[1] [Oikumenios] I p. 526 A ed. Morellus zu I Kor. 11, 10.
"Διὰ τοὺς ἀγγέλους." ἀγγέλους φησὶ τοὺς δικαίους καὶ ἐναρέτους. κατακαλυπτέσθω οὖν, ἵνα μὴ εἰς πορνείαν αὐτοὺς σκανδαλίσῃ· οἱ γὰρ ὄντως καὶ ἐν οὐρανοῖς ἄγγελοι καὶ κατακεκαλυμμένην αὐτὴν βλέπουσιν.
Οὕτως ὁ Κλήμης ἐν τετάρτῳ Ὑποτυπώσεων.
[2] [Oikumenios] I p. 637 C ed. Morellus zu II Kor. 5, 16 6 Cramer, Caten. V p. 385, 712.
"Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν." Ὥσπερ ἡμῶν τὸ κατὰ σάρκα ἐστὶ τὸ ἐν ἁμαρτίαις καὶ τὸ ἔξω τούτων οὐ κατὰ σάρκα. οὕτω καὶ τοῦ Χριστοῦ τὸ κατὰ σάρκα τὸ εἴκειν τοῖς φυσικοῖς πάθεσι, τὸ μὴ εἴκειν δὲ οὐ κατὰ σάρκα· ἀλλ' ὥσπερ, φησίν, ἐκεῖνος ἀπηλλάγη, οὕτω καὶ ἡμεῖς οὐκέτι, φησίν, †εἶεν παθητὸν σαρκί.
Οὕτως [καὶ] ὁ Κλήμης ἐν τετάρτῳ [τῶν] Ὑποτυπώσεων.
[3] [Oikumenios] I p. 645 A B ed. Morellus zu II Kor. 6, 11 f 6 Cramer, Caten. V p. 391, 2832.
"Ἡ καρδία ἡμῶν πεπλάτυνται" εἰς τὸ πάντα διδάξαι ὑμᾶς· ὑμεῖς δὲ "στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν", τουτέστιν ἐν τῇ πρὸς θεὸν ἀγάπῃ, ᾗ ἀγαπᾶν με ὀφείλετε.
Οὕτως ὁ Κλήμης ἐν δ' Ὑποτυπώσεων.
[4] Euseb. H. E. I 12, 1f.
Τῶν γε μὴν τοῦ σωτῆρος ἀποστόλων παντί τῳ σαφὴς ἐκ τῶν εὐαγγελίων ἡ πρόσρησις· τῶν δὲ ἑβδομήκοντα μαθητῶν κατάλογος μὲν οὐδεὶς οὐδαμῇ φέρεται, λέγεταί γε μὴν εἷς αὐτῶν Βαρνάβας γεγονέναι, οὗ διαφόρως μὲν καὶ αἱ Πράξεις τῶν ἀποστόλων ἐμνημόνευσαν, οὐχ ἥκιστα δὲ καὶ Παῦλος Γαλάταις γράφων. τούτων δ' εἶναί φασι καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα· ἡ δ' ἱστορία παρὰ Κλήμεντι κατὰ τὴν πέμπτην τῶν Ὑποτυπώσεων· ἐν ᾗ καὶ Κηφᾶν, περὶ οὗ φησιν ὁ Παῦλος "ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην", ἕνα φησὶ γεγονέναι τῶν ἑβδομήκοντα μαθητῶν, ὁμώνυμον Πέτρῳ τυγχάνοντα τῷ ἀποστόλῳ.
[5] Maximus Confessor, Schol. in Dion. opp. II p. 119C ed. Corder, Paris 1644 (PG 4, 225f.).
Λέγει δὲ πρεσβυτέρους ἀγγέλους ὁ θεῖος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει, καὶ ἑπτὰ εἶναι τοὺς πρώτους ἐν τῷ Τωβίᾳ ἀνέγνωμεν καὶ παρὰ Κλήμεντι βιβλίῳ ε΄ τῶν Ὑποτυπώσεων.
[6] Johannes Moschos, Pratum spirituale Cap. 176 (PG 87, 3045CD).
Ναὶ ἀληθῶς ἐβαπτίσθησαν, καθὼς Κλήμης ὁ Στρωματεὺς ἐν τῷ πέμπτῳ τόμῳ τῶν Ὑποτυπώσεων μήμνηται. φησὶ γάρ, τὸ ἀποστολικὸν ῥητὸν ἐξηγούμενος τὸ λέγον "εὐχαριστῶ, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα"· ὁ Χριστὸς λέγεται Πέτρον μόνον βεβαπτικέναι, Πέτρος δὲ Ἀνδρέαν, Ἀνδρέας Ἰάκωβον καὶ Ἰωάννην, ἐκεῖνοι δὲ τοὺς λοιπούς.
[7] [Oikumenios] I p. 763 CD ed. Morellus zu Gal. 5, 24.
"Οἳ δὲ τοῦ Χριστοῦ τὴν σάρκα." εἶτα, ἵνα μὴ λέγωσι ‹καὶ τίς ταῦτα ποιεῖ;› φησίν· οὗτοί εἰσιν οἱ ταῦτα ποιοῦντες, οἵτινες τὴν σάρκα τοῦ Χριστοῦ, τουτέστι τὸ οἰκεῖον σῶμα (σὰρξ γὰρ Χριστοῦ τὸ ἡμέτερον σῶμα) ἐσταύρωσαν καὶ οἷον ἐνέκρωσαν ἀπὸ τῶν σωματικῶν παθῶν, καὶ οὐ μόνον τὸ σῶμα, ὅσον ἧκεν εἰς τὰ πάθη, ἐσταύρωσαν, ἀλλὰ καὶ αὐτὰ τὰ πάθη, ὅσον ἧκεν εἰς τὸ ἐπιτελεῖσθαι, παρ' αὐτῶν ἐσταύρωνται. κατὰ ταύτην τὴν ἑρμηνείαν τὸ "δὲ" παρέλκει. ἢ οὕτως· καὶ τί λέγω, φησίν. ἓν καθ' ἓν ἀρετῆς εἶδος; εἰσὶ γάρ τινες. οἳ καὶ ἐσταύρωσαν ἑαυτούς, ὅσον πρὸς τὰ πάθη, καὶ τὰ πάθη, ὅσον πρὸς ἑαυτούς. κατὰ ταύτην τὴν ἑρμηνείαν οὐ παρέλκει τὸ "δέ". "οἱ δὲ τοῦ Χριστοῦ", τουτέστιν ὄντες, τὴν ἑαυτῶν σάρκα ἐσταύρωσαν.
Οὕτως ὁ Κλήμης ἐν πέμπτῳ Ὑποτυπώσεων.
[8] Euseb. H. E. VI 14, 57.
Αὖθις δ' ἐν τοῖς αὐτοῖς ὁ Κλήμης βιβλίοις (den Hypotyposeis) περὶ τῆς τάξεως τῶν εὐαγγελίων παράδοσιν τῶν ἀνέκαθεν πρεσβυτέρων τέθειται, τοῦτον ἔχουσαν τὸν τρόπον. προγεγράφθαι ἔλεγεν τῶν εὐαγγελίων τὰ περιέχοντα τὰς γενεαλογίας, τὸ δὲ κατὰ Μᾶρκον ταύτην ἐσχηκέναι τὴν οἰκονομίαν. τοῦ Πέτρου δημοσίᾳ ἐν Ῥώμῃ κηρύξαντος τὸν λόγον καὶ πνεύματι τὸ εὐαγγέλιον ἐξειπόντος, τοὺς παρόντας, πολλοὺς ὄντας, παρακαλέσαι τὸν Μᾶρκον ὡς ἂν ἀκολουθήσαντα αὐτῷ πόρρωθεν καὶ μεμνημένον τῶν λεχθέντων, ἀναγράψαι τὰ εἰρημένα· ποιήσαντα δέ, τὸ εὐαγγέλιον μεταδοῦναι τοῖς δεομένοις αὐτοῦ· ὅπερ ἐπιγνόντα τὸν Πέτρον προτρεπτικῶς μήτε κωλῦσαι μήτε προτρέψασθαι. τὸν μέντοι Ἰωάννην ἔσχατον, συνιδόντα ὅτι τὰ σωματικὰ ἐν τοῖς εὐαγγελίοις δεδήλωται, προτραπέντα ὑπὸ τῶν γνωρίμων, πνεύματι θεοφορηθέντα πνευματικὸν ποιῆσαι εὐαγγέλιον.
Τοσαῦτα ὁ Κλήμης.
[9] Euseb. H. E. II 15, 1f.
Οὕτω δὴ οὖν ἐπιδημήσαντος αὐτοῖς τοῦ θείου λόγου ἡ μὲν τοῦ Σίμωνος ἀπέσβη καὶ παραχρῆμα σὺν καὶ τῷ ἀνδρὶ καταλέλυτο δύναμις. τοσοῦτον δ' ἐπέλαμψεν ταῖς τῶν ἀκροατῶν τοῦ Πέτρου διανοίαις εὐσεβείας φέγγος, ὡς μὴ τῇ εἰς ἅπαξ ἱκανῶς ἔχειν ἀρκεῖσθαι ἀκοῇ μηδὲ τῇ ἀγράφῳ τοῦ θείου κηρύγματος διδασκαλίᾳ, παρακλήσεσιν δὲ παντοίαις Μᾶρκον, οὗ τὸ εὐαγγέλιον φέρεται, ἀκόλουθον ὄντα Πέτρου, λιπαρῆσαι ὡς ἂν καὶ διὰ γραφῆς ὑπόμνημα τῆς διὰ λόγου παραδοθείσης αὐτοῖς καταλείψοι διδασκαλίας, μὴ πρότερόν τε ἀνεῖναι ἢ κατεργάσασθαι τὸν ἄνδρα, καὶ ταύτῃ αἰτίους γενέσθαι τῆς τοῦ λεγομένου κατὰ Μᾶρκον εὐαγγελίου γραφῆς. γνόντα δὲ τὸ πραχθέν φασι τὸν ἀπόστολον ἀποκαλύψαντος αὐτῷ τοῦ πνεύματος, ἡσθῆναι τῇ τῶν ἀνδρῶν προθυμίᾳ κυρῶσαί τε τὴν γραφὴν εἰς ἔντευξιν ταῖς ἐκκλησίαις. Κλήμης ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων παρατέθειται τὴν ἱστορίαν, συνεπιμαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ Ἱεραπολίτης ἐπίσκοπος ὀνόματι Παπίας. τοῦ δὲ Μάρκου μνημονεύειν τὸν Πέτρον ἐν τῇ προτέρᾳ ἐπιστολῇ· ἣν καὶ συντάξαι φασὶν ἐπ' αὐτῆς Ῥώμης. σημαίνειν τε τοῦτ' αὐτόν, τὴν πόλιν τροπικώτερον Βαβυλῶνα προσειπόντα διὰ τούτων· "ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου."
[10] Euseb. H. E. II 1, 3.
Κλήμης ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων γράφων ὧδε παρίστησιν· Πέτρον γάρ φησιν καὶ Ἰάκωβον καὶ Ἰωάννην μετὰ τὴν ἀνάληψιν τοῦ σωτῆρος, ὡς ἂν καὶ ὑπὸ τοῦ σωτῆρος προτετιμημένους, μὴ ἐπιδικάζεσθαι δόξης, ἀλλὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπον τῶν Ἱεροσολύμων ἑλέσθαι.
[11] Maximus Confessor Schol. in Dion. opp. II p. 242 B ed. Corder (Migne S. Gr. 4 Col. 421).
Ἀνέγνων δὲ τοῦτο "ἑπτὰ οὐρανοὺς" καὶ ἐν τῇ συγγεγραμμένῃ Ἀρίστωνι τῷ Πελλαίῳ διαλέξει Παπίσκου καὶ Ἰάσονος, ἣν Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν ἕκτῳ βιβλίῳ τῶν Ὑποτυπώσεων τὸν Λουκᾶν φησιν ἀναγράψαι·
[12] Vatic. graec. 354 (6 Evangeliencodex S, bei von Soden ε 89) nach Mercati, Studi e Testi 12 (1904) S. 3.
Κλήμεντος ἐκ τῆς Ϛ΄ τῶν Ὑποτυπώσεων· Καὶ τὸν λεπρὸν ἐθεράπευσεν καὶ εἶπεν· "δεῖξον σεαυτὸν τοῖς ἱερεῦσιν εἰς μαρτύριον" διὰ τοιαύτην παράδοσιν. ἔθος εἶχον οἱ ἱερεῖς δυνάμει θεοῦ λεπροὺς ἰᾶσθαι ἡμέραις τακταῖς. τοῦτον οὖν τὸν λεπρὸν πολλῷ χρόνῳ μὴ δυνηθέντες ἰάσασθαι ἔλεγον· "τοῦτον οὐδεὶς ἰάσεται ἢ μόνος ὁ Χριστός, ἐὰν ἔλθῃ." πολλὰ τοίνυν δεηθέντος τοῦ λεπροῦ ὁ σωτὴρ ἐπισπλαγχνισθείς, ἰασάμενος αὐτόν, διὰ τοῦτο εἶπεν· "ἄπελθε καὶ δεῖξον σεαυτὸν τοῖς ἱερεῦσιν εἰς μαρτύριον, ὅτι, εἰ τεθεράπευται οὗτος, ἐφ' οὗ εἰρήκατε ‹οὐδεὶς ἀλλ' ἢ ὁ Χριστὸς μόνος αὐτὸν ἰάσεται›, ἦλθεν ὁ Χριστός, καὶ πιστεύσατε αὐτῷ."
[13] Euseb. H. E. II 1, 4f.
Ὁ δ' αὐτὸς (Clemens) ἐν ἑβδόμῳ τῆς αὐτῆς ὑποθέσεως (d. i. der Hypotyposeis) ἔτι καὶ ταῦτα περὶ αὐτοῦ (d. i. den Jakobus) φησιν· "Ἰακώβῳ τῷ δικαίῳ καὶ Ἰωάννῃ καὶ Πέτρῳ μετὰ τὴν ἀνάστασιν παρέδωκεν τὴν γνῶσιν ὁ κύριος, οὗτοι τοῖς λοιποῖς ἀποστόλοις παρέδωκαν, οἱ δὲ λοιποὶ ἀπόστολοι τοῖς ἑβδομήκοντα, ὧν εἷς ἦν καὶ Βαρνάβας. δύο δὲ γεγόνασιν Ἰάκωβοι, εἷς ὁ δίκαιος, ὁ κατὰ τοῦ πτερυγίου βληθεὶς καὶ ὑπὸ γναφέως ξύλῳ πληγεὶς εἰς θάνατον, ἕτερος δὲ ὁ καρατομηθείς. αὐτοῦ δὴ τοῦ δικαίου καὶ ὁ Παῦλος μνημονεύει γράφων· ‹ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.›"
[14] Euseb. H. E. II 9, 2f.
Περὶ τούτου δ' ὁ Κλήμης τοῦ Ἰακώβου (nämlich des Sohnes des Zebedäus) καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡς ἂν ἐκ παραδόσεως τῶν πρὸ αὐτοῦ φάσκων ὅτι δὴ ὁ εἰσαγαγὼν αὐτὸν εἰς δικαστήριον, μαρτυρήσαντα αὐτὸν ἰδών, κινηθεὶς ὡμολόγησεν εἶναι καὶ αὐτὸς ἑαυτὸν Χριστιανόν. "συναπήχθησαν οὖν ἄμφω", φησίν, "καὶ κατὰ τὴν ὁδὸν ἠξίωσεν ἀφεθῆναι αὐτῷ ὑπὸ τοῦ Ἰακώβου· ὃ δὲ ὀλίγον σκεψάμενος ‹εἰρήνη σοι› εἶπεν καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομήθησαν."
[15] [Oikumenios] II p. 220 B ed. Morellus zu I Tim. 2, 6.
"Καιροῖς ἰδίοις" φησί· τουτέστιν ὅτε ἐπιτηδείως εἶχον πρὸς τὴν πίστιν οἱ ἄνθρωποι.
Οὕτως ὁ Κλήμης ἐν ζ΄ Ὑποτυπώσεων.
[16] [Oikumenios] II p. 229 AB ed. Morellus zu I Tim. 3, 16.
"Ὤφθη ἀγγέλοις." ὦ μυστήριον, μεθ' ἡμῶν εἶδον οἱ ἄγγελοι τὸν Χριστόν, πρότερον [οὐχ] ὁρῶντες οὐχ ὁμοίως τοῖς ἀνθρώποις.
Οὕτως ὁ Κλήμης ἐν τῷ ἑβδόμῳ τῶν Ὑποτυπώσεων.
[17] [Oikumenios] II p. 237 AB ed. Morellus zu I Tim. 5, 8.
"Καὶ μάλιστα τῶν οἰκείων." Τῶν ἰδίων καὶ τῶν οἰκείων προνοεῖ ὁ μὴ μόνον τῶν προσηκόντων προνοῶν, ἀλλὰ καὶ αὐτὸς ἑαυτοῦ διὰ τοῦ ἐκκόπτειν τὰ πάθη.
Οὕτως ὁ Κλήμης ἐν ἑβδόμῳ Ὑποτυπώσεων.
[18] [Oikumenios] II p. 238 B ed. Morellus zu I Tim. 5, 10.
"Εἰ ἁγίων πόδας ἔνιψε", τουτέστιν εἰ τὰς ἐσχάτας ὑπηρεσίας τοῖς ἁγίοις ἀνεπαισχύντως ἐξετέλεσεν.
Οὕτως ὁ Κλήμης ἐν ἑβδόμῳ Ὑποτυπώσεων.
[19] [Oikumenios] II p. 242 A ed. Morellus zu I Tim. 5, 21.
"Χωρὶς προκρίματος." οἷον ἄνευ τοῦ εἴς τι πταίσαντα ὑποπεσεῖν τῇ κρίσει καὶ τῇ τῆς παρακοῆς κολάσει.
Οὕτως ὁ Κλήμης ἐν ἑβδόμῳ Ὑποτυπώσεων.
[20] [Oikumenios] II p. 248 C ed. Morellus zu I Tim. 6, 13.
"Τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου." ἐμαρτύρησε γὰρ δι' ὧν ἔπραττεν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.
Οὕτως ὁ Κλήμης ἐν ἑβδόμῳ Ὑποτυπώσεων.
[21] [Oikumenios] II p. 263 (verdruckt zu 249) A zu II Tim. 2, 2.
"Διὰ πολλῶν μαρτύρων" τουτέστι νόμου καὶ προφητῶν. τούτους γὰρ ‹ὁ› ἀπόστολος ἐποιεῖτο μάρτυρας τοῦ ἰδίου κηρύγματος.
Οὕτως ὁ Κλήμης ἐν ἑβδόμῳ Ὑποτυπώσεων.
[22] Euseb. H. E. VI 14, 24.
Καὶ τὴν πρὸς Ἑβραίους δὲ ἐπιστολὴν Παύλου μὲν εἶναί φησιν (Clemens in den Hypotyposeis), γεγράφθαι δὲ Ἑβραίοις Ἑβραϊκῇ φωνῇ. Λουκᾶν δὲ φιλοτίμως αὐτὴν μεθερμηνεύσαντα ἐκδοῦναι τοῖς Ἕλλησιν. ὅθεν τὸν αὐτὸν χρῶτα εὑρίσκεσθαι κατὰ τὴν ἑρμηνείαν ταύτης τε τῆς ἐπιστολῆς καὶ τῶν Πράξεων· μὴ προγεγράφθαι δὲ τὸ "Παῦλος ἀπόστολος" εἰκότως· "Ἑβραίοις γάρ", φησίν, "ἐπιστέλλων πρόληψιν εἰληφόσιν κατ' αὐτοῦ καὶ ὑποπτεύουσιν αὐτόν, συνετῶς πάνυ οὐκ ἐν ἀρχῇ ἀπέτρεψεν αὐτούς, τὸ ὄνομα θείς." εἶτα ὑποβὰς ἐπιλέγει· "ἤδη δὲ ὡς ὁ μακάριος ἔλεγεν πρεσβύτερος, ἐπεὶ ὁ κύριος. ἀπόστολος ὢν τοῦ παντοκράτορος, ἀπεστάλη πρὸς Ἑβραίους, διὰ μετριότητα ὁ Παῦλος, ὡς ἂν εἰς τὰ ἔθνη ἀπεσταλμένος, οὐκ ἐγγράφει ἑαυτὸν Ἑβραίων ἀπόστολον διά τε τὴν πρὸς τὸν κύριον τιμὴν διά τε τὸ ἐκ περιουσίας καὶ τοῖς Ἑβραίοις ἐπιστέλλειν, ἐθνῶν κήρυκα ὄντα καὶ ἀπόστολον."
[23] Photius Bibl. Cod. 109.
Αἱ μὲν οὖν Ὑποτυπώσεις διαλαμβάνουσι περὶ ῥητῶν τινων τῆς τε παλαιᾶς καὶ νέας γραφῆς, ὧν καὶ κεφαλαιωδῶς [ὡς] δῆθεν ἐξήγησίν τε καὶ ἑρμηνείαν ποιεῖται. καὶ ἐν τισὶ μὲν αὐτῶν ὀρθῶς δοκεῖ λέγειν, ἐν τισὶ δὲ παντελῶς εἰς ἀσεβεῖς καὶ μυθώδεις λόγους ἐκφέρεται. ὕλην τε γὰρ ἄχρονον καὶ ἰδέας ὡς ἀπό τινων ῥητῶν εἰσαγομένας δοξάζει καὶ τὸν υἱὸν εἰς κτίσμα κατάγει. ἔτι δὲ μετεμψυχώσεις καὶ πολλοὺς πρὸ τοῦ Ἀδὰμ κόσμους τερατεύεται. καὶ ἐκ τοῦ Ἀδὰμ τὴν Εὔαν, οὐχ ὡς ὁ ἐκκλησιαστικὸς λόγος βούλεται, ἀλλ' αἰσχρῶς τε καὶ ἀθέως ἀποφαίνεται. μίγνυσθαί τε τοὺς ἀγγέλους γυναιξὶ καὶ παιδοποιεῖν ἐξ αὐτῶν ὀνειροπολεῖ, καὶ μὴ σαρκωθῆναι τὸν λόγον, ἀλλὰ δόξαι. λόγους τε τοῦ πατρὸς δύο τερατολογῶν ἀπελέγχεται, ὧν τὸν ἥττονα τοῖς ἀνθρώποις ἐπιφανῆναι, μᾶλλον δὲ οὐδὲ ἐκεῖνον· φησὶ γάρ· "λέγεται μὲν καὶ ὁ υἱὸς λόγος, ὁμωνύμως τῷ πατρικῷ λόγῳ, ἀλλ' οὐχ οὗτός ἐστιν ὁ σὰρξ γενόμενος. οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύναμίς τις τοῦ θεοῦ, οἷον ἀπόρροια τοῦ λόγου αὐτοῦ νοῦς γενόμενος τὰς τῶν ἀνθρώπων καρδίας διαπεφοίτηκε." καὶ ταῦτα πάντα πειρᾶται ἀπὸ ῥητῶν τινων κατασκευάζειν τῆς γραφῆς. καὶ ἄλλα δὲ μυρία φλυαρεῖ καὶ βλασφημεῖ, εἴτε αὐτός, εἴτε τις ἕτερος τὸ αὐτοῦ πρόσωπον ὑποκριθείς.
[24] Ὁ μὲν γνωστικὸς πάντως καὶ ἔργα ἐπιτελεῖ καθήκοντα; ὁ δὲ τὰ ἔργα ἐπιτελῶν οὐ πάντως καὶ γνωστικός ἐστιν.
[25] Euseb. H. E. VI 13, 9.
Καὶ ἐν τῷ λόγῳ δὲ αὐτοῦ τῷ Περὶ τοῦ πάσχα ἐκβιασθῆναι ὁμολογεῖ πρὸς τῶν ἑταίρων ἃς ἔτυχεν παρὰ τῶν ἀρχαίων πρεσβυτέρων ἀκηκοὼς παραδόσεις γραφῇ τοῖς μετὰ ταῦτα παραδοῦναι, μέμνηται δ' ἐν αὐτῷ Μελίτωνος καὶ Εἰρηναίου καί τινων ἑτέρων, ὧν καὶ τὰς διηγήσεις τέθειται.
[26] Euseb. H. E. IV 26, 4.
Τούτου δὲ λόγου (der Schrift des Meliton Περὶ τοῦ πάσχα) μέμνηται Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν ἰδίῳ Περὶ τοῦ πάσχα λόγῳ, ὃν ὡς ἐξ αἰτίας τῆς τοῦ Μελίτωνος γραφῆς φησιν ἑαυτὸν συντάξαι.
[28] Chron. Pasch. p. 7 AC ed. Paris. 6 I p. 14f ed. Bonn.
Ἀλλὰ καὶ Κλήμης, ὁ ὁσιώτατος τῆς Ἀλεξανδρέων ἐκκλησίας γεγονὼς ἱερεύς, ἀνὴρ ἀρχαιότατος καὶ οὐ μακρὰν τῶν ἀποστολικῶν γενόμενος χρόνων, ἐν τῷ Περὶ τοῦ πάσχα λόγῳ τὰ παραπλήσια διδάσκει, γράφων οὕτως·
Τοῖς μὲν οὖν παρεληλυθόσιν ἔτεσι τὸ θυόμενον πρὸς Ἰουδαίων ἤσθιεν ἑορτάζων ὁ κύριος πάσχα. ἐπεὶ δὲ ἐκήρυξεν αὐτὸς ὢν τὸ πάσχα, ὁ ἀμνὸς τοῦ θεοῦ, ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος, αὐτίκα ἐδίδαξε μὲν τοὺς μαθητὰς τοῦ τύπου τὸ μυστήριον τῇ ιγ΄, ἐν ᾗ καὶ πυνθάνονται αὐτοῦ· "ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ πάσχα φαγεῖν;" ταύτῃ οὖν τῇ ἡμέρᾳ καὶ ὁ ἁγιασμὸς τῶν ἀζύμων καὶ ἡ προετοιμασία τῆς ἑορτῆς ἐγίνετο. ὅθεν ὁ Ἰωάννης ἐν ταύτῃ τῇ ἡμέρᾳ εἰκότως ὡς ἂν παρετοιμαζομένους ἤδη ἀπονίψασθαι τοὺς πόδας πρὸς τοῦ κυρίου τοὺς μαθητὰς ἀναγράφει. πέπονθε δὲ τῇ ἐπιούσῃ ὁ σωτὴρ ἡμῶν, αὐτὸς ὢν τὸ πάσχα, καλλιερηθεὶς ὑπὸ Ἰουδαίων.
Καὶ μεθ' ἕτερα·
Ἀκολούθως ἄρα τῇ ιδ΄, ὅτε καὶ ἔπαθεν, ἕωθεν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τῷ Πιλάτῳ προσαγαγόντες οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἀκωλύτως ἑσπέρας τὸ πάσχα φάγωσι. ταύτῃ τῶν ἡμερῶν τῇ ἀκριβείᾳ καὶ αἱ γραφαὶ πᾶσαι συμφωνοῦσι καὶ τὰ εὐαγγέλια συνῳδά. ἐπιμαρτυρεῖ δὲ καὶ ἡ ἀνάστασις· τῇ γοῦν τρίτῃ ἀνέστη ἡμέρᾳ, ἥτις ἦν πρώτη τῶν ἑβδομάδων τοῦ θερισμοῦ, ἐν ᾗ καὶ τὸ δράγμα ἐνομοθετεῖτο προσενεγκεῖν τὸν ἱερέα.
[29] Sacra Par. 307 Holl aus K; zuerst veröffentlicht von A. Mai, Script. vet. nova coll. VII p. 94. Lemma in K Τοῦ αὐτοῦ (vorausgeht Sacr. Par. 263 6 Strom. VII 15, 2) ἐκ τοῦ εἰς τὸ πάσχα.
Ἀνάγκης εἶδος οἶμαι τῷ παραδόξῳ ἐκπλῆξαι καὶ βιάσασθαι [θεῷ] τὸν ἄνθρωπον, ὃν ἐξ ἑαυτοῦ σῴζεσθαι βούλεται, μόνας τὰς ἀφορμὰς παρὰ τῆς ἐντολῆς λαβόντα. οὐ τοίνυν βίαιος ὁ θεός, οὐδὲ ἀψύχων δίκην ἀγαλμάτων πρὸς τῆς ἔξωθεν αἰτίας περιάγεσθαι θέμις τὴν αὐτοκίνητον ψυχήν.
[30] Sacra Par. 308 Holl aus K; bei Mai VII p. 98. Lemma in K Κλήμεντος Στρωματέως ἐκ τοῦ εἰς τὸ πάσχα.
Τὰ ἐναντία ἅμα τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ συμβῆναι ἀδύνατον.
[31] Sacra Par. 309 Holl aus KOAPMHR; bei Mai VII p. 99. Lemma in K Κλήμεντος ἐκ τοῦ εἰς τὸ πάσχα, sonst Κλήμεντος.
Ὁ ἄρα γινώσκων ἑαυτὸν τόπος ἐστὶ καὶ θρόνος τοῦ κυρίου.
[32] Sacra Par. 310 Holl aus OAPM. Lemma in PM Κλήμεντος ἐκ τοῦ εἰς τὸ πάσχα, in OA Κλήμεντος.
Κοπτομένων τῶν λεοντίων ὀστέων καθάπερ ἐκ τῶν πυρίων λίθων πῦρ ἐξάπτεται.
[33] Nikephoros von Konstantinopel, Antirrhesis gegen Konstantinos Kopronymos III 26 (Mai, Novae patr. bibl. tom. V [Rom 1849] 1, S. 91 6 PG 100, 416).
Ὡσαύτως δὲ ἔχειν καὶ τῷ Κλήμεντι ἐκείνῳ τῷ Ἀλεξανδρείαθεν δοκεῖ, ἐν οἷς περὶ τοῦ νομικοῦ πάσχα διαλαμβάνων φησίν·
Ὡσεί τινος εἰκὼν μὴ παρόντος μὲν τοῦ ἀρχετύπου τὴν ἴσην ἐκείνῳ δόξαν ἀποφέρεται καὶ παρούσης τῆς ἀληθείας καταλάμπεται ἡ εἰκὼν πρὸς αὐτῆς, τῆς ὁμοιώσεως ἐκείνης ἀποδεκτῆς μενούσης διὰ τὸ σημαίνειν τὴν ἀλήθειαν.
[34] Cat. zum Oktateuch (Lev. 13, 22) bei Niceph. I Col. 1037.
Ἀδήλου. Ὁ Κλήμης φησὶν εἰς τὸν ἐν τῷ πάσχα λόγον, ὅτι διάχυσις λέπρας ἐστὶν ὡσανεὶ βάδισις καὶ πορεία ῥευστική.
[35] Randbemerkung zu I Joh. 4, 3 (ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν) im Athoscodex λaa β. (. a.) . 4v nach <21von der Goltz>21, Eine textkritische Arbeit des 10. bez. 6. Jahrhunderts, TU NF II 4 S. 48.
"Ὃ λύει τὸν Ἰησοῦν." οὕτως ὁ Εἰρηναῖος ἐν τῷ τρίτῳ κατὰ τὰς αἱρέσεις λόγῳ καὶ Ὠριγένης σαφῶς ἐν τῷ η΄ τόμῳ τῶν εἰς τὴν πρὸς τοὺς Ῥωμαίους ἐξηγητικῶν καὶ Κλήμης ὁ Στρωματεὺς ἐν τῷ Περὶ τοῦ πάσχα λόγῳ.
[36] Nikephoros von Konstantinopel, Antirrhesis gegen Konstantinos Kopronymos, unter den am Schlusse des 3. Buchs angehängten Vätercitaten, veröff. von N. le Nourry, Apparatus ad bibl. patrum I. Col. 1334.
Κλήμεντος πρεσβυτέρου Ἀλεξανδρείας ἐκ τοῦ Κατὰ ἰουδαϊζόντων.
Σολομὼν ὁ τοῦ Δαβὶδ παῖς ἐν ταῖς Βασιλείαις ἐπιγραφομέναις τὴν τοῦ ἀληθινοῦ νεὼ κατασκευὴν συνεὶς οὐ μόνον ἐπουράνιον εἶναι καὶ πνευματικήν, ἤδη δὲ καὶ εἰς τὴν σάρκα διαφέρειν, ἣν ἔμελλεν οἰκοδομεῖν ὁ τοῦ Δαβὶδ υἱός τε καὶ κύριος εἴς τε τὴν αὑτοῦ παρουσίαν, ἔνθα καθιδρύεσθαι καθάπερ τι ἄγαλμα ἔμψυχον διεγνώκει, εἴς τε τὴν κατὰ σύνοδον πίστεως ἐγειρομένην ἐκκλησίαν, κατὰ λέξιν λέγει· "εἰ ἀληθῶς ἄρα κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς," κατοικεῖ δὲ ἐπὶ τῆς γῆς, σάρκα περιβαλλόμενος, καὶ μετὰ ἀνθρώπων αὐτῷ κατοίκησις γίνεται ἐν τῆ κατὰ τοὺς δικαίους συνθέσει τε καὶ ἁρμονίᾳ, νεὼν ἅγιον ἐργαζομένω τε καὶ ἀνιστάντι. γῆ γὰρ οἱ δίκαιοι, τὴν γῆν ἔτι περικείμενοι καὶ [γῆ] ὡς πρὸς τὸ μέγεθος παραβαλλόμενοι τοῦ κυρίου. ταὐτά τοι καὶ ὁ μακάριος Πέτρος οὐκ ὀκνεῖ λέγειν· "καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας τὰς προσδεκτὰς τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ." ἐπὶ δὲ τοῦ σώματος, ὃ κατὰ περιγραφὴν τόπον ἔνθεον ἑαυτῷ καθιέρωσεν ἐπὶ γῆς, "ὁ κύριος ‹λύσατε› εἶπε ‹τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.› εἶπον οἱ Ἰουδαῖοι· ‹τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ὁ ναὸς οὗτος ᾠκοδομήθη, καὶ σὺ τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;› ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ."
[37] Maximus Confessor Opp. ed. Combefis (Paris 1675) II p. 144 (6 PG 91 264). Τοῦ ἁγιωτάτου Κλήμεντος πρεσβυτέρου Ἀλεξανδρείας ἐκ τοῦ Περὶ προνοίας.
Οὐσία ἐστὶν ἐπὶ θεοῦ θεός. οὐσία θεία ἐστὶν ἀίδιόν τι καὶ ἄναρχον ἀσώματόν τε καὶ ἀπερίγραπτον καὶ τῶν ὄντων αἴτιον. οὐσία ἐστὶν τὸ δι' ὅλου ὑφεστός. φύσις ἐστὶν ἡ τῶν πραγμάτων ἀλήθεια ἢ τούτων τὸ ἐνούσιον, κατὰ δὲ τοὺς ἄλλους ἡ τῶν εἰς τὸ εἶναι παραγομένων γένεσις, καθ' ἑτέρους δὲ ἡ τοῦ θεοῦ πρόνοια ἐμποιοῦσα τοῖς γινομένοις τὸ εἶναι καὶ τὸ πῶς εἶναι.
[38] Maximus Confessor a. a. O. II p. 146 (6 PG 91, 266f.) und N. le Nourry, Apparatus ad bibl. patrum I Col. 1335 aus Paris. 854 f. 130r.
Φύσις λέγεται παρὰ τὸ πεφυκέναι. πρώτη οὐσία ἐστὶ πᾶν τὸ καθ' ἑαυτὸ ὑφεστός, οἷον λίθος· δευτέρα δὲ οὐσία αὐξητικὴ καθὸ αὔξει καὶ φθίνει, τὸ φυτόν· τρίτη δὲ οὐσία ἔμψυχος αἰσθητική, τὸ ζῷον, ὁ ἵππος· τετάρτη δὲ οὐσία ἔμψυχος αἰσθητικὴ λογική, ὁ ἄνθρωπος· δι' ὃ καὶ ἔσχατος γέγονεν ὡς ὢν ἐκ πάντων, τὴν ψυχὴν ἔχων ἄυλον καὶ τὸν νοῦν θεοῦ εἰκόνα.
[39] N. le Nourry a. a. O. Col. 1336 aus Paris. 854 f. 125v.
Τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου Κλήμεντος, πρεσβυτέρου Ἀλεξανδρείας, τοῦ Στρωματέως, ἐκ τοῦ Περὶ προνοίας λόγου.
Τί θεός; θεός ἐστιν, ὡς καὶ ὁ κύριος λέγει, πνεῦμα. πνεῦμα δέ ἐστι κυρίως οὐσία ἀσώματος καὶ ἀπερίγραπτος. ἀσώματον δέ ἐστιν ὃ μὴ συμπληροῦται σώματι, ἢ οὖ τὸ εἶναι οὐκ ἔστι κατὰ τὸ πλάτος. μῆκος καὶ βάθος. ἀπερίγραπτον δέ ἐστιν, οὗ τόπος οὐδείς [τόπος], τὸ κατὰ πάντα ἐν πᾶσιν καὶ ἐν ἑκάστῳ ὅλον καὶ ἐφ' ἑαυτοῦ τὸ αὐτό.
[40] Maximus Confessor a. a. O. II p. 152 (6 PG 91, 276). Κλήμεντος τοῦ Στρωματέως ἐκ τοῦ Περὶ προνοίας λόγου.
Θέλησίς ἐστι φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική.
θέλησίς ἐστι φυσικὴ ὄρεξις τῇ τοῦ λογικοῦ φύσει κατάλληλος.
θέλησίς ἐστι φυσικὴ αὐτακράτορος νοῦ αὐτεξούσιος κίνησις ἢ νοῦς περί τι αὐθαιρέτως κινούμενος. αὐτεξουσιότης ἐστὶ νοῦς κατὰ φύσιν κινούμενος ἢ νοερὰ τῆς ψυχῆς κίνησις αὐτοκρατής.
[41] Maximus Confessor Disput. c. Pyrrho ed. Combefis (Paris 1675) II p. 176 (6 PG 91, 317).
Κανόνι χρώμενος (nämlich Athanasios) πρὸς τοῦτο τῷ ὄντι φιλοσόφῳ τῶν φιλοσόφων Κλήμεντι, ἐν τῷ ἕκτῳ τῶν Στρωματέων λόγῳ τὴν μὲν θέλησιν νοῦν εἶναι ὀρεκτικὸν ὁρισαμένῳ, τὴν δὲ βούλησιν εὔλογον ὄρεξιν ἢ τὴν περί τινος θέλησιν.
[42] Anastasios Sinaites Quaest. 96 ed. Gretser (Ingolstadt 1617) p. 526 (6 PG 89, 741f.).
Ο δὲ ἱερὸς καὶ ἀποστολικὸς διδάσκαλος Κλήμης ἐν τῷ Περὶ προνοίας καὶ δικαιοκρισίας θεοῦ πρώτῳ λόγῳ τοιοῦτόν τι λέγει·
Ὥσπερ δυνατὸς ‹ὢν› καὶ νῦν ἀνθρώπους πλάττειν [ἀνθρώπους] κατὰ τὴν προτέραν τοῦ Ἀδὰμ διάπλασιν, οὐκέτι οὕτω ποιεῖ διὰ τὸ ἅπαξ χαρίσασθαι τῷ ἀνθρώπῳ ἀνθρώπους γεννᾶν, εἰπὼν πρὸς τὴν φύσιν ἡμῶν τὸ "αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν", οὕτω, φησί, τῇ παντεξουσίῳ καὶ προνοητικῇ αὐτοῦ δυνάμει καὶ τὴν τῶν σωμάτων διάλυσιν καὶ τελευτὴν φυσικῇ τινι ἀκολουθίᾳ καὶ τάξει τῇ τῶν στοιχείων μεταβολῇ ᾠκονόμησε γίνεσθαι κατὰ τὴν οὐσιώδη αὐτοῦ θεογνωσίαν καὶ κατάληψιν.
[43] Cod. Ambros. graec. 1041 (H. 257 inf.) f. 104v nach Barnard, Clement of Alex. Quis div. salvetur S. 50.
Ἔνθεν φησὶν ὁ Ῥωμαῖος Κλήμης ἐν τῷ Περὶ προνοίας λόγῳ·
Βραχμᾶνες ἐπ' ὀρέων οἰκοῦντες καὶ καθαρωτάτου ἀπολαύοντες ἀέρος ζῶσι τέλειον καὶ πληρέστατον χρόνον τῆς ζωῆς τῶν ἀνθρώπων.
[44] Scoral. Y III 19 (vom Jahr 1360) f. 246v-248r (=S) nach Barnard a. a. O. S. 47ff.
Κλήμεντος παραγγέλματα.
Ἡσυχίαν μὲν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἔργοις, ὡσαύτως δὲ ἐν γλώττῃ καὶ βαδίσματι· σφοδρότητα δὲ ἀπόφευγε προπετῆ· οὕτως γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχώδης γενόμενος ἀσθενὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ σκοτεινὸν ὁρῶν· οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπιζέοντος θυμοῦ, ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν, ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος. τὸν γὰρ νοῦν δεῖ τῶν παθῶν ἐπικρατεῖν ὑψηλὸν ἐπὶ ἡσύχου θρόνου καθήμενον ἀφορῶντα πρὸς θεόν. μηδὲν ὀξυχολίας ἀνάπλεος ἔσο περὶ ὀργάς, μηδὲ νωθρὸς ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν ἡσυχίαν κοσμῇ καὶ θειῶδές τι καὶ ἱερὸν τὸ σχῆμα φαίνηται. φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα, σχῆμα ὑψαυχενοῦν καὶ κεφαλὴν ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον. ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα καὶ προσηγορίαι γλυκεῖαι, αἰδὼς δὲ πρὸς γυναῖκας καὶ βλέμμα τετραμμένον εἰς γῆν. λάλει δὲ περιεσκεμμένως ἅπαντα, καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν, ἄχρι ἂν καὶ ἐξάκουστον ᾖ καὶ μήτε διαφεῦγον τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος μήτε ὑπερβάλλον μείζονι τῇ κραυγῇ. φυλάττου δὲ ὅπως μηδέν ποτε λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενόησας· μηδὲ προχείρως καὶ μεταξὺ ‹τῶν› τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ· δεῖ γὰρ ἀνὰ μέρος ἀκούειν καὶ διαλέγεσθαι, χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν· μάνθανε δὲ ἀσμένως, καὶ ἀφθόνως δίδασκε, μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀποκρύπτου πρὸς τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο δι' αἰδῶ. ὕπεικε πρεσβυτέροις ἴσα πατράσιν· τίμα θεράποντας θεοῦ· κάταρχε σοφίας καὶ ἀρετῆς. μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ χλευαστὴς κατ' αὐτῶν καὶ γελωτοποιός· ψεῦδος δὲ καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραιτοῦ· σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν ‹ὡς› πρᾷός τε καὶ μεγαλόψυχος ἀνήρ. κείσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως. καὶ μεθ' ἡμέραν πολλάκις [μὲν] μὲν ἀνθρώποις κοίνου τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ ἐπὶ πλεῖστον ἐν νυκτὶ ὁμοίως καὶ ἐν ἡμέρᾳ· μὴ γὰρ ὕπνος σε ἐπικρατείτω πολὺς τῶν πρὸς θεὸν εὐχῶν τε καὶ ὕμνων· θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος. μέτοχος Χριστοῦ ἀεὶ καθίστασο ‹τοῦ› τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ· εὐφροσύνη γὰρ ἔστω σοι διηνεκὴς καὶ ἄπαυστος ὁ Χριστός. μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ ποτῶν ἀνέσει, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες. καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρῇ καιρός· ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα· ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνων· μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσος τις ἴασιν ἐπὶ ταύτην ἄγοι. ἀλλ' ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ τῇ παρὰ θεοῦ σοι χορηγουμένας σοφίᾳ, οὐράνιός τε ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν· καὶ τὰς πολλὰς περὶ σώματος ἀνίει μερίμνας τεθαρσηκὼς ἐλπίσι ταῖς πρὸς θεόν, ὅτι σοί γε τὰ ἀναγκαῖα παρέξει διαρκῆ τροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξητήρια. τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται· ὡς μέλη δὲ αὑτοῦ ‹τὰ σώματα› τῶν αὑτοῦ θεραπόντων ὑπερβαλλόντως περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς αὑτοῦ. διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλούσας δέδιθι μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου· παύσεται γὰρ καὶ νόσος, ὅταν ὁλοψύχῳ προθέσει ποιῶμεν τὰς αὐτοῦ ἐντολάς. ταῦτα εἰδὼς καὶ πρὸς νόσους ἰσχυρὰν κατασκεύαζε τὴν ψυχήν, εὐθάρσησον ὥσπερ τις ἀνὴρ ἐν σταδίοις ἄριστος ἀτρέπτῳ τῇ δυνάμει τοὺς πόνους ὑφίστασθαι. μηδὲ ὑπὸ λύπης πάνυ πιέζου τὴν ψυχήν, εἴτε νόσος ἐπικειμένη βαρύνει εἴτε ἄλλο τι συμπίπτει δυσχερές, ἀλλὰ γενναίως ἀνθίστα τοῖς πόνοις τὸ νόημα, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασι ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾴδιον ἀνθρώποις εὑρεῖν. ἐλέει δὲ κακουμένους, καὶ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν ἐπ' ἀνθρώποις αἰτοῦ· ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν, καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, τὴν αὑτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντες ἐπὶ θεὸν ἀνίωσιν καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται ἀγαθὰ τοῖς ἰδίοις ἀποκαθιστῶν.
[45] Sacra Par. 311 Holl aus OAPMHR. Lemma in R Κλήμεντος Στρωματέως ἐκ τῆς κα ἐπιστολῆς, in OAPMH Κλήμεντος.
Οὐκ ἔστι μέγα τὸ φροντίζειν ἀνδρὸς δικαίου, ἀλλὰ χάριν λαμβάνει ὁ κατηξιωμένος διακονεῖν αὐτῷ.
[46] Sacra Par. 312 Holl aus COAPMRH; aus Coisl. 279 auch mitgeteilt von Pitra, Anal. Sacra II p. XXIX (u+berall nach Sacra Par. 291 aus QDS 21). Lemma in OA ἐκ τῆς κα ἐπιστολῆς, sonst ohne Lemma.
Οὐκ ἔχει ἐπιθυμίαν ἡ ἄφθαρτος βασιλεία, ἀλλὰ παρουσίαν πάντων τῶν ἀγαθῶν. ὅθεν οὐκ ἔστιν ἐπιθυμῆσαι· ἐκ γὰρ τοῦ ὑστερεῖν τὸ ἐπιθυμεῖν ἐστιν, ἐκ δὲ τοῦ πάντα ἔχειν τὸ μηδενὸς ἐπιθυμεῖν.
[47] Sacra Par. 313 Holl aus OAPMHR (u+berall an der Spitze einer Reihe echter Clemenscitate), Antonius Melissa p. 35 Gesner. Lemma in PM Κλήμεντος Στρωματέως ἐπιστολή, sonst Κλήμεντος Στρωματέως.
Δυνατὸς ἦν ὁ πατὴρ ποιῆσαι μηδένα πένητα, ἀλλὰ τὸ εὖ ποιεῖν ‹ἂν› περιῃρεῖτο, συμπάσχειν οὐδεὶς ἠξίου. νῦν ἀλλήλων ἕνεκα καὶ εὐποροῦμεν καὶ ἀποροῦμεν, ἵνα τόπος γενώμεθα τῇ εὐποιίᾳ
[48] Maximus Confessor De variis diff. locis Dionysii et Gregorii ed. Oehler (Halle 1857) p. 60f (6 PG 91, 1085).
Τούτους δὲ οὓς ἔφην τοὺς λόγους ὁ μὲν Ἀρεοπαγίτης ἅγιος Διονύσιος προορισμοὺς καὶ θεῖα θελήματα καλεῖσθαι ὑπὸ τῆς γραφῆς ἡμᾶς ἐκδιδάσκει. ὁμοίως δὲ καὶ οἱ περὶ Πάνταινον τὸν γενόμενον καθηγητὴν τοῦ Στρωματέως μεγάλου Κλήμεντος θεῖα θελήματα τῇ γραφῇ φίλον καλεῖσθαί φασι. ὅθεν ἐρωτηθέντες ὑπό τινων τὴν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τὰ ὄντα τὸν θεὸν δοξάζουσιν οἱ Χριστιανοί, ὑπειληφότων ἐκείνων νοερῶς τὰ νοητὰ καὶ αἰσθητικῶς τὰ αἰσθητὰ γινώσκειν αὐτὸν τὰ ὄντα, ἀπεκρίναντο· μήτε αἰσθητικῶς τὰ αἰσθητὰ μήτε νοερῶς τὰ νοητά· οὐ γὰρ εἶναι δυνατὸν τὸν ὑπὲρ τὰ ὄντα κατὰ τὰ ὄντα τῶν ὄντων ἀντιλαμβάνεσθαι, ἀλλ' ὡς ἴδια θελήματα γινώσκειν αὐτὸν τὰ ὄντα φαμέν, προσθέντες καὶ τοῦ λόγου τὸ εὔλογον. εἰ γὰρ θελήματι τὰ πάντα πεποίηκε (καὶ οὐδεὶς ἀντερεῖ λόγος), γινώσκειν δὲ τὸ ἴδιον θέλημα τὸν θεὸν εὐσεβές τε λέγειν ἀεὶ καὶ δίκαιόν ἐστιν, ἕκαστον δὲ τῶν γεγονότων θέλων πεποίηκεν, ἄρα ὡς ἴδια θελήματα ὁ θεὸς τὰ ὄντα γινώσκει, ἐπειδὴ καὶ θέλων τὰ ὄντα πεποίηκεν.
[49] Anastasios Sinaites In Hexae+m. IX (PG 89, 1002 D; griechisch bei Harnack, Gesch. d. altchristl. Lit. I S. 926 aus Cod. Berol. Phillipps 1449 f. 1724v).
Μετὰ τὸ εἰπεῖν; "καὶ ᾠκοδόμησε κύριος ὁ θεὸς τὴν πλευράν" στίξας τελείαν στιγμὴν ὁ μέγας Κλήμης καὶ τότε ἀρχὴν στίχου ποιήσας ἐπήγαγε τὸ "ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα" καὶ δοκεῖ μοι πάνυ θεοσεβῶς ἐπιστῆσαι τῇ λέξει.
[51] Kyrillos von Alexandrien Gegen Julian VI ed. Aubert (Paris 1638) VI 2 p. 205 B (6 PG 76, 813).
Κλήμης μὲν γὰρ τοῖς ἁγίοις ἀποστόλοις ἑπόμενος πανταχῇ πλείστης τε ὅσης Ἑλληνικῆς ἱστορίας εἰς ἀκοὴν ἐλθὼν ἐν τοῖς Στρωματεῦσι φησὶ τὴν Σαγχωνιάθου ἱστορίαν τῇ τῶν Φοινίκων φωνῇ γεγραμμένην μεθαρμόσαι πρὸς τὴν Ἑλλήνων οὐκ ἀθαύμαστον ἐπὶ παιδείᾳ λαχόντα τὴν δόξαν τὸν Ἰουδαῖον Ἰώσηπον. φησὶ τοιγαροῦν ὁ Σαγχωνιάθων οὑτοσὶ καίτοι τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἐπίμεστος ὤν· "οἱ γὰρ παλαιότατοι ‑ ἀθανάτους εἶναι."
[52] Dionysios Areopagites De divin. nom. V 9 ed. Corderius (Antwerpen 1634) I p. 560 (= PG 3, 824)
Εἰ δὲ ὁ φιλόσοφος ἀξιοῖ Κλήμης καὶ πρός τι παραδείγματα λέγεσθαι τὰ ἐν τοῖς οὖσιν ἀρχηγικώτερα. πρόεισι μὲν οὐ διὰ κυρίων καὶ παντελῶν καὶ ἁπλῶν ὀνομάτων ὁ λόγος αὐτῷ.
[53] Anastasios Sinaites Quaest. 14 ed. Gretser (Ingolstadt 1617) p. 170 (6 PG 89, 465): Κλήμεντος ἐκ τῶν Στρωμάτων, bis ἐπιτύχῃς auch Sacra Par. 303 Holl aus OAPMHR, überall nach Sacr. Par. 239 (6 Strom. IV 38, 2. 4). Lemma in PM ἐκ τοῦ η στρώματος, in OAR τοῦ αὐτοῦ, ohne Lemma in H.
Ἐλεημοσύνας δεῖ ποιεῖν, ὁ λόγος φησίν. ἀλλὰ μετὰ κρίσεως καὶ τοῖς ἀξίοις. ὥσπερ γὰρ ὁ γεωργὸς σπείρει οὐκ εἰς ἅπασαν γῆν, ἀλλ' εἰς τὴν ἀγαθήν, ἵνα αὐτῷ καρποφορήσῃ. οὕτω δεῖ σπείρειν τὴν εὐποιΐαν εἰς εὐλαβεῖς καὶ πνευματικούς, ἵνα τῆς ἀπ' αὐτῶν εὐκαρπίας διὰ τῶν εὐχῶν ἐπιτύχῃς· γέγραπται γάρ· "εὐποίησον εὐσεβεῖς καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ ὑπ' αὐτοῦ, ἀλλὰ παρὰ τῷ ὑψίστῳ."
[54] Nicetascat. zu Mt (13, 31) bei Corderius, Symb. in Matth. tom. alter p. 482 (6 Monac. 36 f. 258v. 289r). Lemma Κλήμεντος.
Εἰς τοσαύτην δὲ αὔξην ἡ φυὴ τοῦ λόγου προῆλθεν, ὡς τὸ ἐξ αὐτοῦ φύον δένδρον (τοῦτο δ' ἂν εἴη ἡ πανταχοῦ γῆς ἱδρυμένη τοῦ Χριστοῦ ἐκκλησία) τὰ πάντα πληρῶσαι, ὥστε ἐν τοῖς κλάδοις αὐτῆς κατασκηνῶσαι τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἀγγέλους δηλαδὴ θείους καὶ μετεωροπόρους ψυχάς.
[55] Cat. zu Mt (10, 16) bei Cramer I p. 76, 27f (aus Coisl. 23); Paris. 187 πϚ; Coisl. 195 f. 52r; Laur. conv. soppr. 171 f. 794r. Lemma Κλήμεντος.
Ἐκεῖνος φρονίμως πονηρεύεται, ἡμεῖς φρονίμως ἀγαθουργήσωμεν.
[56] Cat. zu Mt (10, 23) bei Cramer I p. 78, 2325 (aus Coisl. 23); Paris. 187 πζ; Coisl. 195f. 52v; Laur. conv. soppr. 171 f. 81v. Lemma Κλήμεντος.
Φειδοῖ τῶν ἀδίκως φονευόντων ἐπιτάττει τοῖς ἁγίοις φεύγειν· διὸ ὁ μὴ φεύγων ὡς ῥιψοκίνδυνος παρακούων τῆς κυριακῆς φωνῆς μεμπτέος.
[57] Nicetascat. zu Lc (`3, 22) in Vindob. theol. gr. 71 (fru+her 42) f. 225r; Coisl. 201 f. 1044r; Vatic. 1611 f. 584v; Monac. 33 f. 454r; Paris. 208; Catene des Makarios Chrysokephalos zu Lc (3, 22) in Bodl. Barocc. 211 und zu Mt (`3, 16) in Bodl. Barocc. 156f. 984v bei Potter p. 1019f (nach Grabe); lateinisch bei Corderius, Cat. in S. Lc p. 92. Lemma Κλήμεντος.
Οὐκ ἀνθρωπίνην ὁμοίωσιν ἐνταῦθα τοῦ θεοῦ παρειληφότος, ἀλλὰ τῆς περιστερᾶς, ὅτι τὴν ἀφέλειαν καὶ τὸ πρᾶον τῆς νέας ἐπιφανείας τοῦ πνεύματος ἐβούλετο δεῖξαι τῷ τῆς περιστερᾶς ὁμοιώματι.
[58] Nicetascat. zu Lc (`16, 17) in Vatic. 1611 f. 2194r; Monac. 33 f. 250v; Coisl. 201 f. 418r; Lateinisch bei Corderius, Cat. in S. Luc. p. 400; Catene des Makarios Chrysokephalos zu Mt (`5, 18) in Bodl. Barocc. 156 f. 1984r (bei Potter p. 1020 nach Grabe). Lemma Κλήμεντος παιδαγωγοῦ.
Τάχα δὲ διὰ τοῦ ἰῶτα καὶ τῆς κεραίας ἡ δικαιοσύνη κέκραγεν αὐτοῦ· "ἐὰν ὀρθοὶ πρός με ἥκητε, κἀγὼ ὀρθὸς πρὸς ὑμᾶς. ἐὰν πλάγιοι πορεύησθε, κἀγὼ πλάγιος, λέγει κύριος τῶν δυνάμεων", τὰς ἐπιπλήξεις τῶν ἁμαρτωλῶν πλαγίας αἰνιττόμενος ὁδούς. ἡ γὰρ εὐθεῖα καὶ κατὰ φύσιν, ἣν αἰνίττεται τὸ ἰῶτα τοῦ Ἰησοῦ, ἡ ἀγαθωσύνη αὐτοῦ, ἡ πρὸς τοὺς ἐξ ὑπακοῆς πεπιστευκότας ἀμετακίνητός τε καὶ ἀρρεπής. "οὐ μὴ οὖν παρέλθῃ ἀπὸ τοῦ νόμου οὔτε τὸ ἰῶτα οὔτε ἡ κεραία", τούτεστιν οὔτε ἡ τοῖς εὐθέσι κατάλληλος ἐπαγγελία οὔτε ἡ τοῖς πλαγιάζουσιν ἠπειλημένη κόλασις. "ἀγαθύνει γὰρ τοῖς εὐθέσι κύριος, τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάγει μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν." καὶ μετὰ ἀθῴου ἀθῷός ἐστι καὶ μετὰ στρεβλοῦ διαστρέφει· καὶ "τοῖς σκολιοῖς σκολιὰς ὁδοὺς ἀποστέλλει".
[59] Arethas Comm. zur Apokalypse (nach [Oikumenios] ed. Morellus, Paris 1630, 1631) II p. 690BC; Cat. zu Apc (4, 5) bei Cramer VIII p. 243, 26.
Τὰς ἑπτὰ λαμπάδας αὐτὸς (nämlich Johannes) ἡρμήνευσεν ἑπτὰ πνεύματα, ἅτινα ἤτοι, ὡς Ἡσαΐας, τὰ θεῖα τοῦ πνεύματος χαρίσματα σοφίας, ἰσχύος, βουλῆς καὶ τὰ τούτοις ἑξῆς δεῖ νοεῖν, ἢ ὡς Εἰρηναῖος καὶ Κλήμης ὁ Στρωματεὺς τὰ λειτουργικὰ καὶ τῶν ἄλλων ἐξέχοντα ταγμάτων.
[60] Sacra Par. 299 Holl aus R (unmittelbar vor Nr. 246 6 Strom. V 7, 6). Lemma Κλήμεντος ἐκ τοῦ α στρωματέως.
Ὀλίγων ἡ ἀλήθεια καὶ τούτων, ὁπόσοι οἷοί τε ἂν εὑρεῖν αὐτήν, διὰ μακρᾶς ἐνδείξεως καὶ συνασκήσεως ἐπὶ τὴν θεωρίαν διαχειραγωγούμενοι.
[61]
Sacra Par. 300 Holl aus CHR. Lemma in C Κλήμεντος ἐκ τοῦ ε στρωματέως, in HR Κλήμεντος.
Αὕτη ἐστὶν ἱερατεία καὶ θυσία ἀληθινὴ ἡ εὐχή.
[62] Sacra Par. 301 Holl aus K (nach Nr. 186 6 Paed. I 26, 3). Lemma ἐκ τοῦ Ϛ στρώματος.
Ὁ μὲν φρόνιμος τὰ χαλεπὰ καὶ πρὶν παθεῖν ἐφυλάξατο, ὁ δὲ ἐκ τῆς πείρας ἑαυτὸν ἐπανορθούμενος οὐδὲ οὗτος ἄφρων, ἀλογώτατος δὲ ὁ μηδὲ τὰ συμβαίνοντα τιθέμενος ἀναγκαῖα φυλάγματα.
[63] Sacra Par. 302 Holl aus K (nach Nr. 236 6 Strom. III 43, 2). Lemma ἐκ τοῦ η στρώματος.
Οὐχ οἷόν τε ἐπὶ μιᾶς ψυχῆς δύο ἐναντίας κατὰ τὸ αὐτὸ γενέσθαι κινήσεις.
[64] Sacra Par. 304 Holl aus OAPL4c R: Corp. Paris. Nr. 10; Maximus Cap. 3. Lemma in PLc Κλήμεντος ἐκ τοῦ <η> στρώματος (στρωματέως L4c), in R τοῦ αὐτοῦ ἐκ τοῦ η στρωματέως (vorausgeht Nr. 243 6 Strom. IV 94, 4), in O, Corp. Par., Max. Κλήμεντος, in A fälschlich Θεοτίμου.
Παρθένων φθορὰ λέγεται οὐ μόνον πορνεία, ἀλλὰ καὶ ἡ πρὸ καιροῦ ἔκδοσις, ὅταν ὡς εἰπεῖν ἄωρος ἐκδοθῇ τῷ ἀνδρὶ ἤτοι ἀφ' ἑαυτῆς ἢ καὶ παρὰ τῶν γονέων.
[65] Sacra Par. 305 Holl aus OAPMR; Corp. Paris. Nr. 7; Maximus Cap. 59; Antonius Melissa p. 67. 149 Gesner. Lemma in PM Κλήμεντος ἐκ τοῦ η στρώματος, in OA, Corp. Par., Max., Ant. Mel. Κλήμεντος, in R Φίλωνος.
Οὐχ ἡ τῶν πράξεων ἀποχὴ δικαιοῖ τὸν πιστόν, ἀλλ' ἡ τῶν ἐννοιῶν ἁγνεία καὶ εἰλικρίνεια.
[66] Sacra Par. 314 Holl aus RK. Lemma in R Κλήμεντος στρωματέως, in K Εὐσεβίου ἐκ τοῦ α τῆς α εἰσαγωγῆς.
Ἔλεγχος ἀνδρὸς ἤθους ἡ μετὰ τῶν τοιῶνδε συνουσία. ὅτε γὰρ φαῦλος, ἐξ ἀνάγκης τοῖς ὁμοίοις συνέσται· ὅτε αὖ πάλιν σώφρων καὶ σοφός, τοῖς τὰ αὐτὰ αὐτῷ μετιοῦσιν.
[67] Sacra Par. 315 Holl aus CHR; aus Coisl. 279 auch mitgeteilt von Pitra, Anal. Sacra II p. XXIX. Lemma in CH und Coisl. Κλήμεντος Ἀλεξανδρείας, in R Κλήμεντος ἐπισκόπου Ἀλεξανδρείας.
Ἐρεῖ τις· μηδὲν ζητῶμεν περὶ θεοῦ. φαίην δ' ἄν· καὶ μὴν οὐ δήποτε δεῖ παύσασθαι λέγοντας καὶ ἀκούοντας περὶ θεοῦ, πλὴν ὅσον ἐφίεται ἡ πίστις, ὥστε λέγειν περὶ αὐτοῦ τὰ λεκτὰ καὶ ἀκούειν τὰ ἀκουστά.
[68] Sacra Par. 317 Holl aus CR (in beiden nach Nr. 202 6 Paed. II 60, 5). Lemma in C ἐκ τοῦ αὐτοῦ, in R unmittelbar angeschlossen.
Ἐπιστήμη τίς ἐστιν ἡ Χριστιανικὴ θεοσέβεια. ὅνπερ δὴ τρόπον ἑκάστης ἐπιστήμης ἴδιοι λόγοι εἰσί, καθ' οὓς ‹τῷ› ἀναλαμβάνοντι περιγίνεται τὸ κατ' αὐτοὺς ἐπάγγελμα· οἷον ῥητορικὴ μὲν ἀπὸ τῶν ῥητορικῶν λόγων, ἰατρικὴ δὲ ἀπὸ τῶν ἰατρικῶν, οὕτως καὶ ἡ Χριστιανικὴ ἐπιστήμη ἀπὸ τῶν κατ' αὐτὴν λόγων περιγίνεται. ἴδιοι γὰρ καὶ οἱ Χριστιανικοὶ λόγοι εἰσίν. ὥσπερ οὖν οὐκ ἔστι τοὺς ῥητορικοὺς λόγους ἀναλαμβάνοντα ἰατρὸν γενέσθαι ἢ τοὺς ἰατρικοὺς ῥήτορα, οὕτως οὐδὲ Χριστιανὸν ἀπ' ἄλλων λόγων ἢ ἀπὸ τῶν Χριστιανῶν. δι' ὅ φημι τοὺς βουλομένους Χριστιανοὺς εἶναι δεῖν μόνους τοὺς τοῦ Χριστοῦ λόγους ἀναλαμβάνειν καὶ μὴ δι' ἑτέρων ζητεῖν τοῦτό γε αὐτοῖς περιγενέσθαι.
[70]
Joannes Malalas X p. 242, 822 ed. Bonn.
Μετὰ δὲ ἔτη τέσσαρα τῆς ἀναστάσεως καὶ ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τῆς βασιλείας τοῦ αὐτοῦ Τιβερίου Καίσαρος, μετὰ τὸ ἐξελθεῖν τὸν ἅγιον Παῦλον ἀπὸ Ἀντιοχείας τῆς μεγάλης, κηρύξαντα ἐκεῖ πρῶτον τὸν λόγον ἐν τῇ ῥύμῃ τῇ πλησίον τοῦ Πανθέου τῇ καλουμένῃ τῶν Σίγγωνος ἅμα Βαρνάβᾳ. καὶ ἐπὶ τὴν Κιλικίαν ἐξελθεῖν, ὁ Πέτρος ἀπὸ Ἱερουσολύμων ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ παρεγένετο καὶ τὸν λόγον ἐδίδασκε. καὶ ἐκεῖ αὑτὸν ἐνθρονίσας, πεισθεὶς τοῖς ἀπὸ Ἰουδαίων γενομένοις Χριστιανοῖς. τοὺς ἐξ ἐθνῶν πιστοὺς οὐκ ἐδέξατο οὔτε ἠγάπα, ἀλλ' οὕτως ἐάσας αὐτοὺς ἐξῆλθεν ἐκεῖθεν. ὁ δὲ ἅγιος Παῦλος μετὰ ταῦτα ἐλθὼν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ καὶ μαθὼν ταῦτα περὶ τοῦ ἁγίου Πέτρου πανταχοῦ τὸ σκάνδαλον περιεῖλε καὶ πάντας ἴσως ἐδέξατο καὶ ἠγάπα, προτρεπόμενος ἅπαντας, καθὼς συνεγράψαντο ταῦτα οἱ σοφώτατοι Κλήμης καὶ Τατιανὸς οἱ χρονογράφοι.
[71] Joannes Malalas II p. 34, 610 ed. Bonn. 6 Kedrenos I. p. 35, 711 ed. Bonn.
Ὁ δὲ Σύρος, ὁ υἱὸς τοῦ Ἀγήνορος, ἀνὴρ ἐγένετο σοφός, ὃς συνεγράψατο Φοινικικοῖς γράμμασι τὴν ἀριθμητικὴν φιλοσοφίαν· ὑπέθετο δὲ ἀσωμάτους εἶναι ἀρχὰς καὶ σώματα μεταβάλλεσθαι καὶ τὰς ψυχὰς εἰς ἀλλογενῆ ζῷα εἰσιέναι. οὗτος πρῶτος ἐξέθετο ταῦτα. ὡς Κλήμης ὁ σοφώτατος συνεγράψατο.
[72] Joannes Malalas X p. 228, 1519 ed. Bonn.
Τῇ ἕκτῃ ἡμέρᾳ τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἐφάνη ὁ δεσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἔσωσε τὸν ἄνθρωπον διὰ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, ἅτινα συνεγράψατο Κλήμης, Θεόφιλος καὶ Τιμόθεος οἱ σοφοὶ χρονογράφοι ὁμοφωνήσαντες.
[73] Joannes Malalas X p. 231, 911 ed. Bonn.
Ἐγένετο βασιλεὺς ἤτοι τοπάρχης τοῦ Ἰουδαϊκοῦ ἔθνους Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ (des Herodes) ἔτη θ΄ ἐν ὑπατείᾳ Λαμία καὶ Σερελλιανοῦ, καθὼς ὁ σοφώτατος Κλήμης ὁ χρονογράφος ἐξέθετο.
[74] Joannes Malalas X p. 239, 18240, 2 ed. Bonn.
Ὁ δὲ αὐτὸς βασιλεὺς Ἡρώδης ὁ Φιλίππου γενόμενος ἐμπληθὴς ἐκλίνετο ἐπὶ μῆνας η΄ καὶ ἐσφάγη ἐν τῷ κουβικλείῳ αὐτοῦ μετὰ τοὺς η΄ μῆνας συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καθὼς ὁ σοφώτατος Κλήμης συνεγράψατο.