1898 149 0 8 35 0 I a. C.-I d. C. Exeget. Philo I Quaestiones in Genesim Petit, F., Paris, Cerf, 1978 7

Philo - Quaestiones in Genesim (fragmenta)

[1]    Διὰ ‹τί› τὴν κοσμοποιΐαν ἐπιλογιζόμενός φησιν Μωϋσῆς "αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ‹ὅτε ἐγένετο›";

   Τὸ μὲν "ὅτε ἐγένετο" ἀόριστον ἔοικε χρόνον ἐμφαίνειν· τοῦτο δέ ἐστιν ἔλεγχος δυσωπῶν τοὺς συγκεφαλαιουμένους ἀριθμὸν ἐτῶν ἀφ' οὗ τὸν κόσμον οἷόν τε γενέσθαι. Τὸ δὲ "αὕτη ἡ βίβλος γενέσεως" ἤτοι δεικτικόν ἐστιν τοῦ ὑποκειμένου τεύχους ὁ τὴν κοσμοποιΐαν περιέχει ἢ ἀναφορὰ τῶν εἰρημένων περὶ τῆς κοσμοποιΐας πρὸς τὰ ἐπ' ἀληθείας γεγονότα.

[3]    [Φίλων δὲ ὁ ἑβραῖός φησι·] Μήποτε ὡς 'ἵππος' λέγεται βασιλέως πᾶσα ἱππικὴ δύναμις, οὕτω καὶ "πηγὴ" πᾶσα φλὲψ τῆς γῆς πότιμον ὕδωρ ἀνομβροῦσα ἢ πηγάζουσα. Εὖ δέ[, φησί,] καὶ τὸ φάναι μὴ "πᾶσαν" ἀλλὰ "πρόσωπον" τῆς γῆς νοτίζεσθαι, τὸ ἄριστον καὶ ἡγεμονεῦον μέρος καὶ καρποφορεῖν δυνάμενον, ὃ τῆς ἀπὸ τῶν πηγῶν ἐπικουρίας δεῖται.

[17a] Φίλους ἡγητέον τοὺς βοηθεῖν καὶ ἀντωφελεῖν ἐθέλοντας, κἂν μὴ δύνωνται.

[17b] Φιλία γὰρ οὐκ ἐν τῷ χρειώδει μᾶλλον ἢ κράσει καὶ συμφωνίᾳ βεβαιοτάτῃ ἠθῶν, ὡς ἕκαστον τῶν συνελθόντων εἰς φιλικὴν κοινωνίαν τὸ Πυθαγόρειον ῥῆμα ἐπιφθέγξασθαι ὅτι 'ἆρά ἐστι φίλος ἕτερός τις ἐγώ;'

[20]    Ἀνδρὸς δὲ ἐπιστημονικωτάτου καὶ φρονήσει διαφέροντος τοῦτο ‹τὸ› ἔργον· οἰκειότατον ‹οὖν› οὐ σοφῷ μόνον ἀλλὰ καὶ τῷ πρώτῳ γηγενεῖ τῶν ὀνομάτων ἡ θέσις. Ἔδει γὰρ τὸν ἡγεμόνα μὲν τοῦ ἀνθρωπείου, βασιλέα δὲ τῶν γηγενῶν πάντων, καὶ τοῦτο λαχεῖν γέρας ἐξαίρετον· ἵνα, ὥσπερ πρῶτος εἶδε τὰ ζῷα καὶ πρῶτος ἠξιώθη τῆς ἐπὶ πᾶσιν ἀρχῆς, καὶ πρῶτος εἰσηγητὴς καὶ εὑρετὴς γένηται τῶν ἐπωνυμιῶν. Ἄτοπον γὰρ ἦν ἀνώνυμα αὐτὰ καταλειφθέντα ὑπό τινος νεωτέρου προσονομασθῆναι, ἐπὶ καταλύσει τῆς τοῦ πρεσβυτέρου τιμῆς τε καὶ εὐκλείας.

[21]    "Ἤγαγεν ὁ θεὸς τὰ ζῷα πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά"· οὐ γὰρ ἐνδοιάζει θεός.

   Ἀλλότριον γὰρ ὄντως θείας δυνάμεως τὸ ἐνδοιάζειν· ἀλλ' ἐπειδὴ νοῦν ἔδωκε τῷ ἀνθρώπῳ τῷ πρώτῳ γηγενεῖ καὶ σπουδαίῳ καθ' ὃν ἐπιστημονικὸς ὢν πέφυκε λογίζεσθαι, καθάπερ ὑφηγητὴς γνώριμον, κινεῖ πρὸς ἐπίδειξιν οἰκείαν καὶ ἀφορᾷ τὰ ἄριστα αὐτοῦ τῆς ψυχῆς ἔγγονα. Φανερῶς δὲ πάλιν καὶ διὰ τούτου πᾶν τὸ ἑκούσιον καὶ ἐφ' ἡμῖν διατυποῖ, τοὺς πάντα κατ' ἀνάγκην εἶναι λέγοντας δυσωπῶν. Ἢ ἐπεὶ ἔμελλον οἱ ἄνθρωποι χρῆσθαι, διὰ τοῦτο ἄνθρωπον αὐτὰ θέσθαι προσέταττεν.

[24]    Ὁ ὕπνος, κατὰ τὸν προφήτην, "ἔκστασίς" ἐστιν, οὐχ ἡ κατὰ μανίαν ἀλλ' ἡ κατὰ τὴν τῶν αἰσθήσεων ὕφεσιν καὶ τὴν ἀναχώρησιν τοῦ λογισμοῦ. Τότε γὰρ αἱ μὲν αἰσθήσεις ἐξίστανται τῶν αἰσθητῶν· ὁ δέ, οὐκέτι νευροσπαστῶν οὐδὲ παρέχων κίνησιν αὐταῖς, ἠρεμεῖ· αἱ δέ, τὰς ἐνεργείας ἀποτετμημέναι τῷ διεζεῦχθαι τῶν αἰσθητῶν, ἀκίνητοι καὶ ἀργαὶ ὑπεκλέλυνται.

[27]    Ἀποικίαν στέλλεται γυνὴ τὴν ἀπὸ γονέων πρὸς τὸν ἄνδρα. Διὸ προσήκει τὸν μὲν ὑποδεξάμενον ἀντιλαβεῖν τὴν τῶν δεδωκότων εὔνοιαν, τὴν δὲ μετελθοῦσαν, ἣν τοῖς σπείρασι τιμὴν παρεῖχε, τῷ λαβόντι διδόναι. Παρακαταθήκην γὰρ ‹ἀνὴρ› ἐγχειρίζεται γυναῖκα παρὰ γονέων, γυνὴ δὲ τὸν ἄνδρα παρὰ τῶν νόμων.

[28]    Καὶ θεασάμενος ὁ Ἀδὰμ τὸ πλάσμα τῆς γυναικὸς.

   Ὡς προφήτης φησὶν οὔτε γεγονέναι ἐκ συνομιλίας, οὔτε ἐκ γυναικὸς ὡς οὐδὲ ἐκεῖνος, οὔτε ἐκ σπέρματος ὡς οἱ μετέπειτα, ἀλλά τινα φύσιν ἐν μεθορίῳ, καθάπερ ἀπὸ ἀμπέλου κληματίδος ἀφαιρεθείσης εἰς ἑτέρας ἀμπέλου γέννησιν.

[29]    Διό φησιν· "ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν".

   Τοὺς δὲ "δύο εἰς σάρκα μίαν" ἔφη τὸ εὐαφέστατον καὶ αἰσθητικώτατον ἐν ᾧ καὶ τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι.

[31]    Φρόνιμος δὲ ἐκλήθη ὁ ὄφις, ὅτι τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀγχινοία διαφέροντα ἐξαπατᾶν ἔμελλεν.

[32]    Ἆρα δὲ καὶ ὁ ὄφις τῷ κατὰ προφορὰν λόγῳ ἐχρήσατο; οὐ πάντως, ἀλλ' οἱ πρωτόπλαστοι ἅτε κακίας ὄντες ἀμιγεῖς ἀκριβεστάτας εἶχον τὰς αἰσθήσεις καὶ πολὺ τῶν ἡμετέρων διαλλαττούσας, ὥστε τὴν ἀκοὴν αὐτῶν πάσης ὑπάρχειν φωνῆς ἀκουστικήν.

[41]    Ὡς γὰρ ἡδὺς ὁ καρπὸς τῆς συκῆς, τραχὺ καὶ πικρότατον τὸ φύλλον, οὕτως πᾶσα ἁμαρτία ἐν τῇ πράξει δείκνυται ἡδέα, μετὰ δὲ ταῦτα ὀδύνην παρέχει τῷ πεπραχότι.

[51]    Τί ἐστιν· "Ἕως τοῦ ἐπιστρέψαι σε εἰς γῆν ἐξ ἧς ἐλήφθης"; Οὐ γὰρ ἐκ γῆς διεπλάσθη μόνον ὁ ἄνθρωπος ἀλλὰ καὶ θείου πνεύματος.

   Ἐπειδὴ οὐ διέμεινεν ἀδιάστροφος ‹ἀλλὰ τῆς› προστάξεως θείας ἠλόγησεν, τὴν τοῦ κρείττονος μέρους ὑποτεμνόμενος οὐρανομίμητον πολιτείαν, ὅλον αὑτὸν προσένειμεν τῇ γῇ . Εἰ μὲν γὰρ ἀρετῆς, ἥτις ἀπαθανατίζει, ἐραστὴς ἐγένετο, πάντως ἂν ἔλαχε κλῆρον τὸν οὐρανίον· ἐπειδὴ δὲ ἡδονὴν ἐζήλωσεν, δι' ἧς ψυχικὸς θάνατος ἐπιγίνεται, τῇ γῇ προσενεμήθη.

[55a]    Οὔτε ἐνδοιασμὸς οὔτε φθόνος περὶ θεόν.

   [Ἄλλος δέ φησιν·] ‹Ἀληθ›ῶς οὐκ ἐνδοιάζει τὸ θεῖον· χρῆται δὲ πολλάκις ὀνόμασιν ἐνδοιαστικοῖς [ἢ διανοητικοῖς], κατ' ἀναφορὰν τὴν ἐπὶ τὸ "ὡς ἄνθρωπος" κεφάλαιον. Διττὰ γάρ, ὡς πολλάκις ἔφην, ἐστὶ τὰ ἀνωτάτω κεφάλαια· τὸ μὲν "οὐχ ὡς ἄνθρωπος ὁ θεός", τὸ δὲ "ὡς ἄνθρωπος παιδεύσει τὸν υἱὸν, οὕτως κύριος ὁ θεὸς παιδεύσει σε". Τὸ μὲν οὖν πρότερον ἐξουσίας ἐστί, τὸ δὲ δεύτερον παιδείας καὶ εἰσαγωγῆς ἵνα καὶ τὸ ἑκούσιον παρεισέλθῃ.

[55b] Τὸ γὰρ "μήποτε" οὐκ ἔστιν ἐπαμφοτερισμὸς τοῦ θεοῦ ἀλλ' ἀναφορὰ πρὸς ἄνθρωπον, τὸν ἐπαμφοτεριστὴν τῇ φύσει, καὶ μήνυμα τοῦ περὶ ἐκεῖνον πάθους.

[55c] Ὅταν γὰρ προσπέσῃ τινὸς φαντασία, τρία εὐθὺς ἐπιγίνεται· ἀφορμὴ ἐκ τοῦ φανέντος, ὁρμὴ πρὸς τὸ φανέν, τρίτον ἐνδοιασμὸς ἀμφικλινής, ἀντισπωμένης τῆς ψυχῆς εἴθ' αἱρετέον εἴτε μή· πρὸς δὴ τοῦτο τὸ τρίτον τὸ "μήποτε" ἀναφέρεται.

[58]    Ἐπεὶ ἀλλὸ τὸ 'ὑπό τινος' καὶ 'ἔκ τινος' καὶ "διά τινος"· τὸ μὲν 'ἐκ' ὡς ἐξ ὑλής, τὸ δὲ 'ὑπὸ' ὡς αἰτίου, τὸ δὲ "διὰ" ὡς ὀργάνου.

[60]    [Ὅρα τοίνυν] φιλαύτου καὶ φιλοθέου διαφοράν. Ὁ μὲν "μεθ' ἡμέρας" ἀλλ' οὐκ εὐθύς· καὶ "ἀπὸ τῶν καρπῶν" ἀλλ' οὐκ ἀπὸ τῶν πρώτων ... Ὁ δὲ τὰ πρωτότοκα μηδὲν μελλήσας καθιεροῖ ...

   [... ὥστε διὰ τοῦτο ἐλέγχεσθαι τὸν Κάϊν ὅτι] μὴ τὰ ἀκροθίνια τῶν γεννημάτων μήτε τὰ πρωτογεννήματα προσήνεγκε τῶν καρπῶν τῷ θεῷ, ἀλλὰ ταῦτα μὲν ἑαυτῷ, θεὸν δὲ ἀσεβῶς τοῖς δευτέροις ἐτίμα ...

   [Οὕτως οἶμαι] τὰ πρωτότοκα καθιερῶν ὁ Ἄβελ φιλόθεον μᾶλλον ἢ φίλαυτον τὴν ἑαυτοῦ συνίστησι προαίρεσιν. Ἑαυτῷ δὲ ὁ Κάϊν ἀπονέμων τὰ γεννήματα καὶ τῶν δευτερείων ἀσεβῶς τὸν θεὸν ἀξιῶν, τῷ καὶ "μεθ' ἡμέρας" ἀλλὰ μὴ εὐθέως προσενεγκεῖν, φίλαυτος μᾶλλον ἢ φιλόθεος ἐξελέγχεται.

[60]    [Πρό γε μὴν τὸ προσφέρειν δῶρα καὶ θυσίας, ζητῶν] τίνι διαφέρει δῶρον θυσίας, [εὑρίσκω ὅτι] ὁ μὲν θύων ἐπιδιαιρεῖ, τὸ μὲν αἷμα τῷ βωμῷ προσχέων, τὰ δὲ κρέα οἴκαδε κομίζων· ὁ δὲ δωρούμενος ὅλον ἔοικε παραχωρεῖν τῷ λαμβάνοντι. Ὁ μὲν οὖν φίλαυτος διανομεὺς οἷος ὁ Κάϊν, ὁ δὲ φιλόθεος δωρητικὸς οἷος ὁ Ἄβελ.

[61]    Ἔοικε γὰρ ἐπιδιαιρεῖν ὁ θύων καὶ τὸ μὲν αἷμα τῷ θυσιαστηρίῳ προχέειν, τὰ δὲ κρέα οἴκαδε ἀποκομίζειν, ὁ δὲ δωρούμενος πάντῃ τῷ λαμβάνοντι παραχωρεῖ τὸ δῶρον.

[63]    Σημεῖον δὲ τὴν λύπην ἔλαβε τοῦ μὴ εὐαρέστως θῦσαι θεῷ· χαρὰν γὰρ εἰκὸς ἐγγενέσθαι τῷ καθαρῶς καὶ ἀμέμπτως τεθυκότι. [64a] Ὀρθὴ δὲ διαίρεσις καὶ τομὴ οὐδὲν ἕτερόν ἐστιν ἢ τάξις καθ' ἣν ὁ κόσμος δεδημιούργηται. Καὶ ταύτην δεῖ κατὰ πάντα τοῦ βίου μιμεῖσθαι τὰ πράγματα καὶ μάλιστα ἐν χαρίτων ἀμοιβαῖς. [64b] Τὸ μὲν οὖν εὐχαριστεῖν τῷ θεῷ, καθ' ἑαυτὸ ὀρθῶς ἔχον ἐστί· τὸ δὲ μήτε πρώτῳ μήτε ἐκ τῶν πρώτων ἀπαρχόμενον, ψεκτόν.

[64c] Οὐ γὰρ δεῖ τὰ μὲν πρεσβεῖα τὴν γένεσιν ἑαυτῇ, τὰ δὲ δεύτερα τῷ ἀγενήτῳ προσνέμειν· [64d] ἥδε ἐστὶ ἡ ἐπίληπτος διαίρεσις, ἀταξίαν τινὰ τάξεως εἰσηγουμένη.

[65]    Τὸ μὴ ἁμαρτάνειν μηδὲν τὸ παράπαν, μέγιστον ἀγαθόν· τὸ δὲ ἁμαρτάνοντα ἐντραπῆναι, συγγενὲς ἐκείνου, νεώτερον, ὡς ἄν τις εἴποι, παρὰ πρεσβύτερον. Εἰσὶ γὰρ οἵ, ἐπὶ τοῖς ἁμαρτανομένοις ὡς ἐπὶ κατορθώμασιν ἀγαλλόμενοι, δυσίατον μᾶλλον δὲ ἀνίατον νόσον ἔχουσιν.

[66]    [Οἷς ἀντιλέγοντες ἕτεροι] οὐ περὶ τοῦ θεοσεβοῦς λέγειν [φασίν], ἀλλὰ περὶ τοῦ πραχθέντος ἔργου· φησὶ γὰρ αὐτῷ ὅτι τούτου τοῦ ἀσεβήματος ἡ ἀποστροφὴ καὶ ἡ ἀναφορὰ πρὸς σέ ἐστιν ἵνα τὸ ἑκούσιον παραστήσῃ. "Καὶ σύ", φησίν, "ἄρξεις αὐτοῦ" · πρῶτος γὰρ ἀσεβεῖν ἦρξεν, ἕπεται δὲ ὡς κρηπῖδι τῇ ἀσεβείᾳ καὶ τὰ λοιπὰ πλημμελήματα, ὡς ἔξαρχον καὶ ἡγεμόνα παντὸς ἀδικήματος ἑκουσίου τοῦτον εἶναι.

[68]    [...] καὶ δεικνὺς δι' ὅλης τῆς νομοθεσίας ὡς παρ' ἡμᾶς ἐστι τ' ἀδικήματα. Ὁ μὲν γὰρ , ἄκων πράξας, ὁμολογεῖ συγγνώμην αἰτῶν· ὁ δὲ ἑκών, ἀρνεῖται .

[69]    Ἔτι δὲ καὶ ἄθεον δεικνύντος ὑπόληψιν τῷ μὴ νομίζειν πάντα τὸν θεῖον ἐφορᾶν ὀφθαλμὸν .

   [...] καίτοι τεττάρων ὄντων ἀνθρώπων οὓς εἰκὸς ἦν μηδὲ πόρρω λίαν ἀλλήλων καθίστασθαι· καὶ παντὸς μᾶλλον, τὸν ἀδελφὸν φυλάττειν ὀφείλοντος .

[69]    Τί ἐστι "φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς";

   Δογματικώτατόν ἐστι· τὸ γὰρ θεῖον ὁσίων μὲν ὑπακούει κἂν τελευτήσωσι, ζῆν αὐτοὺς ὑπολαμβάνον τὴν ἀσώματον ζωήν, εὐχὰς δὲ φαύλων ἀποστρέφεται κἂν εὐεξίᾳ χρῶνται, νομίζον αὐτοὺς τὸν ἀληθῆ βίον τεθνάναι, τὸ σῶμα οἷα τύμβον περιφέροντας, ᾧ τὴν παναθλίαν ψυχὴν ἐγκατώρυξαν.

[70]    Δικαίων γὰρ ἐπακούει κἂν τελευτήσαντες ὦσιν, ἀδίκων δὲ καὶ αὐτὰς ἀποστρέφεται τὰς εὐχάς· τοὺς μὲν γὰρ καὶ τεθνεῶτας νενόμικε ζῆν, τοὺς δὲ καὶ ζῶντας τὴν ἀληθῆ κέκρικε τεθνηκέναι ζωήν.

[72]    Τί [δέ] ἐστι "στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς";

   Λόγιόν ἐστι καὶ τοῦτο καθολικώτατον. Παντὶ γὰρ φαύλῳ τῶν κακῶν τὰ μὲν ἤδη πρόσεστι, τὰ δὲ μέλλει· τὰ μὲν οὖν μέλλοντα φόβους, τὰ δὲ παρόντα λύπας ἐργάζεται.

[73]    [Ἢ ὅτι] οὐκ ἔστι συμφορὰ μείζων ἢ τὸ ἀφεθῆναι καὶ καταλειφθῆναι ὑπὸ θεοῦ.

[74]    [Τίνα δὲ δέδοικεν ὁ Κάϊν] μηδενὸς ὄντος πλὴν αὐτοῦ καὶ τῶν γονέων;

   [...] Προσεδόκα δέ[, φασί,] καὶ τὴν ἐκ τῶν μερῶν τοῦ κόσμου ἐπίθεσιν· ἅπερ ἐπ' ὠφελείᾳ γενόμενα, οὐδὲν ἧττον ἀμύνεται τοὺς πονηρούς· εἶτα καὶ τὴν ἀπὸ τῶν θηρίων καὶ ἑρπετῶν ἐπιβουλὴν ἅπερ ἡ φύσις ἐπὶ τιμωρίᾳ τῶν ἀδίκων ἐγέννησεν· ἴσως δὲ καὶ τὴν ἀπὸ τῶν γονέων τίσιν ὑπονοεῖ, οἷς καινὸν πένθος προσέβαλεν ἀγνοοῦσι τὸν θάνατον. [76a] [Τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν τῷ βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν·] τὸ δὲ ζῆν ἐν φόβῳ καὶ λύπῃ μυρίους ἐπάγει τοὺς σὺν αἰσθήσει θανάτους.

[76b] [Καὶ τὸ μὲν ἐκ Κάϊν γένος μέχρι τούτου μνήμης τῆς ἐν βίβλοις ἠξίωται,] τοῦ δὲ ἀριθμοῦ τῶν πατέρων ἀποκεκήρυκται, ἵνα μηδὲ τοῖς πρώτοις εἴη συνταττόμενος μηδὲ τῶν ἑξῆς ἀφηγούμενος, διὰ δὲ τὸ τῆς προαιρέσεως ἄγριον ὥσπερ ἐπὶ τὴν ἄλογον ἐκ τῆς λογικῆς φύσεως ἐξώρισται.

[77]    Ὁ μὲν Κάϊν, ἐπειδὴ τὸ μέγεθος τοῦ ἄγους ἠγνόησε τῷ μηδέποτε περιπεσεῖν θανάτῳ, τιμωρίας δίδωσιν ἁπλουστέρας · ὁ δὲ μιμητὴς ἐκείνου, μὴ δυνάμενος εἰς τὴν αὐτὴν ἀπολογίαν τῆς ἀγνοίας συμφυγεῖν, διπλᾶς εἰκότως ὑπομένει δίκας . [Διὰ τοῦτο] "ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά", διὰ τὴν εἰρημένην αἰτίαν, καθ' ἣν ὁ δεύτερος ἁμαρτὼν καὶ μὴ σωφρονισθεὶς τῇ τοῦ προηδικηκότος τιμωρίᾳ, τήν τε ἐκείνου παντελῶς ἀναδέχεται, ἁπλουστέραν οὖσαν, καθάπερ ἐν ἀριθμοῖς αἱ μονάδες ἔχουσιν, καὶ πολυπλασιωτέραν, ὁμοιουμένην ταῖς ἐν ἀριθμοῖς δεκάσιν.

[79]    Ἐλπίς ἐστι προπάθειά τις, χαρὰ πρὸ χαρᾶς, ἀγαθῶν οὖσα προσδοκία.

[85]    Ἤδη τινὲς ἁψίκοροι γευσάμενοι καλοκαγαθίας καὶ ἐλπίδα παρασχόντες ὑγείας, εἰς τὴν αὐτὴν ἐπανέστρεψαν νόσον.

[89]    Ἀεὶ φθάνουσι τὴν δίκην αἱ τοῦ θεοῦ χάριτες. Ἔργον γὰρ αὐτῷ προηγούμενον τὸ εὐεργετεῖν, τὸ δὲ κολάζειν ἑπόμενον. Φιλεῖ δέ, ὅταν μέλλῃ μεγάλα συνίστασθαι κακά, μεγάλων καὶ πολλῶν ἀγαθῶν ἀφθονία προγενέσθαι.

[92]    Πνευματικὴ δὲ ἡ τῶν ἀγγέλων οὐσία· εἰκάζονται δὲ πολλάκις ἀνθρώπων ἰδέαις, πρὸς τὰς ὑποκειμένας χρείας μεταμορφούμενοι.

[93]    Ἔνιοι νομίζουσιν μεταμέλειαν ἐμφαίνεσθαι περὶ τὸ θεῖον διὰ τῶν ὀνομάτων· οὐκ εὖ δὲ ὑπονοοῦσιν. Χωρὶς γὰρ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον, οὔτε τὸ "ἐνεθυμήθη" οὔτε τὸ "ἐνενόησεν" δηλωτικὰ μεταμελείας ἐστίν· [τὸ δὲ θεῖον ἄτρεπτον·] ἀλλ' ἀκραιφνοῦς λογισμοῦ περιεσκεμμένου τὴν αἰτίαν ἧς ἕνεκα ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς.

[94]    [Ζητεῖ] διὰ τί ἀπειλῶν ἄνθρωπον ἀπαλείψειν, καὶ τὰ ἄλογα προσδιαφθείρει.

   [Καί φησι·] συνίστησιν ὅτι οὐ προηγουμένως δι' ἑαυτὰ γέγονε τὰ ἄλογα ἀλλὰ χάριν ἀνθρώπων καὶ τῆς τούτων ὑπηρεσίας· ὧν διαφθειρομένων, εἰκότως κἀκεῖνα συνδιαφθείρεται, μηκέτι ὄντων τῶν δι' οὓς γέγονεν.

[96]    [Ὅτι δὲ τῆς κακίας κολαζομένης ἡ ἀρετὴ διασῴζεται] Νῶε [δεδήλωκεν ὃς] λέγεται χάριν εὑρεῖν παρὰ τῷ θεῷ.

   ὡς τῶν ἄλλων δι' ἀχαριστίαν ἀπολωλότων · οὐ γὰρ ὡς χάριν λαβὼν ἐκ θεοῦ ‑ κοινὸν γὰρ τοῦτο πάντων τῶν ἀνθρώπων ‑ ἀλλ' ἐπεὶ μόνος εὐχάριστος διεφάνη. Ἔδει δὲ καὶ χάριτος ἀξιωθῆναι θείας τὸν τοῦ νέου γένους καταρξάντα· μεγίστης γὰρ χάριτος ἀρχὴν καὶ τέλος ἀνθρώπων γενέσθαι.

[97]    [Διὸ καὶ] ἀπὸ τῶν ἀρετῶν αὐτὸν γενεαλογεῖ.

   Τοῦ γὰρ σπουδαίου τὸ πρὸς ἀλήθειαν γένος ἐστὶν ἀρετή· διὸ λέγει "[Νῶε δὲ] δίκαιος ἦν τέλειος".

[100,1a] Οὐδὲν ἐναντίον καὶ μαχόμενον ταῖς ὁσιωτάταις τοῦ θεοῦ δυνάμεσίν ἐστιν οὕτως ὡς ἀδικία.

[100,1b] Ὁ καιρὸς παρὰ τοῖς φαυλοτέροις νομίζεται [εἶναι] θεός, τὸν ὄντα ὄντως παρακαλυπτομένοι‹ς›. [Καὶ] θεοπλαστούντων καὶ ἐξ ἐναντίας τιθέντων τῷ ἀληθεῖ [θεῷ] [τὸ λέγειν] τὸν καιρὸν αἴτιον τῶν ἐν τῷ βιῷ πραγμάτων εἶναι. Τοῖς γὰρ εὐσεβέσιν οὐ καιρὸν ἀλλὰ θεὸν παρ' οὗ [καὶ] οἱ καιροὶ καὶ οἱ χρόνοι. Πλὴν αἴτιον οὐ πάντων ἀλλὰ μόνων ἀγαθῶν καὶ τῶν κατ' ἀρετήν· [100,1c] ὡς γὰρ ἀμέτοχος κακίας, οὕτω καὶ ἀναίτιος.

[100,2a] "Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ".Ὄντως γὰρ οὐδὲν ὡς ἀδικία πρὸς τὸν θεὸν ἐναντίον. Ἐπάγει δὲ καὶ τὸ τῆς ἐναντιώσεως αἴτιον, τὸ πλησθῆναι τὴν γῆν ἀδικίας.

[100,2b] [Καὶ ἐπεὶ] θεὸς ὁ καιρὸς παρὰ τοῖς φαύλοις νομίζεται, δείκνυσιν ὡς καιρῶν καὶ χρόνων αὐτὸς ποιητὴς [καὶ τούτοις ὅρον ἐντίθησιν]. Ὥστε καὶ ἀλλαχοῦ φησιν· "Ἀφέστηκεν ὁ καιρὸς ἀπ' αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν".