴν Ἀπημάντου ἐμιμήσατο στύγα. καταλαβὼν γὰρ τὴν ἐσχατιὰν ταῖς βώλοις τοὺς παριόντας βάλλει, προμηθούμενος μηδένα αὐτῷ καθάπαξ ἀνθρώπων ἐντυγχάνειν.
[3] οὕτως τὴν κοινὴν φύσιν ἀπέστραπται. οἱ λοιποὶ δὲ τῶν Ἀθήνησι νεοπλούτων Φείδωνός εἰσι καὶ Γνίφωνος μικροπρεπέστεροι. ὥρα μοι μετανίστασθαι καὶ πονοῦντι ζῆν. δέχου δὴ οὖν με μισθωτὸν κατ' ἀγρόν, πάντα ὑπομένειν ἀνεχόμενον ὑπὲρ τοῦ τὴν ἀπλήρωτον ἐμπλῆσαι γαστέρα. [33] [1]
[1] Αὐχμὸς τὰ νῦν· οὐδαμοῦ νέφος ὑπὲρ γῆς αἴρεται· δεῖ δὲ ἐπομβρίας. διψῆν γὰρ τὰς ἀρούρας αὐτὸ τὸ κατάξηρον τῆς βώλου δείκνυσι. μάταια ἡμῖν, ὡς ἔοικε, καὶ ἀνήκοα τέθυται τῷ Ὑετίῳ, καίτοι γε ἐξ ἁμίλλης ἐκαλλιερήσαμεν πάντες οἱ τῆς κώμης οἰκήτορες, καὶ ὡς ἕκαστος δυνάμεως ἢ περιουσίας ‹εἶχε› συνεισηνέγκαμεν, ὁ μὲν κριὸν ὁ δὲ τράγον ὁ δὲ κάπρον, ὁ πένης πόπανον ὁ δὲ ἔτι πενέστερος λιβανωτοῦ χόνδρους [εὖ [2] μάλα εὐρωτιῶντας], ταῦρον δὲ οὐδείς· οὐ γὰρ εὐπορία βοσκημάτων ἡμῖν τὴν λεπτόγεων τῆς Ἀττικῆς κατοικοῦσιν. ἀλλ' οὐδὲν ὄφελος τῶν δαπανημάτων· ἔοικε γὰρ πρὸς ἑτέροις ἔθνεσιν ὁ Ζεὺς ὢν τῶν τῇδε ἀμελεῖν.
[34]
[1] Χαλεπὸς ἦν ἡμῖν ὁ στρατιώτης, χαλεπός. ἐπεὶ γὰρ ἧκε δείλης ὀψίας καὶ κατήχθη οὐ κατὰ τύχην ἀγαθὴν εἰς ἡμᾶς, οὐκ ἐπαύσατο ἐνοχλῶν τοῖς διηγήμασι, δεκάδας τινὰς καὶ φάλαγγας ὀνομάζων, εἶτα σαρίσσας καὶ [2] καταπέλτας καὶ δέρρεις· καὶ νῦν μὲν ὡς ἀνέτρεψε τοὺς Θρᾷκας τὸν προηγεμόνα βαλὼν μεσαγκύλῳ, νῦν δὲ ὡς κοντῷ διαπείρας τὸν Ἀρμένιον ἀπώλεσεν· ἐπὶ πᾶσί τε αἰχμαλώτους παρῆγε καὶ ἐδείκνυ γυναῖκας, ἃς ἔλεγεν ἐκ τῆς λείας ὑπὸ τῶν στρατηγῶν ἀριστείας αὐτῷ γέρας [3] δεδόσθαι. τῷ δ' ἐγὼ ἐγκανάξας κύλικα εὐμεγέθη φλυαρίας φάρμακον ὤρεγον, ὁ δὲ καὶ ταύτην καὶ πλείονας ἐπὶ ταύτῃ καὶ ἁδροτέρας ἐκπιὼν οὐκ ἐπαύσατο τῆς ἀδολεσχίας.
[35]
[1] Εἰρεσιώνην ἐξ ἀνθῶν πλέξασα ᾔειν ἐς ἕρμα Φαιδρίου τοῦ Ἀλωπεκῆθεν ταύτην ἀναθήσουσα. εἶτά μοι λόχος ἐξαίφνης ἀναφαίνεται νέων ἀγερώχων ἐπ' ἐμὲ συντεταγμένων· ὁ λόχος δὲ τῷ Μοσχίωνι συνέπραττεν.
[2] ἐπεὶ γὰρ τὸν μακαρίτην ἀπέβαλον Φαιδρίαν, οὐκ ἐπαύσατό μοι πράγματα παρέχων καὶ γαμησείων· ἐγὼ δὲ ἀνηνάμην ἅμα μὲν τὰ νεογνὰ παιδία κατοικτείρουσα ἅμα δὲ τὸν ἥρω Φαιδρίαν ἐν ὀφθαλμοῖς τιθεμένη. ἐλάνθανον δὲ ὑβριστὴν ὑμέναιον ἀναμένουσα καὶ θάλαμον [3] νάπην εὑρίσκουσα. εἰς γάρ με τὸ συνηρεφὲς ἀγαγών, οὗ τὸ πύκνωμα συνεχὲς ἦν τῶν δένδρων, αὐτοῦ που κατὰ τῶν ἀνθῶν καὶ τῆς φυλλάδος, αἰδοῦμαι εἰπεῖν, ὦ φιλτάτη, τί παθεῖν ἐπηνάγκασε. καὶ ἔχω τὸν ἐξ ὕβρεως ἄνδρα, οὐχ ἑκοῦσα μὲν ὅμως δὲ ἔχω. καλὸν μὲν γὰρ ἀπείρα[ς]τον εἶναι τῶν ἀβουλήτων, ὅτῳ δὲ οὐχ ὑπάρχει τοῦτο, κρύπτειν τὴν συμφορὰν ἀναγκαῖον.
[36]
[1] Φρύγα οἰκέτην ἔχω πονηρόν, ὃς ἀπέβη τοιοῦτος ἐπὶ τῶν ἀγρῶν· ὡς γὰρ τῇ ἕνῃ καὶ νέᾳ κατ' ἐκλογὴν τοῦτον ἐπριάμην, Νουμήνιον μὲν εὐθὺς ἐθέμην καλεῖσθαι, δόξαντα δὲ εἶναι ῥωμαλέον καὶ ἐγρηγορὸς βλέποντα μετὰ περιχαρ‹ε›ίας ἦγον ὡς ἐπὶ τῆς ἐσχατιᾶς μοι ἐσόμενον.
[2] ἦν δὲ οὗτος ἄρα λαμπρὰ ζημία. ἐσθίει μὲν γὰρ τεσσάρων σκαπανέων σιτία, ὑπνοῖ δὲ ὅσον ἤκουσα τετυφωμένου σοφιστοῦ λέγοντος Ἐπιμενίδην τινὰ Κρῆτα κεκοιμῆσθαι, ἢ ὡς ἀκούομεν τὴν Ἡρακλέους τριέσπερον. τί ἂν οὖν ποιοί[μ]ην, ὦ φίλτατε ἑταίρων καὶ συγγεωργῶν, ἴθι φράσον, ἐπὶ τοιούτῳ θηρίῳ καταβαλὼν ἀργυρίδιον;
[37]
[1] Πρὸς θεῶν καὶ δαιμόνων, ὦ μῆτερ, ἐπ' ὀλίγον καταλιποῦσα τοὺς σκοπέλους καὶ τὴν ἀγροικίαν, θέασαι πρὸ τῆς τελευταίας ἡμέρας τὰ κατ' ἄστυ καλά. οἷα γὰρ οἷά σε λανθάνει, Ἁλῷα καὶ Ἀπατούρια καὶ Διονύσια καὶ ἡ νῦν ἑστῶσα σεμνοτάτη τῶν Θεσμοφορίων ἑορτή.
[2] ἡ μὲν οὖν Ἄνοδος κατὰ τὴν πρώτην γέγονεν ἡμέραν, ἡ Νηστεία δὲ τὸ τήμερον εἶναι παρ' Ἀθηναίοις ἑορτάζεται, τῇ Καλλιγενείᾳ δὲ εἰς τὴν ἐπιοῦσαν θύουσιν. εἰ οὖν ἐπειχθεῖσα ἔρχῃ, ἕωθεν πρὸ τοῦ τὸν ἑωσφόρον ἐξελθεῖν συνθύεις ταῖς Ἀθηναίων γυναιξίν [αὔριον].
[3] ἧκε οὖν, μὴ μέλλε, ναὶ πρὸς ἐμῆς καὶ τῶν αὐταδέλφων τῶν ἐμῶν σωτηρίας. τὸ γὰρ ἄγευστον πόλεως καταλῦσαι τὸν βίον ἀποτρόπαιον, ὡς ὂν θηριῶδες καὶ δύστροπον. ἀνέχου δέ, ὦ μῆτερ, τῆς ἐπὶ τῷ συμφέροντι παρρησίας· καλὸν ἅπασιν ἀνθρώποις ἀνυποστόλως ὁμιλεῖν, οὐχ ἥκιστα δὲ ἀναγκαῖον τὸ πρὸς τοὺς οἰκείους ἀληθίζεσθαι.
[38]
[1] Ἐγὼ μὲν τὸν παῖδα ἀποδόσθαι εἰς ἄστυ ξύλα καὶ κριθὰς ἀπέπεμψα, ἐπανήκειν τὴν αὐτὴν τὰ κέρματα κομίζοντα παρεγγυῶν. χόλος δὲ ἐμπεσὼν ἐξ ὁτου‹οῦν› δαιμόνων εἰς αὐτὸν [οὐκ ἔχω λέγειν], ὅλον παρήμειψε καὶ φρενῶν ἔξω κατέστησε. θεασάμενος γὰρ ἕνα τουτωνὶ τῶν μεμηνότων, οὓς διὰ τὸ μανιῶδες πάθος [λύτταν] κύνας ἀποκαλεῖν εἰώθασιν, ὑπερέβαλε τῇ [2] μιμήσει τῶν κακῶν τὸν ἀρχηγέτην. καὶ ἔστιν ἰδεῖν θέαμα ἀποτρόπαιον καὶ φοβερόν, κόμην αὐχμηρὰν ἀνασείων, τὸ βλέμμα ἰταμός, ἡμίγυμνος ἐν τριβωνίῳ, πηρίδιον ἐξηρτημένος καὶ ῥόπαλον ἐξ ἀχράδος πεποιημένον μετὰ χεῖρας ἔχων, ἀνυπόδητος, ῥυπῶν, ἄπρακτος, τὸν ἀγρὸν καὶ ἡμᾶς οὐκ εἰδὼς τοὺς γονεῖς, ἀλλ' ἀρνούμενος, φύσει λέγων γεγονέναι τὰ πάντα καὶ τὴν τῶν στοιχείων σύγκρασιν αἰτίαν εἶναι γενέσεως, οὐχὶ τοὺς [3] πατέρας. εὔδηλον δέ, ὅτι καὶ χρημάτων ὑπερορᾷ καὶ γεωργίαν στυγεῖ. ἀλλὰ καὶ αἰσχύνης αὐτῷ μέλει οὐδὲν καὶ τὴν αἰδῶ τῶν προσώπων ἀπέξυσται. οἴμοι οἷόν σε, ὦ γεωργία, τὸ τῶν ἀπατεώνων τουτωνὶ φροντιστήριον ἐξετραχήλισε. μέμφομαι τῷ Σόλωνι καὶ τῷ Δράκοντι, οἳ τοὺς μὲν κλέπτοντας σταφυλὰς θανάτῳ ζημιοῦν ἐδικαίωσαν, τοὺς δὲ ἀνδραποδίζοντας ἀπὸ τοῦ φρονεῖν τοὺς νέους ἀθῴους εἶναι τιμωρίας ἀπέλιπον.
[39]
[1] Ἔπεμψά σοι τῶν Δεκελειᾶσι προβάτων ἀποκείρας τὰ ῥωμαλέα τοὺς πόκους· ὅσα γὰρ ψώρας ὑπόπλεα, ταῦτα τῷ ποιμένι Πυρρίᾳ παρέδωκα χρῆσθαι ἐς ὅ τι ἂν θέλῃ, πρὶν φθάσαι διαφθαρῆναι παντελῶς ὑπὸ τῆς [2] νόσου. ἔχουσα οὖν ἀφθονίαν ἐρίων ἐξύφηνον ἡμῖν ἐσθήματα πρόσφορα ταῖς ὥραις, ὡς εἶναι τὰ μὲν τῷ θέρει προσαρμόζοντα λεπτοϋφῆ, τὰ δὲ χειμέρια ἐχέτω περιττῶς τῆς κρόκης καὶ πεπαχύνθω πλέον, ἵνα τὰ μὲν τῇ μανότητι σκιάζῃ μόνον καὶ μὴ καταθάλπῃ τὰ σώματα, τὰ δὲ τῇ βαρύτητι ἀπείργῃ τὸν κρυμὸν καὶ [3] ἀλεξάνεμα τυγχάνῃ. καὶ ἡ παρθένος δέ [ἡ παῖς], ἣν ἔχομεν ἐν ὥρᾳ γάμου, συλλαμβανέτω τῆς ἱστουργίας ταῖς θεραπαινίσιν, ἵνα εἰς ἀνδρὸς ἐλθοῦσα μὴ καταισχύνῃ τοὺς πατέρας ἡμᾶς. καὶ ἄλλως δὲ εἰδέναι σε χρή, ὡς αἱ ταλασίαν ἀγαπῶσαι καὶ τὴν Ἐργάνην θεραπεύουσαι κόσμῳ βίου καὶ σωφροσύνῃ σχολάζουσιν.
[1]
[1] Ὁ γνώμων οὔπω σκιάζει τὴν ἕκτην, ἐγὼ δὲ ἀποσκλῆναι κινδυνεύω τῷ λιμῷ κεντούμενος. εἶεν, ὥρα σοι βουλεύματος, Λοπαδέκθαμβε, μᾶλλον δὲ μοχλοῦ [2] καὶ καλῳδίου [ἀπάγξασθαι]· εἰ γὰρ ἢ ὅλην καταβαλοῦμεν τὴν κίονα τὴν τὸ πικρὸν τοῦτο ὡρολόγιον ἀνέχουσαν, ἢ τὸν γνώμονα τρέψομεν ἐκεῖσε νεύειν οὗ τάχιον δυνήσεται τὰς ὥρας ἀποσημαίνειν, ἔσται τὸ βούλευμα Παλαμήδειον· ὡς νῦν ἐγώ σοι αὖος ὑπὸ λιμοῦ καὶ αὐχμηρός. Θεοχάρης δὲ οὐ πρότερον καταλαμβάνει τὴν στιβάδα πρὶν αὐτῷ τὸν οἰκέτην δραμόντα φράσαι [3] τὴν ἕκτην ἑστάναι. δεῖ οὖν ἡμῖν τοιούτου σκέμματος, ὃ κατασοφίσασθαι καὶ παραλογίσασθαι τὴν τοῦ Θεοχάρους εὐταξίαν δυνήσεται. τραφεὶς γὰρ ὑπὸ παιδαγωγῷ βαρεῖ καὶ ὠφρυωμένῳ οὐδὲν φρονεῖ νεώτερον, ἀλλ' οἷά τις Λάχης ἢ Ἀπόληξις αὐστηρός ἐστι τοὺς τρόπους καὶ οὐκ ἐπιτρέπει τῇ γαστρὶ πρὸ τῆς ὥρας ἐμπίπλασθαι.
[2]
[1] Χθὲς δείλης ὀψίας Γοργίας ὁ Ἐτεοβουτάδης συμβαλών μοι κατὰ τύχην χρηστῶς ἠσπάσατο καὶ κατεμέμφετο ὅτι μὴ θαμίζοιμι παρ' αὐτόν. καὶ μικρὰ προσπαίξας 'ἴθι πρὸς Διός' εἶπεν 'ὦ βέλτιστε, καὶ μετὰ βραχὺ λουσάμενος ἧκε Ἀηδόνιον ἡμῖν τὴν ἑταίραν ἄγων. ἔστι δέ μοι συνήθης ἐπιεικῶς καὶ μένει, πάντως οὐκ ἀγνοεῖς, μικρὸν ἄπωθεν τοῦ Λεωκορίου· [2] δεῖπνον [τε] ἡμῖν ηὐτρέπισται γεννικὸν ἰχθὺς τεμαχίτης καὶ σταμνία τοῦ Μενδησίου νέκταρος, εἴποι τις ἄν, πεπληρωμένα'. καὶ ὁ μὲν ταῦτα εἰπὼν ᾤχετο· ἐγὼ δὲ παρὰ τὴν Ἀηδόνιον δραμὼν καὶ φράσας παρ' [3] ὅτου καλοῖτο, ἐδέησα κινδύνῳ περιπεσεῖν. ἀγνώμονος γὰρ, ὡς ἔοικε, πειραθεῖσα τοῦ Γοργίου καὶ μικροπρεποῦς περὶ τὰς ἀποδόσεις, τὴν ὀργὴν ἔναυλον [ἐγκειμένην] ἔχουσα, πλήρη τὴν κακ‹κ›άβην ἀποσπάσασα τῶν χυτροπόδων ἐδέησέ μου κατὰ τοῦ βρέγματος καταχέαι ζέοντος τοῦ ὕδατος, εἰ μὴ φθάσας ἀπεπήδησα παρὰ βραχὺ φυγὼν τὸν κίνδυνον. οὕτως ἡμεῖς ἐλπίσιν ἀπατηλαῖς βουκολούμενοι πλείους τῶν ἡδονῶν τοὺς προπηλακισμοὺς ὑπομένομεν.
[3]
[1] Ἀγχόνης μοι δεῖ, καὶ ὄψει με οὐ μετὰ μακρὸν ἐν βρόχῳ τὸν τράχηλον ἔχοντα. οὔτε γὰρ τὰ ῥαπίσματα οἷός τέ εἰμι φέρειν καὶ τὴν ἄλλην παροινίαν τῶν κάκιστ' ἀπολουμένων ἐρανιστῶν, οὔτε τῆς μιαρᾶς καὶ [2] ἀδηφάγου γαστρὸς κρατεῖν· ἡ μὲν γὰρ αἰτεῖ, καὶ οὐ πρὸς κόρον μόνον ἀλλ' εἰς τρυφήν· τὸ πρόσωπον δὲ τὰς ἐπαλλήλους πληγὰς οὐκ ἀνέχεται, καὶ κινδυνεύω τοῖν ὀφθαλμοῖν τὸν ἕτερον συσταλῆναι ὑπὸ τῶν ῥαπισμάτων [3] ἐνοχλούμενος. ἰοὺ ἰοὺ τῶν κακῶν, οἷα ὑπομένειν ἡμᾶς ἀναγκάζει ἡ παμφάγος αὕτη καὶ παμβορωτάτη γαστήρ. ἔκρινα οὖν πολυτελοῦς τραπέζης ἀπολαύσας ἀποπτύσαι τὸ ζῆν, κρείττονα ὀδυνηροῦ βίου τὸν καθ' ἡδονὴν θάνατον ἡγησάμενος.
[4]
[1] Ἰατταταιάξ, τίς ἦν ἡ χθὲς ἡμέρα; ἢ τίς δαίμων ἢ θεὸς ἀπὸ μηχανῆς ἐρρύσατό μ' ἐν ἀκαρεῖ μέλλοντα [2] παρὰ τοὺς πλείονας ἰέναι; εἰ μὴ γὰρ ἀναζεύξαντά με τοῦ συμποσίου κατά τινα ἀγαθὴν τύχην Ἀκεσίλαος ὁ ἰατρὸς ἡμιθνῆτα, μᾶλλον δὲ αὐτόνεκρον, θεασάμενος [ἕνα τῶν κάτω], ‹τοῖς› μαθηταῖς ἐπέταττεν φοράδην ἀνελεῖν, ‹καὶ› ἤγαγεν ὡς ἑαυτὸν οἴκαδε καὶ ἀπερᾶν ἐπηνάγκασεν, ἔπειτα ῥυῆναι φλέβα διατεμὼν τὸ πολὺ τοῦ αἵματος ἐποίησεν, οὐδὲν ἂν ἐκώλυσεν ἀνεπαισθήτῳ [3] με τῷ θανάτῳ διαφθαρέντα ἀπολωλέναι. οἷα γὰρ οἷα [πάσχει τὰ δίκαια] ‹οἱ› λακκόπλουτοι εἰργάσαντό με ἄλλος ἄλλοθεν περιττὰ πίνειν καὶ πλείω ἢ κατὰ [4] τὸ κύτος τῆς γαστρὸς ἐσθίειν ἀναγκάζοντες. ὁ μὲν γὰρ ἀλλᾶντα ἐνέσαττεν, ὁ δὲ κόπαιον εὐμέγεθες παρώθει ταῖς γνάθοις, ὁ δὲ κρᾶμα, οὐκ οἶνον, ἀλλὰ νᾶπυ καὶ γάρον καὶ ὄξος κερασάμενος, καθάπερ εἰς πίθον [5] ἐνέχει. αὐτίκα λέβητας πιθάκνας ἀμίδας ἐμῶν ἀπεπλήρωσα, ὥστε αὐτὸν τὸν Ἀκεσίλαον θαυμάζειν ποῦ καὶ τίνα τρόπον ἐχώρησα τοσοῦτον βρωμάτων φορυτόν. ἀλλ' ἐπειδὴ θεοὶ σωτῆρες καὶ ἀλεξίκακοι προὔπτου με κινδύνου φανερῶς ἐξείλοντο, ἐπ' ἐργασίαν τρέψομαι καὶ Πειραιεῖ βαδιοῦμαι τὰ ἐκ τῶν νεῶν φορτία ἐπὶ τὰς [6] ἀποθήκας μισθοῦ μετατιθείς. ἄμεινον γὰρ [ἐπὶ] θύμοις καὶ ἀλφίτοις διαβόσκειν τὴν γαστέρα, ὁμολογουμένην ἔχοντα τὴν τοῦ ζῆν ἀσφάλειαν, ἢ πεμμάτων ἀπολαύοντα καὶ φασιανῶν ὀρνίθων τὸν ἄδηλον ὁσημέραι θάνατον ἀπεκδέχεσθαι.
[5]
[1] Ἴθι, λαβὼν τὴν σύριγγα καὶ τὰ κύμβαλα ἧκε περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπὶ τὸν χρυσοῦν στενωπὸν ἐπὶ τὴν Ἄγνον, ἔνθα συμβαλεῖν ἡμῖν ἐξέσται καὶ τὸ ἐντεῦθεν ἀπὸ Σκίρου λαβοῦσι Κλυμένην τὴν ἑταίραν ἀγαγεῖν παρὰ τὸν νεόπλουτον Θηριππίδην τὸν [2] Αἰξωνέα. διακαῶς δὲ αὐτῆς οὗτος ἐρᾷ πολὺς ἐξ οὗ χρόνος, καὶ δαπανᾶται οὐκ ὀλίγα μάτην· ᾐσθημένη γὰρ τὸν ἔρωτα ἐκκεκαυμένον τοῦ μειρακίου, θρύπτεται καὶ συνεχῶς ἀκκίζεται, καὶ πλείονα ἐπὶ πλείοσιν ἀποφερομένη οὔ φησιν ἑαυτὴν ἐπιδώσειν, εἰ μή τι χωρίον πρὸς τοῖς ἀργυρίοις λάβοι. ὥρα οὖν καὶ βίᾳ ταύτην, εἰ συνήθως ἀντιτείνοιτο ἡμῖν, ἀποσπᾶν. δύο δὲ ὄντε καὶ ἐρρωμένω τάχιστα αὐτὴν καὶ ἄκουσαν [3] ἀπάξαι δυνησόμεθα. Θηριππίδης δὲ εἰ τοῦτο αἴσθοιτο καὶ τοὖργον ἐπιγνοίη τῆς ἡμετέρας ἀγρυπνίας κατόρθωμα, ληψόμεθα χρυσοῦς τοῦ νέου κόμματος οὐκ ὀλίγους καὶ λαμπρὰν ἐσθῆτα, καὶ προσέτι τὴν οἰκίαν εἰσιέναι ἐπ' ἀδείας ἕξομεν καὶ [τὸ] χρῆσθαι τὸ λοιπὸν ἀνεπικωλύτως. τάχα δὲ οὐδὲ παρασίτους ἡμᾶς ἀλλὰ φίλους ἡγήσεται· οἱ γὰρ παράκλησιν εἰς εὐποιίαν μὴ ἀναμείναντες οὐκέτι κόλακες ἀλλὰ φίλοι νομίζονται.
[6]
[1] Ἄρδην ἀπόλωλά σοι· ὁ γὰρ χθὲς εὐπάρυφος, πιναροῖς, ὡς ὁρᾷς, καὶ τρυχίνοις ῥακίοις τὴν αἰδῶ περισκέπω. ἀπέδυσε γάρ με Παταικίων ὁ παμπόνηρος, ὃς τὰ κέρματά με ‑ εἶχον δέ, ὡς οἶσθα, ὑπόσυχνον ἀργύριον ‑ δεξιαῖς χρώμενος ταῖς καλινδήσεσι τῶν κύβων ἄχρι [2] δραχμῶν καὶ ὀβολῶν ἀπεσύλησεν. ἐξὸν δέ μοι παριδεῖν ὅσον ἐζημιώθην, εἶτ' ἀθῴῳ γενέσθαι τοῦ πλείονος, ἐκ τῆς κατ' ὀργὴν ἔριδος τὴν εἰς τοὔσχατον ὑπέμεινα βλάβην· καθ' ἓν γὰρ ἕκαστον τῶν ἱματίων ἐκ προκλήσεως ἀποτιθείς, τέλος ἁπάντων ἐψιλώθην τῶν ἐνδυμάτων. ποῖ δὴ οὖν βαδιστέον; χαλεπῶς γὰρ καὶ λάβρως ἐπαιγίζων ὁ βορρᾶς δίεισί μου τῶν πλευρῶν ὥσπερ [3] βέλος. ἐς Κυνόσαργες ἴσως οἰχητέον. ἢ γάρ τις τῶν ἐκεῖ νεανίσκων κατοικτείρας ἀμφιάσει με ἱματίοις, ἢ καταλήψομαι ἐγγύθεν τὰς καμίνους καὶ τῷ πυρὶ ὁ δύστηνος θάλψομαι· τοῖς γὰρ γυμνοῖς σισύρα καὶ ἐφεστρὶς ἡ φλὸξ [καὶ τὸ ἐκ τῆς εἵλης θέρεσθαι].
[7]
[1] Τῇ προτεραίᾳ ξυράμενοι τὰς κεφαλὰς ἐγὼ καὶ Στρουθίας καὶ Κύναιθος οἱ παράσιτοι, λουσάμενοι εἰς τὸ ἐν Σηραγγείῳ βαλανεῖον, ἀμφὶ τὴν πέμπτην ὥραν δρόμον ἀφέντες εἰς τὸ προάστειον τὸ Ἀγκυλῆσι τὸ [2] Χαρικλέους τοῦ μειρακίου ᾠχόμεθα, ἔνθα αὐτός τε ἀσμένως ὑπεδέξατο φιλόγελώς τε ὢν καὶ φιλαναλώτης, ἡμεῖς τε διατριβὴν αὐτῷ καὶ τοῖς συμπόταις παρέσχομεν, παρὰ μέρος ἀλλήλους ἐπιρραπίζοντες καὶ ἀνάπαιστα εὔκροτα ἐπιλέγοντες αὐτοσκωμμάτων ἁλυκῶν [3] καὶ αὐτοχαρίτων ἀστεϊσμῶν αἱμυλίας γέμοντα. ἐν τούτῳ δέ, ἱλαρώτατα καὶ εὐφροσύνως διακειμένου τοῦ συμποσίου, ἐπέστη ποθὲν Σμικρίνης ὁ δύστροπος καὶ δύσκολος· εἵπετο δ' αὐτῷ πλῆθος οἰκετῶν, οἳ δραμόντες [4] ἐφ' ἡμᾶς ὥρμησαν. αὐτὸς δὲ ὁ Σμικρίνης πρῶτον μὲν τῇ καμπύλῃ παίει τὸν νῶτον τοῦ Χαρικλέους, ἔπειτα ἐπὶ κόρρης πατάξας ἦγεν ὡς ἔσχατον ἀνδραπόδων. ἡμεῖς δὲ νεύματι μόνῳ τοῦ πρεσβύτου εἰς τοὐπίσω τὰς χεῖρας ἐστρεβλούμεθα· τὰ δὲ μετὰ ταῦτα ξήνας ἡμᾶς ὑστριχίσιν οὐκ ὀλίγας οὐδ' εὐαριθμήτους, τέλος ἀγαγὼν εἰς τὸ δεσμωτήριον ἀπέθετο ‹ὁ› ἄγριος [5] γέρων. καὶ εἰ μὴ συνήθης ὢν καὶ πολλὰ καθηδυπαθήσας μεθ' ἡμῶν ὁ χαρίεις Εὐθύδικος, ἀνὴρ ἐν τοῖς πρώτοις τοῦ συνεδρίου τῶν Ἀρεοπαγιτῶν, ἀνέῳξεν ἡμῖν τὸ δεσμωτήριον, τάχ' ἂν καὶ τῷ δημίῳ παρεδόθημεν. οὕτως ὁ δριμὺς γέρων καὶ πικρὸς ἐνεπίμπρατο καθ' ἡμῶν, καὶ πάντα ἔπραττεν ὡς ἂν τὴν ἐπὶ θανάτῳ ἴσα τοῖς ἀνδροφόνοις καὶ ἱεροσύλοις ἀπαχθείημεν.
[8]
[1] Ἡμῶν ὡς Μεγαρέων ἢ Αἰγιέων οὐδεὶς λόγος, εὐδοκιμεῖ δὲ τὰ νῦν Γρυλλίων μόνος καὶ κατέχει τὸ ἄστυ, καὶ πᾶσα αὐτῷ καθάπερ Κράτητι τῷ Θήβηθεν κυνὶ ἀνέῳγεν [ἡ] οἰκία. ἐμοὶ δοκεῖν, Θετταλίδα τινὰ γραῦν ἢ Ἀκαρνανίδα φαρμακεύτριαν πεπορισμένος [2] καταγοητεύει τοὺς ἀθλίους νεανίσκους. τί γὰρ καὶ στωμύλον ἔχει; τί δὲ ὁμιλητικὸν καὶ ἡδὺ φέρει; ἀλλ' ἴσως εὐμενεστέροις ὄμμασιν ἐκεῖνον εἶδον αἱ Χάριτες, ὡς τοὺς μὲν ἀπομύττεσθαι πρὸς αὐτοῦ, ἡμᾶς δὲ ἀγαπᾶν εἰ τὰς ἀπομαγδαλίας ὡς κυσί τις παραρρίψειε.
[3] τάχα δὲ οὐ γόης, ἀλλὰ τύχῃ κέχρηται δεξιᾷ. [τύχη γὰρ παρὰ πάντα ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα.] οὐδὲν γὰρ ἐν ἀνθρώποις γνώμη, πάντα δὲ τύχη, καὶ ταύτης ὁ τυχὼν ἡδὺς ἔστι καὶ νομίζεται.
[9]
[1] Ἤλγησα, ὦ καλὲ Ψιχίων, ἀκούσας τὴν συμβᾶσάν σοι περὶ τὸ πρόσωπον συμφοράν. εἰ δὲ καὶ τοῦτον ἐγένετο τὸν τρόπον ὃν διηγήσατο ἡμῖν ἐπανελθοῦσα τοῦ συμποσίου ἡ Λειριόνη ‑ λέγω δὴ τὴν παιδίσκην Φυλλίδος τῆς ψαλτρίας ‑ πόλεμον ὑπέστης καὶ πόρθησιν [2] καινὴν ἄνευ μηχανῆς καὶ ἑλεπόλεως. ἀκούω γὰρ τὸν καταπύγονα καὶ θηλυδρίαν περικατεάξαι σοι τὴν φιάλην, ὡς τὰ θραύσματα λωβήσασθαί σου τήν τε ῥῖνα καὶ τὴν δεξιὰν σιαγόνα, καὶ τοῦ αἵματος ἐνεχθῆναι κρουνούς, οἵους ὕδατος αἱ ἐν Γερανείᾳ πέτραι [3] σταλάττουσι. τίς ἔτι ἀνέξεται τῶν κακοδαιμόνων τουτωνί, τοσούτου τὸ γαστρίζεσθαι πωλούντων; ὠνούμεθα γὰρ κινδύνου τὸ ζῆν, καὶ τὸν ἐκ λιμοῦ θάνατον δεδιότες τὴν μετὰ κινδύνου πλησμονὴν ἀσπαζόμεθα.
[10]
[1] Ὡς εὐτυχῶς, ὡς μακαρίως πέπραγα. ἐρήσῃ με ἴσως τίνα τρόπον, ὦ βέλτιστε Τραπεζοχάρων. ἐγὼ δῆτά σοι φράσω καὶ πρὶν ἐρέσθαι. ἦγε μὲν ἡ πόλις, ὡς οἶσθα, τὴν Κουρεῶτιν [ἑορτήν]· ἐγὼ δέ, παραληφθεὶς ἐπὶ δεῖπνον [2] [τέρπειν], ὠρχούμην τὸν κόρδακα. οἱ δαιτυμόνες δὲ ἐκ φιλονεικίας ἔπινον, ἕως, τῆς ἁμίλλης εἰς ἄπειρον προχωρούσης, κῶμα κατέσχε τὸ συμπόσιον καὶ πάντας ὕπνος ὑπειλήφει νυστακτὴς ἄχρι καὶ αὐτῶν τῶν οἰκε[3]τῶν· ἐγὼ δὲ περιέβλεπον μὲν εἴ τι τῶν ἀργυρῶν σκευῶν ὑφελέσθαι δυναίμην· ὡς δὲ ταῦτα ἔτι νηφόντων ἐξ ὀφθαλμῶν ἐγεγόνει καὶ ἦν ἐν ἀσφαλεῖ, τὸ χειρόμακτρον ὑπὸ μάλης λαβὼν ἐξηλλόμην ὡς ἐν τῇ [4] φυγῇ τοῖν διαβάθροιν θάτερον ἀποβαλεῖν. ὅρα δέ, ὥς ἐστι πολυτελές, ὀθόνης Αἰγυπτίας καὶ ἁλουργοῦ πορφύρας τῆς Ἑρμιονίδος λεπτὸν εἰς ὑπερβολὴν καὶ πολύτιμον ὕφασμα. εἰ τοῦτο ἀδεῶς ἀπεμπολήσαιμι, γαστριῶ σε ἀγαγὼν ἐπὶ τὸν πανδοκέα Πιθακ‹ν›ίωνα. πολλὰς γὰρ ὁμοῦ πολλάκις παροινίας ἀνέτλημεν, καὶ χρή σε τὸν κοινωνὸν τῶν δυστυχημάτων μερίτην γενέσθαι καὶ τῆς εὐτυχούσης ἡμέρας.
[11]
[1] Ἑρμῆ κερδῷε καὶ ἀλεξίκακε Ἡράκλεις, ἀπεσώθην. οὐδὲν ‹ἂν› δεινὸν ἔτι γένοιτο. προχόην ὑφελόμενος ἀργυρᾶν Φανίου τοῦ πλουσίου δρόμῳ δοὺς φέρεσθαι ‑ ἦν γὰρ ἀωρία τῆς νυκτός ‑ ἠπειγόμην σώζειν [2] ἑαυτόν. κύνες δὲ ἐξαίφνης οἰκουροὶ περιχυθέντες ἄλλος ἀλλαχόθεν χαλεποὶ καὶ βαρεῖς τὴν ὑλακὴν ἐπῄεσαν Μολοττοὶ καὶ Κνώσιοι, ὑφ' ὧν οὐδὲν ἐκώλυσέ με ὡς ἠδικηκότα τὴν Ἄρτεμιν διεσπάσθαι μέσον, ὡς μηδὲ τὰ ἀκρωτήρια εἰς τὴν ὑστεραίαν περιλειφθῆναι πρὸς ταφὴν [3] τοῖς ἑτοίμοις εἰς ἔλεον καὶ συμπάθειαν. εὑρὼν οὖν ὑδρορρόον ἀνεῳγότα οὐκ εἰς βάθος ἀλλ' ἐπιπολῆς, [καὶ] ὑποδὺς εἰς τοῦτον κατεκρύβην. ἔτι σοι ταῦτα τρέμων καὶ παλλόμενος λέγω. ἑωσφόρου δὲ ἀνασχόντος τῶν μὲν ᾐσθόμην οὐκέθ' ὑλακτούντων ‑ οἴκοι γὰρ πάντες ἐδέδεντο ‑ αὐτὸς δὲ εἰς Πειραιᾶ δραμὼν νηὶ Σικελικῇ λύειν μελλούσῃ τὰ πρυμνήσια περιτυχὼν ἀπεδόμην [4] τῷ ναυκλήρῳ τὴν προχόην. καὶ νυνὶ τὸ τίμημα ἔχων νένασμαι τοῖς κέρμασι καὶ νεόπλουτος ἐπανελήλυθα, καὶ τοσοῦτον ῥιπίζομαι ταῖς ἐλπίσιν, ὡς ἐπιθυμεῖν κόλακας τρέφειν καὶ κεχρῆσθαι παρασίτοις, οὐ παρασιτεῖν αὐτός. ἀλλ' ἢν τουτὶ τὸ πορισθὲν ἀργύριον ἀπαναλώσω, πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐπιτήδευσιν τρέψομαι· οὐδὲ γὰρ κύων σκυτοτραγεῖν μαθοῦσα τῆς τέχνης ἐπιλήσεται.
[12]
[1] Κακὸς κακῶς ἀπόλοιτο καὶ ἄφωνος εἴη Λικύμνιος ὁ τῆς τραγῳδίας ὑποκριτής. ὡς γὰρ ἐνίκα τοὺς ἀντιτέχνους Κριτίαν τὸν Κλεωναῖον καὶ Ἵππασον τὸν Ἀμβρακιώτην τοὺς Αἰσχύλου Προπομποὺς τορῷ τινι καὶ γεγωνοτέρῳ φωνήματι χρησάμενος, γαῦρος ἦν καὶ [2] κιττοστεφὴς ἦγε συμπόσιον. ἔνθα παραληφθεὶς φεῦ τῶν κακῶν οἷα ὑπέμεινα, τοῦτο μὲν πιττούμενος τὴν κεφαλὴν καὶ γάρῳ τοὺς ὀφθαλμοὺς ῥαινόμενος, τοῦτο δὲ ἀντὶ πλακοῦντος, τῶν ἄλλων ἄμητας ἐσθιόντων καὶ σησαμοῦντας, αὐτὸς μέλιτι δεδευμένους λίθους ἀποτρώγων.
[3] ἡ πασῶν δὲ ἰταμωτάτη, τὸ ἐκ Κεραμεικοῦ πορνίδιον, ἡ μέτοικος ἡ Φενεᾶτις, Ὑακινθίς, κύστιν αἵματος πληρώσασα καταφέρει μου τῆς κεφαλῆς, καὶ ὁμοῦ [4] τῷ κτύπῳ ‹ἐ›λελούμην τῷ αἵματι. καὶ τῶν μὲν εὐωχουμένων πολὺς καὶ καπυρὸς ἐξεχύθη γέλως, ἐγὼ δὲ ὧν ἔπαθον μισθὸν οὐκ ἀπηνεγκάμην ἄξιον, ἀλλά μοι γέγονε τῶν ὕβρεων ἀμοιβὴ τὸ μέτρον τῆς γαστρός, πέρα[ς] [5] δὲ οὐδέν. μήτε οὖν ἐς νέωτα μήτε μὴν νικῴη ὁ θεοῖς ἐχθρὸς Λικύμνιος, ὃν ἐγὼ τῆς ἀχαρίστου φωνῆς ἕνεκεν ὀρθοκόρυζον καλεῖσθαι πρὸς ἡμῶν καὶ τοῦ χοροῦ τῶν Διονυσοκολάκων ἔκρινα.
[13]
[1] Ὦ δαῖμον, ὅς με κεκλήρωσαι καὶ εἴληχας, ὡς πονηρὸς εἶ καὶ λυπεῖς ἀεὶ τῇ πενίᾳ συνδέων. ἢν γὰρ ἀπορία τοῦ καλοῦντος γένηται, ἀνάγκη με σκάνδικας ἐσθίειν καὶ γήθυα, ἢ πόας ἀναλέγειν καὶ τῆς Ἐννεακρούνου [2] πίνοντα πίμπλασθαι τὴν γαστέρα. εἶτα, ἕως μὲν τὸ σῶμα τὰς ὕβρεις ὑπέμενε καὶ ἦν ἐν ὥρᾳ τοῦ πάσχειν νεότητι καὶ ἀκμῇ νευρούμενον, φορητὸς ἡ ὕβρις· ἐπειδὴ δὲ ἐγώ σοι μεσαιπόλιος, καὶ τὸ λειπόμενον τοῦ βίου πρὸς γῆρας ὁρᾷ, τίς ἴασις τῶν κακῶν; Ἁλιαρτίου σχοινίου χρεία, καὶ κρεμήσομαι πρὸ τοῦ Διπύλου, ἢν μή [3] τι δεξιὸν ἡ τύχη βουλεύσηται. εἰ δὲ [καὶ] τοῖς αὐτοῖς ἐπιμείνειεν, οὐ πρότερον στραγγαλιῶ τὸν τράχηλον, πρὶν τραπέζης ἀπολαῦσαι πολυτελοῦς· οὐκ εἰς μακρὰν δὲ ὁ περίβλεπτος οὗτος καὶ ἀοίδιμος ἔσται γάμος Χαριτοῦς καὶ Λεωκράτους, μετὰ τὴν ἕνην καὶ νέαν τοῦ Πυανεψιῶνος, εἰς ὃν πάντως ἢ παρὰ τὴν πρώτην ἡμέραν ἢ τοῖς ἐπαυλίοις κεκλήσομαι. δεῖ γὰρ θυμηδίας καὶ παρασίτων τοῖς γάμοις, καὶ ἄνευ ἡμῶν ἀνέορτα πάντα καὶ συῶν οὐκ ἀνθρώπων πανήγυρις.
[14]
[1] Οὐκ ἀνέχομαι ὁρῶν Ζευξίππην τὴν ἱππόπορνον ἀπηνῶς τῷ μειρακίῳ χρωμένην. οὐ γὰρ δαπανᾶται εἰς αὐτὴν χρυσίον μόνον καὶ ἀργύριον, ἀλλὰ καὶ συνοικίας καὶ ἀγρούς. ἡ δέ, ἐπὶ πλέον ἐκτύφεσθαι τὸν ἔρωτα τούτῳ μηχανωμένη, τοῦ Εὐβοέως ἐρᾶν προσποιεῖται [τοῦ] νεανίσκου, ἵνα ‹τὰ› τούτου κατασπαθήσασα οὕτως [2] ἐπ' ἄλλον τρέψῃ τὸν ἔρωτα. ἐγὼ δὲ ὀδυνῶμαι τὴν καρδίαν ὁρῶν ὑπορρέοντα τοσοῦτον πλοῦτον, ὃν οἱ μακαρῖται αὐτῷ Λυσίας καὶ Φανοστράτη κατέλιπον. ἃ γὰρ ἐκεῖνοι κατ' ὀβολὸν συνήγαγον, ἀθρόως ἀναλοῖ τὸ πολύκοινον τοῦτο καὶ αἰσχρότατον γύναιον. πάσχω μὲν οὖν τι καὶ ἐπὶ τῷ μειρακίῳ· κύριος γὰρ γενόμενος τῆς οὐσίας πολλὴν τὴν εἰς ἡμᾶς φιλανθρωπίαν ἐνεδείξατο· [3] ὁρῶ δὲ καὶ τὰ ἡμέτερα σκάζοντα· εἰ γὰρ εἰς ταύτην ἅπαντα ‹ἀνα›τεθείη τὰ προσόντα τούτῳ τῷ βελτίστῳ, καλῶς, ὦ θεοί, καλῶς ἀπολαύσομεν τῆς πλησμονῆς. ἔστι γάρ, ὡς οἶσθα, ἁπλοϊκὸς ὁ Φίληβος καὶ πρὸς ἡμᾶς τοὺς παρασίτους ἐπιεικὴς καὶ μέτριος τὸν τρόπον, ᾠδαῖς μᾶλλον καὶ γέλωτι ἢ ταῖς εἰς ἡμᾶς ὕβρεσι θελγόμενος.
[15]
[1] Ἰδοὺ μετὰ τὸν Εὐρώταν καὶ τὸ Λερναῖον ὕδωρ καὶ τὰ Πειρήνης νάματα ἔρωτι τῆς Καλλιρρόης ἐκ Κορίνθου πάλιν Ἀθήναζε κατεπείγομαι. οὐ γάρ με τῶν τρυφημάτων τῶν ἐν τούτοις οὐδὲν ἤρεσεν, ἀλλ' ἕτοιμος ἐντεῦθεν ἀποσοβεῖν καὶ σπεύδειν ὡς ὑμᾶς.
[2] ἀχάριστοι γὰρ ὤφθησαν οὗτοι καὶ ἥκιστα συμποτικοί, καὶ πλείους παρ' αὐτοῖς αἱ παροινίαι τῶν ἀπολαύσεων. ὡς ἄμεινον ἐμοὶ ὀλύνθους ἢ παλάθας ἐπιμασᾶσθαι τῶν Ἀττικῶν, ἢ τοῦ παρὰ τούτοις χρυσίου ἀποδρέπεσθαι.
[3] οἷα γὰρ καινουργεῖν ἐπιχειροῦσιν ἀναγκάζοντες ἀσκωλιάζοντας πίνειν, διάπυρόν τε τὸν οἶνον καὶ θερμὸν ἄνευ τοῦ πρὸς ὕδωρ κράματος καταχέοντες, εἶτα [ὀστέα] κῶλά τε καὶ ἀστραγάλους καθάπερ τοῖς κυσὶ παραρριπτοῦντες καὶ νάρθηκας ἐπιρρηγνύντες, καὶ σκύτεσι καὶ τοῖς ἄλλοις ἱμᾶσιν ἀντὶ παιδιᾶς πλήττοντες.
[4] ἐμοὶ γένοιτο, πρόμαχε Ἀθηνᾶ καὶ πολιοῦχε τοῦ ἄστεος, Ἀθήνησι καὶ ζῆσαι καὶ τὸν βίον ἀπολιπεῖν. ἄμεινον γὰρ πρὸ τῆς Διομηΐδος πύλης ἢ πρὸ τῶν Ἱππάδων ἐκτάδην κεῖσθαι νεκρὸν τύμβου ‹οὐ› περιχυθέντος, ἢ τῆς Πελοποννησίων εὐδαιμονίας ἀν‹τ›έχεσθαι.
[16]
[1] Οὔ μοι μέλει· ποιούντων ὅσα καὶ βούλονται ‹οἱ› ῥιψοκίνδυνοι Γρόνθων καὶ Σαρδανάπαλλος· ἐμὲ γὰρ κοινωνῆσαι τῆς ἀτόπου πράξεως ἀδύνατον, οὐδ' εἰ μάντευμά μοι ἐκ τῆς Δωδωναίας δρυὸς ἐπιτρέποι τὸ δρᾶμα. [ὥς ἐστιν ἐργάζεσθαι χρηστόν· φύεται γὰρ σπανίως καὶ ἐν παισὶ τὸ χρηστὸν καὶ πιστὸν ἦθος καὶ [2] ὑγιές· πάντως οὖν ἀφεκτέον.] ὑποπειρῶσι γὰρ τὴν παλλακὴν τοῦ τῆς οἰκίας δεσπότου, καὶ ἤδη αὐτοῖς ἡ πρᾶξις εἰς τὴν ἀκμὴν προκεχώρηκε. καὶ οὐκ ἀρκοῦνται τῇ τῶν ἀφροδισίων ἀθέσμῳ πλησμονῇ, ἀλλὰ γὰρ ‹καὶ› [3] τὰ ἐκ τῆς οἰκίας σκεύη καθ' ἓν ἐκλαμβάνουσι. καὶ ἴσως μὲν ἄχρι τινὸς λήσεται τοὖργον πραττόμενον, πάντως δέ ποτε ἢ λάλος γείτων ἢ ψιθυρὸς οἰκέτης ἀγορεύσει τὸ πρᾶγμα εἰς τοὐμφανές, καὶ ἀνάγκη μετὰ πῦρ καὶ σίδηρον καὶ τὰς ἄλλας βασάνους τέλος αὐτοῖς γενέσθαι τῆς ἡδονῆς τὸ κώμειον ἢ τὸ βάραθρον. ἀφειδῶς γὰρ χρώμενοι τῷ τολμήματι ἰσόρροπον τῇ πράξει τὴν τιμωρίαν ἐκτίσουσιν.
[17]
[1] Χθὲς Καρίωνος περὶ τὸ φρέαρ ἀσχολουμένου εἰσέφρησα εἰς τοὐπτάνιον· ἔπειτα εὑρὼν λοπάδα εὖ μάλα κεκαρυκευμένην καὶ ἀλεκτρυόνα ὀπτὸν καὶ χύτραν μεμβράδας ἔχουσαν καὶ ἀφύας Μεγαρικὰς ἐξήρπασα, καὶ ἀποπηδήσας, ποῖ καταχθείην ἐζήτουν καὶ εὐκαίρως ἐμφάγοιμι [2] μόνος. ἀπορίᾳ δὲ τόπου δραμὼν ἐπὶ τὴν Ποικίλην ‑ καὶ γὰρ οὐκ ἠνώχλει ταύτην οὐδὲ εἷς τῶν ἀδολέσχων τουτωνὶ φιλοσόφων ‑ κεῖθι τῶν πόνων [3] ἀπέλαυον. ἀνανεύσας δὲ τῆς λοπάδος ὁρῶ προσιόντας τῶν ἀπὸ τῆς τηλίας τινὰς νεανίσκων, καὶ δείσας τὰ μὲν βρώματα ὄπισθεν ἀπεθέμην, αὐτὸς δὲ εἰς τοὔδαφος ἐκείμην κρύπτων τὰ κλέμματα εὐχόμενός τε τοῖς Ἀποτροπαίοις τὸ νέφος παρελθεῖν, χόνδρους ὑποσχόμενος λιβανωτοῦ ἱκανούς, οὓς οἴκοι ἀναλεξάμενος τῶν ἱερῶν [4] ἔχω εὖ μάλα εὐρωτιῶντας. καὶ οὐκ ἠστόχησα· οἱ θεοὶ γὰρ αὐτοὺς ἄλλην ὁδὸν ἔτρεψαν. κἀγὼ σπουδῇ καταβροχθίσας πάνθ' ὅσα ἐνέκειτο τοῖς σκεύεσι, φίλῳ πανδοκεῖ τὴν χύτραν καὶ τὸ λοπάδιον, τὰ λείψανα τῶν κλεμμάτων, χάρισμα δοὺς ἔχειν ἀπεχώρησα, ἐπιεικής τις καὶ δεξιὸς ἐκ τῶν δωρημάτων ἀναφανείς.
[18]
[1] Τί δακρύω, ἴσως ἐρήσῃ με, ἢ πόθεν κατέαγα τὸ κρανίον, ἢ πῶς τὸ ἀνθηρὸν τοῦτο εἰς μέρη κατερρωγὸς ἱμάτιον φορῶ; ἐνίκησα κυβεύων, ὡς μήποτ' ὤφελον. τί γὰρ ἔδει με ἀσθενέστερον ὄντα ῥωμαλέοις συνεξετάζεσθαι [2] νεανίαις; ἐπεὶ γὰρ εἰς ἐμαυτὸν ὅλας τὰς ἐκθέσεις συνελεξάμην, ἀπορία δὲ ἦν αὐτοῖς παντελὴς ἀργυρίου, ἐπ' ἐμὲ πάντες ὥρμησαν. καὶ οἱ μὲν πὺξ ἔπαιον, ἄλλοι δὲ λίθοις ἐχρῶντο, οἱ δὲ διέσχιζον τὸ [3] ἱμάτιον. ἐγὼ δ' ἀπρὶξ τῶν κερμάτων εἰχόμην, ἀποθανεῖν πρότερον ἢ προέσθαι τι ἐκείνοις τῶν μοι πεπορισμένων αἱρούμενος· καὶ δὴ μέχρι γέ τινος ἀντέστην γεννικῶς καὶ τὰς φορὰς τῶν πληγῶν ὑπομένων καὶ τὰς ἐκστροφὰς τῶν δακτύλων ἀνεχόμενος, καὶ ἤμην οἷά τις Σπαρτιάτης ἀνὴρ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας [4] τυπτόμενος. ἀλλ' οὐκ ἦν Λακεδαίμων ἐν ᾗ ταῦτα ὑπέμενον, ἀλλ' Ἀθῆναι καὶ τῶν Ἀθήνησι κυβευτῶν οἱ ἐξωλέστατοι. τέλος δ' οὖν λιποθυμήσας ἀφῆκα τοῖς ἐναγέσι λαμβάνειν. οἱ δὲ καὶ τὸ προκόλπιον διηρεύνησαν, καὶ τὰ ἐν τούτῳ ἐγκείμενα φέροντες ᾤχοντο, τοῦτ' ἐμοῦ λῷον ἡγησαμένου τὸ ζῆν δίχα χρημάτων ἢ μετὰ χρημάτων τεθνάναι.
[19]
[1] Ὀλίγα ἢ οὐδὲν διαφέρουσι τῶν ἰδιωτῶν οἱ σεμνοὶ καὶ τὸ καλὸν καὶ τὴν ἀρετὴν ἐξυμνοῦντες· τούτους λέγω τοὺς ἐργολαβοῦντας τὰ μειράκια. οἷον γὰρ οἷον ἔλαθέ σε συμπόσιον Σκαμ‹β›ωνίδου γενέσια τῆς θυγατρὸς [2] ἑορτάζοντος. καλέσας γὰρ ἔναγχος οὐκ ὀλίγους τῶν προὔχειν δοκούντων Ἀθήνησι πλούτῳ καὶ γένει, ᾠήθη δεῖν καὶ τοῖς φιλοσοφοῦσι κοσμῆσαι τὴν εὐωχίαν. παρῆν οὖν ἐν πρώτοις Ἐτεοκλῆς ὁ στωικὸς οὗτος, ὁ πρεσβύτης, ὁ κουρ[ε]ιῶν τὸ γένειον, ὁ ῥυπαρός, ὁ τὴν κεφαλὴν αὐχμηρός, ὁ ῥυσ[ς]ότερον τῶν βαλαντίων ἔχων [3] τὸ πρόσωπον. παρῆν δὲ καὶ Θεμισταγόρας ὁ ἐκ τοῦ περιπάτου, ἀνὴρ οὐκ ἄχαρις ὀφθῆναι, οὔλῃ τῇ γένυϊ λαμπρυνόμενος. ἦν δὲ καὶ ὁ Ἐπικούρειος Ζηνοκράτης, οὐκ ἀτημέλητος τοὺς κικίννους καὶ ἐπὶ βαθεῖ τῷ πώγωνι [4] σεμνυνόμενος, ὅ τε ἀοίδιμος ‑ τοῦτο γὰρ πρὸς ἁπάντων ἐκέκλητο ‑ Ἀρχίβιος ὁ Πυθαγορικός, ὦχρον ἐπὶ τοῦ προσώπου πολὺν ἐπιβεβλημένος, πλοκάμους ἀπ' ἄκρας τῆς κεφαλῆς ἄχρι στέρνων αὐτῶν ἀπαιωρῶν, ὀξὺ καὶ ἐπίμηκες τὸ γένειον καθεικώς, τὴν ῥῖνα ἐπικαμπής, τὸ στόμα ἐπιχειλής, αὐτῷ τῷ πεπιέσθαι καὶ [5] λίαν μεμυκέναι τὴν ἐχεμυθίαν ὑποσημαίνων. ἐξαίφνης δὲ καὶ Παγκράτης ὁ κύων ῥύμῃ τοὺς πολλοὺς παρωσάμενος εἰσήρρησε, στελέχῳ πρινίνῳ ἐπερειδόμενος, ἦν γὰρ ἀντὶ τοῦ πυκνώματος τῶν ὄζων χαλκοῖς τισιν ἥλοις ἐμπεπαρμένην ἔχων βακτηρίαν, καὶ τὴν πήραν διάκενον καὶ πρὸς τὰ λείψανα ἐντόνως ἠρτημένην.
[6] οἱ μὲν οὖν ἄλλοι ἀπ' ἀρχῆς εἰς τέλος παραπλησίαν τινὰ καὶ τὴν αὐτὴν εἶχον τῆς ἑστιάσεως ἀκολουθίαν, οἱ φιλόσοφοι δέ, προϊόντος τοῦ συμποσίου καὶ τῆς φιλοτησίας συνεχῶς περισοβουμένης, ἄλλος ἄλλην τερατείαν [7] ἐπεδείξαντο. Ἐτεοκλῆς μὲν γὰρ ὁ στωϊκὸς ὑπὸ γήρως καὶ πλησμονῆς ἐκτάδην κείμενος ἔ‹ρ›ρεγχεν· ὁ Πυθαγόρειος δὲ τὴν σιωπὴν λύσας τῶν χρυσῶν ἐπῶν τινα κατὰ μουσικὴν ἁρμονίαν ἐτερέτιζεν. ὁ βέλτιστος δὲ Θεμισταγόρας, ἅτε τὴν εὐδαιμονίαν κατὰ τὸν τοῦ περιπάτου λόγον οὐ ψυχῇ καὶ σώματι μόνον ἀλλὰ καὶ τοῖς ἐκτὸς ὁριζόμενος, ἀπῄτει πλείονα πέμματα καὶ [8] ποικιλίαν τῶν ὄψων δαψιλῆ. Ζηνοκράτης δὲ ὁ Ἐπικούρειος τὴν ψάλτριαν ὡς αὑτὸν ἐνηγκαλίζετο τακερὸν καὶ ὑγρὸν προσβλέπων ὑπομεμυκόσι τοῖς ὄμμασι, λέγων τοῦτο εἶναι τὸ τῆς σαρκὸς ἀόχλητον καὶ τὴν καταπύκνωσιν [9] τοῦ ἡδομένου. ὁ κύων δὲ πρῶτα μὲν οὔρει κατὰ τὴν κυνικὴν ἀδιαφορίαν εἰς σύρμα χαλάσας καὶ καθεὶς τὸ τριβώνιον, ἔπειτα καὶ Δωρίδα τὴν μουσουργὸν οἷος ἦν ἐν ὀφθαλμοῖς ἁπάντων [ὁρώντων] ἐνεργεῖν, φάσκων ἀρχὴν γενέσεως εἶναι τὴν φύσιν· ὥστε ἡμῶν [10] τῶν παρασίτων οὐδεὶς ἔτι λόγος· τὸ γὰρ θέαμα καὶ τὴν θυμηδίαν παρεῖχεν οὐδεὶς τῶν εἰς τοῦτο κεκλη[ρω]μένων, καίτοι γε καὶ Φοιβάδης ὁ κιθαρῳδὸς καὶ μῖμοι γελοίων οἱ περὶ Σαννυρίωνα καὶ Φιλιστί[α]δην οὐκ ἀπελείποντο. ἀλλὰ πάντα φροῦδα καὶ οὐκ ἀξιόχρεα, εὐδοκίμει δὲ μόνος ὁ τῶν σοφιστῶν λῆρος.
[20]
[1] Ἐπαίρεις σαυτὸν οὐδὲν δέον καὶ τύφου πλήρης εἶ καὶ βαδίζεις ἴσα [μὴ δεῖ], τοῦτο δὴ τὸ τοῦ λόγου, [2] Πυθοκλεῖ, καὶ ἀρίστων ἀποφέρῃ μερίδας, τὰς σπυρίδας καθ' ἡμέραν ἐξογκῶν σὺ μεγέθει λειψάνων. οὐκοῦν καθάπερ πρῴην Ἀρητάδης ὁ γραμματικὸς ἐποίει, Ὁμήρου ὡς ἔφασκεν ἐπιλέγων στιχίδιον εὐμηχάνως αὐτῷ πρὸς τὰς ἁρπαγὰς τῶν βρωμάτων ἡρμοσμένον 'καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι'. πέπαυσο, κατάβαλε τὴν ἀλαζονείαν, τρισάθλιε, ἢ ἀνάγκη σε [τῆς οἰκίας] γυμνὸν θύραζε ἐν ἀκαρεῖ χρόνου [ἐκβληθέντα] ἐκπεσεῖν.
[21]
[1] Οὐκ εἰς δέον οἰνωμένος ἐσκωψάμην τὸν τροφέα τοῦ νεανίσκου Ζώπυρον. ἐξ ἐκείνου γὰρ ἴσως διαβολῇ τυπεὶς τὰ ὦτα περὶ τὰς δόσεις κατέστη μικροπρεπέστερος καὶ φειδωλῷ τῷ μέτρῳ κέχρηται. εἰωθὼς γὰρ ἐν ταῖς ἑορταστικαῖς τῶν ἡμερῶν ἢ χιτώνιον ἢ τριβώνιον ἢ ἐφεστρίδα πέμπειν, ἔναγχος Κρονίων ἐνστάντων [ὑποδήματα] Ἰφικρατίδας μοι νεουργεῖς ἔπεμψε τῷ [2] Δρόμωνι δοὺς κομίζειν. ὁ δὲ ἐπὶ ταύταις ἐβρενθύετο καὶ μισθοὺς τῆς διακονίας ἀπῄτει, ἐγὼ δὲ δάκνομαι καὶ τὴν προπετῆ γλῶτταν διαμασ[ς]ῶμαι καὶ ὀψὲ τῆς ἁμαρτίας αἰσθάνομαι. ὅταν γὰρ τὸ ῥεῦμα τῶν λόγων μὴ καθηγουμένης ‹τῆς› διανοίας φέρηται, ἀνάγκη τὴν γλῶτταν τηνικαῦτα προσκρούειν καὶ σφάλλεσθαι.
[22]
[1] Οὐδὲν προτιμῶ σου, κἂν ἀπειλῇς ψιθυριεῖν κατ' ἐμοῦ· [καὶ] καττύεις διαβολὰς ἀνηνύτους. ἁπλοϊκὸς γὰρ καὶ γενναῖος ὁ Μαλιεὺς οὗτος στρατιώτης ὁ βόσκων ἡμᾶς τὰ νῦν δὴ ταῦτα, καὶ τοσοῦτον ἀπέχει τοῦ ζηλοτυπεῖν τὰς ἑταίρας, ὡς πρῴην λόγου ῥυέντος αὐτῷ ἐπὶ τοῦ συμποσίου, πολλὴν κατέχεε βλασφημίαν τῶν [2] τὰ τοιαῦτα ὑπομενόντων. ἔλεγε γὰρ γαμεταῖς ἐπικλήροις οἰκουρίαν πρέπειν καὶ τὸν σεμνὸν βίον, τὰς ἑταίρας δὲ δεῖν εἶναι πάντων ἀναφανδὸν καὶ πᾶσιν ἐκκεῖσθαι τοῖς βουλομένοις· ὅνπερ οὖν τρόπον τοῖς λουτροῖς καὶ τοῖς σκεύεσι κοινοῖς κεχρήμεθα, κἂν ἑνὸς εἶναι δοκῇ, οὕτως καὶ ταῖς εἰς τοῦτον ἀπογραψαμέναις [3] τὸν βίον. εἰδὼς οὖν τηνάλλως τὴν διαβολήν σου χωρήσουσαν, τρέμε ἐνδακὼν τὸ χεῖλος, ὡς οἱ τὸν Σίγηλον ἥρω παριόντες, μὴ κακόν τι προσλάβῃς· οὐ γάρ ἐστι τῶν Ἀττικῶν τούτων εἷς τῶν χαύνων μειρακίων, ἀλλ' ἀνὴρ ὁπλομάχος καὶ ἀρήιος, παρ' ᾧ κολακείας καὶ διαβολῆς τρόπος ἔρρει. ἀνάγκη δὲ τὸν διαβολὰς μὴ προσιέμενον τοῖς διαβάλλουσιν ἀπεχθάνεσθαι.
[23]
[1] Παρ' ἕνα τινὰ τῶν τὰ πινάκια παρὰ τὸ Ἰακχεῖον προτιθέντων καὶ τοὺς ὀνείρους ὑποκρίνεσθαι ὑπισχνουμένων βούλομαι ἐλθὼν τὰς δύο ταύτας δραχμάς, ἃς οἶσθά με ἐν χερσὶν ἔχοντα, καταβαλὼν τὴν φανεῖσαν [2] ὄψιν μοι κατὰ τοὺς ὕπνους διηγήσασθαι. οὐ χεῖρον δὲ καὶ πρὸς σὲ ὡς φίλον ἀναθέσθαι τὸ καινὸν τοῦτο καὶ πέρα πάσης πίστεως φάσμα. ἐδόκουν γὰρ [κατ' ὄναρ] εὐπρεπὴς εἶναι νεανίσκος καὶ οὐχ ὁ τυχών, ἀλλ' ἐκεῖνος [εἶναι] ὁ Ἰλιεὺς ὁ περίψυκτος καὶ περικαλλής, ὁ τοῦ Τρωὸς παῖς Γανυμήδης, καὶ καλαύροπα ἔχειν καὶ σύριγγα, καὶ τιάρᾳ Φρυγίῳ σκέπειν τὴν κεφαλὴν ποιμαίνειν [3] τε καὶ εἶναι κατὰ τὴν Ἴδην. ἐξαίφνης δὲ ἐπιπτάντα μοι γαμψώνυχα καὶ μέγαν ἀετόν, γοργὸν τὸ βλέμμα καὶ ἀγκυλοχείλην τὸ στόμα, κουφίσαντά με τοῖς ὄνυξιν ἀφ' οὗπερ ἐκαθήμην πέτρου μετεωρίζειν εἰς τὸν ἀέρα καὶ [4] πελάζειν τοῖς οὐρανίοις τόποις ἐπειγόμενον· εἶτα μέλλοντα ψαύειν τῶν πυλῶν αἷς αἱ Ὧραι ἐφεστᾶσι, κεραυνῷ βληθέντα πεσεῖν, καὶ τὸ ὄρνεον οὐκέτι εἶναι τὸν διιπετῆ καὶ μέγαν ἀετόν, γῦπα δὲ πικρὸν ὀδωδότα, ἐμὲ δὲ τοῦτον ὅς εἰμι Λιμέντερον, γυμνὸν πάσης ἐσθῆτος, [5] οἷα πρὸς λουτρὸν ἢ παλαίστραν ηὐτρεπισμένον. ἐκταραχθεὶς οὖν ὡς εἰκὸς ἐπὶ τοσούτῳ πτώματι διηγ[ει]ρόμην, καὶ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἀγωνιῶ καὶ δέομαι οἷ φέρει τὸ ὄναρ μαθεῖν παρὰ τῶν τὰ τοιαῦτα ἀκριβούντων, εἰ μέλλει τις ἀπλανῶς εἰδέναι καὶ εἰδὼς ἀληθίζεσθαι.
[24]
[1] Οὐκέτι εἰσῆλθον εἰς τὴν Κόρινθον· ἔγνων γὰρ ἐν βραχεῖ τὴν βδελυρίαν τῶν ἐκεῖσε πλουσίων καὶ τὴν τῶν πενήτων ἀθλιότητα. ὡς γὰρ ἐλούσαντο οἱ πολλοὶ καὶ μεσοῦσα ἦν ἡμέρα, στωμύλους ἐθεασάμην καὶ εὐφυεῖς νεανίσκους, οὐ περὶ τὰς οἰκίας ἀλλὰ περὶ τὸ Κράνειον εἱλουμένους καὶ οὗ μάλιστα ταῖς ἀρτοπώλισι [2] καὶ ὀπωροκαπήλοις ἔθος ἀναστρέφεσθαι. ἐνταυθὶ γὰρ εἰς τοὔδαφος ἐπικύπτοντες ὁ μὲν φλοιοὺς θέρμων ἀνῃρεῖτο, ὁ δὲ τὰ ἔλυτρα τῶν καρύων ἐπολυπραγμόνει μή πού τι τῶν ἐδωδίμων ‹ἐν›απομεῖναν διέλαθεν, ὁ δὲ τῶν ῥοιῶν τὰ περικάρπια, ἃ σίδια ἡμῖν τοῖς Ἀττικοῖς προσαγορεύειν ἔθος, ἀπέγλυφε τοῖς ὄνυξιν εἴ πού τι τῶν κόκκων ἔτι δράξασθαι δυνηθείη, οἱ δὲ καὶ τὰ ἐκ τῶν ἄρτων ἀποπίπτοντα πρὸς πολλῶν ἤδη πεπατημένα [3] ἀναλέγοντες ἔκαπτον. τοιαῦτα τὰ τῆς Πελοποννήσου προπύλαια καὶ ἡ δυοῖν θαλάσσαιν ἐν μέσῳ κειμένη πόλις, χαρίεσσα μὲν ἰδεῖν καὶ ἀμφιλαφῶς ἔχουσα τρυφημάτων, τοὺς οἰκήτορας δὲ ἀχαρίστους καὶ ἀνεπαφροδίτους κεκτημένη· καίτοι γέ φασι τὴν Ἀφροδίτην ἐκ Κυθήρων ἀνασχοῦσαν τὴν Ἀκροκόρινθον ἀσπάσασθαι· εἰ μὴ ἄρα τοῖς μὲν γυναίοις Ἀφροδίτη πολιοῦχος τοῖς δὲ ἀνδράσιν ὁ Λιμὸς καθίδρυται.
[25]
[1] Ἡράκλεις, ὅσα ὑπέστην πράγματα ῥύμ‹μ›ατι καὶ νίτρῳ Χαλαστραίῳ χθιζινοῦ ζωμοῦ τοὐμοὶ περιχυθέντος τὴν γλισχρότητα ἀποκαθαίρων. καὶ οὐχ οὕτω με ἔδακνεν [2] ἡ ὕβρις ὅσον τὸ διάφορον τοῦ ὑβρίζοντος. ἐγὼ μὲν γὰρ Ἀνθεμίωνος υἱὸς τοῦ πλουσιωτάτου τῶν Ἀθήνησι καὶ Ἀξιοθέας τῆς κατὰ γένος ἐκ Μεγακλέους ὡρμημένης, ὁ δὲ ταῦθ' ἡμᾶς ἐργαζόμενος πατρὸς μὲν ἀσήμου μητρὸς δὲ βαρβάρου, Σκυθίδος οἶμαι ἢ Κολχίδος ἐν νεομηνίᾳ ἐωνημένης· οὕτω γάρ μοι τῶν γνωρίμων [3] τινὲς διηγήσαντο. ἀλλ' ἐγὼ μὲν ‹ἐν› ταπεινῷ τῷ σχήματι, τὴν πατρῴαν ἀποβαλὼν οὐσίαν, ἀγαπῶ τὴν ἀναγκαίαν ἐκπορίζων τῇ γαστρὶ τροφήν. Δωσιάδης δ', ὦ θεοί, τὴν Πνύκα καταλαμβάνει δημηγορῶν κἀν τοῖς ἐν Ἡλιαίᾳ καταριθμεῖται δικάζουσι καὶ τὰς ἡνίας ἔχει τοῦ δήμου, παρ' ᾧ Μιλτιάδης ἐδέδετο ὁ τὸ ἐν Μαραθῶνι τρόπαιον ἐγείρας, καὶ Ἀριστείδης ὁ δίκαιος ἐξωστρακίζετο. λυπεῖ δέ με οὐχ ἥκιστα πρὸς τοῖς ἄλλοις [4] καὶ ἡ τῆς προσηγορίας ἀποβολή. οἱ μὲν γὰρ πατέρες Πολύβιόν με ἔθεντο καλεῖσθαι, ἡ τύχη δὲ ἀμείψασα τοὔνομα Σκορδοσφράντην πρὸς τῶν ὁμοτέχνων ἠνάγκασε προσαγορεύεσθαι.
[26]
[1] Ἐπίστασο τὴν αἰτίαν, ἐφ' ᾗ με διεσίλλαινον αἱ γυναῖκες, τελευταῖον δὲ ἡ γραῦς ἡ δούλη ἐλοιδορήσατό μοι εἰποῦσα 'ἀλλ' ἐκκορηθείης ὅτι ἄκαιρος εἶ καὶ λάλος'. μυστήριον ἐν αὐταῖς [ς]τρέφεται ‹τῶν› ταῖν θεαῖν ταῖν Ἐλευσινίαιν ἀσφαλέστερον, καὶ βούλονται ἡμᾶς ἀγνοεῖν τοὺς εἰδότας· ἢ καὶ οἴονται ἀκηκοότας οὔπω πεπεῖσθαι.
[2] ἐγὼ δὲ οἶδα τὸ δρᾶμα καὶ ὅσον οὐκ εἰς μακρὰν κατερῶ τῷ δεσπότῃ· οὐ γὰρ βούλομαι χείρων φανῆναι τῶν κυνῶν, αἳ τῶν τρεφόντων προ[ς]ϋλακτοῦσι καὶ κήδονται· μοιχὸς πολιορκεῖ τὴν οἰκίαν, ὁ Ἠλεῖος νεανίσκος, [ὁ] εἷς τῶν Ὀλυμπίασι βασκάνων. καὶ πρὸς τοῦτον γραμματίδια ὁσημέραι φοιτᾷ δίθυρα παρὰ τῆς γαμετῆς τοῦ τρέφοντος ἡμᾶς καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλα [3] ἀποδεδηγμένα· αἱ δὲ ἀλάστορες αὗται θεραπαινίδες συνί‹ς›ασι καὶ ἡ ἐπιτύμβιος γραῦς, ἣν Ἔμπουσαν ἅπαντες οἱ κατὰ τὴν οἰκίαν καλεῖν εἰώθασιν ἐκ τοῦ πάντα ποιεῖν καὶ βιάζεσθαι. ἐγὼ δὲ οὐκ ἔσθ' ὅπως σιγήσομαι· βούλομαι γὰρ ἐμαυτὸν οὐ παράσιτον ἀλλὰ φίλον ἐπιδεῖξαι, [4] καὶ ἄλλως διψῶ τῆς κατ' αὐτῶν τιμωρίας. οἶδα γὰρ οἶδ'· εἰ ταῦτα εἰς φανερὸν ἀχθείη, αἱ μὲν θεραπαινίδες δεδήσονται, ὁ μοιχὸς δὲ ἀπολεῖται ῥαφάνοις τὴν ἕδραν βεβυσμένος, ἡ μιαρὰ δὲ γυνὴ τίσει τὴν ἀξίαν τῆς ἀκολασίας δίκην, εἰ μὴ Πολυάγρου τοῦ κυρτοῦ μαλακώτερός ἐστι τὰ τοιαῦτα Λυσικλῆς. ἐκεῖνος γὰρ λύτρα παρὰ τῶν μοιχῶν ἐπὶ τῇ γαμετῇ πραττόμενος ἀθῴους τῆς τιμωρίας ἠφίει.
[27]
[1] Οἷα βουλεύονται καὶ διανοοῦνται αἱ θεοῖς ἐχθραὶ λαιστρυγόνες αὗται τῇ κεκτημένῃ συμπράττουσ‹α›ι· καὶ οἶδε τούτων οὐδὲν ὁ Φαιδρίας. μηνὶ πέμπτῳ μετὰ τοὺς γάμους τέτοκεν αὐτῷ τὸ γύναιον παιδίον ἄρρεν· τοῦτο μετὰ τῶν σπαργάνων δέραιά τινα καὶ γνωρίσματα περιθεῖσαι ἔδοσαν Ἀσφαλίωνι τῷ συργάστρῳ κομίζειν ἐπὶ τὰς ἀκρωρείας τῆς Πάρνηθος. ἡμᾶς δὲ τέως μὲν ἀνάγκη κρύπτειν τὸ κακὸν καὶ πρὸς τὸ παρὸν σιγᾶν.
[2] [ἡ σιγὴ δέ ἐστι τοῦ θυμοῦ τροφή.] ἐπειδὰν δέ τι κἂν βραχὺ λυπήσωσι, κόλακα καὶ παράσιτον ἐξονειδίζουσαι καὶ τὰς ἄλλας ἃς εἰώθασιν ὕβρεις ἐπιφέρουσαι, εἴσεται τὸ γεγονὸς ὁ Φαιδρίας.
[28]
[1] Ὁ μὲν Κρίτων ὑπ' ἀ‹γ›νοίας καὶ ἀρχαιότητος τρόπου τὸν υἱὸν εἰς φιλοσόφου φοιτᾶν ἐπέτρεψε, τὸν αὐστηρὸν πρεσβύτην καὶ ἀμειδῆ, τὸν ἐκ τῆς Ποικίλης, ἐξ ἁπάντων τῶν φιλοσόφων καθηγεῖσθαι τοῦ παιδὸς ἀξιώτατον ἡγησάμενος, ὡς ἂν παρ' αὐτῷ λόγων τινὰς σκινδαλμοὺς ἐκμαθὼν ἐριστικὸς καὶ ἀγκύλος τὴν γλῶσσαν [2] γένηται. ὁ δὲ παῖς ἐς τὸ ἀκριβέστατον ἐξεμάξατο τὸν διδάσκαλον· οὐ πρότερον γὰρ ‹τῶν› λόγων γενέσθαι μαθητὴς ἀλλὰ τοῦ βίου καὶ τῆς ἀγωγῆς ἐσπούδασε. θεασάμενος γὰρ τὸν διδάσκαλον τῇ ἡμέρᾳ μὲν σεμνὸν καὶ σκυθρωπὸν καὶ τοῖς νέοις ἐπιτιμῶντα, νύκτωρ δὲ περικαλύπτοντα τὴν κεφαλὴν τριβωνίῳ καὶ περὶ χαμαιτυπεῖα [3] εἱλούμενον, ἐζήλωσεν ἐν καλῷ. καὶ πέμπτην ταύτην ἡμέραν εἰς ἔρωτα Ἀκαλανθίδος τῆς ἐκ Κεραμεικοῦ κατολισθήσας φλέγεται· αὕτη δὲ ἐπιεικῶς ἔχει πρὸς ἐμὲ καὶ ἐρᾶν ὁμολογεῖ, τῷ μειρακίῳ δὲ ἔτι ἀντιτείνεται ᾐσθημένη τῷ πόθῳ τυφόμενον, καὶ οὐ πρότερόν φησιν ἐπιδώσειν ἑαυτὴν πρὶν ἂν ἐγὼ τοῦτο ἐπιτρέψω· ἐμὲ γὰρ κύριον τοῦ τὰ τοιαῦτα προστάττειν ἐποιήσατο.
[4] πολλὰ καὶ ἀγαθὰ δοίης, Ἀφροδίτη πάνδημε, τῇ φιλτάτῃ γυναικί· ἑταίρου γάρ, οὐχ ἑταίρας ἔργον διεπράξατο. ἐξ ἐκείνου γὰρ θεραπεύομαι λιπαρῶς ἄλλοτε ἄλλαις δωροφορίαις. καὶ εἴ μοι ῥεύσειε τοῦ χρόνου προϊόντος δαψιλέστερος, οὐδὲν κωλύσει με τούτου γαμοῦντος ἐπίκληρον γυναῖκα ἐν γαμετῆς σχήματι τὴν Ἀκαλανθίδα λυσάμενον ἀναλαβεῖν. ἡ γὰρ τοῦ ζῆν αἰτία κοινωνὸς τοῦ ζῆν δικαίως ἂν κατασταίη.
[29]
[1] Μέγα τοῦτο ἀγαθὸν ἡ ἐξ Ἰστρίας ναῦς, ἡ ἐπὶ τοῦ χώματος ὁρμοῦσα, ταῖς Ἀθήναις ἧκε φέρουσα τὸν θαυμαστὸν τοῦτον ἔμπορον, ὃς τοὺς πλουσίους τῶν Ἀθήνησι καὶ μεγαλοδώρους κίμβικας καὶ μικροπρεπεῖς ἀπέφηνεν· οὕτως κεχυμένως πρὸς τὰς δόσεις κέχρηται τῷ [2] βαλαντίῳ. οὐ γὰρ ἕνα παράσιτον ἐξ ἄστεος ἀλλὰ πάντας ἡμᾶς μεταπέμψας, καὶ οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τῶν ἑταιρῶν τὰς πολυτελεστέρας καὶ ‹τῶν› μουσουργῶν τὰς καλλιστευούσας καὶ τοὺς ἀπὸ σκηνῆς ἁπαξαπλῶς εἰπεῖν ἅπαντας, οὐ τὴν πατρῴαν οὐσίαν τὰ δὲ ἐκ δικαίων αὐτῷ ποριζόμενα σπαθᾷ. καὶ ψαλλόμενος καὶ καταυλούμενος ἥδεται, καὶ τὴν διατριβὴν ποιεῖται χαρίτων [3] καὶ ἀφροδίτης γέμουσαν καὶ ὑβρίζει οὐδέν· ἔστι δὲ καὶ ὀφθῆναι κεχαρισμενώτατος καὶ τὸ πρόσωπον αὐτοῦ τὰς Ὥρας ἐνορχουμένας ἔχει, καὶ τὴν Πειθὼ τῷ στόματι ἐπικαθῆσθαι εἴποις ἄν· προσπαῖσαί τε γλαφυρὸς καὶ λαλῆσαι στωμύλος 'οὕνεκα οἱ γλυκὺ Μοῦσα κατὰ στόματος χέε νέκταρ'. εἰπεῖν γὰρ οὐ χεῖρον κατὰ τοὺς παιδείᾳ σχολάζοντας ‹τὸν› ἐξ Ἀθηνῶν ὁρμώμενον, ἐν αἷς οὐδὲ εἷς τούτων ἄγευστος.
[30]
[1] Ἐθεάσω οἷά με εἰργάσατο ὁ κατάρατος οὗτος κουρεὺς ὁ πρὸς τῇ ὁδῷ; λέγω δὲ τὸν ἀδόλεσχον καὶ λάλον, τὸν ‹τὰ› ἐκ Βρεντησίου προτιθέμενον ἔσοπτρα, τὸν τοὺς χειροήθεις κόρακας τιθασ[ς]εύοντα, τὸν ταῖς μαχαιρίσι [2] κυμβαλισμὸν εὔρυθμον ἀνακρούοντα. ὡς γὰρ ἀφικόμην ξυρ[ι]εῖσθαι τὴν γενειάδα βουλόμενος, ἀσμένως τε ἐδέξατο καὶ ἐφ' ὑψηλοῦ θρόνου καθίσας σινδόνα καινὴν περιθεὶς πράως εὖ μάλα κατέφερέ μοι τῶν γνάθων τὸν ξυρὸν ἀποψιλῶν τὸ πύκνωμα τῶν [3] τριχῶν. ἀλλ' ἐν αὐτῷ τούτῳ πανοῦργος ἦν καὶ σκαιός· ἔλαθε γὰρ τοῦτο παρὰ μέρος ποιῶν καὶ οὐ κατὰ πάσης τῆς γνάθου, ὥστε ὑπολειφθῆναί μοι ἀλλαχοῦ μὲν δασεῖαν [4] ἀλλαχοῦ δὲ λείαν τὴν σιαγόνα. κἀγὼ μὲν οὐκ εἰδὼς τὴν πανουργίαν ᾠχόμην κατὰ τὸ εἰωθὸς ἄκλητος εἰς Πασίωνος. οἱ συμπόται δὲ ὡς εἶδον, ἐξέθανον τᾷ γέλωτι, ἕως ἀγνοοῦντά με ἐφ' ὅτῳ γελῷεν εἷς τις εἰς μέσους παρελθὼν τῶν ὑπολειφθεισῶν τριχῶν ἐπιλαβόμενος [5] εἵλκυσεν. ἐκείνας μὲν οὖν περιπαθῶς κοπίδα λαβὼν ἀπερρίζωσα, ἕτοιμος δέ εἰμι ξύλον εὐμέγεθες ἀνελόμενος κατὰ τοῦ βρέγματος πατάξαι τὸν ἀλιτήριον· ἃ γὰρ ‹οὐδ'› οἱ τρέφοντες παίζουσι, ταῦτα μὴ τρέφων ἐτόλμησεν.
[31]
[1] Νεβ‹ρ›ίδα ἰδὼν κανηφοροῦσαν, παρθένον καλλίπηχυν καὶ εὐδάκτυλον, ταῖς βολαῖς τῶν ὀφθαλμῶν ἀπαστράπτουσαν, εὐμήκη καὶ εὔχρουν, ἧς αἱ παρειαὶ μαρμαίρουσιν, οὕτως ἐξεκαύθην εἰς ἔρωτα ὥστε με ἐπιλαθόμενον ὅς εἰμι προσδραμόντα ἐθέλειν κύσαι τὸ στόμα, ἔπειτα ἐπὶ συννοίας γενόμενον προσφύντα βούλεσθαι [2] τὰ τοῖν ποδοῖν ἴχνη καταφιλεῖν. αἰαῖ τῆς ἀγερωχίας, νῦν ἐμὲ μὴ ἐπιθυμεῖν θέρμων ἢ κυάμων ἢ ἀθάρας, ἀλλ' οὕτως ὑπερμαζᾶν καὶ τῶν ἀνεφίκτων ἐρᾶν. καταλεύσατέ με πάντες εἰς ταὐτὸν συνελθόντες πρὶν ἢ ‹ἐ›κρι‹νη›θῆναι τοῖς πόθοις, καὶ γενέσθω μοι τύμβος ἐρωτικὸς ὁ τῶν λιθιδίων κολωνός.
[32]
[1] Θεοὶ μάκαρες, ἱλήκοιτε καὶ εὐμενεῖς εἴητε. οἷον ἀπέφυγον κίνδυνον, τῶν τρισκαταράτων ἐρανιστῶν λέβητά μοι ζέοντος ὕδατος ἐπιχέαι βουληθέντων. ἰδὼν γὰρ πόρρωθεν εὐτρεπεῖς ἀπεπήδησα, οἱ δὲ ἀπροβουλεύτως ἐξέχεαν, καὶ τὸ θερμὸν ἐπιρρυὲν Βαθύλ‹λ›ῳ [2] τῷ οἰνοχοοῦντι παιδὶ ψιλὸν εἰργάσατο. τῆς κεφαλῆς γὰρ ἀπέσυρε τὸ δέρμα καὶ φλυκταίνας ἐπινωτίους ἐξήνθησεν. τίς ἄρα μοι δαιμόνων ἐπίκουρος ἐγένετο; μή ποτε οἱ σωτῆρες Ἄνακ[τ]ες, ὡς Σιμωνίδην τὸν Λεωπρέπους τοῦ Κρανωνίου συμποσίου, κἀμὲ τῶν τοῦ πυρὸς κρουνῶν ἐξήρπασαν.
[33]
[1] Ἐξηγόρευσα Μνησιλόχῳ τῷ Παιανιεῖ τὴν τῆς γαμετῆς ἀσέλγειαν· καὶ ὅς, δέον βασανίσαι δι' ἐρεύνης τὸ πρᾶγμα ποικίλης, ὅρκῳ τὸ πᾶν ὁ χρυσοῦς ἐπέτρεψεν. ἀγαγοῦσα οὖν αὐτὸν ἡ γυνὴ εἰς τὸ Καλλίχορον τὸ ἐν Ἐλευσῖνι φρέαρ ἀπωμόσατο καὶ ἀπελύσατο τὴν αἰτίαν.
[2] καὶ ὁ μὲν ἀμογητὶ πέπεισται καὶ τὴν ὑποψίαν ἀπέβαλεν· ἐγὼ δὲ τὴν φλυαρὸν γλῶτταν ἀποτέμνειν ὀστράκῳ Τενεδίῳ τοῖς βουλομένοις ἕτοιμός εἰμι παρέχειν.
[34]
[1] Κορύδωνι τῷ γεωργῷ συνήθης ἐπιεικῶς ἦν, καὶ τὰ πολλὰ ἐξεχεῖτο ἐπ' ἐμοὶ τῷ γέλωτι, ἀστικῆς στωμυλίας καὶ ξένης ..... ἢ κατὰ τοὺς χωρίτας ἐπαΐων. τοῦτ' οὖν ἰδὼν ἕρμαιον ᾠήθην, εἰ τῶν κατὰ ἄστυ πραγμάτων ἀπαλλαγεὶς εἰς ἀγρὸν βαδιοίμην καὶ συνεσοίμην ἀνδρὶ φίλῳ, γεωργῷ ἀπράγμονι καὶ ἐργάτῃ, οὐκ ἐκ δικαστηρίων οὐδὲ ἐκ τοῦ σείειν κατὰ ἀγορὰν ἀδίκους ἐπινοοῦντι πόρους, ἀλλὰ γῆθεν ἀναμένοντι τὴν ἐπικαρπίαν ἔχειν. καὶ δῆτα διανοηθεὶς ταῦθ' οὕτω δρᾶν, ᾠκειωσάμην [2] τὸν Κορύδωνα. καὶ στείλας ἐμαυτὸν ἀγροικικῶς, νάκος ἐναψάμενος καὶ σμινύην λαβών, αὐτοσκαπανεὺς ἐδόκουν. ἕως μὲν οὖν ἐν παιδιᾶς μέρει ἔπραττον ταῦτα, ἀνεκτὸν ἦν καὶ μέγα ἀποκερδαίνειν ᾠόμην, ὕβρεων καὶ ῥαπισμάτων καὶ τῆς περὶ τὰ ἐδώδιμα τῶν [3] πλουσίων ἀνοσιότητος ἀπηλλαγμένος. ἐπεὶ δὲ ἐκ τῆς καθ' ἡμέραν συνηθείας ἐξ ἐπιταγῆς ἐπράττετο τοὖργον, καὶ ἔδει πάντως ἢ ἀροῦν ἢ φελλέα ἐκκαθαίρειν ἢ γύρους περισκάπτειν καὶ τοῖς βόθροις ἐμφυτεύειν, οὐκέτ' ἀνασχετὸς ἡ διατριβή, ἀλλά μοι μετέμελε τῆς ἀλόγου [4] πράξεως καὶ τὴν πόλιν ἐπόθουν. ἐλθὼν οὖν μετὰ μήκιστον χρόνον οὐκέθ' ὁμοίως δεκτὸς οὐδὲ χαρίεις ἐδόκουν, ἀλλά τις ὄρειος καὶ τραχὺς καὶ ἀπηχής, ὥστε αἱ μὲν οἰκίαι τῶν πλουσίων πᾶσαί μοι λοιπὸν ἀπεκέκλειντο, [5] ὁ δὲ λιμὸς τὴν γαστέρα ἐθυροκόπει. ἐγὼ δὲ αὖος ὢν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας λῃσταῖς τισι Μεγαρικοῖς, οἳ περὶ τὰς Σκειρωνίδας τοῖς ὁδοιπόροις ἐνεδρεύουσιν, ἐκοινώνησα. ἔνθεν ὁ βίος μοι ἀργὸς ἐξ ἀδικίας πορίζεται. εἰ δὲ λήσω ταῦτα ποιῶν ἢ μή, ἄδηλον. δέδια δὲ τὴν μεταλλαγὴν τοῦ βίου. εἰώθασι γὰρ αἱ τοσαῦται μεταβολαὶ οὐκ εἰς τὸ ζῆν ἀλλ' εἰς ἀπώλειαν καταστρέφειν.
[35]
[1] Λεξιφάνης ὁ τῆς κωμῳδίας ποιητὴς θεασάμενός με ὀργιζόμενον πρὸς τὰς ἐν ‹τοῖς› συμποσίοις παροινίας, λαβὼν καθ' ἑαυτὸν πρῶτα μὲν ἐνουθέτει μὴ τοιαῦτα ἐπιτηδεύειν ἐξ ὧν ὕβρις τὸ τέλος, ἔπειτα τοῦ φωνήματος ὡς ἔχοιμι διὰ βραχέων ἀποπειραθεὶς τῷ χορῷ τῶν κωμικῶν συλλαμβάνει‹ν› ἔφασκε, ἐκ τοῦδε τραφησόμενον [2] καὶ ἐμέ. ἐκέλευεν οὖν ἐκμαθόντα ......... Διονυσίοις τοῖς ἐπιοῦσι τὸ τοῦ οἰκέτου σχῆμα ἀναλαβόντα τὸ μέρος ἐκεῖνο τοῦ δράματος ὑποκρίνασθαι. ἐγὼ δὲ ὀψὲ τοῦ καιροῦ καὶ φύσιν καὶ ἐπιτήδευμα μεταβαλὼν [3] δύσκολός τις καὶ δυσμαθὴς ἐφαινόμην. ἐπεὶ δ' οὐκ ἦν ἑτέρως πράττειν, τὸ δρᾶμα ἐξέμαθον, καὶ μελέτην ἀσκήσει ῥώσας ἕτοιμός εἰμι τῷ χορῷ συντελεῖν. σὺ δὲ ἡμῖν μετὰ τῶν συνήθων ἐπίσειε τοὺς κρότους ἵνα, κἄν τι λάθωμεν ἀποσφαλέντες, μὴ λάβῃ χώραν τὰ ἀστικὰ μειράκια κλῴζειν ἢ συρίττειν, ἀλλ' ὁ τῶν ἐπαίνων κρότος τὸν θροῦν τῶν σκωμμάτων παραλύσῃ.
[36]
[1] Οὐχ οὕτως οἱ τοὺς Ἑρμᾶς περικόψαντες ἢ τὰ τῆς θεοῦ ἐν Ἐλευσῖνι μυστήρια ἐξορχησάμενοι τὸν περὶ ψυχῆς ἀγῶνα ὑπέμειναν, ὡς ἐγὼ εἰς χεῖρας ἐμπεσών, [2] ὦ θεοί, τῆς μιαρωτάτης Φανομάχης. ἐπεὶ γὰρ ἔγνω τὸν ἑαυτῆς ἄνδρα προσκείμενον τῇ Ἰωνικῇ παιδίσκῃ τῇ τὰς σφαίρας ἀναρριπτούσῃ καὶ τὰς λαμπάδας περιδινούσῃ, ὑπετόπησεν ἐμὲ πρόξενον εἶναι τῆς κοινωνίας, καὶ διὰ τῶν οἰκετῶν ἀναρπάσασα παραχρῆμα μὲν ἐν κυσοδόχῃ δήσασα κατέσχεν, εἰς τὴν ὑστεραίαν δὲ παρὰ τὸν ἑαυτῆς ἤγαγε πατέρα, τὸν σκυθρωπὸν Κλεαίνετον, ὃς τὰ νῦν δὴ ταῦτα πρωτεύει τοῦ συνεδρίου καὶ εἰς αὐτὸν [3] ὁ Ἄρειος πάγος ἀποβλέπουσιν. ἀλλ' ὅταν τινὰ θέλωσιν οἱ θεοὶ σώζεσθαι, καὶ ἐξ αὐτῶν ἀνασπῶσι βα‹ρά›θρων, ὡς κἀμὲ τοῦ τρικαρήνου κυνός, ὅν φασιν ἐφεστάναι ταῖς ταρταρ‹ε›ίαις πύλαις, ἐξήρπασαν. οὐκ ἔφθη γὰρ τὰ κατ' ἐμὲ ὁ δεινὸς ἐκεῖνος πρεσβύτης τῇ βουλῇ κοινούμενος, καὶ ἠπιάλῳ συσχεθεὶς εἰς τὴν τρίτην ἀπέψυξε.
[4] καὶ ὁ μὲν ἐκτάδην κεῖται, ‹τὰ› πρὸς τὴν ἐκφορὰν τῶν οἴκοι παρασκευαζομένων, ἐγὼ δὲ ᾗ ποδῶν εἶχον ᾠχόμην καὶ σώζομαι οὐχ ὑπὸ τοῦ τῆς Ἀτλαντίδος [Μαίας] παιδὸς ψυχαγωγηθείς, ἀλλ' ὑπὸ τῶν ποδῶν καὶ τοῦ τολμήματος τὴν ἐλευθερίας πορίσας ἀτραπόν.
[37]
[1] Σχέτλια πεπόνθαμεν· τοῖς γὰρ ἄλλοις οὖθαρ καὶ μῆτραι καὶ ἧπαρ δρόσῳ προσεοικὸς [διὰ τὴν ἐκ τῆς πιότητος λεπτότητα] παρέκειτο, ἡμῖν δὲ ἔτνος ἦν τὸ βρῶμα· καὶ οἱ μὲν Χαλυβώνιον ἔπινον, ἐκτροπίαν δὲ [2] ἡμεῖς καὶ ὀξίνην. ἀλλ' ὦ μοιραῖοι θεοὶ καὶ μοιραγέται δαίμονες, δοίητε παρατροπὴν τῆς ἀδίκου ταύτης τύχης καὶ μὴ τοὺς μὲν διηνεκῶς φυλάττετε ἐν εὐτυχίᾳ, τοῖ δὲ τὸν λιμὸν συνοικίζετε ..... τῇ γὰρ φορᾷ τῆς εἱμαρμένης τὰ τοιαῦτα κατηνάγκασται. ἄδικα πάσχομεν πρὸς αὐτῆς οἱ λεπτῇ καὶ στενῇ κεχρημένοι τῇ τύχῃ.
[38]
[1] Ἀνεμιαίους ἐλπίδας ἔσχον ἐπὶ τῷ μειρακίῳ Πολυκρίτῳ. ᾤμην γὰρ αὐτόν, εἰ τεθναίη αὐτῷ ὁ πατήρ, χύσιν ἐργάσεσθαι τῆς οὐσίας πολλήν, καὶ ἀδηφαγοῦντα καὶ καθηδυπαθοῦντα μετά τε ἡμῶν μετά τε τῶν ἑταιρῶν ὅσαι κατὰ τὴν ὥραν πρωτεύουσιν ἐξαντλήσειν [2] τὸ πολύ [τῆς οὐσίας]. ὁ δέ, ἐπειδὴ κρίνον αὐτῷ ὁ γεννήσας ἐγένετο, σιτεῖται μὲν τῆς ἡμέρας ἅπαξ, καὶ τοῦτο ὀψὲ τῆς ὥρας ἡλίου λοιπὸν ἀμφὶ τροπὰς τὰς εἰς δύσιν ἔχοντος· σιτεῖται δὲ οὐδὲν τῶν πολυτελῶν ἀλλ' ἄρτον τὸν ἐξ ἀγορᾶς, καὶ ὄψον, εἴ ποτε εὐημερίας ἡμέραν ἐπιτελοίη, δρυπεπεῖς ἢ φαυλίας.
[3] διαμαρτὼν οὖν τῆς θαυμαστῆς ταύτης ἐλπίδος οὐκ οἶδ' ὅ τι καὶ δράσαιμι. εἰ γὰρ ὁ τρέφων δεῖται τοῦ θρέψοντος, τί ἂν εἴη ὁ τρέφεσθαι ὀφείλων; λιμώττοντα δὲ λιμώττοντι συνεῖναι διπλοῦν τὸ βλάβος.
[39]
[1] Παρέκειτο μὲν ἡμῖν ὁ Γέλωνος τοῦ Σικελιώτου πλακοῦς ἐπώνυμος. ἐγὼ δὲ καὶ τῇ θέᾳ μόνον πρὸς τὰς καταπόσεις εὐτρεπιζόμενος εὐφραινόμην· μέλλησις δὲ ἦν πολλή, περιστεφόντων τραγημάτων τὰ πέμματα· ἦν δὲ ὁ καρπὸς τῆς πιστάκης καὶ βάλανοι φοινίκων καὶ κάρυα τῶν ἐλύτρων ἐξῃρημένα. ἐγὼ δὲ πρὸς ταῦτα ἕκαστα ἐχθρὰ βλέπων ἀνέμενον ἐπαφήσειν [2] ἐμαυτὸν ἐγχανὼν τῷ πλακοῦντι. οἱ δὲ καὶ τὸ ἐντραγεῖν ἐπὶ μήκιστον ἐξέτεινον καὶ ‹τῆς› κύλικος συνεχῶς περισοβουμένης διατριβὰς καὶ μελλησμοὺς ἐνεποίουν, καὶ ὥσπερ ἐκ συνθήματος τὴν ἐμὴν ἀναρτῶντες ἐπιθυμίαν ὁ μέν τις κάρφος λαβὼν ἐξεκάθαιρε τὰ ἐνιζάνοντα τῶν βρωμάτων τοῖς ὀδοῦσιν ἰνώδη, ὁ δὲ ὑπτιάσας ἑαυτὸν οἷος ἦν ὕπνῳ κατέχεσθαι μᾶλλον ἢ τῆς τραπέζης φροντίζειν· εἶτα ἄλλος ἄλλα διελέγετο, καὶ πάντα μᾶλλον ἐπράττετο ἢ ὁ ἡδὺς ἐκεῖνος καὶ ποθητὸς ἐμοὶ [3] πλακοῦς εἰς ἀπόλαυσιν ἤγετο. τέλος, οἷα εἰκός, οἱ θεοὶ κατοικτείραντες τὸ κατάξηρον τῆς ἐμῆς ἐπιθυμίας μόλις ποτὲ ἱμείροντά με τοῦ πλακοῦντος ἀπογεύσασθαι παρεσκεύασαν. ταῦτά σοι γράφω οὐ τοσοῦτον ἐπὶ τοῖς ἡδέσιν ἡσθείς, ὅσον ἐπὶ τῇ παρολκῇ τῆς βραδυτῆτος ἐκτακείς.
[40]
[1] Οὐπώποτε ἐγὼ κατὰ τὴν Ἀττικὴν ὑπέμεινα τοιοῦτον χειμῶνα. οὐ γὰρ μόνον ἐκ παραλλήλου φυσῶντες, μᾶλλον δὲ σύρδην φερόμενοι κατεκτύπουν ἡμῶν οἱ ἄνεμοι, ἀλλ' ἤδη καὶ χιὼν πυκνὴ καὶ ἐπάλληλος φερομένη πρῶτον μὲν τοὔδαφος ἐκάλυπτεν, ἔπειτα οὐκ ἐπιπολῆς ἀλλ' εἰς ὕψος ᾔρετο τῆς νιφάδος χύμα πάμπολυ, ὡς ἀγαπητὸν εἶναι τὸ θύριον ἀνοίξαντα τῆς [2] οἰκίας τὸν στενωπὸν ἰδεῖν. ἐμοὶ δὲ οὔτε ξύλον οὔτε ἄ[ς]βολος παρῆν. πῶς γὰρ ἢ πόθεν; ὁ κρυμὸς δὲ εἰσεδύετο μέχρι μυελῶν αὐτῶν καὶ ὀστέων. ἐβουλευσάμην οὖν Ὀδύσσειον βούλευμα δραμεῖν εἰς τὰς θόλους [ἢ τὰς καμίνους] τῶν βαλανείων. ἀλλ' οὐδὲ ἐκεῖσε συνεχώρουν οἱ τῶν ὁμοτέχνων περὶ ταῦτα ἀλινδούμενοι· καὶ γὰρ [3] αὐτοὺς ἡ παραπλησία θεὸς ἠνώχλει Πενία. ὡς οὖν ᾐσθόμην οὐκ εἶναί μοι εἰς ταύτας εἰσιτητόν, δραμὼν ἐπὶ τὸ Θρασύλ‹λ›ου βαλανεῖον [ἰδιωτικῆς οἰκίας], εὗρον τοῦτο κενόν, καὶ καταβαλὼν ὀβολοὺς δύο καὶ τὸν βαλανέα τούτοις ἵλεων καταστήσας, ἐθερόμην ἄχρις οὗ τὸν νιφετὸν ἡ πηγυλὶς διεδέξατο, καὶ ὑπὸ τοῦ κρύους τοῦ μεταξὺ διεροῦ παγέντος πρὸς ἀλλήλους ἐδέδεντο οἱ λίθοι. μετὰ δὲ τὸ ἀποβράσαι τὸ δριμὺ προσηνὴς ὁ ἥλιος ἐλευθέραν μοι τὴν πρόοδον καὶ περιπάτους ἀνειμένους ἀπέφηνεν.
[41]
[1] Ἐξώλεις ἀπόλοιντο οἱ Κλεισθένεις καὶ οἱ Δράκον‹τες› ..........
[42]
[1] Ὑβρίζεσθαι πρὸς τοῦ τρέφοντος, εἰ καὶ ἀνόσιον, φορητόν, ἅπαξ ἐκδόμενον τὸ σῶμα τοῖς προπηλακίζειν ἐθέλουσιν ἕνεκα τῆς ἀθεμίτου γαστρός· τὸ δὲ καὶ ὑπὸ τῶν συμπαρόντων, πολλῷ βαρύτερον· τὸ δὲ μὴ μόνον ὑπὸ τούτων ἀλλὰ καὶ ὑπὸ τῶν ἰταμωτέρων οἰκετῶν, ἔτι [2] χαλεπώτερον. εἰ δὲ προσθείην καὶ τὰς θεραπαινίδας κιχλιζούσας καὶ μωκωμένας καὶ γέλωτα τὴν ἡμετέραν ἀτυχίαν ποιουμένας, τότε σχέτλια καθ' Ὅμηρον ἀποδυσπετῶ. τοῦτο γὰρ Αὐτόχθονος ἤκουσα τοῦ γραμματικοῦ ποτε καὶ μνήμῃ συνέχω 'Ζεῦ πάτερ· οὔτις [3] σεῖο θεῶν ὀλοώτερος ἄλλος'. ὀλέθριοι γὰρ ἀληθῶς οἱ δαίμονες οἱ ταῦτα ἐφ' ἡμῖν πρυτανεύοντες, ἵν' ἐγὼ μὲν ὑπομένω κινδύνους ἀλγεινούς, γέλωτος δὲ ὑπόθεσις ‹ᾖ› τοῖς χειρίστοις τἀμά.
[1]
[1] ... μὴ δείσῃς· ἐξείργασαι γὰρ πάγκαλόν τι χρῆμα, οἷον ἤδη τίς σοι τῶν πώποτε .......... οὐδεὶς τῶν κατὰ χειρῶν πονηθέντων, τὴν σεαυτοῦ ἑταίραν ἱδρύσας ἐν τεμένει. μέση γὰρ ἕστηκα [ἐπὶ] τῆς ‹σῆς› Ἀφροδίτης καὶ τοῦ Ἔρωτος ἅμα τοῦ σοῦ. μὴ φθονήσῃς δέ μοι τῆς τιμῆς· οἱ γὰρ ἡμᾶς θεασάμενοι ἐπαινοῦσι Πραξιτέλη, καὶ ὅτι τῆς σῆς τέχνης γέγονα οὐκ ἀδοξοῦσί με Θεσπιεῖς μέσην κεῖσθαι θεῶν. ἓν ἔτι τῇ δωρεᾷ λείπει, ἐλθεῖν σε πρὸς ἡμᾶς, ἵνα ἐν τῷ τεμένει μετ' ἀλλήλων κατακλινῶμεν. οὐ μιανοῦμεν γὰρ τοὺς θεοὺς οὓς αὐτοὶ πεποιήκαμεν. ἔρρωσο.
[2]
[1] Ὁ Μένανδρος ἡμῖν ἐπὶ τὴν τῶν Ἰσθμίων θέαν εἰς τὴν Κόρινθον ἐλθεῖν βεβούληται· ἐμοὶ μὲν οὐ κατὰ νοῦν· οἶδα[ς] γὰρ οἷόν ἐστιν ἐραστοῦ τοιούτου καὶ βραχὺν ἐστερῆσθαι χρόνον· ἀποτρέπειν δ' οὐκ ἐνῆν μὴ [2] πολλάκις ἀποδημεῖν εἰωθότα. οὐδ' ὅπως αὐτὸν παρεγγυήσω μέλλοντα ἐπιδημεῖν ἔχω, οὐδ' ὅπως μή. βούλομαι μὲν αὐτὸν σπουδασθῆναι ὑπὸ σοῦ, κἀμοί τινα φέρειν φιλοτιμίαν τοῦτο λογίζομαι· οἶδε γὰρ τὴν οὖσαν [3] ἡμῖν ἑταιρίαν πρὸς ἀλλήλας· δέδοικα δέ, ὦ φιλτάτη, οὐ ‹σὲ› τοσοῦτον ‑ χρηστοτέρῳ γὰρ ἤθει κέχρησαι τοῦ βίου ‑ ὅσον αὐτὸν ἐκεῖνον. ἐρωτικὸς γάρ ἐστι δαιμονίως, καὶ Βακχίδος οὐδ' ἂν τῶν σκυθρωποτάτων [4] τις ἀπόσχοιτο. τὸ μὲν γὰρ δοκεῖν αὐτὸν οὐκ ἔλαττον τοῦ σοὶ ἐντυχεῖν ἢ τῶν Ἰσθμίων ἕνεκεν τὴν ἀποδήμησιν πεποιῆσθαι, οὐ πάνυ πείθομαι. ἴσως αἰτιάσῃ με τῆς ὑποψίας. συγγίνωσκε δὲ ταῖς ἑταιρικαῖς, ὦ φιλτάτη, ζηλοτυπίαις. ἐγὼ δ' οὐ παρὰ μικρὸν ἂν [5] ἡγοίμην Μενάνδρου διαμαρτεῖν ἐραστοῦ. ἄλλως τε κἄν μοι κνισμός τις πρὸς αὐτὸν ἢ διαφορὰ γένηται, δεήσει με ἐπὶ τῆς σκηνῆς ὑπὸ Χρέμητός τινος ἢ Φ‹ε›ιδύλου πικρῶς λοιδορεῖσθαι. ἐὰν δ' ἐπανέλθῃ μοι οἷος ᾤχετο, πολλὴν εἴσομαί σοι χάριν. ἔρρωσο.
[3]
[1] Πᾶσαί σοι ἴσμεν αἱ ἑταῖραι χάριν καὶ ἑκάστη γε ἡμῶν οὐχ ἧττον ἢ Φρύνη. ὁ μὲν γὰρ ἀγὼν μόνης Φρύνης, ὃν ὁ παμπόνηρος Εὐθίας ἐπανείλετο, ὁ δὲ κίνδυνος ἁπασῶν. εἰ γὰρ αἰτοῦσαι παρὰ τῶν ἐραστῶν ἀργύριον οὐ τυγχάνομεν ἢ τοῖς διδοῦσιν [αἱ] τυγχάνουσαι ἀσεβείας κριθησόμεθα, πεπαῦσθαι κρεῖττον ἡμῖν τοῦ βίου τούτου καὶ μηκέτι ἔχειν πράγματα μηδὲ τοῖς [2] ὁμιλοῦσι παρέχειν. νῦν δ' οὐκέτι τὸ ἑταιρεῖν αἰτιασόμεθα ὅτι πονηρὸς Εὐθίας ἐραστὴς εὑρέθη, ἀλλ' ὅτι ἐπιεικὴς Ὑπερ‹ε›ίδης ζηλώσομεν. πολλὰ τοίνυν ‹κ›ἀγαθὰ [3] γένοιτό σοι τῆς φιλανθρωπίας. καὶ γὰρ ἑταίραν χρηστὴν σεαυτῷ περιεσώσω, καὶ ἡμᾶς ἀμειψομένας σε ἀντ' ἐκείνης παρεσκεύασας. εἰ δὲ δὴ καὶ τὸν λόγον γράψαις τὸν ὑπὲρ τῆς Φρύνης, τότε ἂν ὡς ἀληθῶς χρυσοῦν αἱ ἑταῖραί ‹σε› στήσαιμεν ὅπῃ ποτὲ βούλει τῆς Ἑλλάδος.
[4]
[1] Οὐ τοσοῦτόν σοι τοῦ κινδύνου συνηχθέσθην, φιλτάτη, ὅσον ὅτι πονηροῦ μὲν ἀπηλλάγης ἐραστοῦ χρηστὸν δὲ εὗρες [Ὑπερίδην], συνήσθην. τὴν γὰρ δίκην σοι καὶ πρὸς εὐτυχίαν γεγονέναι νομίζω. διαβόητον γάρ σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον, ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι [2] ἁπάσῃ ὁ ἀγὼν ἐκεῖνος πεποίηκεν. Εὐθίας μὲν οὖν ἱκανὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερούμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινηθεὶς διὰ τὴν ἔμφυτον ἀμαθίαν ὑπερᾶραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας. καὶ νῦν ἐκεῖνον ἐρῶντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερ‹ε›ίδην.
[3] ὁ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δῆλός ἐστι σπουδάζεσθαι βουλόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν, ὁ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δὴ πάλιν ἀπ' αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολὺ [4] χρυσίον. μὴ δὴ καταδιαιτήσῃς ἡμῶν, ὦ φιλτάτη, τῶν ἑταιρῶν, μηδ' Ὑπερ‹ε›ίδην κακῶς δόξαι βεβουλεῦσθαι ποιήσῃς τὰς Εὐθίου ἱκεσίας προσιεμένη, μηδὲ τοῖς λέγουσί σοι ὅτι, εἰ μὴ τὸν χιτωνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας, οὐδὲν ‹ἂν› ὁ ῥήτωρ ὠφέλει, πείθου. καὶ γὰρ αὐτὸ τοῦτο ἵνα ἐν καιρῷ γένηταί σοι ἡ ἐκείνου παρέσχε συνηγορία.
[5]
[1] Μὴ δὴ κρείττονος εἴη σοι τυχεῖν ἐραστοῦ, δέσποινα Ἀφροδίτη, ἀλλ' Εὐθίας σοι ὃν νῦν περιέπεις συγκαταβιῴη. τάλαινα γυνὴ τῆς ἀνοίας, ἥτις τῷ τοιούτῳ θηρίῳ [2] προσέφθαρσαι. πλὴν ἴσως τῷ κάλλει πεπίστευκας· Μυρρίνην γὰρ στέρξει δῆλον ὅτι Φρύνην ὑπεριδών. ἀλλ' ἔοικας κνίσαι τὸν Ὑπερ‹ε›ίδην βεβουλῆσθαι ὡς ἔλαττόν σοι νῦν προσέχοντα. κἀκεῖνος ἑταίραν ἔχει [3] ἀξίαν ἑαυτοῦ καὶ σὺ ἐραστὴν σοὶ πρέποντα. αἴτησόν τι παρ' αὐτοῦ, καὶ ὄψει σεαυτὴν ἢ τὰ νεώρια ἐμπεπρηκυῖαν ἢ τοὺς νόμους καταλύουσαν. ἴσθι γοῦν ὅτι παρὰ πάσαις ἡμῖν ταῖς τὴν φιλανθρωποτέραν Ἀφροδίτην προτιμώσαις μεμίσησαι.
[6]
[1] Οὐκ ἄν ποτ' ᾠήθην ἐκ τοσαύτης συνηθείας ἔσεσθαί μοί τινα πρὸς Εὐξίππην διαφοράν. καὶ τὰ μὲν ἄλλα ἐν οἷς αὐτῇ χρησίμη γέγονα ὑπὸ τὸν ἀπὸ τῆς Σάμου κατάπλουν, οὐκ ὀνειδίζω· ἀλλὰ Παμφίλου, γινώσκεις τοῦτο καὶ σύ, ὅσον ἡμῖν διδόντος ἀργύριον, ὅτι ταύτῃ ποτὲ ἐντυγχάνειν ἐδόκει, τὸ μειράκιον οὐ προσιέμην.
[2] ἡ δὲ καλῶς ἡμᾶς ἀντὶ τούτων ἠμείψατο τῇ κακίστ' ἀπολουμένῃ Μεγάρᾳ χαρίζεσθαι θέλουσα. πρὸς ἐκείνην δ' ἦν τις παλαιά μοι διὰ Στράτωνα ὑπόνοια· [ἀλλὰ] ταύτην μὲν ‹οὖν› οὐδὲν ᾤμην ποιεῖν παράλογον [3] κακῶς λέγουσάν με. Ἁλῷα δ' ἦν, κἀπὶ τὴν παννυχίδα πᾶσαι, ὥσπερ ἦν εἰκός, παρῆμεν. ἐθαύμαζον δὲ τῆς Εὐξίππης τὴν ἀγερωχίαν· τὸ μὲν γὰρ πρῶτον κιχλίζουσα μετ' ἐκείνης καὶ μωκωμένη τὴν δυσμένειαν ἐνεδείκνυτο, εἶτα φανερῶς ποιημάτια ᾖδεν εἰς τὸν οὐκέθ' ἡμῖν [4] προσέχοντα ἐραστήν. κἀπὶ τούτοις μὲν ἧττον ἤλγουν· ἀπαναισχυντήσασα δὲ εἰς τὸ φῦκός με καὶ τὸν παιδέρωτα ἔσκωπτεν. ἐδόκει δέ μοι πάνυ κακῶς πράττειν ὡς μηδὲ κάτοπτρον κεκτῆσθαι· εἰ γὰρ εἶδεν ἑαυτὴν χρῶμα σανδαράχης ἔχουσαν, οὐκ ἂν ἡμᾶς εἰς ἀμορφίαν [5] ἐβλασφήμει. ἐμοὶ μὲν οὖν βραχὺ μέλει περὶ τούτων· ἀρέσκειν γὰρ τοῖς ἐρασταῖς, οὐχὶ Μεγάρᾳ καὶ Εὐξίππῃ βούλομαι ταῖς πιθήκοις. δεδήλωκα δέ σοι ἵνα μή μέ τι μέμψῃ. ἀμυνοῦμαι γὰρ αὐτὰς οὐκ ἐν σκώμμασιν οὐδὲ βλασφημίαις, ἀλλ' ἐν οἷς μάλιστα ἀνιάσονται. προσκυνῶ δὲ τὴν Νέμεσιν.
[7]
[1] Ἐξ οὗ φιλοσοφεῖν ἐπενόησας, σεμνός τις ἐγένου καὶ τὰς ὀφρῦς ὑπὲρ τοὺς κροτάφους ἐπῆρας. εἶτα σχῆμα ἔχων καὶ βιβλίδιον μετὰ χεῖρας εἰς τὴν Ἀκαδήμ‹ε›ιαν σοβεῖς, τὴν δὲ ἡμετέραν οἰκίαν ὡς οὐδὲ ἰδὼν [2] πρότερον παρέρχῃ. ἐμάνης Εὐθύδημε, ‹ἢ› οὐκ οἶδας οἷός ἐστιν ὁ σοφιστὴς οὗτος ὁ ἐσκυθρωπακὼς καὶ τοὺς θαυμαστοὺς τούτους διεξιὼν πρὸς ὑμᾶς λόγους. ἀλλ' ἐμοὶ μὲν πράγματα πόσος ἐστὶν οἴει χρόνος ἐξ οὗ [3] παρέχει βουλόμενος ἐντυχεῖν; προσφθείρεται δὲ Ἑρπυλ‹λ›ίδι τῇ Μεγάρας ἅβρᾳ. τότε μὲν οὖν αὐτὸν οὐ προσιέμην, σὲ γὰρ περιβάλλουσα κοιμᾶσθαι μᾶλλον ἐβουλόμην ἢ τὸ παρὰ πάντων σοφιστῶν χρυσίον ‹ἔχειν›. ἐπεὶ δέ σε ἀποτρέπειν ἔοικε τῆς μεθ' ἡμῶν συνηθείας, ὑποδέξομαι αὐτὸν καί, εἰ βούλει, τὸν διδάσκαλον τουτονὶ τὸν μισογύναιον ἐπιδείξω σοι νυκτὸς οὐκ ἀρκούμενον [4] ταῖς συνήθεσιν ἡδοναῖς. λῆρος ταῦτά ἐστι καὶ τῦφος καὶ ἐργολάβεια μειρακίων, ὦ ἀνόητε. οἴει δὲ διαφέρειν ἑταίρας σοφιστήν; τοσοῦτον ἴσως ὅσον οὐ διὰ τῶν αὐτῶν ἑκάτεροι πείθουσιν, ἐπεὶ ἕν γε ἀμφοτέροις τέλος πρόκειται τὸ λαβεῖν. πόσῳ δὲ ἀμείνους ἡμεῖς καὶ εὐσεβέστεραι· οὐ λέγομεν θεοὺς οὐκ εἶναι, ἀλλὰ πιστεύομεν ὀμνύουσι τοῖς ἐρασταῖς ὅτι φιλοῦσιν [5] ἡμᾶς· οὐδ' ἀξιοῦμεν ἀδελφαῖς καὶ μητράσι μίγνυσθαι τοὺς ἄνδρας, ἀλλ' οὐδὲ γυναιξὶν ἀλλοτρίαις. εἰ μὴ ὅτι τὰς νεφέλας ὁπόθεν εἶεν καὶ τὰς ἀτόμους ὁποῖαι ἀγνοοῦμεν, διὰ τοῦτο ἥττους δοκοῦμέν σοι τῶν σοφιστῶν. καὶ αὐτὴ παρὰ τούτοις ἐσχόλακα καὶ πολλοῖς [6] διείλεγμαι. οὐδὲ εἷς ἑταίρᾳ ὁμιλῶν τυραννίδας ὀνειροπολεῖ καὶ στασιάζει τὰ κοινά, ἀλλὰ σπάσας τὸν ἑωθινὸν καὶ μεθυσθεὶς εἰς ὥραν τρίτην ἢ τετάρτην ἠρεμεῖ. παιδεύομεν δὲ οὐ χεῖρον ἡμεῖς τοὺς νέους.
[7] ἐπεὶ σύγκρινον, εἰ βούλει, Ἀσπασίαν τὴν ἑταίραν καὶ Σωκράτην τὸν σοφιστήν, καὶ πότερος ἀμείνους αὐτῶν ἐπαίδευσεν ἄνδρας λόγισαι· τῆς μὲν γὰρ ὄψει μαθητὴν [8] Περικλέα, τοῦ δὲ Κριτίαν. κατάβαλλε τὴν μωρίαν ταύτην καὶ ἀηδίαν, ὁ ἐμὸς ἔρως Εὐθύδημε ‑ οὐ πρέπει σκυθρωποῖς εἶναι τοιούτοις ὄμμασι ‑ καὶ πρὸς τὴν ἐρωμένην ἧκε τὴν ἑαυτοῦ οἷος ἐπανελθὼν ἀπὸ ‹τοῦ› Λυκείου πολλάκις τὸν ἱδρῶτα ἀποψώμενος, ἵνα μικρὰ κραιπαλήσαντες ἐπιδειξώμεθα ἀλλήλοις τὸ καλὸν τέλος τῆς ἡδονῆς. καὶ σοὶ νῦν μάλιστα φανοῦμαι σοφή. οὐ μακρὸν δίδωσιν ὁ δαίμων χρόνον τοῦ ζῆν· μὴ λάθῃς τοῦτον εἰς αἰνίγματα καὶ λήρους ἀναλώσας. ἔρρωσο.
[8]
[1] Εἰ μὲν ἡδονήν σοί τινα φέρειν ἢ φιλοτιμίαν πρός τινας τῶν διαλεγομένων οἴει τὸ πολλάκις ἡμᾶς ἐπὶ τὰς θύρας φοιτᾶν καὶ τοῖς πεμπομένοις πρὸς τοὺς εὐτυχεστέρους ἡμῶν θεραπαινιδίοις ἀποδύρεσθαι, οὐκ ἀλόγως ἡμῖν ἐντρυφᾷς. ἴσθι μέντοι, καίτοι ποιῶν οἶδα πρᾶγμα ἀσύμφορον ἐμαυτῷ, οὕτω με διακείμενον ὡς ὀλίγοι τῶν ἐντυγχανόντων σοι νῦν ἀμεληθέντες ἂν [2] διατεθεῖεν. καίτοι γε ᾤμην τὸν ἄκρατον ἔσεσθαί μοι παρηγόρημα, ὃν παρ' Εὐφρονίῳ τρίτην ἑσπέραν πολύν τινα ἐνεφορησάμην, ὡς δὴ τὰς παρὰ τὴν νύκτα φροντίδας διωσόμενος· τὸ δὲ ἄρα ἐναντίως ἔσχεν. ἀνερρίπισε γάρ μου τὴν ἐπιθυμίαν ὥστε κλαίοντά με καὶ βρυχώμενον ἐλεεῖσθαι μὲν παρὰ τοῖς ἐπιεικεστέροις, [3] γέλωτα δὲ τοῖς ἄλλοις παρέχειν. μικρὰ δ' ἔτι ἐστί μοι παραψυχὴ καὶ μαραινόμενον ἤδη παραμύθιον ......, ὅν μοι ὑπὸ τὴν λυπρὰν ‹ἐν› τῷ συμποσίῳ μέμψιν προσέρριψας ἀπ' αὐτῶν περισπάσασα τῶν πλοκάμων, ὡς δὴ πᾶσι τοῖς ὑφ' ἡμῶν πεμφθεῖσιν ἀχθομένη. εἰ δή σοι ταῦτα ἡδονὴν φέρει, ἀπόλαυε τῆς ἡμετέρας μερίμνης, κἂν ᾖ σοι φίλον διηγοῦ τοῖς νῦν μὲν μακαριωτέροις ἡμῶν, οὐκ εἰς μακρὰν δέ, ἄνπερ ὡς ἡμεῖς [4] ἔχωσιν, ἀνιασομένοις. εὔχου μέντοι μηδέν σοι νεμεσῆσαι ταύτης τῆς ὑπεροψίας τὴν Ἀφροδίτην. ἕτερος ἂν λοιδορούμενος ἔγραφε καὶ ἀπειλῶν, ἀλλ' ἐγὼ δεόμενος καὶ ἀντιβολῶν· ἐρῶ γάρ, ὦ Πετάλη, κακῶς. φοβοῦμαι δέ, μὴ κάκιον ἔχων μιμήσωμαί τινα τῶν περὶ τὰς ἐρωτικὰς μέμψεις ἀτυχεστέρων.
[9]
[1] Ἐβουλόμην μὲν ὑπὸ δακρύων οἰκίαν ἑταίρας τρέφεσθαι· λαμπρῶς γὰρ ἂν ἔπραττον ἀφθόνων τούτων ἀπολαύουσα παρὰ σοῦ· νῦν δὲ δεῖ χρυσίου ἡμῖν, ἱματίων, κόσμου, θεραπαινιδίων. ἡ τοῦ βίου διοίκησις [2] ἅπασα ἐντεῦθεν. οὐκ ἔστιν ἐν Μυρρινοῦντι πατρῷον ἐμοὶ κτημάτιον, οὐδ' ἐν τοῖς ἀργυρείοις ἐμοὶ μέταλλον, ἀλλὰ μισθωμάτια καὶ αἱ δυστυχεῖς αὗται καὶ κατεστεναγμέναι τῶν ἀνοήτων ἐραστῶν χάριτες. σοὶ δὲ ἐνιαυτὸν ἐντυγχάνουσα ἀδημονῶ, καὶ αὐχμηρὰν μὲν ἔχω τὴν κεφαλὴν μηδὲ ἰδοῦσα τὸν χρόνον τοῦτον μύρον, τὰ δὲ ἀρχαῖα καὶ τρύχινα περιβαλλομένη ταραντινίδια αἰσχύνομαι τὰς φίλας, οὕτως ἀγαθόν τί μοι γένοιτο.
[3] εἶτα οἴει μέ σοι παρακαθημένην πόθεν ζήσειν; ἀλλὰ δακρύεις· πεπαύσῃ μετὰ μικρόν. ἐγὼ δὲ ἂν μὴ [τις] ὁ διδοὺς ᾖ, πεινήσω τὸ καλόν. θαυμάζω δέ σου καὶ τὰ δάκρυα ὥς ἐστιν ἀπίθανα. δέσποινα Ἀφροδίτη, φιλεῖν, ἄνθρωπε, φής, καὶ βούλει σοι τὴν ἐρωμένην [4] διαλέγεσθαι· ζῆν γὰρ χωρὶς ἐκείνης μὴ δύνασθαι. τί οὖν; οὐ ποτήριά ἐστιν ἐπὶ τῆς οἰκίας ὑμῖν; ....... μὴ χρυσία τῆς μητρός, μὴ δάνεια τοῦ πατρὸς κομιούμενος. μακαρία Φιλῶτις· [τοῖς] εὐμενεστέροις ὄμμασιν εἶδον ἐκείνην αἱ Χάριτες· οἷον ἐραστὴν ἔχει Μενεκλείδην, ὃς [5] καθ' ἡμέραν δίδωσί τι. ἄμεινον γὰρ ἢ κλάειν. ἐγὼ δὲ ἡ τάλαινα θρηνῳδόν, οὐκ ἐραστὴν ἔχω· στεφάνιά μοι καὶ ῥόδα ὥσπερ ἀώρῳ τάφῳ πέμπει καὶ κλάειν δι' ὅλης φησὶ τῆς νυκτός. ἐὰν φέρῃς τι, ἧκε μὴ κλάων, εἰ δὲ μή, σεαυτὸν οὐχ ἡμᾶς ἀνιάσεις.
[10]
[1] Οὐ προσέχει μοὶ τὸν νοῦν ὁ Δ[ι]ίφιλος, ἀλλ' ἅπας ἐπὶ τὴν ἀκάθαρτον Θεττάλην νένευκε· καὶ μέχρι μὲν τῶν Ἀδωνίων καὶ ἐπίκωμός ποτε πρὸς ἡμᾶς καὶ κοιμησόμενος ἐφοίτα, ἤδη μέντοι ὡς ἄν τις ἀκκιζόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν καὶ τά γε πλεῖστα ὑπὸ τοῦ Ἕλικος, ὁπότε μεθυσθείη, ὁδηγούμενος· ἐκεῖνος γὰρ τῆς Ἑρπυλλίδος ἐρῶν τὴν παρ' ἡμῖν ἠγάπα σχολήν· [2] νῦν μέντοι δῆλός ἐστι μηδ' ὅλως ἡμῖν ἐντευξόμενος· τέσσαρας γὰρ [Λύσιδος] ἑξῆς ἡμέρας ἐν τῷ Λύσιδος κήπῳ μετὰ Θεττάλης καὶ τοῦ κάκιστ' ἀπολουμένου Στρογγυλίωνος, ὃς ταύτην αὐτῷ προὐμνηστεύσατο τὴν ἐρωμένην ἐμοί τι προσκρούσας, κραιπαλᾷ. γραμματίδια μὲν οὖν καὶ θεραπαινίδων διαδρομαὶ καὶ ὅσα τοιαῦτα μάτην διήνυσται, καὶ οὐδὲν ἐξ αὐτῶν ὄφελος. δοκεῖ δέ μοι μᾶλλον ὑπὸ τούτων τετυφῶσθαι καὶ ὑπερεντρυφᾶν [3] ἡμῖν. λοιπὸν οὖν ἀποκλείειν, κἂν ἔλθῃ ποτὲ πρὸς ἡμᾶς κοιμη[θη]σόμενος, εἰ δὴ κνίσαι ποτὲ ἐκείνην βουληθείη, διώσασθαι· εἴωθε γὰρ ἡ βαρύτης τῷ ἀμελεῖσθαι καταβάλλεσθαι. εἰ δὲ μηδ' οὕτως ἀνύοιμεν, θερμοτέρου τινὸς ἡμῖν ὥσπερ τοῖς σφόδρα κάμνουσι φαρμάκου δεῖ. δεινὸν γὰρ οὐ τοῦτο μόνον εἰ τῶν παρ' αὐτοῦ μισθωμάτων στερησόμεθα, ἀλλ' εἰ Θεττάλῃ [4] γέλωτα παρέξομεν. ἔστι σοι πειραθέν, ὡς φής, πολλάκις ἐφ' ἡλικίας φίλτρον. τοιούτου τινὸς βοηθήματος δεόμεθα, ὃ τὸν πολὺν αὐτοῦ τῦφον, ἀλλ' οὖν καὶ τὴν κραιπάλην ἐκκορήσει[εν]. ἐπικηρυκευσόμεθα δὴ αὐτῷ καὶ δακρύσομεν πιθανῶς, καὶ τὴν Νέμεσιν δεῖν αὐτὸν ὁρᾶν εἰ οὕτως ἐμὲ περιόψεται ἐρῶσαν αὐτοῦ, καὶ τοιαῦτα [5] ἄλλα ἐροῦμεν καὶ πλασόμεθα. ἥξει γὰρ ὡς ἐλεῶν δήπου με καιομένην ἐπ' αὐτῷ· μεμνῆσθαι γὰρ τοῦ παρελθόντος χρόνου καὶ τῆς συνηθείας ἔχειν καλῶς ἐρεῖ, φυσῶν ἑαυτὸν ὁ λάσταυρος. συλλήψεται δὲ ἡμῖν καὶ ὁ Ἕλιξ· ἐπ' ἐκεῖνον γὰρ ἡ Ἑρπυλλὶς ἀποδύσεται. ἀλλ' ἀμφιβάλλειν εἴωθε τὰ φίλτρα καὶ ἀποσκήπτειεν εἰς ὄλεθρον. βραχύ μοι μέλει· δεῖ γὰρ αὐτὸν ἢ ἐμοὶ ζῆν ἢ τεθνάναι Θεττάλῃ.
[11]
[1] Οἴχεται Βακχὶς ἡ καλή, Εὐθύκλεις φίλτατε, οἴχεται, πολλά τέ μοι καταλιποῦσα δάκρυα καὶ ἔρωτος ὅσον ἡδίστου τότε, τοσοῦτον πικροῦ νῦν μνήμην. οὐ γὰρ ἐκλήσομαί ποτε Βακχίδος. οὐχ οὗτος ἔσται ‹ὁ› [2] χρόνος. ὅσην συμπάθειαν ἐνεδείξατο· ἀπολογίαν ἐκείνην καλῶν οὐκ ἄν τις ἁμαρτάνοι τοῦ τῶν ἑταιρῶν βίου. καὶ εἰ συνελθοῦσαι ἅπασαι πανταχόθεν εἰκόνα τινὰ αὐτῆς ἐν Ἀφροδίτης ἢ Χαρίτων θεῖεν, δεξιὸν ἄν [3] τί μοι ποιῆσαι δοκοῦσιν. τὸ γὰρ θρυλούμενον ὑπὸ πάντων, ὡς πονηραί, ὡς ἄπιστοι, ὡς πρὸς τὸ λυσιτελὲς βλέπουσαι μόνον, ὡς ἀεὶ τοῦ διδόντος, ὡς τίνος γὰρ οὐκ αἴτιαι κακοῦ τοῖς ἐντυγχάνουσι, διαβολὴν ἐπέδειξεν ἐφ' ἑαυτῆς ἄδικον· οὕτω πρὸς τὴν κοινὴν [4] βλασφημίαν τῷ ἤθει παρετάξατο. οἶσθα τὸν Μήδειον ἐκεῖνον τὸν ἀπὸ τῆς Συρίας δευρὶ κατάραντα μεθ' ὅσης θεραπείας καὶ παρασκευῆς ἐσόβει, εὐνούχους ὑπισχνούμενος καὶ θεραπαίνας καὶ κόσμον τινὰ βαρβαρικόν· καὶ ὅμως ἥκοντα αὐτὸν οὐ προσίετο, ἀλλ' ὑπὸ τοὐμὸν ἠγάπα κοιμωμένη χλανίσκιον τὸ λιτὸν τοῦτο καὶ δημοτικόν, καὶ τοῖς παρ' ἡμῶν γλίσχρως αὐτῇ πεμπομένοις ἐπανέχουσα τὰς σατραπικὰς ἐκείνας καὶ πολυχρύσους [5] δωρεὰς διωθεῖτο. τί δαί; τὸν Αἰγύπτιον ἔμπορον ὡς ἀπεσκοράκισεν ὅσον ἀργύριον προτείνοντα. οὐδὲν ἐκείνης ἄμεινον εὖ οἶδ' ὅτι γένοιτ' ἄν. [ὡς χρηστὸν ἦθος οὐκ εἰς εὐδαίμονος βίου προαίρεσιν δαίμων τις ὑπήνεγκεν.] εἶτ' οἴχεται ἡμᾶς ἀπολιποῦσα καὶ κείσεται λοιπὸν μόνη ἡ Βακχίς. ὡς ἄδικον, ὦ φίλαι Μοῖραι· ἔδει γὰρ αὐτῇ συγκατακεῖσθαί με [6] καὶ νῦν ὡς τότε. ἀλλ' ἐγὼ μὲν περίειμι καὶ τροφῆς ψαύω καὶ διαλέξομαι τοῖς ἑταίροις, ἡ δὲ οὐκέτι με φαιδροῖς τοῖς ὄμμασιν ὄψεται μειδιῶσα, οὐδὲ ἵλεως καὶ εὐμενὴς διανυκτερεύσει τοῖς ἡδίστοις ἐκείνοις ἀπολαύσμασιν.
[7] ἀρτίως μὲν οἷον ἐφθέγγετο, οἷον ἔβλεπεν, ὅσαι ταῖς ὁμιλίαις αὐτῆς σειρῆνες ἐνίδρυντο, ὡς δὲ ἡδύ τι καὶ ἀκήρατον ἀπὸ τῶν φιλημάτων νέκταρ ἔσταζεν· ἐπ' ἄκροις μοι δοκεῖ τοῖς χείλεσιν αὐτῆς ἐκάθισεν ἡ Πειθώ. ἅπαντα ἐκείνη γε τὸν κεστὸν ὑπέζωστο, ὅλαις [8] ταῖς Χάρισι τὴν Ἀφροδίτην δεξιωσαμένη. ἔρρει τὰ παρὰ τὰς προπόσεις μινυρίσματα, καὶ ἡ τοῖς ἐλεφαντίνοις δακτύλοις κρουομένη λύρα ἔρρει. κεῖται δὲ ἡ πάσαις μέλουσα Χάρισι κωφὴ λίθος καὶ σποδιά. καὶ Μεγάρα μὲν ἡ ἱππόπορνος ζῇ, οὕτω Θεαγένην συλήσασα ἀνηλεῶς, ὡς ἐκ πάνυ λαμπρᾶς οὐσίας τὸν ἄθλιον χλαμύδιον ἁρπάσαντα καὶ πέλτην οἴχεσθαι στρατευσόμενον· Βακχὶς δὲ ἡ τὸν ἐραστὴν φιλοῦσα ἀπέθανε.
[9] ῥάων γέγονα πρὸς σὲ ἀποδυράμενος, Εὐθύκλεις φίλτατε· ἡδὺ γάρ μοί τι δοκεῖ περὶ ἐκείνης καὶ λαλεῖν καὶ γράφειν· οὐδὲν γὰρ ἢ τὸ μεμνῆσθαι καταλέλειπται. ἔρρωσο.
[12]
[1] Εἶδόν σου τὴν νύμφην μυστηρίοις καλὸν περιβεβλημένην θέριστρον· ἐλεῶ σε νὴ τὴν Ἀφροδίτην, ταλαίπωρε, οἷα πάσχεις μετ' ἐκείνης καθεύδων τῆς χελώνης. οἷον τὸ χρῶμα ‹τῆς› γυναικός, αὐτοσανδαράκη· ἡλίκους δὲ καθεῖτο τοὺς πλοκάμους ἡ νύμφη, [2] οὐδὲν ἐοικότας ταῖς ἐπὶ τῆς κορυφῆς θριξίν. ὅσον δὲ κατεπέπλαστο ψιμύθιον· καὶ ἡμᾶς τὰς ἑταίρας λοιδοροῦσιν ὅτι καλλωπιζόμεθα. ἀλλὰ μεγάλην εἶχεν ἅλυσιν ‑ ἀξία γέ ἐστιν ἐν ἁλύσει διατελεῖν πλὴν [3] οὐχὶ χρυσῇ ‑ φάσματος ἔχουσα πρόσωπον. ἡλίκοι δὲ οἱ πόδες, ὡς πλατεῖς, ὡς ἄρ‹ρ›υθμοι. αἰαῖ, γυμνὴν περιλαβεῖν ἐκείνην οἷόν ἐστιν· ἐμοὶ μὲν καὶ βαρύ τι ἐδόκει προσπνεῖν· μετὰ φρύνου καθεύδειν ἂν εἱλόμην, Νέμεσι δέσποινα. ἐμβλέψαι τί μὴ δωρίδι βούλομαι ἢ μετὰ τῆς ἁλύσεως καὶ τῶν περισκελ[λ]ίδων συγκερ ....
[13]
[1] .... ἐραστοῦ χωρίον Νύμφαις θυσίαν λέγουσα ὀφείλειν. εἴκοσιν ἀπέχει τῆς πόλεως στάδια· αὐτὸ δ' ἐστὶ λειμών τις ἢ κῆπος· ὀλίγη δὲ παρὰ τὴν ἔπαυλιν ἀνεῖται σπόριμος, τὰ δὲ λοιπὰ κυπαρίττια καὶ μυρρίναι, [2] ἐρωτικοῦ, φίλη, κτημάτιον ὄντως, οὐ γεωργοῦ. εὐθὺς μὲν ἡ ἄ[μ]φοδος ἡμῶν εἶχέ τινα παιδιάν· τὰ μὲν γὰρ ἀλλήλας ἐσκώπτομεν ἢ τοὺς ἐραστάς, τὰ δ' ὑπὸ τῶν ὑπαντώντων ἐρ‹ρ›ινώμεθα. Νικίας δ' ὁ λάσταυρος οὐκ οἶδα πόθεν ἐπανιών 'ποῦ' φησιν ἡμῖν 'ἀθρόαι; τίνος ἄπιτε καταπιεῖν ἀγρόν; μακάριον ἐκεῖνο τὸ χωρίον [3] ὅποι βαδίζετε, ὅσας ἕξει συκᾶς'. τοῦτον μὲν οὖν Πετάλη ἀπεσόβησε κωμῳδήσασα ἀκολάστως. ἀπέπτυσε γὰρ ἡμᾶς καὶ ἀκαθάρτους εἰπὼν ἀπεφθάρη. ἡμεῖς δὲ πυρακάνθας ἀφαιροῦσαι καὶ κλωνία καὶ ἀνεμώνας συλλέγουσαι παρῆμεν αἰφνιδίως· ἔλαθε δ' ἡμᾶς ἡ ὁδὸς διὰ τὴν παιδιὰν ὡς οὐδ' ‹ἂν› ᾠήθημεν ταχέως ἀνυσθεῖσα.
[4] εὐθὺς δὲ περὶ τὴν θυσίαν ἦμεν. μικρὸν δὲ ἄπωθεν τῶν ἐπαυλίων πέτρα τις ἦν συνηρεφὴς κατὰ κορυφὴν δάφναις καὶ πλατανίστοις, ἑκατέρωθεν δὲ μυρ‹ρ›ίνης εἰσὶ θάμνοι, καί πως ἐξ ἐπιπλοκῆς αὐτὴν περιθεῖ κιττὸς ἐν χρῷ τῇ λίθῳ προσπεφυκώς· ἀπὸ δὲ αὐτῆς ὕδωρ ἀκήρατον ἐστάλαττεν. ὑπὸ δὲ ταῖς ἐξοχαῖς τῶν πετριδίων Νύμφαι τινὲς ἵδρυνται καὶ Πὰν [5] οἷον κατοπτεύων τὰς Ναΐδας ὑπερέκυπτεν· ἀντικρὺ βωμὸν αὐτοσχεδίως ἐνήσαμεν, εἶτα σχιζία καὶ πόπανα ἐπ' αὐτῷ θέμεναι καταρχόμεθα λευκῆς ἀλεκτορίδος, καὶ μελίκρατον ἐπισπείσασαι καὶ λιβανωτὸν ἐπιθυμιάσασαι τῷ πυριδίῳ καὶ προσευξάμεναι πολλὰ μὲν ταῖς Νύμφαις πλείω δὲ ἢ οὐκ ἐλάττω τῇ Ἀφροδίτῃ, ἱκετεύομεν [6] διδόναι τινὰ ἡμῖν ἐρωτικὴν ἄγραν. [τὸ] λοιπὸν εὐτρεπεῖς ἐπὶ τὴν εὐωχίαν ἦμεν. 'Ἴωμεν' ἔφη ἡ Μέλισσα 'οἴκαδε καὶ κατακλινῶμεν'. 'μὴ μὲν οὖν πρός τε τῶν Νυμφῶν καὶ τοῦ Πανός' εἶπον ἐγώ 'τούτου· ὁρᾷς γὰρ ὥς ἐστιν ἐρωτικός· ἡδέως ἂν ἡμᾶς ἐνταῦθα κραιπαλώσας ἴδοι· ἀλλ' ὑπὸ ταῖς μυρρίναις ἢν ἰδοὺ τὸ χωρίον ὡς ἔνδροσόν ἐστιν ἐν κύκλῳ καὶ τρυφεροῖς [7] ἄνθεσι ποικίλον. ἐπὶ ταύτης βουλοίμην ἂν τῆς πόας κατακλιθῆναι ἢ ἐπὶ τῶν ταπητίων ἐκείνων καὶ τῶν μαλθακῶν ὑποστρωμάτων. νὴ Δία, ἀλλὰ ἔχει γέ τι πλέον τῶν ἐν ἄστει τἀνταῦθα συμπόσια, ἔνθα ἀγροῦ [8] ὑπαίθριοι χάριτες'. 'ναὶ ναί, λέγεις καλῶς' ἔφασαν· εὐθὺς οὖν κατακλώμεναι αἱ μὲν σμίλακος αἱ δὲ μυρρίνης κλάδους καὶ τὰ χλανίσκια ἐπιστορέσασαι αὐτοσχεδίως συνερρίψαμεν. ἦν δὲ καὶ τοὔδαφος λωτῷ καὶ τριφύλλῳ μαλθακόν· ἐν μέσῳ κύκλῳ καί τινες ὑάκινθοι [9] καὶ ἄνθεμα διαποίκιλα τὴν ὄψιν ὥρᾳζον· ἐαρινοῖς ἐφιζάνουσαι πετάλοις ἡδὺ καὶ κωτίλον ἀηδόνες ἐψιθύριζον, ἠρέμα δὲ οἱ σταλαγμοὶ καταλειβόμενοι ἀπὸ τῆς οἷον ἱδρούσης σπιλάδος τρυφερόν τινα παρεῖχον ψόφον ἐαρινῷ πρέποντα συμποσίῳ. οἶνος ἦν οὐκ ἐπιχώριος, ἀλλὰ Ἰταλός, οἵου σὺ ἔφης καδίσκους ἓξ [10] Ἐλευσῖνι ἐωνῆσθαι, σφόδρα ἡδὺς καὶ ἄφθονος· ᾠά τε τὰ τρέμοντα ταῦτα ὥσπερ αἱ πυγαί, καὶ χιμαιρίδος ἁπαλῆς τεμάχη καὶ ἀλεκτορίδες οἰκουροί· εἶτα γαλάκτια ποικίλα, τὰ μὲν μελίπηκτα τὰ δ' ἀπὸ ταγήνου ‑ πυτίας μοι δοκεῖ καλοῦσιν αὐτὰ καὶ σκώληκας [τὰ πεμμάτια] ‑ ὅσα τε ἀγρὸς ἡμῖν ἐαρινῆς ὀπώρας ἐπεδαψιλεύετο.
[11] μετὰ δὲ τοῦτο συνεχῶς περιεσόβουν αἱ κύλικες· καὶ προπιεῖν μέτρον ἦν ‹πλὴν› τρεῖς φιλοτησίας οὐ τὸ ποσόν. ἐπιεικῶς δέ πως τὰ μὴ προσηναγκασμένα τῶν συμποσίων τῷ συνεχεῖ τὸ πλεῖον ἀναλαμβάνει· ὑπεψεκάζομεν ‹οὖν› μικροῖς τισι κυ‹μ›βίοις ἀλλεπαλλήλοις. καὶ παρῆν Κρου[ς]μάτιον ἡ Μεγάρας καταυλοῦσα, ἡ δὲ Σιμμίχη ἐρωτικὰ μέλη πρὸς τὴν ἁρμονίαν [12] ᾖδεν. ἔχαιρον αἱ ἐπὶ τῆς πίδακος Νύμφαι. ἡνίκα δὲ ἀναστᾶσα κατωρχήσατο καὶ τὴν ὀσφῦν ἀνεκίνησεν ἡ Πλαγγών, ὀλίγου ὁ Πὰν ἐδέησεν ἀπὸ τῆς πέτρας ἐπὶ τὴν πυγὴν αὐτῆς ἐξάλλεσθαι. αὐτίκα δὲ ἡμᾶς [ἔνδον] ἐδόνησεν ἡ μουσικὴ καὶ ὑποβεβρεγμένον εἴχομεν [13] τὸν νοῦν· οἶδας ὅ τι λέγω. τὰς τῶν ἐραστῶν χεῖρας ἐμαλάττομεν τοὺς δακτύλους ἐκ τῶν ἁρμῶν ἠρέμα πως χαλῶσαι, καὶ πρὸς Διονύσῳ ἐπαίζομεν· καί τις ἐφίλησεν ὑπτιάσασα καὶ μασταρίων ἐφῆκεν ἅψασθαι, καὶ οἷον ἀποστραφεῖσα ἀτεχνῶς τοῖς βουβῶσι τὸ κατόπιν [14] τῆς ὀσφύος προσαπέθλιβε. διανίστατο δὲ ἤδη ἡμῶν μὲν τῶν γυναικῶν τὰ πάθη, τῶν ἀνδρῶν δὲ ἐκεῖνα· ὑπεκδυόμεναι δ' οὖν μικρὸν ἄπωθεν συνηρεφῆ τινα λόχμην εὕρομεν, ἀρκοῦντα τῇ τότε κραιπάλῃ θάλαμον. ἐνταῦθα διανεπαυόμεθα τοῦ πότου καὶ τοῖς [15] κοιτωνίσκοις ἀπιθάνως εἰσεπαίομεν· κἄπειτα ἡ μὲν κλωνία μυρρίνης συνέδει ὥσπερ στέφανον ἑαυτῇ πλέκουσα καὶ 'εἰ πρέπει μοι, φίλη, σκέψαι', ἡ δ' ἴων ἔχουσα κάλυκας ἐπανῄει 'ὡς χρηστὸν ἀποπνεῖ' λέγουσα, ἡ δὲ μῆλα ἄωρα 'ἰδοὺ ταυτί' ἐκ τοῦ κόλπου προφέρουσα ἐπεδείκνυτο, ἡ δὲ ἐμινύριζεν, ἡ δὲ φύλλα ἀπὸ τῶν κλωνίων ἀφαιροῦσα διέτρωγεν ὥσπερ ἀκκιζομένη· καὶ τὸ δὴ γελοιότατον, πᾶσαι γὰρ ἐπὶ ταὐτὸν ἀνιστάμεναι ἀλλήλας λανθάνειν ἐβουλόμεθα· θατέρᾳ δὲ οἱ [16] ἄνθρωποι ὑπὸ τὴν λόχμην παρήρχοντο. οὕτως μικρὰ παρεμπορευσαμέναι‹ς› τῆς ἀφροδίτης πάλιν συνειστήκει πότος· καὶ οὐκέθ' ἡμῖν ἐδόκουν προσβλέπειν ὡς πρότερον αἱ Νύμφαι, ἀλλ' ὁ Πὰν [καὶ ὁ Πρίαπος] ἥδιον. ἐμφαγεῖν δ' ἦν πάλιν ὀρνίθια ταυτὶ τὰ τοῖς δικτύοις ἁλισκόμενα καὶ πέρδικες, καὶ ἐκ τρυγὸς ἥδιστοι βότρυες, καὶ λαγῳδίων νῶτα. εἶτα κόγχοι καὶ κήρυκες ἦσαν [οἱ] ἐξ ἄστεος κομισθέντες, καὶ ἐπιχώριοι κοχλίαι καὶ μύκητες οἱ ἀπὸ τῶν κομάρων, καὶ σισάρων [17] εὐκάρδιοι ῥίζαι ὄξει δεδευμέναι καὶ μέλιτι· ἔτι μέντοι ὃ μάλιστα ἡδέως ἐφάγομεν, θριδακῖναι καὶ σέλινα· ‹π›ηλίκαι δοκεῖς θριδακῖναι; πλησίον δὲ ἦν ὁ κῆπος, ‹καὶ› ἑκάστη 'ταύτην ἕλκυσον' 'μὰ Δία ἀλλά μοι ταύτην' 'μὴ μὲν οὖν ἀλλὰ ἐκείνην' ἐλέξαμεν ταῖς θεραπαινίσιν· ἦσαν δὲ αἱ μὲν εὔφυλλοι καὶ μακραί, αἱ δὲ οὖλαι ‹καὶ› βοστρύχοις ἐμφερεῖς, ἀλλὰ βραχεῖαι, ὑπόξανθος δέ τις τοῖς φύλλοις αὐτῶν ‹ἐν›εκέχρωστο [18] αὐγή· τὴν Ἀφροδίτην λέγουσι ταύτας φιλεῖν. ἐαρίσασαι δ' οὖν καὶ ἀναξανθεῖσαι τοὺς στομάχους ἐκραιπαλῶμεν μάλα νεανικῶς μέχρι ‹τοῦ› μηδὲ λανθάνειν ἀλλήλας θέλειν, μηδὲ αἰδουμένως τῆς ἀφροδίτης παρακλέπτειν· οὕτως ἡμᾶς ἐξεβάκχευσαν αἱ προπόσεις. μισῶ τὸν ἐκ γειτόνων ἀλεκτρυόνα· κοκκύσας ἀφείλετο τὴν [19] παροινίαν. ἔδει ἀπολαῦσαί σε τῆς γοῦν ἀκοῆς τοῦ συμποσίου ‑ τρυφερὸν γὰρ ἦν καὶ πρέπον ἐρωτικῇ ὁμιλίᾳ ‑ εἰ καὶ μὴ τῆς παροινίας ἐδυνήθης· ἐβουλόμην οὖν ἀκριβῶς ἕκαστα ἐπιστεῖλαι καὶ προὐτράπην· σὺ δὲ εἰ μὲν ὄντως ἔσχηκας μαλακῶς, ὅπως ἄμεινον ἕξεις σκόπει· εἰ δὲ τὸν ἐραστὴν προσδοκῶσα ἥξειν ἔνδον οἰκουρεῖς, οὐκ εὐλόγως οἰκουρεῖς. ἔρρωσο.
[14]
[1] Σοὶ μόνῃ ἐραστὴς γέγονεν, ὃν φιλεῖς οὕτως ὥστε μηδ' ἀκαρῆ πως αὐτοῦ διαζευχθῆναι δύνασθαι. τῆς ἀηδίας, δέσποινα Ἀφροδίτη. κληθεῖσα ὑπὸ Γλυκέρας ἐπὶ θυσίαν ἐκ τοσούτου χρόνου ‑ ἀπὸ τῶν Διονυσίων γὰρ ἡμῖν ἐπήγγειλεν ‑ οὐχ ἥκεις, οἶμαι, δι' ἐκεῖνον, [2] οὐδὲ τὰς φίλας ἰδεῖν γυναῖκας ἀνασχομένη. σώφρων γέγονας σὺ καὶ φιλεῖς τὸν ἐραστήν, μακαρία τῆς εὐφημίας· ἡμεῖς δὲ πόρναι καὶ ἀκόλαστοι. ὑπῆρξε καὶ Φίλωνι συκίνη βακτηρία· ὀργίζομαι γὰρ νὴ τὴν μεγάλην θεόν. πᾶσαι παρῆμεν, Θεττάλη, Μοσχάριον, Θαΐς, Ἀνθράκιον, Πετάλη, Θρυαλλίς, Μυρρίνη, Χρυσίον, Εὐξίππη· ὅπου καὶ Φιλουμένη, καίτοι γεγαμημένη προσφάτως καὶ ζηλοτυπουμένη, τὸ[ν] καλὸν κατακοιμίσασα τὸν ἄνδρα [3] ὀψὲ μὲν ὅμως δὲ παρῆν. σὺ δ' ἡμῖν μόνη τὸν Ἄδωνιν περιέψυχες, μή που καταλειφθέντα αὐτὸν ὑπὸ σοῦ τῆς Ἀφροδίτης ἡ Περσεφόνη παραλάβῃ. οἷον ἡμῶν ἐγένετο τὸ συμπόσιον ‑ τί γὰρ οὐχ ἅψομαί σου τῆς καρδίας; ‑ ὅσων χαρίτων πλῆρες. ᾠδαὶ σκώμματα πότος εἰς ἀλεκτρυόνων ᾠδὰς μύρα στέφανοι τραγήματα. ὑπόσκιός τισι δάφναις ἦν ἡ κατάκλισις· ἓν μόνον ἡμῖν [4] ἔλιπε, σύ, τὰ δ' ἄλλα οὔ. πολλάκις ἐκραιπαλήσαμεν, οὕτω δὲ ἡδέως ὀλιγάκις. τὸ δ' οὖν πλείστην ἡμῖν παρασκευάσαν τέρψιν, δεινή τις φιλονεικία κατέσχε Θρυαλλίδα καὶ Μυρρίνην ὑπὲρ τῆς πυγῆς ποτέρα κρείττω καὶ ἁπαλωτέραν ἐπιδείξει. καὶ πρώτη Μυρρίνη τὸ ζώνιον λύσασα ‑ βόμβυξ δ' ἦν τὸ χιτώνιον ‑ δι' αὐτοῦ τρέμουσαν οἷόν τι μελίπηκτον γάλα τὴν ὀσφῦν ἀνεσάλευσεν, ἀποβλέπουσα εἰς τοὐπίσω πρὸς τὰ κινήματα τῆς πυγῆς· ἠρέμα δ' οἷον ἐνεργοῦσά τι ἐρωτικὸν ὑπεστέναξεν, ὥστε με νὴ τὴν Ἀφροδίτην καταπλαγῆναι.
[5] οὐ μὴν ἀπεῖπέ γε ἡ Θρυαλλίς, ἀλλὰ τῇ ἀκολασίᾳ παρευδοκίμησεν αὐτήν· 'οὐ γὰρ διὰ παραπετασμάτων ἐγώ' φησίν 'ἀγωνιοῦμαι, οὐδὲ ἀκκιζομένη, ἀλλ' οἷον ἐν γυμνικῷ· καὶ γὰρ οὐ φιλεῖ προφάσεις ἁγών'. ἀπεδύσατο τὸ χιτώνιον καὶ μικρὸν ὑποσιμώσασα τὴν ὀσφῦν 'ἰδού, σκόπει τὸ χρῶμα' φησίν 'ὡς ἄκρηβες, Μυρρίνη, ὡς ἀκήρατον, ὡς καθαρόν, τὰ παραπόρφυρα τῶν ἰσχίων ταυτί, [τὴν ἐπὶ τοὺς μηροὺς ἔγκλισιν,] τὸ μήτε ὑπέρογκον αὐτῶν μήτε ἄσαρκον, [6] τοὺς γελασίνους ἐπ' ἄκρων. ἀλλ' οὐ τρέμει νὴ Δία' ‹φησὶν› ἅμ' ὑπομειδιῶσα 'ὥσπερ ἡ Μυρρίνης'. καὶ τοσοῦτον παλμὸν ἐξειργάσατο τῆς πυγῆς, καὶ ἅπασαν αὐτὴν ὑπὲρ τὴν ὀσφῦν τῇδε καὶ τῇδε ὥσπερ ῥέουσαν περιεδίνησεν, ὥστε ἀνακροτῆσαι πάσας καὶ νικᾶν ἀποφήνασθαι τὴν Θρυαλλίδα. ἐγένοντο δὲ καὶ περιάλλων συγκρίσεις καὶ περὶ μασταρίων ἀγῶνες .... τῇ μὲν γὰρ Φιλουμένης γαστρὶ ἀντεξετασθῆναι οὐδ' ἡτισοῦν ἐθάρσησεν· [7] ἄτοκος γὰρ ἦν καὶ σφριγῶσα. καταπαννυχίσασαι δ' οῦν καὶ τοὺς ἐραστὰς κακῶς εἰποῦσαι καὶ ἄλλων ἐπιτυχεῖν εὐξάμεναι ‑ ἀεὶ γὰρ ἡδίων ἡ πρόσφατος ἀφροδίτη ‑ ᾠχόμεθα ἔξοινοι, καὶ πολλὰ κατὰ τὴν ὁδὸν κραιπαλήσασαι ἐπεκωμάσαμεν Δεξιμάχῳ κατὰ τὸν χρυσοῦν στενωπόν, ὡς ἐπὶ τὴν Ἄγνον κατῇμεν, πλησίον τῆς Μενέφρονος οἰκίας. ἐρᾷ γὰρ αὐτοῦ Θαῒς κακῶς, καὶ νὴ Δία εἰκότως· ἔναγχος γὰρ πλούσιον [8] κεκληρονόμηκε πατέρα τὸ μειράκιον. νῦν μὲν οὖν συγγνώμην ἔχομέν σοι τῆς ὑπεροψίας, τοῖς Ἀδωνίοις δὲ ἐν Κολλυτῷ ἑστιώμεθα παρὰ τῷ Θεττάλης ἐραστῇ· τὸν γὰρ τῆς Ἀφροδίτης ἐρώμενον ἡ Θεττάλη ‹περι›στέλλει. ὅπως δ' ἥξεις φέρουσα κηπίον καὶ κοράλλιον καὶ τὸν σὸν Ἄδωνιν ὃν νῦν περιψύχεις· μετὰ γὰρ τῶν ἐραστῶν κραιπαλήσομεν. ἔρρωσο.
[15]
[1] Τί πολλὰ γράφων ἀνιᾷς σαυτόν; πεντήκοντά μοι χρυσῶν δεῖ καὶ γραμμάτων οὐ δεῖ. εἰ μὲν οὖν φιλεῖς, δός· εἰ δὲ φιλαργυρεῖς, μὴ ἐνόχλει. ἔρρωσο.
[16]
[1] Σὺ ταύτης τῆς παρρησίας αἴτιος, ‹ὃς› τοσοῦτος ὢν βασιλεὺς εἶτα ἐπέτρεψας καὶ ἑταίρᾳ γράφειν σοι, [καὶ] οὐχ ἡγησάμενος δεινὸν ἐντυγχάνειν τοῖς ἐμοῖς γράμμασιν ὅλῃ μοι ἐντυγχάνων. ἐγώ, δέσποτα Δημήτριε, ὅταν μὲν ἔξω σε θεάσωμαι καὶ ἀκούσω μετὰ τῶν δορυφόρων καὶ τῶν στρατοπέδων καὶ τῶν πρέσβεων καὶ τῶν διαδημάτων, νὴ τὴν Ἀφροδίτην, πέφρικα καὶ ταράττομαι καὶ ἀποστρέφομαι ὡς τὸν ἥλιον, μὴ ἐπικαῶ τὰ ὄμματα· καὶ τότε μοι ὄντως ὁ πολιορκητὴς εἶναι [2] δοκεῖς Δημήτριος· οἷον δὲ καὶ βλέπεις τότε, ὡς πικρὸν καὶ πολεμικόν· καὶ ἀπιστῶ ἐμαυτῇ καὶ λέγω 'Λάμια, σὺ μετὰ τούτου καθεύδεις; σὺ διὰ νυκτὸς ὅλης αὐτὸν καταυλεῖς; σοὶ νῦν οὗτος ἐπέσταλκε; σοὶ Γνάθαιναν τὴν ἑταίραν συγκρίνει'; καὶ ἠλογημένη σιωπῶ καὶ εὔχομαί [3] σε θεάσασθαι παρ' ἑαυτῇ. καὶ ὅταν ἔλθῃς, προσκυνῶ σε· καὶ ὅταν περιπλακείς με καταφιλῇς, πάλιν πρὸς ἐμαυτὴν τἀναντία λέγω 'οὗτός ἐστιν ὁ πολιορκητής; οὗτός ἐστιν ὁ ἐν τοῖς στρατοπέδοις; τοῦτον φοβεῖται ‹ἡ› Μακεδονία, τοῦτον ἡ Ἑλλάς, τοῦτον ἡ Θρᾴκη; νὴ τὴν Ἀφροδίτην, σήμερον αὐτὸν τοῖς αὐλοῖς ἐκπολιορκήσω καὶ ὄψομαι τί με διαθήσει'. ...... μᾶλλον εἰς τρίτην, παρ' ἐμοὶ γὰρ δειπνήσεις, δέομαι. τὰ Ἀφροδίσια ποιῶ ταῦτα ‹τὰ› κατ' ἔτος, καὶ ἀγῶνα [4] ἔχω ἀεὶ τὰ πρότερα τοῖς ὑστέροις νικᾶν. ὑποδέξομαι δή σε ἐπαφροδίτως καὶ ὡς ἔνι μάλιστα ἐπιφανῶς, ἄν μοι περιουσιάσαι γένηται ὑπὸ σοῦ, μηδὲν ἀνάξιον τῶν σῶν ἀγαθῶν ἐξ ἐκείνης τῆς ἱερᾶς νυκτὸς ἔτι πεποιηκυίᾳ, καίτοι σοῦ γε ἐπιτρέποντος ὅπως ἂν βούλωμαι χρῆσθαι τῷ ἐμῷ σώματι· ἀλλὰ κέχρημαι καλῶς καὶ [5] ἀμίκτως πρὸς ἑτέρους. οὐ ποιήσω τὸ ἑταιρικὸν οὐδὲ ψεύσομαι, δέσποτα, ὡς ἄλλαι ποιοῦσιν. ἐμοὶ γὰρ ἐξ ἐκείνου, μὰ τὴν Ἄρτεμιν, οὐδὲ προσέπεμψαν ἔτι πολλοὶ [οὐδὲ ἐπείρασαν] αἰδούμενοί σου τὰς πολιορκίας. ὀξύς ἐστιν Ἔρως, ὦ βασιλεῦ, καὶ ἐλθεῖν καὶ ἀναπτῆναι. ἐλπίσας πτεροῦται, καὶ ἀπελπίσας ταχὺ πτερορρυεῖν [6] εἴωθεν ἀπογνωσθείς. διὸ καὶ μέγα τῶν ἑταιρουσῶν ἐστι σόφισμα, ἀεὶ τὸ παρὸν τῆς ἀπολαύσεως ὑπερτιθεμένας ταῖς ἐλπίσι διακρατεῖν τοὺς ἐραστάς. [πρὸς ὑμᾶς δὲ οὐδὲ ὑπερτίθεσθαι ἔξεστιν, ὥστε φόβον εἶναι κόρου.] λοιπὸν ἡμᾶς δεῖ τὰ μὲν ποιεῖν, τὰ δὲ μαλακίζεσθαι, τὰ δὲ ᾄδειν, τὰ δὲ αὐλεῖν, τὰ δὲ ὀρχεῖσθαι, τὰ δὲ δειπνοποιεῖν, τὰ δὲ κοσμεῖν [σοι] τὸν οἶκον, τὰς [δὲ] ὁπωσοῦν ἄλλως ταχὺ μαραινομένας μεσολαβούσας χάριτας, ἵνα μᾶλλον ἐξάπτωνται τοῖς διαστήμασιν εὐαλέστεραι αὐτῶν αἱ ψυχαί, φοβουμένων μὴ ἄλλο πάλιν γένηται τῆς ἐν τῷ παρόντι τύχης κώλυμα.
[7] ταῦτα δὲ πρὸς μὲν ἑτέρους τάχα ἂν ἐδυνάμην, βασιλεῦ, πλάττεσθαι καὶ τεχνιτεύειν· πρὸς δὲ σέ, ὃς οὕτως ἤδη αὐχεῖς ἐπ' ἐμοὶ ὡς ἐπιδεικνύναι με καὶ ἀγάλλεσθαι πρὸς τὰς ἄλλας ἑταίρας ὅτι πασῶν ἐγὼ πρωτεύω, μὰ τὰς φίλας Μούσας, οὐκ ἂν ὑπομείναιμι [πλάττεσθαι]· οὐχ οὕτως εἰμὶ λιθίνη. ὥστε ἀφεῖσα πάντα καὶ τὴν ψυχὴν ἐμαυτῆς εἰς τὴν σὴν ἀρέσκειαν ὀλίγον ἡγήσομαι [8] ‹δε›δαπανῆσ‹θ›αι. ‹ἀλλ'› εὖ οἶδα γὰρ ὅτι οὐ μόνον ἐν τῇ Θηριππίδου οἰκίᾳ, ἐν ᾗ μέλλω σοι τὸ τῶν Ἀφροδισίων εὐτρεπίζειν δεῖπνον, ἔσται διαβόητος ἡ παρασκευή, ἀλλὰ καὶ ἐν ὅλῃ τῇ Ἀθηναίων πόλει, νὴ τὴν Ἄρτεμιν, καὶ ἐν τῇ Ἑλλάδι πάσῃ. καὶ μάλιστα οἱ μισητοὶ Λακεδαιμόνιοι, ἵνα δοκῶσιν ἄνδρες εἶναι οἱ ἐν Ἐφέσῳ ἀλώπεκες, οὐ παύσονται τοῖς Ταϋγέτοις ὄρεσι καὶ ταῖς ἐρημίαις ἑαυτῶν διαβάλλοντες ἡμῶν τὰ δεῖπνα καὶ [9] καταλυκουργίζοντες τῆς σῆς ἀνθρωποπαθείας. ἀλλ' οὗτοι μὲν χαιρόντων, δέσποτα, σὺ δέ μοι μέμνησο φυλάξαι τὴν ἡμέραν τοῦ δείπνου καὶ τὴν ὥραν ἣν ἂν ἕλῃ· ἀρίστη γὰρ ἣν ‹σὺ› βούλει. ἔρρωσο.
[17]
[1] Οὐδὲν δυσαρεστότερον, ὡς ἔοικεν, ἐστὶν ἄρτι πάλιν μειρακευομένου πρεσβύτου. οἷά με Ἐπίκουρος οὗτος διοικεῖ πάντα λοιδορῶν, πάντα ὑποπτεύων, ἐπιστολὰς [2] ἀδιαλύτους μοι γράφων, ἐκδιώκων ἐκ τοῦ κήπου. μὰ τὴν Ἀφροδίτην, εἰ Ἄδωνις ἦν, ἤδη ἐγγὺς ὀγδοήκοντα γεγονὼς ἔτη, οὐκ ἂν αὐτοῦ ἠνεσχόμην φθειριῶντος καὶ φιλονοσοῦντος καὶ καταπεπιλημένου εὖ μάλα πόκοις ἀντὶ πίλων. μέχρι τίνος ὑπομενεῖ τις τὸν φιλόσοφον τοῦτον; ἐχέτω τὰς περὶ φύσεως αὐτοῦ κυρίας δόξας καὶ τοὺς διεστραμμένους κανόνας, ἐμὲ δὲ ἀφέτω τὴν φυσικῶς κυρίαν ἐμαυτῆς ἀστομάχητον καὶ ἀνύβριστον.
[3] ὄντως ἐγὼ πολιορκητὴν ἔχω τ[οι]οῦτον, οὐχ οἷον σὺ Λάμια Δημήτριον. μὴ γὰρ ἔστι σωφρονῆσαι διὰ τὸν ἄνθρωπον τοῦτον; καὶ σωκρατίζειν καὶ στωμύλλεσθαι θέλει καὶ εἰρωνεύεσθαι, καὶ Ἀλκιβιάδην τινὰ τὸν Πυθοκλέα νομίζει καὶ Ξανθίππην ἐμὲ οἴεται ποιήσειν. [καὶ] πέρας ἀναστᾶσα ὁποίποτε γῆν πρὸ γῆς φεύξομαι μᾶλλον ἢ τὰς ἐπιστολὰς αὐτοῦ τὰς ἀδιαπαύστους [4] ἀνέξομαι. ὃ δὲ πάντων δεινότατον ἤδη καὶ ἀφορητότατον τετόλμηκεν, ὑπὲρ οὗ καὶ γνώμην βουλομένη λαβεῖν τί μοι ποιητέον ἐπέσταλκά σοι· Τίμαρχον τὸν καλὸν οἶσθα τὸν Κηφισιᾶθεν. οὐκ ἀρνοῦμαι πρὸς τὸν νεανίσκον οἰκείως ἔχειν ἐκ πολλοῦ ‑ πρὸς σέ μοι τἀληθῆ Λάμια ‑ καὶ τὴν πρώτην ἀφροδίτην ἔμαθον παρ' αὐτοῦ σχεδόν· οὗτος γάρ με διεπαρθένευσεν [5] ἐκ γειτόνων οἰκοῦσαν. ἐξ ἐκείνου τοῦ χρόνου πάντα μοι τἀγαθὰ πέμπων οὐ διαλέλοιπεν, ἐσθῆτα‹ς›, χρυσία, θεραπαίνας θεράποντας, Ἰνδὰς Ἰνδούς. τἆλλα σιωπῶ. ἀλλὰ τὰ μικρότατα προλαμβάνει τῆς ὥρας, ἵνα μηδεὶς φθάσῃ με γευσάμενος. τοιοῦτον οὖν ἐραστὴν 'ἀπόκλεισον' φησὶ 'καὶ μὴ προσίτω σοι', ποίοις δοκεῖς αὐτὸν ἀποκαλῶν ὀνόμασιν; οὔτε ὡς Ἀττικὸς οὔτε ὡς φιλόσοφος, ....... ἢ Καππαδοκίας πρῶτος εἰς τὴν [6] Ἑλλάδα ἥκων. ἐγὼ μὲν εἰ καὶ ὅλη γέμοι ἡ Ἀθηναίων πόλις Ἐπικούρων, μὰ τὴν Ἄρτεμιν, οὐ ζυγοστατήσω πάντας αὐτοὺς πρὸς τὸν Τιμάρχου βραχίονα, μᾶλλον δὲ οὐδὲ πρὸς τὸν δάκτυλον. τί σὺ λέγεις Λάμια; οὐκ ἀληθῆ ταῦτα; οὐ δίκαιά φημι; καὶ μὴ δή, δέομαί σου πρὸς τῆς Ἀφροδίτης, μή σοι ταῦτα ἐπελθέτω· 'ἀλλὰ φιλόσοφος, ἀλλὰ ἐπιφανής, ἀλλὰ πολλοῖς φίλοις κεχρημένος'. λαβέτω καὶ ἁγὼ ἔχω, διδασκέτω δ' ἄλλους. ἐμὲ γὰρ οὐδὲν θάλπει ἡ δόξα, ἀλλ' ὃν θέλω δὸς Τίμαρχον, [7] Δάματερ. ἀλλὰ καὶ δι' ἐμὲ πάντα ἠνάγκασται ὁ νεανίσκος καταλιπών, τὸ Λύκειον καὶ τὴν ἑαυτοῦ νεότητα καὶ τοὺς συνεφήβους καὶ τὴν ἑταιρείαν, μετ' αὐτοῦ ζῆν καὶ κολακεύειν αὐτὸν καὶ καθυμνεῖν τὰς ὑπηνέμους αὐτοῦ δόξας. ὁ ‹δ'› Ἀτρεὺς οὗτος 'ἔξελθε' φησίν 'ἐκ τῆς ἐμῆς μοναγρίας καὶ μὴ πρόσιθι Λεοντίῳ'. ὡς οὐ δικαιότερον ἐκείνου ἐροῦντος 'σὺ μὲν οὖν μὴ [8] πρόσιθι τῇ ἐμῇ'. καὶ ὁ μὲν νεανίσκος ὢν ἀνέχεται τὸν ὕστερον ἀντεραστὴν γέροντα, ὁ δὲ τὸν δικαιότερον οὐχ ὑπομένει. τί ποιήσω, πρὸς τῶν θεῶν ἱκετεύω σε Λάμια. νὴ τὰ μυστήρια, νὴ τὴν τούτων τῶν κακῶν ἀπαλλαγήν, ὡς ἐνθυμηθεῖσα τοῦ Τιμάρχου τὸν χωρισμὸν ἄρτι ἀπέψυγμαι καὶ ἵδρωκα τὰ ἄκρα καὶ ἡ καρδία [9] μου ἀνέστραπται. δέομαί σου, δέξαι με πρὸς σεαυτὴν ἡμέρας ὀλίγας, καὶ ποιήσω τοῦτον αἰσθάνεσθαι πηλίκων ἀπέλαυεν ἀγαθῶν ἔχων ἐν τῇ οἰκίᾳ ἐμέ. καὶ οὐκέτι φέρει τὸν κόρον, εὖ οἶδα· πρεσβευτὰς εὐθὺς πρὸς ἡμᾶς διαπέμψεται Μητρόδωρον καὶ Ἕρμα‹ρ›χον [10] καὶ Πολύαινον. ποσάκις οἴει με, Λάμια, πρὸς αὐτὸν ἰδίᾳ παραγενομένην εἰπεῖν 'τί ποιεῖς Ἐπίκουρε; οὐκ οἶσθα ὡς διακωμῳδεῖ σε Τιμοκράτης ὁ Μητροδώρου ‹ἀδελφὸς› ἐπὶ τούτοις ἐν ταῖς ἐκκλησίαις, ἐν τοῖς θεάτροις, παρὰ τοῖς ἄλλοις σοφισταῖς'; ἀλλὰ τί ἔστιν αὐτῷ ποιῆσαι; ἀναίσχυντός ἐστι τῷ ἐρᾶν. καὶ ἐγὼ ἔσομαι τοίνυν ὁμοία τις αὐτῷ [ἀναίσχυντος] καὶ οὐκ ἀφήσω τὸν ἐμὸν Τίμαρχον. ἔρρωσο.
[18]
[1] Ἐγὼ μὰ τὰς Ἐλευσινίας θεάς, μὰ τὰ μυστήρια αὐτῶν, ἅ σοι καὶ ἐναντίον ἐκείνων ὤμοσα πολλάκις, Γλυκέρα, μόνος μόνῃ, ὡς οὐδὲν ἐπαίρω τἀμὰ οὐδὲ βούλομαι [2] σου χωρίζεσθαι, ταῦτα καὶ λέγω καὶ γράφω. τί γὰρ ἐμοὶ χωρὶς σοῦ γένοιτ' ἂν ἥδιον; τί‹νι› δ' ἐπαρθῆναι μεῖζον ‹ἂν› δυναίμην τῆς σῆς φιλίας; ἐπεὶ καὶ τὸ ἔσχατον ἡμῶν γῆρας διὰ τοὺς σοὺς τρόπους καὶ [3] τὰ ‹σὰ› ἤθη νεότης ἀεὶ φανεῖταί μοι. καὶ συννεάσαιμεν ἀλλήλοις καὶ συγγηράσαιμεν, καὶ νὴ τοὺς θεοὺς συναποθάνοιμεν, ἀλλ' αἰσθανόμενοι, Γλυκέρα, ὅτι συναποθνήσκομεν, ἵνα μηδετέρῳ ἡμῶν ἐς Ἅιδου συγκαταβαίη τις ζῆλος, εἴ τινων ἄλλων ὁ σωθεὶς πειράσεται ἀγαθῶν. μὴ δὴ γένοιτό μοι πειραθῆναι σοῦ μηκέτ' [4] οὔσης· τί γὰρ ἂν ἔτι καταλείποιτο ἀγαθόν; ἃ δὲ νῦν ἤπειξέ με ἐν Πειραιεῖ μαλακιζόμενον ‑ οἶσθα γάρ μου τὰς συνήθεις ἀσθενείας, ἃς οἱ μὴ φιλοῦντές με τρυφὰς καὶ σαλακωνίας καλεῖν εἰώθασιν ‑ ἐπιστεῖλαί σοι ἐν ἄστει μενούσῃ διὰ τὰ Ἁλῷα τῆς θεοῦ, ταῦτ' [5] ἐστίν· ἐδεξάμην ἀπὸ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου γράμματα, ἐν οἷς δεῖταί μου πάσας δεήσεις, καὶ προτρέπεται βασιλικῶς ὑπισχνούμενος τὸ δὴ λεγόμενον τοῦτο τὰ τῆς γῆς ἀγαθὰ καὶ ἐμὲ καὶ Φιλήμονα· καὶ γὰρ ἐκείνῳ γράμματα κεκομίσθαι φησί· καὶ αὐτὸς δὲ ὁ Φιλήμων ἐπέστειλέ μοι τὰ ἴδια δῆλον ὅτι ἐλαφρότερα καὶ ὡς οὐ Μενάνδρῳ γεγραμμένα [6] ἧττον λαμπρά. ἀλλ' ὄψεται καὶ βουλεύσεται τὰ ἴδια οὗτος. ἐγὼ δὲ οὐ περιμενῶ βουλάς, ἀλλὰ σύ μοι, Γλυκέρα, καὶ γνώμη καὶ Ἀρεοπαγῖτις βουλὴ καὶ Ἡλιαία, ‹καὶ› ἅπαντα νὴ τὴν Ἀθηνᾶν ἀεί ‹τε› γέγονας [7] καὶ νῦν ἔσῃ. τὰς μὲν οὖν ἐπιστολὰς τοῦ βασιλέως σοι διεπεμψάμην, ἵνα μὴ κόπτω σε δὶς καὶ τοῖς ἐμοῖς καὶ τοῖς ἐκείνου γράμμασιν ἐντυγχάνουσαν· ἃ δὲ [8] ἐπιστέλλειν αὐτῷ ἔγνωκα, βούλομαί σε εἰδέναι. πλεῖν μὲν καὶ εἰς Αἴγυπτον ἀπιέναι μακρὰν οὕτως καὶ ἀπῳκισμένην βασιλείαν οὖσαν, μὰ τοὺς δώδεκα θεούς, οὐδὲ ἐνθυμοῦμαι. ἀλλ' οὐδὲ εἰ ἐν Αἰγίνῃ ταύτῃ γε τῇ πλησίον ἔκειτο Αἴγυπτος, οὐδ' οὕτως ἐν νῷ ἂν ἔσχον ἀφεὶς τὴν ἐμὴν βασιλείαν τῆς σῆς φιλίας μόνος ἐν τοσούτῳ ὄχλῳ Αἰγυπτίων χωρὶς Γλυκέρας ἐρημίαν [9] πολυάνθρωπον ὁρᾶν. ἥδιον γὰρ καὶ ἀκινδυνότερον τὰς σὰς θεραπεύω μᾶλλον αὐλάς, ἢ τὰς ἁπάντων τῶν σατραπῶν καὶ βασιλέων, ‹ἵν'› ἐπικίνδυνον μὲν τὸ ἄγαν ἐλεύθερον, εὐκαταφρόνητον δὲ τὸ κολακεῦον, [10] ἄπιστον δὲ τὸ εὐτυχούμενον. ἐγὼ δὲ καὶ τὰς θηρικλείους καὶ τὰ καρχήσια καὶ τὰς χρυσίδας καὶ πάντα τὰ ἐν ταῖς αὐλαῖς ἐπίφθονα παρὰ τούτοις ἀγαθὰ φυόμενα, τῶν κατ' ἔτος Χοῶν καὶ τῶν ἐν τοῖς θεάτροις Ληναίων καὶ τῆς χθιζῆς ὁμολογίας καὶ τῶν τοῦ Λυκείου γυμνασίων καὶ τῆς ἱερᾶς Ἀκαδημ‹ε›ίας οὐκ ἀλλάττομαι, μὰ τὸν Διόνυσον καὶ τοὺς βακχικοὺς αὐτοῦ κισσούς, οἷς στεφανωθῆναι μᾶλλον ἢ τοῖς Πτολεμαίου βούλομαι διαδήμασιν, ὁρώσης καὶ καθημένης ἐν τῷ θεάτρῳ Γλυκέρας. ποῦ γὰρ ἐν Αἰγύπτῳ ὄψομαι [11] ἐκκλησίαν καὶ ψῆφον ἀναδιδομένην; ποῦ δὲ δημοκρατικὸν ὄχλον οὕτως ἐλευθεριάζοντα; ποῦ δὲ θεσμοθέτας ἐν ταῖς ἱεραῖς κόμαις κεκισσωμένους; ποῖον περισχοίνισμα; ποίαν αἵρεσιν; ποίους Χύτρους; Κεραμεικόν, ἀγοράν, δικαστήρια, τὴν καλὴν ἀκρόπολιν, τὰς σεμνὰς θεάς, τὰ μυστήρια, τὴν γειτνιῶσαν Σαλαμῖνα, τὰ στενά, τὴν Ψυττάλ‹ε›ιαν, τὸν Μαραθῶνα, ὅλην ἐν ταῖς Ἀθήναις τὴν Ἑλλάδα, τὴν Ἰωνίαν, τὰς Κυκλάδας πάσας; [12] ἀφεὶς ταῦτα καὶ Γλυκέραν μετ' αὐτῶν εἰς Αἴγυπτον ἀπέλθω χρυσὸν λαβεῖν καὶ ἄργυρον καὶ πλοῦτον; ᾧ μετὰ τίνος χρήσομαι; μετὰ Γλυκέρας τοσοῦτον διατεθαλασσευμένης; [13] οὐ πενία δέ μοι ἔσται χωρὶς αὐτῆς ταῦτα; ἐὰν δὲ ἀκούσω τοὺς σεμνοὺς ἔρωτας εἰς ἄλλον αὐτὴν μετατεθεικέναι, οὐ σποδός μοι πάντες οἱ θησαυροὶ γενήσονται; καὶ ἀποθνήσκων τὰς μὲν λύπας ἐμαυτῷ συναποίσω, τὰ δὲ χρήματα τοῖς ἰσχύουσιν ἀδικεῖν ἐν μέσῳ κείσεται. ἢ μέγα τὸ συμβιοῦν Πτολεμαίῳ καὶ σατράπαις καὶ τοιούτοις ψόφοις, ὧν οὔτε τὸ φιλικὸν [14] βέβαιον οὔτε τὸ διεχθρεῦον ἀκίνδυνον; ἐὰν δὲ διοργισθῇ τί μοι Γλυκέρα, ἅπαξ αὐτὴν ἁρπάσας κατεφίλησα· ἂν ἔτι ὀργίζηται, μᾶλλον αὐτὴν ἐβιασάμην· κἂν βαρυθύμως ἔχῃ, δεδάκρυκα· καὶ πρὸς ταῦτ', οὐκέθ' ὑπομείνασα τὰς ἐμὰς λύπας, δεῖται λοιπὸν οὔτε στρατιώτας ἔχουσα οὔτε δορυφόρους οὔτε φύλακας· [15] ἐγὼ γὰρ αὐτῇ εἰμι πάντα. ἦ μέγα καὶ θαυμαστὸν ἰδεῖν τὸν καλὸν Νεῖλον· οὐ μέγα δὲ καὶ τὸν Εὐφράτην ἰδεῖν; οὐ μέγα δὲ καὶ τὸν Ἴστρον; οὐ τῶν μεγάλων καὶ ὁ Θερμώδων, ὁ Τίγρις, ὁ Ἅλυς [ὁ Ῥῆνος]; εἰ μέλλω πάντας τοὺς ποταμοὺς ὁρᾶν, καταβαπτισθήσεταί [16] μοι τὸ ζῆν μὴ βλέποντι [μοι] Γλυκέραν. ὁ δὲ Νεῖλος οὗτος καίπερ ὢν καλός, ἀλλ' ἀποτεθηρίωται, καὶ οὐκ ἔστιν οὐδὲ προσελθεῖν αὐτοῦ ταῖς δίναις ἐλλοχωμένου τοσούτοις κακοῖς. ἐμοὶ γένοιτο, βασιλεῦ Πτολεμαῖε, χώματος καὶ τάφου πατρῴου τυχεῖν. ἐμοὶ γένοιτο τὸν Ἀττικὸν ἀεὶ στέφεσθαι κισσὸν καὶ τὸν ἐπ' ἐσχάρας ὑμνῆσαι κατ' ἔτος Διόνυσον, τὰς μυστηριώτιδας ἄγειν τελετάς, δραματουργεῖν τι καινὸν ταῖς ἐτησίοις θυμέλαις [δρᾶμα], γελῶντα καὶ χαίροντα καὶ ἀγωνιῶντα [17] καὶ φοβούμενον καὶ νικῶντα. Φιλήμων δὲ εὐτυχείτω καὶ τἀμὰ ‹ἐχέτω› ἀγαθὰ γενόμενος ἐν Αἰγύπτῳ. οὐκ ἔχει Φιλήμων Γλυκέραν τινά, οὐδὲ ἄξιος ἦν ἴσως τοιούτου ἀγαθοῦ. σὺ δὲ ἐκ τῶν Ἁλῴων δέομαι, Γλυκέριον, εὐθὺς πετομένη πρὸς ἡμᾶς ἐπὶ τῆς ἀστράβης φέρου. μακροτέραν ἑορτὴν οὐδέποτε ἔγνων οὐδὲ ἀκαιροτέραν. Δήμητερ, ἵλεως γενοῦ.
[19]
[1] Ἃς διεπέμψω μοι τοῦ βασιλέως ἐπιστολὰς εὐθὺς ἀνέγνων. μὰ τὴν Καλλιγένειαν ἐν ἧς νῦν εἰμι κατευχαῖς ἔχαιρον, Μένανδρε, ἐκπαθὴς ὑπὸ ἡδονῆς γινομένη, καὶ τὰς παρούσας οὐκ ἐλάνθανον. ἦν δὲ ἥ τε μήτηρ μου καὶ ἡ ἑτέρα ἀδελφὴ Εὐφρόνιον καὶ τῶν φίλων ἣν οἶσθα· καὶ ‹γὰρ› παρὰ σοὶ ἐδείπνησε πολλάκις, καὶ ἐπῄνεις αὐτῆς τὸν ἐπιχώριον ἀττικισμόν, ἀλλ' ὡς φοβούμενος αὐτὴν ἐπαινεῖν, ὅθεν καὶ μειδιάσασα θερμότερόν [2] σε κατεφίλησα. οὐ μέμνησαι, Μένανδρε; θεασάμεναι δέ με παρὰ τὸ εἰωθὸς καὶ τῷ προσώπῳ καὶ τοῖς ὀφθαλμοῖς χαίρουσαν 'ὦ Γλυκέριον' ἤροντο, 'τί σοι τηλικοῦτον γέγονεν ἀγαθόν, ὅτι καὶ ψυχῇ καὶ σώματι καὶ πᾶσιν ἀλλοιοτέρα νῦν ἡμῖν πέφηνας; καὶ τὸ σῶμα γεγάνωσαι καὶ διαλάμπεις ἐπιχάριτόν τι καὶ εὐκταῖον'. κἀγώ 'Μένανδρον' ἔφην 'τὸν ἐμὸν [ὃν] ὁ Αἰγύπτου βασιλεὺς Πτολεμαῖος ἐπὶ τῷ ἡμίσει τῆς βασιλείας τρόπον τινὰ μεταπέμπεται' μείζονι τῇ φωνῇ φθεγξαμένη καὶ σφοδροτέρᾳ, ὅπως πᾶσαι ἀκούσωσιν αἱ παροῦσαι. καὶ ταῦτα ἔλεγον ἐγὼ διατινάσσουσα καὶ σοβοῦσα ταῖς χερσὶν ἐμαυτῆς τὰς ἐπιστολὰς σὺν τῇ βασιλικῇ σφραγῖδι.
[3] 'χαίρεις οὖν ἀπολειπομένη'; ἔφ[ρ]ασαν. τὸ δὲ οὐκ ἦν, Μένανδρε. ἀλλὰ τοῦτο μὲν οὐδενὶ τρόπῳ μὰ τὰς θεάς, οὐδ' εἰ βοῦς μοι τὸ ‹δὴ› λεγόμενον φθέγξαιτο, πεισθείην ἂν ὅτι βουλήσεταί μέ ποτε ἢ δυνήσεται Μένανδρος ἀπολιπὼν ἐν Ἀθήναις Γλυκέραν τὴν ἑαυτοῦ μόνος ἐν Αἰγύπτῳ βασιλεύειν μετὰ πάντων [4] τῶν ἀγαθῶν. ἀλλὰ καὶ τοῦτό γε εἰδὼς ἐκ τῶν ἐπιστολῶν ὧν ἀνέγνων ‹δῆλος› ἦν ὁ βασιλεύς, τἀμὰ πεπυσμένος ὡς ἔοικε περὶ σέ, καὶ ἠρέμα δι' ὑπονοιῶν Αἰγυπτίοις θέλων ἀστεϊσμοῖς σε διατωθάζειν. χαίρω διὰ τοῦτο, ὅτι πεπλεύκασι καὶ εἰς Αἴγυπτον πρὸς αὐτὸν οἱ ἡμέτεροι ἔρωτες· καὶ πείθεται πάντως ἐξ ὧν ἤκουσεν ἀδύνατα σπουδάζειν ἐπιθυμῶν Ἀθήνας πρὸς αὐτὸν διαβῆναι.
[5] τί γὰρ Ἀθῆναι χωρὶς Μενάνδρου; τί δὲ Μένανδρος χωρὶς Γλυκέρας; ἥτις αὐτῷ καὶ τὰ προσωπεῖα διασκευάζω καὶ τὰς ἐσθῆτας ἐνδύω, κἀν τοῖς παρασκηνίοις ἕστηκα τοὺς δακτύλους ἐμαυτῆς πιέζουσα καὶ τρέμουσα, ἕως ἂν κροταλίσῃ τὸ θέατρον· τότε νὴ τὴν Ἄρτεμιν ἀναψύχω καὶ περιβάλλουσά σε τὴν ἱερὰν [τῶν [6] δραμάτων] ἐκείνην κεφαλὴν ἐναγκαλίζομαι. ἀλλ' ὅ γε ταῖς φίλαις τότε χαίρειν ἔφην, τοῦτ' ἦν Μένανδρε, ὅτι οὐκ ἄρα Γλυκέρα μόνον ἀλλὰ καὶ βασιλεῖς ὑπερθαλάσσ‹ι›οι ἐρῶσί σου, καὶ διαπόντιοι φῆμαι τὰς σὰς ἀρετὰς κατηγγέλκασι. καὶ Αἴγυπτος καὶ Νεῖλος καὶ Πρωτέως ἀκρωτήρια καὶ αἱ Φάριαι σκοπιαὶ πάντα μετέωρα νῦν ἐστι, βουλόμενα ἰδεῖν Μένανδρον καὶ ἀκοῦσαι φιλαργύρων καὶ ἐρώντων καὶ δεισιδαιμόνων καὶ ἀπίστων [καὶ πατέρων καὶ υἱῶν ‹καὶ γραῶν› καὶ θεραπόντων] καὶ παντὸς ‹τοῦ› [ἐν]σκηνοβατουμένου· ὧν ἀκούσονται μέν, οὐκ ὄψονται δὲ Μένανδρον, εἰ μὴ ἐν ἄστει παρὰ Γλυκέρᾳ γένοιντο καὶ τὴν ἐμὴν εὐδαιμονίαν ἴδοιεν, τὸν πάντῃ διὰ τὸ κλέος αὐτοῦ Μένανδρον [7] καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐμοὶ προσκείμενον. οὐ μὴν ἀλλ' εἴγε ἄρα πόθος αἱρεῖ σέ τις καὶ τῶν ἐκεῖ ἀγαθῶν καὶ εἰ μηδενὸς ἄλλου τῆς γε Αἰγύπτου, χρήματος μεγάλου, καὶ τῶν αὐτόθι πυραμίδων καὶ τῶν ἠχούντων ἀγαλμάτων καὶ τοῦ περιβοήτου λαβυρίνθου καὶ τῶν ἄλλων ὅσα ὑπὸ χρόνου ἢ τέχνης παρ' αὐτοῖς τίμια, δέομαί σου Μένανδρε, μὴ ποιήσῃ με πρόφασιν· [8] μηδέ με Ἀθηναῖοι διὰ ταῦτα μισησάτωσαν ἤδη τοὺς μεδίμνους ἀριθμοῦντες, οὓς αὐτοῖς ὁ βασιλεὺς πέμψει διὰ σέ. ἀλλ' ἄπιθι πᾶσι θεοῖς, ἀγαθῇ τύχῃ, δεξιοῖς πνεύμασι, Διὶ οὐρίῳ. ἐγὼ γάρ σε οὐκ ἀπολείψω. μὴ τοῦτο δόξῃς με λέγειν, οὐδ' αὐτὴ δύναμαι κἂν θέλω· [9] ἀλλὰ παρεῖσα τὴν μητέρα καὶ τὰς ἀδελφὰς ναυτὶς ἔσομαι συμπλέουσά σοι· καὶ σφόδρα τῶν εὐθαλάσσων γεγένημαι, εὖ [δ'] οἶδα, κἂν ἐκκλωμένης κώπης ναυτιᾷς ἐγὼ [θεραπεύσω] θάλψω σου τὸ ἀσθενοῦν τῶν πελαγισμῶν, ἄξω δέ σε ἄτερ μίτων Ἀριάδνη [εἰς Αἴγυπτον], οὐ Διόνυσον ἀλλὰ Διονύσου θεράποντα καὶ [10] προφήτην. οὐδὲ ἐν Νάξῳ καὶ ἐρημίαις ναυτικαῖς ἀπολειφθήσομαι τὰς σὰς ἀπιστίας κλαίουσα καὶ ποτνιωμένη. χαιρέτωσαν οἱ Θησεῖς ἐκεῖνοι καὶ τὰ ἄπιστα τῶν πρεσβυτέρων ἀμπλακήματα. ἡμῖν δὲ βέβαια πάντα, καὶ τὸ ἄστυ καὶ ὁ Πειραιεὺς καὶ ἡ Αἴγυπτος. οὐδὲν χωρίον ἡμῶν τοὺς ἔρωτας οὐχὶ δέξεται πλήρεις· κἂν πέτραν οἰκῶμεν, εὖ οἶδα ἀφροδίσιον αὐτὴν τὸ εὔνουν [11] ποιήσει. πέπεισμαι μήτε χρημάτων σε [μήτε] περιουσίας μήτε πλούτου τὸ καθάπαξ ἐπιθυμεῖν, ἐν ἐμοὶ καὶ τοῖς δράμασι τὴν εὐδαιμονίαν κατατιθέμενον· ἀλλ' οἱ συγγενεῖς, ἀλλ' οἱ πατέρες, ἀλλ' οἱ φίλοι, σχεδὸν οἶσθα πάντῃ πάντες πολλῶν δέονται, πλουτεῖν θέλουσι καὶ [12] χρηματίζεσθαι. σὺ μὲν οὐδέποτε περὶ οὐδενὸς αἰτιάσῃ με οὔτε μικροῦ οὔτε μεγάλου, τοῦτο εὖ οἶδα, πάλαι μὲν ἡττημένος μου πάθει καὶ ἔρωτι, νῦν δὲ ἤδη καὶ κρίσιν προστεθεικὼς αὐτοῖς, ἧς μᾶλλον περιέχομαι, Μένανδρε, φοβουμένη τῆς ἐμπαθοῦς φιλίας τὸ ὀλιγοχρόνιον· ἔστι γὰρ ὡς βίαιος ἡ ἐμπαθὴς φιλία οὕτω καὶ εὐδιάλυτος· οἷς δὲ παραβέβλη[ν]ται καί ‹τι› βουλῆς, ἀρραγέστερον ἐν τούτοις ἤδη τὸ ἔργον ‹ὂν› οὔτε ἀμιγὲς ἡδονῆς ἔσται [διὰ τὸ πάθος] οὔτε περιδεές.
[13] θήσει δὲ σὺ τὴν ‹αὐτὴν› γνώμην, ὅς γε πολλάκις περὶ τούτων αὐτὸς νουθετῶν με διδάσκεις. ἀλλ' εἰ καὶ σὺ μή μέ τι μέμψῃ μηδὲ αἰτιάσῃ, δέδοικα τοὺς Ἀττικοὺς σφῆκας, οἵτινες ἄρξονται πάντῃ με περιβομβεῖν ἐξιοῦσαν ὡς αὐτὸν ἀφῃρημένην τῆς Ἀθηναίων πόλεως τὸν πλοῦτον.
[14] ὥστε δέομαί σου Μένανδρε, ἐπίσχες, μηδέ πω τῷ βασιλεῖ μηδὲν ἀντεπιστείλῃς. ἔτι βούλευσαι, περίμεινον ἕως ‹ἂν› κοινῇ γενώμεθα [καὶ] μετὰ τῶν φίλων [καὶ] Θεοφράστου καὶ Ἐπικούρου. τάχα γὰρ ἀλλοιότερα κἀκείνοις καὶ σοὶ φανεῖται ταῦτα. μᾶλλον δὲ [καὶ] θυσώμεθα καὶ ἴδωμεν τί λέγει τὰ ἱερά, εἴτε λῷον εἰς Αἴγυπτον ἡμᾶς ἀπιέναι εἴτε μένειν. καὶ χρηστηριασθῶμεν εἰς Δελφοὺς πέμψαντες· πάτριος ἡμῖν ἐστι‹ν ὁ› θεός. ἀπολογίαν ἕξομεν [καὶ πορευόμενοι καὶ μένοντες] [15] πρὸς ἀμφότερα τοὺς θεούς. μᾶλλον δὲ ἐγὼ τοῦτο ποιήσω· καὶ γὰρ ἔχω τινὰ νεωστὶ γυναῖκα ἀπὸ Φρυγίας ἥκουσαν εὖ μάλα τούτων ἔμπειρον, γαστρομαντεύεσθαι δεινὴν τῇ τῶν σπαρτῶν διατάσει νύκτωρ καὶ τῇ τῶν θεῶν δείξει· καὶ οὐ δεῖ λεγούσῃ πιστεύειν, [16] ἀλλ' ἰδεῖν, ὡς ἔφη. διαπέμψομαι πρὸς αὐτήν. καὶ γάρ, ὥς φασι, καὶ κάθαρσίν τινα δεῖ προτελέσαι τὴν γυναῖκα καὶ παρασκευάσαι τινὰ ζῷα [ἱερεῦσαι] καὶ λιβανωτὸν ἄρρενα καὶ στύρακα μακρὸν καὶ πέμματα [17] σελήνης καὶ ἄγρια φύλλα τῶν ἄγνων. οἶμαι δὲ καὶ σὲ φθήσεσθαι Πειραιόθεν ἐλθεῖν. ἢ δήλωσόν μοι σαφῶς μέχρι τίνος οὐ δύνασαι Γλυκέραν ἰδεῖν, ἵν' ἐγὼ μὲν καταδράμω πρὸς σέ, τὴν δὲ Φρυγίαν ταύτην ἑτοιμάσωμαι ἤδη. καὶ εἰ μελετᾶν πειράζεις ἀπὸ σαυτοῦ ‹ἐ›μὲ ‹καὶ› τὸν Πειραιᾶ καὶ τὸ[ν] ἀγρίδιον καὶ τὴν Μουνυχίαν καὶ ‹πάντα› κατ' ὀλίγον ὅπως ἐκπέσωσι τῆς ψυχῆς ‑ οὐ δύναμαι ταῦτα ποιεῖν μὰ τοὺς θεούς, [18] οὐδὲ σὺ δύνασαι διαπεπλεγμένος ὅλως ἤδη μοι. κἂν οἱ βασιλεῖς ἐπιστείλωσι πάντες, ἐγὼ πάντων εἰμὶ παρὰ σοὶ βασιλικωτέρα καὶ εὐσεβεῖ σοι κέχρημαι ἐραστῇ καὶ [19] ὅρκων ἱερῶν μνήμονι. ὥστε πειρῶ μᾶλλον, ἐμὴ φιλότης, θᾶσσον εἰς ἄστυ παραγενέσθαι, ὅπως εἴ γε μεταβουλεύσαιο ‹περὶ› τῆς πρὸς βασιλέα ἀφίξεως, ἔχῃς εὐτρεπισμένα τὰ δράματα ‹καὶ› ἐξ αὐτῶν ἃ μάλιστα ὀνῆσαι δύναται Πτολεμαῖον καὶ τὸν αὐτοῦ Διόνυσον ‑ οὐ δημοκρατικόν, ὡς οἶσθα ‑ εἴτε Θαΐδα εἴτε Μισούμενον εἴτε Θρασυλέοντα εἴτε Ἐπιτρέποντας εἴτε Ῥαπιζομένην εἴτε Σικυών‹ιον, εἴθ' ὅτι›οῦν ἄλλο. τί δέ; ἐγὼ θρασεῖα καὶ τολμηρά τίς εἰμι τὰ Μενάνδρου διακρίνειν ἰδιῶτις οὖσα; ἀλλὰ σοφὸν ἔχω σου τὸν [20] ἔρωτα καὶ ταῦτ' εἰδέναι δύνασθαι. σὺ γάρ με ἐδίδαξας εὐφυᾶ γυναῖκα ταχέως παρ' ἐρώντων μανθάνειν· ἀλλ' εἰ κοινωνοῦσιν οἱ ἔρωτες σπεύδοντες, αἰδούμεθα ‹μὰ› τὴν Ἄρτεμιν ἀνάξιοι ὑμῶν εἶναι μὴ θᾶττον μανθάνουσαι. πάντως ‹δὲ› δέομαι, Μένανδρε, κἀκεῖνο παρασκευάσασθαι τὸ δρᾶμα ἐν ᾧ ἐμὲ γέγραφας, ἵνα κἂν μὴ παραγένωμαι σὺν σοί, διὰ σοῦ πλεύσω πρὸς Πτολεμαῖον, καὶ μᾶλλον αἴσθηται ὁ βασιλεὺς ὅσον ἰσχύει καὶ παρὰ σοὶ γεγραμμένους φέρειν ἑαυτοῦ τοὺς ἔρωτας [21] ἀφεὶς ἐν ἄστει τοὺς ἀληθινούς. ἀλλ' οὐδὲ τούτους ἀφήσεις, εὖ ἴσθι· κυβερνᾶν ἢ πρῳρατεύειν, ἕως δεῦρο παραγίνῃ πρὸς ἡμᾶς Πειραιόθεν, μαθήσομαι, ἵνα σε ταῖς ἐμαῖς χερσὶν ἀκύμονα ναυστολήσω πλέουσα, εἰ τοῦτο ἄμεινον εἶναι φαίνοιτο. φανείη δέ, ὦ θεοὶ πάντες, ὃ κοινῇ λυσιτελήσει, καὶ μαντεύσαιτο ἡ Φρυγία τὰ συμφέροντα κρεῖσσον τῆς θεοφορουμένης σου κόρης. ἔρρωσο.