599 61 0 1 0 0 I a. C.-I d. C. Phil. Philo I De ebrietate Wendland, P., Berlin, Reimer, 1891 6

Philo - De ebrietate II

   Vat. f. 2054v ἐκ τοῦ περὶ μέθης α΄· Τί γὰρ ἄπεστι τοῖς μεθύουσι κακόν; φίλος μὲν τοῖς τοιούτοις οὐδείς, μυρίοι δὲ κόλακες γαστρὸς ἡδονῶν ἀνδραποδωδέστατοι δοῦλοι θηρίων τρόπον ἀποζῶντες, ἃ σαίνει μὲν τοὺς τρέφοντας, ὅταν δὲ ἐπιλίπῃ τὰ ἐπιτήδεια, τροφῇ τοῖς ἐπιμελουμένοις χρῆται.

[2]    Ἐκ τοῦ αὐτοῦ· ὥσπερ ‹βλάπτει› τοὺς βίῳ νήφοντι συζῶντας ἀήθης ἄκρατος, οὕτως καὶ τοὺς χαίροντας μέθῃ νῆψις ἐξαπιναῖος ....

[3]    Ἐκ τοῦ αὐτοῦ· τὰς ἐπηρείας καὶ ὕβρεις, ἃς οἶνος ἐργάζεται, ῥᾴδιον ἰδεῖν. ἐπιτειχίζει γὰρ τὰ φαῦλα καὶ δοῦλα κατὰ τῶν ἀμεινόνων καὶ δεσποτῶν. ὑποβάλλει γὰρ σώματι ψυχὴν, διανοίᾳ αἴσθησιν, πάθεσιν ἀπάθειαν, φρόνησιν ἀφροσύνῃ, δικαιοσύνην ἀδικίᾳ, εὐσέβειαν ἀνοσιότητι καὶ συνόλως κακίαις ἀρετάς. ὧν τί ἄν τις νοήσας εὕροι κακὸν μεῖζον;

[4]    Ἐκ τοῦ αὐτοῦ· ἐπίσταται μέθη μήκιστον καὶ βαθύτατον ὕπνον ἐπάγειν· ὁ δ' ἐστὶ τοῖς χρωμένοις ἀλυσιτελέστατος νεκρῶν τρόπον προκειμένοις εἰς ἐπήρειαν. ἐρριμμένοι γὰρ οὐδ' εἰ τομὰς ἢ σφαγὰς ἢ καύσεις ὑπομένοιεν, αἰσθάνονται.

[5]    Vat. f. 2104r Φίλωνος ἐκ τοῦ περὶ μέθης α΄.

   Τίς οὐκ οἶδεν ὅτι κριθαῖς μὲν ἔθνη τρέφεται μεγάλα καθάπερ τὰ πολλὰ τῶν Λιβύην νεμομένων, ὀλύραις δὲ ἕτερα, καὶ τὸ πολυανθρωπότατον Ἰνδῶν ὀρύζῃ; οἳ καὶ κατακερτομοῦσι τῶν σίτῳ χρωμένων ὡς ῥυπῶσαν καὶ δουλοπρεπῆ τροφὴν ἀντὶ λευκοῦ πυροῦ τῆς ἐλευθέροις ἁρμοττούσης προσφερομένων. τίς δὲ οὐκ οἶδεν ὅτι ἐλαιουργεῖται μὲν σήσαμα, ἐλαιουργεῖται δὲ καὶ κνῆκος; καὶ πολλὰ τῶν ἄλλων ἥκιστα ἄν τις προσεδόκησεν. ἐπεὶ καὶ ἐν Αἰγύπτῳ φασὶ ταῖς πρὸς Αἰθιοπίαν Θήβαις ἐκ ῥαφανίδων οὐκ ὀλίγον ἀποστάζειν καὶ πάλιν ἐκ τοῦ λεγομένου συνίστασθαι κρότωνος. ὁ δὲ κρότων ἔστι μὲν σπέρμα ζῳῶδες καὶ σχῆμα καὶ μέγεθος καὶ τὰ ἄλλα ἔοικεν, ἀφ' οὗ καὶ τῆς ἐπωνυμίας ἔτυχεν· ὃ μάλιστα τοῖς κυσὶν ἐγγίνεται καθάπερ φθεῖρες ἀνθρώποις. καὶ ταῦτα πάντα τῆς πάντα θαυματουργούσης ἐν ἑκάστοις ἑκάστοτε θείας σοφίας ἔργα, ἡμῖν μὲν ξένα καὶ παράδοξα φαινόμενα, αὐτῇ δὲ ῥᾴδια καὶ δυνατά.

[6]    Vat. f. 2364v Φίλωνος ἐκ τοῦ περὶ μέθης· Πῶς οὐκ ἔστιν ἀτοπώτατον γεωπόνους μέν, ὁπόταν πυροὺς ἢ κριθὰς μέλλωσιν εἰς τὰς ἀρούρας καταβαλέσθαι, νήφοντας ἐπὶ τὸν σπόρον χωρεῖν προεξητακότας καιρῶν ἰδιότητας, χώρας ἐπιτηδειότητα, κατάστασιν ἀέρων, πνευμάτων διαφοράς, αὐξήσεις τε καὶ μειώσεις σελήνης ‑ ἅπαντα γὰρ διερευνᾶν ἔθος οἷς τοῦ τελεσφορηθῆναι τὸν καρπὸν φροντὶς εἰσέρχεται ‑ , τοὺς δὲ τὸ κάλλιστον οὐ φυτὸν μόνον, ἀλλὰ καὶ ζῷον, ἄνθρωπον σπείρειν ἀξιοῦντας ὀλιγωρίᾳ καὶ ῥᾳθυμίᾳ καὶ μέθῃ κακίας συνεργάταις χρῆσθαι; οὓς ἐχρῆν ἐπὶ τὸν τοῦ θειοτάτου σπόρον ἰόντας Τριπτολέμου δίκην, εἰ καὶ μὴ τοῖς σώμασιν, ἀλλὰ ταῖς διανοίαις μετεωρίσαντας αὑτοὺς ἀλογῆσαι μὲν ἡδονῶν, ἁγνεῦσαι δὲ τῶν περιγείων ἁπάντων, ἵνα τῷ ὄντι λογικῆς φύσεως ἐπάξιον τελεσθῇ τὸ δημιούργημα, ἐπειδὴ κακῶν δημιουργῶν ὑπαίτια ἐξ ἀνάγκης τὰ ἔργα.

[7]    Vat. f. 2444v ἐκ τοῦ περὶ μέθης. R. f. 1914r Φίλωνος und f. 2204r τοῦ αὐτοῦ (bezeichnet mit R2, Fr. 7. 8. 9 bei Harris S. 101). Ὥσπερ τῶν τελειοτάτων ἀγαθῶν αἴτιόν ἐστιν ἡ συμμετρία, οὕτω τῶν μεγίστων κακῶν ἀμετρία τὸν ὠφελιμώτατον λύουσα θεσμὸν ἰσότητος.

[8]    R. f. 1914r folgt auf Fr. 7 τοῦ αὐτοῦ περὶ μέθης. Τὸ ἄνισον λυπηρὸν καὶ διαστατικόν, ὥσπερ καὶ τὸ ἴσον ἄλυπον καὶ συνδετικὸν εἰς ὠφέλειαν.

[9]    Ebenda folgt τοῦ αὐτοῦ· Τὸ εὔνομον καὶ τὸ ἴσον εἰρήνης σπέρμα καὶ σωτηρίας αἴτιον καὶ τῆς εἰς ἅπαν διαμονῆς, ἀνισότης δὲ καὶ πλεονεξία ὁρμητήρια πολέμου καὶ λυτικὰ τῶν ὄντων.

[10]    Vat. f. 2494v ἐκ τοῦ περὶ μέθης α΄, P S. 681 Lequien (Harris S. 98) Philonis Αἱ πάντων ἀθρόαι πρὸς τἀναντία μεταβολαὶ σφαλερώταται, καὶ μάλιστα ὅταν μήκει χρόνου αἱ ὑποῦσαι στηριχθῶσι δυνάμεις.

[11]    R. f. 2764v ἐκ τοῦ περὶ μέθης. Τῶν θείων δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ οὐδὲ ὁ κόσμος, ἀλλὰ βραχέα δεξάμενος μεγάλαις ἐπιρρεούσαις τῶν θεοῦ χαρισμάτων δωρεαῖς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύζεσθαι καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέξασθαι, τὰς κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν;