μετὰ δὲ Δομιτιανὸν Νέρουαν Κοκκήιον οἱ Ῥωμαῖοι ἀπέδειξαν αὐτοκράτορα. μίσει δὲ τοῦ Δομιτιανοῦ αἱ εἰκόνες αὐτοῦ, πολλαὶ μὲν ἀργυραῖ πολλαὶ δὲ καὶ χρυσαῖ οὖσαι, συνεχωνεύθησαν, καὶ ἐξ αὐτῶν μεγάλα χρήματα συνελέγη· καὶ αἱ ἁψῖδες πλεῖσται δὴ ἑνὶ [2] ἀνδρὶ ποιούμεναι καθῃρέθησαν. καὶ ὁ Νέρουας τούς τε κρινομένους ἐπ' ἀσεβείᾳ ἀφῆκε καὶ τοὺς φεύγοντας κατήγαγε, τούς τε δούλους καὶ τοὺς ἐξελευθέρους τοὺς τοῖς δεσπόταις σφῶν ἐπιβουλεύσαντας πάντας ἀπέκτεινε. καὶ τοῖς μὲν τοιούτοις οὐδ' ἄλλο τι ἔγκλημα ἐπιφέρειν ἐπὶ τοὺς δεσπότας ἐφῆκε, τοῖς δὲ δὴ ἄλλοις οὔτ' ἀσεβείας οὔτ' Ἰουδαϊκοῦ βίου καταιτιᾶσθαί τινας συνεχώρησε. πολλοὶ δὲ καὶ τῶν συκοφαντησάντων θάνατον κατεδικάσθησαν· ἐν [3] οἷς καὶ Σέρας ἦν ὁ φιλόσοφος. ταραχῆς οὖν γενομένης οὐ τῆς τυχούσης ἐκ τοῦ πάντας πάντων κατηγορεῖν, λέγεται Φρόντωνα τὸν ὕπατον εἰπεῖν ὡς κακὸν μέν ἐστιν αὐτοκράτορα ἔχειν ἐφ' οὗ μηδενὶ μηδὲν ἔξεστι ποιεῖν, χεῖρον δὲ ἐφ' οὗ πᾶσι πάντα· καὶ ὁ Νέρουας ἀκούσας ταῦτα ἀπηγόρευσε τοῦ λοιποῦ γίνεσθαι τὰ τοιαῦτα. ἦν δὲ ὁ Νέρουας ὑπό τε τοῦ γήρως καὶ ὑπ' ἀρρωστίας, ἀφ' ἧς καὶ τὴν τροφὴν [2] [1] ἀεί ποτε ἤμει, ἀσθενέστερος. ἀπεῖπε δὲ καὶ ἀνδριάντας αὑτῷ χρυσοῦς ἢ ἀργυροῦς γίνεσθαι. τοῖς δὲ τῶν οὐσιῶν ἐπὶ τοῦ Δομιτιανοῦ μάτην ἐστερημένοις πάντα ἀπέδωκεν ὅσα ἐν τῷ βασιλείῳ ἔτι ὄντα εὑρέθη. τοῖς τε πάνυ πένησι τῶν Ῥωμαίων ἐς χιλιάδα καὶ πεντακοσίας μυριάδας γῆς κτῆσιν ἐχαρίσατο, βουλευταῖς τισι τήν τε ἀγορασίαν [2] αὐτῶν καὶ τὴν διανομὴν προστάξας. χρημάτων δὲ ἀπορῶν πολλὰ μὲν ἱμάτια καὶ σκεύη καὶ ἀργυρᾶ καὶ χρυσᾶ, ἄλλα τε ἔπιπλα καὶ ἐκ τῶν ἰδίων καὶ ‹ἐκ› τῶν βασιλικῶν, πολλὰ δὲ καὶ χωρία καὶ οἰκίας, μᾶλλον δὲ πάντα πλὴν τῶν ἀναγκαίων, ἀπέδοτο· οὐ μέντοι καὶ περὶ τὰς τιμὰς αὐτῶν ἐμικρολογήσατο, ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ [3] πολλοὺς εὐηργέτησε. καὶ πολλὰς μὲν θυσίας πολλὰς δὲ ἱπποδρομίας ἄλλας τέ τινας θέας κατέλυσε, συστέλλων ὡς οἷόν τε τὰ δαπανήματα. ὤμοσε δὲ καὶ ἐν τῷ συνεδρίῳ μηδένα τῶν βουλευτῶν φονεύσειν, ἐβεβαίωσέ τε τὸν ὅρκον καίπερ ἐπιβουλευθείς. ἔπραττε [4] δὲ οὐδὲν ὅ τι μὴ μετὰ τῶν πρώτων ἀνδρῶν. ἐνομοθέτησε δὲ ἄλλα τε καὶ περὶ τοῦ μὴ εὐνουχίζεσθαί τινα μηδὲ ἀδελφιδῆν γαμεῖν. τὸν δὲ Ῥοῦφον τὸν Οὐεργίνιον, καίπερ πολλάκις αὐτοκράτορα ὀνομασθέντα, οὐκ ὤκνησεν ὑπατεύσας συνάρχοντα προσλαβεῖν· ἐφ' οὗ τῷ μνήματι τελευτήσαντος ἐπεγράφη ὅτι νικήσας Οὐίνδικα τὸ κράτος οὐχ ἑαυτῷ περιεποιήσατο ἀλλὰ τῇ πατρίδι.
[3]
[1] Νέρουας δὲ οὕτως ἦρχε καλῶς ὥστε ποτὲ εἰπεῖν "οὐδὲν τοιοῦτον πεποίηκα ὥστε μὴ δύνασθαι τὴν ἀρχήν τε καταθέσθαι καὶ ἀσφαλῶς [2] ἰδιωτεῦσαι". Κράσσου τε Καλπουρνίου, τῶν Κράσσων ἐκείνων ἐγγόνου, ἐπιβεβουλευκότος μετὰ καὶ ἄλλων αὐτῷ, παρεκαθίσατό τε αὐτοὺς ἔν τινι θέᾳ ἀγνοοῦντας ἔτι ὅτι καταμεμήνυνται, καὶ ἔδωκεν αὐτοῖς ξίφη, λόγῳ μὲν ἵν' ἐπισκέψωνται αὐτά, ὅπερ εἴωθε γίνεσθαι, εἰ ὀξέα ἐστίν, ἔργῳ δὲ ἐπιδεικνύμενος ὅτι οὐδὲν αὐτῷ μέλει κἂν αὐτοῦ παραχρῆμα ἀποθάνῃ.
[3] Αἰλιανὸς δὲ ὁ Κασπέριος ἄρχων καὶ ὑπ' αὐτοῦ, καθάπερ ὑπὸ τοῦ Δομιτιανοῦ, τῶν δορυφόρων γενόμενος τοὺς στρατιώτας ἐστασίασε κατ' αὐτοῦ, παρασκευάσας ἐξαιτῆσαί τινας ὥστε θανατωθῆναι. πρὸς οὓς ὁ Νέρουας τοσοῦτον ἀντέσχεν ὥστε καὶ τὴν κλεῖν ἀπογυμνῶσαι καὶ τὴν σφαγὴν αὐτοῦ προδεῖξαι. οὐ μήν τι καὶ ἤνυσεν, ἀλλ' ἀνῃρέθησαν οὓς [4] ὁ Αἰλιανὸς ἐβουλήθη. ὅθεν ὁ Νέρουας διὰ τὸ γῆρας οὕτω καταφρονούμενος ἀνέβη τε ἐς τὸ Καπιτώλιον, καὶ ἔφη γεγωνήσας "ἀγαθῇ τύχῃ τῆς τε βουλῆς καὶ τοῦ δήμου τῶν Ῥωμαίων καὶ ἐμοῦ αὐτοῦ Μᾶρκον Οὔλπιον Νέρουαν Τραϊανὸν ποιοῦμαι".
καὶ μετὰ ταῦτα ἐν τῷ συνεδρίῳ Καίσαρά τε αὐτὸν ἀπέδειξε, καὶ ἐπέστειλεν αὐτῷ αὐτοχειρίᾳ (ἦρχε δὲ τῆς Γερμανίας ἐκεῖνος)
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
[4]
[1] οὕτω μὲν ὁ Τραϊανὸς Καῖσαρ καὶ μετὰ τοῦτο αὐτοκράτωρ ἐγένετο, καίτοι συγγενῶν τοῦ Νέρουα ὄντων τινῶν. ἀλλ' οὐ γὰρ τῆς τῶν κοινῶν σωτηρίας ὁ ἀνὴρ τὴν συγγένειαν προετίμησεν, οὐδ' αὖ ὅτι Ἴβηρ ὁ Τραϊανὸς ἀλλ' οὐκ Ἰταλὸς οὐδ' Ἰταλιώτης ἦν, ἧττόν [2] τι παρὰ τοῦτο αὐτὸν ἐποιήσατο, ἐπειδὴ μηδεὶς πρόσθεν ἀλλοεθνὴς τὸ τῶν Ῥωμαίων κράτος ἐσχήκει· τὴν γὰρ ἀρετὴν ἀλλ' οὐ τὴν πατρίδα τινὸς ἐξετάζειν δεῖν ᾤετο. πράξας δὲ ταῦτα μετήλλαξεν, ἄρξας ἔτει ἑνὶ καὶ μησὶ τέσσαρσι καὶ ἡμέραις ἐννέα· προεβεβιώκει δὲ πέντε καὶ ἑξήκοντα ἔτη καὶ μῆνας δέκα καὶ ἡμέρας δέκα.
[5]
[1] Τραϊανῷ δὲ ὄναρ ἐγεγόνει, πρὶν αὐταρχῆσαι, τοιόνδε· ἐδόκει ἄνδρα πρεσβύτην ἐν ἱματίῳ καὶ ἐσθῆτι περιπορφύρῳ, ἔτι δὲ καὶ στεφάνῳ ἐστολισμένον, οἷά που καὶ τὴν γερουσίαν γράφουσι, δακτυλίῳ τινὶ σφραγῖδα αὐτῷ ἔς τε τὴν ἀριστερὰν σφαγὴν καὶ μετὰ [2] τοῦτο καὶ ἐς τὴν δεξιὰν ἐπιβεβληκέναι. ὡς δὲ αὐτοκράτωρ ἐγένετο, ἐπέστειλε τῇ βουλῇ αὐτοχειρίᾳ ἄλλα τε καὶ ὡς οὐδένα ἄνδρα ἀγαθὸν ἀποσφάξοι ἢ ἀτιμάσοι, καὶ ταῦτα καὶ ὅρκοις οὐ τότε μόνον ἀλλὰ καὶ ὕστερον ἐπιστώσατο.
[4] Αἰλιανὸν δὲ καὶ τοὺς δορυφόρους τοὺς κατὰ Νέρουα στασιάσαντας, ὡς καὶ χρησόμενός τι αὐτοῖς, μεταπεμψάμενος ἐκποδὼν ἐποιήσατο. ἐς δὲ τὴν Ῥώμην ἐσελθὼν πολλὰ ἐποίει πρός τε διόρθωσιν τῶν κοινῶν καὶ πρὸς χάριν τῶν ἀγαθῶν, ἐκείνων τε διαφερόντως ἐπιμελούμενος, ὡς καὶ ταῖς πόλεσι ταῖς ἐν Ἰταλίᾳ πρὸς τὴν τῶν παίδων τροφὴν πολλὰ χαρίσασθαι, καὶ τούτους εὐεργετῶν.
[5] Πλωτῖνα δὲ ἡ γυνὴ αὐτοῦ ὅτε πρῶτον ἐς τὸ παλάτιον ἐσῄει, ἐπὶ τοὺς ἀναβαθμοὺς καὶ πρὸς τὸ πλῆθος μεταστραφεῖσα εἶπε "τοιαύτη μέντοι ἐνταῦθα ἐσέρχομαι οἵα καὶ ἐξελθεῖν βούλομαι". καὶ οὕτω γε ἑαυτὴν διὰ πάσης τῆς ἀρχῆς διήγαγεν ὥστε μηδεμίαν ἐπηγορίαν σχεῖν. Xiph. 226, 18-229, 29 R. St.
[15]
[2] ὅτι ὁ Τραϊανὸς τοὺς πρεσβευτὰς τοὺς παρὰ τῶν βασιλέων ἀφικνουμένους ἐν τῷ βουλευτικῷ θεάσασθαι ἐποίει. Exc. U4G 46 (p. 401).
[6] διατρίψας δὲ ἐν τῇ Ῥώμῃ χρόνον τινὰ ἐστράτευσεν ἐπὶ Δακούς, τά τε πραχθέντα αὐτοῖς λογιζόμενος, τοῖς τε χρήμασιν ἃ κατ' ἔτος ἐλάμβανον βαρυνόμενος; τάς τε δυνάμεις αὐτῶν αὐξανομένας [3] καὶ τὰ φρονήματα ὁρῶν. πυθόμενος δὲ ὁ Δεκέβαλος τὴν ὁρμὴν αὐτοῦ ἐφοβήθη, ἅτε καὶ εὖ εἰδὼς ὅτι πρότερον μὲν οὐ Ῥωμαίους ἀλλὰ Δομιτιανὸν ἐνενικήκει, τότε δὲ ὡς πρός τε Ῥωμαίους καὶ πρὸς Τραϊανὸν αὐτοκράτορα πολεμήσοι.
πλεῖστον γὰρ ἐπί τε δικαιότητι καὶ ἐπ' ἀνδρείᾳ τῇ τε ἁπλότητι [4] τῶν ἠθῶν διέπρεπε. τῷ τε γὰρ σώματι ἔρρωτο (δεύτερον γὰρ καὶ τεσσαρακοστὸν ἄγων ἔτος ἦρξεν) ὡς ἐξ ἴσου πάντα τοῖς ἄλλοις τρόπον τινὰ πονεῖσθαι, καὶ τῇ ψυχῇ ἤκμαζεν ὡς μήθ' ὑπὸ [5] νεότητος θρασύνεσθαι μήθ' ὑπὸ γήρως ἀμβλύνεσθαι. καὶ οὔτ' ἐφθόνει οὔτε καθῄρει τινά, ἀλλὰ καὶ πάνυ πάντας τοὺς ἀγαθοὺς ἐτίμα καὶ ἐμεγάλυνε, καὶ διὰ τοῦτο οὔτε ἐφοβεῖτό τινα αὐτῶν οὔτε ἐμίσει. διαβολαῖς τε ἥκιστα ἐπίστευε, καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ φόνων τῶν ἀδίκων ἀπείχετο.
[7]
[1] καὶ ἐδαπάνα πάμπολλα μὲν ἐς τοὺς πολέμους πάμπολλα δὲ ἐς τὰ τῆς εἰρήνης ἔργα, καὶ πλεῖστα καὶ ἀναγκαιότατα καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν οἰκοδομήμασι δημοσίοις κατασκευάσας [2] οὐδενὸς αἷμα ἐς οὐδὲν αὐτῶν ἀνάλωσεν. οὕτως γάρ που καὶ μεγαλόφρων καὶ μεγαλογνώμων ἔφυ ὥστε καὶ τῷ ἱπποδρόμῳ ἐπιγράψαι ὅτι ἐξαρκοῦντα αὐτὸν τῷ τῶν Ῥωμαίων δήμῳ ἐποίησεν, ἐπειδὴ διαφθαρέντα πῃ καὶ μείζω καὶ περικαλλέστερον ἐξειργάσατο.
[3] φιλούμενός τε οὖν ἐπ' αὐτοῖς μᾶλλον ἢ τιμώμενος ἔχαιρε, καὶ τῷ τε δήμῳ μετ' ἐπιεικείας συνεγίνετο καὶ τῇ γερουσίᾳ σεμνοπρεπῶς ὡμίλει, ἀγαπητὸς μὲν πᾶσι, φοβερὸς δὲ μηδενὶ πλὴν πολεμίοις ὤν. καὶ γὰρ θήρας καὶ συμποσίων ἔργων τε καὶ βουλευμάτων σκωμμάτων τε συμμετεῖχε σφίσι, καὶ πολλάκις καὶ τέταρτος ὠχεῖτο, ἔς τε τὰς οἰκίας αὐτῶν καὶ ἄνευ γε φρουρᾶς ἔστιν [4] ὧν ἐσιὼν εὐθυμεῖτο. παιδείας μὲν γὰρ ἀκριβοῦς, ὅση ἐν λόγοις, οὐ μετέσχε, τό γε μὴν ἔργον αὐτῆς καὶ ἠπίστατο καὶ ἐποίει. οὐδὲ ἔστιν ὅ τι οὐκ ἄριστον εἶχε. καὶ οἶδα μὲν ὅτι καὶ περὶ μειράκια καὶ περὶ οἶνον ἐσπουδάκει· ἀλλ' εἰ μέν τι ἐκ τούτων ἢ αἰσχρὸν ἢ κακὸν ἢ ἐδεδράκει ἢ ἐπεπόνθει, ἐπηγορίαν ἂν εἶχε, νῦν δὲ τοῦ τε οἴνου διακόρως ἔπινε καὶ νήφων ἦν, ἔν τε τοῖς παιδικοῖς [5] οὐδένα ἐλύπησεν. εἰ δὲ καὶ φιλοπόλεμος ἦν, ἀλλὰ τῇ τε κατορθώσει καὶ τοῦ ἐχθίστου μὲν καθαιρέσει τοῦ οἰκείου δὲ αὐξήσει ἠρκεῖτο. οὐδὲ γὰρ οὐδ' ὅπερ εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι, τὸ τοὺς στρατιώτας ἐξογκοῦσθαί τε καὶ ὑπερφρονεῖν, συνέβη ποτὲ ἐπ' αὐτοῦ· οὕτως ἐγκρατῶς αὐτῶν ἦρχε. Xiph. 229, 29-231, 2 R. St., et (p. 191 v. 18192 v. 2) Exc. Val. 286 p. 708), unde (p. 191 v. 27) Suid. s. v. ἀμβλύνω, ἤκμαζεν, καθῄρει, μήθ' ὑπὸ νεότητος, πονεῖσθαι.
διὰ ταῦτα μὲν οὖν οὐκ ἀπεικότως ὁ Δεκέβαλος αὐτὸν ἐδεδίει· [8] [1] στρατεύσαντι δὲ τῷ Τραϊανῷ κατὰ τῶν Δακῶν καὶ ταῖς Τάπαις, ἔνθα ἐστρατοπέδευον οἱ βάρβαροι, πλησιάσαντι μύκης μέγας προσεκομίσθη, γράμμασι Λατίνοις λέγων ὅτι ἄλλοι τε τῶν συμμάχων καὶ Βοῦροι παραινοῦσι Τραϊανῷ ὀπίσω ἀπιέναι [2] καὶ εἰρηνῆσαι. συμβαλὼν δὲ αὐτοῖς ὁ Τραϊανὸς πολλοὺς μὲν τῶν οἰκείων τραυματίας ἐπεῖδε, πολλοὺς δὲ τῶν πολεμίων ἀπέκτεινεν· ὅτε καὶ ἐπιλιπόντων τῶν ἐπιδέσμων οὐδὲ τῆς ἑαυτοῦ ἐσθῆτος λέγεται φείσασθαι, ἀλλ' ἐς τὰ λαμπάδια ταύτην κατατεμεῖν, τοῖς δὲ τελευτήσασι τῶν στρατιωτῶν ἐν τῇ μάχῃ βωμόν τε στῆσαι καὶ κατ' ἔτος ἐναγίζειν κελεῦσαι. Xiph. 231, 213 R. St.
[9]
[1] ὅτι ὁ Δεκέβαλος ἐπεπόμφει μὲν καὶ πρὸ τῆς ἥττης πρέσβεις, οὐκέτι τῶν κομητῶν ὥσπερ πρότερον, ἀλλὰ τῶν πιλοφόρων [2] τοὺς ἀρίστους. καὶ ἐκεῖνοι τά τε ὅπλα ῥίψαντες καὶ ἑαυτοὺς ἐς τὴν γῆν καταβαλόντες ἐδεήθησαν τοῦ Τραϊανοῦ μάλιστα μὲν αὐτῷ τῷ Δεκεβάλῳ καὶ ἐς ὄψιν καὶ ἐς λόγους αὐτοῦ ἐλθεῖν, ὡς καὶ πάντα τὰ κελευσθησόμενα ποιήσοντι, ἐπιτραπῆναι, εἰ δὲ μή, σταλῆναί γέ τινα τὸν συμβησόμενον αὐτῷ. καὶ ἐπέμφθη ὁ Σούρας καὶ Κλαύδιος [3] Λιουιανὸς ὁ ἔπαρχος. ἐπράχθη δὲ οὐδέν· ὁ γὰρ Δεκέβαλος οὐδὲ ἐκείνοις ἐτόλμησε συμμῖξαι, ἔπεμψε δὲ καὶ τότε. ὁ δὲ Τραϊανὸς ὄρη τε ἐντετειχισμένα ἔλαβε, καὶ ἐν αὐτοῖς τά. τε ὅπλα τά τε μηχανήματα τὰ αἰχμάλωτα τό τε σημεῖον τὸ ἐπὶ τοῦ Φούσκου ἁλὸν εὗρε.
[8]
[4] δι' οὖν ταῦτα ὁ Δεκέβαλος, ἄλλως τε καὶ ἐπειδὴ ὁ Μάξιμος ἐν τῷ αὐτῷ χρόνῳ τήν τε ἀδελφὴν αὐτοῦ καὶ χωρίον τι ἰσχυρὸν εἷλεν, οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταχθέντων ἔσχε συνθέσθαι, οὐχ ὅτι καὶ ἐμμενεῖν αὐτοῖς ἔμελλεν, ἀλλ' ἵν' ἐκ τῶν παρόντων ἀναπνεύσῃ.
[5] τὰ γὰρ ὅπλα καὶ τὰ μηχανήματα τούς τε μηχανοποιοὺς παραδοῦναι καὶ τοὺς αὐτομόλους ἀποδοῦναι, τά τε ἐρύματα καθελεῖν καὶ τῆς χώρας τῆς ἑαλωκυίας ἀποστῆναι, καὶ προσέτι τούς [6] τε αὐτοὺς ἐχθροὺς καὶ φίλους τοῖς Ῥωμαίοις νομίζειν, καὶ μήτ' αὐτομόλων τινὰ ὑποδέχεσθαι μήτε στρατιώτῃ τινὶ ἐκ τῆς τῶν Ῥωμαίων ἀρχῆς χρῆσθαι (τοὺς γὰρ πλείστους τούς τε ἀρίστους ἐκεῖθεν ἀναπείθων προσεποιεῖτο) καὶ ἄκων ὡμολόγησε, πρός τε τὸν Τραϊανὸν ἐλθὼν καὶ ἐς τὴν γῆν πεσὼν καὶ προσκυνήσας αὐτὸν [7] καὶ τὰ ὅπλα ἀπορρίψας. καὶ πρέσβεις ἐπὶ τούτοις ἐς τὸ βουλευτήριον ἔπεμψεν, ὅπως καὶ παρ' ἐκείνου τὴν εἰρήνην βεβαιώσηται. ταῦτα συνθέμενος καὶ τὸ στρατόπεδον ἐν Ζερμιζεγεθούσῃ καταλιπών, τήν τε ἄλλην χώραν φρουραῖς διαλαβών, ἐς τὴν Ἰταλίαν ἀνεκομίσθη. Exc. U4G 47 (p. 401), Xiph. 231, 1324 R. St.
[10] καὶ οἱ παρὰ τοῦ Δεκεβάλου πρέσβεις ἐς τὸ συνέδριον ἐσήχθησαν, τά τε ὅπλα καταθέντες συνῆψαν τὰς χεῖρας ἐν αἰχμαλώτων σχήματι καὶ εἶπόν τέ τινα καὶ ἱκέτευσαν, καὶ οὕτω τήν τε εἰρήνην [8] ἐσπείσαντο καὶ τὰ ὅπλα ἀπέλαβον. Τραϊανὸς δὲ τά τε νικητήρια ἤγαγε καὶ Δακικὸς ἐπωνομάσθη, ἔν τε τῷ θεάτρῳ μονομάχους συνέβαλε (καὶ γὰρ ἔχαιρεν αὐτοῖς), καὶ τοὺς ὀρχηστὰς ἐς τὸ θέατρον ἐπανήγαγε (καὶ γὰρ ἑνὸς αὐτῶν τοῦ Πυλάδου ἤρα), οὐ μέντοι, οἷα πολεμικὸς ἀνήρ, τἆλλα ἧττον διῆγεν ἢ καὶ ἧττον ἐδίκαζεν, ἀλλὰ τοτὲ μὲν ἐν τῇ ἀγορᾷ τοῦ Αὐγούστου, τοτὲ δ' ἐν τῇ στοᾷ τῇ Λιουίᾳ ὠνομασμένῃ, πολλάκις δὲ καὶ ἄλλοθι ἔκρινεν ἐπὶ βήματος. Xiph. 231, 24232, 2 R. St., et (p. 196 v. 1113) Exc. Val. 287 (p. 708).
[9] ἐπεὶ δὲ ὁ Δεκέβαλος πολλὰ παρὰ τὰς συνθήκας ἀπηγγέλλετο αὐτῷ ποιῶν, καὶ ὅπλα τε κατεσκευάζετο, καὶ τοὺς αὐτομολοῦντας ἐδέχετο, τά τε ἐρύματα ἐπεσκεύαζε, παρά τε τοὺς ἀστυγείτονας ἐπρεσβεύετο, καὶ τοῖς τἀναντία οἱ φρονήσασι πρότερον ἐλυμαίνετο, καὶ τῶν Ἰαζύγων καὶ χώραν τινὰ ἀπετέμετο (ἣν μετὰ ταῦτα ἀπαιτήσασιν [10] αὐτοῖς Τραϊανὸς οὐκ ἀπέδωκεν), οὕτω δὴ καὶ αὖθις πολέμιον αὐτὸν ἡ βουλὴ ἐψηφίσατο, καὶ ὁ Τραϊανὸς δι' ἑαυτοῦ καὶ αὖθις, ἀλλ' οὐ δι' ἑτέρων στρατηγῶν, τὸν πρὸς ἐκεῖνον πόλεμον ἐποιήσατο. Xiph. 232, 210 R. St.
[11]
[1] ὅτι τῶν Δακῶν συχνῶν μεθισταμένων πρὸς Τραϊανόν, καὶ δι' ἄλλα τινά, ἐδεήθη αὖθις ὁ Δεκέβαλος εἰρήνης. ὡς δ' οὐκ ἐπείσθη τά τε ὅπλα καὶ ἑαυτὸν παραδοῦναι, τὰς δυνάμεις φανερῶς ἤθροιζε [2] καὶ τοὺς περιχώρους προσπαρεκάλει, λέγων ὅτι ἐὰν αὐτὸν προῶνται καὶ αὐτοὶ κινδυνεύσουσι, καὶ ὅτι ἀσφαλέστερον καὶ ῥᾷον μεθ' ἑαυτοῦ, πρίν τι κακὸν παθεῖν, ἀγωνισάμενοι τὴν ἐλευθερίαν φυλάξουσιν ἢ ἂν σφᾶς τε ἀπολλυμένους περιίδωσι καὶ αὐτοὶ ὕστερον, ἐρημωθέντες τῶν συμμάχων, χειρωθῶσιν. Exc. U4G 48 (p. 402).
[3] καὶ ὁ Δεκέβαλος κατὰ μὲν τὸ ἰσχυρὸν κακῶς ἔπραττε, δόλῳ δὲ δὴ καὶ ἀπάτῃ ὀλίγου μὲν καὶ τὸν Τραϊανὸν ἀπέκτεινε, πέμψας ἐς τὴν Μυσίαν αὐτομόλους τινάς, εἴ πως αὐτὸν εὐπρόσοδον ὄντα καὶ ἄλλως, τότε δὲ καὶ διὰ τὴν τοῦ πολέμου χρείαν πάντα ἁπλῶς τὸν βουλόμενον ἐς λόγους δεχόμενον κατεργάσαιντο. ἀλλὰ τοῦτο μὲν οὐκ ἠδυνήθησαν πρᾶξαι, συλληφθέντος τινὸς ἐξ ὑποψίας καὶ [12] [1] πᾶν τὸ ἐπιβούλευμα αὐτοῦ ἐκ βασάνων ὁμολογήσαντος· Λογγῖνον δέ τινα στρατοπέδου Ῥωμαϊκοῦ ἐξηγούμενον καὶ δεινὸν ἐν τοῖς πολέμοις αὐτῷ γεγενημένον προσκαλεσάμενος, καὶ ἀναπείσας συμμῖξαί οἱ ὡς καὶ τὰ προσταχθησόμενα ποιήσων, συνέλαβε καὶ ἀνέκρινε δημοσίᾳ περὶ τῶν τοῦ Τραϊανοῦ βουλευμάτων, ἐπειδή τε μηδὲν [2] ὁμολογῆσαι ἠθέλησεν, ἐν ἀδέσμῳ φυλακῇ περιῆγε. καὶ πρέσβιν τινὰ πέμψας πρὸς τὸν Τραϊανὸν ἠξίου τήν τε χώραν μέχρι τοῦ Ἴστρου κομίσασθαι καὶ τὰ χρήματα, ὅσα ἐς τὸν πόλεμον ἐδεδαπανήκει, ἀπολαβεῖν ἐπὶ τῷ τὸν Λογγῖνόν οἱ ἀποδοῦναι. ἀποκριναμένου δέ τινα αὐτῷ μέσα, ἐξ ὧν οὔτε ἐν μεγάλῳ οὔτε ἐν σμικρῷ [3] λόγῳ τὸν Λογγῖνον ποιεῖσθαι δόξειν ἔμελλε, τοῦ μήτ' ἀπολέσθαι αὐτὸν μήτ' ἐπὶ πολλῷ σφίσιν ἀνασωθῆναι, Δεκέβαλος μὲν ἔτι διασκοπῶν ὅ τι πράξῃ ἀνεῖχε, Λογγῖνος δὲ ἐν τούτῳ φαρμάκου διὰ τοῦ ἀπελευθέρου εὐπορήσας ὑπέσχετό τε αὐτῷ τὸν Τραϊανὸν καταλλάξειν, ἵνα ὡς ἥκιστα ὑποτοπήσῃ τὸ γενησόμενον, μὴ καὶ φυλακὴν αὐτοῦ ἀκριβεστέραν ποιήσηται, καὶ γράμματά τινα ἱκετείαν ἔχοντα γράψας ἔδωκε τῷ ἐξελευθέρῳ πρὸς τὸν Τραϊανὸν ἀποκομίσαι, [4] ἵν' ἐν ἀσφαλείᾳ γένηται. καὶ οὕτως ἀπελθόντος αὐτοῦ τὸ φάρμακον νυκτὸς ἔπιε καὶ ἀπέθανε. γενομένου δὲ τούτου ὁ Δεκέβαλος ἐξῄτησε παρὰ τοῦ Τραϊανοῦ τὸν ἀπελεύθερον, τό τε σῶμα τοῦ Λογγίνου καὶ δέκα αἰχμαλώτους ἀντιδώσειν οἱ ὑποσχόμενος, καὶ εὐθύς γε τὸν ἑκατοντάρχην τὸν ἁλόντα μετ' αὐτοῦ ἔπεμψεν ὡς [5] καὶ ταῦτα διαπράξοντα· παρ' οὗ πάντα τὰ κατὰ τὸν Λογγῖνον ἐγνώσθη. οὐ μέντοι οὔτε ἐκεῖνον ὁ Τραϊανὸς ἀπέπεμψεν οὔτε τὸν ἐξελεύθερον ἐξέδωκε, προτιμοτέραν τὴν σωτηρίαν αὐτοῦ πρὸς τὸ τῆς ἀρχῆς ἀξίωμα τῆς τοῦ Λογγίνου ταφῆς ποιησάμενος. Xiph. 232, 1028 R. St. (usque ad v. 1), et (14 25) Exc. U4G 49 (p. 402 sq.).
[13]
[1] Τραϊανὸς δὲ γέφυραν λιθίνην ἐπὶ τοῦ Ἴστρου κατεσκευάσατο, περὶ ἧς οὐκ ἔχω πῶς ἂν ἀξίως αὐτὸν θαυμάσω· ἔστι μὲν γὰρ καὶ τἆλλα αὐτοῦ ἔργα διαπρεπέστατα, τοῦτο δὲ καὶ ὑπὲρ ἐκεῖνα. ὡς γὰρ κρηπῖδές εἰσι λίθου τετραπέδου εἴκοσι, τὸ μὲν ὕψος πεντήκοντα [2] καὶ ἑκατὸν ποδῶν πλὴν τῶν θεμελίων, τὸ δὲ πλάτος ἑξήκοντα· καὶ αὗται ἑβδομήκοντα καὶ ἑκατὸν ἀπ' ἀλλήλων πόδας ἀπέχουσαι ἁψῖσι συνῳκοδόμηνται. πῶς οὐκ ἄν τις τὸ ἀνάλωμα τὸ ἐς αὐτὰς δαπανηθὲν θαυμάσειε; πῶς δ' οὐκ ἄν [τις] τὸν τρόπον ὃν ἕκαστα αὐτῶν ἔν τε ποταμῷ πολλῷ καὶ ἐν ὕδατι δινώδει δαπέδῳ τε ἰλυώδει ἐγένετο; [3] οὐ γάρ τοι καὶ παρατρέψαι ποι τὸ ῥεῦμα ἠδυνήθη. τὸ δὲ δὴ πλάτος τοῦ ποταμοῦ εἶπον οὐχ ὅτι διὰ τοσούτου ῥεῖ (καὶ γὰρ ἐπὶ διπλάσιον ἔστιν οὗ καὶ ἐπὶ τριπλάσιον αὐτοῦ πελαγίζει), ἀλλ' ὅτι τό τε στενώτατον καὶ τὸ ἐπιτηδειότατον ἐς τὸ γεφυρωθῆναι [4] τῶν ἐκείνῃ χωρίων τοσοῦτόν ἐστιν. ὅσῳ δὲ δὴ ἐς στενὸν ταύτῃ ἐκ πελάγους μεγάλου καταβαίνων καὶ ἐς πέλαγος αὖθις μεῖζον προχωρῶν κατακλείεται, τόσῳ που καὶ ῥοωδέστατος καὶ βαθύτατος γίγνεται, ὥστε καὶ τοῦτο ἐς τὴν χαλεπότητα τῆς κατασκευῆς τῆς [5] γεφύρας τεῖναι. ἡ μὲν οὖν μεγαλόνοια τοῦ Τραϊανοῦ καὶ ἐκ τούτων δείκνυται· οὐ μέντοι καὶ [εἰ] ὠφέλειάν τινα ἡμῖν ἡ γέφυρα παρέχεται, ἀλλ' ἑστᾶσιν αἱ κρηπῖδες ἄλλως, δίοδον οὐκ ἔχουσαι, καθάπερ ἐπ' αὐτῷ τούτῳ μόνον γενόμεναι ἵν' ἐπιδείξωσι τὴν ἀνθρωπίνην φύσιν [6] οὐδὲν ὅ τι οὐ δυναμένην ἐξεργάσασθαι. ὁ μὲν γὰρ Τραϊανὸς δείσας μή ποτε παγέντος τοῦ Ἴστρου πόλεμος τοῖς πέραν Ῥωμαίοις γένηται, ἐποίησε τὴν γέφυραν ἵνα αἱ ἐπιβασίαι ῥᾳδίως δι' αὐτῆς διεξίωσιν· Ἁδριανὸς δὲ τοὐναντίον φοβηθεὶς μὴ καὶ τοῖς βαρβάροις τοὺς φρουροὺς αὐτῆς βιαζομένοις ῥᾳδία διάβασις ἐς τὴν Μυσίαν ᾖ, ἀφεῖλε τὴν ἐπιπολῆς κατασκευήν.
[14]
[1] Τραϊανὸς δὲ διὰ ταύτης τῆς γεφύρας τὸν Ἴστρον περαιωθείς, καὶ δι' ἀσφαλείας μᾶλλον ἢ διὰ σπουδῆς τὸν πόλεμον ποιούμενος, σὺν χρόνῳ καὶ μόλις ἐκράτησε τῶν Δακῶν, πολλὰ μὲν αὐτὸς στρατηγίας ἔργα καὶ ἀνδρίας ἐπιδειξάμενος, πολλὰ δὲ καὶ τῶν στρατιωτῶν [2] αὐτῷ κινδυνευσάντων καὶ ἀριστευσάντων. ἔνθα δὴ καὶ ἱππεύς τις κακῶς πληγεὶς ἐξήχθη μὲν ἐκ τῆς μάχης ὡς καὶ θεραπευθῆναι δυνάμενος, αἰσθόμενος δὲ ὡς ἀνιάτως ἔχοι ἔκ τε τοῦ σκηνώματος ἐξεπήδησεν (οὐ γάρ πω τὸ κακὸν αὐτοῦ καθῖκτο) καὶ ἐς τάξιν αὖθις καθιστὰς ἑαυτὸν ἀπέθανε, μεγάλα ἐπιδειξάμενος.
[3] Δεκέβαλος δέ, ὡς καὶ τὸ βασίλειον αὐτοῦ καὶ ἡ χώρα κατείληπτο σύμπασα καὶ αὐτὸς ἐκινδύνευεν ἁλῶναι, διεχρήσατο ἑαυτόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐς τὴν Ῥώμην ἀπεκομίσθη· καὶ οὕτως ἡ Δακία Ῥωμαίων ὑπήκοος ἐγένετο, καὶ πόλεις ἐν αὐτῇ ὁ Τραϊανὸς κατῴκισεν.
[4] εὑρέθησαν δὲ καὶ οἱ τοῦ Δεκεβάλου θησαυροί, καίτοι ὑπὸ τὸν ποταμὸν τὸν Σαργετίαν τὸν παρὰ τοῖς βασιλείοις αὐτοῦ κεκρυμμένοι. διὰ γὰρ αἰχμαλώτων τινῶν τόν τε ποταμὸν ἐξέτρεψε καὶ τὸ ἔδαφος αὐτοῦ ὤρυξε, καὶ ἐς αὐτὸ πολὺν μὲν ἄργυρον πολὺν δὲ χρυσόν, τά τε ἄλλα τὰ τιμιώτατα καὶ ὑγρότητά τινα ἐνεγκεῖν δυνάμενα, ἐμβαλὼν λίθους τε ἐπ' αὐτοῖς ἐπέθηκε καὶ χοῦν ἐπεφόρησε [5] καὶ μετὰ τοῦτο τὸν ποταμὸν ἐπήγαγε· καὶ ἐς τὰ σπήλαια διὰ τῶν αὐτῶν ἐκείνων τά τε ἱμάτια καὶ τὰ ἄλλα τὰ ὁμοιότροπα κατέθετο. ποιήσας δὲ ταῦτα διέφθειρεν αὐτούς, ἵνα μηδὲν ἐκλαλήσωσι. Βίκιλις δέ τις ἑταῖρος αὐτοῦ, τὸ γεγονὸς εἰδώς, ἑάλω τε καὶ κατεμήνυσε ταῦτα.
κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ Πάλμας τῆς Συρίας ἄρχων τὴν Ἀραβίαν τὴν πρὸς τῇ Πέτρᾳ ἐχειρώσατο καὶ Ῥωμαίων ὑπήκοον ἐποιήσατο. Xiph. 232, 28234, 16 R. St.
[15]
[1] πρὸς ‹δὲ› τὸν Τραϊανὸν ἐς τὴν Ῥώμην ἐλθόντα πλεῖσται ὅσαι πρεσβεῖαι παρὰ βαρβάρων ἄλλων τε καὶ Ἰνδῶν ἀφίκοντο. καὶ θέας ἐν τρισὶ καὶ εἴκοσι καὶ ἑκατὸν ἡμέραις ἐποίησεν, ἐν αἷς θηρία τε καὶ βοτὰ χίλιά που καὶ μύρια [που] ἐσφάγη καὶ μονομάχοι μύριοι ἠγωνίσαντο. Xiph. 234, 1620 R. St., Exc. U4G 50 (p. 403).
[1] καὶ κατὰ τοὺς αὐτοὺς χρόνους τά τε ἕλη τὰ Πομπτῖνα ὡδοποίησε λίθῳ, καὶ τὰς ὁδοὺς παροικοδομήμασι καὶ γεφύραις μεγαλοπρεπεστάταις ἐξεποίησε. τό τε νόμισμα πᾶν τὸ ἐξίτηλον συνεχώνευσε. Xiph. 234, 2022 R. St.
[5]
[3] ὅτι οὗτος ὤμοσεν ὡς οὐ μιαιφονήσει, καὶ τοῦτο ἔργῳ ἐνεπέδωσε καίπερ ἐπιβουλευθείς. τῇ τε γὰρ φύσει οὐδὲν οὔτε διπλοῦν οὔτε δόλιον οὔτε τραχὺ εἶχεν, ἀλλὰ τοὺς μὲν ἀγαθοὺς ἐφίλει καὶ ἐδεξιοῦτο καὶ ἐτίμα, τῶν δὲ ἄλλων ἠμέλει· τὸ δὲ καὶ ὑπὸ τῆς ἡλικίας πεπαίτερος ἐγεγόνει. Exc. V 288 (p. 710).
[15] τῷ δὲ Σούρᾳ τῷ Λικινίῳ καὶ ταφὴν δημοσίαν καὶ ἀνδριάντα ἔδωκε τελευτήσαντι· ὅστις ἐς τοῦτο καὶ πλούτου καὶ αὐχήματος ἀφίκετο [4] ὥστε καὶ γυμνάσιον Ῥωμαίοις οἰκοδομῆσαι. τοσαύτῃ δὲ φιλίᾳ καὶ πίστει ὅ ‹τε› Σούρας πρὸς τὸν Τραϊανὸν ἐχρήσατο καὶ Τραϊανὸς πρὸς ἐκεῖνον ὥστε πολλάκις αὐτόν, οἷά που περὶ πάντας τούς τι παρὰ τοῖς αὐτοκράτορσι δυναμένους γίνεσθαι πέφυκε, διαβληθέντα οὔτε ὑπώπτευσέ ποτε οὔτε ἐμίσησεν, ἀλλὰ καὶ ἐγκειμένων οἱ ἐπὶ πολὺ [5] τῶν φθονούντων αὐτῷ οἴκαδέ τε ἄκλητος πρὸς αὐτὸν ἐπὶ δεῖπνον ἦλθε, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπέμψας ἐκάλεσε πρῶτον μὲν τὸν ἰατρὸν αὐτοῦ, καὶ δι' ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα τὸν κουρέα, καὶ δι' ἐκείνου τὸ γένειον ἐξύρατο (τοῦτο γὰρ ἐκ παλαιοῦ πάντες οἱ ἄλλοι καὶ αὐτοὶ οἱ αὐτοκράτορες ἐποίουν· Ἁδριανὸς γὰρ [6] πρῶτος γενειᾶν κατέδειξε)· πράξας δὲ ταῦτα, καὶ μετὰ τοῦτο καὶ λουσάμενος καὶ δειπνήσας, ἔπειτα τοῖς φίλοις τοῖς εἰωθόσιν ἀεί τι περὶ αὐτοῦ φαῦλον λέγειν ἔφη τῇ ὑστεραίᾳ ὅτι "εἰ ἤθελέ με Σούρας [16] [1] ἀποκτεῖναι, χθὲς ἂν ἀπεκτόνει". μέγα μὲν οὖν ἐποίησε καὶ τὸ ἀποκινδυνεῦσαι πρὸς διαβεβλημένον ἄνθρωπον, πολὺ δὲ δὴ μεῖζον ὅτι [1a] ἐπίστευσε μηδὲν ἄν ποτε ὑπ' αὐτοῦ παθεῖν. οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξαζον ἐβεβαιοῦτο. Xiph. 234, 22235, 6 R. St., Exc. Val. 289 (p. 700), et (`16, 14A) Joann. Antioch. fr. 112 Muell. (v. 1416).
[1] ἀλλὰ καὶ ὅτε πρῶτον τῷ μέλλοντι τῶν δορυφόρων ἐπάρξειν τὸ ξίφος, ὃ παραζώννυσθαι αὐτὸν ἐχρῆν, ὤρεξεν, ἐγύμνωσέ τε αὐτὸ καὶ ἀνατείνας ἔφη "λαβὲ τοῦτο τὸ ξίφος, ἵνα, ἂν μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, ἂν δὲ κακῶς, κατ' ἐμοῦ αὐτῷ χρήσῃ".
[2] ἔστησε δὲ καὶ τοῦ Σοσσίου τοῦ τε Πάλμου καὶ τοῦ Κέλσου εἰκόνας· οὕτω που αὐτοὺς τῶν ἄλλων προετίμησε. τοὺς μέντοι ἐπιβουλεύοντας αὐτῷ, ἐν οἷς ἦν καὶ Κράσσος, ἐτιμωρεῖτο ἐσάγων ἐς τὴν βουλήν.
[3] κατεσκεύασε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ ἔστησεν ἐν τῇ ἀγορᾷ καὶ κίονα μέγιστον, ἅμα μὲν ἐς ταφὴν ἑαυτῷ, ἅμα δὲ ἐς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀγορὰν ἔργου· παντὸς γὰρ τοῦ χωρίου ἐκείνου ὀρεινοῦ ὄντος κατέσκαψε τοσοῦτον ὅσον ὁ κίων ἀνίσχει, καὶ τὴν ἀγορὰν ἐκ τούτου πεδινὴν κατεσκεύασε.
[17]
[1] μετὰ δὲ ταῦτα ἐστράτευσεν ἐπ' Ἀρμενίους καὶ Πάρθους, πρόφασιν μὲν ὅτι μὴ τὸ διάδημα ὑπ' αὐτοῦ εἰλήφει, ἀλλὰ παρὰ τοῦ Πάρθων βασιλέως, ὁ τῶν Ἀρμενίων βασιλεύς, τῇ δ' ἀληθείᾳ δόξης ἐπιθυμίᾳ. Xiph. 235, 620 R. St.
[2] ὅτι τοῦ Τραϊανοῦ ἐπὶ Πάρθους στρατεύσαντος καὶ ἐς Ἀθήνας ἀφικομένου πρεσβεία αὐτῷ ἐνταῦθα παρὰ τοῦ Ὀρρόου ἐνέτυχε, τῆς εἰρήνης δεομένη καὶ δῶρα φέρουσα. ἐπειδὴ γὰρ ἔγνω τήν τε ὁρμὴν αὐτοῦ, καὶ ὅτι τοῖς ἔργοις τὰς ἀπειλὰς ἐτεκμηρίου, κατέδεισε, καὶ ὑφεὶς τοῦ φρονήματος ἔπεμψεν ἱκετεύων μὴ πολεμηθῆναι, τήν τε Ἀρμενίαν Παρθαμασίριδι Πακόρου καὶ αὐτῷ υἱεῖ ᾔτει, καὶ [3] ἐδεῖτο τὸ διάδημα αὐτῷ πεμφθῆναι· τὸν γὰρ Ἐξηδάρην ὡς οὐκ ἐπιτήδειον οὔτε τοῖς Ῥωμαίοις οὔτε τοῖς Πάρθοις ὄντα πεπαυκέναι ἔλεγεν. καὶ ὃς οὔτε τὰ δῶρα ἔλαβεν, οὔτ' ἄλλο τι ἀπεκρίνατο ἢ καὶ ἐπέστειλε πλὴν ὅτι ἡ φιλία ἔργοις καὶ οὐ λόγοις κρίνεται, καὶ διὰ τοῦτ', ἐπειδὰν ἐς τὴν Συρίαν ἔλθῃ, πάντα τὰ προσήκοντα ποιήσει. καὶ οὕτω διανοίας ὢν ἐπί τε τῆς Ἀσίας καὶ ἐπὶ Λυκίας τῶν τε [18] [1] ἐχομένων ἐθνῶν ἐς Σελεύκειαν ἐκομίσθη. γενομένῳ δὲ αὐτῷ ἐν Ἀντιοχείᾳ Αὔγαρος ὁ Ὀρροηνὸς αὐτὸς μὲν οὐκ ὤφθη, δῶρα δὲ δὴ καὶ λόγους φιλίους ἔπεμψεν· ἐκεῖνόν τε γὰρ ὁμοίως καὶ τοὺς Πάρθους φοβούμενος ἐπημφοτέριζε, καὶ διὰ τοῦτ' οὐκ ἠθέλησέν οἱ συμμῖξαι. Exc. U4G 51 (p. 403 sq., inde Suid. l. l.)
[32]
[4] ὅτι Κυῆτος Λούσιος Μαῦρος μὲν ἦν, καὶ αὐτὸς τῶν Μαύρων ἄρχων καὶ ἐν ἱππεῦσιν ἴλης ἐξήταστο, καταγνωσθεὶς δὲ ἐπὶ πονηρίᾳ τότε μὲν τῆς στρατείας ἀπηλλάγη καὶ ἠτιμώθη, ὕστερον δὲ τοῦ Δακικοῦ πολέμου ἐνστάντος καὶ τοῦ Τραϊανοῦ τῆς τῶν Μαύρων συμμαχίας δεηθέντος ἦλθέ τε πρὸς αὐτὸν αὐτεπάγγελτος καὶ μεγάλα [5] ἔργα ἀπεδείξατο. τιμηθεὶς δὲ ἐπὶ τούτῳ πολὺ πλείω καὶ μείζω ἐν τῷ δευτέρῳ πολέμῳ ἐξειργάσατο, καὶ τέλος ἐς τοσοῦτον τῆς τε ἀνδραγαθίας ἅμα καὶ τῆς τύχης ἐν τῷδε τῷ πολέμῳ προεχώρησεν ὥστε ἐς τοὺς ἐστρατηγηκότας ἐσγραφῆναι καὶ ὑπατεῦσαι τῆς τε Παλαιστίνης ἄρξαι· ἐξ ὧν που καὶ τὰ μάλιστα ἐφθονήθη καὶ ἐμισήθη καὶ ἀπώλετο. Exc. Val. 290 (p. 710).
[18]
[2] ἐπεὶ δὲ ἐνέβαλεν ἐς τὴν πολεμίαν, ἀπήντων αὐτῷ οἱ τῇδε σατράπαι καὶ βασιλεῖς μετὰ δώρων, ἐν οἷς καὶ ἵππος ἦν δεδιδαγμένος προσκυνεῖν· τοῖς τε γὰρ [τοῖς] ποσὶ τοῖς προσθίοις ὤκλαζε, καὶ τὴν κεφαλὴν ὑπὸ τοὺς τοῦ πέλας πόδας ὑπετίθει. Xiph. 235, 2024 R. St.
[19]
[1] ὅτι ὁ Παρθαμάσιρις βίαιόν τι ἐποίησε. γράψας δὲ δὴ τὰ πρῶτα τῷ Τραϊανῷ ὡς βασιλεύς, ἐπειδὴ μηδὲν ἀντεγράφη, ἐπέστειλέ τε αὖθις τὸ ὄνομα τοῦτο περικόψας, καὶ ᾔτησε Μᾶρκον Ἰούνιον τὸν τῆς Καππαδοκίας ἄρχοντα πεμφθῆναί οἱ ὡς καὶ δι' αὐτοῦ τι [2] αἰτησόμενος. ὁ οὖν Τραϊανὸς ἐκείνῳ μὲν τὸν τοῦ Ἰουνίου υἱὸν ἔπεμψεν, αὐτὸς δὲ μέχρις Ἀρσαμοσάτων προχωρήσας καὶ ἀμαχεὶ αὐτὰ παραλαβὼν ἐς τὰ Σάταλα ἦλθε, καὶ Ἀγχίαλον τὸν Ἡνιόχων τε καὶ Μαχελόνων βασιλέα δώροις ἠμείψατο. ἐν δὲ Ἐλεγείᾳ τῆς Ἀρμενίας [3] τὸν Παρθαμάσιριν προσεδέξατο. καθῆστο δὲ ἐπὶ βήματος ἐν τῷ ταφρεύματι· καὶ ὃς ἀσπασάμενος αὐτὸν τό τε διάδημα ἀπὸ τῆς κεφαλῆς ἀφεῖλε καὶ πρὸς τοὺς πόδας αὐτοῦ ἔθηκε, σιγῇ τε εἱστήκει, καὶ προσεδόκα αὐτὸ ἀπολήψεσθαι. συμβοησάντων δὲ ἐπὶ τούτῳ τῶν στρατιωτῶν, καὶ αὐτοκράτορα τὸν Τραϊανὸν ὡς καὶ ἐπὶ νίκῃ [4] τινὶ ἐπικαλεσάντων (νίκην γὰρ ἀσέλινον ἄναιμον ὠνόμαζον ὅτι τὸν βασιλέα τὸν Ἀρσακίδην, τὸν Πακόρου παῖδα, τὸν Ὀρρόου ἀδελφιδοῦν, προσεστηκότα αὐτῷ ἄνευ διαδήματος εἶδον ὥσπερ αἰχμάλωτον), ἐξεπλάγη τε καὶ ἐνόμισεν ἐπὶ ὕβρει καὶ ὀλέθρῳ αὑτοῦ γεγονέναι.
[5] καὶ μετεστράφη μὲν ὡς καὶ φευξόμενος, ἰδὼν δὲ ὅτι περιεστοίχισται ἐξῃτήσατο τὸ μὴ ἐν τῷ ὄχλῳ τι εἰπεῖν. καὶ οὕτως ἐς τὴν [20] [1] σκηνὴν ἐσαχθεὶς οὐδενὸς ἔτυχεν ὧν ἐβούλετο. ἐκπηδήσαντος οὖν ὀργῇ καὶ ἐκεῖθεν ἐκ τοῦ στρατοπέδου μετεπέμψατο αὐτὸν ὁ Τραϊανός, καὶ ἀναβὰς αὖθις ἐπὶ τὸ βῆμα ἐκέλευσεν αὐτῷ πάντων ἀκουόντων εἰπεῖν ὅσα ἤθελεν, ἵνα μὴ ἀγνοήσαντές τινες τὰ κατὰ μόνας [2] σφίσιν εἰρημένα λογοποιήσωσί τινα διάφορα. ἀκούσας τοῦτο ὁ Παρθαμάσιρις οὐκέτι τὴν ἡσυχίαν ἦγεν, ἀλλὰ μετὰ πολλῆς παρρησίας ἄλλα τέ τινα εἶπε καὶ ὅτι οὐχ ἡττηθεὶς οὐδὲ ζωγρηθεὶς ἀλλ' ἑκὼν ἀφίκετο, πιστεύσας ὅτι οὔτε τι ἀδικηθήσεται καὶ τὴν βασιλείαν [3] ἀπολήψεται ὥσπερ καὶ ὁ Τιριδάτης παρὰ τοῦ Νέρωνος. καὶ αὐτῷ ὁ Τραϊανὸς πρός τε τἆλλα ἀντέλεξεν ὅσα ἥρμοζεν, καὶ Ἀρμενίαν μὲν οὐδενὶ προήσεσθαι ἔφη (Ῥωμαίων τε γὰρ εἶναι καὶ ἄρχοντα Ῥωμαῖον ἕξειν), ἐκείνῳ μέντοι ἀπελθεῖν ὅποι βούλεται ἐπιτρέψειν.
[4] καὶ τὸν μὲν Παρθαμάσιριν μετὰ τῶν Πάρθων ‹τῶν› συνόντων οἱ ἀπέπεμψεν, ἀγωγούς σφισιν ἱππέας, ὅπως μήτε τινὶ συγγένωνται μήτε τι νεοχμώσωσι, δούς· τοὺς δὲ Ἀρμενίους πάντας τοὺς μετ' αὐτοῦ ἐλθόντας προσέταξε κατὰ χώραν, ὡς καὶ αὑτοῦ ἤδη ὄντας, μεῖναι. Exc. U4G 52 (p. 404), et (p. 207 v. 14) Xiph. 235, 2427 R. St.
[18] ἐπεὶ δὲ πᾶσαν τὴν Ἀρμενίων χώραν εἷλε, καὶ πολλοὺς τῶν βασιλέων τοὺς μὲν ὑποπεσόντας ἐν τοῖς φίλοις ἦγε, τοὺς δέ [23] τινας καὶ ἀπειθοῦντας ἀμαχεὶ ἐχειροῦτο, τά τε ἄλλα ἐψηφίζετο αὐτῷ πολλὰ ἡ βουλή, καὶ ὄπτιμον, εἴτ' οὖν ἄριστον, ἐπωνόμασεν. ἐβάδιζεν ἀεὶ μετὰ παντὸς τοῦ στρατοῦ πεζῇ, διεκόσμει τε αὐτοὺς κατὰ πᾶσαν τὴν πορείαν καὶ διέταττεν ἄλλοτε ἄλλως ἄγων, τούς τε ποταμούς, ὅσους γε καὶ ἐκεῖνοι, πεζῇ διέβαινε.
[3c] καὶ ἔστιν ὅτε καὶ ἀγγελίας ψευδεῖς διὰ τῶν προσκόπων ἐποίει, ἵν' ἅμα τε τὰ τακτικὰ μελετῷεν καὶ ἕτοιμοι πρὸς πάντα καὶ ἀνέκπληκτοι εἶεν. καὶ ὠνομάσθη μέν, ἐπειδὴ καὶ τὴν Νίσιβιν εἷλε καὶ τὰς Βάτνας, Παρθικός, πολλῷ δὲ μᾶλλον ἐπὶ τῇ τοῦ ὀπτίμου προσηγορίᾳ ἢ ταῖς ἄλλαις συμπάσαις, ἅτε καὶ τῶν τρόπων αὐτοῦ μᾶλλον ἢ τῶν ὅπλων οὔσῃ, ἐσεμνύνετο. Xiph. 235, 27236, 7 R. St.
[21] ὅτι ὁ Τραϊανὸς φρουρὰς ἐν τοῖς ἐπικαίροις καταλιπὼν ἦλθεν ἐς Ἔδεσσαν, κἀνταῦθα πρῶτον Αὔγαρον εἶδεν. πρότερον μὲν γὰρ καὶ πρέσβεις καὶ δῶρα τῷ βασιλεῖ πολλάκις ἔπεμψεν, αὐτὸς δὲ ἄλλοτε κατ' ἄλλας προφάσεις οὐ παρεγένετο, ὥσπερ ‹οὐδὲ› ὁ Μάννος ὁ τῆς Ἀραβίας τῆς πλησιοχώρου οὐδὲ ὁ Σποράκης ὁ τῆς Ἀνθεμουσίας [3d] φύλαρχος. τότε δὲ τὰ μὲν καὶ ὑπὸ τοῦ υἱέος Ἀρβάνδου καλοῦ καὶ ὡραίου ὄντος καὶ διὰ τοῦτο τῷ Τραϊανῷ ᾠκειωμένου πεισθείς, τὰ δὲ καὶ τὴν παρουσίαν αὐτοῦ φοβηθείς, ἀπήντησέ τε αὐτῷ προσιόντι [3e] καὶ ἀπελογήσατο, συγγνώμης τε ἔτυχεν· ὁ γὰρ παῖς λαμπρόν οἱ ἱκέτευμα ἦν. καὶ ὁ μὲν φίλος τε ἐκ τούτου τῷ Τραϊανῷ ἐγένετο καὶ εἱστίασεν αὐτόν, ἔν τε τῷ δείπνῳ παῖδα ἑαυτοῦ ὀρχησόμενον βαρβαρικῶς πως παρήγαγεν. Exc. U4G 53 (p. 405) inde Suid. l. l., et (p. 210 v. 1015) Exc. Val. 291 (p. 710).
[22]
[1] ὅτι τοῦ Τραϊανοῦ ἐς Μεσοποταμίαν ἐλθόντος, καὶ τοῦ Μάννου ἐπικηρυκευσαμένου, καὶ τοῦ Μανισάρου πρέσβεις ὑπὲρ εἰρήνης διὰ τὸ τὸν Ὀρρόην ἐπιστρατεύειν αὐτῷ πέμψαντος καὶ τῆς τε Ἀρμενίας καὶ τῆς Μεσοποταμίας ἑαλωκυίας ἀποστῆναι ἑτοίμως ἔχοντος, οὔτε ἐκείνῳ πιστεύσειν τι ἔφη πρὶν ἂν ἐλθὼν πρὸς αὐτόν, [2] ὥσπερ ὑπισχνεῖτο, τοῖς ἔργοις τὰς ἐπαγγελίας βεβαιώσῃ, καὶ τὸν Μάννον ὑπώπτευεν ἄλλως τε καὶ ὅτι συμμαχίαν Μηβαρσάπῃ τῷ τῆς Ἀδιαβηνῆς βασιλεῖ πέμψας πᾶσαν αὐτὴν ὑπὸ τῶν Ῥωμαίων ἀπεβεβλήκει· διόπερ οὐδὲ τότε ἐπιόντας αὐτοὺς ὑπέμεινεν, ἀλλ' ἐς τὴν Ἀδιαβηνὴν πρὸς ἐκείνους ἐξεχώρησε. καὶ οὕτω τά τε Σίγγαρα καὶ ἄλλα τινὰ ἀμαχεὶ διὰ τοῦ Λουσίου κατεσχέθη. Exc. U4G 54 (p. 406).
[24] διατρίβοντος δὲ αὐτοῦ ἐν Ἀντιοχείᾳ σεισμὸς ἐξαίσιος γίνεται· καὶ πολλαὶ μὲν ἔκαμον πόλεις, μάλιστα δὲ ἡ Ἀντιόχεια ἐδυστύχησεν. ἅτε γὰρ τοῦ Τραϊανοῦ ἐκεῖ χειμάζοντος, καὶ πολλῶν μὲν στρατιωτῶν πολλῶν δὲ ἰδιωτῶν κατά τε δίκας καὶ κατὰ πρεσβείας ἐμπορίαν [3] τε καὶ θεωρίαν πανταχόθεν συμπεφοιτηκότων, οὔτε ἔθνος οὐδὲν οὔτε δῆμος οὐδεὶς ἀβλαβὴς ἐγένετο, καὶ οὕτως ἐν τῇ Ἀντιοχείᾳ πᾶσα ἡ οἰκουμένη ἡ ὑπὸ τοῖς Ῥωμαίοις οὖσα ἐσφάλη. ἐγένοντο μὲν οὖν καὶ κεραυνοὶ πολλοὶ καὶ ἀλλόκοτοι ἄνεμοι· ἀλλ' οὔτι καὶ [4] προσεδόκησεν ἄν τις ἐκ τούτων τοσαῦτα κακὰ γενήσεσθαι. πρῶτον μὲν γὰρ μύκημα ἐξαπίνης μέγα ἐβρυχήσατο, ἔπειτα βρασμὸς ἐπ' αὐτῷ βιαιότατος ἐπεγένετο, καὶ ἄνω μὲν ἡ γῆ πᾶσα ἀνεβάλλετο, ἄνω δὲ καὶ τὰ οἰκοδομήματα ἀνεπήδα, καὶ τὰ μὲν ἀνέκαθεν ἐπαιρόμενα συνέπιπτε καὶ κατερρήγνυτο, τὰ δὲ καὶ δεῦρο καὶ ἐκεῖσε κλονούμενα ὥσπερ ἐν σάλῳ περιετρέπετο, καὶ ἐπὶ πολὺ καὶ τοῦ [5] ὑπαίθρου προσκατελάμβανεν. ὅ τε κτύπος θραυομένων καὶ καταγνυμένων ξύλων ὁμοῦ κεράμων λίθων ἐκπληκτικώτατος ἐγίνετο, καὶ ἡ κόνις πλείστη ὅση ἠγείρετο, ὥστε μήτε ἰδεῖν τινα μήτε εἰπεῖν μήτ' ἀκοῦσαί τι δύνασθαι. τῶν δὲ δὴ ἀνθρώπων πολλοὶ μὲν καὶ [6] ἐκτὸς τῶν οἰκιῶν ὄντες ἐπόνησαν· ἀναβαλλόμενοί τε γὰρ καὶ ἀναρριπτούμενοι βιαίως, εἶθ' ὥσπερ ἀπὸ κρημνοῦ φερόμενοι προσηράσσοντο, καὶ οἱ μὲν ἐπηροῦντο οἱ δὲ ἔθνησκον. καί τινα καὶ δένδρα αὐταῖς ῥίζαις ἀνέθορε. τῶν δὲ ἐν ταῖς οἰκίαις καταληφθέντων ἀνεξεύρετος ἀριθμὸς ἀπώλετο· παμπόλλους μὲν γὰρ καὶ αὐτὴ ἡ τῶν συμπιπτόντων ῥύμη ἔφθειρε, παμπληθεῖς δὲ καὶ τὰ χώματα [7] ἔπνιξεν. ὅσοι δὲ δὴ μέρους τοῦ σώματός σφων ὑπὸ λίθων ἢ ξύλων κρατούμενοι ἔκειντο, δεινῶς ἐταλαιπώρησαν, μήτε ζῆν ἔτι μήτ' ἀποθανεῖν [25] [1] αὐτίκα δυνάμενοι. καὶ ἐσώθησαν γὰρ ὅμως καὶ ἐκ τούτων, ἅτε καὶ ἐν ἀμυθήτῳ πλήθει, συχνοί, οὐδὲ ἐκεῖνοι πάντες ἀπαθεῖς ὑπεχώρησαν. συχνοὶ μὲν γὰρ σκελῶν συχνοὶ δὲ ὤμων ἐστερήθησαν, ἄλλοι κεφαλῆς ....... ἄλλοι αἷμα ἤμουν, ὧν εἷς καὶ ὁ Πέδων ὁ ὕπατος [2] ἐγένετο· καὶ εὐθύς τε γὰρ ἀπέθανε. συνελόντι δὲ εἰπεῖν, οὐδὲν τὸ παράπαν βιαίου πάθους τότε τοῖς ἀνθρώποις ἐκείνοις οὐ συνηνέχθη. καὶ ἐπὶ πολλὰς μὲν ἡμέρας καὶ νύκτας σείοντος τοῦ θεοῦ ἐν ἀπόροις καὶ ἀμηχάνοις ἦσαν οἱ ἄνθρωποι, οἱ μὲν ὑπὸ τῶν ἐρειπομένων [3] οἰκοδομημάτων καταχωννύμενοι καὶ φθειρόμενοι, οἱ δὲ καὶ λιμῷ ἀπολλύμενοι, ὅσοις συνέβη ἐν διακένῳ τινί, τῶν ξύλων οὕτω κλιθέντων, ἢ καὶ ἐν ἁψιδοειδεῖ τινι μεταστυλίῳ σωθῆναι. καταστάντος δέ ποτε τοῦ κακοῦ θαρσήσας τις ἐπιβῆναι τῶν πεπτωκότων γυναικὸς ζώσης ᾔσθετο. αὕτη δὲ ἦν οὐ μόνη, ἀλλὰ καὶ βρέφος εἶχε, καὶ τρέφουσα τῷ γάλακτι καὶ ἑαυτὴν καὶ τὸ παιδίον ἀντήρκεσεν.
[d] ἐκείνην τε ‹οὖν› ἀνορύξαντες ἀνεσώσαντο μετὰ τοῦ τέκνου, κἀκ τούτου καὶ τἆλλα ἀνηρεύνων, ἐν οἷς ζῶντα μὲν οὐδένα ἔτι, πλὴν παιδίου πρὸς μαστῷ τὴν μητέρα καὶ τεθνηκυῖαν θηλάζοντος, εὑρεῖν ἠδυνήθησαν, τοὺς δὲ νεκροὺς ἐξέλκοντες οὐκέτ' οὐδὲ ἐπὶ τῇ σφετέρᾳ σωτηρίᾳ ἔχαιρον.
[4] τοσαῦτα μὲν τότε πάθη τὴν Ἀντιόχειαν κατειλήφει· Τραϊανὸς δὲ διέφυγε μὲν διὰ θυρίδος ἐκ τοῦ οἰκήματος ἐν ᾧ ἦν, προσελθόντος αὐτῷ μείζονός τινος ἢ κατὰ ἄνθρωπον καὶ ἐξαγαγόντος αὐτόν, ὥστε μικρὰ ἄττα πληγέντα περιγενέσθαι, ὡς δ' ἐπὶ πλείους ἡμέρας [5] ὁ σεισμὸς ἐπεῖχεν, ὑπαίθριος ἐν τῷ ἱπποδρόμῳ διῆγεν. ἐσείσθη δὲ καὶ αὐτὸ τὸ Κάσιον οὕτως ὥστε τὰ ἄκρα αὐτοῦ καὶ ἐπικλίνεσθαι καὶ ἀπορρήγνυσθαι καὶ ἐς αὐτὴν τὴν πόλιν ἐσπίπτειν δοκεῖν. ὄρη τε ἄλλα ὑφίζησε, καὶ ὕδωρ πολὺ μὲν οὐκ ὂν πρότερον ἀνεφάνη, πολὺ δὲ καὶ ῥέον ἐξέλιπε.
[26] Τραϊανὸς δὲ ἐς τὴν τῶν πολεμίων ὑπὸ τὸ ἔαρ ἠπείχθη. ἐπεὶ δὲ ἡ χώρα ἡ πρὸς τῷ Τίγριδι ἄφορος ναυπηγησίμων ξύλων ἐστί, τὰ πλοῖα, ἃ ἐν ταῖς ὕλαις ταῖς περὶ τὴν Νίσιβιν ἐπεποίητο, ἐπὶ τὸν ποταμὸν ἤγαγεν ἐφ' ἁμάξαις· οὕτω γάρ πως κατεσκεύαστο [6] ὥστε διαλύεσθαι καὶ συμπήγνυσθαι. καὶ ἔζευξεν αὐτὸν κατὰ τὸ Καρδύηνον ὄρος ἐπιπονώτατα· οἱ γὰρ βάρβαροι ἀντικαταστάντες ἐκώλυον. ἀλλ' ἦν γὰρ πολλὴ τῷ Τραϊανῷ καὶ τῶν νεῶν καὶ τῶν στρατιωτῶν περιουσία, αἱ μὲν ἐζεύγνυντο πολλῷ τάχει, αἱ δὲ πρὸ ἐκείνων ἀνεκώχευον ὁπλίτας τε καὶ τοξότας φέρουσαι, ἕτεραι δὲ [7] ἔνθεν καὶ ἔνθεν ὡς διαβησόμεναι ἐπείρων. ἔκ τε οὖν τούτων καὶ ἐξ αὐτῆς τῆς ἐκπλήξεως τοῦ τοσαύτας ἅμα ναῦς ἀθρόας ἐξ ἠπείρου ἀξύλου ἀναφανῆναι ἐνέδοσαν οἱ βάρβαροι. Xiph. 236, 72-38, 7 R. St.
καὶ ἐπεραιώθησαν οἱ Ῥωμαῖοι, καὶ τήν τε Ἀδιαβηνὴν ἅπασαν [8] παρεστήσαντο (ἔστι δὲ τῆς Ἀσσυρίας τῆς περὶ Νίνον μέρος αὕτη, καὶ τά τε Ἄρβηλα καὶ τὰ Γαυγάμηλα, παρ' οἷς ὁ Ἀλέξανδρος τὸν Δαρεῖον ἐνίκησε, ταῦτα τῆσδέ ἐστι· καί που καὶ Ἀτυρία διὰ τοῦτο βαρβαριστί, τῶν σίγμα ἐς τὸ ταῦ μεταπεσόντων, ἐκλήθη). Xiph. 238, 711 R. St.
[22]
[3] ὅτι Ἀδήνυστραι τεῖχος ἦν ἰσχυρόν, πρὸς ὃ Σέντιός τις ἑκατόνταρχος πεμφθεὶς πρὸς τὸν Μηβαρσάπην πρεσβευτὴς καὶ δεθεὶς ὑπ' αὐτοῦ, ἔν τε τῷ χωρίῳ ἐκείνῳ ὤν, ἔπειτ' ἐπειδὴ οἱ Ῥωμαῖοι ἐπλησίασαν αὐτῷ, τῶν τε συνδεσμωτῶν τινας παρεσκεύασε, καὶ μετ' αὐτῶν ἔκ τε τῶν δεσμῶν διαδρὰς καὶ τὸν φρούραρχον ἀποκτείνας ἀνέῳξε τὰς πύλας τοῖς ὁμοφύλοις. Exc. U4R 15 (p. 407).
[26] καὶ μετὰ ταῦτα καὶ μέχρι τῆς Βαβυλῶνος αὐτῆς ἐχώρησαν κατὰ πολλὴν τῶν κωλυσόντων αὐτοὺς ἐρημίαν, ἅτε καὶ τῆς τῶν Πάρθων δυνάμεως ἐκ τῶν ἐμφυλίων πολέμων ἐφθαρμένης καὶ τότε ἔτι στασιαζούσης. Xiph. 238, 11-14 R. St.
[27]
[1a] Κοκκειανὸς δὲ Κάσιος Δίων, γραφαῖς Λατίνων τετρακοσίων ἔγραψε ταύτην [τὴν Βαβυλῶνα] σταδίων εἶναι. Tzetz. Chil. 9, 572 sq.
[1] ἔνθα μέντοι τήν τε ἄσφαλτον εἶδε Τραϊανὸς ἐξ ἧς τὰ τείχη Βαβυλῶνος ᾠκοδόμητο (τοσαύτην γὰρ ἀσφάλειαν πλίνθοις ὀπταῖς ἢ καὶ λίθοις λεπτοῖς συμμιχθεῖσα παρέχεται ὥστε καὶ πέτρας [2] καὶ σιδήρου παντὸς ἰσχυρότερα αὐτὰ ποιεῖν), καὶ τὸ στόμιον ἐθεάσατο ἐξ οὗ πνεῦμα δεινὸν ἀναδίδοται, ὥστε πᾶν μὲν ἐπίγειον ζῷον πᾶν δὲ πετεινὸν ἀποφθείρειν, εἰ καὶ ἐφ' ὁποσονοῦν ὄσφροιτό τι αὐτοῦ. καὶ εἴπερ ἐπὶ πολὺ ἄνω ἐχώρει ἢ καὶ πέριξ ἐσκεδάννυτο, οὐδ' ἂν ᾠκεῖτο ὁ χῶρος· νῦν δὲ αὐτὸ ἐν ἑαυτῷ ἀνακυκλούμενον [3] κατὰ χώραν μένει. καὶ ἐκ τούτου τά τε ἐν ὑψηλοτέρῳ πετόμενα σώζεται καὶ τὰ πέριξ νεμόμενα. εἶδον ἐγὼ τοιοῦτον ἕτερον ἐν Ἱεραπόλει τῆς Ἀσίας, καὶ ἐπειράθην αὐτοῦ δι' ὀρνέων, αὐτός τε ὑπερκύψας καὶ αὐτὸς ἰδὼν τὸ πνεῦμα· κατακέκλειταί τε γὰρ ἐν δεξαμενῇ τινι, καὶ θέατρον ὑπὲρ αὐτοῦ ᾠκοδόμητο, φθείρει τε πάντα τὰ ἔμψυχα πλὴν τῶν ἀνθρώπων τῶν τὰ αἰδοῖα ἀποτετμημένων. οὐ μὴν καὶ τὴν αἰτίαν αὐτοῦ συννοῆσαι ἔχω, λέγω δὲ ἅ τε εἶδον ὡς εἶδον καὶ ἃ ἤκουσα ὡς ἤκουσα.
[28]
[1] Τραϊανὸς δὲ ἐβουλεύσατο μὲν τὸν Εὐφράτην κατὰ διώρυχα ἐς τὸν Τίγριν ἐσαγαγεῖν, ἵνα τὰ πλοῖα δι' αὐτῆς κατελθόντα τὴν γέφυραν αὐτῷ ποιῆσαι παράσχῃ· μαθὼν δὲ ὅτι πολὺ ὑψηλότερος τοῦ Τίγριδός ἐστι, τοῦτο μὲν οὐκ ἔπραξε, φοβηθεὶς μὴ καὶ ἄπλουν τὸν Εὐφράτην ἀπεργάσηται ἀθρόου τοῦ ῥεύματος ἐς τὸ κάταντες [2] φερομένου, ὑπερενεγκὼν δὲ τὰ πλοῖα ὁλκοῖς διὰ τοῦ μέσου τῶν ποταμῶν ἐλαχίστου ὄντος (τὸ γὰρ ῥεῦμα τὸ τοῦ Εὐφράτου πᾶν ἔς θ' ἕλος ἐκπίπτει καὶ ἐκεῖθέν πως τῷ Τίγριδι συμμίγνυται) τὸν Τίγριν ἐπεραιώθη, καὶ ἐς τὴν Κτησιφῶντα ἐσῆλθε, παραλαβών τε αὐτὴν αὐτοκράτωρ ἐπωνομάσθη καὶ τὴν ἐπίκλησιν τοῦ Παρθικοῦ [3] ἐβεβαιώσατο. ἐψηφίσθη δὲ αὐτῷ παρὰ τῆς βουλῆς τά τε ἄλλα, καὶ νικητήρια ὅσα ἐθελήσει διεορτάσαι. ἑλὼν δὲ τὴν Κτησιφῶντα ἐπεθύμησεν ἐς τὴν Ἐρυθρὰν θάλασσαν καταπλεῦσαι. αὕτη δὲ τοῦ τε ὠκεανοῦ μοῖρά ἐστι, καὶ ἀπό τινος ἐνδυναστεύσαντός ποτε ἐν [4] αὐτῇ οὕτω κέκληται. καὶ τὴν μὲν νῆσον τὴν ἐν τῷ Τίγριδι τὴν Μεσήνην, ἧς Ἀθάμβηλος ἐβασίλευεν, ἀπόνως ᾠκειώσατο, ὑπὸ δὲ δὴ χειμῶνος τῆς τε τοῦ Τίγριδος ὀξύτητος καὶ τῆς τοῦ ὠκεανοῦ ἀναρροίας ἐκινδύνευσε. Xiph. 238, 15-239, 14 R. St.
ὅτι ὁ Ἀθάμβηλος ὁ τῆς νήσου ἄρχων τῆς ἐν τῷ Τίγριδι οὔσης πιστὸς διέμεινεν τῷ Τραϊανῷ, καίπερ ὑποτελεῖν προσταχθείς, καὶ οἱ τὸν Χάρακα τὸν Σπασίνου καλούμενον οἰκοῦντες (ἐν δὲ δὴ τῇ τοῦ Ἀθαμβήλου ἐπικρατείᾳ ἦσαν) καὶ φιλικῶς αὐτὸν ὑπεδέξαντο. Exc. Val. 292 (p. 713) et Xiph. 239, 14-16 R. St.
[29]
[1] κἀντεῦθεν ἐπ' αὐτὸν τὸν ὠκεανὸν ἐλθών, τήν τε φύσιν αὐτοῦ καταμαθὼν καὶ πλοῖόν τι ἐς Ἰνδίαν πλέον ἰδών, εἶπεν ὅτι "πάντως ἂν καὶ ἐπὶ τοὺς Ἰνδούς, εἰ νέος ἔτι ἦν, ἐπεραιώθην". Ἰνδούς τε γὰρ ἐνενόει, καὶ τὰ ἐκείνων πράγματα ἐπολυπραγμόνει, τόν τε Ἀλέξανδρον ἐμακάριζε. καίτοι ἔλεγε καὶ ἐκείνου περαιτέρω προκεχωρηκέναι, καὶ τοῦτο καὶ τῇ βουλῇ ἐπέστειλε, μὴ δυνηθεὶς [2] μηδὲ ἃ ἐκεχείρωτο σῶσαι. καὶ ἐπ' αὐτῷ ἄλλα τε ἔλαβε, καὶ ἐπινίκια ὅσων ἂν ἐθελήσῃ ἐθνῶν πέμψαι· διὰ γὰρ τὸ πλῆθος τῶν ἀεί σφισι γραφομένων οὔτε συνεῖναί τινα αὐτῶν οὔτε ὀνομάσαι [3] καλῶς ἐδύναντο. καὶ οἱ μὲν ἁψῖδα αὐτῷ τροπαιοφόρον πρὸς πολλοῖς ἄλλοις ἐν αὐτῇ τῇ ἀγορᾷ αὐτοῦ παρεσκεύαζον, καὶ ἡτοιμάζοντο ὡς πορρωτέρω ἀπαντήσοντες εἰ ἐπανίοι· ἔμελλε δ' ἄρα μήτε ἐς τὴν Ῥώμην ἔτι ἀφίξεσθαι μήτε ἄξιόν τι τῶν προκατειργασμένων [4] πράξειν, καὶ προσέτι καὶ αὐτὰ ἐκεῖνα ἀπολέσειν. ἐν γὰρ τῷ χρόνῳ ἐν ᾧ ἐπὶ τὸν ὠκεανὸν κατέπλει καὶ ἐκεῖθεν αὖθις ἀνεκομίζετο, πάντα τὰ ἑαλωκότα ἐταράχθη καὶ ἀπέστη, καὶ τοὺς παρὰ σφίσιν ἕκαστοι φρουροὺς οἱ μὲν ἐξέβαλλον οἱ δ' ἀπεκτίννυσαν.
[30]
[1] μαθὼν δὲ ταῦτα ὁ Τραϊανὸς ἐν Βαβυλῶνι (καὶ γὰρ ἐκεῖσε ἦλθε κατά τε τὴν φήμην, ἧς οὐδὲν ἄξιον εἶδεν ὅ τι μὴ χώματα καὶ λίθους καὶ ἐρείπια, καὶ διὰ τὸν Ἀλέξανδρον, ᾧ καὶ ἐνήγισεν ἐν τῷ οἰκήματι ἐν ᾧ ἐτετελευτήκει) ‑ μαθὼν δὲ ταῦτα τόν τε Λούσιον [2] καὶ τὸν Μάξιμον ἐπὶ τοὺς ἀφεστηκότας ἔπεμψε. καὶ οὗτος μὲν ἀπέθανεν ἡττηθεὶς μάχῃ, Λούσιος δὲ ἄλλα τε πολλὰ κατώρθωσε καὶ τὴν Νίσιβιν ἀνέλαβε, τήν τε Ἔδεσσαν ἐξεπολιόρκησε καὶ διέφθειρε καὶ ἐνέπρησεν. ἑάλω δὲ καὶ ἡ Σελεύκεια πρός τε Ἐρυκίου Κλάρου καὶ πρὸς Ἰουλίου Ἀλεξάνδρου ὑποστρατήγων, καὶ ἐκαύθη.
[3] Τραϊανὸς δὲ φοβηθεὶς μὴ καὶ οἱ Πάρθοι τι νεοχμώσωσι, βασιλέα αὐτοῖς ἴδιον δοῦναι ἠθέλησε, καὶ ἐς Κτησιφῶντα ἐλθὼν συνεκάλεσεν ἐς πεδίον τι μέγα πάντας μὲν τοὺς Ῥωμαίους πάντας δὲ τοὺς Πάρθους τοὺς ἐκεῖ τότε ὄντας, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβάς, καὶ μεγαληγορήσας ὑπὲρ ὧν καὶ κατειργάσατο, Παρθαμασπάτην τοῖς Πάρθοις βασιλέα ἀπέδειξε, τὸ διάδημα αὐτῷ ἐπιθείς. Xiph. 239, 16-240, 15 R. St.
[31]
[6] μετὰ δὲ ταῦτα ἐς τὴν Ἀραβίαν ἦλθε, καὶ τοῖς Ἀτρηνοῖς, ἐπειδὴ καὶ αὐτοὶ ἀφειστήκεσαν, ἐπεχείρησε. καὶ ἔστι μὲν οὔτε μεγάλη οὔτε εὐδαίμων ἡ πόλις· ἥ τε πέριξ χώρα ἔρημος ἐπὶ πλεῖστόν ἐστι, καὶ οὔθ' ὕδωρ, ὅ τι μὴ βραχὺ καὶ τοῦτο δυσχερές, [7] οὔτε ξύλον οὔτε χιλὸν ἴσχει. καὶ πρός τε αὐτῶν τούτων, ἀδύνατον τὴν προσεδρείαν πλήθει ποιούντων, πρός τε τοῦ Ἡλίου, ᾧπέρ που καὶ ἀνάκειται, ῥύεται· οὔτε γὰρ ὑπὸ Τραϊανοῦ τότε οὔτε ὑπὸ Σεουήρου ὕστερον ἥλω, καίτοι καὶ καταβαλόντων μέρη τινὰ τοῦ [8] τείχους αὐτῆς .. Τραϊανὸς δὲ τούς τε ἱππέας πρὸς τὸ τεῖχος προπέμψας ἐσφάλη, ὥστε καὶ ἐς τὸ στρατόπεδον αὐτοὺς ἐσαραχθῆναι, καὶ αὐτὸς παριππεύσας βραχυτάτου ἐδέησε τρωθῆναι, καίπερ τὴν βασιλικὴν στολὴν ἀποθέμενος ἵνα μὴ γνωρισθῇ. τῆς δὲ πολιᾶς αὐτοῦ τὸ γαῦρον καὶ τὸ σεμνοπρεπὲς τοῦ προσώπου ἰδόντες ὑπετόπησάν τε εἶναι ὃς ἦν, καὶ ἐπετόξευσαν αὐτῷ, καὶ ἱππέα [9] τινὰ τῶν συνόντων οἱ ἀπέκτειναν. ἐγίνοντο δὲ βρονταί, καὶ ἴριδες ὑπεφαίνοντο, ἀστραπαί τε καὶ ζάλη χάλαζά ‹τε› καὶ κεραυνοὶ τοῖς Ῥωμαίοις ἐνέπιπτον, ὁπότε προσβάλοιεν. καὶ ὁπότε οὖν δειπνοῖεν, μυῖαι τοῖς βρώμασι καὶ τοῖς πώμασι προσιζάνουσαι δυσχερείας ἅπαντα ἐνεπίμπλων.
[32]
[1] καὶ Τραϊανὸς μὲν ἐκεῖθεν οὕτως ἀπῆλθε, καὶ οὐ πολλῷ ὕστερον ἀρρωστεῖν ἤρχετο· καὶ ἐν τούτῳ οἱ κατὰ Κυρήνην Ἰουδαῖοι, Ἀνδρέαν τινὰ προστησάμενοί σφων, τούς τε Ῥωμαίους καὶ τοὺς Ἕλληνας ἔφθειρον, καὶ τάς τε σάρκας αὐτῶν ἐσιτοῦντο καὶ τὰ ἔντερα ἀνεδοῦντο τῷ τε αἵματι ἠλείφοντο καὶ τὰ ἀπολέμματα ἐνεδύοντο, [2] πολλοὺς δὲ καὶ μέσους ἀπὸ κορυφῆς διέπριον· θηρίοις ἑτέρους ἐδίδοσαν, καὶ μονομαχεῖν ἄλλους ἠνάγκαζον, ὥστε τὰς πάσας δύο καὶ εἴκοσι μυριάδας ἀπολέσθαι. ἔν τε Αἰγύπτῳ πολλὰ ἔδρασαν ὅμοια καὶ ἐν τῇ Κύπρῳ, ἡγουμένου τινός σφισιν Ἀρτεμίωνος· καὶ ἀπώλοντο καὶ ἐκεῖ μυριάδες τέσσαρες καὶ εἴκοσι.
[3] καὶ διὰ τοῦτ' οὐδενὶ Ἰουδαίῳ ἐπιβῆναι αὐτῆς ἔξεστιν, ἀλλὰ κἂν ἀνέμῳ τις βιασθεὶς ἐς τὴν νῆσον ἐκπέσῃ θανατοῦται. ἀλλ' Ἰουδαίους μὲν ἄλλοι τε καὶ Λούσιος ὑπὸ Τραϊανοῦ πεμφθεὶς κατεστρέψατο.
[33]
[1] Τραϊανὸς δὲ παρεσκευάζετο μὲν αὖθις ἐς τὴν Μεσοποταμίαν στρατεῦσαι, ὡς δὲ τῷ νοσήματι ἐπιέζετο, αὐτὸς μὲν ἐς τὴν Ἰταλίαν ὥρμησε πλεῖν, Πούπλιον δὲ Αἴλιον Ἁδριανὸν ἐν τῇ Συρίᾳ κατέλιπε μετὰ τοῦ στρατοῦ. οὕτω μὲν οἱ Ῥωμαῖοι τῆς τε Ἀρμενίας καὶ τῆς Μεσοποταμίας τῆς πλείονος τῶν τε Πάρθων κρατήσαντες [2] μάτην ἐπόνησαν καὶ μάτην ἐκινδύνευσαν· καὶ γὰρ καὶ οἱ Πάρθοι τὸν Παρθαμασπάτην ἀπαξιώσαντες ἐν τῷ σφετέρῳ τρόπῳ ἤρξαντο βασιλεύεσθαι. ἐνόσησε δ' ὁ Τραϊανός, ὡς μὲν αὐτὸς ὑπώπτευσεν, ἐκ φαρμάκου λήψεως, ὡς δέ τινες λέγουσιν, ἐπισχεθέντος [3] αὐτῷ τοῦ αἵματος ὃ κατ' ἔτος κάτω διεχώρει· ἐγένετο μὲν γὰρ καὶ ἀπόπληκτος, ὥστε καὶ τοῦ σώματός τι παρεθῆναι, τὸ δ' ὅλον ὑδρωπίασε. καὶ ἐς Σελινοῦντα τῆς Κιλικίας ἐλθών, ἣν δὴ καὶ Τραϊανούπολιν καλοῦμεν, ἐξαίφνης ἀπέψυξε, μοναρχήσας ἔτη δεκαεννέα καὶ μῆνας ἓξ ἡμέρας τε πεντεκαίδεκα. Xiph. 240, 15241, 27 R. St.