1
Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν. ὦ παῖ πατρὸς ἀγαθοῦ, πατρῷόν ἐστί σοι κτῆμα κατ' ἴσον βασιλεία τε καὶ σοφία. τῆς δὲ σοφίας τὸ μέν τι ἐν τῇ τῆς ψυχῆς ἀρετῇ, τὸ δ' ἐν τῇ χρείᾳ τῆς φωνῆς. τῆς μὲν οὖν ἀρετῆς ἔχεις τὸ μάθημα ἐν τῷ πατρί, τῆς δὲ φωνῆς, εἰ μὲν ἦγεν αὐτὸς σχολήν, παρεῖχεν ἄν σοι τὸ ἡμῶν [2] ἐλάχιστα δεῖσθαι· ἐπεὶ δ' ἐκεῖνον ἡ σωτηρία τῆς οἰκουμένης ἀπασχολεῖ, ἔγωγ' οὖν ἕν γέ τί σοι πρὸς εὐγλωττίαν συμβαλοῦμαι. ὀνομαστικὸν μὲν οὖν τῷ βιβλίῳ τὸ ἐπίγραμμα, μηνύει δὲ ὅσα τε συνώνυμα ὡς ὑπαλλάττειν δύνασθαι, καὶ οἷς ἂν ἕκαστα δηλωθείη· πεφιλοτίμηται γὰρ οὐ τοσοῦτον εἰς πλῆθος ὁπόσον εἰς κάλλους ἐκλογήν. οὐ μέντοι πάντα τὰ ὀνόματα περιείληφε τοῦτο τὸ βιβλίον· οὐδὲ γὰρ ἦν ῥᾴδιον ἑνὶ βιβλίῳ πάντα συλλαβεῖν. ποιήσομαι δὲ τὴν ἀρχὴν ἀφ' ὧν μάλιστα προσήκει τοὺς εὐσεβεῖς, ἀπὸ τῶν θεῶν· τὰ δ' ἄλλα ὡς ἂν ἕκαστον ἐπέλθῃ τάξομεν. ἔρρωσο.
[5] Θεὸς καὶ θεοὶ καὶ δαίμονες· οὕτω γὰρ Ὁμήρῳ (A 222 saep) δοκεῖ δαίμονας καλεῖν τοὺς θεούς. καὶ Πλάτων (Polit 272 E) δὲ 'τὸν τοῦ παντὸς κυβερνήτην μέγιστον δαίμονα' ὠνόμασεν, ἐπειδὴ τῆς αὐτῆς [6] χρείας τὸ θεῖον καὶ τὸ δαιμόνιον. καὶ τὸ μὲν χωρίον ἐν ᾧ θεραπεύομεν τοὺς θεούς, ἱερὸν καὶ νεώς, ἔνθα δὲ καθιδρύομεν, σηκὸς καὶ τέμενος· οἱ μὲν γὰρ ἀκριβέστεροι σηκὸν τὸν τῶν ἡρώων λέγουσιν, οἱ δὲ ποιηταὶ καὶ τὸν τῶν θεῶν, ὡς οἱ τραγῳδοὶ (TGF adesp 424) 'ἁγνὸν εἰς σηκὸν θεοῦ.' τὸ δὲ πρὸ αὐτοῦ πρόδομος, καὶ [7] τὸ κατόπιν ὀπισθόδομος, καὶ ἡ εἴσοδος προπύλαια. αὐτὰ δὲ ἃ θεραπεύομεν, ἀγάλματα, ξόανα, ἕδη θεῶν, εἰκάσματα θεῶν, εἰκόνες, μιμήματα, τυπώματα, εἴδη, ἰδέαι. βρέτας δὲ ἢ δείκηλον οὐκ ἔγωγε προσίεμαι. ἐφ' ὧν δὲ θύομεν ἢ πῦρ ἀνακαίομεν, βωμός, θυμιατήριον, ἑστία· ἔνιοι γὰρ οὕτως ὠνομάκασιν. οὕτω δ' ἂν κυριώτατα καλοῖτο [8] ἡ ἐν πρυτανείῳ, ἐφ' ἧς τὸ πῦρ τὸ ἄσβεστον ἀνάπτεται. ἐσχάρα δ' ἰδικῶς δοκεῖ μὲν ὧδε ὀνομάζεσθαι, ἐφ' ἧς τοῖς ἥρωσιν ἀποθύομεν· ἔνιοι δὲ τῶν ποιητῶν (Aesch Pers 205, Eur Suppl 33 saep) καὶ τὸν τῶν θεῶν βωμὸν οὕτω κεκλήκασιν.
εἴη δ' ἂν ὁ μὲν εἴσω περιρραντηρίων τόπος ἔνθεος, ἱερός, καθιερωμένος, καθωσιωμένος, ἀβέβηλος ‑ καίτοι οὐδέπω ἐντετύχηκα τῷ [9] ὀνόματι ‑ ὁ δ' ἔξω βέβηλος· τὸ γὰρ ἀνίερος ἁρμόττοι ἂν μᾶλλον ἐπὶ τῶν οὐ καθαρῶν τόπων. εἰ μέντοι καί τι χωρίον ἄβατον εἴη τοῦ ἱεροῦ, τοῦτο καὶ ἄδυτον εἴποις ἂν καὶ ἄψαυστον καὶ ἀψαυστούμενον [10] καὶ ἀθέατον καὶ ἀνάκτορον. οἱ δ' ἀνειμένοι θεοῖς τόποι ἄλση τε καὶ τεμένη καὶ ἕρκη, καὶ ὁ περὶ αὐτὰ κύκλος περίβολος. εἰ δὲ καὶ ἄσυλόν τι εἴη, τοῦτο καὶ κρησφύγετον λέγε καὶ φύξιμον· καὶ ἱεροὺς ὅρους, ἐντὸς ὧν τοῖς ἱκέταις ἀσφάλεια. ἡ δ' ἄνετος θεοῖς γῆ ἱερὰ καὶ ὀργάς.
[11] τὸ δὲ οἰκοδομῆσαι νεὼν λέγοις ἂν καὶ περιβαλέσθαι νεὼν καὶ ἐγεῖραι νεὼν καὶ ἀναστῆσαι νεὼν καὶ ποιῆσαι νεὼν καὶ νεὼν ἐργάσασθαι, καὶ συνθεὶς νεωποιῆσαι. φιλοτιμότερον δὲ καὶ τὸ νεὼν περιεργάσασθαι τῷ ἀγάλματι. τὸ δὲ ἄγαλμα ἱδρύσασθαι ἐρεῖς καὶ στήσασθαι, ἐνστήσασθαι, ἀναστῆσαι, καθιδρῦσαι, ἐγκαθιδρύσασθαι, ἐγκαθίσαι τῷ νεῴ, καθοσιῶσαι, καθιερῶσαι, ἐντεμενίσαι. τὸ δὲ ἔργον ἵδρυσις, καθιέρωσις, στάσις, ἀνάστασις, καθίδρυσις, [12] κατάστασις, καθοσίωσις, ἐργασία, ποίησις. τὰ δὲ ἐναντία ἀνατρέψαι, καθελεῖν, καταβαλεῖν, κατενεγκεῖν, καθελκύσαι, συγχέαι τὸν κόσμον τοῦ νεώ, καταπρῆσαι, ἐμπρῆσαι, καταφλέξαι, πυρὶ νεῖμαι, ἐκ βάθρων ἀνασπάσαι, ἀκρωτηριάσαι. τὸ δὲ ἔργον ἀνατροπή, καθαίρεσις, ἀκρωτηριασμός. οἱ δὲ κατασκευάζοντες τοὺς νεὼς καὶ τὰ ἀγάλματα τεχνῖται, τοὺς μὲν περὶ τὸν νεὼν λιθοξόους τε καὶ οἰκοδόμους καὶ τέκτονας εἴποις ἄν, φιλοτιμούμενος δὲ καὶ νεωποιοὺς καὶ ἱεροποιούς, τοὺς δὲ ἐπὶ τοῖς ἀγάλμασι χειροτέχνας οὐκ ἀγαλματοποιοὺς μόνον οὐδ' ἀγαλματουργούς, ἀλλὰ καὶ θεοποιοὺς καὶ θεοπλάστας, [13] ὡς Ἀριστοφάνης (I frg 786, 787 Ko), ὥσπερ τὴν τέχνην ἀγαλματοποιίαν καὶ ἀγαλματουργίαν καὶ ἀγαλματοποιικὴν καὶ θεοποιητικὴν καὶ ἀγαλματουργικήν, οὐ μὴν καὶ θεοποιίαν· δυσχερὲς γὰρ πρὸς τὴν ἀκοὴν τοὔνομα. τὸ δὲ ἐργάσασθαι θεοὺς ἔστιν εἰπεῖν, καὶ ποιῆσαι, μιμήσασθαι, δεῖξαι, τυπῶσαι· σκληρὸν γὰρ τὸ μορφῶσαι. ἀλλὰ καὶ κοιλᾶναι λίθον εἰς θεοῦ μορφὴν καὶ διαγλύψαι καὶ διαρθρῶσαι καὶ διατυπῶσαι καὶ διαξέσαι.
[14] οἱ δὲ τῶν θεῶν θεραπευταὶ ἱερεῖς, νεωκόροι, ζάκοροι, προφῆται, ὑποφῆται, θύται, τελεσταί, ἱερουργοί, καθαρταί, μάντεις, θεομάντεις, χρησμῳδοί, χρησμολόγοι, χρησμοδόται, παναγεῖς, πυρφόροι, ὑπηρέται, θεουργοί· ποιητικώτερον (Aristoph Pac 1124) γὰρ τὸ θυηπόλοι. αἱ δὲ θήλειαι ἱέρειαι, προφήτιδες, καὶ (TGF adesp 425) 'ἔργων μυστικῶν προφάντιδες,' καὶ τὰ λοιπὰ πρὸς τοὺς ἄρρενας κοινά. ἰδίως δὲ ἡ ἐν Δελφοῖς προφῆτις Πυθία.
[15] εἰ δέ που καὶ πνεῦμα εἴη μαντικόν, ὁ μὲν τόπος ἔνθεος καὶ ἐπίπνους καὶ κάτοχος καὶ ἐπιτεθειασμένος καὶ κατειλημμένος ἐκ θεοῦ, ὥσπερ καὶ ὁ χρῶν ἀνήρ· οὗτος δὲ καὶ ἐνθουσιῶν, καὶ κεκινημένος ἐκ θεοῦ, καὶ ἀναβεβακχευμένος, καὶ πλήρης θεοῦ, καὶ παραλλάττων ἐκ θεοῦ. τὸ δὲ πνεῦμα εἴποις ἂν καὶ ἀτμὸν μαντικόν, καὶ ἄσθμα δαιμόνιον, καὶ θείαν αὔραν, καὶ ἄνεμον μαντικόν, καὶ φωνὴν προαγορευτικήν.
[16] τὰ δὲ ῥήματα τούτων τὰ τῷ ἀνδρὶ συμβαίνοντα κατασχεθῆναι, καταληφθῆναι, ἐνθουσιάσαι, ἐπιθειάσαι, ἀναβακχεῦσαι, πληρωθῆναι θεοῦ· τὸ γὰρ ἐπιπνευσθῆναι κακόφωνον. τὰ δὲ ὀνόματα τοῦ πράγματος κατακωχή, κάθοδος θεοῦ, καταβολή, κατηβολή, κατοχή, ἐπιθειασμός, ἐπίπνοια, βακχεία, κίνησις ἐκ θεοῦ, κατάληψις, ἐνθουσιασμός· ὥσπερ καὶ τὰ ἐπιρρήματα ἐνθέως, ἐπίπνως, κατόχως, [17] ἐνθουσιαστικῶς, θειαστικῶς, ἐπιτεθειασμένως. τὸ δὲ πᾶν χωρίον μαντεῖον καὶ χρηστήριον καὶ ἀνάκτορον. τὸ δὲ πρᾶγμα χρησμῳδῆσαι καὶ μαντεύσασθαι ‑ ἔνιοι δὲ τῶν Ἀττικῶν() καὶ μαντεῦσαι λέγουσι ‑ ἀνειπεῖν, ἀναφθέγξασθαι, προειπεῖν, προθεσπίσαι ‑ τὸ γὰρ θεσπιῳδῆσαι διθυραμβῶδες ‑ προαγορεῦσαι, προμηνῦσαι, προδηλῶσαι, προδιδάξαι, χρησμοδοτῆσαι, χρησμολογῆσαι, ἀνελεῖν, προφητεῦσαι, χρῆσαι. [18] καὶ τὸ μὲν ἔργον μαντεία, χρησμολόγιον, λόγιον, φήμη ἐκ θεοῦ, πρόρρησις, προαγόρευσις, χρησμῳδία, χρησμολογία, ἀνάρρησις, μάντευμα· καὶ διαλῦσαι τὰ μεμαντευμένα, τὰ ἀνειρημένα, τὰ κεχρησμένα, τὰ κεχρησμῳδημένα, τὰ προηγορευμένα, τὰ τεθεσπισμένα· ἰδίως δὲ τὸ ἐκ Δελφῶν καλεῖται πυθόχρηστον. καὶ οἱ χρώμενοι θεωροί.
[19] ὀνομάζοιτο δ' ἂν καὶ ἡ τέχνη μαντική προαγορευτική, χρησμολογική. τὸν δὲ χρῶντα καλοίης ἂν προφήτην, μάντιν, χρησμῳδόν, χρησμολόγον· ποιητῶν γὰρ (Aeschyl Ag 1134, Eurip Med 668 etc) ὁ θεσπιῳδός. ἔχοις δ' ἂν εἰπεῖν καθ' ἕτερον εἶδος χρείας, ἧκεν ἐκ θεοῦ φήμη, ἧκε μάντευμα ἐκ θεοῦ, ἧκε λόγιον, ἐξέπεσε χρησμός, ἠνέχθη μάντευμα, ἀνεῖπεν ὁ θεός, ἀνεῖλεν ὁ θεός, ἀνεφθέγξατο ἀμέτρως, ἐν ἑξαμέτρῳ τόνῳ, καὶ τὰ τοιαῦτα. οἷς προσθετέον τὸ θεομανεῖν, τὸ θεοκλυτεῖν, θεολογεῖν. θεόληπτος, φοιβόληπτος, νυμφόληπτος, μουσόληπτος, ἐκ Πανὸς ἢ ἄλλου τινὸς θεοῦ κάτοχος ἢ κατεχόμενος.
[20] ὁ μὲν τοίνυν θεοὺς νομίζων ἀνὴρ καλοῖτ' ἂν εὐσεβής, φιλόθεος, ὅσιος, φιλοθύτης, φιλεορταστής, ἱερουργικός, θεῶν ἐπιμελής, θεοῖς ἀνακείμενος, θειασμῷ προσκείμενος, λατρεύων θεοῖς, ἔνθεος, κατάθεος, θεοσεβής, θεολογικός, ἐπιτεθειασμένος, ἱερός, καθιερωμένος, [21] θεοφιλής. ὁ δὲ ὑπερτιμῶν δεισιδαίμων καὶ δεισίθεος· κωμικὸν (III p 415. 85 Ko) γὰρ ὁ βλεπεδαίμων. ὁ δὲ ἐναντίος ἄθεος, ἀνίερος, ἀσεβής, δυσσεβής, ἀθέμιτος, μισόθεος, θεομισής, ὀλίγωρος θεῶν, νεωτεριστὴς περὶ τὸ θεῖον, ἐναγής, ἐξάγιστος, βέβηλος, θεοβλαβής· ὁ γὰρ θεοστυγὴς τραγικόν (Eurip Tr 1213). ὀνόματα δὲ τοῦ πράγματος ἐκεῖ μὲν εὐσέβεια καὶ ὁσιότης καὶ θεῶν ἐπιμέλεια καὶ λατρεία θεῶν καὶ θεοσέβεια ‑ τὸ γὰρ φιλοθεότης βίαιον ‑ , ἐνταῦθα δὲ ἀσέβεια [22] καὶ ἀνοσιότης καὶ ὀλιγωρία περὶ τὸ θεῖον καὶ θεοβλάβεια καὶ ἀθεότης. ῥήματα δὲ εὐσεβεῖν, ὁσιοῦν, σέβειν, σέβεσθαι, θεοσεβεῖν. τὸ δ' ἐναντίον ἀσεβεῖν μόνον· τὸ γὰρ ἀνοσιουργεῖν πρὸς ἕτερα. εἰ δὲ καὶ ἐπιρρήματα προσθετέον, ἐπὶ μὲν τοῦ εὐσεβοῦς ὁσίως, ἐνθέως, φιλοθέως, θεοφιλῶς, θεοσεβῶς, ἐπὶ δὲ τοῦ ἐναντίου ἀσεβῶς, δυσσεβῶς, ἀνοσίως, ἀθέως, θεοβλαβῶς, θεομισῶς, ἀθεμίτως.
[23] ὀνομάσαις δ' ἂν ἱερὸν ἀρχαῖον, σεμνόν, ἔνθεον, θεῖον, φρικῶδες, ἐκπληκτικόν, ἀρχαιόπλουτον, παλαιόπλουτον, ζάπλουτον, μεγαλόπλουτον, βαθύπλουτον, πολύχρυσον, πολυάργυρον, πολυτάλαντον.
θεοὶ ὑπερουράνιοι, ἐνουράνιοι, ἐπουράνιοι, ἐναιθέριοι, ἐναέριοι· ἐπίγειοι, οἱ αὐτοὶ καὶ ἐπιχθόνιοι· ἐνάλιοι, θαλάττιοι, οἱ αὐτοὶ καὶ ἐνθαλάττιοι, [24] ὑπόγειοι, χθόνιοι καὶ ὑποχθόνιοι καὶ καταχθόνιοι, ἑστιοῦχοι, πολιοῦχοι, πατρῷοι, ξένιοι, φίλιοι, ἑταιρεῖοι, φράτριοι, ἀστεροπηταί, ἀγοραῖοι, ἐρίγδουποι, ἐφέστιοι, ἐπικάρπιοι, στράτιοι, τροπαιοῦχοι, ἱκέσιοι, τρόπαιοι, ἀποτρόπαιοι, λύσιοι, καθάρσιοι, ἁγνῖται, φύξιοι, σωτῆρες, ἀσφάλειοι, παλαμναῖοι, προστρόπαιοι, γενέθλιοι, γαμήλιοι, φυτάλιοι, προτρύγαιοι. τὰ πολλὰ δὲ τούτων ὡς ἴδιά ἐστι τοῦ Διός, ὥσπερ ὁ ὑέτιος καὶ ὁ καταιβάτης, καὶ παρ' Ἀθηναίοις φράτριος. τὸ γὰρ νεφεληγερέτης καὶ ὅσα τοιαῦτα ἐπὶ τοῦ Διός, ὥσπερ καὶ τὸ ἐννοσίγαιος καὶ τὸ ἐνοσίχθων καὶ τὰ ὅμοια ἐπὶ τοῦ Ποσειδῶνος, ποιηταῖς ἀνείσθω.
[25] δεῖ δὲ προσιέναι πρὸς τοὺς θεοὺς καθηράμενον, καθαρεύσαντα, φαιδρυνάμενον, περιρρανάμενον, ἀπορρυψάμενον, ἀπονιψάμενον, ἁγνισάμενον, ἁγνεύσαντα, ἡγνευμένον, ὡσιωμένον, καθαρῷ νῷ, ὑπὸ νεουργῷ στολῇ, ὑπὸ νεοπλυνεῖ ἐσθῆτι. προσιέναι θεοῖς, πρόσοδον ποιεῖσθαι πρὸς τοὺς θεούς, εὔχεσθαι θεοῖς, ἀνατείνειν τὰς χεῖρας, [26] ἐντυγχάνειν θεοῖς, προστρέπεσθαι θεούς, κατακαλεῖν θεούς, ἀνακαλεῖν θεούς, αἰτεῖν παρὰ τῶν θεῶν τἀγαθά, προσφεύγειν θεοῖς, ποτνιᾶσθαι, καταντιβολεῖν, καθικετεύειν, θύειν θεοῖς, ἱερουργεῖν, ἱεροποιεῖν, βουθυτεῖν, ἑκατόμβην προσάγειν, θυηπολεῖν, παιᾶνας ᾆσαι, ὕμνον ᾆσαι, ἱερῶν προκατάρξασθαι, λιβανωτὸν καθαγίζειν, θυμιᾶν, ἀρώματα λύειν ἐν πυρί. τὰ δὲ ἀρώματα καὶ θυμιάματα καλεῖται· Θουκυδίδησ() δ' αὐτὰ εἴρηκεν ἁγνὰ θύματα, πρὸς τὰ αἱμάσσοντα καὶ σφαττόμενα ἀντιτιθεὶς [27] σμύρναν, λιβανωτόν. ἱερεῖα προσάγειν τοῖς βωμοῖς, αἱμάσσειν τοὺς βωμούς, δεκάτην ἀποθύειν, εὔχεσθαι κατὰ βοὸς ἢ ἄλλου του, σπένδειν, κατασπένδειν, στεφανοῦν, ἀναστέφειν, στεφανώματα προσφέρειν, μυρρίνην στεφανωτρίδα, σπεῖσαι, κατασπεῖσαι, ἐπισπεῖσαι, μηρία ἐπιθεῖναι, οὐλὰς ἐπιβαλεῖν, σπλαγχνεύσασθαι, θυηλήσασθαι, ἱερῶν προκατάρξασθαι, σπλάγχνων ἀπάρξασθαι, δεκάτην ἀποθῦσαι, δεκάτην ἀποθεῖναι, ἀναθεῖναι, ἀνάθημα ποιήσασθαι, ἀναθεῖναι εἰς τὸν νεών.
[28] τὰ δ' ἀναθήματα ὡς ἐπὶ τὸ πολὺ στέφανοι, φιάλαι, ἐκπώματα, θυμιατήρια, χρυσίδες, ἀργυρίδες, οἰνοχόαι, ἀμφορίσκοι. ἡ δὲ Πυθία καὶ κνισᾶν ἀγυιὰς ἀνῄρει. ἀπαρχὰς προσενεγκεῖν, ἀπάργματα προσφέρειν, ἄργματα προσφέρειν, ψαιστά, πόπανα, ὄμπην, πελάνους, στεφάνους, πέμματα, στέμματα, θαλλούς, μυρρίνας, ἄνθη. παιανίσαι, παιᾶνα ᾆσαι· [29] τὸ γὰρ ὀλολύξαι καὶ ὀλολυγῇ χρήσασθαι ἐπὶ γυναικῶν. τὰ μέντοι πράγματα θυσία, βουθυσία, θυηπολία, κατάκλησις θεῶν, ἀνάκλησις, ἔντευξις, πρόσοδος, ἱερουργία, ἱεροποιία, ἱκετεία, σπονδή. τὸ δὲ ἀπὸ τῶν βωμῶν ἀπορρέον πνεῦμα, κνῖσα καὶ ἀτμός. προσακτέον δὲ θύσιμα ἱερεῖα ἄρτια, ἄτομα, ὁλόκληρα, ὑγιῆ, ἄπηρα, παμμελῆ, ἀρτιμελῆ, μὴ κολοβὰ μηδὲ ἔμπηρα μηδὲ ἠκρωτηριασμένα μηδὲ διάστροφα. Σόλων δὲ τὰ ἔμπηρα καὶ ἀφελῆ ὠνόμασε. προσακτέον μέντοι καὶ βοῦς ἄζυγας. ἰστέον δ' ὅτι τὰ ἐκ τῶν ἱερείων κρέα θεόθυτα καλεῖται.
[30] ἵνα δὲ καὶ ἀναπαύσω σε πρὸς μικρόν, ἐπεὶ τὸ διδασκαλικὸν εἶδος αὐχμηρόν ἐστι καὶ προσκορές, οὐδὲν ἂν κωλύοι προσθεῖναι καὶ μύθου γλυκύτητα εἰς ψυχαγωγίαν, ὅτι καὶ μῆλα θύουσι περὶ Βοιωτίαν Ἡρακλεῖ ‑ λέγω δὲ οὐ τὰ πρόβατα τῇ ποιητικῇ φωνῇ, ἀλλὰ τὰ ἀκρόδρυα ‑ ἐκ τοιᾶσδε τῆς αἰτίας. ἐνειστήκει μὲν γὰρ ἡ πανήγυρις τοῦ θεοῦ, καὶ κατήπειγε τοῦ θύειν ὁ καιρός, τὸ δὲ ἱερεῖον ἄρα κριὸς ἦν. καὶ οἱ μὲν ἄγοντες ἄκοντες ἐβράδυνον ‑ ὁ γὰρ Ἀσωπὸς ποταμὸς [31] οὐκ ἦν διαβατός, μέγας ἄφνω ῥυείς ‑ , οἱ δ' ἀμφὶ τὸ ἱερὸν παῖδες ὁμοῦ παίζοντες ἀπεπλήρουν τῆς ἱερουργίας τὸν νόμον· λαβόντες γὰρ μῆλον ὡραῖον κάρφη μὲν ὑπέθεσαν αὐτῷ τέτταρα, δῆθεν τοὺς πόδας, δύο δ' ἐπέθεσαν ‑ τὰ δ' ἦν τὰ κέρατα ‑ καὶ κατὰ τοὺς ποιητὰς ἀποθύειν ἔφασαν τὸ μῆλον ὡς πρόβατον. ἡσθῆναί τε λέγεται τῇ θυσίᾳ τὸν Ἡρακλέα, καὶ μέχρι τοῦδε παραμένειν τῆς ἱερουργίας τὸν νόμον. καὶ καλεῖται παρὰ τοῖς Βοιωτοῖς Μήλων ὁ Ἡρακλῆς, τοὔνομα ἐκ τοῦ τρόπου τῆς θυσίας λαβών.
[32] τὰ πρὸ τῶν ἱερῶν περιρραντήρια, καθαρμοί, καθάρσεις, καθάρσια, καθαρτήρια, καθάρται. καὶ οἱ τούτοις χρησάμενοι καθαροί, ὥσπερ οἱ ἐναντίοι ἀκάθαρτοι. καθαρῶς ὁσίως ὡσιωμέμως ἁγνῶς ἡγνευμένως ἁγίως προσιόντες, ἀνόσιοι, ἀνίεροι· ἀνάγνως ἀνοσίως ἀκαθάρτως πάντα δρῶντες, μιαροί, παμμίαροι, ἐναγεῖς, ἄγει προσεχόμενοι, μιάσματι [33] ἐνεχόμενοι. καὶ τὰ πράγματα, τὸ μὲν ἅγιον, καθαρόν, ὅσιον, ἁγνόν, εὐαγές, ἄχραντον, τὸ δ' ἐναντίον ἐναγές, ἐξάγιστον, δυσαγές, μιαρόν, παμμίαρον, μίασμα, μύσος. ἄλλης δὲ χρείας καθήρασθαι, μίασμα ἐκνίψασθαι, ἄγος ἀποπέμψασθαι, μύσος λύσασθαι, ἀπολύσασθαι, ἀποτρέψασθαι, ἀποδιοπομπήσασθαι.
τὰ δὲ πρὸς θυσίαν σχίζαι, σφαγίδες, κοπίδες, πελέκεις, ὀβελοί, λίκνα, κανᾶ, χέρνιβες· τὸ γὰρ πεμπώβολα (Hom A 463) καὶ οὐλοχύται (Hom A 458) καὶ τὰ τοιαῦτα ποιητικά.
[34] καιροὶ δ' ἱεροὶ πανηγύρεις, ἑορταί, ἱερομηνίαι, θεοφάνια, θεοξένια, ... μεθέορτοι ἡμέραι κατὰ Ἀντιφῶντα (fg 171 Bl). καὶ ἄνθρωποι ἑορτασταί, πανηγυρισταί, φιλέορτοι, συνεορτασταί, συμπανηγυρισταί, εἴποις δ' ἂν πανηγύρεις δημοτελεῖς καὶ πάνδημοι καὶ δημόσιαι καὶ δημοθοινίαι καὶ πανθοινίαι καὶ πανδαισίαι. τὸ δ' ἐν ταῖς εὐωχίαις ἢ κρεανομίαις πρῶτον τῶν μερίδων λαμβάνειν πρωτοθοινία ὀνομάζεται. τὰ δὲ ῥήματα ἑστιᾶσθαι, εὐωχεῖσθαι, πανηγυρίζειν, ἑορτάζειν, συνεστιᾶσθαι, συνευωχεῖσθαι, συμπανηγυρίζειν, συνεορτάζειν, συσπένδειν καὶ ὁμοσπονδεῖν καὶ ὁμοσπόνδους γίνεσθαι, κρατήρων συμμετέχειν.
[35] εἴη δ' ἂν τῆς αὐτῆς ἰδέας καὶ τάδε, μυστήρια, τελεταί, ὄργια, μύσται, μυσταγωγοί, τελεσταί, ὀργιασταί. καὶ μυεῖν, μυσταγωγεῖν, μυεῖσθαι, ὀργιάζειν, τελεῖσθαι, τελεῖν. φιλοτιμότερον δὲ τῇ χρήσει τὸ τελεσιουργεῖν καὶ ἡ τελεσιουργία. ἱεροφάνται, δᾳδοῦχοι, κήρυκες, σπονδοφόροι, ἱέρειαι, παναγεῖς, πυρφόροι, ὑμνῳδοί, ὑμνήτριαι· ἰακχαγωγὸς γὰρ καὶ κουροτρόφος καὶ δαειρίτης, καὶ ὅσα τοιαῦτα, ἴδια τῶν [36] Ἀττικῶν. ὁ δὲ μυηθεὶς μεμυημένος, τετελεσμένος, ὠργιασμένος, ὥσπερ ὁ ἐναντίος ἀμύητος, ἀτέλεστος, ἀνοργίαστος. ὀνομάζονται δὲ καὶ μυστηριώτιδες σπονδαὶ καὶ μυστικαὶ ἡμέραι, ὥσπερ ἱεραί, ἄφετοι, ἄνετοι, καθιερωμέναι, κατωνομασμέναι θεοῖς, καθωσιωμέναι, καταπεφημισμέναι. τὰ δὲ μυστήρια καὶ τὰ ὄργια τελεταὶ καὶ τέλη μυστικὰ καὶ τελεσιουργίαι.
[37] ἑορταὶ ἔντιμοι Μουσῶν Μουσεῖα, Ἑρμοῦ Ἕρμαια, Διὸς Διάσια καὶ Πάνδια, Ἀθηνᾶς Παναθήναια, Ἥρας Ἥραια, Δήμητρος Δημήτρια καὶ θεσμοφόρια καὶ Ἐλευσίνια, Κόρης παρὰ Σικελιώταις (C G F I p 213. 174 Kaibel) θεογάμια καὶ ἀνθεσφόρια, Ἀρτέμιδος Ἀρτεμίσια καὶ Ἐφέσια, Κρόνου Κρόνια, Ἀσκληπιοῦ Ἀσκληπιεῖα, Ἀπόλλωνος Δήλια, Ἑκάτης Ἑκατήσια, Τροφωνίου Τροφώνια, Διοσκούρων Ἀθήνησιν Ἀνάκεια. συντάττοιντο δ' ἂν τούτοις καὶ αἱ τῆς περιόδου καὶ τῶν ἀγώνων κλήσεις, Ὀλύμπια καὶ τὰ λοιπά.
[38] ᾠδαὶ εἰς θεοὺς κοινῶς μὲν παιᾶνες, ὕμνοι, ἰδίως δὲ Ἀρτέμιδος ὕμνος οὔπιγγος, Ἀπόλλωνος ὁ παιάν, ἀμφοτέρων προσόδια, Διονύσου διθύραμβος, Δήμητρος ἴουλος· λίνος γὰρ καὶ λιτυέρσης σκαπανέων ᾠδαὶ καὶ γεωργῶν.
προσαπτέον δὲ τούτοις θεοὺς ὁρκίους. ὅρκον ὀμνύειν, ὀμνύναι ‑ τὸ δὲ ὀμόσαι ἐλέγετο καὶ πίστιν ἐπιθεῖναι ‑ ὁρκωμοτεῖν, ὁρκωμοσία [39] ὁρκωμότας, ὁρκῶσαι, ὁρκωτούς, ὁρκιητόμους, εἰ μὴ σκληρόν. εὐορκεῖν, ἐμπεδοῦν ὅρκοις. εὔορκον, εὐώμοτον. εὐορκία καὶ ἐπιορκία, ἐπίορκον, δυσώμοτον. ὁρκοῦν, ἐξορκοῦν, ἐνόρκως τι εἰπεῖν, ἐνωμότως τι εἰπεῖν. ἔνορκον, ἐνώμοτον. ἄνορκον, ἀνώμοτον. ἐπιορκῆσαι θεούς, εὐορκῆσαι φρικώδεις ὅρκους καὶ θεὸν δύσμηνιν καὶ βαρύμηνιν καὶ δυσόργητον.
[40] Καὶ περὶ μὲν θεῶν ἀρκείτω τοσαῦτα· βασιλέα δὲ ἐπαινῶν λέγε πατήρ, ἤπιος, πρᾷος, ἥμερος, προνοητικός, ἐπιεικής, φιλάνθρωπος, μεγαλόφρων, ἐλευθέριος, χρημάτων κρείττων, ἔξω παθῶν, ἑαυτοῦ κρατῶν, ἄρχων ἡδονῶν, λογισμῷ χρώμενος, ὀξύς, ἀγχίνους, περιεσκεμμένος, εὔβουλος, δίκαιος, σώφρων, θεῶν ἐπιμελὴς ἀνθρώπων κηδεμών, στάσιμος, βέβαιος, ἀνεξαπάτητος, μεγαλογνώμων, ἰσχυρογνώμων, ἐνεργός, [41] τελεσιουργός, φροντιστὴς τῶν ἀρχομένων, σωτήρ, πρόχειρος εἰς εὐεργεσίαν βραδὺς εἰς τιμωρίαν, ἀσφαλής, ἀπλανής, ἀκλινής, ἀκριβέστερος πρὸς τὸ δίκαιον ζυγοῦ, εὐπρόσιτος, εὐπρόσοδος, εὐπροσήγορος, εὐέντευκτος, μειλίχιος, προσηνής, ἐπιμελὴς τῶν ὑπηκόων, φιλοστρατιώτης, πολεμικὸς μὲν οὐ φιλοπόλεμος δέ, εἰρηνικός, εἰρηνοποιός, εἰρηνοφύλαξ, παιδευτικός, ἀρχικός, νομοθετικός, εὖ ποιεῖν πεφυκώς, θεοειδής.
[42] πολλὰ δέ ἐστιν ἃ λόγῳ τις ἂν εἴποι καὶ οὐκ ὀνόματι. ψέγων δ' ἐρεῖς τυραννικός, ὠμός, θηριώδης, βίαιος, πλεονέκτης, φιλοχρήματος καὶ τὸ τοῦ Πλάτωνοσ() ἐρασιχρήματος, ἅρπαξ καὶ τὸ τοῦ Ὁμήρου (A 231) δημοβόρος, ὑπερόπτης, ὑπερήφανος, δυσπρόσιτος, δυσπρόσοδος, δυσπροσήγορος, δυσέντευκτος, δυσόργητος, δύσθυμος, ἔμπληκτος, ταραχώδης, ἡδονῶν ἥττων, ἀκρατής, ἀκράτωρ, ἀλόγιστος, μισάνθρωπος, ἄδικος, ἄβουλος, ἄνισος, ἀνόσιος, νοῦ κενός, εὔκολος, εὐμετάβολος, εὐεξαπάτητος, ῥᾳδίως ἐκφερόμενος, ἀνήμερος, ἐπιθυμίαις ἐνδιδούς, ἀκόλαστος, ὑβριστής, πολεμοποιός, βαρύς, ἐπαχθής, δυσκάθεκτος, ἀφόρητος.
[43] Λέγε δὲ περὶ τοῦ μὴ βραδύνοντος ἕτοιμος, πρόχειρος, πρόθυμος, ἄοκνος, ταχύς, ὀξύς, ἔντονος, ἐνεργός, ἀπροφάσιστος, τῷ καιρῷ χρώμενος, ἐγρηγορώς, σπουδαῖος, οὐδὲν ὑπερτιθέμενος, οὐδὲν ὑπερβαλλόμενος. περὶ δὲ τοῦ ἐναντίου βραδύς, μελλητής, νωθρός, νωθής, σχολαῖος, ἀμελής, ἀμβλύς, ἀργός, διάγων, διαμέλλων, ὑπερβαλλόμενος, ὑπερτιθέμενος, στρεφόμενος, τὸν καιρὸν παριείς. καὶ τὰ πράγματα τοῦ μὲν ἑτοιμότης, ὀξύτης, ἐγρήγορσις, προθυμία, σπουδή, τάχος· τοῦ δὲ σχολή, σχολαιότης, μέλλησις, μελλησμός, βραδυτής, ἀναβολή, νώθεια, ἀργία, τριβή. τὸ γάρ τοι τριψημερεῖν εἴρηται μέν, οὐ μὴν ἔμοιγε ἀρέσκει.
[44] Λέγοις ἂν περὶ βεβαίου βαφῆς δευσοποιός, ἀνέκπλυτος, μόνιμος, ἔμμονος, ἐγκρατής, ἀνεξάλειπτος, ἀνεξίτηλος, ἀνέκρυπτος, ἀνέκνιπτος, ἀνέκτριπτος, ἀνθοῦσα, εὐανθής, ἀνθηρά. περὶ δὲ τῆς ἐναντίας ἀβέβαιος, ἔκπλυτος, ἐξίτηλος, εὔρυπτος, εὐέκρυπτος, εὐέκπλυτος, εὐέκνιπτος, ἀκρατής, ἀνανθής. ἔστι δ' εἰπεῖν καὶ ἀνεῖναι τῆς βαφῆς. τὸ δὲ ἔργον ἐκπλῦναι, ἐκνίψαι, ἐκτρῖψαι, ἐκρύψαι, ἀπορρύψαι.
[45] πάλιν δέ σε διαναπαύων, ὅπως μὴ κάμῃς πρὸς ἓν εἶδος ἀποβλέπων, ἐρῶ περὶ πορφύρας, ὅπως τὴν ἀρχὴν εὑρέθη. Τύριοι λέγουσιν ὡς Ἡρακλῆς ἠράσθη νύμφης ἐπιχωρίας· Τύρος δ' ἦν τῇ νύμφῃ τοὔνομα. εἵπετο δ' ἄρα τῷ Ἡρακλεῖ καὶ κύων κατὰ δὴ τὸν παλαιὸν νόμον· οἶσθα γὰρ ὅτι τοῖς ἥρωσι συνεισῄεσαν μέχρι τῶν [46] ἐκκλησιῶν οἱ κύνες. ὁ τοίνυν Ἡράκλειος κύων κατὰ πέτρας ἕρπουσαν πορφύραν θεασάμενος, προυχούσης αὐτῇ τῆς σαρκός, ἐνδακὼν ὁ μὲν τὴν σάρκα ποιεῖται τροφήν, ὁ δὲ λύθρος ἄρα τὰ χείλη τοῦ κυνὸς αἱμάξας ἐφοίνιξεν. ὡς δὲ ἧκεν ὁ ἥρως παρὰ τὴν κόρην, ἥσθη θεασαμένη τὰ χείλη τοῦ κυνὸς ἀνθοῦντα ἀήθει βαφῇ, καὶ οὐκ ἔφη προσήσεσθαι τοῦ λοιποῦ τὸν Ἡρακλέα, εἰ μὴ αὐτῇ κομίσειεν ἐσθῆτα τῶν [47] τοῦ κυνὸς χειλῶν ἰοειδεστέραν. ὁ μὲν τοίνυν Ἡρακλῆς ἐξεῦρέ τε τὸ ζῷον καὶ τὸν λύθρον συνελέξατο καὶ τὸ δῶρον ἐκόμισε τῇ κόρῃ, πρῶτος γενόμενος εὑρετὴς τῷ Τυρίῳ λόγῳ τῆς Φοινίσσης βαφῆς. τὰ δὲ νῦν οἱ Φοίνικες ὧδε θηρῶσι τε τὸ ζῷον, καὶ τὸ ἔριον χρωννύντες δολοῦσιν ὡς πρὸς τὴν ὄψιν ἀνθεῖν. σχοινίον πλεξάμενοι παμμῆκες, ἰσχυρόν τε καὶ καρτερὸν ὡς ἐνθαλαττεύειν δύνασθαι, τούτου συνεχεῖς ὥσπερ κώδωνας ἐξαρτῶσιν ἐκ μετρίων διαστημάτων, κυψέλας [48] ἐκ σπάρτου τινὸς ἢ σχοίνου διαπλεξάμενοι. δασεῖαι δ' εἰσὶ τὰ κατὰ τὴν εἴσοδον· τὰ γὰρ τῶν σπάρτων ἢ τῶν σχοίνων τέλη περὶ τοῖς στόμασι τῶν κυψελῶν ἐξεπίτηδες ἀνέχειν ἐῶσιν, ὡς τῷ μὲν παριόντι ῥᾳδίως εἴκειν καὶ διίστασθαι, ἀναχώρησιν δὲ εἰς τοὔμπαλιν μηδὲ ἀναστροφὴν τῷ παρελθόντι ἐνδιδόναι. ταύτας τὰς κυψέλας δελεάσαντες οἱ πορφυρεῖς ἐν τοῖς πετρώδεσι καθιᾶσι, τὸ καλώδιον φελλοῦ τινὸς ἐξάψαντες ὡς ἀνέχειν τὸ θήραμα. διαλιπόντες δὲ νύκτα μίαν καὶ ἐφημερεύσαντες ὡς ἐπὶ τὸ πολὺ τὰς κυψέλας ἔμπλεως τῶν ζῴων [49] ἀνέλκουσιν. ἔπειτα κοψάμενοι τὸ ὄστρακον ἐν ταὐτῷ καὶ τὴν σάρκα καὶ ταριχεύσαντες φυλάττουσιν εἰς δευσοποιίαν. ὅταν δ' ἐκείνῃ χρῆσθαι ἐθέλωσιν, ὕδατι τὴν ἄσιν ἀποκαθήραντες, ἐνέψουσιν ἐμπύρῳ λέβητι τὸ θήραμα τὸ θαλάττιον, τὸ δ' αἷμα ἐπειδὰν πυρὶ ὁμιλήσῃ, χεῖταί τε καὶ ἐξανθεῖ, καὶ τὸ μὲν ξανθίζεται, τὸ δὲ κυαναυγὲς γίνεται, τὸ δὲ ἄλλο εἰς ἄλλην χρόαν τρέπεται· καὶ ὅ τι ἂν καθῇς, πᾶν τὸ συγγενόμενον τῷ αἵματι πρὸς τὴν ἐκείνου χρόαν μεταχρώννυται. χαίρει δὲ ἡλίῳ ὁμιλοῦσα τῆς πορφύρας ἡ βαφή, καὶ ἡ ἀκτὶς αὐτὴν ἀναπυρσεύει, καὶ πλείω ποιεῖ καὶ φαιδροτέραν τὴν αὐγήν, ἐκφοινισσομένην ἐκ τοῦ ἄνω πυρός.
[50] Ἔμποροι καὶ κάπηλοι καὶ μεταβολεῖς οἱ ὀρθοί τι πράττοντες· οἱ δὲ καθήμενοι βάναυσοι, καὶ ἡ ἐργασία αὐτῶν βαναυσία καὶ βαναυσουργία. ἐργάται, χειροτέχναι, χειρουργοί, ἀποχειροβίωτοι, δημιουργοί· καὶ χειροτεχνία καὶ χειρουργία καὶ δημιουργία. ἑδραῖοι τεχνῖται· τὸ γὰρ χειρογάστορες Ἑκαταῖος (FHG I frg 359) λεγέτω, καὶ τὸ χειρώνακτες Ἡροδότῳ (I 93, II 141) δεδόσθω.
[51] Εὐφορία, φορά, εὐετηρία, εὐθηνία, εὐκαρπία, πολυκαρπία, κἂν βιάζηταί τις, πολυσιτία, εὐπορία γῆς. καὶ λόγῳ, ἀξιωτάτης οὔσης τοῦ σίτου τῆς ἀγορᾶς, πληθούσης τῆς ἀγορᾶς, τῶν πυρῶν σωρηδὸν κεχυμένων, ἐπευωνισμένων τῶν πυρῶν, τῆς τιμῆς τοῦ σίτου καταβεβηκυίας ἢ κατεληλυθυίας, ἀφθόνων ὄντων τῶν ἀναγκαίων, τῶν [52] ἀγαθῶν χύδην κειμένων, εὐπραγίας οὔσης περὶ τὴν ἀγοράν, ῥᾳδίας οὔσης τῆς περὶ τοὺς πυροὺς διαθέσεως, πολλῆς μὲν πράσεως οὔσης πολλῆς δ' ὠνῆς. καὶ ἑτέρως. δικαίας τῆς γῆς γενομένης περὶ τὴν φοράν, εὐφόρου τῆς γῆς γενομένης, τῆς γῆς ἀμειψαμένης τὸν πόνον τῶν γεωργῶν. τὸ δ' ἐναντίον λιμός, ἀφορία, δυσετηρία, ἀκαρπία, ἔνδεια τροφῶν, ἐπίλειψις τῶν ἀναγκαίων, σίτου σπάνις, σπανοσιτία, ἀναβεβηκυίας τῆς τιμῆς τῶν πυρῶν, ἐπιτετιμημένων τῶν πυρῶν, οὐκ ὄντων τῶν ἀναγκαίων, ἐπιλελοιπότων τῶν εἰς τὴν ἡμέραν [53] ἐπιτηδείων, οὐκ οὐσῶν τροφῶν, κακοπραγίας οὔσης περὶ τὴν ἀγοράν, οὐκ εὐπραγούσης τὴς ἀγορᾶς, ἀφόρου τῆς γῆς γενομένης, ἀδίκου τῆς γῆς γενομένης, ἀντειπούσης τῆς γῆς τοῖς γεωργοῖς. καὶ ἑτέρως. ἀντέπραξεν ἡ γῆ τοῖς γεωργοῖς, οὐχ ὑπήκουσεν, οὐκ ἀπέδωκε τὰ ἐκφόρια. δύναται δέ τις εἰπεῖν καὶ πνεῦμα τὰς ἀρούρας ἐπέφλεξεν, ἄνεμος τοὺς ἀστάχυς ἐκένωσεν, ὕδωρ τοὺς καρποὺς οὐκ ἔθρεψεν, ἢ ὄμβρος τοὺς καρποὺς ἐπέκλυσεν, ἢ αὐχμὸς ἐνέσκηψεν, ἢ ἄβροχος ἡ γῆ διέμεινεν, ἢ ἐδίψησαν οἱ καρποί, ἢ ἐρυσίβη τοὺς καρποὺς κατέλαβεν ἢ πάχνη ἢ διαφθορά.
[54] Ἐνιαυτός, ἔτος, δωδεκάμηνος χρόνος, ἡλίου περίοδος, περιελθόντος ἐξ ὡρῶν εἰς ὥρας τοῦ θεοῦ, τὸν κύκλον τοῦ ἄστρου περιδραμόντος. ἡμίετες καὶ ἡμιέτης χρόνος, καὶ διέτης δὲ καὶ τριέτης, καὶ μέχρι δεκαέτους, ἐπὶ μὲν χρόνου παροξυνόντων, ἐπὶ δὲ παιδίου καὶ φυτοῦ καὶ οἴνου καὶ τῶν τοιούτων ὀξυνόντων, ὡς ἐπὶ τοῦ διετὴς [55] μέχρι τοῦ δεκετής. ὁ δὲ ἑνδεκαέτης σκληρότερόν μοι φαίνεται, ἄμεινον οὖν διαλύσαντας εἰπεῖν ἑνοσκαίδεκα ἐτῶν καὶ δυοκαίδεκα, συνάπτοντας μετὰ τοῦ καὶ, καὶ τὸν σύνδεσμον ὀξύνοντας. εἶτα τρεισκαιδεκαέτης παροξυντέον, καὶ πάλιν τετταρωνκαίδεκα ἐτῶν, καὶ τετταρακαίδεκα ἔτη γεγονώς. εἶτα καὶ πεντεκαιδεκαέτης καὶ ἑκκαιδεκαέτης καὶ ἑπτακαιδεκαέτης, ἃ παροξυντέον· καὶ πάλιν ὀκτωκαίδεκα γεγονὼς ἔτη καὶ [56] ἐννεακαίδεκα, ὁμοίως τῷ δυοκαίδεκα. εἶτα εἰκοσαέτης, καὶ λοιπὸν ἑνὸς καὶ εἴκοσι, καὶ ἐφεξῆς ἀπὸ τοῦ ἐλάττονος ἀριθμοῦ ὁμοίως ἄχρι τῶν τριάκοντα ἐτῶν. εἶτα τριακοντούτης, καὶ πάλιν ἀπὸ τοῦ ἐλάττονος ἀριθμοῦ μέχρι τῶν τετταράκοντα, καὶ τετταρακοντούτης, καὶ πεντηκοντούτης, καὶ τἆλλα ὁμοίως. καὶ τριακοντούτεις καὶ τριακοντούτιδες σπονδαί. ῥητέον δὲ τοῦ ἐνεστῶτος ἔτους, τοῦ παρόντος ἔτους, τοῦδε τοῦ ἔτους, τούτῳ τῷ ἔτει, ἐπ' ἔτος, τῆτες· πέρυσι, τοῦ ἐξελθόντος ἔτους, τοῦ παρελθόντος, τοῦ προανυσθέντος, τοῦ ἐξήκοντος, τοῦ παρεληλυθότος, τοῦ παυσαμένου, τοῦ λήξαντος, [57] ταῖς παρελθούσαις ὥραις· τοῦ μέλλοντος ἔτους, τοῦ εἰσιόντος, τοῦ ἥξοντος, τοῦ ἀφιξομένου, τοῦ προσιόντος, νέωτα, εἰς νέωτα. προπέρυσι, τρίτον ἔτος τουτὶ καὶ τέταρτον, καὶ ὁμοίως κατ' ἀριθμὸν τὸν παρελθόντα χρόνον λογίζου. καὶ καρπὸς μὲν ἐπέτειος, βρέφος δὲ ἐνιαύσιον. ἑορτὴ δὲ ἐτήσιος ἡ κατ' ἔτος ἀγομένη, διετήσιος δὲ ἡ διὰ παντὸς τοῦ ἔτους, ἣν Ὅμηρος (η 118) ἂν εἴποι ἐπετήσιον.
[58] ἐπὶ διετὲς δὲ ἡβάσκων ὁ ἐξ ἐφήβων δύο ἔτη. ὅταν δὲ εἴπῃ ὁ Ἡσίοδος (Op 698) 'ἡ δὲ γυνὴ τέτορ' ἡβώοι,' τετταρακαίδεκα ἔτη λέγει, προσαριθμουμένων τῶν δέκα. λέγεται δὲ καὶ αὐτοετῆ τὰ ἐνιαύσια. καὶ διενιαυτίσαι τὸ δι' ὅλου τοῦ ἐνιαυτοῦ τι πρᾶξαι, ἀπενιαυτίσαι δὲ τὸ φυγεῖν εἰς ἔτος ἢ παύσασθαί τινος ἐπ' ἐνιαυτόν. χρόνος δὲ πολυετὴς ἢ ἄνθρωπος ἢ οἶνος, καὶ ὁμοίως ὀλιγοετής.
[59] ἐκ δὲ μηνῶν σιτηρέσιον ἔμμηνον καὶ μηνιαῖον καὶ τριακονθήμερον καὶ ἑξάμηνον.
τὰ δὲ μέρη τοῦ ἔτους ἱσταμένου τοῦ ἔτους, καὶ πάλιν πρωῒ τοῦ ἔτους, καὶ νέου ἔτους, καὶ μεσοῦντος τοῦ ἔτους καὶ ἀκμάζοντος [60] καὶ παυομένου καὶ λήγοντος. καὶ αἱ ὧραι, χειμὼν καὶ χειμερινὴ ὥρα καὶ χειμέριος ὥρα, καὶ ἔαρ καὶ ἠρινὴ ὥρα, καὶ θέρος καὶ θερινὴ ὥρα, καὶ ὥρα ἔτους, καὶ μετόπωρον καὶ μετοπωρινὴ ὥρα, καὶ φθινόπωρον καὶ φθινοπωρινὴ ὥρα. καὶ ἰδίως τὸν καιρὸν τοῦτον ὀπώραν ὀνομάζουσιν (Hom X 27)· 'ὅς ῥά τ' ὀπώρης εἶσι' φιλοτιμότερον δὲ θέρους ἀκμή, καὶ ἦρος ὑπολάμποντος, καὶ ἦρος ὑπανθοῦντος, [61] καὶ ὡς Θουκυδίδης (IV 1, 1) περὶ σίτου ἐκβολήν, καὶ (IV 6, 1) σίτου χλωροῦ ὄντος, καὶ (IV 2, 1) περὶ σίτου ἀκμήν. καὶ ἀπὸ τῶν ἐπὶ τοῖς καρποῖς καιρῶν, οἷον τρυγητοῦ καιρῷ καὶ ἀμητοῦ καιρῷ καὶ σπόρου καιρῷ, καὶ περὶ καρπῶν συλλογήν, καὶ ἀμπέλου ὀργώσης, καὶ ἐλαίας περκνῆς, καὶ τῆς γῆς ἀνθούσης. καὶ ἄλλως τὸ ἔαρ περὶ ζεφύρου πνοάς, καὶ τὸ θέρος περὶ τὰ ἐτήσια πνεύματα. καὶ ἀπὸ [62] ἄστρων, περὶ Ἀρκτοῦρον ἱστάμενον, καὶ ὑπὸ τὸν Σείριον ἀστέρα, καὶ περὶ Πλειάδων ἐπιτολάς, καὶ περὶ Πλειάδων δυσμάς. καὶ τὸ θέρους που διαγαγεῖν θερίσαι καὶ ἐνθερίσαι, καὶ τὸ ἦρος ἐαρίσαι καὶ ἐνεαρίσαι, καὶ τὸ χειμῶνος χειμάσαι καὶ ἐγχειμάσαι· καὶ χωρία χειμάδια. οὐκέτι μέντοι καὶ μετοπωρίσαι ἐστὶν ἐν χρήσει, ἐκ δὲ τοῦ ὁμοίου χρῆσθαι ἄν τις αὐτῷ δύναιτο.
[63] μέρη δὲ μηνὸς ἱσταμένου καὶ μεσοῦντος καὶ λήγοντος, ὡς καὶ τὰς τρεῖς δεκάδας οὕτω πως διαιρεῖν. καὶ ἡ μὲν πρώτη νουμηνία, ἀπὸ δὲ τῆς δευτέρας ἄχρι τῆς πρώτης δεκάδος τὸ ἱσταμένου προσθετέον· μετὰ δὲ τὴν δεκάτην Ἡσίοδος (Op 782) μὲν 'πέμπτη δ' ἡ μέση,' φησί, τὴν πεντεκαιδεκάτην λέγων, ἡμῖν δὲ ῥητέον πρώτη ἐπὶ δέκα καὶ δευτέρα ἐπὶ δέκα καὶ μέχρι τῆς εἰκάδος, τὸ δὲ ἀπὸ τούτου πρώτη ἐπὶ εἰκάδι ‑ ἡ δ' αὐτὴ καὶ δεκάτη φθίνοντος ‑ καὶ δευτέρα ἐπὶ εἰκάδι ‑ ἡ δ' αὐτὴ καὶ ἐνάτη φθίνοντος ‑ καὶ ὁμοίως ἄχρι τῆς τριακάδος, ἣν οἱ Ἀττικοὶ καλοῦσιν ἕνην καὶ νέαν, Ὁμήρου (ξ 162 = τ 307) προειπόντος 'τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δ' ἱσταμένοιο.' διελόντι δὲ εἰς τρία τὸν μῆνα τὸ τρίτον ἂν αὐτοῦ καλοῖτο δεχήμερον.
[64] καὶ τὸ μὲν ἐφ' ἑκάστῃ ἡμέρᾳ γινόμενον ἡμερήσιον, τὸ δὲ δι' ὅλης τῆς ἡμέρας πραττόμενον πανήμερον ἢ πανημέριον, ὡς καὶ τὸ δι' ὅλης τῆς νυκτὸς πάννυχον ἢ παννύχιον. τὸ δὲ διὰ μιᾶς ἡμέρας πραχθὲν αὐθημερόν, καὶ τὸ τὴν αὐτὴν ὁδὸν διὰ μιᾶς ἡμέρας ἐπανελθεῖν αὐθημερίσαι. καὶ τὸ δι' ὅλης ἡμέρας τι πρᾶξαι ἡμερεῦσαι καὶ διημερεῦσαι, οἷον ἐπὶ τῶν βαναύσων ὁ Πλάτων () εἴρηκε πρὸς [65] πῦρ ἡμερεύοντας. λέγοιτο δ' ἂν καὶ παρημερεῦσαί τινι ἔργῳ ἢ ἀνθρώπῳ. καὶ ὁ δι' ὅλης ἡμέρας θέων ἡμεροδρόμος. τὸ δ' εἰς τὴν ἐπιοῦσαν μὴ μένον ἐφήμερον, τὸ δὲ παρὰ μίαν ἑτερήμερον. φαίης δ' ἂν τῇ παρελθούσῃ ἡμέρᾳ, καὶ τῇ ἀπιούσῃ, καὶ τῇ ἐξηκούσῃ, καὶ τῇ προτεραίᾳ, καὶ τῇ προτέρᾳ, καὶ τῇ χθές· ἐπὶ δὲ τοῦ ἐν αὐτῇ [66] πραχθέντος χθιζόν, ἕωλον. ἐπὶ δὲ τῆς παρούσης ἡμέρας τήμερον καὶ σήμερον, καὶ ἡ ἐνεστῶσα καὶ ἡ ἐνεστηκυῖα. ἡ δ' ἐπιοῦσα ἡμέρα καλεῖται αὔριον καὶ ὑστεραία καὶ ὑστέρα καὶ προσιοῦσα. τὴν δὲ μετ' αὐτὴν εἰκάσαις ἂν ὡς ἔνηφι Ἡσίοδος (Op 410) καλεῖ, εἰ μὴ τὴν τριακάδα οὕτω λέγει. ἰδίως δὲ παρ' Ἀθηναίοις καλοῦνται τριακάδες ἐπὶ τῶν τετελευτηκότων. φιλοτιμότερον δὲ τὸ προστιθέναι τὴν εἴς πρόθεσιν ταῖς ἐπιούσαις ἡμέραις, οἷον εἰς αὔριον, καὶ εἰς τὴν [67] ἐπιοῦσαν, καὶ εἰς ἡμέραν τρίτην, καὶ εἰς ἡμέραν τετάρτην. λέγεται δὲ καὶ εἰς ἡμέραν ῥητήν, εἰς ἣν ἂν ὁρισώμεθα, εἰς ἡμέραν ὡρισμένην, εἰς ἡμέραν διωμολογημένην. καὶ ἡμέρα κυρία ἡ ἐπί τινι τεταγμένη· κἂν χωρὶς τοῦ ἡμέρας εἴπωσιν οἱ ῥήτορες 'παρούσης δὲ τῆς κυρίας' καὶ 'ἐνεστώσης τῆς κυρίας,' προσυπακούεται τὸ ἡμέρας. ἐπὶ δὲ τῶν παρελθουσῶν ἡμερῶν ἡμέρα τρίτη, καὶ τρίτην ταύτην ἡμέραν, καὶ τὰς ἄλλας ὁμοίως.
[68] μέρη δὲ ἡμέρας περίορθρον, ὄρθρος, ὑπολαμπούσης ἡμέρας, ὑποφαινούσης, ὑπὸ πρώτην ἕω, ἡλίου ἀνίσχοντος, περὶ ἡλίου ἐπιτολάς, πρωί, καὶ πρωὶ τῆς ἡμέρας. μεσούσης ἡμέρας, περὶ μεσημβρίαν, ἡλίου ὑπὲρ κεφαλῆς ἱσταμένου, κλίναντος εἰς τὰ μεσημβρινὰ τοῦ θεοῦ, δείλης, δείλης ὀψίας, καὶ μεσημβρινοῦ καιροῦ, καὶ δειλινοῦ [69] καιροῦ, ἡλίου εἰς τὸ κάτω ῥέποντος, ὀψὲ τῆς ἡμέρας. τὸ γὰρ πρωίτατα καὶ ὀψίτατα οὐκ ἐπὶ ἡμέρας μέρους ἀλλ' ἐπὶ χρόνου λέγεται, οἷον ταχέως καὶ βραδέως, ὡς ἐπὶ τῶν τι πραττόντων πρὸ καιροῦ ἢ μετὰ καιρόν, πρωὶ τῆς ἡλικίας καὶ πρωίτερον καὶ πρωίτατα, καὶ ὀψὲ τῆς ἡλικίας, ὀψίτερον, ὀψίτατα. περὶ ἡλίου δυσμάς, ἑσπέρας, ὅτε ἤδη συνεσκόταζε. καὶ σκοταῖοι ἀφίκοντο.
[70] τὰ δὲ τῆς νυκτὸς μέρη νυκτὸς ἀρχή, καὶ περὶ πρώτην νύκτα, καὶ νυκτὸς ἀρχομένης, καὶ περὶ πρώτας φυλακὰς καὶ δευτέρας καὶ τρίτας, ἢ καθ' Ὅμηρον () περὶ πρώτην μοῖραν. ἢ περὶ πρῶτον ὕπνον, εἰ μὴ εὐτελές. μεσούσης νυκτός, μέσων νυκτῶν. ὑπὸ τὸ λυκαυγές, ὅπερ Ὅμηρος (H 433) 'ἀμφιλύκην νύκτα' καλεῖ. περὶ ἀλεκτρυόνων [71] ᾠδάς, ἀλεκτρυόνων ᾀδόντων, ὑπὸ τὸν ᾠδὸν ὄρνιθα. καὶ τὸ μὲν νυκτός τι πρᾶξαι νυκτερεῦσαι καί που καὶ νυκτεριναὶ φυλακαί. τὸ δὲ δι' ὅλης νυκτὸς διανυκτερεῦσαι, καὶ τὸ μὲν ἑσπέρας προσαγρυπνῆσαι καὶ ἐφεσπερεῦσαι καὶ ἐφεσπερεύσασθαι, τὸ δὲ προαναστῆναι περὶ τὸν ὄρθρον ἐπορθρεύσασθαι. ὥρα δὲ καὶ ἡμιώριον, ὡς Μένανδρος (III frg 1015 Ko), σημεῖον ὠνομάζετο παρὰ τοῖς παλαιοῖς. καὶ [72] ἀπὸ σκιᾶς δὲ ἐδηλοῦτο, οἷον δεκάπους ἡ σκιὰ καὶ ἑνδεκάπους.
ἔστι δὲ τῶν καιρῶν καὶ τὰ ἐπιρρήματα τοῦ χρόνου, τότε καὶ πότε καὶ ὁπότε, καὶ τηνίκα καὶ πηνίκα καὶ ὁπηνίκα καὶ ἡνίκα καὶ τηνικαῦτα. καὶ ποτέ καὶ πάλαι καὶ πρόπαλαι καὶ τρίπαλαι. πρὸ ὀλίγου, πρὸ πολλοῦ. μετ' ὀλίγον, ὀλίγῳ ὕστερον, βραχεῖ ὕστερον. ἄρτι, ὅ ἐστι πρὸ μικροῦ, καὶ νῦν δή, ὅ ἐστι ταὐτόν. καὶ ὅλως πολλὰ τῆς αὐτῆς ἰδέας ἐστίν.
[73] Φέρε δὴ καὶ περὶ οἴκου φράσωμεν. οἶκος, οἰκία, οἴκησις, οἰκητήριον, ἐνοικητήριον, καταγωγή, καταγώγιον, ὑποδοχή, κατάλυσις, κατάλυμα, καταλυτήριον, ξενών, αὐλή, ἐνδιαίτημα, τάχα δὲ καὶ καλύβη καὶ σκηνή. οἰκῆσαι, ἐνοικῆσαι, κατάγεσθαι, ἐγκατάγεσθαι, ἐνδιαιτηθῆναι, καταλῦσαι, ἐναυλίσαι, ἐναυλίσασθαι, καταυλίσασθαι, σκηνῶσαι, [74] κατασκηνῶσαι. τὰ μέντοι ἐνδιαιτήματα, καὶ αἱ καλύβαι, ὥσπερ καὶ τὰ ἐνηβητήρια, οὐκ ἐπὶ τῶν ἀναγκαίων οἰκήσεων ἀλλ' ἐπὶ τῶν τερπνῶν τάττεται. καλεῖται δὲ ὁ ὑποδεχόμενος καὶ ὁ ὑποδεχθεὶς ξένος, ἰδίως δὲ ὁ ὑποδεχόμενος ξενοδόχος. ἄλλως δὲ ὁ δεσπότης τῆς οἰκίας στεγανόμος· παρὰ δὲ τοῖς Δωριεῦσι καὶ Αἰολεῦσιν ἑστιοπάμων ὀνομάζεται. ἔνιοι δ' αὐτὸν καὶ ναύκληρον ἐκάλεσαν, καὶ τὸν ὑπὲρ τῆς [75] καταγωγῆς μισθὸν ναῦλον, ὅπερ ἐνοίκιον οὐ παρὰ τοῖς πολλοῖς μόνον ἀλλὰ καὶ παρὰ τοῖς παλαιοῖς καλεῖται, παρὰ δὲ ἐνίοις καὶ στεγανόμιον. εἴποις δ' ἂν μισθώσασθαι καὶ μισθῶσαι οἶκον, ὅπερ Ἡρόδοτος (I 68) ἐκδιδόναι καλεῖ· 'ἐμισθοῦτο παρ' οὐκ ἐκδιδόντος τὴν αὐλήν.'
[76] μέρη δ' οἰκίας· αὔλειος θύρα, κηπαία θύρα, ἀμφίθυρος, ἣν Ὅμηρος (X 126, 132, 333) ὀρσοθύρην καλεῖ, οἱ δὲ πολλοὶ πλαγίαν θύραν. οὐδὸς ὀδὸς καὶ τῶν περὶ τὰς θύρας μερῶν θαιρὸς μὲν ὁ στροφεὺς ὀνομαζόμενος, σταθμοὶ δὲ τὰ ἑκατέρωθεν ξύλα κατὰ πλευρὰν τῶν θυρῶν, ἃ καὶ παραστάδας φασίν. αὐτὰς δὲ τὰς θύρας σανίδας Ὅμηρος (M 121 X 128 etc) καλεῖ. τὸ δ' ὑπὲρ αὐτὰς ὑπερθύριον ἢ ὑπέρθυρον, τὸ δὲ προῦχον τοῦ ὑπερθυρίου [77] γεῖσον καὶ γεισώματα. τὰ δὲ πρὸς ἀσφάλειαν κλεῖθρα, μοχλοί, κλεῖδες καὶ κλῇδες, ἐπιβλῆτες, βαλανάγραι, ὀχεῖς. τὸν δὲ ὀνομαζόμενον κόρακα κορώνην Ὅμηρος (α 441 etc) καλεῖ. εἰσιόντων δὲ πρόθυρα καὶ προπύλαια. καὶ τὸν μὲν πυλῶνα ὀνομαζόμενον καὶ θυρῶνα καλοῦσι, τὸ δὲ τοῦ πυλωροῦντος οἴκημα πυλώριον. εἶτα πρόδομος καὶ προαύλιον· εἶτα αὐλὴ τὸ ἔνδον, ἣν αἴθουσαν Ὅμηρος (Ζ 243, δ 297 etc) καλεῖ. εἴποις δ' ἂν τὸν περίστυλον τόπον καὶ περικίονα [78] ‑ καὶ γὰρ στῦλος καὶ κίων ὀνομάζεται ‑ κατὰ δὲ τοὺς Ἀττικοὺς περίστῳον. στοὰν δὲ κάλει τὸ μέρος αὐτοῦ· στοὰ γὰρ τὸ ταμιεῖον καλεῖται. ἡ μέντοι χρῆσις καὶ ἐπὶ τὰ ἐναντία τέτραπται.
[79] τῶν δὲ οἰκιῶν πρόδομος καὶ δῶμα καὶ δωμάτιον καὶ κοιτών· εἰ γὰρ καὶ Μένανδρος (III frg 1022 Ko) αὐτὸ βαρβαρικὸν οἴεται, ἀλλ' Ἀριστοφάνης ὁ κωμῳδοδιδάσκαλος (I frg 6 Ko) τὰ τοιαῦτα πιστότερος αὐτοῦ, εἰπὼν ἐν Αἰολοσίκωνι
κοιτὼν ἁπάσαις εἷς, πύελος μί' ἀρκέσει. ἀνδρών, ἵνα συνίασιν οἱ ἄνδρες· ἐξέδρα, ἵνα συγκάθηνται. συμπόσιον ἐκ τοῦ ἔργου ὠνομασμένον· τὸ δ' αὐτὸ καὶ συσσίτιον. οἶκος τρίκλινος πεντάκλινος ἢ δεκάκλινος, καὶ ἁπλῶς πρὸς τὸ τοῦ μεγέθους μέτρον ὁ τῶν κλινῶν ἀριθμός. θάλαμος, γυναικωνῖτις, ἱστεών, [80] ταλασιουργικὸς οἶκος, σιτοποιικός, ἵνα μὴ μυλῶνα ὡς οὐκ εὔφημον ὀνομάζωμεν. ὀπτανεῖον τὸ καλούμενον μαγειρεῖον, ἀποθῆκαι, ταμιεῖα, θησαυροί, φυλακτήρια. Ξενοφῶν δὲ καὶ στεγνὰ καὶ στέγην ὠνόμασεν, οὕτω πως ὑπειπών (Oecon VIII 13) 'ὅσα δ' οὐδ' ἐν δεκακλίνῳ μεγαλοστέγῃ,' καὶ πάλιν (Oecon IX 3) 'στεγνὰ ψυχεινὰ' καὶ 'ἀλεεινά.' καλοῖτο δ' ἂν τὸ μὲν ὑπὸ τοὺς πόδας ἔδαφος, τὸ δ' ὑπὲρ τὴν κεφαλὴν ὄροφος καὶ ὀροφὴ καὶ στέγη. καὶ ὑπόστεγόν τι [81] καὶ ἄστεγον καὶ κατάστεγον, καὶ ὑπωρόφιον καὶ ὁμωρόφιον. τὸ δὲ μεταξὺ τοῦ ὀρόφου καὶ τοῦ στέγους παρωροφίς. τὸ δ' ὑπεράνω τοῦ ὀρόφου στέγος, ὃ ποιητικῶς τέγος λέγεται. τὰ δ' ὑπὲρ αὐτὸ προύχοντα, ὡς τὸν ὄμβρον ἀπερύκειν, προτεγίσματα. εἶτα ὑπερῷα οἰκήματα, τὰ δ' αὐτὰ καὶ διήρη. αἱ δὲ προβολαὶ τῶν ὑπερῴων οἰκημάτων, αἱ ὑπὲρ τοὺς κάτω τοίχους προύχουσαι, γεισηποδίσματα, καὶ τὰ φέροντα αὐτὰς ξύλα γεισήποδες. ἀμείβοντες δ' εἰσὶ ξύλα ἑκατέρωθεν τῶν τοίχων ἀλλήλοις ἀντερειδόμενα πρὸς τὸ τοὺς ἐκ μέσου ὑψηλοὺς ὀρόφους ἀνέχειν δύνασθαι.
[82] Πλοῖον, ναῦς, ὁλκάς, σκάφος, μυριοφόρος ναῦς· τὸ δὲ μυριαγωγὸς εὐτελές. ἑκατόντορος, πεντηκόντορος, τριακόντορος, εἰκόσορος. ἐννήρης, ἑπτήρης, τριήρης, διήρης, μονήρης. μακρὰ πλοῖα, στρογγύλα. ἀκάτια, ἐφόλκια, ἐφολκίδες, λέμβοι, κύδαροι, γαῦλοι, κέλητες, κελήτια, ἐπακτρίδες, ἐπακτροκέλητες, βάρεις, πορθμεῖον, πορθμίς, ἁλιάς, δίκροτον, ἀμφηρικόν, ἀμφήρης, διῆρες, δίκωπον, ἡμιολίς, ἡμιολία, [83] πλοῖον μονόξυλον. καὶ Πτολεμαίου ναῦς πεντεκαιδεκήρης, καὶ Ἀντιγόνου τριάρμενος. λέγοιτο δ' ἂν ταχεῖα ναῦς καὶ ταχυναυτοῦσα, καὶ δρομάδες ὁλκάδες, ὡς Ἀριστοφάνης (I frg 420 Ko). λέγεται δὲ καὶ βαρεῖα ναῦς, σιταγωγός, σιτηγός, ὁπλιταγωγός, στρατιῶτις, στρατηγίς, ἱππαγωγός, φορτίς, φορτηγός, φορτηγικὸν πλοῖον καὶ ὡς Θουκυδίδης λέγει (VI 88. 9) φορτικόν, λῃστρίς· πολύζυγος ναῦς ὡς Ὅμηρος (B 293). ἔστι δέ τινα πλοῖα Λύκια λεγόμενα κριοὶ καὶ τράγοι, ὡς εἰκάζειν ὅτι τοιοῦτόν τι πλοῖον καὶ ὁ ταῦρος ἦν ὁ τὴν Εὐρώπην ἀπαγαγών. πρόπλους ναῦς καὶ πρόπλοι νῆες. λέγοις δ' ἂν τὰς ναῦς καὶ πορεῖα θαλάττια καὶ ὀχήματα πελάγια.
[84] καὶ οἱ μὲν ἐργαζόμενοι τὴν ναῦν ναυπηγοὶ καὶ τέκτονες, φιλοτιμότερον δὲ νεουργοὶ καὶ νεωποιοὶ καὶ τριηροποιοὶ καὶ τὰ ὅμοια. ζωγράφοι, στυππειοπῶλαι, σχοινοσυμβολεῖς, χαλκεῖς, σιδηρεῖς. τὰ δ' εἰς τὴν κατασκευὴν χρήσιμα σανίδες, σίδηρος, ἧλοι, πιττάνια καὶ πίττα, στυππεῖον, κάλοι, κηρός, γόμφοι, κῶπαι. ἐρεῖς δὲ γομφοῦν καὶ πηγνύειν καὶ ἁρμόζειν, πακτοῦν καὶ πάκτωσις.
[85] μέρη δὲ νεὼς δρύοχον, τρόπις, τρόπιδες, τροπίδια, στεῖρα, τροποί. τὸ δὲ τῇ στείρᾳ προσηλούμενον φάλκης, ἐφ' οὗ ἡ δευτέρα τρόπις. καλεῖται δὲ οὗτος καὶ λέσβιον καὶ καλχήνη καὶ κλειτοπόδιον. τὸ δὲ καταλῆγον αὐτοῦ ἐπὶ τὴν πρῶραν προεμβολίς, τὸ δὲ ὑπ' αὐτὴν ἔμβολον. μέσον δὲ τῆς προεμβολίδος καὶ τοῦ ἐμβόλου ἡ στεῖρα καλουμένη. ὑπὲρ δὲ τὸ ἔμβολον δελφὶς ἵσταται, ὅταν ἡ ναῦς [86] δελφινοφόρος ᾖ. τὸ δὲ μεταξὺ τοῦ στόλου καὶ τῆς προεμβολίδος ....· ὁ στόλος δ' ἐστὶν ὑπὲρ τὴν στεῖραν, ὃς καὶ περικεφαλαία καλεῖται. τὸ δ' ὑπὲρ τὸ προῦχον ἀκροστόλιον ἢ πτυχὶς ὀνομάζεται, καὶ ὀφθαλμός, ἐφ' οὗ καὶ τοὔνομα τῆς νεὼς ἐπιγράφουσι. τῇ δὲ στείρᾳ προσηλοῦται ὁ καλούμενος φάλκης. ἐνδοτέρω δέ ἐστιν ἑκατέρωθεν ἡ ἐφολκίς, ἣν καὶ ῥινωτηρίαν καλοῦσι. τὸ δ' ὑπὸ τὴν τρόπιν τελευταῖον προσηλούμενον, τοῦ μὴ τρίβεσθαι τὴν τρόπιν, χέλυσμα καλεῖται.
[87] καὶ τὸ μὲν ἔδαφος τῆς νεὼς κύτος καὶ γάστρα καὶ ἀμφιμήτριον ὀνομάζεται. καλοῖτο δ' ἂν καὶ θάλαμος, οὗ οἱ θαλάμιοι ἐρέττουσι· τὰ δὲ μέσα τῆς νεὼς ζυγά, οὗ οἱ ζύγιοι κάθηνται, τὸ δὲ περὶ τὸ κατάστρωμα θρᾶνος, οὗ οἱ θρανῖται. καὶ ὅθεν μὲν αἱ κῶπαι ἐκδέδενται, σκαλμός, ᾧ δὲ ἐκδέδενται, τροπωτήρ, καὶ τροπώσασθαι ναῦν. τὸ [88] δ' ὑπὸ τὸν σκαλμὸν ἐπισκαλμίς. τὸ δ' ὑποκείμενον τοῖς ἐρέταις ὑπηρέσιον. δι' ὧν δὲ διείρεται ἡ κώπη, τρήματα. τὸ δὲ πρὸς αὐτῷ τῷ σκαλμῷ δέρμα ἄσκωμα. ἡ δὲ παρὰ τοὺς θρανίτας ὁδὸς πάροδος, παράθρανος. οἱ δὲ περὶ τὴν στεῖραν ἑκατέρωθεν παρατεινόμενοι τροποὶ πρῶτος καὶ δεύτερος, ὁ καὶ θαλάμιος. ἑπτὰ δ' ἐνίοις ἀνίσταται ἡ τριήρης, ὧν ἕκαστος κατὰ τάξιν καλεῖται, πρῶτος βόλος καὶ δεύτερος καὶ ἐφεξῆς. ὀνομάσαις δ' ἂν τοῖχον δεξιὸν καὶ εὐώνυμον, καὶ [89] σελίδα, καὶ πλευράν. τὸ δὲ ζυγὸν καλεῖται καὶ κληὶς καὶ σέλμα. τῆς δὲ πρώρας τὰ ἑκατέρωθεν παρειὰ καλεῖται καὶ πτερά. ἔστι δέ τι ἑδώλιον πρωρατικόν, ἐφ' οὗ κάθηνται. τὰ δὲ περὶ τὴν πρύμναν προύχοντα ξύλα περιτόναια καλεῖται. ἐκεῖ που καὶ σκηνὴ ὀνομάζεται τὸ πηγνύμενον στρατηγῷ ἢ τριηράρχῳ. τὸ δὲ ἄκρον τοῦ πηδαλίου οἴαξ· τὸ δὲ πᾶν οἴαξ τε καὶ πηδάλιον καλεῖται. τὸ δὲ μέσον [90] αὐτοῦ φθεὶρ ἢ ῥίζα ἢ ὑπόζωμα, τὸ δὲ τελευταῖον πτερύγιον, τὸ δὲ λοιπὸν αὐχήν. ἵνα δὲ κατακλίνεται ὁ κυβερνήτης, ἄγκλιμα καλεῖται. τὸ μέσον δὲ τῆς πρύμνης σανίδιον, οὗ τὸ ἐντὸς ἐνθέμιον, τὸ δ' ἀπηρτημένον αὐτῷ ἐπισείων. τὰ δὲ ἄκρα τῆς πρύμνης ἄφλαστα καλεῖται, ὧν ἐντὸς ξύλον ὀρθὸν πέπηγεν, ὃ καλοῦσι στυλίδα· οὗ τὸ ἐκ μέσου κρεμάμενον ῥάκος ταινία ὀνομάζεται. τῆς δὲ κώπης τὸ μὲν οὗ λαμβάνονται οἱ ναῦται, ἐγχειρίδιον, τὸ δὲ μέσον οὐρίαχος, τὸ δὲ [91] τελευταῖον πτερὰ καὶ ταρσοὶ κωπῶν. καὶ τὸ μὲν ὑποδεχόμενον τὸν ἱστὸν ληνός καλεῖται, τὸ δὲ ἐναρμοζόμενον αὐτῷ πτέρνα, τὸ δὲ τελευταῖον τὸ πρὸς τῇ κεραίᾳ ἠλακάτη καὶ θωράκιον καὶ καρχήσιον, τὸ δὲ ὑπὲρ τὴν κεραίαν ἄτρακτος, οὗ καὶ αὐτὸν τὸν ἐπισείοντα ἀπαρτῶσι. καὶ ὁ μὲν μέγας καὶ γνήσιος ἱστὸς ἀκάτειος, ὁ δὲ κατόπιν ἐπίδρομος, ὁ δὲ ἐλάττων δόλων. καλεῖται δέ τι καὶ λόγγασος. τῆς δὲ κεραίας τὸ μέσον τὸ κατὰ τὸν ἱστὸν ἄμβολα καὶ ξύμβολα, τὰ [92] δὲ ἑκατέρωθεν συνέχοντα ἀγκύλαι, τὰ δὲ τελευταῖα ἀκροκέραια. ἐὰν δ' ᾖ κατάφρακτον τὸ πλοῖον, ἐπιναυπηγοῦνται πυργοῦχοι, καὶ ἐπ' αὐτῶν πυργία δύο, δεξιὸν καὶ εὐώνυμον, ὧν μέσον τὸ κατάστρωμα. τὰ δὲ ξύλα ἐφ' ὧν αἱ σανίδες ἐπίκεινται, κανόνια καὶ σταμίνες. τὸ δὲ συνέχον ἄνωθεν ἑκατέρους τοὺς τοίχους περιτόναιον καλεῖται. εἴποις δ' ἂν κοίλη ναῦς, κοῖλον σκάφος, ἔδαφος νεώς, τὰ κάτωθεν τῆς νεώς. καὶ τὸν τόπον δὲ τὸν πρὸς ταῖς κώπαις κωπητῆρα καλοῦσιν. εἶτα παρεξειρεσία, ἔμβολον, ἄντλον, ὅθεν καὶ ὑπέραντλον σκάφος. ἡ δ' ἀνοιγομένη θυρὶς εἰς ἐκροὴν τοῦ ὕδατος εὐδίαιος καλεῖται.
[93] ἔστι δὲ ἐν τῇ νηὶ ἱστός, ἱστοδόκη, κεραία, σχοινία, κάλοι, πρότονοι, καλῴδια, πείσματα, ἀπόγυα, ἐπίγυα, πρυμνήσια· ἐγχωρεῖ γὰρ τῷ ὀνόματι χρῆσθαι, κἂν ᾖ ποιητικόν. ἄγκυραι ἀμφίβολοι, ἀμφίστομοι, ἑτερόστομοι· καὶ ἄγκυρα ἱερά, ᾗ χωρὶς ἀνάγκης οὐ χρῶνται. ἀποβάθρα καὶ διαβάθρα, ἣν σκάλαν καλοῦσιν. οἱ δὲ στίχοι τῶν κωπῶν [94] ταρσώματα καλοῦνται. δέρρεις, διφθέραι. ἔστι δέ τις καὶ μηχανὴ καὶ τροχὸς καὶ τροχιλία, καὶ δι' ὧν οἱ κάλοι διείρονται, κρίκοι· τὸ γὰρ κίρκοι ποιητικόν (Hom Ω 272, Sophocl frg 683), ἴδιον δὲ τὸ κύκλοι. εἶτα θρανεῖα, ὑπηρέσιον, ἕρματα, καὶ ἡρματισμέμη ναῦς καὶ ἀνερμάτιστος, κοντός, κάδος, ἀντλία, ἱμονιά. τὰ δὲ σύμπαντα σκεύη ὅπλα καλεῖται· καὶ ὁ Ξενοφῶν (Oecon VIII 12) 'σκεύη κρεμαστὰ' καὶ 'ξύλινα,' Δημοσθένης (L 28) δὲ καὶ ἀποτριβὴν σκευῶν ὠνόμασεν.
[95] οἱ δ' ἐμπλέοντες κυβερνήτης, πρωράτης, ναύτης, ἐρέτης, τριηρίτης, πρόσκωπος, ἐπίκωπος, αὐτερέτης· οὕτω γὰρ Θουκυδίδης (I 10, III 18, VI 91) ὠνόμασε τοὺς καὶ ἐρέττοντας καὶ ἀπομαχομένους. περίνεως· οὕτω δ' ἐκάλεσε (I 10) τοὺς ἄλλους ἐπιβάτας. τούτους δ' ἂν καὶ πλωτῆρας καλοῖεν· τὸ γὰρ ναυβάτας ὀνομάζειν τραγικώτερον, βέλτιον δὲ τὸ ἐπιβεβηκότας καὶ ἐμπλέοντας. μάλιστα δ' ἐπιβάτας. ὁ δὲ τοίχαρχος ὀνομαζόμενος λόγῳ ἂν λέγοιτο τοίχων [96] ἄρχων. ὁ δὲ παρὰ τῇ ἐσχάρᾳ ἐσχαρεύς. εἴη δ' ἂν τῶν ἐμπλεόντων καὶ ἔμπορος. ἄλλης δὲ χρείας τριήραρχος, πεντηκόνταρχος, ναύαρχος, ἐπιστολεύς· οὕτω γὰρ ἐκαλεῖτο ὁ ἐπὶ τοῦ στόλου διάδοχος τοῦ ναυάρχου. ὁ δὲ στόλος καλοῖτ' ἂν καὶ ἀπόστολος. προσθετέον δὲ τούτοις καὶ τριηραύλην καὶ κελευστήν.
καὶ πάλιν ἑτέρας χρείας ἁλιεύς, ἰχθυουλκός, ἀσπαλιευτής, ἀσπαλιεύς, πυριευτής, τριοδοντίᾳ χρώμενος, δικτυεύς, δικτυουλκός, [97] πορφυρεύς, πορφυρευτής, σπογγοθήρας. τὰ δὲ ἐργαλεῖα αὐτῶν κάλαμοι, ῥάβδοι, λίνον, τρίχες ἵππειοι, ἄγκιστρα, ἀκιδωτά, ἀγκυλώματα, δίκτυα, ἀμφίβληστρα, πόρκοι, κύρτοι, γρῖφοι, πάναγρον λίνον, φελλοί, μολύβδαιναι. ἰχθυοθηρική, ἁλιευτική, ὑγροθηρική, ἀγκιστρευτική, ἑρκοθηρευτική, πυριευτική.
ἐρεῖς δὲ νήχεσθαι, νεῖν, κολυμβᾶν, δύεσθαι, εἶτα νήκτης, δύτης βύθιος, κολυμβητὴς ὕφαλος, ὕφυδρος, ἐπιπολάζων, [98] ἐπινηχόμενος ὑπονηχόμενος. τὸ δὲ ἔργον πλεῖν, ἐμπλεῖν, ἐκπλεῖν· καὶ ἔκπλους, ἀπόπλους, κατάπλους. ναυτίλλεσθαι, ἐρέττειν, κώπαις ἐλαύνειν, τριηριτεύειν, κωπηλατεῖν. κυβερνᾶν δὲ οἰακίζειν τὸ σκάφος καὶ κατευθύνειν, καλείσθω δὲ ὁ κυβερνήτης ὁ ἐπὶ τῶν οἰάκων καθήμενος, ὁ τῆς νεὼς ἡγεμών, ὁ τῶν ναυτῶν ἄρχων, ὁ ἐπὶ τοῖς οἴαξιν ἑστώς, καὶ κατ' Ἀντιφῶντα (frg 176 Bl) ὁ ποδοχῶν, ἢ μᾶλλον κατ' ἐμὲ ὁ ποδηγῶν· κέκληται δὲ ὑπὸ ποιητῶν καὶ ἡνίοχος τῆς νεώς. καὶ τῆς νεὼς ὑποκυβερνᾶν, προκυβερνᾶν ἐπὶ τοῦ πρωράτου. καλοῦνται δέ τινες καὶ ναυτιλίαι βραχεῖαι καὶ ναυτιλίαι μακραί.
[99] τὰ δὲ ἐντιθέμενα ταῖς ναυσὶ φόρτος, φορτία, ἀγώγιμα, ῥῶπος, γόμος, παρενθῆκαι. ἀφ' ὧν ῥήματα ἐπιφορτίσασθαι καὶ γεμίσασθαι καὶ ἐνθέσθαι. λέγοιτο δ' ἂν καὶ πληρώσασθαι καὶ προσαναθέσθαι ἐπὶ τοῦ καταστρώματος, ἐμβαλέσθαι καὶ ἐσβαλέσθαι. ἐκθέσθαι, ἀποφορτίσασθαι, κουφίσαι τὴν ναῦν, ἐπελαφρῦναι, ἐκβολὴν ποιήσασθαι τῶν φορτίων.
χωρία ἐπιθαλαττίδια, οἷς ἔστι προσσχεῖν, ἀκτή, ᾐών, αἰγιαλός, [100] χηλὴ ὕφορμος, ὅρμος, λιμήν. λιμένος ἢ καταγωγῆς ἔπαινος εὔορμος, εὐπροσόρμιστος, εὔδιος, εὐλίμενος, εὔστομος, βαθύς, ἀγχιβαθής, ἐν σκέπῃ τῶν πνευμάτων, ἀπήνεμος, νήνεμος, ὑπήνεμος, ἀσφαλής, ἀκύμων, ἀκίνδυνος, ῥᾴδιος προσσχεῖν, ἀσφαλὴς προσβαλεῖν· οὐκ ἂν δεηθείης πείσματος ἐν αὐτῷ. βαθεῖς ὅρμοι, ἥσυχοι, ἀπόρρυτοι, [101] νήνεμοι, ναύλοχοι. τὸ δὲ ἔργον ναυλοχεῖν. καὶ στόμα λιμένος, καὶ εὔστομος λιμὴν καὶ εὐεπίμικτος. ψόγος δὲ δύσορμος, δυσπροσόρμιστος, δυσπρόσμικτος, χειμέριος, ἀλίμενος ‑ Ὑπερείδης (frg 159 Bl) δὲ καὶ ὄνομα ἐποίησε, τῶν τόπων τὴν ἀλιμενίαν ‑ τραχύς, κατήνεμος, κυματίας, πολυκύμων, ἀβαθής, πονηρὸν ἔχων τὸ στόμα, καὶ πονηρὸν ἔχων τὸν εἴσπλουν. τὰ δὲ πράγματα καταγαγέσθαι, κατᾶραι, καταπλεῦσαι, εἰσπλεῦσαι, προσσχεῖν, προσβαλεῖν, εἰσορμίσασθαι, [102] ἐνορμίσασθαι, ἐγκαθορμίσασθαι, προσμῖξαι τῇ ἠπείρῳ, κατακολπίσασθαι. καὶ τὰ ὀνόματα καταίρουσι μὲν καταγωγή, κατάπλους, κάταρσις, ἀναγομένοις δὲ ἀναγωγή, ἔκπλους, ἄπαρσις. ἀναγαγέσθαι, ἐκπλεῦσαι, ἀπᾶραι, ἐξορμίσασθαι. ἔστι δέ τις καὶ χηλὴ λιμένος καὶ στόμα καὶ μυχός.
[103] περὶ τοῦ ἔξω πλοῦ· εἰρεσίᾳ πλεῖν, ἀνέμῳ πλεῖν· εἴρηται δὲ καὶ ἱστιοκώπῃ, ἀλλὰ βέλτιον εἰρεσίᾳ καὶ πνεύματι. ἀφεῖναι εἰς τὸ πέλαγος, μετεώρῳ εἰρεσίᾳ, πελάγιοι ἐπλέομεν, μετέωροι ἐπλέομεν. ἐπ' ἀγκυρῶν ὡρμισάμεθα, μετέωροι ὡρμισάμεθα, ἀπεσαλεύομεν. αἴροντες ἀπὸ τῆς γῆς, πάντα ἀνασείσαντες τὰ ἱστία, πάντα ἀναπετάσαντες τὰ ἱστία, πᾶσαν ἐκπετάσαντες τὴν ὀθόνην, πάντα ὑποδεξάμενοι τὸν ἄνεμον. κοῦφαι νῆες, βαρεῖαι νῆες, καταβαρεῖς. ἀγκύρας βαλέσθαι, ἀγκύρας καθεῖναι, κατατεῖναι, στήσασθαι τὴν ναῦν, [104] ἐκδήσασθαι τὰ πείσματα. τὸ δὲ ἐναντίον ἀνελέσθαι τὰς ἀγκύρας, ἀνασπάσαι, ἀνελκύσασθαι, λῦσαι τὰ ἀπόγυα, ἀνελκύσαι τὴν ναῦν, νεωλκῆσαι, στήσασθαι ἐπὶ τοῦ αἰγιαλοῦ, ἐπὶ τοῦ ναυστάθμου, ἐν τοῖς νεωρίοις, ἐν τοῖς νεωσοίκοις. ἄλλης δὲ χρείας ὤκειλεν ἡ ναῦς, προσώκειλεν, ἐξώκειλεν.
[105] πλοῦς εὔδιος, ἡδύς, ἀσφαλής, ἀκίνδυνος, ἄλυπος, ὡραῖος. αὔρας ἐπιπνεούσης, αὔρας λεπτῆς, πραείας, ἡδείας, λιγυρᾶς, ζεφυρίας, ζεφύρων, ἀνέμου δεξιοῦ γενομένου, ἐπιγενομένου, ἐπιπνέοντος, προσπνέοντος, προπέμποντος, παραπέμποντος, συμπροπέμποντος, ἀνέμου ἐπικαίρου, φοροῦ, ἐπιφόρου, φιλίου. δι' ἀκριβοῦς αἰθρίας, δι' ἀνεφέλου τοῦ ἀέρος, καταβαίνοντος ἐκ γῆς τοῦ πνεύματος, κατιόντος [106] τοῦ ἀνέμου, ἐκ πρύμνης ἐπιπνέοντος, κατὰ πρύμναν τοῦ πνεύματος ἑστηκότος, κατὰ τῶν οἰάκων πνέοντος. πλήρει τῷ ἱστίῳ, ὑπόπλεῳ τῇ ὀθόνῃ, ἀνέμῳ κεκριμένῳ. ἐπλέομεν δι' εὐδίας, διὰ γαλήνης, ἐν θαλάττῃ σταθερᾷ, σταδιαίᾳ, στασίμῳ, λείᾳ θαλάττῃ, ἀκύμονι, ἀπράγμονι, νηνεμίας οὔσης, πεσόντος τοῦ πνεύματος, εὐαερίας οὔσης, εὐημερίας οὔσης, ταχυπλοίας, ἐπιφριττούσης ἠρέμα τῆς θαλάττης [107] αὔρᾳ γλυκείᾳ, ἐν Ἁλκυονίσιν ἡμέραις. καὶ ἐκ τῶν ἐναντίων ἔστιν ἑρμηνεῦσαι οὐ τοιᾶσδε οὔσης τῆς θαλάττης, ἐπλέομεν ὡς διὰ ποταμοῦ, τὴν ἐπιπολὴν τοῦ κύματος διέφριττε τὸ πέλαγος. ἐπλέομεν πάντα ἀνασείσαντες κάλων, ἅπασι κάλοις, πάντα ἀνέντες τὰ ἱστία, πᾶσαν τὴν ὀθόνην καθέντες, γέμοντι τῷ ἱστίῳ, κοίλῳ τῷ ἱστίῳ, ἐφέντες τὰ ἱστία τῷ πνεύματι, οὐδὲν ὑποστειλάμενοι. ἐξ οὐρίας ἐπλέομεν, πάντα λύσαντες τὰ ἱστία, εἰς ἥμισυ στειλάμενοι τὰ ἱστία, καθ' ἥμισυ ἀναστείλαντες, καθ' ἥμισυ ἀνέντες, ὑφέντες τι τῆς κεραίας, καθέντες βραχὺ τῆς κεραίας.
[108] τὸ δὲ εὐδίαν εἶναι καὶ ὧδε σημανεῖς. ἰχθύων θήρα ἦν, ἰχθύων εὐαγρία, εὐθηρία, ἀσπαλιευταὶ εἰργάζοντο, κολυμβηταὶ ἐπικατεδύοντο, ἐπετόλμων τῇ θαλάττῃ, ἁλιέων ἦν εὐπραγία. τὰ δὲ ἐναντία χειμών, κλύδων, κλυδώνιον, ζάλη, τρικυμία, θάλαττα τραχεῖα, κοίλη [109] θάλαττα καὶ κοιλαινομένη καὶ τραχυνομένη. καὶ ὁ πόρος ἐτραχύνετο, κυματίας ἦν, ἐκύμαινεν, ἐκυματοῦτο. καὶ κύματα μετέρρει, μετέπιπτεν, ἐνέπιπτεν, ἠγρίαινε. φρικώδης ἦν ἡ θάλαττα, ταραχώδης. ἐπανιστάμενον τὸ κῦμα, ἀνθιστάμενον, ἀνιστάμενον. σάλος αἰρόμενος. κῦμα ἱστάμενον, ἐγειρόμενον, ὑποκινούμενον, κυρτούμενον, ἐκβιαζόμενον, ἐλαυνόμενον, ἐλαῦνον, ἐπαναχωροῦν τῇ γῇ, ἐπαναβαῖνον κατὰ ῥαχίαν, ἐπανιὸν, προσιὸν ἐπὶ τὴν γῆν. σύρτις, ἄμπωτις. κῦμα κωφὸν ὑπεκινεῖτο. ἐκοιλαίνετο ἡ θάλαττα.
[110] ἄνεμος βίαιος, σκληρός, δύσφορος, τυφών, πρηστήρ, καταιγίς, στρόβιλος. ἄνεμος ἐξώστης, ἐξωθῶν, ὑποφέρων, παραφέρων, προωθῶν, ἐλαύνων, κατὰ κεφαλὴν ἐπείγων. ἀνέμου κατὰ πρῶραν ἑστηκότος, πνεύματος ἀνθεστηκότος, ἀντίου πνέοντος τοῦ πνεύματος, πρὸς ἄνεμον ἐναντίον, ἄνεμον ἀντίπρωρον ἔχοντες, ἀκρίτων ὄντων τῶν πνευμάτων, ἀντιπνεόντων, πανταχόθεν συμπεσόντων, πανταχόθεν [111] συρραγέντων. λάβρου ὄντος τοῦ πνεύματος, ἀμέτρου, ἐκμέτρου. κατὰ πλευρὰν ἀνέμου βιαζομένου, ἐκ τοίχων ἐμπίπτοντος ἢ περιπνέοντος ἢ ἀνωθοῦντος ἢ περιαράττοντος. Εὔπολις (I frg 320 Ko) δὲ καὶ 'ἄνεμον ἀσελγῆ' εἶπε τὸν βίαιον· εἴη δ' ἂν ὅμοιον καὶ τὸ ὑβριστὴς ἄνεμος. ἔστι δ' εἰπεῖν καὶ πνεύματος μαχομένου, ἀνθεστηκότος, ἀντιπράττοντος. καὶ κυκωμένης τῆς θαλάττης, καὶ ῥοῦ μαχομένου ἢ παρασύροντος, κατασύροντος, παρατρέποντος, ὑποφέροντος, παραφέροντος, ὠθοῦντος, ἀπωθοῦντος, βιαζομένου, ὑφέλκοντος, ἀντιρρέοντος.
[112] ὑπαινίττεται δέ τι τοιοῦτον καὶ τὸ Ξενοφώντειον(), τὸ σπουδάζοντος τοῦ θεοῦ, εἰ μὴ ἄρα τὸ πνεῖν ἐκ τῆς γῆς ἄνεμον οὕτως εἴρηκεν ὡς εἰς ἀναγωγὴν καιρὸν εἶναι. ἔστι δ' εἰπεῖν, ἀπειθέστεραι τοῖς κυβερνήταις ἦσαν αἱ νῆες, ἀπειθεῖς, δυσπειθεῖς, δυσάγωγοι, ἀνάγωγοι· τὰ πηδάλια οὐχ ὑπήκουεν, οὐκ ἦν διαγαγεῖν τοὺς οἴακας, [113] οὐκ ἦν περιφέρειν τὰ πηδάλια. νεφελώδης ἦν ὁ ἀήρ, ἀχλυώδης, ζοφώδης, μέλας, βαθύς, συννέφελος, συννεφής, σκοτώδης. νυκτὶ τὰ πάντα ἐῴκει, οὐδὲν προεφαίνετο, οὐκ ἦν τὸν ἥλιον ἰδεῖν, τυφλώττουσιν ἐῴκειμεν, ἀθέατος ἦν ὑπὸ νεφῶν ὁ οὐρανός. ὑπερεῖχε τὸ κῦμα, ὑπὲρ τοὺς τοίχους ἀνέβη, ὑπερκατέβη, εἰς κοίλην τὴν ναῦν εἰσέπεσε. κάταντλον ἦν τὸ σκάφος. ἔστι δ' εἰπεῖν· ἐπλέομεν ἀπὸ κάλων, ἐκ μόνης τῆς κεραίας, ψιλῇ τῇ κεραίᾳ, ἐν χρῷ τῆς γῆς παραπλέοντες, ἐκ κάλων ἕλκοντες τὴν ναῦν.
[114] τὰ δὲ πάθη οὕτως ἂν εἴποις· χειμάζεσθαι, σαλεύειν, ὠθεῖσθαι, ἀπωθεῖσθαι, παρασύρεσθαι, συγκλύζεσθαι, κατασύρεσθαι, καταδύεσθαι, βαπτίζεσθαι, ἀνατρέπεσθαι, περιτρέπεσθαι, ὀκεῖλαι, ἐξοκεῖλαι, καθέλκεσθαι, κατασπᾶσθαι, ναυαγεῖν, περιρρῆξαί που τὴν ναῦν, προσαράξαι, περιαράξαι, περιθραῦσαι. καὶ ἄλλως, διαλυθείσης τῆς νεώς, ἀνοιχθείσης, διαστάσης τῆς ἁρμονίας, τοῦ ἱστοῦ ἀποκλασθέντος, περικλασθέντος, ἀπαραχθέντος, περιαχθέντος, τῶν πηδαλίων περιθραυσθέντων, ἀπορραγέντων. καὶ τὰ ὀνόματα ναυαγία, κατακλυσμός, ἐπικλυσμός. ἐρεῖς δὲ καὶ 'διατοιχεῖν ἔδει.' τὸ γὰρ ἀνατοιχεῖν ἰδιωτικόν.
[115] οἷς δ' ἔστι ναῦν περιπεσεῖν ἐν χειμῶνι, ἕρματα ἕρματα κρύφια, πέτραι ὕφαλοι, σκόπελοι, σπιλάδες, βράχη, χοιράδες, ἄκραι χειμέριοι, κατήνεμοι, ὀξεῖαι, σκληραί, περιπετεῖς, ἁλιτενεῖς, ἀπορρῶγες, ἀπρόσμικτοι, ἀπροσπέλαστοι, τραχὺς αἰγιαλός, ᾐὼν σκληρά, πρόσγειος θάλαττα, καὶ εἴ τις βιάζοιτο, ὑπόγειος, ἀβαθής, πηλώδης, τελματώδης.
[116] ἐρεῖς δὲ ὄμβρος ἔπεσε, προσέπεσε, κατερρύη, ἐπικατερρύη, κατηνέχθη, ἐπικατηνέχθη, ἐπερράγη, ἐξερράγη, κατερράγη, κατεχεῖτο. κατακλυσμός, ἐπικλυσμός, κάθοδος ὕδατος, φορά, καταφορά, ἄφεσις, ὁρμή, ἐπιρροή, καταβολή, ἐκβολή. βίαιος ὄμβρος, πολύς, ῥόθιος, ἐλαυνόμενος, ἐπειγόμενος, πυκνός, συνεχής, ἐξαίσιος. ἀκρατεῖς τῶν κωπῶν ἦσαν οἱ ναῦται, ὑγραὶ ἦσαν αἱ ἀντιλήψεις, αἱ χεῖρες ὠλίσθανον, περιωλίσθανον, ἀπωλίσθανον, παρεφέροντο ἀπὸ τῶν κωπῶν, ἐξέπιπτον, οὐκ ἐνῆν ἀναφέρειν, ἐξαίρειν τὰς κώπας.
[117] ἀστραπὴ ἐξέλαμψεν, ἐξερράγη, ἐξήστραψεν, ἐξετρίφθη, ἐπέσχε τὰ ὄμματα, ἐτάραξε, συνετάραξεν, ἐξέπληξε τὰς ψυχάς, ἐξεθορύβησε, συνέχεε, θόρυβον ἐνεποίησε ταῖς γνώμαις. λαμπρά, ὑπέρλαμπρος, διάπυρος, φλογώδης, ἐκπληκτική, βλοσυρά, ἀπρόσοπτος, δυσπρόσοπτος, [118] δυσαντίβλεπτος, δύσοπτος, ἀντίτυπος. ὡς ἀποσκοτοῦν τὰ ὄμματα, ὡς συγχέαι τὰς ὄψεις, ὡς ἐκπτοῆσαι τὰς γνώμας, ὡς συγκλείσασθαι τοὺς ὀφθαλμούς. βροντὴ σκληρά, τραχεῖα, βιαία, βαρεῖα, ὑπερμεγέθης, παμμεγέθης, ἐξετρίφθη, ἐξερράγη, ἐρράγη, προσερράγη, ἐξήχησεν, περιήχησεν, ἐξεβόμβησεν, περιεβόμβησεν, ἐξεβρόντησεν, ἐπεβρόντησεν, ἐξεκτύπησεν, ἐνέπεσε ταῖς ἀκοαῖς, ἐπηρείσθη, ἐπήρωσε τὰς ἀκοάς, ἐξεπάταξε τὰς γνώμας, μικροῦ ἐμβροντήτους τοὺς ἐμπλέοντας ἐποίησεν, ἐκκεκωφημένοις ἐῴκειμεν.
[119] τὰ δὲ τῆς ναυμαχίας· αἱ μὲν φέρουσαι τριήρεις, μακρὰ πλοῖα, ταχεῖαι νῆες, κατάφρακτα πλοῖα, οἱ δὲ ἄρχοντες τριήραρχοι καὶ πεντηκόνταρχοι καὶ ναύαρχοι καὶ ἐπιστολεῖς. τὸ δὲ πρᾶγμα ναυαρχία, τριηραρχία, πεντηκονταρχία. τῆς δὲ τοῦ ναυάρχου νεὼς τὸ ὄνομα [120] ναυαρχὶς καὶ στρατηγίς. οἱ δὲ ἐρέται ζύγιοι, θαλάμιοι, θρανῖται. οἱ δ' ἐπὶ τοῦ καταστρώματος μάχιμοι. τὰ δὲ ὅπλα τὰ μὲν τῆς νεὼς δέρρεις καὶ διφθέραι καὶ χαλκᾶ ἔμβολα, ὅθεν καὶ χαλκέμβολοι αἱ τριήρεις, τὰ δὲ τῶν ἐμπλεόντων ἀσπίδες, θώρακες, κνημῖδες, κράνη, ξίφη, δορυδρέπανα, χεῖρες σιδηραῖ· πρὸς δὲ τὰς ἐπιβολὰς αὐτῶν ἀντεσοφίζοντο βύρσας προσηλοῦντες πρὸς τὰ τοιχίσματα τῶν νεῶν, ὅπως ὁ σίδηρος ὀλισθάνῃ πρὸς τὸ ἀντίτυπον ἀντιλαβὴν οὐκ ἔχων.
[121] κοντοῖς ἀπεωθοῦντο καὶ διῆγον ἀπ' ἀλλήλων τὰ σκάφη. πληρώματα δὲ ἐντελῆ, ἀκριβῆ, κατεσκευασμένα, εὐδόκιμα, ἐντελόμισθα· τὴν δὲ τοιαύτην ναῦν Λυσίας (frh 39 Scheibe) καὶ ἀδηφάγον εἴρηκε. καὶ τὰ μὲν καλῶς πεπληρωμένα συγκεκροτημένα, τὰ δὲ ὡς ἑτέρως ἀπλήρωτα καὶ ἡμιπλήρωτα καὶ ἀσυγκρότητα. καὶ αἱ μὲν πλόιμοι νῆες, αἱ δὲ ἄπλοοι· καὶ αἱ μὲν ἀθαλάσσευτοι καὶ ἀκραιφνεῖς καὶ ξηραὶ καὶ διεψυγμέναι, αἱ δὲ ἐντεθαλαττευκυῖαι, δίυγροι, ἀραιαί, διάβροχοι.
[122] τὸ δὲ φυλάττειν τινὰς ἐφορμεῖν καὶ ναυλοχεῖν, καὶ τὸ ἀντικαθεστηκέναι πρὸς ναυμαχίαν ἀνθορμεῖν καὶ ἀντεφορμεῖν, καὶ τὸ προσεδρεύειν προσορμεῖν, καὶ τὸ προεκπλεῦσαι προεξορμεῖν καὶ προορμεῖν, καὶ τὸ στήσασθαι τὴν ναῦν προσορμίσασθαι, καὶ τὸ ἐν κύκλῳ περιπλεῖν νῆσον καὶ προσκαθῆσθαι νήσῳ πολιορκητικῶς ἀπὸ νεῶν, περιορμεῖν. καὶ περιορμίζειν τὴν ναῦν περὶ τὸ χῶμά φησι Δημοσθένης (LI 4)· [123] τῷ δὲ θᾶττον ποιήσαντι τοῦτο ἆθλον στέφανος ἦν. ἔστι δὲ αὐτῷ λόγος καὶ περὶ τοῦ τριηραρχήματος (L)· ἐπιτριηράρχημα δέ ἐστιν ὁ χρόνος ὅν τις ἐπετριηράρχησεν ἐξήκοντος μὲν αὐτῷ τοῦ καιροῦ, βραδύνοντος δὲ τοῦ διαδόχου. τὰ δὲ ἔργα· ἀνάγεσθαι, προσαναπειρᾶσθαι, ἐξορμᾶν τὴν ναῦν, καὶ τὸ πλεῖν καὶ ἐκπλεῖν, περιπλεῖν, διεκπλεῖν, ἀπελάσαι τὴν ναῦν. καὶ τὰ ὀνόματα ἀναγωγή, ἀνάπειρα, πλοῦς, [124] περίπλους, ἐπίπλους, διέκπλους. εἶτα στῆσαι τὰς ναῦς κατὰ στοῖχον, πυκνάς, ἐκ διαστημάτων. ἀρθῆναι τὰ σημεῖα, ἀντανάγεσθαι, ἀντεπιπλεῦσαι, προσεπιπλεῦσαι, προεκπλεῖν, ναυμαχῆσαι, συρραγῆναι, συμπεσεῖν, ἐμβαλεῖν, ἀναρρῆξαι, κατατρῶσαι, ἀναρρῆξαι τὴν παρεξειρεσίαν, ἀναρρῆξαι τὴν πρῶραν, ἀνοῖξαι τὴν ναῦν ὑπὸ τὴν ἐμβολήν, ἄπλους ποιῆσαι τὰς ναῦς, αὐτάνδρους καταδῦσαι, βαπτίσαι, καταναυμαχῆσαι, [125] ἀναδήσασθαι, αἰχμαλώτους λαβεῖν, ἐφέλκεσθαι. καὶ τὸ μὲν εἰς ἐμβολὴν ὑπαγαγεῖν εἰς τοὐπίσω τὴν ναῦν ἀνακρούσασθαι, τὸ δ' εἰς φυγὴν 'πρύμναν κρούσασθαι·' εἴρηκε δὲ Θουκυδίδης (I 50. 5, 51. 2, 54. 2 etc.). καὶ τραυματισθεισῶν τῶν νεῶν. τὰς δὲ πεπονηκυίας καὶ κεκακωμένας ἔστι θεραπεῦσαι, ἐπισκευάσαι, ἐπισκευάσασθαι, ζεῦξαι, ζεύξασθαι. εἴη δ' ἂν ἐκ νεῶν καὶ ἀποβαίνειν ποι τῆς πολεμίας καὶ ἐκβαίνειν, καὶ ἀποβάσεις ποιεῖσθαι, καὶ κατασύρειν λείαν εἰς τὰς ναῦς.
[126] Αὐτοὶ μὲν οἱ ἄνδρες στρατιῶται, μάχιμοι, σκευοφόροι, ὑπασπισταί, ἱππαγωγοί, ἱπποκόμοι. καὶ τῶν μαχομένων τὸ μὲν ἔμπροσθεν μέτωπον καὶ ζυγὸν καὶ πρόσωπον, καὶ τὰ ἑκατέρωθεν ἄκρα πλευρὰ καὶ κέρατα, δεξιὸν καὶ εὐώνυμον, τὸ δὲ μέσον ὀμφαλός, τὸ δὲ βάθος [127] στοῖχος καλεῖται. καὶ τὸ μὲν ἐφεξῆς εἶναι κατὰ μῆκος ζυγεῖν, τὸ δ' ἐφεξῆς κατὰ βάθος στοιχεῖν. καὶ ὁ μὲν ἐκ δεξιᾶς τοῦ πρώτου ζυγοῦ πρωτοστάτης, καὶ πᾶν τὸ μέτωπον πρωτοστάται· ὁ δὲ παρ' ἕκαστον ταττόμενος παραστάτης, ὁ δὲ παρ' αὐτὸν ἐξόπισθεν ἐπιστάτης. τὸ δὲ ἐπὶ πᾶσιν ἐν τῷ βάθει ζυγὸν οὐρὰ καὶ οὐραγοί· καλοῖτο δ' ἂν ὁμωνύμως καὶ ὁ ἄρχων αὐτῶν οὐραγός. καλοῦνται δὲ καὶ ὀπισθοφύλακες, καὶ τὸ ἔργον οὐραγεῖν καὶ ὀπισθοφυλακεῖν. τὸ δὲ σύμπαν στρατιά, στρατός, στράτευμα, στρατιωτικόν, φάλαγξ, τάγμα, σύνταγμα· μέρη δ' αὐτοῦ μυριοστύς, χιλιοστύς, πεντηκοστύς, λόχος, δεκάς, πεμπάς.
[128] καὶ οἱ ἄρχοντες οἱ μὲν τοῦ παντὸς στρατηγοὶ καὶ συστράτηγοι καὶ ὑποστράτηγοι, ὥσπερ οἱ ἀποχειροτονηθέντες ἀποστράτηγοι· ταξίαρχοι καὶ οὐραγοὶ καὶ μυρίαρχοι καὶ χιλίαρχοι καὶ λοχαγοὶ καὶ ἑκατόνταρχοι καὶ δεκάδαρχοι καὶ πεμπάδαρχοι, καὶ τῶν ἱππέων ἵππαρχοι καὶ φύλαρχοι. Θηβαίων δὲ ἴδιον βοιωτάρχης, καὶ Λακεδαιμονίων βασιλεύς, καὶ Ἀθηναίων ἐν μέρει πολέμαρχος, καὶ Θετταλῶν [129] ταγός, καὶ μισθοφόρων ξεναγός. λέγω δὲ νῦν οὐ πρὸς ἀκρίβειαν ταυτὶ τὰ ὀνόματα· μακροῦ γὰρ ταῦτα δεῖται καιροῦ καὶ λόγου, ὁπόταν τακτικὸν ὑμῖν ἢ στρατηγικὸν συντιθῶ βιβλίον, ὅτε καὶ περὶ πλαισίου καὶ τοῦ ἑτερομήκους πλαισίου, καὶ τοῦ ἐπὶ μέτωπον κλῖναι καὶ ἐπ' οὐρὰν καὶ ἐπ' ἀσπίδα καὶ ἐπὶ δόρυ, καὶ τῶν μερῶν τε καὶ ἀρχόντων καὶ ἔργων καὶ κινήσεων καθ' ἕκαστα σαφηνιῶ.
[130] ἐκ δὲ τῆς σκευῆς οἱ ἄνδρες ὧδε ὀνομάζονται. τὴν μὲν γὰρ σκευὴν κλητέον καὶ ὅπλισιν καὶ ἐξοπλισίαν καὶ σάγην κατ' εἶδος μάχης, καὶ ἄνδρας εὐόπλους ὡς τοῦ στρατιωτικοῦ γένους ὄντας. οἱ δ' εἰσὶν ὁπλῖται, ὁπλοφόροι, βαρεῖς, ἀκριβεῖς, μόνιμοι, στάσιμοι, μαχαιροφόροι, πάλιν δ' αὖ πελτασταί, πελτοφόροι, γυμνῆτες, κοῦφοι, ἐλαφροί, [131] εὔκολοι, εὐχερεῖς, ψιλοί, σφενδονῆται, λιθοβόλοι, τοξόται, τοξοφόροι, ἱππῆς, ἱππακοντισταί, ἱπποτοξόται, δορατοφόροι, κοντοφόροι, ὑπασπισταί, σκευοφόροι, ἱππαγωγοί, ἅμιπποι. δύο δ' οὗτοι εἶχον ἵππους, καὶ ὁ ἕτερος προσήρτητο θατέρῳ, καὶ μεμελετήκεσαν μεταπηδᾶν εἰς ἑκάτερον· ἦν δ' αὐτοῖς τὸ σόφισμα τοῦ ἀκραιφνεστέροις χρῆσθαι πρὸς τὰ ἔργα τοῖς ἵπποις, ὅπως ὁδούς τε μακροτέρας διανύοιεν [132] καὶ εἶεν αὐτοῖς ἀκοπώτεροι. ἦν δέ τι καὶ ἕτερον εἶδος ἱππέων, διμάχαι, Ἀλεξάνδρου τὸ εὕρημα, κουφοτέραν πεζοῦ ὁπλίτου καὶ βαρυτέραν ἱππέως ἔχοντες σκευήν, ἐξησκημένοι πρὸς ἄμφω, καὶ τὴν ἐκ γῆς καὶ τὴν ἀφ' ἵππου μάχην, ὅπως ἐν μὲν τοῖς ἱππασίμοις ἱππεύοιεν, εἰ δέ τοι εἰς ἄφιππα ἀφίκοιντο, μὴ εἶεν ἀπόμαχοι παντάπασι, μηδὲ πάθοιεν τὸ πάθημα τὸ Λύδιον· ἀλλὰ τὸν μὲν ἵππον παρελάμβανεν ἐξεπίτηδες ἐπ' αὐτῷ τούτῳ παρεπόμενός τις ὑπηρέτης, ὁ δ' ἐκ τοῦ ἵππου καταβὰς εὐθὺς ὁπλίτης ἦν.
[133] ὅπλων ὀνόματα, ἀμυντήρια, ἀλεξητήρια, σκεπαστήρια, φυλακτήρια, ἐκ χειρὸς χρήσιμα, ἀγχέμαχα, βλήματα, βέλη, πάντα τὰ ἀφιέμενα. ἀσπὶς καὶ τὰ μέρη τῆς ἀσπίδος, ὀμφαλὸς καὶ μεσομφάλιον καὶ ἐπομφάλιον καὶ ὄχανον καὶ ἴτυς καὶ κύκλος καὶ ἄντυξ. ἀσπὶς οἰσυΐνη, ἀσπὶς ἀπὸ ξύλου, ἀσπὶς ἀπὸ βύρσης, ἀσπὶς ὠμοβοΐνη, ἀσπὶς χαλκῆ, παρ' Ὁμήρῳ δὲ καὶ χρυσῆ καὶ ἀπ' ἀργύρου καὶ καττιτέρου.
[134] λέγεται δὲ καὶ Νικίας πορφύραν καὶ χρυσὸν μίξας κοσμῆσαι τὴν ἀσπίδα. γίνεται δὲ καὶ προμήκης ἀσπίς, τετράγωνος, περιφερής, κυκλοτερής, κοίλη, ἑτερομήκης. πέλτη Ἀμαζονική, ὡς φησὶ Ξενοφῶν (Anab V 4. 12), παρεοικυῖα 'κιττοῦ πετάλῳ.' θώραξ καὶ τὰ μέρη τοῦ θώρακος πτέρυγες, καὶ τὸ μέσον αὐτοῦ γύαλον. Ἰάσων δὲ ὁ Θετταλὸς καὶ ἡμιθωράκια προσεξεῦρε. θώρακες δὲ οἱ μὲν φολιδωτοί, [135] οἱ δὲ ἐξ ἁλύσεων. ἔστι δέ τις καὶ 'σπολὰς ἀντὶ θώρακος.' περικεφαλαία, κυνῆ, κράνος. καὶ τούτου τὰ μέρη τὸ μὲν ὑπὲρ τὸ μέτωπον ὁμωνύμως τῷ μέρει, τὰ δ' ὑπ' αὐτῷ ὀφρύες, καὶ τὸ ὑπὲρ αὐτὰς προβεβλημένον γεῖσον, τὸ δὲ ἐπ' αὐτῇ τῇ κεφαλῇ ἐπίκρανον, καὶ τὸ ὑπὲρ αὐτὸ λόφος καὶ λοφιὰ καὶ τριλοφία. λόφος εὐανθής, ὑακινθινοβαφής. τὰ δὲ περὶ ταῖς χερσὶ προβλήματα ὁμωνύμως τῷ [136] μέρει χεῖρες καλοῦνται, κνημῖδες δὲ ποδῶν. ξίφος, μάχαιρα, ἐγχειρίδιον, ξίφους ἀκμή, ξίφους λαβὴ καὶ προλαβή, ξίφους τελαμών, οὗ τὸ ξίφος ἐξῆπται. κοπίς. ἡ δὲ θήκη τοῦ ξίφους κουλεός. λόγχη, ξυστόν, κάμαξ, ἀκόντιον. ἀκόντισμα καὶ τὸ ὅπλον καὶ τὸ ἔργον. δόρυ, κοντός. καὶ ἡ θήκη τοῦ δόρατος δουροδόκη, καὶ τὰ μέρη τὸ μὲν τέλος σαυρωτήρ, τὸ δὲ μέσον ἀγκύλη. καὶ τὸ μὲν ἔργον [137] ἐναγκυλίσασθαι, τὸ δὲ προῦχον αἰχμὴ καὶ ἐπιδορατὶς καὶ στύραξ. ἦν δὲ καί τινα δόρατα 'ναύμαχα,' ὡς φησὶν Ὅμηρος (O 389. 677), διὰ μήκους χρείαν συνηρμοσμένα ἐκ συμβολῶν. δρεπάνη, δορυδρέπανον. πέλεκυς ἀμφίστομος, ἑτερόστομος. τάχα δ' ἂν προσθείη τις τούτοις καὶ τὴν ξυήλην τὴν Λακωνικήν. σφενδόνη, λίθος, τόξον καὶ τὰ τοῦ τόξου μέρη, κέρας καὶ νευρὰ καὶ οἰστός. τὸ αὐτὸ καὶ βέλος καὶ τόξευμα· Θουκυδίδης (IV 40. 2) δ' αὐτὸ καὶ ἄτρακτον καλεῖ. εἰσὶ δὲ καὶ πυρφόροι οἰστοί. καὶ τοῦ βέλους τὸ μὲν ἐπτερωμένον εἴποις ἂν κεφαλὴν βέλους, ὁ δὲ σίδηρος ἀκίς, καὶ τῆς ἀκίδος ὄγκοι μὲν αἱ πρὸς τῷ καλάμῳ, γλωχῖνες δὲ αἱ πρὸς τῇ ἀκμῇ προβολαί.
[138] ἰστέον δὲ ὅτι καὶ φοίνικος σπάθῃ Ἀράβων τινὲς ἀντὶ κέρως ἐχρῶντο, καὶ λίθῳ ὀξεῖ ἀντὶ σιδήρου Αἰθίοπες. καὶ ἔχριον τὰς ἀκίδας ἰῷ φαρμακώδει Ἄραβες.
προσαριθμητέον τούτοις καὶ τὰ βαρβαρικά, σάρισσαν Μακεδονικὴν τὸ δόρυ, καὶ παλτὸν Μηδικὸν τὸ ἀκόντιον, καὶ ἀκινάκην Περσικὸν ξιφίδιόν τι, τῷ μηρῷ προσηρτημένον, καὶ σαγάρεις Σκυθικάς. Ἄραβες δὲ καὶ στρουθῶν δοραῖς ἀντὶ θωράκων ἢ ἀσπίδων ἐφράττοντο.
[139] φρυκτοί, πυρσοί, καὶ μηχανήματα κριοί, πύργοι, ἑλεπόλεις, μηχαναί, καὶ καταπάλται Μακεδονικοί, καὶ χελῶναι.
χρεία δ' εἰς τοὺς πολέμους σκευοφόρων μὲν ὄνων, ἐπεσκευασμένων βοῶν δὲ ὑφ' ἁμάξαις, ἡμιόνων δὲ πρὸς ἄμφω, καμήλων δὲ [140] ἐπισεσαγμένων τὰ σκεύη. Βάκτριοι δὲ καὶ μάχονται ἀπὸ τῶν καμήλων, καὶ εἰσὶν αὐτοῖς ἵππων μὲν ὠκύτεραι τὸ τάχος, ἐκπληκτικώτεραι δὲ διὰ μέγεθος καὶ δασύτητα, ἐνεργότεραι δὲ διὰ τὸ ἀδιψεῖν καὶ μᾶλλον δύνασθαι πονεῖν. ἵππων μέντοι καὶ ἐλεφάντων ἄντικρυς χρεία πρὸς τὰς μάχας. καὶ ὁ μὲν ἄγων ἐλέφαντα ἐλεφανταγωγὸς καλεῖται, ὁ δ' ἐπ' αὐτοῖς ἄρχων ἐλεφαντάρχης. φράττονται δὲ καὶ οἱ ἵπποι ὅπλοις, προμετωπιδίοις, παρωπίοις, παρηίοις, προστερνιδίοις, παραπλευριδίοις, [141] παραμηριδίοις, περικνημιδίοις. λέγονται δὲ ἵπποι τεθωρακισμένοι, πεφραγμένοι, ὡπλισμένοι. Λίβυες δὲ καὶ ἀπὸ δίφρων καὶ ἵππων ἐπεζευγμένων, ὥσπερ οἱ Ὁμήρου ἥρωες, μάχονται· Ὅμηρος γὰρ οὐκ οἶδε μονίππους ἱππέας. ὧν οἱ μὲν ὑπὸ τῷ ζυγῷ ζύγιοι, οἱ δ' ἑκατέρωθεν παρήοροι καὶ παράσειροι καὶ σειραφόροι καὶ σειραῖοι, καὶ αἱ τούτων ἡνίαι σειραὶ καὶ παρηορίαι. ἐπιβεβήκασι δὲ τοῦ ἁρματείου δίφρου ἡνίοχος καὶ παραβάτης· ὃν ὁ Πλάτων (Crit 119 B) ἀναβάτην μικράσπιδα ἐκάλεσε. καλεῖται δέ τις Λιβυκὴ διφρεία, ἡ δὲ Περσική, ἡ δὲ Λακωνική.
[142] μέρη δὲ τοῦ ἅρματος δίφρος, ὑπερτερία, ἄντυξ, ἴτυς. ἡ μὲν ἱμάντωσις τοῦ δίφρου τόνος καλεῖται, τὸ δ' ὑπεράνω αὐτοῦ περίφραγμα, ὃ σκύτει εἴωθε περιλαμβάνεσθαι, τάρριον. τρεῖς δ' ἔχοντος τοῦ ταρρίου πλευρὰς τὰς κατὰ τοὺς ἵππους, τὸ ἀνώτατον ξύλον καπάναξ καλεῖται δεξιὸς καὶ εὐώνυμος, ἡ δὲ μέση ῥάβδος καπάνη, ἐφ' [143] οὗ δ' ἀναπαύεται, μεσάτιον, ἐμπρόσθιον. αἱ δὲ δίδυμοι αἱ εἰς τοὺς ἵππους βλέπουσαι ἀπὸ τῆς καπάνης μέχρι τοῦ κυρτίου μετῆλαι, τὸ δὲ κυρτούμενον ἀσπιδίσκη, τὸ δ' ἀπὸ ταύτης ὑπὸ τὸν τόνον κεκαμμένον ἀζηλίς. τὰ δ' ἐγγώνια τὰ ἐντὸς τοῦ δίφρου γωνίαι ἢ ἀγκῶνες ἢ ἄστρητα. τῶν δὲ πλαγίων πλευρῶν αἱ ἐπάνω ῥάβδοι, αἱ ἕως κάτω τείνουσαι, κυφῶνες, αἱ δὲ ὑπ' αὐτοῖς μέσαι ῥάβδοι ἕως [144] τοῦ τόνου ὑποκυφώνια ἢ κιλλίβαντες ἢ κιλλοβόροι. τὰ δ' ἐγγώνια, οὗ ἐμπίπτουσιν αἱ πλάγιαι πλευραί, θαιροί τὸ δὲ πρὸ τοῦ τόνου, οὗ πρῶτον ἐπιβαίνουσιν οἱ ἀναβαίνοντες, πτέρνα. τὸ δὲ ὅλον ἐπίθημα καλεῖται ὑπερτερία, τὸ δ' ὑποκείμενον ἄξων, τῶν δὲ περιειλουμένων τῷ ἄξονι τροχῶν τὸ μὲν περὶ ταῖς ἁψῖσι σιδηροῦν ἐπίσωτρον, ἡ δὲ ἁψὶς καὶ σῶτρα καλεῖται, αἱ δὲ ἐνηρμοσμέναι αὐτῇ ῥάβδοι κνῆμαι.
[145] τὸ δὲ κενὸν τοῦ τροχοῦ τὸ ἐναρμοζόμενον τῷ ἄξονι σύριγξ. τὸ δὲ ἐφ' ἑκάστῃ κνήμῃ σιδηροῦν ἀετός. αὐτὸ δὲ τὸ περιειλούμενον τῷ ἄξονι πλήμνη. τὸ δὲ ὑπεράνω αὐτοῦ σιδήριον δακτύλιος. τὸ δὲ συνδέον πρὸς τὴν πλήμνην τὰς κνήμας σιδήριον πλημνόδετον ἢ θώραξ. τὸ δ' ἐντὸς τῆς πλήμνης σιδήριον, ὃ τρίβει τὸν ἄξονα, γάρνον ἢ δέστρον. τὸ δὲ κωλῦον ἐκπίπτειν τὸν τροχὸν ἐμπηγνύμενον τῷ ἄξονι παραξόνιον ἢ ὡς Γοργίας ἐπίβολος ἢ ὡς Ἐρατοσθένης (p 205 Bernh) ἔμβολος. τὰ δ' ἑκατέρωθεν τέλη τοῦ τροχοῦ δακτύλιοι, ὥσπερ καὶ [146] τοῦ ἄξονος τὰ ἑκατέρωθεν τέλη ἀκραξόνια. τὰ δὲ τῷ ἄξονι ἐγκείμενα σιδήρια καὶ τριβόμενα ὑπὸ τοῦ τροχοῦ, θύραι. ὁ δὲ τοῦ παραξονίου δεσμὸς ἐμβολοδέτης. τὸ δὲ ἀποτεινόμενον ἀπὸ τοῦ δίφρου ξύλον ῥυμός, οὗ τὸ τέλος ἀκρορρύμιον, ὕπερθεν δὲ ἐκδέδεται τὸ ζυγόν· τὰ δὲ συνάπτοντα αὐτὸ δεσμὰ ζυγόδεσμα καλεῖται. ὁ δὲ πάτταλος ὁ διειρόμενος ἀπὸ τοῦ ζυγοῦ ἐπὶ τὸν ῥυμόν, ᾧ τὰ ζυγόδεσμα περιελίττεται, ἕστωρ. τὰ δὲ κοῖλα τοῦ ζυγοῦ, ὑφ' ἃ ὑπάγονται οἱ [147] ἵπποι, ζεῦγλαι, ὧν τὰ ἄκρα ἀκροχηνίσκοι. αἱ δὲ ἡνίαι καὶ ῥυτῆρες καλοῦνται. τὰ δὲ ἀπὸ μὲν τῶν ῥυμῶν ἀπηρτημένα, ὑπὸ δὲ τοὺς αὐχένας τῶν ἵππων ἑλιττόμενα, λέπαδνα, ὧν τὰ ἄκρα λεπαδνιστῆρες, τὰ δὲ ὑπὸ τοὺς ὤμους τῶν ἵππων μασχαλιστῆρες, ὁ δὲ ἀπὸ τῆς κορυφῆς τοῦ ἵππου ἐκτεταμένος ἱμὰς ἐπὶ τὸν χαλινὸν κορυφαία, ὁ δὲ περὶ τὰ γένεια γενειαστήρ. τὰ δ' ἐπανεστηκότα δερμάτια περὶ τὸν ἄξονα, κατὰ τὰ παραξόνια, παρατρόχια. οἱ δὲ σιδηροῖ κύκλοι δι' [148] ὧν διείρονται αἱ ἡνίαι, δακτύλιοι. ἀπὸ δ' ἵππου ἐφ' ἵππον ὁ ἀπηρτημένος ἱμὰς μεσάτιον. τῶν δ' ἡνιῶν αἱ μὲν κατανωτίδιοι καλοῦνται, αἱ δὲ διὰ ῥυμῶν, αἱ δὲ διὰ μεσατίου, αἱ δὲ σειραῖος ἱμάς. καὶ τὸ μὲν ὅλῳ τῷ στόματι τοῦ ἵππου περιτιθέμενον χαλκοῦν ἠθμῶδες κημὸς καλεῖται, τὸ δὲ περὶ τὸ γένειον διειρόμενον ψάλιον, τὸ δ' εἰς τὸ στόμα ἐμβαλλόμενον χαλινός, οὗ τὸ μὲν μέσον ἀξόνιον, τὰ δὲ περὶ αὐτὸ δακτύλιοι ἐχῖνοι τρίβολοι, οὓς μασᾶται ὁ ἵππος.
[149] εἴποις δ' ἂν ἐθεράπευον τὰς ἀσπίδας, ἐξεκάθαιρον, ἐλάμπρυνον τοὺς θώρακας, ἐφαίδρυνον τὰς κνημῖδας, τὰ κράνη στιλπνὰ ἐποίουν, τοὺς λόφους ηὐθέτιζον, ἔθηγον τὰ ξίφη, ἔξεον τὰ δόρατα.
τεχνῖται τῶν ὅπλων ἀσπιδοπηγός, θωρακοποιός, κρανοποιός, μαχαιροποιός, δορυξόος, πιλοποιός. εὐδόκιμα δὲ θώραξ Ἀττικουργής, κράνος Βοιωτουργές, πῖλος καὶ ἐγχειρίδιον Λακωνικά, ἀσπὶς Ἀργολική, τόξον Κρητικόν, σφενδόνη Ἀκαρνάνων, ἀκόντιον Αἰτωλικόν, μάχαιρα Κελτική, πέλεκυς Θρᾴκιος. καὶ τὰ ἔμπροσθεν εἰρημένα ὑπὲρ τῆς ἑκάστου χρήσεως.
[150] Λέγειν δὲ χρὴ ἐχθροί, πολέμιοι· τὸ γὰρ τῶν ἀντιπολέμων ὄνομα, εἰ καὶ Θουκυδίδης (III 90. 1) αὐτῷ κέχρηται, σκληρόν ἐστιν, βέλτιον δ' ἀντιπολεμοῦντες. ἀπηχθημένοι, ἠλλοτριωμένοι, ἀλλόφυλοι· τοὺς δὲ βαρβάρους καὶ ξένους ἐκάλουν. ἄσπονδοι, ἀκατάλλακτοι, ἄμικτοι, θηριώδεις, ὕπουλοι, ἄπιστοι, ἄσπειστοι, διάφοροι, ἐναντίοι· [151] χρηστέον δέ ποτε καὶ τῷ ἀντίπαλοι, εἴ γε καὶ τὸν πόλεμον ἀγῶνα κλητέον καὶ τὸ νικῆσαι καταγωνίσασθαι. πολέμους ἀκηρύκτους ἐπάγοντες, ἀκηρύκτως πολεμοῦντες, πικροί, δυσμενεῖς, ἐπικηρυκείας οὐκ ἔχοντες, ἐπικηρυκείας οὐ δεχόμενοι, κήρυκα καὶ πρεσβείαν οὐ προσιέμενοι, ἀκηρύκτοις πολέμοις χρώμενοι, ἀκατάλλακτοι, ἀδιάλλακτοι, ἀσύμβατοι, ἀσύμβολοι. τὰ δὲ ἐναντία ἥμεροι, πρᾶοι. μέχρι τοῦ δεδίξασθαι πολεμοῦντες, μόνον φόβον ἀνασείοντες, σπονδὰς ὑποφευγόντων διδόντες, εἰς εἰρήνην ῥέποντες, ἐπικηρυκευομένους προσιέμενοι, εὐδιάλλακτοι, εὐδιαλλάκτως διακείμενοι, οὐκ εἰς ἀεὶ τὰς [152] ἔχθρας ἀποτιθέμενοι. ἄλλης δὲ χρείας φίλοι, σύμμαχοι, ὁμοήθεις, ὁμόφυλοι, συνασπισταί, συναγωνισταί, συστρατιῶται, συνεξεταζόμενοι, συνοπλιζόμενοι, συμπολεμοῦντες, κοινωνοὶ πολέμου, κοινωνοὶ μάχης, μετέχοντες ἔχθρας, συναιρόμενοι, ἔνσπονδοι. καὶ τὰ πράγματα φιλία, [153] συμμαχία, κοινωνία, συνασπισμός· ὁμαιχμία γὰρ Θουκυδίδου (I 18. 3) μέν, οὐ μὴν λεῖον πρὸς τὴν ἀκοήν. τὸ δὲ ὅλον πόλεμος, ἔχθρα, διχόνοια, ἀλλοτρίωσις, μάχη, στάσις, στασιασμός· τὸ δὲ ἐναντίον εἰρήνη, ἡσυχία, σπονδαί, ἀνοχαὶ καὶ ἀνακωχαί, διαλλαγαί, καὶ ὁ συνάγων διαλλάκτης. τούτους δὲ καταρτιστῆρας Ἡρόδοτος (IV 161. V 28) καλεῖ· εἴποι δ' ἄν τις αὐτοὺς καὶ ἁρμοστάς. τὰ δὲ ῥήματα καὶ διηλλάγησαν καὶ κατηλλάγησαν καὶ συνηλλάγησαν, καὶ συμβάσεις [154] ἐποιήσαντο καὶ συνέβησαν, καὶ συνέθεντο καὶ συνθῆκαι ἐγένοντο, καὶ ὡμολόγησαν καὶ ὁμολογίαι ἐγένοντο. δύναιτο δ' ἄν τις εἰπεῖν ἐπὶ μὲν τοῦ εἰς ἔχθραν καταστῆναι τὰς σπονδὰς ἔλυσαν, διέστησαν, ἀπερράγησαν, ἠλλοτριώθησαν, ἐξεπολεμώθησαν ‑ οἱ δὲ συγκρούσαντες αὐτοὺς ἐξεπολέμωσαν καὶ πολεμοποιοί ‑ εἰς πόλεμον συνέπεσον, ἐπὶ δὲ τοῦ ἐναντίου συνῆλθον, ἡρμόσθησαν, εἰς ταὐτὸν ἦλθον, ᾠκειώθησαν· τὸ γὰρ ἐφιλιώθησαν ἰδιωτῶν.
[155] Δυνάμεις ἐρρωμέναι, ἀκμάζουσαι, ἀκραιφνεῖς, ἀκέραιοι, ἐπιστήμονες, μεμελετηκυῖαι, ἠσκημέναι, συντεταγμέναι, συγκεκροτημέναι, ἐγρηγορυῖαι, ἀνδρώδεις, ἀνδρεῖαι, ἀνδρικαί, νεανικαί, ἔντονοι, φιλόπονοι, φιλοπόλεμοι. καὶ ἕτοιμοι, πρόχειροι, φιλεργοί, συνεργοί, φιλότιμοι, ἄοκνοι, εὔρωστοι, ἐρρωμένοι, ἐθελουργοί, πρόθυμοι, εὔθυμοι, [156] θυμοειδεῖς, φιλόνεικοι, φιλοκίνδυνοι. καὶ ἄνδρες ἰταμοί, ἀπροφάσιστοι, ἐθελονταί, αὐτεπάγγελτοι, ἀπαράκλητοι, αὐτοκέλευστοι, αὐθαίρετοι, αὐτεπίτακτοι, ἀκέλευστοι, ἀνεπίτακτοι, αὐτήκοοι, εὔτολμοι, εὔψυχοι, ἄφοβοι, ἀνέκπληκτοι, εὐθαρσεῖς, γοργοί, φοβεροί, ἐκπληκτικοί, εὔοπλοι, πολεμικοί· ἐμπειροπόλεμοι γὰρ ἐπαχθές, πολέμου δὲ 'χειροτέχνας' στρατιώτας [157] εἴρηκε Θουκυδίδης (VI 72. 2). δυσήττητοι, ἀήττητοι, ἄμαχοι, δύσμαχοι, ἀπρόσμαχοι, δυσαντίβλεπτοι, ἀνυπόστατοι, ἀνίκητοι, δυσπολέμητοι, θαρσαλέοι, δυσανταγώνιστοι. καὶ τὰ ἐπιρρήματα συγκεκροτημένως, μεμελετηκότως, ἀκραιφνῶς, ἐπιστημόνως, ἠσκημένως, συντεταγμένως, ἐγρηγορότως, πολεμικῶς, ἀηττήτως, ἀμάχως, ἀνανταγωνίστως. καὶ τὰ ῥήματα ἐπιρρωννύναι, ἀσκεῖν, συγκροτεῖν, γυμνάζεσθαι, πονεῖσθαι, μελετᾶν, συγκροτεῖσθαι. τὰ δὲ πράγματα πόνος, ἐπιστήμη, ἐγρήγορσις, [158] προθυμία, ἄσκησις, μελέτη, ῥώμη. τὰ δὲ ἐναντία ἀστράτευτοι, ἀπόλεμοι, ἄθυμοι, βλᾶκες, βλακεύοντες, ἀμβλεῖς, βραδεῖς, ἀσθενεῖς, ἀγεννεῖς, ἄρρωστοι, ὀκνώδεις, ἀδύνατοι, ἀργοί, ἀναπεπτωκότες, μαλακοί, ἄνανδροι, ἀνάσκητοι, ἀγύμναστοι, ἀσυγκρότητοι, ἀμελέτητοι, δειλοί, καταδεεῖς, ἀμελεῖς, κατημελημένοι, ῥᾴθυμοι, ὕπτιοι, νωθεῖς, κατερρᾳθυμημένοι, ὀλίγωροι, κατωλιγωρημένοι, εὐάλωτοι, εὐεπιβούλευτοι, [159] εὔληπτοι, εὐπολέμητοι, εὐεπιχείρητοι. καὶ τὰ ἐπιρρήματα ἀμελῶς, ῥᾳθύμως, δειλῶς, ἀνάνδρως, ἀθύμως, ἀστρατεύτως, ἀπολέμως, ἀγυμνάστως, ἀσυγκροτήτως, ἀμελετήτως, καταδεῶς, ὀλιγώρως. τὰ δὲ ῥήματα ἀποδειλιᾶν, ἀθυμεῖν, ῥᾳθυμεῖν, βλακεύειν, δεδιέναι, ὀλιγωρεῖν. καὶ τὰ πράγματα ἀνασκησία, ἀμελετησία, ἀμέλεια, βλακεία, νώθεια, ἀθυμία, ῥᾳθυμία, ὀλιγωρία, ἀνανδρία, δειλία, μαλακία.
[160] ἐστράτευσαν, ἐξεστράτευσαν, πανδημεὶ ἐξεστρατεύσαντο, ἐπεστρατεύσαντο, ἐστρατοπεδεύσαντο καὶ κατεστρατοπεδεύσαντο καὶ ἀντεστρατοπεδεύσαντο, στρατόπεδον ἐβάλοντο, ἐκάθισαν, ἱδρύθησαν, ἐσκήνωσαν, κατεσκήνωσαν, σκηνὰς ἐστήσαντο, σκηνὰς ἐπήξαντο. τεῖχος περιεβάλοντο, τεῖχος ἤραντο, περιῳκοδομήσαντο, περιειργάσαντο.
[161] οἱ δὲ πρὸς τοῦτο ἐπιτήδειοι λιθοδόμοι, λιθολόγοι, τέκτονες, τειχοδόμοι, τειχοποιοί· καλοῦνται δ' οὕτως οὐ μόνον οἱ οἰκοδομοῦντες, ἀλλὰ καὶ οἱ τοῦ ἔργου ἐπιστάται, ὡς ὁ Δημοσθένης (XVIII 55) ἑαυτὸν τειχοποιὸν καλεῖ. ἐρεῖς δὲ τάφρον ἠλάσαντο, ἐκοίλαναν, ἐβαθύναντο, ἀπετάφρευσαν, σταυροὺς ἐπήξαντο, χαρακώματα ἐποιήσαντο, περιεσταύρωσαν, ἀπεσταύρωσαν, χάρακα [162] ἐβάλοντο, περιεχαράκωσαν, ἐφράξαντο. παραφυλακτέον δὲ ὅτι οἱ μὲν περὶ τοῖς στρατοπέδοις χάρακες ἀρρενικῶς λέγονται, αἱ δὲ πρὸς ταῖς ἀμπέλοις θηλυκῶς. ἐξῆλθον ἐπὶ ὑδρείαν, ἐπὶ ξυλείαν, ἐπὶ ξυλισμόν, ἐπὶ φρυγανισμόν, ἐπὶ προνομήν. εἶτα λείαν ἠλάσαντο, βοσκήματα, λείαν περιεσύραντο, ὡς Ὑπερείδης (fg 264 Bl). εἶτα ἀντετάξαντο, ἀντιπαρετάξαντο, ἀντέστησαν, ἐτάχθησαν καὶ ἐξετάχθησαν καὶ ἀντετάχθησαν, μετετάξαντο. εἶτα προύθεσαν οἱ μάντεις ἱερεῖα, ἐθύσαντο, ἐσφαγιάσαντο. καὶ αἴσια τὰ ἱερά, καὶ καλὰ ἢ δεξιά, καὶ τοὐναντίον ἀπαίσια καὶ τὰ ὅμοια.
[163] ἐρεῖς δὲ τὰ σημεῖα ἤρθη, ὑπεσημήναντο οἱ σαλπιγκταὶ τὸ εἰς ἔφοδον, ὥσπερ τοὐναντίον ἀνακλητικόν. προύτρεψαν οἱ στρατηγοί, παρεκάλεσαν, ἐπέρρωσαν, ἐξώρμησαν, ἀνεκαλέσαντο, παρηγγύησαν, ἐξώτρυναν, ἐπήγειραν, σύνθημα ἔδοσαν, ἐπιδιῆλθον τὸ σύνθημα. τὰ δόρατα πρὸς τὰς ἀσπίδας ἐδούπησαν, ἐπαιάνισαν, τῷ Ἐνυαλίῳ ἠλάλαξαν, προσέμιξαν, εἰς χεῖρας ἦλθον, προηκροβολίσαντο, [164] ἐτόξευσαν, ἐξετόξευσαν. ἐρεῖς δὲ ἐκ τόξου ῥύματος ἦν ἡ μάχη. καὶ τόξου καθάψαι, ἀνελκύσαι, ἀναγαγεῖν, καὶ πληρωσάμενοι τὰ τόξα, ἐνθέμενοι τοὺς οἰστούς. εἶτα προεξέδραμον οἱ ἱππῆς, προεξεπήδησαν, προεξήλασαν, ἐκδρομὰς ἐποιήσαντο, προεκδρομάς. προεξήλασεν ἡ ἵππος, ἢ ἱππομαχία. ἱππομαχῆσαι, ἱπποκρατῆσαι, καθιπποκρατῆσαι. ἐρεῖς δὲ συνέπεσον, συνερράγησαν, εἰς χεῖρας ἦλθον, συνῆψαν τὴν μάχην, συμπεσόντες ἐμάχοντο, [165] ἐν χερσὶν ἦν ἡ μάχη. εἶτα καρτερὰ μάχη, σταδαία μάχη, θυμῷ ἐμάχοντο, ἐμπλακέντες διηγωνίζοντο, ἐξεώθουν ἀλλήλους, οὐ ῥᾳδίως ἀπ' ἀλλήλων ἀπελύοντο. δεξάμενοι αὐτοὺς ἠμύνοντο, ἢ ἐνέδωκαν πρὸς τὴν πρώτην ἔφοδον, οὐκ ἤνεγκαν τὴν πρώτην προσβολήν. ἐπόνει θάτερον τῶν κερῶν, ἐπόνει τὰ μέσα τοῦ στρατεύματος, εἶξεν, ἐνέδωκεν, ἐπὶ πόδα ἀνεχώρει, ἐνέκλινεν, ἐξέκλινεν, ὑπεχώρησεν, ὑπετράπη, τὰ νῶτα ἔδωκεν, ἔφυγεν, προτροπάδην ἔφυγεν, [166] ἡττήθη, τὰ ὅπλα ῥίψαντες ἔφυγον. τὸ δὲ ἔργον βαλεῖν, τρῶσαι, τρέψαι, ἀνατρέψαι, ἀπώσασθαι, παραρρῆξαί τι τῆς φάλαγγος, διακόψαι, παρασπάσαι, διασπάσαι, διαστῆσαι, τρέψασθαι, διῶξαι, κρατῆσαι, ἀνελεῖν, φονεῦσαι, σκυλεῦσαι, γυμνῶσαι, ἀφοπλίσαι, ἐξοπλίσαι, καταστρέψασθαι, ζωγρῆσαι, καταβαλεῖν, αἰχμαλωτίσαι, ἀπαγαγεῖν, νικῆσαι, ὑποχειρίους ποιήσασθαι, χειρώσασθαι, ἐκπολεμῆσαι, καταπολεμῆσαι, καθελεῖν, ἑλεῖν, ὑφ' ἑαυτοὺς ποιήσασθαι, τοὺς νεκροὺς ἀποδοῦναι ὑποσπόνδους.
[167] ἐρεῖς δὲ ἐπολιόρκησαν, συνήλασαν, συνέκλεισαν, κατέκλεισαν, προσεκάθισαν. ἐκάθισε τὸ στράτευμα, προσήδρευσεν, ἀπέκλεισεν. παρέτειναν τὸν χρόνον τῆς πολιορκίας, ἐπετείχισαν, ἐμετάλλευσαν, ὑπώρυξαν, μηχανὰς ἐπήγαγον, προσήγαγον μηχανάς, προσέρρηξαν, κατέσεισάν τι τοῦ τείχους, κατέρρηξαν, καθείλκυσαν, ἀνέτρεψαν, κατέσυραν τὰς ἐπάλξεις, καθεῖλον, κατήνεγκαν, κατέσπασαν, κλίμακας προσέθεσαν, προσανέβησαν, πυρὶ ἀπεπειράσαντο, χῶμα ἔχωσαν.
[168] οἱ δὲ ἀπὸ τοῦ τείχους ἀπεμάχοντο, ἀπεκρούοντο, διεκαρτέρουν, ἐνεκαρτέρουν, ἀντεῖχον, ἀντεσοφίζοντο, σβεστηρίοις κωλύμασιν ἐχρῶντο, ὑφεῖλκον τὸν χοῦν. εἶτα ἀπεῖπον, ἀπηγόρευσαν, ἐπεκηρυκεύσαντο, χεῖρας ἀνέτειναν, ἐνέκλιναν, ἐνέδοσαν, σφᾶς αὐτοὺς ἐξέδοσαν, παρέδοσαν, κατεπολεμήθησαν, ἐδουλώθησαν ἐνδείᾳ ἐπιτηδείων, [169] δίψει καὶ λιμῷ. οἱ δὲ πολιορκοῦντες εἷλον, κατ' ἄκρας εἷλον, καθεῖλον, ἐπόρθησαν, παρεστήσαντο, ὑποχειρίους ἐποιήσαντο, ἐχειρώσαντο, ἐδουλώσαντο ἐπὶ φόρῳ, ἐπὶ φόρου ἀπαγωγῇ, ἐπὶ χρημάτων φορᾷ, χρήματα ταξάμενοι, δεκάτην ἐπιβαλόντες· δεκατηλόγοι, δεκατηλογία. ἐὰν δὲ ἔνσπονδοι γένωνται ἐπὶ συμμαχίᾳ, ἐρεῖς ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ, ἐπὶ τῷ τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον ἔχειν.
[170] τείχους δὲ μέρη κύκλος, περίβολος, προμαχεῶνες, ἐπάλξεις, πύργοι, μεσοπύργια, μεταπύργια. ἐρεῖς δὲ τεῖχος ἐρυμνόν, ἰσχυρόν, καρτερόν, δύσμαχον, ἀπρόσιτον, δυσπρόσιτον, δύσληπτον, [171] δυσαίρετον, ὀχυρόν, ὠχυρωμένον, δυσκαθαίρετον, δυσάλωτον. καὶ περὶ χωρίων δὲ ταῦτ' ἂν εἴποις, καὶ ἔτι ἀπότομον, ἀπόκρημνον, κρημνῶδες, δυσπρόσιτον, ἀνεπιβούλευτον, δυσεπίβατον, δυσπρόσβατον, καὶ ἥκιστα ἐπίμαχον. ἐκ δὲ τοῦ ἐναντίου τεῖχος ἀσθενές, ὠλιγωρημένον, αὐτοσχέδιον, ἐσχεδιασμένον, εὐάλωτον, εὐαίρετον, [172] εὐκαθαίρετον, ἐπίδρομον ὡς Ὅμηρος (Ζ 434), εὐπρόσοδον, εὐεπίβλεπτον, εὐεπιβούλευτον, εὐεπιχείρητον, ἁλώσιμον.
ἔστι δὲ καὶ τάδε· τὰ ἄκρα προκαταλαβεῖν, τὰ ὑπερδέξια κατασχεῖν, φθάσαι ἐπὶ τὰ ἄκρα, προκατασχεῖν, ἀποκόψαι τοὺς ἐπὶ τῶν ἄκρων, ἀπαράξαι, ἀπελάσαι τοὺς ὑπὲρ κεφαλῆς, διῶξαι, ἀνασοβῆσαι.
[173] καὶ μὴν καὶ τάδε· κατὰ μέτωπον ἐπελθεῖν, κατὰ νώτου ἐπελθεῖν ἢ γενέσθαι, ἐκ τοῦ κατόπιν ἐπιδραμεῖν, ἐκ προφανοῦς, ἐξ ἐπιφανοῦς, ἐξ ἀφανοῦς, ἐξ ἀσφαλοῦς. ἐνεδρεῦσαι, ἐνέδραν καθίσαι, ψευδενέδραν. λόχον ὑφεῖναι, λοχῆσαι, ἐλλοχῆσαι· τὸ γὰρ καταλοχίσαι εἰς λόχους διανεῖμαι ἐστίν.
στρατιωτικὰ δὲ καὶ τὸ πυρσεῦσαι, φρυκτωρῆσαι, φρυκτωρία. καὶ αἱ φυλακαί, καὶ προφυλακαί, καὶ ἔφοδοι, καὶ σκοποί, καὶ κατάσκοποι, καὶ ἐπὶ κατασκοπὴν ἐξελθεῖν, ἐπὶ προσκοπήν. ψευδαυτόμολοι.
[174] καὶ τὸ τεμεῖν, γῆν δῃῶσαι, κόψαι τὰ δένδρα, ἐμπρῆσαι, καταπρῆσαι, πῦρ ἐφεῖναι, πυρπολῆσαι, λεηλατῆσαι, δασμολογῆσαι, λάφυρα συναθροῖσαι. οἱ δὲ ταῦτα πιπράσκοντες λαφυροπῶλαι.
καὶ τάδε· τειχίσαι πόλιν, ἐκτειχίσαι, τεῖχος ἆραι τῇ πόλει, ἐγεῖραι, ὀρθῶσαι, περιβαλέσθαι, ἐλάσασθαι, περιελάσασθαι, περιεργάσασθαι, φράξαι τείχει τὴν πόλιν. καὶ πόλις τετειχισμένη, καὶ οἱ ἐργαζόμενοι τειχοποιοί· τὸ δὲ ἐναντίον ἀτείχιστος πόλις, ἄφρακτος, γυμνὴ τείχους.
[175] στρατιῶται, συστρατιῶται, στρατός, στρατιωτικόν, στράτευμα, στρατόπεδον, σύνταγμα, τάγμα, δύναμις. τάχα δέ που καὶ οἱ πεζέταιροι καὶ οἱ ἀργυράσπιδες καὶ οἱ χρυσάσπιδες.
ἐρεῖς δὲ τὰς σφενδόνας πληρώσασθαι, τὰς σφενδόνας στρέψαι, τὰς σφενδόνας ἐναγκυλίσασθαι, τὰ ἀκόντια πῆλαι, διαπῆλαι, ἀφεῖναι, ἀκοντίσαι, διακοντίσασθαι.
[176] ἐξέτασις στρατεύματος, ἐξετασμός, δοκιμασία, συλλογή, ἀθροισμός, ἀγερμός· ἐξετάσαι στράτευμα καὶ δοκιμάσαι, συλλέξαι, ἀθροῖσαι, συναγεῖραι. στρατιῶται ἐπίλεκτοι, ἔκκριτοι, πρόκριτοι, δόκιμοι, εὐδόκιμοι, ἄριστοι, ἀριστεῖς, ἀριστεύοντες, κρατιστεύοντες, λογάδες, λόγιμοι. ἀριστίνδην, λογάδην, κρατιστίνδην. τάχα δ' ἂν ἐν τούτοις [177] τάττοιντο καὶ οἱ διμοιρῖται. ἐρεῖς δὲ τοὺς ἐκ καταλόγου, τοὺς ἐν ἡλικίᾳ, τοὺς ἀκμάζοντας, τοὺς τὴν στρατεύσιμον ἡλικίαν ἔχοντας, τοὺς χρησίμους, τοὺς ἐν ἀκμῇ. τὸ δ' ἐναντίον τὴν ἄχρηστον ἡλικίαν, τὴν ἀπόμαχον, τὴν ἀπόλεμον, τὴν ἀστράτευτον.
ἐρεῖς δὲ ἐκδήμους πολέμους καὶ ἀποδήμους, καὶ ὑπερορίους τοὺς ἐν τῇ ὑπερορίᾳ, διαποντίους, ξενικούς, ὥσπερ πάλιν ἐνδήμους, ὁμόρους, προσόρους.
[178] ἐπαινῶν δὲ στρατηγὸν λέγε στρατηγικός, ἐπιστήμων, πολεμικός, διασωστικός, ἀσφαλής, περιεσκεμμένος, προνοητικός, προορῶν, προβουλεύων, εὔβουλος, ἀγχίνους, ἄγρυπνος, ἄοκνος, εὔτολμος, ἀνδρεῖος, ἡγεμονικός, ἀρχικός, προστατευτικός, ἀξιοπροστάτευτος, θαρραλέος, διασκεπτικός, ὀξύς, ἐνεργός, διδασκαλικός, τακτικός, ἐπιτακτικός, φιλοστρατιώτης, σοφός, κρυψίνους, ἐπίβουλος, νήφων, εὐτελὴς τὴν δίαταν, φιλεργός, μάχιμος, ἐπιμελής, φιλότιμος, φιλόπονος, φιλοκίνδυνος, πρὸς τὰ δεινὰ θαρραλέος, φιλόνικος, νίκης [179] ἐραστής, εὐκλείας ἐραστής, ἄδωρος, ἀδωροδόκητος. ψέγων δὲ ἀμβλύς, ἄμοχθος, ἄμαχος, ῥᾴθυμος, ἀμελής, νωθής, βραδύς, μισοστρατιώτης, ἀνεπιστήμων, ὀκνηρός, ἄπειρος, ἀμαθὴς τῶν στρατιωτικῶν, ὑπνώδης, μέθυσος, ἀκρατής, τοὺς καιροὺς παριείς, ἀπερίσκεπτος, ἀπροόρατος, ἀπρονόητος, ἄβουλος, κακόβουλος, ἄπορος γνώμης, ἀπρόοπτος, ἀμήχανος, δειλός, ἄνανδρος, κατεπτηχώς, ἀνόητος, καταβεβλημένος, ὕπτιος ἀναπεπτωκώς, καὶ πάλιν προπετής, μανιώδης, ἔμπληκτος, ῥιψοκίνδυνος, τολμηρός, θρασύς, ἀπονενοημένος, παρακεκινημένος, σφαλερός, ἀφειδής, ἄφρακτος, προδότης, ἀκρατής, δωροκόμος, δεδωροδοκημένος, δωροδόκος.
[180] στρατιώτου δὲ ἔπαινος εὐπειθής, πειθήνιος, πειθαρχικός, ὑπήκοος, κατήκοος. τὸ δ' ἐναντίον ἀπειθής, ἀνήκοος, ἀνυπήκοος.
ἀπέστησαν πόλεις, ἐπανέστησαν. ἐπεστράτευσαν, ἐπῆλθον, καθεῖλον, παρέβαλον, εἰσέβαλον εἰς τὴν πολεμίαν, κατέλαβον, ἐνέβαλον, εἰσβολὴν ἐποιήσαντο. περὶ σίτου ἀκμήν, περὶ σίτου ἐκβολήν, σίτου χλωροῦ ὄντος, σίτου ἀκμάζοντος.
[181] Ἱππικὰ ὀνόματα ἀγέλη ἵππων, ἱπποτρόφος, ἀγελητρόφος, ἱππονόμος, ἱππαγωγός, ἱπποδαμαστής, πωλοδάμνης, ἱπποκόμος, ἵππων ἐπιμελητής, ἱπποφορβός. εἶτα ἵπποι φορβάδες, ἵπποι ἀγελαῖοι, ἵπποι ἀθληταὶ καὶ ἀγωνισταὶ καὶ ἀδηφάγοι, ἁμιλλητήριοι, νικηφόροι, ἀθλοφόροι, κυνηγετικοί, ὁδοιπορικοί, πομπικοί, πολεμιστήριοι, [182] στρατιωτικοί. 'πῶλοι ἄβολοι, ἀβόλων καὶ τελείων οἱ μέσοι' ‑ οὕτω γὰρ Πλάτων (Leg VIII 834 C) τοὺς δευτεροβόλους ὀνομαζομένους ἐκάλεσεν ‑ τέλειοι. οἱ δὲ γεγηρακότες ἀπογνώμονες καὶ λειπογνώμονες· γνῶμα γὰρ λέγεται ὁ ἀποπίπτων ὀδούς, τῆς ἡλικίας ὢν γνωριστικός. ἱππάσαι ἐξ ἀγέλης πῶλον, ἱππωνῆσαι καὶ ἱππωνία. ἔτι δὲ ἀδάμαστον πῶλον ‑ τούτῳ δὲ Ξενοφῶν (R Eq III 1, XI 8) ἀντιτίθησι τὸν ἤδη ἱππαζόμενον ‑ ἀπαίδευτον, ἄγριον. πωλεῦσαι, δαμάσαι, πωλοδαμεῖν, ἐκπαιδεῦσαι, ἡμερῶσαι, [183] ἀσκῆσαι, ἀναδιδάξασθαι. λέγοις δ' ἂν ἐπὶ ἵππων καὶ ψηλαφᾶν, ψήχειν, ἀποκαθαίρειν, ἐκκαθαίρειν, ἀποσοβεῖν τὴν κόνιν ἀνιστάντα τὴν τρίχα, ἐκφέρειν τὴν κόπρον, ψύχειν τὰ στρώματα τοῦ ἵππου. καταπλύνειν δὲ δεῖ λέγειν τὴν κεφαλήν, οὐ καθαίρειν. τὸ δὲ κυλῖσαι καὶ ἀλῖσαι ἐρεῖς καὶ ἐξαλῖσαι, καὶ τὸ χωρίον ἀλίστρα καὶ ἐξαλίστρα καὶ κυλίστρα.
τροφαὶ ἵππων κριθαί, ζειαί, ὄλυραι, χόρτος, χιλός, παρὰ δὲ Ὁμήρῳ (Θ 188) καὶ πυροί, εἰ δὲ πιστεύομεν, καὶ οἶνος ποτόν (Θ 189) καὶ λωτὸς καὶ ἕλειον σέλινον (B 776).
[184] χαλινῶσαι δὲ ἐρεῖς, καὶ χαλινὸν περιθεῖναι τῷ στόματι. εἶτα ἱππὼν καὶ στάσις ἵππων καὶ ἱππόστασις καὶ σταθμός, φάτνη, φορβειά, ἐπιφατνίδια, δεσμά, κεκρύφαλος, κορυφαία, χαλινός. τοῦ δὲ χαλινοῦ τὰ σιδήρια ὑποστόμια, καὶ τῶν ὑποστομίων τὰ μὲν κοῖλα ἐχῖνοι, τὰ δὲ περιφερῆ καὶ πριονωτὰ τροχοί, τὰ δὲ στερεὰ καὶ προμήκη καὶ ἀλλήλοις ἀντεμπλεκόμενα ἁλύσεως εἴδει δακτύλιοι καὶ [185] δάκτυλοι. ἐρεῖς δὲ κημοὶ καὶ φιμοί, ἔτι δὲ ἔποχα, ἐφίππια, σάγη. τὰ δὲ περὶ τὴν θεραπείαν ἐργαλεῖα, τὸ μὲν ἐκκαθαῖρον τὴν τρίχα πτερῷ ἐοικὸς ξύλον σπάθη, τὸ δὲ διακτενίζον σιδήριον πριονῶδες ὠδοντωμένον ψήκτρα. τὸ δὲ πλεκόμενον ἐκ τῆς φοινικῆς ἀμπεχόνης κοῖλον καὶ διάκενον περιχείριον, ὃ καταστέλλει τὴν τρίχα καὶ ἐκλιπαίνει, σωρακίς. ἀφ' οὗ δὲ ἐσθίει ὁ ἵππος, κρεμαμένου μὲν ἐκ τῆς κορυφαίας, περιτιθεμένου δὲ τῷ στόματι, χιλωτήρ.
[186] χωρία δὲ ἐρεῖς ἱππάσιμα, βάσιμα, πεδινά, εὐήλατα, ἐπίδρομα. γῆ πεδιάς, γῆ ἄπεδος, λεία, ὁμαλή, ἄλιθος, ἱππόκροτος, ἱππόδρομος, εὔπορος. χωρία ἄφιππα, δύσιππα, ἄβατα, δύσβατα, δυσήλατα, τραχέα, δύσπορα, λιθώδη, πετρώδη, πέτρινα, ἄλιθα, ὀρεινά, βαθέα, ἔγκοιλα, τελματώδη, ὕφαμμα, ψαμμώδη, ἀπόκροτα, [187] τεναγώδη, πηλώδη, ἁλίπεδα, δίυγρα, ὕφυγρα, ὕφυδρα, διάβροχα, ὀλισθηρά, ὑποφέροντα τοὺς πόδας, ὑφέλκοντα, ὑπερείποντα, ὑποσκελίζοντα, ἀνάντη, ὄρθια, σιμά, ἀνατεταμένα. καὶ λόφοι δὲ ἐρεῖς καὶ γήλοφοι, ἄκραι, χαράδραι, χείμαρροι, κατάντη, πρανῆ, κατάρρυτα, κατωφερῆ. ἐν μὲν τοῖς ἀνάντεσι δεῖ ἀναθεῖν, ἀνατρέχειν, προσβαίνειν, προσαναβαίνειν, ἀναπηδᾶν, ἐν δὲ τοῖς κατάντεσι καταθεῖν, καταβαίνειν.
[188] ἔπαινος ἵππου ἀπὸ σώματος ὁπλαὶ κοῖλαι, ὡς εἶναι ἐν βάθει τὴν χελιδόνα καὶ μηδὲν αὐτὴν τῶν ἐκ τοῦ ἐδάφους λυπεῖν· ἡ γὰρ τοιαύτη ὁπλὴ ὥσπερ κύμβαλον, φησὶν ὁ Ξενοφῶν (R Eq I 3), πρὸς τὸ δάπεδον ψοφεῖ. εἴποις δ' ἂν καὶ κροτεῖ καὶ ἠχεῖ καὶ κτυπεῖ. κυνήποδες ἔγκοιλοι, στερεοί, κνῆμαι ἄσαρκοι, γόνυ λαγαρὸν πρὸς [189] τὴν συγκαμπήν, σκέλη ὑγρά, μηροὶ ἰνώδεις, πλευραὶ βαθεῖαι, προμήκεις καὶ πρὸς τὴν γαστέρα ὀγκωδέστεραι, γαστὴρ προσεσταλμένη, ἀκρώμια ὑψηλά, τῷ τε ἀναβάτῃ ἀσφαλεστέραν τὴν ἕδραν καὶ τοῖς ὤμοις ἰσχυροτέραν τὴν πρόσφυσιν παρέχοντα. τράχηλος εὐκαμπὴς ὡς ἀλεκτρυόνος, ἀλλ' οὐχ ὥσπερ κάπρου, ὀρθός. κεφαλὴ ὀστώδης, προτομὴ βραχεῖα, χαίτη εὔθριξ, προκόμιον εὐπρεπές, ὄμμα προπετὲς ὡς [190] ἐξόφθαλμον εἶναι, ὀφθαλμοὶ πυρώδεις, ὕφαιμον βλέποντες. μυκτῆρες ἀναπεπταμένοι· εὐπνοώτεροι γὰρ τῶν συμπεπτωκότων. ὦτα βραχέα, στέρνα πλατέα, ὀσφὺς διπλῆ· τὸ δ' αὐτὸ καὶ ῥάχις καὶ ἕδρα, μάλιστα δὲ τὸ μέσον τῆς ῥάχεως, ᾧ ἐγκάθηται ὁ ἐπιβάτης. ἰσχία πλατέα καὶ εὔσαρκα, γλουτοὶ εὐπαγεῖς, οὐρὰ προμήκης. Σίμων (frg Cantabrg p. 69. 14) δ' αὐτὴν καὶ κέρκον καλεῖ, ὀνομάζοιτο δ' ἂν καὶ ἵππουρις· γνησιώτατον γὰρ ἐπὶ ἵππου οὐρᾶς τοὔνομα. χρήσιμον δὲ τὸ μῆκος οὐ μόνον εἰς ἀγλαίαν, ἀλλ' ὅπως καὶ μυωπιζόμενος ἀπελαύνοι τὰ λυποῦντα.
[191] ψόγος δ' ἵππου ὄνυχες λεπτοί, ὁπλαὶ πλήρεις, σαρκώδεις, λεῖαι, ὁμαλαί· Ξενοφῶν (R Eq I 3) δ' αὐτὰς χαμηλὰς καλεῖ. κυνήποδας παχεῖς, κιρσοὺς περὶ τὰς κνήμας ἔχων, μηροὺς ἀπαγεῖς, ὠμοπλάτας κοίλους, αὐχένα προμήκη, χαίτην ψιλήν, στήθη στενά, κεφαλὴν βαρεῖαν σαρκώδη, ὦτα μεγάλα, μυκτῆρας συμπεπτωκότας, ὀφθαλμοὺς κοίλους ‑ καλεῖται δὲ ὁ τοιοῦτος καὶ κοιλόφθαλμος ‑ πλευρὰς στενὰς ἀσάρκους, ὀσφῦν ὀξεῖαν, ἰσχίον τραχύ, γλουτοὺς ἀσάρκους, σκέλη σκληρά, γόνατα δυσκαμπῆ· ὁ γὰρ ὑγρῶς κάμπτων τὰ γόνατα ἀκοπώτερον καὶ ἀπταιστότερον βαδίζει.
[192] ἐπαινέσαις δ' ἂν βλέμμα ἵππου γοργόν, ἰταμόν, ἀναιδές, ὑπόθερμον, ἔμπυρον, θρασύ, πικρόν, θυμικόν, ὀργίλον· καὶ χρεμετισμὸν ὁμοίως καὶ ἆσθμα θρασύτερον, θυμικώτερον, ἰταμώτερον, ψέξαις δ' ἂν νωθές, ἀμβλύ, ἄπυρον, ἀόργητον, ἄθυμον, ἀργόν, οὐχ ἱππῶδες, ὑγρόν.
[193] οἱ πρόσθεν πόδες καλοῖντ' ἂν οἱ πρόσθιοι, οἱ ἔμπροσθεν, οἱ ὑπὸ ταῖς ὠμοπλάταις, οἱ ὑπὸ τοῖς στέρνοις, οἱ πρῶτοι, οἱ ὑπὸ τῷ αὐχένι· οἱ δὲ λοιποὶ ὀπίσθιοι, οἱ κατόπιν, οἱ ἔσχατοι, οἱ τελευταῖοι, οἱ ὑπὸ τοῖς ἰσχίοις, οἱ ὑπὸ τὴν οὐράν, οἱ ὑπὸ τοὺς γλουτούς. ἀμείνων δ' ἵππος ὁ μὴ ἐναλλὰξ ἀλλὰ διὰ πολλοῦ τὰ σκέλη τιθεὶς καὶ διαφέρων. καλὸν δέ, εἰ 'τὴν διάστασιν ἔχει τῶν σκελῶν ὡς μεγίστην· ὑπάρξει [194] γὰρ αὐτῷ, διὰ πλείστου τὰ σκέλη ῥίπτειν,' Σίμων λέγει (frg Cantabrg p 68. 5). καὶ τοῦτο δὲ Σίμωνος (frg 5 Bl), εὔδρομος δὲ ἵππος ὁ ὀλίγον αἴρων ἀπὸ τῆς γῆς ἐν τῷ τρέχειν τὰ σκέλη.
ἔπαινος ἔργων καὶ γνώμης ἵππου, εὔπνους, εὔπους, εὔοπλος· ἡ δὲ ποδῶν ἀρετὴ εὐποδία. εὔφορος, εὔθυμος, θυμοειδής, εὐσχήμων, εὐπρεπής, μεγαλοπρεπής, γαῦρος, γαυρούμενος, γαυριώμενος, κυδρός, κυδρούμενος, ἐλευθέριος, ἐθελουργός, ἱππαστής, ἀγλαός, [195] φρονηματίας, ἀλαζών, εὔψυχος, εὐκάρδιος, μεγαλόφρων, μετέωρος, εὐθαρσής, πομπικός, γοργούμενος, σοβαρός, εὔτολμος, πολεμικός, στρατιωτικός, ποδώκης, ἥμερος, πρᾶος, εὐπειθής, εὐάγωγος, εὐήνιος, χειροήθης, τιθασός· φιλῶν τὸν ἀναβάτην, εὔνους τῷ ἱππεῖ, ὑπὸ σάλπιγγι ἐξορμῶν, ἐξανιστάμενος, ἐξεγειρόμενος, ὀξύς, ταχύς, ταχύπους, φιλάνθρωπος, φίλιππος, ἐγκαρτερῶν σὺν τῷ καιρῷ, γνωριστικὸς τῶν ἐχθρῶν, ἀνατρεπτικός, εὔτρεπτος, πειθαρχικός, εὔτακτος, εὔκολος, κεκολασμένος τὴν γνάθον, δίκαιος τὴν σιαγόνα, [196] ἴσος ἑκατέραν τὴν γνάθον, πεπαιδευμένος, ῥᾳδίως ἐξορμῶν, εὐκόλως καθιστάμενος, μάστιγος οὐ χρῄζων, κέντρου ἀπροσδεής, εὔδρομος, ἐπίδρομος, τοῖς ἀνέμοις συνθέων· εἴποι ἂν αὐτὸν Ὅμηρος (Π 150, Υ 224) αὔρας ἢ ἀνέμου παῖδα. ἀνύποπτος, ἄφοβος, θαρραλέος. μεμελετηκὼς καὶ πρὸς ἄναντες ἀναθεῖν καὶ πρὸς κάταντες καταδραμεῖν, καὶ τειχίον ὑπερακρίσαι, καὶ τάφρον διαπηδῆσαι, καὶ χαράδραν διαλέσθαι, καὶ ποταμὸν περᾶσαι, καὶ ἐπ' ὄχθους ἀνορούειν, [197] καὶ ἀπ' ὄχθων καθάλλεσθαι. ψόγος ἵππου ἔργων καὶ γνώμης ἐκ τῶν ἐναντίων νωθής, βραδύς, ἀμβλύς, ἀργός, βλάξ, ἄπους, κακόπους, μελλητής, δειλός, ἄτολμος, καταδεής, ὕποπτος, δυσωπούμενος, ἐπίφοβος, οὐ σπουδαῖος τοὺς πόδας, μαλακὸς τὴν ὁπλήν, σκληρόστομος, ἄδικος τὴν σιαγόνα, ἑτερόγναθος, βαρὺς τὴν κεφαλήν, κάτω νεύων, εἰς ὄνους τελῶν, κυφαγωγότερος, δυσγάργαλις, ἀπειθής, δυσήνιος, δυσάγωγος, ἀνάγωγος, ἄστομος, ἀπόλεμος, πτοούμενος, [198] ταπεινός, μικρόψυχος, ἀσχήμων, ἀπρεπής, εὐλαβής. οὐδ' ἂν σάλπιγγος ἀνάσχοιτο, οὐδ' ἂν ἐνέγκοι πολέμου βοήν. μίσιππος, μισάνθρωπος, δάκνων, λακτίζων, λακτιστής, ἀδάμαστος, φαύλως ἠγμένος, ἀπρόθυμος, ἀπαίδευτος, ἄτακτος, θηριώδης, δύσφορος, ἀκάθεκτος, ἀκόλαστος τὴν γνάθον, ἀναχαιτίζων, ἀποσειόμενος, ἐφυβρίζων, ὃς πολλάκις ἐξεκύλισε τὸν ἱππέα, οὐδὲ προσιέμενος τὸν χαλινόν, ὑπέρφοβος, ἐνδεέστερος, ἀποδεέστερος· Σίμωνος (fg 7 Bl) τὸ ὄνομα.
[199] ὁ δὲ τοῦ ἵππου ἐπιμελητὴς τάδε πραττέτω. καθαιρέτω τὴν χελιδόνα, καὶ τὴν κοιλότητα τῆς ὁπλῆς θεραπευέτω, καὶ τὴν κνήμην τριβέτω κατὰ τὴν φύσιν τῆς τριχός· τὴν δὲ μηριαίαν καὶ τὸ λοιπὸν σῶμα καὶ εἰ πρὸς τοὐναντίον ἀνακαθαίροι, ῥᾷον ἂν ἐκσοβοῖ τὴν κόνιν. καὶ πρὸς μὲν τὸ ἄλλο σῶμα χρήσθω πᾶσι τοῖς τῆς καθάρσεως [200] ὀργάνοις, τὴν δὲ κεφαλὴν καταπλύνειν δεῖ μᾶλλον ἢ καθαίρειν. τῶν δ' ἐν τῇ ῥάχει τριχῶν ἄλλῳ μὲν ὀργάνῳ μὴ προσαπτέσθω, ταῖς δὲ χερσὶ τρίβων καὶ ἁπαλύνων, ᾗπερ φύσει κέκλινται, ἥκιστ' ἂν βλάπτοι τὴν ἕδραν τοῦ ἵππου. ἐνεθιζέτω δὲ τὸν πῶλον ὁδῷ λιθώδει, μὴ πάντῃ τραχείᾳ· εἰ δὲ καὶ ἐν τῷ σταθμῷ καταβάλλοι λίθους [201] μναιαίους ἀμφιδόχμους, περιχειλώσας σιδήρῳ, ὡς Ξενοφῶν (R Eq IV 4) ἔφη, τούτῳ τῷ ἔθει τῷ πρὸς αὐτοὺς στερεοῖ καὶ κρατύνει τοῦ ἵππου τοὺς πόδας. τὰ μέντοι χείλη αὐτοῦ ἁπαλυνέτω, ὅπως τοῦ χαλινοῦ συνιῇ· ἁπαλύνει δὲ τὰ χείλη χειρῶν τριβὴ καὶ ὕδατος χλιαροῦ προσβολὴ καὶ ἐλαίου ποτὲ ἀλοιφή. τῆς δὲ ἐπιφατνιδίας φορβειᾶς μὴ ποιείτω τὸ ἅμμα ἔνθα ἡ κορυφαία περιτίθεται, ὡς μὴ ἑλκουμένων τούτων καὶ περὶ τὸ χαλινοῦσθαι δυσκολαίνῃ. ἐργώδης [202] γὰρ ἡ τῆς χαλινώσεως κώλυσις. ἢν μὲν γὰρ κεχαλινωμένον ἄγῃ, οὐδὲν αὐτῷ παραινῶ, ἢν δὲ ἀχαλίνωτον, κημοῦν τὸν ἵππον· ὁ γὰρ κημὸς δάκνειν μὲν οὐκ ἐᾷ, ἐκπνεῖν δὲ οὐ κωλύει. ὁπόταν δὲ ψήχῃ τὸν ἵππον, ἀπὸ τῆς κεφαλῆς μὲν αὐτῷ ἀρκτέον, ἵνα τῶν ἄνωθεν καθαρθέντων ἐπικατίῃ τοῖς ὑπ' αὐτά. ἐπὶ δὲ ψηχόμενον τὸν ἵππον ἀνάγκη χρῆσθαι ταῖς ὁπλαῖς, τοὺς μὲν πρόσθεν πόδας ψήχων, κατόπιν παρελθὼν βλεπέτω ἵνα περ καὶ ὁ ἵππος, ὡς μηδὲ βουλόμενος [203] αὐτὸν κρούειν δύνηται· ἐπὶ δὲ τοὺς κατόπιν μετιών, ἀντιμεταστρέψας ἑαυτὸν βλεπέτω ἀντία τοῖς ποσὶν οὓς καθαίρει, τρέψας τὸ πρόσωπον, ἵνα ὁ ἵππος παύηται. τὸ μὲν δὴ πρῶτον ἐκ φορβειᾶς τὸν ἵππον περιακτέον, εἶτα χαλινώσαντα ἐᾶσαι ἑστάναι, ὡς μὴ εὐθὺς ἑλκόμενος πονοῖτο, ἀλλ' ἐν ἀναλγησίᾳ καὶ ἀπραγμοσύνῃ τῆς σιαγόνος ἠρέμα προσεθίζηται τῷ χαλινῷ. εἰ δὲ ἀναβαίνοι ἐπ' αὐτόν, τὸ πρῶτον ἐκ μετεώρου ποιεῖσθαι τὴν ἀνάβασιν, ὅπως μήτε σπάσῃ αὑτὸν ἀναβαίνων μήτε ἐκ σφοδρότητος ἐγκαθίσας λυπήσῃ [204] τὸν ἵππον. ἐλαυνέτω δὲ τοῦτον κατ' ἀρχὰς ὁ ἐπιβάτης εἰς τὰ ἄπεδα καὶ λεῖα, τὰς δὲ προσβάσεις καὶ τὰς ἐκεῖθεν καθόδους μὴ αὐτίκα ποιείσθω, ἀλλὰ τὸν ἵππον πλαγιασάτω ‑ οὕτω γὰρ ὁ Σίμων (frg 6 Bl) ὠνόμασεν ‑ καὶ ποτὲ μὲν εἰς μῆκος ποτὲ δὲ ἐπ' ἔλαττον, καὶ ἐναλλάττων θᾶττον ἢ σχολαίτερον, καὶ τὸν χαλινὸν μεταβάλλων ἐφ' ἑκατέραν τὴν γνάθον. καμπὰς δὲ χρὴ ποιεῖσθαι καὶ [205] ὑποστροφὰς καὶ στροφάς. ἐν δὲ ταῖς στροφαῖς οὐ δεῖ ἐξελαύνειν τὸν ἵππον ἀλλ' ἀναλαμβάνειν, ὅπερ καὶ ὑπολαμβάνειν καλεῖται, καὶ κατέχειν καὶ ἠρεμίζειν καὶ ἀνέχειν, οὐδὲ πλαγιοῦν οὔτε ἑαυτὸν οὔτε τὸν ἵππον· τάχιστα γὰρ ἂν ἐν τούτῳ κατενεχθεῖεν ἀμφότεροι. ἡ γὰρ ἐπ' εὐθέος κατὰ μῆκος ἔλασις κοπωδεστέρα· καλεῖται δ' αὕτη ὀρθοδρομεῖν, ὥσπερ τὸ ἐναντίον ἀποκάμπτειν. ἢν δὲ κάμῃ καὶ κατανεύσῃ [206] τὴν κεφαλήν, οὐκ ἔστιν εὐσχήμων ἵπποις ὁ ἐν καμάτῳ δρόμος. καλεῖται δὲ τοῦτο ἱππάζεσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἱππέων τὸ ἱππεύειν οὕτως ὀνομάζεται. εἰ δὲ καὶ τὰ χωρία ὑπαλλάττοι τις, ἐν χάριτι μᾶλλόν ἐστι τῷ ἵππῳ· ἀμισέστερα γὰρ αὐτῷ τὰ καινὰ χωρία, ἀπαγορεύει δὲ τοῖς συνήθεσιν. καὶ ἢν μὲν φύσει γεννάδας ᾖ, κἂν ἀφῇς τὸν χαλινόν, ὀρθῇ τῇ κεφαλῇ τρέχει· τὸν δὲ ἀγεννῆ τῷ [207] χαλινῷ ὡς εἰς εὐσχημοσύνην βιάζου. παραφυλακτέον δὲ ὅτι τοὺς τραχεῖς χαλινοὺς οὐκ ἐῶσιν οἱ ἵπποι κατὰ χώραν, ἀλλὰ μεταβάλλουσιν ἐλπίδι τοῦ πρὸς τὸ ῥᾷον μεταστήσειν. διὰ τοῦτο τοῖς θυμοειδέσιν οὐκ ἐμβλητέον σκληροὺς χαλινούς ‑ ἀναλαμβάνουσι γὰρ αὐτοὺς εἰς τὸ στόμα ὥσπερ ὀβελίσκους εὐπαγεῖς ὄντας ‑ ἀλλὰ ὑγρούς, ἵνα οὗ ἂν ὁ ἵππος προσάπτηται, τὸ λοιπὸν κάμπτηται ὥσπερ ἅλυσις. εἰσὶ δὲ σκληροὶ χαλινοὶ οἱ ἔχοντες τροχοὺς ταπεινοὺς καὶ ἐχίνους [208] ὀξεῖς· ἔστι δὲ καὶ τούτους ἐμπραΰνειν κατειλοῦντα καὶ κατακηροῦντα. ἀλλὰ μᾶλλον ὑγρούς· οὗτοι δὲ εὐρείας καὶ λείας ἔχουσι τὰς συμβολὰς ὡς ῥᾳδίως κάμπτεσθαι. καὶ πάντα ὅσα περιτίθεται περὶ τοὺς ἄξονας, εὐρύστομα καὶ οὐ σύμπυκνα. εἰ δ' εἰς τάχος ἐλαύνοις, τοῦ μὲν σώματος τοῦ σαυτοῦ μηδ' ὁτιοῦν προβάλῃς, μακρὰν δὲ τὴν χεῖρα τὴν ἡνιοχοῦσαν προτείνων σὺν βραχείᾳ τῇ ἡνίᾳ οὔσῃ ποτὲ μὲν ἐξόρμα ποτὲ δὲ καθίστη, καὶ ἐνδίδου τὸν χαλινὸν καὶ ἀναλάμβανε. εἰ δὲ κατατείνοι αὐτὸν ὁ ἵππος ἐν τῷ δρόμῳ, ἢ ὁ ἀναβάτης ἀπαίδευτός ἐστιν ἢ ὁ ἵππος ἀσθενής.
[209] ἔστι δέ τι νόσημα ἵππων κριθίασις καὶ ὑπεραίμωσις ὑπὸ πλησμονῆς, καὶ οὐκ ἐκκομίζουσι τὸν σῖτον. τότε χρὴ ὑφαιρεῖν καὶ χόρτον παραβάλλειν μόνον, ἤ τι ἄλλο τῶν κουφοτέρων.
ἱππείαν δὲ ἐρεῖς καὶ ἱππασίαν καὶ ἔλασιν καὶ ἐλασίαν καὶ ἡνιόχησιν, καὶ ἐγκαθῆσθαι ἐπόχως καὶ βεβαίως ἢ παγίως καὶ ἐφεδρεύειν ‑ ἔστι μὲν γὰρ βιαιότερον, ἀλλ' οὐκ ἔξω φιλοτιμίας ‑ ἐπιβαίνειν καὶ ἀναβαίνειν, καὶ ἐπέβη καὶ ἀνέβη, ἐξ ὧν ἐπιβάτης, ἀναβάτης. καὶ κλωγμῷ μὲν ἐξεγείρειν τὸν ἵππον ἐρεῖς καὶ [210] ῥοίζῳ ‑ ταῦτα δὲ καὶ ὁρμητήρια σημεῖα ὀνομάζεται ‑ , ποππυσμῷ δὲ παριστάναι καὶ καθιστάναι. τὸ δὲ ἐνδόσιμον εἰς τὸν δρόμον κροῦσαι τῷ ποδὶ τὴν γαστέρα καὶ ἀνακλάσαι τὸν αὐχένα ἐκ τοῦ χαλινοῦ. τῷ δὲ ἀθύμῳ ἵππῳ οὐδὲν φαῦλον καὶ ἐμβαλεῖν τῷ μύωπι· οἱ γὰρ θυμοειδεῖς ἀγανακτοῦσι πρὸς τὴν πληγὴν ὡς ὕβριν, καὶ ἐκφέρονται εἰς δρόμον ὑπὸ ὀργῆς, καὶ σφαλερωτέραν παρέχονται τῷ ἱππεῖ τὴν ῥύμην, ἢν δὲ ἄφιππός τις ᾖ καὶ ἀβέβαιος, καὶ ἀποσείονται καὶ ἐκφέρουσι καὶ ἀναχαιτίζουσιν, ἱστάμενοι κατὰ τοὺς οὐραίους πόδας.
[211] ὁ πομπικὸς ἵππος ἐχέτω ψυχὴν μεγαλόφρονα, σῶμα εὔρωστον, ὀσφῦν ὑγρὰν καὶ βραχεῖαν καὶ ἰσχυράν, οὐ τὴν κατ' οὐρὰν ἀλλὰ τὴν μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἰσχίων, ὡς δύνασθαι ὑποτιθέναι τὰ ὀπίσθια σκέλη ὑπὸ τὰ ἐμπρόσθια. ἐξέγειρε δὲ αὐτὸν τοῖς ὁρμητηρίοις σημείοις, καὶ ἀνάκρουε τῷ χαλινῷ, καὶ ἐνδίδου αὐτῷ τὸ στόμιον, ἵνα χαίρῃ τῇ χαλαρότητι καὶ φέρηται κυδρῷ τῷ σχήματι. οὐ δεῖ δὲ αὐτὸν μυωπίζειν, ἀλλὰ μᾶλλον καταψᾶν καὶ ἐγκελεύεσθαι, καὶ διδάσκειν κυρτοῦσθαι τὴν κεφαλήν, ὡς καὶ αὐτὸς σχηματοποιεῖται κατὰ τὸν πρὸς τὰς θηλείας καλλωπισμόν.
[212] ἐὰν μελετᾷς ἀφ' ἵππου τὰ στρατιωτικὰ ἀνθιππεύων ἑτέροις, ἀκοντίοις ἐσφαιρωμένοις κέχρησο καὶ δόρατι ὁμοίως πεπραγματευμένῳ σφαιρωτῷ, ὥστε εἶναι τὴν πληγὴν ἀσινῆ. καλὸν δὲ λαβόμενον τοῦ ἀντιπάλου, καὶ ἑλκύσαντα ἐφ' ἑαυτόν, ἄφνω ἀφεῖναι· τὸ γὰρ τοιοῦτον καταβλητικόν.
[213] παραφυλακτέον δὲ ὅτι ὁ Ξενοφῶν (R Eq I 15) οἴεται τὸν ἵππον ἀστραγάλους ἔχειν, Ἀριστοτέλους (Hist An I p 499 20) τοῦ περὶ ταῦτα δεινοῦ φάσκοντος μηδὲν τῶν μωνύχων ἔχειν ἀστραγάλους, μηδὲ τὸν ὄνον, μόνον δὲ τὸν Ἰνδικόν, ᾧ καὶ κέρας ἐκ τοῦ μετώπου ἐκπεφυκέναι λέγει.
διδακτέον δὲ τὸν ἵππον καὶ ὑποβιβάζεσθαι· ἔστι δὲ τοῦτο διιστάντα τὰ σκέλη ἐγκαθίζειν τε καὶ ταπεινοῦν ἑαυτόν, ὥστε εὐπετῶς ἀναβαίνειν τὸν ἱππέα. στηρικτέον δὲ αὑτόν, ὅταν ὁ ἵππος ἄρξηται [214] τῆς ἐπισκελίσεως· ἐπισκέλισιν δ' ὁ Ξενοφῶν καλεῖ (R Eq VII 12) τὴν ἀρχὴν τῆς τῶν ποδῶν κινήσεως. πέδη δὲ ἱππασία ἡ κυκλοτερής, ἑτερομήκης πέδη ἡ μῆκος τῷ κύκλῳ προστιθεῖσα. ἐρεῖς δὲ σχεδία ἱππασία καὶ σχέδην ἱππάζεσθαι, καὶ ῥύμῃ ἐξελαύνειν καὶ ἀπὸ ῥυτῆρος, ἀνεῖναι τὸν ἵππον, καὶ ἐφεῖναι τὸν χαλινὸν εἰς τάχος, καὶ πάσας ἀνασεῖσαι τὰς ἡνίας, καὶ τῷ κέντρῳ ἐξαιμάσσειν. τοὺς δὲ θυμοειδεστέρους ἵππους καταψᾶν χρὴ μᾶλλον ἢ κεντρίζειν, καὶ προτρέπειν [215] μᾶλλον ἢ ἐξαναγκάζειν. εἰ δ' ἐγκαθίζεις ἵππῳ, μὴ πάνυ τοὺς μηροὺς πιέζειν, ἀλλ' αἰωρεῖν ὑγροὺς τοὺς πόδας, καὶ παραπλήσιον εἶναι ἑστηκότι· καὶ γὰρ ἡ ἰσχὺς πλέον ἐπὶ τῶν ἑστηκότων ἢ ἐπὶ τῶν ἐγκαθεζομένων. πειρῶ δὲ τῷ σώματι μηδενὸς τῶν ἐργαζομένων τοῦ ἵππου προσάπτεσθαι, οἷον ποδῶν ἢ πλευρᾶς· ἐκείνους τε γὰρ διαφέρει καὶ ταύτην παραφέρει. εἰ δὲ ἔποχος εἴης ἐκ μελέτης, καὶ ῥᾷόν σε οἴσει ὁ ἵππος. εἰ μέντοι οὕτω καθίζεις, καὶ ἀκοντιεῖς ἐπισκοπώτατα σὺν ῥώμῃ, ἐπερείδοντος τοῦ ἵππου τὴν ἄφεσιν τοῦ δόρατος· καὶ γὰρ αὐτὸς συμβάλλεται τῇ φορᾷ, ῥύμῃ συμπροχωρῶν. συστήσας δὲ τὰς ἡνίας, καὶ ἠρέμα πλάγιος γενόμενος, καὶ μηκύνας τὴν χεῖρα τὴν χαλιναγωγοῦσαν, οὕτως ἀκόντιζε.
[216] φρύαγμα ἵππου, χρεμετισμός, φριμαγμός, πνεῦμα, φύσημα, ἆσθμα, γαυρίαμα, αὔχημα. καὶ φρυάττεσθαι, χρεμετίζειν, φριμάττεσθαι, φυσᾶν, ἀσθμαίνειν, ἐκπνεῖν, γαυριᾶν.
ἔστι δὲ καὶ τάδε ἱππικὰ ὄργανα· σειραγωγεύς, ῥυταγωγεύς, κέντρον, μύωψ, ὑποχαλινίδια, ἡνία.
εἴποις δ' ἂν ὅτι τὰ μὲν ἔμπροσθεν σκέλη αἴρει, τὰ δὲ ὄπισθεν [217] προσάγεται. ἀμείνων δὲ ἡ ὁμόχρως χαίτη καὶ εὔθριξ· ἀγλαΐα γὰρ χαίτη τοῖς ἵπποις, καὶ καλλωπίζονται καὶ γαυριῶσιν ἐπ' αὐτῇ· ὁπότε καὶ οἱ ὀνοβατοῦντες, ἐπειδὰν αἱ ἵπποι τῶν ὄνων τὴν μῖξιν ἀτιμάζωσι καὶ ἀφυβρίζωσιν εἰς αὐτούς, ἀποκείραντες τὰς ἵππους ἐπὶ πηγὰς ἄγουσιν· αἱ δ' ὥσπερ ἐν κατόπτρῳ θεασάμεναι τὴν αἰσχύνην τοῦ σώματος ἀπηγλαϊσμένης τῆς κόμης, ἀνέχονται τότε τὴν πρὸς [218] τὸ χεῖρον ὁμιλίαν. ἵππος μέντοι πρὸς θήλειαν καλλωπιζόμενος ὀρθὸν αἴρει τὸν αὐχένα καὶ κυδροῦται καὶ σοβαρός ἐστιν ἐν τῷ δρόμῳ. καὶ μάλιστα δ' ἂν αὐτῷ διαπρέψειε τὸ κάλλος, εἰ φύσει ἔχοι ἀνατεταμένον καὶ ὑψηλὸν τὸν αὐχένα, καὶ τὴν κορυφὴν μεγάλην, καὶ τὰ ὦτα ἐλάττω τοῦ πρὸς τὴν κεφαλὴν μέτρου.
ἐὰν μὲν ἐνδάκωσι τὸν χαλινὸν οἱ ἵπποι κλίναντες τὴν κεφαλήν, [219] ἐκφέρουσιν· παραφέροντες δὲ τὸν τράχηλον καὶ πυκνὰ διασείοντες βιάζονται καὶ ἀποσείονται· ἀνανεύουσι γὰρ ἐπὶ τὴν ῥάχιν ἀναχαιτίζοντες. ἔστι δέ τις ἵππου δρόμος ἔκδρομος, ὅταν ὑπὲρ τὸ τεταγμένον τοῦ δρόμου μέτρον ὑπὸ ῥύμης ἐκφέρηται. ὁ μὲν σκληρὸς ἵππος δυσκαμπής, κἂν ἐφῇς αὐτῷ τὸν χαλινόν, οὐ ῥᾷστα ἀναλαμβάνει· ὁ δὲ μαλακόγναθος καὶ πειθήνιος ταύτῃ κρίνεται, εἰ [220] τὸν χαλινὸν ἐφέντι, ὅταν ἀναλαβεῖν ἐθέλῃς, ῥᾳδίως πείθεται, καὶ εἰ ὑποσημήναντος εἰς δρόμον μετὰ ῥύμης ἐκδραμών, σύνθημα εἰς στάσιν δόντος εὐθέως ἵσταται.
ἐν τοῖς οὐκ εὐκόλοις χωρίοις εἰσὶ καὶ βῶλοι καὶ ἐργάσιμα καὶ ἀρόσιμα καὶ ἀντίτυπα καὶ στενόπορα· ἐν τοῖς εὐκόλοις ἱππόδρομοι, λεωφόροι, ἁμαξήλατοι, πλατεῖαι, εὐρυχώρια. ἐν τοῖς ἀντιτύποις πάσχουσιν αἱ κνῆμαι, ἃς Ξενοφῶν (R Eq I 5) καλεῖ στήριγγας τοῦ σώματος. τὸ δὲ ἐπιραβδοφορεῖν τὸν ἵππον, ὅπερ γίνεται εἴ τις εἰς δρόμον ἐξελαύνει, οὐ πάνυ ἐπαινοῦσιν οἱ ἱππικοί.
καλοῦνται δὲ ἱππεῖς, ἱππόται, ἡνίοχοι, ἀναβάται, ἀμβάται, καὶ ἱππερασταὶ δὲ οἱ φίλιπποι.
[221] Γεωργικὰ ὀνόματα· γῆ, γεωργία, ἀγροικία, ἀγροί, ἐσχατιαί, ἄλση, δρυμοί, δρυμῶνες, ὗλαι, ἕλη, ἶδαι, νάπαι. γεωργοί, γῆς ἐργάται ἢ ἐργαστῆρες, ὡς Ξενοφῶν (Cyrop V 4. 24, Oeconom V 15)· οὓς Ὅμηρος (Σ 550, 560) ἐρίθους καλεῖ. εἶτα φυτουργοί, νεοποιοὶ ἢ νεοῦντες ἢ νεάζοντες ἢ νεοποιοῦντες, ὀχεταγωγοί, σκαλεῖς, ἀγρόται, σπορεῖς, ἀμητῆρες ‑ ἔστι δὲ τοῦτο ποιητικώτερον ‑ , [222] ἀμῶντες, θερισταί, τρυγηταί, τρυγήτριαι, καλαμητρίδες, ἀμοργεῖς, ἐλαιοκόμοι, ἀμαλλοδετῆρες, ὀχετηγοί, σκαφεῖς, σκαπανεῖς, λικμηταί, ἀλσοκόμοι, κηπουροί. σπέρματα, φυτά, φυτευτήρια ‑ μάλιστα δὲ ἐπὶ ἐλαιῶν οὕτως ὀνομάζεται ‑ , δράγματα, ἀμάλλαι, φυτεύματα, μοσχεύματα, κηπεύματα. νεοῦν, νεάζειν, νεὸν ὑπεργάζεσθαι. πολῆσαι, ὅ ἐστι τὸ αὐτὸ τῷ ἀρόσαι, ὅθεν καὶ ἡ δὶς ἀροθεῖσα [223] δίπολος καὶ ἡ τρὶς τρίπολος· Ὅμηρος (Σ 542) 'εὐρεῖαν τρίπολον,' Ἡσίοδος (Op D 462) 'ἔαρι πολεῖν.' ἀρόσαι, σπεῖραι, ἐπιδραξάμενον βαλεῖν τὴν γῆν τῷ σπέρματι. ἐπισπορία δέ ἐστιν, ὅταν τις εἰς ταὐτὸ σπέρμα σπέρμα τι ἐπεμβάλῃ· ὃ δεῖ φυλάττεσθαι. γίνεται δὲ καὶ κερασβόλα σπέρματα, ἐὰν τοῖς τῶν βοῶν κέρασι προσπέσῃ· ἃ ἐκβαίνει ἀτεράμονα, τουτέστιν οὐ ῥᾳδίως ἑψόμενα. ἀνασῦραι τὴν γῆν, ὡς μὴ καταπνίγοιτο τὰ φυτά. ἀντιπροσαμήσασθαι, εἰ γυμνωθεῖεν αἱ ῥίζαι.
[224] ἐρεῖς δὲ ἄμπελον τεμεῖν, γυρῶσαι, ταφρεῦσαι, ἀμῆσαι, κλάσαι, κλαδεῦσαι. ἄρδειν, ὀχεταγωγεῖν, ἀνακαθῆραι τὴν ὑδρορρόην, βαθῦναι τὴν ἀμάραν, ἐκτρέψαι τὸ ὕδωρ. χάρακα παραπήξασθαι ταῖς ἀμπέλοις, κάμακα παραστήσασθαι. ἀναθρέψαι τὸ φυτόν, ἀλοῆσαι τοὺς πυρούς, [225] σκάψαι τὴν γῆν, τρυγῆσαι τὰς ἀμπέλους, συναγαγεῖν τοὺς καρπούς, θημῶνας ἐγεῖραι, λικμῆσαι, ἀποκαθῆραι τὰ ἄχυρα τῷ πλοκάνῳ, ἀποκρῖναι τὰς ἀχυρμιάς. θριγκὸν περιβαλεῖν, αἱμασιὰν περιελάσασθαι, ῥάχον περιστήσασθαι, ἢ ἀσπαλάθους ἐγείρειν. θλίβειν τὰς σταφυλὰς ἐν ταῖς ληνοῖς, τρέπειν, πατεῖν. τρίβειν τὰς ἐλαίας, ἀμέργειν, [226] καταμέργειν. κοπροῦν, καὶ κόπρου ἀγωγὰς προσφέρειν. τὰς συκᾶς συκάζειν· ἐπὶ δὲ πάσης ὀπώρας τὸ ὀπωρίζειν, βωλοκοπεῖν, ὀνηλατεῖν, ἀμπελουργεῖν, καὶ ὄνῳ κοπροφόρῳ ἕπεσθαι. σκαπτέα, φυτευτέα, τρυγητέα, ἀλοητέα, ἀλεστέα. τὰ δὲ ὀνόματα τῶν πραγμάτων νεός, ἄροτος, σπορά, ἀμητός, ἀλοητός, φυτεία, τρυγητός, καρπῶν συλλογή, τρύγη, σταφυλῆς θλῖψις, οἴνου συναγωγή, ἐλαίου τριβή· ἀπὸ γὰρ τοῦ σκάπτειν σκάλλειν λικμᾶν οὐχ εὑρίσκω κεκριμένα ὀνόματα.
[227] γῆ δὲ ἐρεῖς εὔφορος, εὔσπορος, εὐήροτος ἀρώσιμος, βαθεῖα, βαθύγεως, πίειρα, πίων, εὔκαρπος, πολύφορος, δικαία. τὸ δ' ἐναντίον λεπτή, πετρώδης, ψαμμώδης, λιθώδης, ὑπόλιθος, ὑπόπετρος, ὑπόψαμμος, ἄφορος, ἄσπορος, ἀβαθής, ξηρά, δυσήροτος, ἄκαρπος, φελλίς, ἄδικος. Μένανδρος (III frg 96 Ko) δίκαιον γῄδιον καλεῖ τὸ μηδὲν πλέον τοῦ σπέρματος ἐκφέρον.
[228] πεδία, ἄρουραι, ἐργάσιμα, λήια, ὀργάδες, λόφοι, ὄρχοι, πρασιαί, ἀμπελουργίαι, ἄλση, κῆποι, λειμῶνες, αὐλῶνες, παράδεισοι. εἴποις δ' ἂν ὄρη ἀμπελοφόρα, ἀμπελόφυτα, ἀμπελώδη, εὔξυλα, εὔδενδρα, πολύδενδρα, λάσια· γηλόφους εὐαμπέλους, εὐφύτους, ἡδυοίνους, καταρρύτους· ἀρούρας εὐπύρους, λήια κομῶντα, κήπους [229] ἐνδρόσους, παραδείσους εὐκάρπους, ἄλση εὔκομα, κατάσκια, εὔσκια, εὔνομα, σκιερά, ἀμφιλαφῆ, ἀμφίκομα, λειμῶνας εὐανθεῖς, αὐλῶνας ἐλαιοκόμους.
ῥόδα, κρίνα, ἴα, κρόκος, λωτός, νάρκισσος, ὑάκινθος, θρυαλλίς, σισυμβρία, ἕρπυλλον, ἀνεμῶναι. οἱ δὲ ποιηταὶ (Theocr XIII 41) καὶ ἀδίαντόν τι ἄνθος καλοῦσι καὶ ἀμάραντον καὶ λευκόιον. τόποι δὲ τῶν ἀνθέων ὁ μὲν πάντων λειμών, ἰδίᾳ δὲ ἀπὸ μὲν τῶν ἄλλων οὐκ οἶδα εἴ τι κέκληται, τῶν δὲ ῥόδων ῥοδωνιά, καὶ ἰωνιὰ τῶν ἴων.
[230] ἐπὶ φυτῶν καὶ δένδρων καρποφόρων ἐρεῖς ἀκμάζει, ὀργᾷ, σπαργᾷ, βρύει ‑ μάλιστα δὲ τοῦτο ἐπ' ἐλαιῶν ‑ , ἀνθεῖ, καρποφορεῖ, βλαστάνει, θάλλει. καὶ τὰ ἐξ αὐτῶν ὀνόματα ἄνθη καὶ ἄνθησις καὶ βλάστησις καὶ βλάστη. καὶ εὐθαλὲς ἐρεῖς καὶ εὐανθές, [231] εὐβλαστές, εὐερνές, τεθηλός, ἀειθαλές· ἐπὶ δὲ τῶν ἐναντίων ἀνανθές, δυσανθές, δυσερνές, ἀπηνθηκός, ἄφυλλον, ἐξηνθηκός. καὶ μαραίνεται, σβέννυται, ἀπανθεῖ, φυλλορροεῖ, γυμνοῦται, ψιλοῦται. καὶ 'φυλλοχόος μὴν' ὁ ταῦτα ποιῶν, ὡς Ἡσίοδος (frg 260 Rz). νέον, νεογενές, νεοβλαστές, ἀρτιγενές, ἀρτίγονον, ἀρτιφυές, νεοφυές, νεόφυτον· εὐτελὲς μὲν γὰρ τὸ ὄνομα, κέχρηται δὲ αὐτῷ Ἀριστοφάνης (I frg 828 Ko).
[232] δένδρα τὰ μὲν ἔγκαρπα τὰ δὲ ἄκαρπα. τῶν ἐγκάρπων μετὰ ἐλαίας καὶ ἀμπέλου καὶ συκῆς μηλέαι, ὄγχναι, ῥοιαί, κοκκύμηλα ‑ τὸ δὲ δένδρον αὐτὸ ἐν τῇ μέσῃ κωμῳδίᾳ (II 219 frg 20 Ko) ἀρρενικῶς φέρεται ὁ κοκκύμηλος, χρῆται δὲ καὶ Ἀρχίλοχος (frg 173 B) τῷ τῶν κοκκυμήλων ὀνόματι ‑ , ἀχράδες, κῶνοι, φοίνικες, κάρυα τὰ οὐκ ἔχοντα διαφυήν ‑ εἴη δ' ἂν ταῦτα τὰ λεπτοκάρυα, ἢ μᾶλλον τὰ [233] καστάνια ὀνομαζόμενα· φησὶ γὰρ περὶ αὐτῶν Ξενοφῶν (Anab V 4. 32) 'παῖδας σεσιτευμένους καρύοις ἑφθοῖς.' ἔνιοι δὲ ταῦτα καὶ Διὸς βαλάνους ὑπὸ τῶν κωμῳδῶν κεκλῆσθαι νομίζουσιν ‑ ἀμυγδαλαῖ, τέρμινθος ‑ εἴρηται δ' αὐτοῦ ὁ καρπὸς ὑπ' ἐνίων καὶ τερέβινθος ‑ , συκάμινος ‑ ἡ δὲ μέση κωμῳδία (II 247 frg 38 Ko) τὸν μὲν καρπὸν συκάμινον οὐδετέρως καλεῖ, τὸ δὲ δένδρον ἀρρενικῶς ἐκφέρεται·
ὁ συκάμινος, συκάμιν', ὁρᾷς, φορεῖ ‑ , κρανία, μέσπιλα.
[234] τῶν δ' ἀκάρπων δρῦς ‑ τάχα δ' ἂν εἴη ἀμφίβολος πρὸς τὰ ἔγκαρπα διὰ τοὺς βαλανηφάγους Ἀρκάδας, καὶ μάλιστα εἰ πρὸ πυρῶν τοὺς ἀνθρώπους ἔθρεψεν ἡ βάλανος ‑ , πλάτανος, πεύκη, πτελέα, μελία, αἴγειρος, λεύκη, δάφνη, πίτυς, κυπάριττος, κέδρος, θύον, ἰτέα, μυρίκη, μυρρίνη· εἰ μὴ δάφνην καὶ μυρρίνην τοῖς ἐγκάρποις προσθετέον, ὧν ὁ καρπὸς τῆς μὲν δαφνίδες τῆς δὲ μύρτα.
[235] τὰ τοῦ δένδρου μέρη ῥίζαι, καὶ ῥιζοτροφεῖν, ῥιζοῦσθαι, στῆναι, παγῆναι, στηριχθῆναι, ῥίζας ἀποτεῖναι. πρέμνον λεῖον ὁμαλές. ἐρεῖς δ' αὐτὸ καὶ στέλεχος, στερεόν, ἰσχυρόν, εὐμέγεθες, παχύ, ὄρθιον, χειροπληθές, γενναῖον, εὐφυές, εὔογκον, ὑπέρογκον. κλάδοι, κλῶνες, πτόρθοι· ὅρπηκες γάρ ἐστι ποιητικόν [236] (Hom Φ 38 saep)· ἁπαλοὶ δὲ ἐρεῖς καὶ ἁδροί, εὐφυεῖς, ὄρθιοι, κεχυμένοι, ἀποκεχυμένοι, εὔφυλλοι, κομῶντες, ἀμφιλαφεῖς, ἀμφίκομοι, εὔκομοι, σκιεροί, εὔσκιοι, σύσκιοι, βαθεῖς, δασεῖς, βαθεῖαν ποιοῦντες τὴν σκιάν, πολλήν, πλατεῖαν, ἱκανήν, ἀρκοῦσαν, ἀποχρῶσαν, δαψιλῆ, ὑπεραποχρῶσαν. τὸ δὲ ἐναντίον ἐρεῖς ἀφύλλους, ἀκόμους, γυμνούς, γεγυμνωμένους, ψιλούς, ἀπεψιλωμένους τῆς κόμης, ἀφῃρημένους τῆς κόμης, ἐξερρυηκότας, γεγηρακότας, ἀποκεκοσμημένους, ἀποκεκαλλωπισμένους, ἀπηνθηκότας, ἀποκεκαρπισμένους, [237] ἀποσεσυλημένους τῆς κόμης, ἀφηβηκότας. ἰδίως δὲ καλεῖται ὁ τῆς ἐλαίας κλάδος θαλλός, ὥσπερ ὁ τῆς ἀμπέλου κλῆμα, καὶ τὸ τῆς συκῆς φύλλον θρῖον, ὥσπερ τὸ τῆς ἀμπέλου οἴναρον. τὰ δὲ φύλλα καὶ πέταλα καλεῖται· λέγοις δ' ἂν ἁπαλά, νεαρά, χλωρά, χλοανθῆ. τὸν δὲ καρπὸν εἴποις ἂν καὶ ἄνθος καὶ φορὰν καὶ φόρημα καὶ ἐκφόριον καὶ ἐπικαρπίαν, καὶ καρπὸν ἀκμάζοντα καὶ πέπονα καὶ ὡραῖον καὶ ὠμὸν καὶ πρόωρον. ἐρεῖς δὲ σίτου ἐκβολή, φυτῶν ἄνθη, συκῆ ὀργῶσα, ἄμπελος ἡβῶσα, ἐλαία βρύουσα.
[238] τὰ δὲ τρέφοντα καρποὺς ἢ δένδρα ὄμβροι, ποταμοί, κρῆναι, κρουνοί, πηγαί, πίδακες, δρόσοι, λιβάδες, ἰκμάδες, νοτίδες, ἔνδροσος γῆ, πιδύουσα, ἰκμάζουσα, ὕδωρ ἀναδιδοῦσα, νοτερά, νότιος, ἔννοτος, ἐννότιος, λιβάζουσα, κατάρρυτος, πηγάζουσα. αὖραι, πνοαί, πνεύματα ζεφύρια.
[239] καὶ εἰ ἐπαινεῖς χωρίον, ἐρεῖς εὔυδρον, ἔνδροσον, ὑδρηλόν, μαλακόν, βαθύ, κατάρρυτον, ἐπίρρυτον, ἔμφυτον, κατάφυτον, πυκνόν, δασύ, σκιερόν, σύνδενδρον, εὔδενδρον, κατάδενδρον, εὐθαλές, ἀμφιθαλές, ἀμφιλαφές, εὔκαρπον, καλλίκαρπον, πολύκαρπον, εὔφορον, εὐθηνοῦν· εἰ δὲ λειμῶνα, λέγε εὐανθής, πολυανθής, πολύφορος, ὀργῶν, εὐθηνῶν, εὔοδμος, εὔπνους, κατάπνους, καταπνεόμενος, εὔχρους, πολύχρους, πολύμορφος, πολυειδής, πολυχρώματος, ἥδιστα [240] ἔχων τὰ ἀποφερόμενα πνεύματα, ἠρινὸν πνέων. εἰ δὲ δένδρον, εὐπραγοῦν, εὐθηνοῦν, εὔφορον, πολύφορον, εὔκαρπον, πολύκαρπον· καὶ δένδρου εὐπραγία, εὐθηνία, εὐφορία, πολυκαρπία, εὐκαρπία, πολυφορία.
[241] ἐλαίας μὲν οὖν ἄνθος ἐρεῖς λευκόν, πυκνόν, συνεχές. ἡ δὲ ἀγριελαία κότινος καλεῖται· εἰ δὲ ἐμφυτεύσαις τῷ κοτίνῳ ἥμερον, αἱ τοιαῦται ἐλαῖαι κοτινάδες. ἡ δὲ ἱερὰ ἐλαία μορία, ἡ δὲ ἐν Ὀλυμπίᾳ καλλιστέφανος. πάντα δὲ τὰ ἐμφυτευόμενα ἥμερα τοῖς [242] ἀγρίοις ἐμβλήματα καλεῖται. τῆς δὲ συκῆς ὁ καρπὸς γλυκύς, ἡδύς, προσηνής. σῦκα, ἰσχάδες, παλάθη. ἰσχὰς νέα καὶ χλωρά, ἢ ἀρχαία καὶ ξηρά· οἱ δὲ κωμῳδοὶ (I 118 frg 371 Ko) καὶ ἰσχάδα κοπτὴν λέγουσιν. αἱ μέντοι νέαι συκαῖ συκάδες ἐκαλοῦντο· ἔνιοι δὲ καὶ τὰς τελείας οὕτως ἐκάλουν. ὁ δὲ τοῦ ἐρινεοῦ καρπός, ὅσπερ ἐστὶν ἀγρία συκῆ, ἔρινα καλεῖται· ἃ προσαρτῶσι ταῖς συκαῖς, ὅπως μὴ ἀποπίπτῃ ὁ καρπός. τὸ δὲ τὰ ἔρινα συλλέγειν ἢ περιαρτᾶν συκάζειν [243] λέγουσιν. ἀμπέλου σταφυλαὶ καὶ βότρυες, καὶ ἀπ' αὐτῶν αἱ σταφυλίδες καὶ αἱ σταφίδες. ἀμπέλους μέντοι ἡδυοίνους καὶ πολυοίνους καὶ εὐοίνους. καὶ περιπετάννυται τὰ οἴναρα, ἀποφθινόντων τῶν φύλλων. βότρυς δὲ ὡραίους καὶ πέπονας καὶ γενναίους καὶ ἀκμάζοντας καὶ ὀργῶντας, ἢ τὸ ἐναντίον ὠμούς, ἀτελεῖς, ἐξώρους, ἀώρους, ὄμφακας. λέγεται δὲ καρπὸς ὁ μέν τις ἀθησαύριστος, ὃν οὐκ ἔστιν ἀποθέσθαι, ὁ δὲ ἀπόθετος, ὁ ψυχόμενος καὶ [244] ἡλιούμενος. περὶ φοίνικος ἐρεῖς ὄρθιος, ὑψηλός, τραχύς, ἰσχυρός, ἀειθαλής. καλεῖται δὲ καὶ ὁ κλάδος αὐτοῦ ὁμωνύμως φοῖνιξ, καὶ ῥάβδος φοίνικος, καὶ ἐν τοῖς ποιηταῖς (Nicand Alex 528) σπάδιξ τὸ δὲ φύλλον θαλλός. ὁ δὲ καρπὸς ὁ μὲν τοῦ ἄρρενος ψήν, ὁ δὲ τῆς θηλείας βάλανος. ἐξ οὗ δὲ κρέμανται αἱ βάλανοι, σπάθη· εἴρηκε τὸ ὄνομα Ξενοφῶν() καὶ Ἡρόδοτος (VII 69), λέγων ὅτι καὶ τόξα τινὲς εἶχον ἐκ ταύτης τῆς σπάθης.
[245] ἐργαλείων γεωργικῶν ὀνόματα δρέπανον, δρεπάνη, δίκελλα, ἄμη, μακέλη, ἀξίνη, λίστρον, πλόκανον, θρῖναξ, σμινύη, πτύον ἢ πτέον· καὶ λικμητηρὶς δὲ καλεῖται. τρύγοιπος, ἐν ᾧ διηθοῦσι τὴν τρύγα· τρὺξ δὲ οὐκ ἐπὶ οἴνου μόνον ἀλλὰ καὶ ἐπὶ ἐλαίου. εἶτα ἄροτρον, βωλοκόπος, σφῦρα, σκαλίς, ὅλμος, ὕπερον, κάρδοπος, ἡ καὶ θυΐα, δοῖδυξ ὁ καὶ ἀλετρίβανος, σκάφη, μάκτρα, σκαφίς, φορμός, [246] ψίαθος, κόφινος, σώρακος, σταφυλοβόλιον, ὅ ἐστι ταμιεῖον. τριπτήρ, ἄρριχος, χοῖνιξ, τριχοίνικον, ἑκτεύς, ἡμίεκτον, μέδιμνος, φρύγετρον, ᾧ τὰς κάχρυς ἔφρυγον, κοδομεία, καὶ κοδομεύτριαι αἱ φρύγουσαι. Σόλων δὲ καὶ τὰς νύμφας ἰούσας ἐπὶ τὸν γάμον ἐκέλευσε φρύγετρον φέρειν σημεῖον ἀλφιτουργίας.
ἐπὶ ἠμελημένου χωρίου ἄσπορον, ἄσκαφον, ἀβωλόκοπον, ἀκανθῶδες, ἀκανθῶν κατάπλεων, τριβόλων, κουνίδων, ἀσπαλάθων, κονύζης, κνιδῶν, θάμνων, ἀγρώστιδος, ἃ δεῖ ἐξορύττειν, ἐπικαίειν, ἐπιφλέγειν, ἐπιορύττειν, πυρπολεῖν.
[247] λαχάνων ὀνόματα θριδακίνη, ῥάφανος· ἡ κράμβη δὲ οὕτως ἐκαλεῖτο. ἣν δὲ οἱ πολλοὶ ῥάφανον καλοῦσι, ῥαφανίς· καὶ παρὰ Ἡροδότῳ (II 77. 88) δὲ εἶδος ῥαφανῖδος συρμαία. πράσον, κρόμμυον, σκόροδον, σέλινον, μαλάχη, τεῦτλον, κορίαννον, κινάρα· ἀσφάραγος ὁ ἀκανθίας λέγεται, ὄρμενος δὲ ὁ ἥμερος ὁ ἀπὸ τῆς κράμβης ἐκκαυλούμενος. κολοκύντη, γογγυλίς, πυροί, κριθαί, ὄσπρια, κατερεικτά, φασίολοι, φακαῖ, κύαμοι, ὠχροί, δολιχοί, λάθυροι, κνῆκος, ἐρέβινθος, ῥοῦς, τράγοι, ἀράκη, κύμινον. καὶ ἀπὸ μὲν κριθῶν πτισάνη καὶ ἄλφιτα, ἀπὸ δὲ σίτου χόνδρος καὶ σεμίδαλις.
[248] ζειαί, σήσαμα, κέγχροι, μήκων, λίνος. ἄμυλος ἄρτος, καχρυδίας ἄρτος, κεγχρίας, ὀβελίας ἄρτος καὶ ὀβελίτης. καὶ ἄρτους κολλάβους. ἀθάρη ἐκ καγχρυδίου, πανοσπρία, πῦος, πυριάτη τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον πυρίεφθον. εἶτα κρίμνα, μᾶζα, κόλλυρα, στέμφυλα, κυρήβια· τὰ γὰρ φαυλότερα τῶν πυρῶν κυρήβια καλεῖται. οἶνος γλυκύς, ἡδύς, ἐπαγωγός, πότιμος, ἀνθοσμίας· ὁ δ' ἄλλος δευτερίας, ἐξεστηκώς, τροπίας, ἐκτροπίας, ὀξίνης.
[249] μέρη δ' ἂν εἴη τῶν κατ' ἀγροὺς βουκόλια, αἰπόλια, ποίμνια. καὶ ὅπου μὲν αἱ βόες ἵστανται, βούσταθμα, βοαύλια, βουστάσεις, ὅπου δὲ αἱ οἶες καὶ αἱ αἶγες, αὐλὴ καὶ σηκός. καὶ ὁ μὲν βουκόλος καὶ βουτρόφος ἂν λέγοιτο καὶ βουφορβός, ὥσπερ ὁ ὑποζευγνὺς αὐτὰς βοηλάτης, ὁ δὲ τῶν προβάτων ἡγεμὼν ποιμήν, ὥσπερ ὁ τῶν αἰγῶν αἰπόλος· οἱ δὲ πάντων τῶν τετραπόδων νομῆς. τῶν δὲ προβάτων καὶ αἰγῶν τὰς ἡλικίας ὁ ποιητὴς (I 221 sq) διακρίνων προγόνους καὶ μετάσσας καὶ ἕρσας ὠνόμασεν. καλεῖται δὲ τῶν μὲν βοῶν [250] τὰ νέα μόσχοι, τῶν δὲ προβάτων ἄρνες, τῶν δὲ αἰγῶν ἔριφοι, ὥσπερ τῶν μὲν αἰγῶν ὁ ἡγεμὼν τράγος, τῶν δὲ οἰῶν κριὸς καὶ κτίλος, τῶν δὲ βοῶν ταῦρος. τὰ δὲ ῥήματα νέμειν, ποιμαίνειν, αἰπολεῖν, ἐπὶ νομὰς ἐξάγειν. καὶ οὔθατα μὲν σφριγῶντα ἐρεῖς, ὅταν πλήρεις γάλακτος ὦσιν οἱ μαστοί· τὸ δὲ ἕλκειν ἀπ' αὐτῶν τὸ [251] γάλα βδάλλειν καὶ ἀμέλγειν καλεῖται. ἐρεῖς δὲ τυροκομεῖν καὶ γαλουργεῖν καὶ γαλακτουργεῖν, καὶ πηγνύναι τὸ γάλα καὶ τρέφειν καὶ συνιστάναι. τὸ δὲ φαῦλον τοῦ γάλακτος ὀρός. τὰ δὲ ἀγγεῖα γαῦλοι, σκαφίδες, τυροκομεῖα, ταρσοί, τυροφορεῖα καὶ τάλαροι. συβώτης δ' ἐρεῖς καὶ συβόσια καὶ συφεοὶ καὶ σύφοι καὶ χοιροκομεῖα, ἐργμὸς ὑῶν. χοῖροι, ὕες τέλειοι, ὕες ἀγάλακτοι καὶ γαλαθηνοί, καὶ τὰ ὀψίγονα μετάχοιρα.
[252] ἀρότρου μέρη ἐχέτλη τὸ κατόπιν ξύλον ὀρθόν, οὗ ἔχεται ὁ ἀρότης· αὐτὸ δὲ τὸ κοῖλον αὐτοῦ, καθ' ὃ τὴν χεῖρα ἐναρμόζει, χειρολαβίς. ὅπου δ' ἐμπέπηγεν ἡ ἐχέτλη, ἀλύη, ᾧ δὲ ὁ ζυγὸς ἐνήρμοσται, ἔλυμα. τὸ δὲ ἀροῦν σιδήριον ὕνις, ἧς τὸ ἄκρον νύμφη. ὁ δὲ ῥυμὸς ἥρμοσται ἐκ τῶνδε. τὸ μὲν ἐπικαμπὲς αὐτοῦ, ᾧ ὑποτείνεται τὸ ἔλυμα γεγομφωμένον, γύης, τὸ δὲ μετὰ τὸν γύην ἱστοβοεύς, τὸ δὲ τέλος αὐτοῦ τὸ μετὰ τὸν ζυγὸν κορώνη. ὁ δὲ πλατὺς ἱμὰς ὁ τῷ ζυγῷ παρακαθαπτόμενος ἐχέβοιον ἢ μεσάβοιον καλεῖται· καταλαμβάνουσι δ' αὐτόν, ὅταν περιελίξωσιν, εἰς τὸ τοῦ ζυγοῦ τρύπημα κερκίδα ξυλίνην ἐμβαλόντες, ἣ καλεῖται ἔνδρυον.
[253] ἁμάξης μέρη ἄξων, τροχοί, κλῖμαξ τὸ ὑπὲρ τοῦ ἄξονος πρόμηκες ξύλον ἐκ τεττάρων συνεστηκὸς καὶ μέσας ῥάβδους πρόσθεν μὲν πλείους ὄπισθεν δ' ἐλάττους ἔχον, ἐν μέσῳ δὲ τὴν ὑπερτερίαν ἐνηρμοσμένην, ἧς τὰ ἑκατέρωθεν πλευρὰ θαιροὶ καλοῦνται, δεξιὸς καὶ ἀριστερός. ὑποπέπηγε δ' αὐτοῖς ξύλα ἃ θαιραῖα ὀνομάζεται· οἷς ἐφαρμόζονται οἱ ἁμαξήποδες, ὑφ' ὧν ὁ ἄξων ἕλκεται στρεφόμενος. τὰ δὲ ἐφεξῆς τῷ ἅρματι τὰ αὐτά, οἷον ῥυμός, ζυγός, ζεύγλη, ἀκροζύγιον καὶ τὰ τοιαῦτα.
[254] ἐρεῖς δὲ σμῆνος τὸ πλῆθος τῶν μελιττῶν· ὁ δὲ τόπος σίμβλοι, τὸ δὲ ἔργον μελιττουργεῖν· βλίττειν δὲ τὸ καπνίζειν τὰς μελίττας καὶ ποιεῖν ἀναχωρεῖν. ὁ δὲ ἄρχων τοῦ σμήνους ἡγεμὼν καὶ βασιλεύς, ᾧ τὸ πᾶν ἕπεται. τὰ δὲ ἔκγονα σχαδόνες, τὸ δὲ ἀργὸν ἔθνος κηφῆνες. τὰ δὲ ἀγγεῖα κύτταροι. τὸν δὲ μελιττουργοῦντα καπνίζειν δεῖ, ὅπως ἀνασοβῇ τὰς μελίττας, τὸ γὰρ κέντρον οὐκ εὔφορον. ὁ δὲ ἦχος τῶν μελιττῶν βόμβος, καὶ βομβεῖν τὸ ἠχεῖν. τὰ δὲ ἔργα κηρία, μέλι, μελίκηρα. εἰσὶ δὲ σχαδόνες καὶ ἐδώδιμοι.
[255] Ἔμελλον δὲ καὶ κυνηγετικὰ προστιθέναι, καὶ ἄλλα ἐπ' ἄλλοις καὶ πολλὰ ἐπὶ πολλοῖς. ἀλλ' ὡς μὴ εἰς πλέον ἀποτείναιμι τὸ βιβλίον, οἶμαι μὲν καὶ σὲ ἐκ παραδείγματος τὴν ἐπίνοιαν λαβόντα κατὰ τὴν ὑφήγησιν τοῦ λόγου τὰ λοιπὰ ἀνερευνήσειν· εἰ δὲ βούλει, κἀκεῖνα προσθήσω.
[2]
[1] Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν. ὅσα μὲν παρὰ τοῖς τὴν ἀκριβῆ φωνὴν ἔχουσι τῶν ἀνθρώπου μελῶν ἦν εὑρεῖν, ταῦτα δὴ παρ' ἐκείνων ἕξειν ἔμελλον. πολλὰ δὲ καὶ οἱ τῷ περιπάτῳ συνήθεις ἐμήνυον ἡμῖν, αὐτοὶ τὰ παρ' αὑτῶν καὶ τὰ παρὰ τῶν ἰατρῶν ἀθροισάμενοι, παρ' ὧν καὶ ἡμεῖς τινὰ τούτων [2] συνελέξαμεν· ὧν γὰρ μετὰ τὴν πεῖραν ἡ γνῶσις, τούτων ἡ χρεία παρὰ τῶν πείρᾳ γνόντων ἀναγκαία. ἔρρωσο.
[5] ἐρεῖς οὖν τὸ σύνηθες ἄνθρωπος, ἀνθρώπιον, ἀνθρωπίσκος, ἀνθρώπινον, ἀνθρωπικῶς, ἀνθρωπίνως, ἀνθρωπικόν, ἀνθρωποειδές. ἀνθρωπεία τέχνη, ὡς Θουκυδίδης (II 47. 3), ἀνθρωπίνη φύσις, ὡς Πλάτων (Theaet 149 C, Tim 90 C). ἀνθρωπίζεται, ὡς Ἀριστοφάνης (I frg 37 Ko). τὸ δὲ ἀνθρώπου δέρμα ἀνθρωπῆν Ἡρόδοτος (V 25) καλεῖ. προσήκοι δ' ἂν ἀνθρώπῳ φιλάνθρωπος, φιλανθρωπία, φιλανθρώπως, φιλανθρωπεύεσθαι. τὸ δὲ ἐναντίον ἀπάνθρωπος, ἀπανθρωπία, ἀπανθρώπως· οὐ γὰρ καὶ ἀπανθρωπεύεσθαι, πολυάνθρωπος δὲ καὶ πολυανθρωπία καὶ ὀλιγανθρωπία.
[6] σπέρμα σπορά. σπεῖραι, ἀρόσαι, καταβαλεῖν τὸ σπέρμα, ὑποδέξασθαι, κυῆσαι, γεννῆσαι, τεκεῖν. ἔμβρυον, κύημα, ἀνεμιαῖον κύημα, τρόφιμον, βιώσιμον. τὸ δὲ κύημα καὶ κύος Ἀριστοφάνης κέκληκεν (I frg 609 Ko):
ἥτις κύουσ' ἐφάνη κύος τοσουτονί.
[7] ἀμβλῶναι, ἀμβλωθρίδιον καὶ ἀμβλωθρίδιον φάρμακον, καὶ ἄμβλωσις, ὡς Λυσίας (frg 24 Tur), καὶ ἄμβλωμα, ὡς Ἀντιφῶν (frg 149 Bl), καὶ ἀμβλίσκειν, ὡς Πλάτων (Theaet 149 D). γέννημα, γέννησις, ὡς Πλάτων (Conviv 206 E). γονὴ ἡ γέννησις, ὡς Ξενοφῶν(). τόκος, τίκτει, ἐπίτεξ, ἐπίφορος καὶ ἐπίτοκος· τοκῶσα δὲ εἶπε Κρατῖνος (I frg 449 Ko). ἀτόκιον φάρμακον, ἢ τικτικόν, ἢ ὠκυτόκια, ὡς Ἀριστοφάνης (Thesmoph 504).
[8] βρέφος νεογενές, νεόγονον, ἀρτιγενές, ἀρτίγονον, πρωτότοκον, ἀρτίτοκον, πρωτόγονον, νήπιον, ἄρτι ἀπὸ γονῆς, ἄρτι ἐξ ἀμφιδρομίων. τὸ δὲ νεογιλλὸν Ἰσαῖος μὲν εἴρηκεν ἐν τῷ κατ' Ἀρεσαίχμου (frg 12 Tur), ἐμὲ δ' οὐκ ἀρέσκει. ἄμεινον δ' αὐτοῦ τὸ παρ' Ἡροδότῳ (II 2) νεογνόν· ἀλλὰ καὶ τοῦτο Ἰωνικόν. αὐτοετές, ἔτειον, διετές, καὶ τὰ ἐφεξῆς. ἔτι ἐν γάλακτι, ἐπιμάστιον, [9] ἐπιμαστίδιον, ἄρτι ἀπὸ θηλῆς, ἄρτι ἀπὸ μαστοῦ. παιδίον, παιδάριον, παιδίσκος, παῖς, κόρος, ᾔθεος, οὔπω πρόσηβος, ἤδη πρόσηβος. καὶ ἀντίπαις ὑπὸ τῶν νέων κωμῳδῶν (III 466 frg 318 Ko) ἐκλήθη. Πλάτων δ' ὁ κωμικὸς (I frg 206 Ko) καὶ παλλάκια εἴρηκεν·
παῖδες, γέροντες, μειράκια, παλλάκια.
ἔφηβος, ἄρτι ἐξ ἐφήβων· τοῦτον δὲ καὶ ἀφειμένον ὠνόμαζον, καὶ περυσινὸν ἔφηβον. ἄρτι ἡβάσκων. τόσα ἀφ' ἥβης γεγονὼς ἔτη· τὸ γὰρ πρωθήβης ποιητικόν (Hom Θ 518 saep). μειράκιον, μειρακίσκος, [10] μειρακύλλιον. καὶ βούπαις παρ' Εὐπόλιδι (I frg 402 Ko). εἶτα ἀγένειος, λειογένειος, ἰούλῳ νέον ὑπανθῶν παρὰ τὰ ὦτα καθέρποντι ἢ περὶ τὴν ὑπήνην ἀνέρποντι, ὑπηνήτης, ἐν ἦρι τῆς ὥρας, ἐν ἀκμῇ, ἐν ἄνθει. παρηνθηκώς, παρηβηκώς, ἄφηβος, ἀφηβηκώς, ἀπηνθηκώς, ἐκ μειρακίων εἰς ἄνδρα παραγγείλας, ἀνδριζόμενος, ἐντελὴς τὴν ἡλικίαν, ἔνακμος, ἐν τῷ μεσεύοντι τῶν ἡλικιῶν, ἐν τῇ κορυφῇ τῶν καθ' ἡλικίαν ἀναβάσεων, εἰς ἀνδρῶν ἡλικίαν ὑπαλλάττων, γενειῶν, γενειάσκων, πώγωνος ὑποπιμπλάμενος, πωγωνίας, ὡς Κρατῖνος (I frg 439 Ko). προφερὴς δὲ λέγεται ὁ τῷ μὲν χρόνῳ νεώτερος, τῇ δὲ ὄψει δοκῶν πρεσβύτερος· σκληφρὸς δὲ ὁ ἐκείνῳ πεφυκὼς ὑπεναντίος, τοῦτον δὲ καὶ νεοειδῆ ἂν εἴποις. Θεόπομπος δὲ αὐτὸ ἐν Στρατιώτισιν (I frg 58 Ko) ἐπὶ γυναικὸς [11] εἴρηκεν ὁ κωμικός. νεανίσκος, νεανίας· ὁ γὰρ νέαξ, εἰ καὶ τῶν εἰρημένων ἐστίν, ἀλλὰ κωμικώτερον (I 776 frg 10 Ko) ἂν εἴη. τὸ δὲ τούτων πλῆθος νεολαία. εἶτα ἀνήρ, τὴν μάχιμον ἡλικίαν ἔχων, τὴν στρατεύσιμον ἡλικίαν ἔχων, τῶν ἐκ καταλόγου, ἀκμάζων, σφριγῶν. ἐκ τῆς ἀπομάχου ἡλικίας, ἐκ τῆς ἀμάχου, ἐκ τῆς ἀπολέμου, ἐκ τῆς ἀστρατεύτου, ὑπὲρ τὸν κατάλογον, ὑπὲρ τὰ ἑξήκοντα [12] γεγονὼς ἔτη, δημηγόρου ἡλικίαν ἔχων, προπόλιος, ὑποπόλιος ὡς Δημοσθένησ(), μεσαιπόλιος, μεσῆλιξ, πολιός· τὸ γὰρ πολιοκρόταφος οὐ καθ' ἡμᾶς. ὠμογέρων, πρεσβύτης, ὅθεν καὶ πρεσβεῖα τὰ γέρα τὰ τοῖς πρεσβυτέροις διδόμενα. καὶ τὸ κατὰ πρέσβιν τὸ καθ' ἡλικίαν, ὃ καὶ πρεσβύτερον. καὶ πρεσβεύειν τὸ προτιμᾶν παρὰ Πλάτωνι (Leg IX 879 B saep), καὶ τὸ 'οὐδέν ἐστι πρεσβύτερον' ἀντὶ τοῦ οὐδὲν τιμιώτερον.
[13] γέρων, προγήρως, γηραιός, ὡς Θουκυδίδης (VI 54. 2) καὶ Ἀντιφῶν (IV α 2), ἐσχατογήρως, βαθυγήρως. καὶ γερουσία τὸ τῶν γερόντων συνέδριον, καὶ γεροντικὰ λουτρὰ παρὰ Πλάτωνι (Leg VI 761 C), καὶ γερόντειαι παλαῖστραι παρ' Ἀντιφάνει (II frg 332 Ko). τοὺς δὲ γέροντας καὶ γεραιτέρους Ξενοφῶν (Cyrop I 5. 5) ἐκάλεσεν. Πλάτων (Euthyd 272 C) δ' εἴρηκέ τινα καὶ γεροντοδιδάσκαλον. προσήκοι δ' ἂν τῷ γήραι καὶ τὸ γηροτροφεῖν, καὶ τὸ γηροτροφεῖσθαι, καὶ τὸ γηροκομεῖν, καὶ τὸ ἐγγηροτροφηθῆναι, καὶ γηροτρόφοι, καὶ ἐγγηρᾶναι [14] καὶ καταγηρᾶναι. Ὑπερείδης δὲ (frg 233 Bl) καὶ γηροβοσκὸν εἴρηκε, καὶ Ἄλεξις (II frg 312 Ko) γηροβοσκεῖα, Ξενοφῶν (Cyrop VIII 7. 22) δὲ τὴν ἀγήρατον δόξαν, Ὑπερείδης (frg 221 Bl) δὲ τὸν ἀγήρατον χρόνον, Σοφοκλῆς (Antig 608) δὲ τὸν ἀγήρω, καὶ Πλάτων (Tim 33 A) τὸν ἀγήρω, καὶ Εὐριπίδης δὲ 'κόσμον ἀγήρω' (TGF 910. 6), Θουκυδίδης (II 43; 44. 4) δὲ τὸν ἀγήρων, ὡς καὶ Εὐριπίδης (TGF 999 N) τὴν ἀγήρων ἀρετήν, [15] καὶ Δημοσθένης (LX 36) τιμὰς ἀγήρως. ἐρεῖς δὲ πολυετής, μακρόβιος, πολυχρόνιος, μακροβίοτος καὶ μακροχρόνιος· Πλάτων γὰρ ἐν Τιμαίῳ() λέγει μακροχρονιώτερον. λέγοιτο δ' ἂν καθ' Ὑπερείδην (I p 14. 13 Bl) καὶ 'ἐπὶ γήρως ὀδῷ,' ἐπὶ δυσμαῖς τοῦ βίου, ὡς ὑποφέρεσθαι τὴν γλῶτταν, ὡς συγκεχύσθαι τὸ φθέγμα εἰς ἀσάφειαν, ὡς παράφορον εἶναι τὴν φωνήν, ὡς λελύσθαι τὼ χεῖρε, ὡς ἀκρατεῖς εἶναι διὰ γῆρας, ὡς ὑποτρέμειν τὼ πόδε, ὡς ὑπολισθαίνειν, ὡς εἶναι σφαλερούς, ἀβεβαίους, παραφόρους, ἀπαγεῖς, οὐ [16] στασίμους, οὐκ εὐσταθεῖς. ἕπεται δὲ τούτοις καὶ τὰ κωμικὰ σκώμματα (III 558 frg 860 et 895 Ko), Κρόνος, κρονικός, κρονόληρος, πρεσβύτερος Κρόνου, νωδογέρων, τυμβογέρων, μακκοῶν, παρανοῶν, παραγεγηρακώς, παραφρονῶν, παραλλάττων, ἐξεστηκὼς ὑπὸ γήρως, παρακεκινηκὼς ὑφ' ἡλικίας, ὑπὲρ τὰς ἐλάφους βεβιωκώς, ὑπὲρ τὰς κορώνας, ταῖς νύμφαις ἰσῆλιξ.
[17] ἐπὶ δὲ τῶν θηλειῶν τὰ μὲν πρῶτα ταὐτὰ μέχρι τοῦ παιδάριον ‑ καὶ γὰρ τοῦτο κοινὸν ἀμφοῖν, θηλειῶν τε καὶ ἀρρένων ‑ τὰ δ' ἐφεξῆς παιδίσκη, κόριον παρὰ Εὐπόλιδι ἐν Αἰξίν (I frg 422 Ko), κόρη, κορίσκη, κορίσκιον. τὸ γὰρ κοράσιον εἴρηται μέν, ἀλλὰ εὐτελές, ὥσπερ καὶ τὸ κορίδιον. καὶ πρᾶγμα δὲ κορικὸν τὸ παρθενικόν· ἀλλ' οὐδὲ τοῦτο προσίεμαι. καὶ Φρύνιχος (I frg 67 Ko) μὲν ὁ κωμικὸς τὰς νέας ἀφήλικας λέγει,
ἦσαν δὲ καὶ γυναῖκες ἀφήλικες· Φερεκράτης (I frg 206 Ko) δὲ τὴν γεραιτέραν ὡς ἀφηλικεστέραν, ὡς καὶ Κρατῖνος (I frg 369 Ko) ἀφήλικα γέροντα. ἐρεῖς δὲ [18] παρθένος ὡραία γάμου. Ἀριστοφάνης (I frg 582 Ko) δὲ καὶ κυαμίζειν ἔφη τὰς ἀκμαζούσας·
ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν, εἰσὶ δέ
ἤδη πρὸς ἄνδρας ἐκπετήσιμοι σχεδόν.
μεῖραξ, μειρακίσκη, ἄγαμος, ἐπίγαμος, νεόγαμος, γυνή, ἠνδρωμένη, ἀνδρὶ μεμιγμένη, νέα, ἀκμάζουσα, νεᾶνις, ἀφηβηκυῖα, παρηβηκυῖα, πρὸς γῆρας ῥέπουσα, γραῦς, καὶ ὡς Ἰσαῖος (frg 151 Tur) γεραιτέρα, γραῖα, καὶ ὡς Θεόπομπος ὁ κωμικὸς (I frg 78 Ko) 'πρεσβῦτις' φίλοινος, μεθύση, οἰνοκάχλη, κοχώνη. καὶ τὰ λοιπὰ τὰ αὐτὰ τοῖς ἄρρεσιν, οἷον ἐσχατογήρως, βαθυγήρως καὶ τὰ τοιαῦτα.
[19] ῥήματα δὲ τῶν προειρημένων κύειν, κυΐσκεσθαι ‑ ἐπὶ τῶν κυουσῶν γὰρ καὶ τοῦτο Πλάτων ἔταξεν, εἰπὼν ἐν Θεαιτήτῳ (119 B) κυϊσκομένη καὶ τίκτουσα ‑ , κυεῖσθαι, γεννᾶσθαι, τίκτεσθαι.
εἰς ἐφήβους τελεῖν. παιδεύεσθαι, τάχα δὲ καὶ τὸ παίζειν καὶ [20] ἡ παιδεία καὶ τὸ παίδειον μάθημα παρὰ Πλάτωνι (Leg V 747 B et VII 810 A) καὶ ὁ παιδαριώδης παρὰ Νικοχάρει (I frg 21 Ko), καὶ τὰ παιγνιώδη παρὰ Ξενοφῶντι (Hell II 3. 56), καὶ ἡ παιδαγωγία παρὰ Πλάτωνι (Tim 89 D, Rpbl VI 491 E). τούτοις ἂν προσήκοι ἡβᾶν, ἡβάσκειν, εἰς μειρακίων ἡλικίαν ἐξαλλάττειν, ἀκμάζειν, σφριγᾶν, νεάζειν, νεανιεύεσθαι· Ξενοφῶν (Cyrop I 2. 15) δὲ καὶ νεανισκεύεσθαι ἔφη. τὸ δὲ τολμᾶν νεανιεύεσθαι Ἀριστοφάνης (I frg 827 Ko) ἔφη, ἀφ' οὗ Λυσίας (frg 324 Tur) τὸ νεανιευόμενοι, καὶ νεανίαι. ἀνδρίζεσθαι δὲ Ἀριστοφάνης (I frg 827 Ko) ἔφη, ἀνδροῦσθαι, καὶ ἀνδριζόμενοι Ὑπερείδης (frg 228 Bl). ὅθεν ἀνδρείως, καὶ ἀνδρικῶς, ὡς Πλάτων (Theaet 204 E saep), καὶ ὡς Ἰσαῖος (frg 146 Tur) ἀνδρικῷ χορῷ, καὶ ὡς Ἰσοκράτης (XII 31) ἀνδρωδῶς. ἐπαριθμεῖσθαι [21] τῷ καταλόγῳ. εἶτα παρηβᾶν, ἀπανθεῖν, εἰς γῆρας προχωρεῖν, λευκαίνεσθαι τὴν τρίχα, πολιοῦσθαι, γηρᾶν, γηράσκειν, καταγηράσκειν, ἀσθενεῖν, ὑπονοστεῖν, παρολισθάνειν, ὑποτρέμειν, ἀκρατῶς ἔχειν αὑτοῦ, παρῃωρῆσθαι τὰ μέλη, λελύσθαι τὰ ἄρθρα, παραγηρᾶν, παρανοεῖν, ἀλλοφρονεῖν, παραλλάττειν, ἐξεστηκέναι, μαίνεσθαι, παραφρονεῖν.
[22] Τὰ δὲ τῶν μερῶν ὀνόματα τρίχες, τρίχωσις, τρίχωμα, κόμη, χαίτη, λάχνη· χρηστέον γάρ ἐσθ' ὅτε τῷ ὀνόματι, κἂν ᾖ ποιητικόν (Hom λ 319)· αἱ γὰρ φόβαι καὶ ἔθειραι καὶ σμήριγγες καὶ ἕλικες τοῖς μέτροις δεδόσθωσαν. γίνεται δ' ἀπ' αὐτῶν ὀνόματα εὔθριξ, εὔτριχος, καλλίτριχος, εὐθύθριξ, καὶ ἀπότριχες οἱ ἄνηβοι.
[23] τετανόθριξ, οὐλοκάρηνος, καὶ οὐλότριχες παρ' Ἡροδότῳ (II 104). Ἀρχίλοχος (frg 196 B) δὲ ἀναστρέψας τρίχουλον εἴρηκεν. ἐν γὰρ τοῖς Ἀττικοῖς λόγοις οὐχ εὗρον ὄνομα δηλοῦν τὸ πᾶν χωρὶς εἰ μή τις λύσας εἴποι οὔλας τὰς τρίχας· οὐλόκομος μέντοι εἴρηται παρ' Ἀλέξιδι (II frg 324 Ko), καὶ παρὰ Φερεκράτει (I frg 223 Ko) οὐλοκέφαλος. οὐλοκίκιννε δὲ Τελέσιλλα (frg 8 B) εἴρηκεν. τὸν δὲ τοιοῦτον στραβολοκόμαν Σοφοκλῆς (frg 994 N) ὠνόμασεν. μοχθηρὰ δὲ ἄμφω τὰ ὀνόματα.
[24] ἀπὸ μέντοι τριχῶν τριχίαι ἰχθύες καὶ τριχίδες, καὶ ὑστριχὶς ἡ μάστιξ, καὶ τριχοβρῶτες θηρίδιά τινα σινόμενα τὰς τρίχας, καὶ τρίχαπτον δὲ πλέγμα τι ἐκ τριχῶν. Φιλωνίδης (I frg 10 Ko) δὲ καὶ 'ὢ πολυτρίχου πώγωνος' εἴρηκεν. φαίη δ' ἄν τις εὔκομος, εὐκόμης, [25] βαθυκόμης, ξανθοκόμης, μελαγκόμης, κομήτης, κομᾶν, ἐπικομᾶν, εὐχαίτης, βαθυχαίτης, ἀπὸ δὲ χαίτης καὶ τὸ ἀναχαιτίζειν. ἀνασεσυρμένην ἔχων τὴν κόμην, ἀναφρίττουσαν ὑπὲρ τὸ μέτωπον, τῷ μεταφρένῳ περιρρέουσαν, περικεχυμένην τῷ τένοντι, οὐκ ἐσφηκωμένην, οὐκ ἔνδετον, περισχιζομένην τῷ μετώπῳ ἢ τῷ μεταφρένῳ, τοῖς ὤμοις προσπαίζουσαν, ἐξηνεμωμένην κατὰ τῶν νώτων ἢ ἐπὶ τῶν νώτων.
[26] ψιλὸς τὴν κεφαλήν, ἀπεψιλωμένος τὰς τρίχας, ἀποσεσυλημένος τὴν χαίτην, ἄθριξ, ἄκομος τὴν κεφαλήν, ἀπερικάλυπτος, τὴν ἐκ φύσεως σκέπην τῆς κορυφῆς ἀποβαλλόμενος, τὸ ἐπὶ κεφαλῆς χρήσιμον περίττωμα ζημιωθείς, λειοκάρηνος, ἀπεξυρημένος, οἷον ἐν χρῷ κουρίας, κατὰ τὰ φυλλορροοῦντα τῶν δένδρων ἀπανθήσας ἢ τριχορρυήσας, φαλαντίας, ἀναφαλαντίας, φαλακρός, γυμνὸς τῶν τριχῶν, ψεδνὸς καθ' Ὅμηρον (B 219)
[27] μέρη δὲ τῶν τριχῶν πλόκαμος, πλοκαμίς, ἀφ' ὧν καὶ πλόκαμοι παρὰ τοῖς ποιηταῖς αἱ τοῦ καπνοῦ περιστροφαί. βόστρυχος, ἀφ' οὗ καὶ τὸ διαβεβοστρυχωμένον παρ' Ἀρχιλόχῳ (162 B), καὶ παρὰ Ἀναξίλᾳ (II frg 42 Ko) ἐβοστρύχιζον. καὶ εὐπλόκαμος καὶ εὐβόστρυχος ἀνὴρ ἅμα καὶ γυνή. Φερεκράτης (I frg 189 Ko) δὲ
ὦ ξανθοτάτοις βοτρύχοισι κομῶν [28] ἔφη. κικίννους δὲ Ἀριστοφάνης (Vesp 1064) τε εἴρηκε καὶ Εὔπολις (I frg 419 Ko)· τούτους δὲ καὶ παρωτίδας ὠνόμαζον. Κρατῖνος (I frg 353 Ko) δὲ στημονίας κικίννους εἶπε τοὺς στήμονι ὁμοίους ὑπ' ἰσχνότητος. Φερεκράτης (I frg 225 Ko) δὲ τοὺς γυναικείους πλοκάμους πλοκάδας καλεῖ. τὰς μέντοι συνεστραμμένας μετὰ ῥύπου τρίχας ἡ κωμῳδία (III 597 frg 1152 Ko) στόρθυγγας καλεῖ. καὶ μὴν ὀπισθοκόμαι μὲν Εὐβοεῖς, ἀκροκόμαι δὲ Θρᾷκες λέγονται.
[29] κουρᾶς δὲ εἴδη κῆπος τε καὶ σκάφιον, καὶ πρόκοττα, καὶ περιτρόχαλα. τὴν δὲ πρόκοττάν φασιν εἶναι, ὅταν τις τὰ ἔμπροσθεν κομᾷ, τὰ πρὸ τῆς κοττίδος· οὕτω γὰρ οἱ Δωριεῖς καλοῦσι τὴν κεφαλήν. οἱ δὲ οὐδὲ κουρὰν οἴονται εἶναι τὴν πρόκοτταν, ἀλλ' αὐτὰς τὰς ὑπὲρ τὸ μέτωπον τρίχας. ἔλεγον δὲ καὶ πρὸς φθεῖρα κείρεσθαι τὴν πένθιμον κουράν, ὡς Εὔβουλος ὁ κωμικός (II frg 32 Ko). ἐκαλεῖτο δέ τις καὶ 'Ἑκτόρειος κόμη,' περὶ ἧς φησὶν Ἀναξίλας (II frg 38 Ko)
τὴν Ἑκτόρειον τὴν ἐφίμερον κόμην.
[30] Τίμαιος (FHGI 157) δὲ τὴν κουρὰν ταύτην προσεστάλθαι μὲν δεῖν περὶ τὸ μέτωπον λέγει, τῷ δὲ τραχήλῳ περικεχύσθαι. ἔτρεφον δέ τινες ἐκ πλαγίου κόμην ἢ κατόπιν ἢ ὑπὲρ τὸ μέτωπον ποταμοῖς ἢ θεοῖς, καὶ ὠνομάζετο πλοχμὸς ἢ σκόλλυς ἢ σειρὰ τριχῶν· τὴν γὰρ κοσύμβην οὐκ ἂν προσοίμην, ἀλλὰ τὸν Ἀττικὸν κρωβύλον. ἐκαλεῖτο δέ τι καὶ πηνήκη, καὶ προκόμιον προσθετόν, οὐ γυναιξὶ μόνον ἀλλὰ καὶ ἀνδρῶν τοῖς ἐνδεῶς εἰς κόμης λόγον πράττουσιν.
[31] τὸ δ' αὐτὸ καὶ ἔντριχον ὠνόμαζον. οἱ δὲ περὶ τὴν κόμην χειροτέχναι κομμωταί, καὶ κομμώτριαι αἱ γυναῖκες. οἱ δὲ καὶ κεροπλάστας αὐτοὺς ἐκάλεσαν, εἰ κέρας ἡ κόμη· ὃ καὶ Ὅμηρον (Λ 385) δηλοῦν τινὲς ἔφασαν, εἰπόντα τὸν Πάριν 'κέραι ἀγλαόν' ‑ ὅθεν καὶ παρὰ Σοφοκλεῖ (frg 791 N) ὀρθόκερως φρίκη, οἷον ὀρθόθριξ ‑ καὶ κέρας βοὸς τὴν τρίχα. εὐθετῆσαι δὲ ἔλεγον τὰς τρίχας, καὶ ὑπόσπειραν εἶδος τριχῶν πλέγματος, ὥσπερ καὶ σπεῖραν. οὐ μὴν [32] οὐδὲ ἡ τῶν κουρέων χειροτεχνία ἔξω τῆς κεφαλῆς. τούτους δὲ καὶ κορσωτῆρας ἐκάλουν. ὧν τὰ ἐργαλεῖα κτένες καὶ ξυρόν, οὗ τὴν θήκην ξυροδόκην Ἀριστοφάνης (Thesm 220) καλεῖ, καὶ (Equ 410) μαχαιρίδας, ἃς καὶ κουρίδας ὠνόμαζον. διὰ τοῦτο καὶ κόρσας τινὲς (Aeschyl Choeph 282) ἐκάλεσαν τὰς τρίχας, διὰ τὸ κείρεσθαι. ἔλεγον δέ τι οἱ κωμῳδοὶ (Aristoph Ach 849) καὶ κείρεσθαι μιᾷ μαχαίρᾳ, ἐπὶ τῶν καλλωπιζομένων· τὴν δὲ μάχαιραν ταύτην καὶ ψαλίδα κεκλήκασιν.
[33] ἀκαρὲς μέντοι τὸ σμικρὸν λέγεται, ὃ διὰ τὴν σμικρότητα οὐκ ἔστι κεῖραι· καὶ ἀκαρὴς καιρός, καὶ 'πλοῦς ἀκαριαῖος' ὁ βραχὺς παρὰ Δημοσθένει (LVI 30). κείρειν, κείρεσθαι, κουρά. καὶ ἀποκεκαρμένος, ὡς Ὑπερείδης (frg 230 Bl), καὶ ἀποκαρτέον, ὡς Εὔπολις (I frg 400 Ko). καὶ κουριᾶν τὸ κομᾶν, ἀπὸ τοῦ δεῖσθαι κουρᾶς, ὥσπερ καὶ κουριῶν ὁ αὐχμῶν καὶ κομῶν. καὶ ἐν χρῷ κουρίαι οἱ ἐν χρωτὶ κεκαρμένοι. παρακόμους δὲ τοὺς κομῶντας Ἄμφις (II frg 50 Ko) εἴρηκεν ὁ κωμικός, Φερεκράτης (I frg 30 Ko) δὲ ἐν χρῷ κουριῶντας, ἢ ὅστις τοὺς Αὐτομόλους αὐτοῦ διεσκεύασεν. καὶ αὐχμεῖν δὲ τὴν κόμην ἔλεγον, ὡς Ὅμηρος (ω 248)
αὐχμεῖς δὲ κακῶς καὶ ἀεικέα ἕσσαι· [34] Φρύνιχος (I frg 76 Ko) δὲ ὁ κωμικὸς αὐχμᾷς ἔφη. τὸν δὲ τοιοῦτον αὐχμηρὸν Ξενοφῶν (Memorab II 1. 31) κέκληκεν, ὡς Πλάτων (Leg 761 B) αὐχμηρότατον. ἐπὶ δὲ τοῦ ἐναντίου Ὅμηρος (o 331)
αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα.
ἐκτενισμένοι μὲν εἴρηκεν Ἀρχίλοχος (165 B), καὶ Ἀναξίλας (II frg 39 Ko)
ἡμεῖς δέ γ' ἐκτενίζομεν Τελέσιππον οἱ οἰκόσιτοι,
Ἀριστοφάνης (I frg 603 Ko) δὲ
λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον,
[35] Σοφοκλῆς (O C 1261) δὲ ἀκτένιστος. ἔλεγον δὲ καὶ κεφαλὴν περίθετον, ὡς Ἀριστοφάνης (Thesm 258), καὶ ὡς ἂν εἴποιεν οἱ νῦν περιθέτην, καὶ πάλιν τὴν περίθετον κόμην. καὶ διεκτενίσθαι τὰς τρίχας, παραλελέχθαι δὲ τὸ τὰς περιττὰς ἀφῃρῆσθαι· ὅθεν καὶ παρὰ Φερεκράτει (I frg 195 Ko) 'ἄσμηκτος ἀπαράλεκτος.' καὶ παραπλέκειν τὰς τρίχας τὸ ἀναπλέκειν, καὶ 'παραπεπλεγμένη Ἀθηνᾶ' ἡ ἀναπεπλεγμένη. καὶ ἑψήσασθαι δὲ τὴν κόμην τὸ καταχρῶσαι ἔλεγον (III 460 frg 288 Ko)·
καὶ τὴν κόμην ἡψήσατο, καὶ ἑφθὴν τὴν κόμην καὶ ξανθίζεσθαι. καὶ μελαίνεσθαι τὴν κόμην, καὶ μέλασμα τὸ τῆς κόμης βάμμα. ὁ δὲ Ἀπόλλων ἀκειρεκόμης.
ὑπόκειται δὲ τῇ κόμῃ κεφαλή, καὶ δέρμα ἐλαφρόν τε καὶ [36] κοῦφον ἐπιτέταται κατακεκεντημένον, ὡς φησὶν ὁ Πλάτων (Tim 76 B) εἰς τριχῶν ἔκφυσιν, καὶ ὥσπερ φυτὰ τὰς τρίχας ἐπάρδον τῷ ἔνδοθεν πνεύματι. καὶ τὸ μὲν σύμπαν ὀστοῦν καλεῖται κεφαλῆς κύτος, ἥρμοσται δὲ ἐκ συμβολῶν αἳ καλοῦνται ῥαφαί, πριόνων δίκην ὠδοντωμένων κατὰ τὰς προβολάς τε καὶ κοιλότητας εἰς ἀλλήλας [37] ἐνηρμοσμέναι. ὠνόμαζον δ' αὐτὰς ἰατρῶν παῖδες στεφανίτιδάς τε καὶ λαβδοειδεῖς καὶ λεπιδοειδεῖς καὶ ἄλλα τοιαῦτα ὀνόματα, καὶ ἐφιλονείκουν περὶ τοῦ πλήθους αὐτῶν, εἴτε πέντε χρὴ τὰς ῥαφὰς ἀριθμεῖν εἴτε πλείους εἴτε ἐλάττους, πάντων μὲν ὁμολογούντων ἐλάττους εἶναι τὰς τῶν γυναικείων κεφαλῶν ῥαφάς, Ἡροδότου (IX 83) δὲ φάσκοντος μετὰ τὸν ἐν Πλαταιαῖς φόνον ἐν τοῖς Περσικοῖς νεκροῖς εὑρεθῆναι κεφαλὴν μηδεμίαν ἔχουσαν ῥαφῆς συμβολήν.
[38] λέγει δέ που καὶ Ἄρατος ἐν τοῖς Ἰατρικοῖς (Maass Aratea p 223 sq)
ἤδη γάρ ποτ' ὄπωπα καρήατα πολλὰ μὲν αὕτως
μεσσατίης κορυφῆς μούνῃ συνεερμένα ῥαμμῇ,
πολλαὶ δ' ἀρραφέες κεφαλαὶ πάγεν ἀνθρώποισιν.
τὴν μέντοι κεφαλὴν οἱ ποιηταὶ (Hom C 499) καὶ κώδειαν καλοῦσιν, ἀπὸ τῆς τοῦ μήκωνος κεφαλῆς ὀνομάσαντες. καλεῖται δὲ τὸ μὲν σύμπαν πόλος καὶ κρανίον, καὶ κόγχος παρὰ Λυκόφρονι (Alex 1105)
τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον· [39] παρὰ δὲ Ἀριστοφάνει (I frg 604 Ko) σκάφιον,
ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ. τὸ δ' ἔγκοιλον αὐτοῦ κορυφή, ὅπερ ἐν τοῖς Ὀρφικοῖς μέτροις (frg 36 s f G Herm) ὀνομάζεται μεσόκρανον. καὶ μὴν καὶ στεφάνην καλοῦσι τὸ μέσον ἰνίου τε καὶ βρέγματος. τὸ δὲ ὑπὲρ τὸ μέτωπον βρέγμα καὶ βρεχμόν, τὸ δὲ προῦχον ὑπ' αὐτῷ μέτωπον, τὰ δὲ ἑκατέρωθεν κροτάφους, τὸ δὲ κατόπιν ἰνίον, ὅτι ἀπ' αὐτοῦ αἱ ἶνες ἐκπεφύκασιν.
[40] ἡ δὲ τελευταία τῶν τριχῶν περὶ τῇ κεφαλῇ περίοδος καὶ στεφάνη καὶ περίδρομος ἐπίκλην ἔχει. τὸ δὲ ὑπὸ ταῖς θριξὶ πᾶν κρανίον. τοὺς δὲ κροτάφους ἔνιοι καὶ κόρρας καλοῦσιν· καὶ τοῦτο εἶναι τὸ ἐπὶ κόρρης παίειν. καὶ Ὅμηρον (Δ 502) δὲ αὑτοῖς νομίζουσι συμμαρτυρεῖν, εἰπόντα
κόρσην· ἡ δ' ἑτέροιο διὰ κροτάφοιο πέρησεν.
[41] καὶ τὰ μὲν κεφαλῆς νοσήματα κεφαλαία καὶ κεφαλαλγία καὶ καρηβαρία καὶ ἡμικρανία, ἡμίκραιρα καὶ ἴλιγγος καὶ σκοτοδινίασις καὶ σκοτοδινία· Πλάτων (Protag 339 E) δ' ἔφη 'ἐσκοτώθην καὶ ἰλιγγίασα.' καὶ καρηβαρικὸν ποτὸν ἢ βρῶμα· τὸ δὲ τοῦτο ποιεῖν καροῦν Ἀντιφῶν (p 150n Bl) φησίν. κεφαλαλγὲς σιτίον, ὡς 'τὸν τοῦ φοίνικος ἐγκέφαλόν' φησιν ὁ Ξενοφῶν (Anab II 3. 16). καὶ καρηβαρικὸν τὸ πάθος Τηλεκλείδης (II frg 47 Ko). τὸ δὲ ὑπὸ μέθης τοῦτο πάσχειν καρηβαρᾶν Ἀριστοφάνης (I frg 792 Ko). τάχα δὲ καὶ τὸ καραδοκεῖν εἴη ἂν ἀπὸ τοῦ κάρα πεποιημένον, κυρίως ἐπὶ τῶν παραφερόντων τὴν κεφαλήν, ὡς μὴ βληθεῖεν. εἰρήκασι δὲ οἱ κωμικοὶ καὶ (Aristoph Acharn 944) 'κατωκάρα κρέμαται' καὶ (Alexis II frg 286 Ko) 'κραιπαλᾶν.'
[42] τὰ δὲ ἀπὸ κεφαλῆς ὀνόματα περικεφαλαία, παρεγκεφαλίς, ἐγκέφαλος, κεφάλαιον, ἐπικεφαλαιῶν, συγκεφαλαιώσασθαι, προσκεφάλαιον, κεφαλίδιον. ἐπὶ κεφαλὴν ὦσαι, ἐπὶ κεφαλὴν σπεύδειν, ὡς Ὑπερείδης (frg 251 Bl). ἑτερεγκεφαλᾶν, ὡς Ἀριστοφάνης (I frg 778 Ko), τὸ παραφρονεῖν. κράνος δὲ ἀπὸ κρανίου, ὥσπερ δὴ καὶ ἐπίκρανον, περίκρανον· περίκρανον δὲ οἱ παλαιοὶ τὸ στέμμα ἐκάλουν, καὶ ποτίκρανον τὸ προσκεφάλαιον οἱ κωμικοί (CGFI [43] p 156. 10 Kaib). κόρυς δὲ ἀπὸ κορυφῆς καὶ κορυφαία. καὶ μὴν ὀνομάζοιτ' ἄν τις εὐκέφαλος, ἢ ὀξυκέφαλος, ὃν Ὅμηρον (B 219) καλεῖ φοξόν, ἢ μακροκέφαλος ὡς τὸ περὶ Λιβύην ἔθνος, ἢ κυνοκέφαλος ὡς τὸ ζῷον, ἢ εὐρυμέτωπος ὡς Ἀλκιβιάδης· ὁ δὲ τοιοῦτος καὶ μετωπίας ὀνομάζεται. σχινοκέφαλον δὲ Κρατῖνος (I frg 71 Ko) τὸν Περικλέα εἶπεν. Πλάτων (Leg VI 752 A) δὲ μῦθον ἀκέφαλον. ἐκλήθησαν δὲ καὶ δικόρυφοί τινες, οὓς καὶ μακροβίους νομίζουσιν.
[44] τὸ δὲ ἔνδον ἐν τῇ κεφαλῇ ἐγκέφαλος διπλοῦς κατὰ συμβολήν, εὐρυνόμενος κατὰ τὴν βάσιν τὴν ὄπισθεν, προνεύων εἰς τὸ πρόσθεν. περιειλήφασι δ' αὐτὸν μήνιγγες δύο, ἡ μὲν ἔνδοθεν ἐρυθροτέρα, ἡ δὲ ἔξωθεν στερεωτέρα· καλοῦνται δὲ καὶ εἰλαμίδες, ὅτι περὶ μυελὸν εἰλοῦνται. ὑπὸ δὲ τὴν τοῦ ἐγκεφάλου βάσιν ἡ παρεγκεφαλίς, μυελὸς ἐγκεφάλῳ προσόμοιος, πλὴν ὅσον ἐστὶ μᾶλλον ἐπίξανθος τὴν χροιάν.
[45] κάτεισι δὲ εἰς τὸν πρῶτον σφόνδυλον, ᾧ ἡ κεφαλὴ περιστρέφεται, καλεῖται δὲ καὶ ἐπικρανίς· καὶ ἀπ' αὐτῆς ὁ μυελὸς ἔοικεν εἰς τοὺς σφονδύλους ἐπιρρεῖν, ὁπόταν ὑπὸ τοῦ λεπτοτάτου καὶ καθαρωτάτου τῆς τροφῆς ὅ τε ἐγκέφαλος καὶ ἡ παρεγκεφαλὶς τρέφηται. ὑγρὸς δέ ἐστιν ὁ τοῦ ἐγκεφάλου μυελὸς καὶ ἀπαγής, ἀλλ' οὐχ ὥσπερ ὁ τῶν ἄλλων ζῴων συνεστηκώς.
[46] τὸ δὲ ὑπὲρ τῇ κεφαλῇ μέτωπον καὶ μετώπιον, ἀφ' οὗ καὶ ἐν ἵπποις τὸ προμετωπίδιον, καὶ τὸ 'μετωπηδὸν ἔταξαν τὰς ναῦς,' καὶ κατὰ μέτωπον, καὶ ἀντιμετώπους, καὶ μέτωπον τῆς φάλαγγος. καλεῖται δὲ καὶ τὸ ἐπὶ τοῦ μετώπου δέρμα προμετωπίδιον, αἱ δὲ ἐν αὐτῷ γραμμαὶ στολίδες καὶ ἀμαρυγαί.
[47] τὸ δὲ ὑπὸ τῷ μετώπῳ πρόσωπον, ὃ μόνον ἐπὶ τῶν ἀνθρώπων οὕτω καλοῦμεν· ἐπὶ γὰρ τῶν ζῴων προτομήν, ὡς ἐπὶ τῶν ὀρνίθων ῥύγχος καὶ ῥάμφος. ἀπὸ δὲ τοῦ προσώπου ὀνόματα εὐπρόσωπος, δυσπρόσωπος, ἀπρόσωπος. καὶ προσωπεῖον τὸ μορμολυκεῖον· τὸ δ' αὐτὸ καὶ προσωπίς. ἡ δὲ νέα κωμῳδία (III 467 frg 332 Ko) καὶ [48] προσωποποιὸν εἴρηκεν ὃν ἡ ἀρχαία (Aristoph Eq 232) σκευοποιόν. καὶ προσωποῦττα δέ τι παρὰ τοῖς Ἀττικοῖς ὠνομάζετο χαλκοῦν ἀγγεῖον, ἐχίνῳ παραπλήσιον, περὶ τὸ στόμα ἔχον πρόσωπα λεόντων ἢ βοῶν, ἀφ' ὧν καὶ ὠνόμαστο. ἀποπροσωπίζεσθαι δὲ τὸ καθαίρειν τὸ πρόσωπον Φερεκράτης εἶπεν (I frg 9 Ko)·
οὐδ' ἀποπροσωπίζεσθε κυάμοις.
[49] τοῦ δὲ προσώπου μέρη ὀφρύες. καὶ ὀφρύων γεῖσα αἱ προβολαί· καὶ 'ὀφρύσιν ἀπογεισῶσαί' φησιν ὁ Ξενοφῶν (Memorab I 4. 6). καὶ ὀφρύων τρίχωσις. καὶ ὀφρύες ἐπαιρόμεναι καὶ δασυνόμεναι. καὶ τὰς ὀφρῦς αἴρων ὁ ὑπερήφανος, καὶ πάλιν τὰς ὀφρῦς ἀνασπῶν ἢ τὰς ὀφρῦς αἰωρῶν ἢ τὰς ὀφρῦς ἀνέλκων, ἢ τὰς ὀφρῦς ἀνατείνων ὑπὲρ τὰ νέφη· καὶ τὰς ὀφρῦς συνάγων ὁ φροντιστής, τὰς ὀφρῦς συνέλκων. μεσόφρυον δὲ τὸ τῶν ὀφρύων μέσον, ὃ καὶ μετώπιον ὠνόμαζον. καὶ σύνοφρυς ἀνὴρ καὶ γυνή· [50] τὸν δὲ τοιοῦτον μίξοφρυν Κρατῖνος (I frg 430 Ko) καλεῖ. καὶ μὴν παρὰ τοῖς τραγῳδοῖς (Sophocl Trach 866 saep) τὸ συνωφρυῶσθαι ἐπὶ τῶν λυπουμένων. ὁ δὲ κωμικὸς Ἀμειψίας (I frg 36 Ko) τὸ νεύειν ὀφρυάζειν εἴρηκεν, ὅπερ Ὅμηρος (μ 194) 'ὀφρύσι νευστάζων.' καὶ ὀφρύας καλοῦσι τὰ ἀνέχοντα τῆς γῆς. ἤδη δέ τινες τῶν ἰατρῶν τίλους ὠνόμασαν ταύτας τὰς τρίχας. καλοῦνται δ' ὀφρύων κεφαλαὶ μὲν τὰ πρὸς τῇ ῥινὶ μέρη, οὐραὶ δὲ τὰ πρὸς τοῖς κροτάφοις.
[51] ὀφθαλμοί, ὄμματα, ὄψις. καὶ τὰ ἀπ' αὐτῶν ὀνόματα εὐόφθαλμος καὶ εὐοφθαλμότερος, ὡς Ξενοφῶν (Cyrop VIII 1. 41), εὔοπτος, ὀξυωπής, ὀξυωπίας, ὀξυδερκής· ὀξυδερκέστατον δὲ Ἡρόδοτος (II 68) λέγει. ἀμβλυωπία, ἀφ' ἧς ἀμβλυωπὸς παρ' Εὐριπίδῃ (TGF 1096 N)· ἀλλ' ἔστι ποιητικώτερον, βέλτιον δ' ὁ ἀμβλυώττων. ὀφθαλμία. παραβλώψ, φολκός, διάστροφος, στρεβλός· ὁ γὰρ στραβὸς ἰδιωτικόν, [52] καὶ οἱ στράβωνες ἐν τῇ νέᾳ κωμῳδίᾳ (III 468 frg 334 Ko). ἰλλὸς δὲ ὑπὸ τῶν ποιητῶν (Aristoph Thesm 846) καλεῖται, καὶ ἰλλώπτειν ἐν τῇ κωμῳδίᾳ (III 579 frg 1019 Ko) τὸ παραβλέπειν, καὶ κατιλλώπτειν τὸ καταβλέπειν ἐπὶ χλευασμῷ, καὶ δενδίλλειν. ὁμοίως τὸ 'τὼ ὀφθαλμὼ παραβάλλειν.' λέγεται δὲ καὶ 'ταυρηδὸν ὑποβλέπειν·' καὶ ἀναβλέπειν μὲν εἰς τὸν οὐρανόν, καταβλέπειν δ' εἰς τὴν γῆν, ἀντιβλέπειν δὲ τῷ ἡλίῳ καὶ ἀντωπεῖν. δυσωπεῖσθαι δὲ τὸ ὑποπτεύειν τι ἰδόντα. καὶ [53] ὑπώπια τὰ ὑπὸ τοὺς ὦπας τῶν πληγῶν ἴχνη. καλεῖται δ' οὕτω καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ὀστᾶ, ἐφ' ὧν καὶ τὰ ἴχνη· ταῦτα δὲ καὶ ὑποφθάλμια παρ' ἐνίοις ὀνομάζεται. καὶ παρωπὶς ἡ καλουμένη προσωπὶς τῶν γυναικῶν, καὶ παρώπια τὰ παρὰ τοὺς ὦπας τῶν ἵππων προβλήματα, ἅ τινες κανθήλια καλοῦσιν. καὶ ὀπή, δι' ἧς ἔστιν ἰδεῖν. καὶ 'ἐνώπια παμφανόωντά' φησιν Ὅμηρος (X 121) τὰ ἐντὸς τῶν θυρῶν· παρὰ δὲ τοῖς τραγῳδοῖς (Eurip Hippol 374 etc) 'προνώπια' τὰ πρὸ τῶν θυρῶν· καὶ ἀνοπαῖα τὰ ἄνω, ἀπὸ τῶν ὠπῶν.
[54] καὶ Θουκυδίδης (IV 87) περιωπὴν τὴν περιάθρησιν. ὀπαίαν δὲ οἱ Ἀττικοὶ τὴν κεραμίδα ἐκάλουν, ἣ τὴν ὀπὴν ἔχει. Ἱπποκράτης (Epidem IV 12) δ' ὀφθαλμὸν ἰλλαίνειν φησὶ τὸν διάστροφον γινόμενον καὶ ἀνίλλωμα τὸ ἀνάβλεμμα. οἱ δὲ καὶ ἴλλους τοὺς ὀφθαλμοὺς ὠνόμασαν, καὶ τὸ σιλλαίνειν ἐπὶ χλευασμῷ σείειν τοὺς ὀφθαλμούς, ὅθεν καὶ τὸ χλευαστικὸν ποίημα σίλλος. ἔστι δ' ἀπὸ τούτων ὁρᾶν, προορᾶν, ὑφορᾶσθαι, καθορᾶν, ὁρατή, ὁρατά, ἀόρατα, καὶ ὡς Ἀντιφῶν (cf frg 174 Bl) τὸ ὁρῶν, καὶ ὁράματα ὡς Ξενοφῶν (Cyrop III 3. 66), καὶ ὡς Δημοσθένης (Prooem 55. 2), ὅραμα τὸ θέαμα· [55] παρὰ δὲ Πλάτωνι καὶ ἀνόρατον ἐν Τιμαίῳ (51 A, 43 A) γέγραπται. παρορᾶν, παρεωρᾶσθαι, παρεωρακώς, ἐνορᾶν, ἐνεωρακώς, περιορᾶν, ὑπερορᾶν, ἐφορᾶν, ἔφοροι, καὶ 'ἐφορωμένους' καὶ 'ἐφορῶντας' ὡς Ξενοφῶν (Cyrop V 3. 56), καὶ 'τῆς ἐφορείας' ὡς Λυσίας (frg 315 Tur), ἐνορῶν καὶ συνορῶν. καὶ θέα καὶ θεᾶσθαι καὶ θέαμα καὶ θέατρον καὶ θεατὴς καὶ συνθεατής, καὶ θεωρὸς καὶ συνθεωρός, συνθεωρία καὶ θεωρία καὶ θεωρικὸν καὶ τὰ τοιαῦτα, ὅσ' ἂν ἀπὸ τοῦ θεᾶσθαι λέγηται· οἱ γὰρ Πυθῶδε θεωροὶ καὶ θεωρικὴ ὁδὸς καὶ θεωρὶς ναῦς ἀπὸ τοῦ πρὸς θεὸν ὀρούειν τοὺς ἐν αὐτῇ λέλεκται.
[56] ἀπὸ δὲ τῆς θέας θεατόν, ἀθέατον, ἀθεάτως, καὶ 'οὐσία θεατή' φησιν ὁ Πλάτων (Phaedr 247 C), καὶ θεάτρια καὶ συνθεάτρια, ὡς ἡ παλαιὰ κωμῳδία (I frg 472 Ko). ἔστι δ' ἐκ τούτων καὶ τὸ βλέπειν, βλέμμα, ἀνάβλεμμα, παράβλεμμα, ἀπόβλεμμα παρὰ Φρυνίχῳ τῷ κωμικῷ (I frg 75 Ko). Ἀριστοφάνης δὲ καὶ βλέπος που (Nub 1176) λέγει καὶ (I frg 757 Ko) βλέπησιν. ὑποβλέπειν, παραβλέπειν, ἐμβλέπειν, καταβλέπειν, ἀναβλέπειν, ἀντιβλέπειν, ἀποβλέπειν. Ξενοφῶν (Cyneg IV 4) δὲ 'τὰ ἀναβλέμματα' καὶ (Hier I 35) 'ἀντιβλέψεις' εἶπεν. ἀποβλεπόμενοι δὲ καὶ ἀποβλεφθῆναι. καὶ περίβλεπτος παρὰ Ἰσοκράτει (XVI 48) ὁ θαυμαστὸς καὶ ἔνδοξος· καὶ ἀποβλεφθῆναι ἐπὶ τοῦ θαυμασθῆναι Αἰσχίνης εἶπεν ὁ Σωκρατικός (p 29 C F Herm).
[57] ὄψις ἡ αἴσθησις καὶ τὰ ὄμματα, καὶ ὄψις ὁ ὄνειρος. ὄψομαι, ὀφθήσομαι, ὦμμαι ὡς Ἰσαῖος (frg 165 Tur)· Ἀντιφῶν (frg 174 Bl) δὲ καὶ τὸ ὀψόμενον εἶπε, καὶ (frg 36 Bl) τῇ ὄψει οἷον τοῖς ὀφθαλμοῖς, καὶ (de Herod 27) ὀπτήρ, καὶ (frg 86 Bl) ἄοπτα. εἴη δ' ἂν ἐκ τούτων ὑποψία καὶ ὑπεροψία καὶ ὑπερόψεσθαι, ὑπεροπτικός, ὑπεροπτικῶς, ὑπόπτως, ὑπερόπτης, αὐτόπτης, ὑπόπτης, καθύποπτος ὡς Ἀριστοφάνης (I frg 794 Ko), καχύποπτος ὡς Πλάτων (Rp III 409 C), καὶ ἀνύποπτος ὡς Ξενοφῶν (Cyrop V 3. 11), καὶ [58] ἀνυποπτότερος ὡς Λυσίας (frg 301 Tur), καὶ ἄοπτα ὡς Ἀντιφῶν (Soph frg 86 Bl), καὶ ἀπερίοπτοι ὡς Θουκυδίδης (I 41). οὗτος δὲ καὶ (IV 79) πρόσοψιν καὶ (V 8) πρόοψιν καὶ() δίοψιν καὶ (VII 71) ἔποψιν εἴρηκεν, Ἡρόδοτος (I 204) δὲ καὶ ἄποψιν. δυσωπούμενος. παρῶπται, παρόψονται, καὶ ὡς Ἰσοκράτης (VI 95) περιόπτους καὶ (VI 95) περιβλέπτους, καὶ ἀπόβλεπτος καὶ ἀποβλεπόμενος, καὶ αὐτόπτης, καὶ ὡς Ἀνδοκίδης (frg 7 Bl) σύνοπτον καὶ σύνοπτα, καὶ ὡς Ἰσαῖος (frg 161 Tur) εὐσύνοπτα, καὶ ὡς Δημοσθένης (IV 25) ἐπόπτας, καὶ ἐποπτεῦσαι δ' ἐν μυστηρίοις. καὶ ἀνεπόπτευτον Ὑπερείδης (frg 174 Bl) φησίν, καὶ διοπτεύειν Κριτίας (frg [59] 44 Bach) καὶ Ἀντιφῶν (frg 161 Bl), Ἀντιφῶν δὲ καὶ εἴσοπτοι, Δημοσθένης (III 13, LX 27) δὲ προῦπτον, Ἡρόδοτος (III 17 et 21) δὲ κατόπτας, Ξενοφῶν (Cyrop IV 5. 17) δὲ ὀπτῆρας. εἴρηται δὲ καὶ ὀπτήρια τὰ δῶρα τὰ παρὰ τοῦ πρῶτον ἰδόντος τὴν νύμφην νυμφίου διδόμενα.
ἐρεῖς δὲ καὶ ἀμβλὺ ὁρᾶν, ὀξὺ βλέπειν. καὶ ἐξωμματῶσθαί φησιν Ἀριστοφάνης (Plut 635) τὸν Πλοῦτον ἐν Ἀσκληπιοῦ. καὶ βλέμμα εὔτονον, ἑστηκός, σῶφρον, ὑγιαῖνον, σεμνόν, ἀνδρῶδες, ἀνδρεῖον, [60] ἀρρενωπόν, ἀπειλητικόν· καὶ τἀναντία βλέμμα ὑγρόν, ἄνανδρον, θηλυκόν, θῆλυ, γυναικεῖον, θηλυπρεπές, ἀχρεῖον, ἀνατετραμμένον. Κτησίας δέ πού (frg 20 C Mu+ller) φησιν ἀναβάλλειν τὰ λευκὰ τῶν ὀφθαλμῶν τὸν Σαρδανάπαλλον.
προσήκοι δ' ἂν τούτῳ τῷ μέρει τυφλός, τυφλούμενος, πεπηρωμένος τοὺς ὀφθαλμούς· ὡς ἐπὶ τὸ πολὺ γὰρ τὴν πήρωσιν μετὰ προσθήκης τῶν ὀφθαλμῶν λέγουσιν, ὡς ἄνευ τῆς προσθήκης ἄδηλον ὂν ποίου μέρους ἡ πήρωσις ἐστίν. ἀνάπηρος δ' ἐστὶν ὁ πᾶν τὸ [61] σῶμα πεπηρωμένος, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Ἀρεσαίχμου (frg 11 Tur) 'κατέλιπεν ἐν τῷ χωρίῳ γέροντας καὶ ἀναπήρους.' Ἀντιφῶν δ' ἐν τοῖς περὶ ἀληθείας (frg 101 Bl) καὶ ἀνάπηρα εἴρηκεν, Κρατῖνος δ' ἐν Πλούτῳ (I frg 168 Ko) ἀναπηρίαν. τάχα δὲ καὶ τὸ ἔμπηρα τούτοις προσήκει καὶ τὸ ἄπηρα.
προσθετέον δὲ τούτοις καὶ τάδε· γλαυκός, γλαυκιῶν, χαροπός. μελανόμματος, μυωπίας, μελανόφθαλμος, ἑτερόφθαλμος· τὸ γὰρ [62] μονόφθαλμος παρ' Ἡροδότῳ (III 116, IV 27) ἐπὶ τῶν ἐκ φύσεως ἕν' ἐχόντων ὀφθαλμόν, οἷον Κυκλώπων καὶ Ἀριμασπῶν. ῥηθείη δ' ἂν τοὺς ὀφθαλμοὺς ἐξορύττειν, σβεννύναι, κενοῦν, κοιλαίνειν, βαθύνειν, σπαράττειν, ἐκ πυθμένων ἀνασπᾶν, ἀνέλκειν. καὶ ὀφθαλμὸς ὕφαιμος, ταραχώδης. κυλοιδιῶν καὶ κοιλόφθαλμος καὶ κοιλοφθαλμιῶν ὁ ἐξόφθαλμος καὶ ἐποφθαλμιῷεν οἷον φθονοῖεν. καὶ ἐποφθαλμιᾶν τὸ ἐπιθυμεῖν τινος, καὶ ὠφθαλμίασε τὸ ἐπεθύμησεν Ὑπερείδης (frg [63] 258 Bl). ὁ δὲ Πλάτων (Tim 45 B) εἴρηκε φωσφόρα ὄμματα· λέγοιντο δ' ἂν ὀφθαλμοὶ λάμποντες, στίλβοντες, θυμοειδεῖς, πυρώδεις· μαρμαρυγὰς ἀφιέντες, αἴγλην, αὐγήν· ἡδεῖς, ἐπαγωγοί, ἐπέραστοι. καὶ τὸ ἀπ' αὐτῶν ἀπορρέον ἵμερος.
τὸ δὲ λυόμενόν τε καὶ καταρρέον δάκρυον, ἀφ' οὗ τὸ δακρῦσαι, ἀποδακρῦσαι, καταδακρῦσαι, φιλόδακρυς, πολύδακρυς, ἄδακρυς, ἀδακρυτί, καὶ ὁ παρὰ τοῖς ποιηταῖς (Aeschyl Pers 947) ἀρίδακρυς. Ἰσοκράτησ() δέ φησιν ἀδακρύτους, καὶ Ὅμηρος (δ 186) [64] 'ἀδακρύτω ἔχεν ὄσσε,' δακρυρροοῦντα δὲ Ἄλεξις (II frg 313 Ko). ἐρεῖς δὲ καὶ κλαῦσαι, ἀνακλαῦσαι, ἀπέκλαιεν ὡς Ἡρόδοτος (III 62) ἀνακλαύσασθαι, κλαυθμυρίσασθαι, κλαυθμυρισμός ὡς Ἰσαῖος (frg 163 Tur), κλαυθμός· παρὰ δὲ Πλάτωνι (Leg VII 792 A) καὶ κλαυθμονή. ἄκλαυτος δὲ παρ' Ὁμήρῳ (X 386 saep) καὶ Σοφοκλεῖ (Antig 876). δακρύων, κλαίων, κλαυθμυριζόμενος. κλαυσεῖσθαι δὲ οἱ κωμικοί (Aristoph Pac 1081 saep). καὶ κλαυσιᾶν τὸ κλαῦσαι θέλειν, κλαιήσειν δὲ Δημοσθένης (XXI 99 saep). παρὰ δὲ Ξενοφῶντι (Hellen VII 2. 9) καὶ κλαυσίγελως· εἴληπται δ' ἐκ τοῦ παρ' Ὁμήρῳ (Z 484) 'δακρυόεν γελάσασα.'
[65] νόσημα δ' ὀφθαλμῶν ὀφθαλμία καὶ 'ἐπιτάραξις ὀμμάτων' παρὰ Πλάτωνι (Rpbl VII 518 A). λημᾶν καὶ γλαμᾶν. νυκτάλωψ, καὶ ἄργεμος τὸ καλούμενον λεύκωμα, καὶ ὁ τοῦτ' ἔχων ἄνθρωπος ἐπάργεμος. Ἀριστοφάνης (Ran 1245) δὲ σῦκα τὰ ἐπὶ τῶν ὀφθαλμῶν ἕλκη λέγει, σκνιπὸν δὲ τὸν ἀμυδρὸν βλέποντα Σιμωνίδης ὁ ἰαμβοποιός (frg 19 B)·
ἢ τυφλὸς ἤ τις σκνιπὸς ἢ μέγα βλέπων.
[66] μέρη δ' ὀφθαλμοῦ βλέφαρα μὲν τὸ ἐπιπεταννύμενον δέρμα καὶ συγκλεῖον τοὺς ὀφθαλμούς, ἃ καὶ καλύμματα καλεῖται. ὧν τὰ ὑπεράνω σκύνια, ὅθεν καὶ ἐπισκύνια τὰ περὶ τὰς ὀφρῦς γεῖσα. καὶ κύλα δὲ καὶ ἀνάκυλα καὶ ἐπικυλίδες, ἀφ' ὧν καὶ τὸ κυλοιδιᾶν· οἱ δὲ κύλον μὲν τὸ κάτωθεν βλέφαρον, τὸ δ' ἄνωθεν ἐπικυλίδα ἢ κυλίδα.
[67] τὰς δ' ἐπὶ τῶν βλεφάρων γραμμάς, οἷον ῥυτίδας, ὠλίγγας οἱ ποιηταὶ λέγουσιν. ἐπὶ δὲ τῶν βλεφάρων τὸ μύσαι καὶ ἐπιμύσαι καὶ καταμύσαι, καὶ συμβαλεῖν τὰ βλέφαρα καὶ ἐπιβαλεῖν καὶ καταβαλεῖν καὶ προσβαλεῖν, καὶ κλεῖσαι καὶ ἐπικλεῖσαι καὶ συγκλεῖσαι. καὶ σκαρδαμύξαι λέγουσιν, καὶ Ξενοφῶν (Cyrop I 4. 28) ἀσκαρδαμυκτί, καὶ Ἀριστοφάνης (Equit 292) ἀσκαρδάμυκτος. καὶ συνελεῖν βλέφαρον [68] τὸ κατανυστάσαι. μεμνῆσθαι δὲ χρὴ ὅτι Ἀριστοτέλης (Hist Anim I p 493 b 28) ἔφη μὴ δύνασθαι συνελθεῖν βλέφαρον ῥαγέν, ὥσπερ οὐδὲ πόσθην οὐδὲ γνάθον. βλεφαρίδες δ' αἱ ἐκπεφυκυῖαι τῶν βλεφάρων τρίχες, οὐ κόσμος τοῖς ὀφθαλμοῖς μόνον, ἀλλὰ καὶ κατὰ χρείαν ἔχουσαι τὴν προβολήν, ὡς τὰ προσπίπτοντα λυπηρὰ ἀποστέγοιεν, καὶ τὰς ὄψεις κατευθύνουσαι μὴ ἐῷεν πλανᾶσθαι. διὰ [69] τοῦτο καὶ ὁ θεὸς ἰχθύσι μὲν οὐδὲ βλεφάρων μετέδωκεν, ὄρνισι δὲ βλεφάρων μέν, οὐ μέντοι καὶ βλεφαρίδων, ἵπποις δὲ βλεφαρίδων μέν, ἀλλ' οὐχ ἑκατέρωθεν· τὰ γὰρ κάτω βλέφαρα ψιλὰ αὐτοῖς τριχῶν. ὅθεν καὶ Σίμων (frg 2 Blass) τοῦτο ὄνειδος τῆς ἀμαθίας Μίκωνι προήνεγκεν, ὅτι καὶ τὰς κάτω βλεφαρίδας προσέγραψεν ἵππου γραφῇ. ὧν δὲ μερῶν αἱ βλεφαρίδες ἐκπεφύκασι, καλοῦνται ἔλυτρα καὶ ἐντριχώματα καὶ ὀρχοὶ καὶ ταρσοί.
[70] ὀμμάτων δὲ τὸ μὲν ἐν μέσῳ μέλαν καλεῖται κόρη, ἧς ἡ αὐγὴ γλήνη, καὶ ὁ περιθέων αὐτὴν κύκλος γραμμὴ κυκλοτερὴς καὶ ἶρις, τὸ δὲ μετὰ τὴν κόρην λευκὸν ἅπαν σφενδόνη καὶ λογάς. τὰ μέρη δὲ τῶν ὀφθαλμῶν χιτῶνας ἐκάλεσαν οἱ ἰατροί. τέτταρες δ' εἰσὶ τὸν ἀριθμόν, καὶ τούτοις προσηγορίας ἔθεντο, τῷ μὲν ἐξωτάτω κερατοειδεῖ, ὅς ἐστι λευκός, στερεός, δυσδιαίρετος, νευρώδης, χονδρώδης, παχύς, διαφανής, τῷ δ' ὑπ' αὐτὸν δευτέρῳ ῥαγοειδεῖ, [71] ὅς ἐστι δασύς, αἱματώδης, χοριοειδής, ἐκτετρημένος, τῷ δὲ τρίτῳ φακοειδεῖ καὶ κρυσταλλοειδεῖ καὶ ὑαλοειδεῖ, τῷ δὲ τετάρτῳ ἀραχνοειδεῖ καὶ ἀμφιβληστροειδεῖ. τά γε μὴν ἔγκοιλα τῶν ὀφθαλμῶν κόγχοι καλοῦνται, ὁ περὶ τοῖς βλεφάροις περίδρομος, ὥσπερ τῶν βλεφάρων τὰ ἑκατέρωθεν ἄκρα κανθοί, ὧν αἱ ῥίζαι ἐγκανθίδες. καὶ οἱ μὲν πρὸς τῇ ῥινὶ ῥαντῆρες καὶ πηγαί, ὅτι καὶ ἀπ' αὐτῶν τὸ δάκρυον ἔρχεται, οἱ δ' ὑπὸ τοὺς κροτάφους παρωπίαι. τὰ δὲ περὶ τῇ κόρῃ μέλανα πεσσοί· ὁ δ' ὑπὸ τὴν ἶριν κύκλος, ὁ τῷ λευκῷ προσιών, ἅλως. τὸ δὲ καταλῆγον τῶν λογάδων πρέμνον καλεῖται. ᾐὼν δὲ πᾶσα ἡ τῶν ὀφθαλμῶν περιγραφή.
ῥὶς καὶ μυκτὴρ καὶ μυκτῆρες, καὶ παρὰ τοῖς ἰατροῖς ῥώθωνες· [72] παρὰ δὲ Σοφοκλεῖ (TGF 86 N) καὶ μύξαι οἱ μυκτῆρες κέκληνται, ὅθεν ἴσως καὶ ἐν τῇ κοινῇ χρήσει λύχνοι δίμυξοι, καὶ ἐν τῇ κωμῳδίᾳ (Aristoph Vesp 249?) τὸ προμύξαι τὸν λύχνον. ἀνατέτρηνται μέντοι οἱ μυκτῆρες δύο αὐλοῖς εἰς ὁλκὴν πνεύματος, καὶ εἰς τὸν ἐγκέφαλον ἀναδιδοῦσι τοῖς αὐλοῖς· ὁδὸν δ' εἰς τὴν ὑπερῴαν ἔχουσι, [73] καθ' ἣν τρυπήμασιν εἰσρεῖ τε καὶ ἐκρεῖ τὸ πνεῦμα. ῥινὸς δὲ σχήματα γρυπός, ἐπίγρυπος, ὃν βασιλικὸν οἴονται, σιμός, ὃν εὔχαριν νομίζουσιν· Πλάτων (Phaedr 253 E) δὲ καὶ σιμοπρόσωπον εἴρηκεν ἐφ' ἵππου. καὶ ἀνασιμήνασθαι λέγουσι τὸ ὀσφραινόμενον τῷ σχήματι τῆς ῥινὸς μυσάξασθαι. ἐπὶ δὲ τοῦ σιμοῦ φαίης ἂν ὡς ἔστιν ἡ ῥὶς ἐκ μέσων κοίλη, ὥσπερ ἐπὶ τοῦ γρυποῦ ῥὶς καμπύλη. εὐθύρρις, ἐφ' οὗ τις ἂν εἴποι δικαία ῥίς, εὐθυτενής, ἐξ ἴσου τὸ πρόσωπον [74] διακρίνουσα· παραπέμπει γὰρ καὶ εὐθύνει τοὺς ὀφθαλμοὺς τῇ καθ' ἑαυτὴν ἀνοχῇ. αἴσθησις δ' ἐστὶν ὀσφρήσεως, καὶ ἀέρος εἰσροή. λέγοις δ' ἂν ἀπὸ ῥινὸς εὔρινες, ἄρρινες, καὶ ῥινηλατεῖν τὸ τὰς ὀσμὰς ἕλκειν, καὶ ῥινηλάτην κύνα ἡ τραγῳδία (TGF adesp 426 N). καὶ κατ' ἄλλην χρείαν ὀσφρᾶσθαι, τὰς ὀσμὰς ὑποδέχεσθαι, ἕλκειν τὰ ἀποφερόμενα πνεύματα τῇ ῥινί, τῇ εὐωδίᾳ εὐφραίνεσθαι, τὴν [75] δυσωδίαν ἐκτρέπεσθαι, τὰ εὐώδη εἰδέναι. ἡ μὲν οὖν αἴσθησις ὄσφρησις καλεῖται, τὸ δὲ δι' αὐτῆς ὀσφρᾶσθαι, ὀσφρώμενος, ὀσμώμενος. καὶ ὀσμὴ πνεῦμα αὔρα, ὄζει ὄδωδεν· Ἀριστοφάνης (Vesp 1059) δὲ καὶ ὀζήσει εἴρηκεν. πνεῖ εὐῶδες, καὶ εὔπνουν, καὶ εὔπνοια, εὐοσμία, εὔοσμον, δυσῶδες, ἀῶδες, δύσοσμον, δυσοσμία, δυσωδία, κακοσμία. ἡ γὰρ ὀδμὴ (Hom ε 59 saep) καὶ εὐοδμία (Sophocl [76] TGF 341. 2) δοκεῖ μὲν τοῖς πολλοῖς εἶναι καλὰ τὰ ὀνόματα, ἔστι δὲ ποιητικά, ἐν δὲ τοῖς καταλογάδην Ἰωνικὰ καὶ Αἰολικά· παρὰ μόνῳ δ' Ἀντιφῶντι (frg 173 Bl) ὀδμὰς καὶ εὐοδμίαν εὕροι τις ἄν. καὶ μὴν καὶ ὀσμυλία ἰχθύων τι γένος, ἡ ὑπὸ τῶν πολλῶν ὄζαινα καλουμένη· πολύποδος δ' ἐστὶν εἶδος, ἔχον μεταξὺ τῆς κεφαλῆς καὶ τῶν πλεκτανῶν αὐλὸν δυσῶδες πνεῦμα ἀφιέντα.
τραπόμενον εἰς τοὖψον λαβεῖν
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια
φησὶν Ἀριστοφάνης (I frg 247 Ko). καὶ μέντοι χρὴ λέγειν εἰσκρίνεται κατὰ τὰς ῥῖνας τὸ πνεῦμα, εἰσρεῖ, ἐκρεῖ, εἰσχεῖται, προχεῖται, [77] εἰσπνέομεν, ἐκπνέομεν, εἰς τὸν ἀέρα ἀναπνέομεν. καὶ ἀναπνοὴ παρὰ Πλάτωνι (Tim 79 E, 91 B)· ἡ γὰρ παρὰ Θουκυδίδῃ (IV 100. 4) πνοὴ ἐπὶ φυσήματος εἴρηται ἢ ἀνέμου. παρὰ δὲ Ξενοφῶντι (R Eq I 10) μυκτῆρες εὐπνοώτεροι. διακρίνομεν δὲ τὰ πνεύματα, δοκιμάζοντες τὰς ὀσμάς, καὶ πνεῦμα εἰλικρινές. καὶ οἶνος ἀνθοσμίας καὶ εὐώδης. εὐῶδες δὲ καὶ τὸ ἐξ ἀρωμάτων πνεῦμα. ἡ δ' ἐν τοῖς τράγοις δυσωδία ὥσπερ καὶ ἡ ἐν ταῖς μασχάλαις, κινάβρα καλεῖται. καὶ γράσος δ' εἴρηται ἀλλαχοῦ τε καὶ ἐν Πόλεσιν Εὐπόλιδος (I frg 242 Ko).
[78] νοσήματα δὲ ῥινῶν τὸ μὲν ἐκ ψύξεως κόρυζα καὶ κατάρρους, τὸ δὲ δυσίατον πουλύπους. τὸ ῥεῦμα μύξα κατὰ Ἱπποκράτην (de morb II 19, VII 34 L) καὶ κόρυζα κατὰ τοὺς Ἀττικούς. καὶ τὸ ταύτην ἀφαιρεῖν ἀπομύττειν. τὸ δ' ἀπεμύττετο 'ὕλιζε τὰς ῥῖνας' ἔφη Κρατῖνος (I frg 354 Ko)· ἤδη δέ τινες τῶν κωμικῶν (Menand III frg 493 Ko) τὸ ἐπὶ κέρδει ἐξαπατᾶν ἀπομύττειν εἶπον. μυκτηρίζειν δὲ Λυσίας (frg 323 Tur) καὶ τὸ μυσάττεσθαι, ἀπὸ τοῦ τῷ μυκτῆρι ἐνδείκνυσθαι τὸ δυσχεραίνειν. γίνεται δὲ διὰ μυκτήρων καὶ τὸ ῥέγχειν. τὸν δ' εἴρωνα ἔνιοι (Timon Phl frg 50 W) μυκτῆρα καλοῦσιν, καὶ μυκτηρισμὸν τὴν ἐξαπάτην Μένανδρος (III frg 1039 Ko).
[79] τῆς δὲ ῥινὸς μέρη, τὰ μὲν κοιλώματα θαλάμαι, μυκτῆρες, μυξωτῆρες, ὀχετεύματα. αὐτῆς δὲ τῆς ῥινὸς τὸ μὲν ὑπὸ τὰς ὀφρῦς ἠθμός, δι' οὗ διηθεῖται τὸ πνεῦμα, τὸ δὲ μέσον χόνδρος, τὰ δ' ἑκατέρωθεν ἐπὶ τὰ μῆλα νεύοντα ὀστώδη ῥινὸς ῥάχις. τὸ δὲ τὰ τρυπήματα διαιροῦν ὥσπερ τειχίον κίων καὶ διάφραγμα καὶ στυλίς· ἔνιοι δὲ τὸ [80] μὲν ἔνδον διατειχίζον διάφραγμα ῥινός, τὸ δ' ὑπὲρ αὐτὸ προῦχον σαρκῶδες, ὡς ἐπὶ τὸ χεῖλος φέρον, κίονα. τὸ δ' ἀκρορρίνιον ὅλον σφαιρίον· καὶ τὰ μὲν ἔξωθεν τοῦ σφαιρίου ἑκατέρωθεν ἀπῆναι ἢ πτερύγια, τὰ δ' ἔνδοθεν μύξαι τε καὶ θαλάμαι, τὸ δὲ ἔδαφος αὐτῶν ληνοί. αἱ δ' ὑπὸ ῥινὶ τρίχες μύσταξ καὶ ὑπορρίνιον, καὶ προπωγώνιον ἡ πρώτη βλάστη· αἱ δὲ πρὸς τῷ κάτω χείλει πάππος, τὸ δ' ἐξ ἀμφοῖν ὑπήνη.
[81] καὶ μὴν ἐπί γε τὰ ὦτα ἀνιόντων, αἱ μὲν ὑπὲρ τὸ μέτωπον παρὰ τοὺς κροτάφους σάρκες μύες ‑ οἱ δὲ καὶ κέρατα αὐτοὺς ἐκάλεσαν ‑ τὰ δ' ὦτα καὶ ἀκοαί, τό τε μέρος καὶ τὸ ἔργον. καὶ ἀκούειν, κατακούειν, ὑπακούειν, παρακούειν. ὑπήκοοι, κατήκοοι, εὐήκοοι, δυσήκοοι, ἀνήκοοι, ὀξυήκοοι, βαρυήκοοι, αὐτήκοοι, ἀξιάκουστον, [82] ἀνηκουστεῖν, ἀνήκουστον ὡς Ξενοφῶν (Cyneg III 8), ἀνηκόως, ἀνηκουστία, ἄκουσμα· Αἰσχίνης δ' ὁ ῥήτωρ (III 241) καὶ ἀκρόαμα εἶπεν, ὥσπερ καὶ Ξενοφῶν (Conviv II 2, Hier I 14). φαῦλον δ' ὁ Μενάνδρου (III frg 988 Ko) ἀκουστὴς ἀντὶ τοῦ ἀκροατής. παρὰ δὲ Πλάτωνι (Leg IV 711 E) ξυνήκοοι. καὶ εἰσακοῦσαι. καὶ 'ἐπήκοος γενοῦ' ἐν εὐχῇ παρὰ τῷ κωμικῷ Φρυνίχῳ (I frg 73 Ko). κωφός, [83] κωφότης. κυψέλη δὲ τὸ ἐμφράττον τὴν ἀκοὴν καὶ κυψελίς· πεφράχθαι τὰ ὦτα, καὶ ἐπιλαβεῖν τὰ ὦτα, καὶ ἐμπεπλῆσθαι τὴν ἀκοὴν τὸ ταῖν χεροῖν φραγῆναι καὶ ἐπισχεῖν. καὶ διατεθρύληκέ μου τὰ ὦτα. ἐπὶ δὲ τῶν ἐν γυμνασίοις πληγῶν τὰ ὦτα κατεαγέναι, καὶ ὠτοκάταξις. ὠτογλυφὶς δ' εἴρηται παρὰ Πλάτωνι τῷ κωμικῷ ἐν Συμμαχίᾳ (I frg 148 Ko)· 'ὠτογλυφίδα λαβοῦσα ἀνασκάλλεται.' ὁ δὲ φιλόσοφος Πλάτων () ἀμφωτίδας λέγει· καὶ νεὼς δ' ἐπωτίδες ὀνομάζονται καὶ ἀμφωτίδες. ἐνώτια ὁ κόσμος ὁ ἐν τοῖς ὠσίν· [84] τὰ δ' αὐτὰ καὶ ἐλλόβια καὶ ἑλικτῆρες. ἐκαλοῦντο δέ τινες ὦτα καὶ ὀφθαλμοὶ βασιλέως, οἱ τὰ λεγόμενα διαγγέλλοντες καὶ τὰ ὁρώμενα· ἀπὸ δὲ τῶν ὤτων τούτων τὸ ὠτακουστεῖν πεποίηται. Αἰσχίνης δ' ὁ Σωκρατικὸς (p 29 C F Herm) καὶ ἐπ' ἀμφότερα τὰ ὦτα καθεύδειν λέγει. σκολιὸς δ' ὁ τῆς ἀκοῆς πόρος ὁ παραπέμπων τὴν φωνὴν εἰς τὰ περὶ τὴν ψυχήν. μετὰ δὲ τοὺς κροτάφους δύο ὀστῶν εἰσὶ πλαγίων συμβολαί, περιειληφότων τὰ ὦτα, ὀνομάζονται [85] δὲ ζυγώματα καὶ καρκίνοι. τῶν γε μὴν ὤτων ἡ μὲν ἔξωθεν περιβολὴ κοχλίας, ἡ δ' ἔνδοθεν σκάφος. καὶ τὸ μὲν ἐπὶ τοὺς κροτάφους ἐπικλινὲς πτερύγιον, τὸ δὲ κάτω λοβός, τὸ δ' ἔνδον κυψέλη, ἀφ' ἧς ὁ ῥύπος κυψελίς, τὸ δὲ κοῖλον ἀστακός, τὸ δ' ὥσπερ ἔδαφος κρότων. τοῦ δὲ κοίλου τὸ μὲν ὑπὸ τὸ πέρας τοῦ κροτάφου ὑπανεστηκὸς εἰς τὸ ἔσω νεῦον τράγος, τὸ δ' ἀντικείμενον ἀντίτραγος, ὥσπερ καὶ τοῦ λοβοῦ τὸ μὲν προῦχον προλόβιον, τὸ δὲ περὶ τῇ [86] κυψέλῃ τέττιξ, τὸ δ' ὑπὲρ τὸν τέττιγα τραχυνόμενον, ὅπερ ἐστὶ τῆς ἄνω περιφερείας πέρας, ἀντιλοβίς. καὶ τὸ μὲν πρὸς τῷ κροτάφῳ τοῦ τράγου ἀκόνη, ἡ δὲ περὶ τῇ κυψέλῃ κοιλότης ἐχινίσκος, τὸ δὲ κατὰ τὸ τρύπημα μέρος καμάρα, τὸ δ' ἐντὸς κύαρ. μήκων δὲ τὸ κατὰ τὴν ῥίζαν ὑπὸ τὸν λοβόν. ἡ δὲ πᾶσα περιαγωγὴ τοῦ ὠτὸς ὑπὸ τὸ πτερύγιον ἕλιξ, καὶ τὸ ἀνθεστηκὸς αὐτῇ ἀνθέλιξ, καὶ τὸ ὑπ' αὐτῇ κόγχη. ταῦτα μὲν δὴ ἰατροὶ προσεξεῦρον τὰ ὀνόματα· ὁ δ' Ἀριστοτέλης (Hist An I p 492 15) τὰ περὶ τὸ οὖς μέρη ἀνώνυμα ᾤετο πλὴν λοβοῦ.
[87] ῥινὸς δ' ἑκατέρωθεν ἀνέστηκεν ὑπὲρ τὰς παρειὰς τὰ καλούμενα μῆλα, ἥ ἐστιν ὑποφθάλμιος φρουρὰ τῶν ὀφθαλμῶν, ὡς διατειχίζοιντο εἰς ἀσφάλειαν ἄνωθεν μὲν ταῖς τῶν ὀφρύων προβολαῖς, κάτωθεν δὲ ταῖς τῶν μήλων ἀνοχαῖς. ὠνόμασται δὲ διὰ τὸ ἀνθεῖν ἐν ὥρᾳ. παρειαὶ δὲ καὶ γνάθοι ἂν καλοῖντο. καὶ ὄνομα μὲν ἀπὸ τῶν παρειῶν ὁ εὐπάρειος καὶ ἡ καλλιπάρειος. λέγοιντο δ' ἂν ἀνθοῦσαι παρειαί, εὐανθεῖς, ἐρυθαινόμεναι, λάμπουσαι, στίλβουσαι, ἐρυθριῶσαι, ὑποφαίνουσαι τὴν τῆς αἰδοῦς χροιάν, ὡς ὑπολάμπειν αὐταῖς τὸ ἦθος, ὡς ἐμφαίνεσθαι τὴν αἰδῶ.
[88] περὶ δὲ ταύταις ἡ μὲν πρώτη τριχῶν ἄνθη χνοῦς, ὅθεν καὶ τὸ χνοάζειν παρὰ τοῖς ποιηταῖς (Soph O R 742), καὶ ἴουλος παρὰ τὸ ἕρπειν, καὶ πώγων, ἐπειδὰν ὑποπλησθῇ. καὶ γένειον δὲ κατὰ χρῆσιν ὀνομάζεται, ὅθεν καὶ ὁ ἀγένειος, βαθυγένειος, εὐγένειος, μαδηγένειος, εἰ μὴ τραγικώτερον. παρὰ δὲ τοῖς ποιηταῖς καὶ εὐπώγων τις εἴρηται, ἀλλ' ἔστι σφόδρα εὐτελές. παρὰ δ' Ἴωνι τῷ τραγικῷ ἐν τῷ ἐπιγραφομένῳ Συνεκδημητικῷ (F H G II p 49. 10) καὶ σπανοπώγων τις ὀνομάζεται, δασυπώγων δ' ἐν ταῖς Θεσμοφοριαζούσαις Ἀριστοφάνους (v 33). καὶ πωγωνίας δέ, καὶ πώγωνες αἱ ἀκίδες παρὰ τοῖς ποιηταῖς, καὶ παρ' Ὁμήρῳ (Ω 274) γλωχῖνες. ἐν δὲ τῇ τραγῳδίᾳ (Eurip TGF 836 N) 'πώγων πυρός' ἡ εἰς ὀξὺ ἀναδρομὴ τῆς φλογός.
[89] ἕποιτο δ' ἂν τούτοις χείλη, ὧν τὸ μὲν ἄνωθεν καλούμενον, τὸ δὲ κάτωθεν ὥσπερ καὶ αἱ ὑπ' αὐτὰ γένυες καὶ σιαγόνες, ὧν ἡ μὲν ὑπερκειμένη πᾶσι τοῖς ζῴοις πλὴν κροκοδείλων ἀκίνητος, ἡ δὲ ὑποκειμένη προσάγεται πρὸς κατεργασίαν τῆς τροφῆς, ἣ μόνοις κροκοδείλοις πέπηγεν. καὶ Ὅμηρος (α 64 saep) μὲν ἕρκος ὀδόντων τὰ χείλη καλεῖ, οἱ δὲ παλαιοὶ κωμικοὶ (Aristoph Vesp 1083) χελύνας. ἀπὸ δὲ χειλῶν τὰ μέτρα, ἰσοχειλῆ μὲν τὰ ἐπίμεστα, καὶ ἐπιχειλῆ τὰ ἐνδεᾶ, ὧν ὑπεραίρει τὸ χεῖλος· ἐπιχειλῆ δὲ καὶ [90] τὰ ἐπιπόλαια πράγματα Ἀριστοφάνησ() εἶπεν. Εὔπολις δὲ καὶ νεὼς χείλη εἴρηκεν (I frg 324 Ko)·
ἀνωροθία ἡ†παρὰ τὰ χείλη τῆς νεώς. τὸ δὲ συνάγειν τὰ χείλη μοιμύλλειν ἡ κωμῳδία (III frg 1080 Ko) καὶ μοιμυλλᾶν φησί, τὸ δὲ διακινεῖν τὰ χείλη διαμυλλαίνειν· καὶ γὰρ τὰ χείλη μύλλα προσαγορεύουσιν. ὀνομάζεται δ' αὐτῶν τὸ μὲν περὶ ὅλῳ τῷ στόματι κημός, ἡ δ' ἐν τῷ ἄνω χείλει κοιλότης φίλτρον, ἡ δὲ ἐν τῷ κάτω τύπος ἢ νύμφη. καὶ τὸ μὲν προῦχον αὐτῶν προχειλίδια, ἡ δ' εἰς ἄλληλα τῶν χειλῶν συμβολὴ προστόμιον, τὰ δ' ἑκατέρωθεν αὐτῶν ἐπὶ τὰς γνάθους καταλήγοντα χαλινοί.
[91] οἱ δὲ ὀδόντες ταῖς γένυσιν ἐμπεφύκασι δύο καὶ τριάκοντα, ἑκκαίδεκα ἑκατέρᾳ σιαγόνι ἐγγεγομφωμένοι. ὧν οἱ μὲν μέσοι τέτταρες καλοῦνται τομεῖς καὶ γελασῖνοι καὶ διχαστῆρες καὶ κτένες, τὸ μὲν ὅτι τέμνουσι τὴν τροφήν, τὸ δ' ὅτι γυμνοῦνται γελώντων, τὸ δ' ὅτι τὸ προσπεσὸν διαιροῦσι, τὸ δ' ὅτι κτείνουσιν ὃ ἂν λάβωσιν· οἱ δ' ἑκατέρωθεν ἐν ἑκατέρᾳ τῇ σιαγόνι δύο κυνόδοντες διὰ τὴν ὀξύτητα, ὡς [92] τοῖς τῶν κυνῶν προσεικότες. καὶ οὗτοι μὲν μιᾶς ῥίζης ἐκπεφύκασιν, παράκεινται δὲ τούτοις ἐξηρτημένοι δύο ῥιζῶν οἱ γόμφιοι, πέντε ἑκατέρωθεν, ὧν τὸ προῦχον μύλαι διὰ τὸ λεαίνειν ἴσως τὴν τροφὴν ὡς ἡ σιτουργὸς μύλη· εἰσὶ δὲ πέντε τῶν τομέων ἑκατέρωθεν, τρισὶ ῥίζαις ἐγγεγομφωμένοι. μεθ' οὓς τελευταῖοι οἱ σωφρονιστῆρες εἰσὶν, ἑκατέρωθεν ὀψίγονοι μετ' εἰκοστὸν ἔτος ἀναφυόμενοι· [93] κραντῆρας δ' αὐτοὺς ἄλλοι τε καὶ Ἀριστοτέλης (Hist Anim I p 501 24) καλεῖ, λέγων ἐνίοις καὶ μετ' ὀγδοηκοστὸν ἔτος αὐτοὺς ἀνασχεῖν. ἐν ἑκατέρᾳ δὲ τῇ σιαγόνι τοὺς ἴσους ἀνταριθμητέον. τῶν μέντοι μυλῶν τὸ μὲν πρὸς τῇ σαρκὶ βωμίσκον καλοῦσιν, τὸ δὲ λεαῖνον τὰ σιτία τραπέζας, τὰς δὲ κοιλότητας ὁλμίσκους, τὸ δὲ συναμφότερον φάτνας. καὶ σύμπας μὲν ὁ τῶν ὀδόντων στοῖχος φραγμὸς ὀνομάζεται, τούτου δὲ τὸ ὑπὸ τὰς γνάθους γαμφῆλαί τε καὶ [94] σιαγόνες. αἱ δὲ περιειληφυῖαι σάρκες τοὺς ὀδόντας, οὖλα μὲν τὰ ἔξωθεν, ἔνουλα δὲ τὰ ἔνδον· αἱ δὲ μεταξὺ τῶν ὀδόντων ἁρμογαὶ ἁρμοί. φησὶ δ' Ἀριστοτέλης (Hist An I p 501 b 22) ἐλάττους μὲν εἶναι τοὺς γυναικῶν παρὰ τοὺς ἀνδρῶν ὀδόντας, τούτων δὲ ὅσοι μὲν πυκνοὺς ἔχουσι καὶ συνεχεῖς, μακροβίους εἶναι, τὸ δ' ἐναντίον ὁπόσοι ἀραιούς. εἰ δὲ δεῖ τι καὶ παραμῖξαι καὶ τῆς γλυκείας ἱστορίας πρὸς τὸ τῆς ἀκοῆς ἐπαγωγόν, Πύρρον μέν φασι τὸν Ἠπειρώτην τοὺς ὀδόντας εἶναί οἱ συμφυεῖς, ἓν ὀστοῦν γραμμαῖς ἐπιπολῆς εἰς ὀδόντων σχῆμα τετυπωμένον, ταὐτὸν δὲ τοῦτο καὶ Εὐρυφυεῖ τῷ Κυρηναίῳ συμπεσεῖν.
[95] περὶ δὲ τὴν Ἀλκάθου κώμην ἐν Κύπρῳ Μήστορι τῷ Κυπρίῳ τοιοῦτον βρέφος τεχθὲν ἐκτεθῆναι τέρως ὑποψίᾳ, αἶγα δ' αὐτῷ μαστὸν παρασχεῖν, καὶ κληθῆναι τραφὲν τὸ μὲν πρῶτον Αἰγινόμαν αὖθις δὲ Εὐρυπτόλεμον, καὶ βασιλεῦσαι Κυπρίων. ὁ δὲ Νικοκλέους τοῦ Κυπρίου πατήρ, ᾧ τὰς παραινέσεις ὁ Ἀθηναῖος σοφιστὴς ἔγραψεν, τὸ μὲν ὄνομα αὐτῷ Τίμαρχος ἦν, διστοίχους δ' εἶχεν ἄρα τῷ Ἀριστοτέλους (frg 527 R) λόγῳ τοὺς ὀδόντας, κατὰ δὲ τὴν Ἴωνος τοῦ Χίου (T G F p 738. 30 N) δόξαν τριστοίχους Ἡρακλῆς.
[96] ὀνόματα δ' ἐξ ὀδόντων 'σίδηρος ὠδοντωμένος' ὁ πρίων, καὶ ὀδοντοφυεῖν τὰ βρέφη, καὶ τὸ τῶν ὀδοντοφυούντων πάθος ὀδοντοφυΐα, καὶ ὀδονταλγία. καὶ τὰ ἰατρῶν ἐργαλεῖα ὀδοντοξέστης καὶ ὀδοντάγρα. ὁ δὲ ὀδόντα μὴ ἔχων νωδός, ὡς Εὔβουλος (II frg 146 Ko) λέγει καὶ Φρύνιχος ὁ κωμικός (I frg 79 Ko)· ἀνόδοντα δ' αὐτὸν καλεῖ Φερεκράτης (I frg 74 Ko). ἡ δὲ ὀδόντας προύχοντας ἔχουσα προόδων καλεῖται.
[97] προσήκοι δ' ἂν τῷ στόματι τὸ χαίνειν, χανεῖν, κεχηνώς, ἀναχάσκειν παρὰ Ξενοφῶντι() καὶ ἐγχανεῖν παρ' Ἀριστοφάνει (Ach 1197, Vesp 1007. 1349). ἐκ τούτου δὲ καὶ ὁ κατάγελως καταχήνη εἴρηται παρὰ τοῖς κωμικοῖς (Aristoph Vesp 575, Eccl 630). καὶ χάνος δὲ παρ' αὐτοῖς τὸ στόμα.
τὸ μὲν δὴ ὑπὸ τοῖς χείλεσιν ἐκ τῆς κάτω σιαγόνος προῦχον ὀξύγενύς τε καὶ γένυς ὀνομάζεται, καὶ τὸ ὑπ' αὐτὸ σαρκῶδες [98] ἀνθερεὼν ἀπὸ τοῦ θριξὶν ἀνθεῖν, κατ' ἐνίους δὲ λαυκανία, ἑτέρων (Hom X 323, ω 642) λαυκανίαν καλούντων τὸ πρὸς ταῖς κλεισὶ κοῖλον. τὸ δὲ ἔνδον τῶν χειλῶν στόμα, ὥσπερ καὶ ἡ τῶν χειλῶν τομή. ὑπὸ δὲ ἐνίων καὶ λογεῖον†κέκληται καὶ μάσταξ, ὃ καὶ Ὅμηρόν (δ 287) φασι δηλοῦν λέγοντα 'ἀλλ' Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν.' καὶ μέντοι καὶ (I 324) τὸ 'μάστακ' ἐπεί κε λάβῃσι' μάστακί φασιν εἰρῆσθαι, ἵν' ᾖ ἐπειδὰν λάβῃ τῷ στόματι. τοῦ δὲ στόματος τὸ ὑπεράνω οὐρανὸς καὶ ὑπερῴα, ᾗ ἐπιτέταται δέρμα νευρῶδες, τοῖς ὀδοῦσιν ἔνδοθεν προσπεφυκός, ὥσπερ τοῖς παρισθμίοις θάτερον αὐτοῦ μέρος. ἰσθμοῦ δὲ διὰ στενότητα τῆς φάρυγγος κληθείσης, τὰ ἑκατέρωθεν εἰκότως παρίσθμια ἤκουεν, καλοῦνται δὲ καὶ [99] ἀντιάδες ἐκ τοῦ τόπου. τὸ δὲ ἐνδοτάτω κατηρτημένον ἀπὸ τῆς ὑπερῴας κίων καὶ κιονίς, περὶ ὃ σχίζεται τὸ ἀθρόον τοῦ ποτοῦ τε καὶ τῆς τροφῆς, ὡς μὴ καταπνιγοίμεθα τῷ δαψιλεῖ τῆς ἐπιρροῆς. ὑπ' ἐνίων δὲ τοῦτο καὶ χόνδρος ἐκλήθη καὶ γαργαρεών ‑ ὑπερήρτηται δὲ στομάχου τε καὶ βρόγχου ‑ καὶ ἢν νοσήσασα φλεγμήνη ἢ καὶ εἰς ὠχρότητα ὑποτραπῇ, σταφυλὴ καλεῖται ἢ καὶ ὡς Ἀριστοτέλης (Hist Anim I p 493 A 2) σταφυλοφόρος. τὸ δὲ μετ' αὐτὴν πόλος. πᾶν δὲ τὸ στομάχου καὶ βρόγχου ὑπερκείμενον φάρυγξ καὶ φαρύγετρον ὀνομάζεται.
[100] τὰ δὲ ἐκ τοῦ στόματος ὀνόματα εὔστομος ἵππος καὶ αὐλὸς καὶ ᾆσμα, καὶ ἄστομος ἵππος καὶ αὐλὸς ὁ ἄγλωττος. καὶ ἀηδόνες παρὰ Σοφοκλεῖ (Oed C 18) εὐστομοῦσιν. εἴποις δ' ἂν καὶ λιμένος στόμα, καὶ ἄστομον καὶ εὔστομον λιμένα. Ὅμηρος (Κ 8) δὲ καὶ πολέμου κέκληκε στόμα. ἔστι δὲ καὶ στομῶσαι λιμένα τε καὶ σίδηρον· Ἀριστοφάνης (Nub 1092, 1094) δὲ στομῶσαι εἴρηκε τὸ λάλον ἀπεργάσασθαι. στόμιν δὲ ἵππον Αἰσχύλος (TGF 442 N) εἴρηκε τὸν τραχύν. στόμιον δὲ καὶ χαλινοῦ τι μέρος, καὶ ὑποστόμιον· Καλλίας δὲ ὁ [101] κωμικὸς (I frg 24 Ko) καὶ μετάλλου στόμιον εἴρηκεν. πρόστομον δὲ ξίφος εἴρηται τὸ ἐστομωμένον καὶ τομόν· τὸ δὲ μαλακὸν καὶ ἄστομον ἀπρόστομον, ὡς Μάγνης ὁ κωμικός (I frg 7 Ko). στομώδη δὲ τὰ εὔστομα καὶ εὔφημα Σοφοκλῆς (TGF 993 N), στομοδόκον δὲ τὸν στωμύλον καὶ λάλον Φερεκράτης (I frg 234 Ko)· καὶ ὁ στωμύλος δ' αὐτὸς καὶ ἡ στωμυλία ἐκ τοῦ στόματος παρῆκται. εἴρηκε δέ που Πλάτων (Cratyl 417 E) καὶ στομαυλεῖν. καλεῖται δὲ καὶ τὸ ἐν στόματι νόσημα στομαλγία, καὶ ἡ φλυαρία οὕτως ἂν καλοῖτο [102] καὶ εὐρύστομος ὁ ὧδε ἔχων στόματος. καὶ ἐπιστομίσαι τὸ ἐπισχεῖν λέγοντα. καὶ χαλκόστομον παρὰ τοῖς ποιηταῖς τὸ χαλκόπρωρον ἢ χαλκέμβολον. καὶ ἀναστομῶσαι τὰς τάφρους φησὶν Ἡρόδοτοσ() καὶ Καλλίας ὁ κωμικός (I frg 19 Ko)·
τραυλὴ μέν ἐστιν, ἀλλ' ἀνεστομωμένη. ἀποστοματίζεσθαι δὲ τοὺς παῖδας Πλάτων που (Euthyd 276 C) λέγει, οἷον ὑπὸ τῶν διδασκάλων ἐπερωτᾶσθαι τὰ μαθήματα ὡς ἀπὸ στόματος λέγειν. λέγεται δέ τι καὶ ἀπὸ στόματος εἰπεῖν ἐπὶ τοῦ ἀγράφου λόγου. καὶ 'ἐξ ἑνὸς στόματος' Πλάτων που (Rpb II 364 A) λέγει.
[103] καὶ μὴν τὸ μὲν ἀπορρέον τοῦ στόματος πτύσμα καὶ πτύαλον καὶ σίαλον, τὰ δὲ ἀπ' αὐτοῦ ὀνόματα πτύειν, ἀποπτύειν, καταπτύειν· κατάπτυστον, ἀπόπτυστον· Ἀνακρέων (frg 152 B) δὲ καὶ καταπτύστην εἴρηκεν. ἀρρωστήματα δὲ τῶν ἐντὸς στόματος βὴξ καὶ λὺγξ καὶ βράγχος καὶ βραγχᾶν καὶ ἕλκωσις καὶ φλεγμονὴ καὶ κυνάγχη καὶ συνάγχη.
[104] καὶ μὴν καὶ γλῶττα, τὸ κάλλιστον τῶν ἐν τῷ προσώπῳ μερῶν, ὑπὸ τὸ τῶν ὀδόντων ἕρκος καὶ προτείχισμα καθιδρυμένη, λόγου τε πηγὴ καὶ χορηγὸς καὶ γεύσεως γνώμων, διακρίνουσα τῶν χυμῶν ἕκαστον, τῇ μὲν ὑγρότητι τῆς ἔνδον ἐπιστροφῆς τὰς φωνὰς τυποῦσα, τῇ δ' ἀνανεύσει τὰς τροφὰς παραπέμπουσα, καλεῖται μὲν [105] ὑπ' ἐνίων γεῦσις καὶ πλῆκτρον, τὸ μὲν ἀπὸ τοῦ ἔργου, τὸ δ' ὅτι πλήττουσα τὸν ἀέρα τὸν λόγον ἐργάζεται, πλέγμα δ' ἐστὶν ἐξ ὑμένων καὶ φλεβῶν σαρκῶδες ἀραιά τε καὶ εὐέλικτος, κάτωθεν μὲν λεία κατὰ τοὔδαφος τοῦ στόματος, ἄνωθεν δὲ τραχεῖα κατὰ τὸ πρὸς τὴν ὑπερῴαν μέρος, ὀξεῖα δὲ καθὸ συμμίσγει τῷ ἀέρι. καὶ τοῦτο μὲν καλεῖται προγλωσσίς, ἡ δὲ σὰρξ ἧς ἐκδέδεται πρὸς τὴν [106] κάτω σιαγόνα συναπτομένη ἐπίκλην ὑπογλωσσίς ἐστιν. ἐξίσχουσα δὲ ἔνδοθεν ἐκ τῆς τοῦ στόματος κοιλότητος ἡ γλῶττα καὶ φλεψὶ συνδεδεμένη κατὰ τὴν ἔνδον ῥίζαν ἔχει σάρκα παραπλησίαν, οὐ μεγάλην, ἐοικυῖαν κιττοῦ πετάλῳ, τὴν μὲν πλατύτητα πρὸς τῇ γλώττῃ ἔχουσαν, τὴν δ' ὀξύτητα πρὸς τὸ εἴσω τοῦ στόματος μέρος ἐπεστραμμένην, καὶ τὴν ὁδὸν τῆς τροφῆς ἐπιφράττουσαν, ὡς μὴ ἀθρόα καταφέροιτο περὶ τουτὶ τὸ φράγμα κοπτομένη. καλεῖται δέ γε ἐπιγλωσσὶς [107] ἥδε ἡ σάρξ. τῷ δὲ ὀνομαζομένῳ βρόγχῳ καὶ στομάχου τοῖς πρώτοις ἄκροις ἡ γλῶττα προσφυής ἐστιν, ἐκ τῶν ἐγκεφάλου μηνίγγων κατηρτημένη. καὶ τὸ πλέον τῆς εἰς τὴν γεῦσιν αἰσθήσεως ἔχει κατὰ τὸ πρὸς τῇ φάρυγγι μέρος, ὃ γεῦσιν καὶ κεφαλίνην καλοῦσιν, ὥσπερ τὰς ἑκατέρωθεν τῆς γλώττης κοιλότητας χηραμούς· οἱ δὲ παράσειρα προσαγορεύουσιν.
ἔργα μὲν οὖν γλώττης γεῦσις καὶ φωνὴ καὶ λόγος, ὀνόματα [108] δὲ ἀπὸ μὲν γλώττης εὔγλωττος καὶ εὐγλωττία, θρασυγλωττία καὶ γλωσσαλγία, καὶ δίγλωττος, πολύγλωττος, ἀλλόγλωσσος, ὁμόγλωσσος ὡς Ξενοφῶν (Cyrop I 1. 5). καὶ ὑπογλωττὶς στεφάνου τι εἶδος, καὶ ἐγγλωττογάστορες παρὰ τοῖς κωμικοῖς (Ar Av 1696. 1702) οἱ ἀπὸ τῆς γλώττης βιοῦντες. καὶ αὐλοῦ γλῶττα, καὶ γλωττοκομεῖον τὸ τὰς γλώττας ὑποδεχόμενον ἀγγεῖον, καὶ γλωττοποιὸς ὁ τεχνίτης, καὶ αὐλὸς ἄγλωττος· Ἀριστοφάνης (frg 734 Ko) δὲ ἄγλωττον [109] τὸν εἰπεῖν ἀδύνατον ἔφη, Σοφοκλῆς δὲ (Trach 1049) ἄγλωττον τὸν βάρβαρον. ἀγλωττίαν δὲ Ἀντιφῶν (frg 141 Bl) εἴρηκεν· ὑπομόχθηρος δὲ ὁ ἀθυρόγλωσσος παρ' Εὐριπίδῃ (Orest 903). οἱ δὲ κωμικοὶ (Aristoph Thesm 131) καταγλωττίζειν ἐν φιλήματι καὶ καταγλωττισμός· καὶ ἐπιγλωττωμένω οἷον λοιδορουμένω, καὶ παλίγγλωσσον τὸν δύσφημον, καὶ (Aristoph Lysistr 37) 'οὐκ ἐπιγλωττήσομαι' ἤγουν οὐ λοιδορήσομαι. γλώττας δὲ τὰς τῶν ὑποδημάτων ἔλεγον, ὡς Αἰσχίνης ὁ Σωκρατικός. ἀλλὰ καὶ τὰς ποιητικὰς φωνὰς γλώττας ἐκάλουν, ὡς Ἀριστοφάνης (frg 222 Ko)·
πρὸς ταύτας δ' αὖ λέξον Ὁμήρου γλώττας, τί καλεῖται†κό ρυμβα.
[110] καὶ γλώσσης χαρακτῆρας ὡς Ἡρόδοτος (I 142 et saep), καὶ γλῶτταν Ἑλλάδα ἢ βάρβαρον, Περσίδα ἢ Ἀτθίδα, καὶ καθ' ἕκαστον ἔθνος καὶ πόλιν. καὶ ἀπὸ γλώττης εἰπεῖν τὸ ἀπὸ μνήμης καὶ μὴ τὰ γεγραμμένα. τὸ δὲ ἐπιγινόμενον τῇ γλώττῃ ἑλκύδριον ὀλοφλυκτὶς καλεῖται ἐν τοῖς Τιτανόπασι τοῖς Μυρτίλου (I frg 3 Ko). ἀπὸ δὲ γεύσεως γεύσασθαι, ἄγευστος, γεῦμα, γευστήριον. κρίνειν χυμοὺς ὀξεῖς, δριμεῖς, ὀδαξητικούς, πικρούς, ἁλμυρούς, ἁλυκούς ‑ Πλάτων γὰρ καὶ τῷ ἁλυκῷ ὀνόματι ἐν Τιμαίῳ (65 D) κέχρηται ‑ [111] δυσχερεῖς, ἀηδεῖς, γλυκεῖς, ἡδεῖς, εὐμενεῖς, ἐκλυσσῶντας. ἀπὸ δὲ φωνῆς φώνημα, εὔφωνος, ἄφωνος, ἔμφωνος· Φίλιστος (FHG I 62) δὲ καὶ δίφωνον λέγει. φώνησις, ἐπιφώνησις. σμικρόφωνος, μεγαλόφωνος, λαμπρόφωνος καὶ ὡς Δημοσθένης (XVIII 313) λαμπροφωνότατος, δύσφωνος, ἰσχνόφωνος, πολύφωνος, ἡδύφωνος, χαλκόφωνος, βαρβαρόφωνος, βαρύφωνος, ὁμόφωνος, γυναικόφωνος ὡς Ἀριστοφάνης (Thesm 192), καὶ στενόφωνον ὄργανόν τι, [112] καὶ καλλιφώνους ὑποκριτάς, καὶ στρηνόφωνος παρὰ Καλλίᾳ τῷ κωμικῷ (I frg 30 Ko). καὶ τὰ πράγματα εὐφωνία, ἀφωνία, σμικροφωνία, μεγαλοφωνία, λαμπροφωνία, πολυφωνία, ἡδυφωνία, δυσφωνία, καλλιφωνία· ἀπὸ γὰρ τῶν ἄλλων οὐκ ἔστιν εἰπεῖν τὰ πράγματα, πλὴν τὴν βαρυφωνίαν παρ' Ἀλέξιδι (II frg 311 Ko), ὥσπερ καὶ θρασυφωνίαν τὸ μὲν πρᾶγμα εἴποις ἄν, οὐκ ὂν τῆς Πλάτωνος (Leg IX 879 E) θρασυξενίας ἀηδέστερον, τὸ δὲ ὄνομα [113] θρασύφωνος βίαιον. καὶ γλυκυφωνίαν ἂν φαίης, οὐκ ἂν καὶ γλυκύφωνον προσειπών, καὶ ξενοφωνίαν, τὸν ξενόφωνον παρείς, καὶ συμφωνίαν· ὁ δὲ σύμφωνος πάνυ εὐτελές. καὶ τὴν διαφωνίαν ἐρεῖς, οὐ μὴν καὶ τὸ διάφωνον. τὰ δὲ ἐπιρρήματα εὐφώνως ὁμοφώνως, ἀφώνως, σμικροφώνως, μεγαλοφώνως, ἡδυφώνως· τὰ [114] γὰρ ἀπὸ τῶν ἄλλων οὐ λεῖα πρὸς τὴν ἀκοήν. παρὰ δὲ Πλάτωνι (Gorg 482 B) συμφωνεῖ καὶ διαφωνεῖ.
εἴποις δ' ἂν φωνὴν ὑψηλήν, ὑπέρογκον, λαμπράν, πλατεῖαν, [117] βαρεῖαν, λευκήν, ἐκκεκαθαρμένην, ἡδεῖαν, ἐπαγωγόν, εὐμελῆ, εὐπειθῆ, εὐάγωγον, εὐκαμπῆ, εὐέλικτον, γλυκεῖαν, λιγυράν, σαφῆ, διαφανῆ, μέλαιναν, φαιάν, σμικράν, στενήν, δυσήκοον, ἀσαφῆ, συγκεχυμένην, ἐκμελῆ, ἀμελῆ, ἀνάγωγον, ἀπειθῆ, δυσκαμπῆ, τραχεῖαν, διεσπασμένην, ἀηδῆ, λυπηράν, βραγχώδη, χαλκίζουσαν, ὀξεῖαν. καὶ [118] φθέγμα δὲ ὁμοίως κατὰ τὴν ὑφήγησιν τῶν προειρημένων, καὶ φθέγξασθαι, φθογγὴ καὶ φθόγγος, εὔφθογγος, ἄφθογγος. προσφθεγκτήρια πρὸ γάμων ἑορτή. καὶ πρόφθεγξις. καὶ τρυγεροὺς τὰ φθέγματα, ὡς ἔφη Πολύζηλος ὁ κωμικός (I frg 12 Ko)· 'ἀλλ' οὐ τρυγεροὺς τὰ φθέγματ' οὐδὲ γλύξιδας.' ἀπὸ δὲ λόγου ὀνόματα λέγειν, καταλέγειν, κατάλογος, ὑπόλογος, ἐπίλογος, διάλογος. ἀπόλογος Ἀλκίνου ἐπὶ τῶν μακρῶν ῥήσεων. 'ἀνάλογον τὰ φυόμενα φύεσθαι' Πλάτων ἐν τῷ περὶ ψυχῆς (110 D)· ἐν δὲ τῷ [119] Τιμαίῳ (56 C) 'ἀναλογιῶν' καὶ (32 C) 'ἀναλογίας.' καὶ Θουκυδίδης (III 16. 2, II 85. 2) 'πολὺν τὸν παράλογον' φησίν. καὶ παραλογίσασθαι, καὶ τὰ ἀμφίλογα λογίσασθαι, ἀντιλογίσασθαι, λογισταί, λογιστήριον, ἀλογίστως, ἀλόγιστον. ἀντιλογία, ἀπολογία, ἀπολογήσασθαι· Ἀντιφῶν (II γ 1) δὲ καὶ ἀπελογήθη ἔφη. εὔλογον, εὐλόγως καὶ ὡς Ἰσοκράτης (VI 28) εὐλογωτέρως, εὐλογεῖν, εὐλογήσασθαι, εὐλογία, κακολογία ὡς Ὑπερείδης (frg 247 Bl), κακολογεῖ [120] ὡς Δημοσθένης (frg 55 Tur), καὶ ἀλογία, αἰσχρολογία ὡς Ξενοφῶν (RLac V 6). καὶ ὡς Πλάτων (Sophist 241 A) ἄλογα καὶ ἀδιανόητα. καὶ ὡς Θουκυδίδης (III 36. 4, VIII 84) ἀναλογισμός, καὶ ἀναλογίζεται ὡς Πλάτων (Theaet 186 A saep). ὁ δ' αὐτὸς (Phaedr 261 D) καὶ ἀντιλογικὴ τέχνη φησίν, Ἀντιφῶν (frg 149 Bl) δὲ ἀντιλογούμενοι, Θουκυδίδης (IV 92. 4) δὲ 'ὅρος οὐκ ἀντίλεκτος.' καὶ ἀλόγως, καὶ ἀξιολογώτατος. Ἀντιφῶν (frg 151 Bl) δὲ ἀπαρτιλογία, ὥσπερ καὶ Ἡρόδοτος (VII 29). οὗτος (I 90) δὲ καὶ ἐπαλιλλόγησε, κενολογήσω δὲ Εὔπολις (I frg 418 Ko), 'ἵνα δὲ [121] μὴ μακρολογῶ' Ὑπερείδης (IV 13 p 60, V 4 p 62 Bl). ὁμολογία καὶ ὁμολογεῖν καὶ ὁμολογήματα ὡς Πλάτων (Gorg 480 B saep), καὶ ὁμόλογον. φιλόλογος, πολυλόγος, μισόλογος, φιλολογία, βραχυλογία, βραδυλογία, πολυλογία, μισολογία, κουφολογία, ὑψηλολογία, ψευδολογία παρὰ Δημοσθένει (XXXV 32), μακρολογία, μακρηγορία. λογοποιός, λογοποιία, λογοποιοῦσιν. ἀπελογίζετο. μυθολογία, διαμυθολογοῦντες. λογογραφία, λογογράφος, λογογραφικὴ [122] ὡς ὁ Πλάτων (Phaedr 264 B). γενεαλογία, γενεαλογεῖν. ἀναμφιλόγως παρὰ Ξενοφῶντι (Cyrop VIII 1. 44). παρὰ δὲ Κριτίᾳ (frg 45 Bach) καὶ λογεὺς ὁ ῥήτωρ. οἱ δὲ 'Περσῶν λόγιοι' παρ' Ἡροδότῳ (I 1), καὶ (II 98) λογίμη πόλις. καὶ παρὰ Φαίδωνι λογάρια καὶ λογοποιήματα, παρὰ δὲ Θεοπόμπῳ τῷ κωμικῷ (I frg 96 Ko) ὑπολογεῖν. λέξις, διάλεξις, διάλογος, διάλεκτος, διαλέγεσθαι, διαλεκτικὸς καὶ διαλεκτικῶς. καὶ λεκτικὸς παρὰ Δημοσθένει (LXI 2), καὶ λεκτικώτατος [123] παρὰ Ξενοφῶντι (Cyrop V 5. 46). ἡ δὲ κωμῳδία (Aristoph Ran 876) λεπτολόγος εἴρηκε καὶ (Aristoph Nub 320) λεπτολογεῖν καὶ (Aristoph Nub 130) λεπτολογίαν. προσδιαλεγόμενος, προσδιαλέγεσθαι. πρόλογος, προλογεῖν. λογιστικὸς, λογιστικῶς. λογομύθιον. κακολόγος, κακήγορος, καὶ ὡς Ἀντιφῶν (frg 172 Bl) ἡδυλόγος καὶ μετριολόγος. μετεωρολόγος δὲ Πλάτων (Cratyl [124] 401 B saep) καὶ (Cratyl 404 C) μετεωρολογῶν. μικρολόγον δὲ Ὑπερείδης (frg 255 Bl) μὲν τὸν εἰς ἀργύριον ἀνελεύθερον, Ἰσοκράτης (XII 8) δὲ τὸν μεμψίμοιρον. καὶ ταπεινολογία δὲ καὶ οἰκτρολογία καὶ ἐλεεινολογία (Plat Phaedr 272 A) τὰ () τοῦ Πλάτωνος, τούτοις προσήκει. μικρολογεῖσθαι δὲ εἴρηκεν Εὔπολις (frg 431 Ko), καὶ μικρολογήσωμεν Κρατῖνος (frg 429 Ko), καὶ δεινολογεῖται Ἡρόδοτος (IV 68). καὶ δεκατηλόγους δὲ καὶ πεντηκοστολόγους Δημοσθένης (XXIII 177, XXI 133). Ὑπερείδης (frg 174 Bl) δὲ 'διειλεγμένος' [125] ἐπὶ ἀφροδισίων· Ἀριστοφάνης (frg 343 Ko) δὲ διαλέξασθαι ἔφη. κακηγορεῖν, κακολογεῖν. λέγεται δὲ καὶ λογοδαίδαλος, ἐλλόγιμος. Ἕρμιππος δὲ ὁ κωμικὸς (I frg 92 Ko) καὶ περιλέγειν εἴρηκε τὸ περιέρχεσθαι τῷ λόγῳ καὶ οἷον περισσὰ λέγειν. καὶ τὸ λαλεῖν δὲ καὶ ὁ λάλος καὶ λαλίστερος, καὶ ἡ λαλιά, καὶ τὸ καταλαλεῖν παρὰ Ἀριστοφάνει (frg 145 Ko) καὶ ὁμοίως ἡ λάλησις (frg 803 Ko), καὶ ἀπεριλάλητος Αἰσχύλος (Aristoph Ran 838 cf I frg 667 Ko).
[126] τῶν δὲ τῆς γλώττης ἔργων τὰ ὀνόματα βοή, βοᾶν, ἐκβοᾶν, παραβοᾶν, καταβοᾶν, ἐπιβοᾶν. ἐπιβόητος, περιβόητος. περιβοήτως ὡς Αἰσχίνης (I 113), καὶ ὡς Θουκυδίδης (I 73, VIII 85. 2, 87. 3) καταβοή. μεγαλήγορος δὲ παρὰ Ξενοφῶντι (Cyrop VII 1. 17), καὶ μεγαληγορεῖν καὶ μεγαληγορία. καὶ συνήγορος, συνηγορεῖν, συνηγορία, συναγορεύειν. προήγορος, προηγορεῖν, [127] προαγορεύειν, προαγόρευσις, ἀναγόρευσις. καὶ δημηγόρος, δημηγορεῖν, δημηγορία. ἰσηγορία, κακηγορία, κακήγορος, κακηγορίστερος παρὰ Φερεκράτει (I frg 96 Ko), καὶ κακηγορίστατος παρὰ Ἐκφαντίδῃ (I frg 5 Ko). προσήγορος, εὐπροσήγορος, ἀπροσήγορος, δυσπροσήγορος, προσαγόρευσις, προσαγορεῦσαι, προσηγορία. ἀπειπεῖν, ἀπαγορεῦσαι· Ἰσαῖος (frg 147 Tur) δὲ ἀπειρηκὼς ἔφη οἷον ἀπολελαληκώς, Πλάτων (Soph 258 C) δὲ ἀπόρρησιν τὴν ἀπαγόρευσιν καὶ (Theaet 200 D) ἀπαγορεύειν τὸ ἀποκαμεῖν· 'ἀπορρηθὲν' [128] δὲ 'αὐτῷ' Δημοσθένης (XXXIII 21) εἶπε τὸ ἀπαγορευθέν. 'ὑπὸ δὲ γένους ἀπορρηθῆναι παντός' Πλάτων (Leg XI 929 A), οἷον ἀποκηρυχθῆναι. ἐκ δὲ τῶν αὐτῶν ἐστὶν εἰπεῖν, εἰπών, ἀπειπεῖν, ἀπειπών· ἐπανειπὼν ἀργύριον, οἷον ἐπικηρύξας. καὶ ῥητόν τι καὶ ἀπόρρητον, καὶ ῥῆσις καὶ ἀπόρρησις καὶ ἀνάρρησις καὶ διάρρησις καὶ πρόρρησις, καὶ ἀρρησία ἡ σιωπὴ παρὰ Νικοφῶντι (I frg 23 Ko), καὶ ῥῆμα καὶ πρόσρημα, καὶ πρόσρησις, καὶ ῥήτωρ, καὶ εὐρήμων [129] καὶ κακορρήμων καὶ ἀρρήμων, καὶ ἐπίρρητος, καὶ μεγαλορρημοσύνη καὶ εὐρημοσύνη καὶ εὐθυρρημοσύνη. καὶ ὡς Δημοσθένης (Epist IV 11) αἰσχρορρημοσύνη. ἀπειπεῖν, συνειπεῖν. διαρρήδην, διαφάδην. φῆσαι, συμφῆσαι, ἀποφῆσαι. καὶ φάσις· ἀπόφασις δὲ ἐπὶ διαιτητοῦ, ἣν καὶ γνῶσιν καλεῖ Δημοσθένης (VII 9 saep). καὶ ἀντίφῃς Πλάτων (Gorg 501 C), καὶ ἀπόφησιν Ὅμηρος (Η 362), καὶ ἀποφήνασθαι γνώμην οἱ ῥήτορες.
[130] κεφαλῇ γε μὴν ὑπόκειται τράχηλος. καλεῖται δὲ καὶ αὐχὴν καὶ δειρή, ὅθεν καὶ ὑποδερὶς τὸ ἐν τοῖς πρόσθεν τοῦ τραχήλου τελευταῖον. ἐφέστηκε δὲ σφονδύλοις ἑπτὰ ὁ τράχηλος, οὓς Ὅμηρος (κ 560) ἀστραγάλους καλεῖ, καὶ (Υ 483) σφονδυλίωνα τὸν μυελὸν τὸν ἐν αὐτοῖς. ὀνομάζονται δὲ οἱ σφόνδυλοι καὶ στροφεῖς παρὰ τὴν ἐπ' αὐτοῖς τοῦ τραχήλου στροφήν, καὶ στρόφιγγες παρὰ Φερεκράτει [131] (I frg 236 Ko). κατατείνουσι δὲ διὰ ῥάχεως, τὸν μυελὸν ἐξ ἐγκεφάλου διαφέροντες, ὃς μήνιγξί τε φράττεται καὶ νεύροις παραπέμπεται. τὸ δὲ πᾶν αὐτῶν σύστημα καλεῖται γύης. τῶν δὲ σφονδύλων ὁ μὲν πρῶτος, ὁ σὺν τῷ τραχήλῳ στρεφόμενος, ἐπιστροφεὺς ὀνομάζεται· Ἱπποκράτης (Epid II 2. 24) δ' αὐτὸν καὶ ὀδόντα δοκεῖ καλεῖν. τοῖς δὲ πλαγίοις αὐτοῦ δύο κοιλότητες μία ἑκατέρωθεν ἔνεισιν, εἰς ἃς ἐνίζουσι ὑπὸ τὴν παρεγκεφαλίδα προύχουσαι προβολαὶ [132] δύο, κεφαλῆς κορῶναι καλούμεναι. τῶν δὲ σφονδύλων ὁ δεύτερος ἀκίνητος ὢν ἄξων ὀνομάζεται, προβολὰς δὲ ἔχει δύο, μίαν ἑκατέρωθεν, τὴν μὲν τῷ πρώτῳ τὴν δὲ τῷ τρίτῳ τῶν σφονδύλων ἐνηρμοσμένας· καλοῦνται δὲ κάτοχοι. παραπλησίων δ' ὄντων τῶν ἐπὶ τούτοις τεττάρων ὁ τελευταῖος ὡς ἀχθοφορῶν ἄτλας ὀνομάζεται.
[133] τούτῳ δὲ ὑπηρείσθησαν ὠμοπλάται, καταλήγουσαι μὲν εἰς τὰς ἀκρωμίας, ὑπερείδουσαι δὲ τὰς κλεῖδας, ὧν τὸ μέν τι μέρος τοῖς σφονδύλοις ὑπὸ νεύρου τινὸς προσήρτηται, τὸ δὲ ὑπὸ τὸ στέρνον εἰς τὸν τράχηλον παύεται καὶ κατακλεὶς ὀνομάζεται. τὰς δ' ὠμοπλάτας εἰσὶν οἳ καὶ ἐπινωτίους καὶ πλάτας ἐκάλεσαν. κλειδῶν δὲ τὸ μὲν πρὸς ὠμοπλάταις ἐπωμίς, τὸ δὲ πρὸς τραχήλῳ παρασφαγίς, ὅτι τὸ κοῖλον, ᾗ διεστᾶσιν αἱ κλεῖδες, καλεῖται σφαγή, ὑπ' ἐνίων δὲ καὶ θυμός.
[134] ὑποκειμένης δὲ κατὰ τὴν κοιλότητα τῷ τραχήλῳ τῆς φάρυγγος ἔνδοθεν, τὸ ἔξωθεν ὑπὸ τὰς ὀργὰς ὑπὸ τοῦ φυσᾶσθαι πιμπράμενον καὶ ἀνοιδαῖνον πρηστὴρ ὀνομάζεται, τὸ δὲ ἐν μέσῳ πρηστήρων τε καὶ φάρυγγος ἀγκτήρ. ἀφ' οὗ τὸ μέχρι γενύων παρωτίδες, ὧν τὸ μέχρι κλειδῶν μέρος τέρθρον, ἡ δὲ ὄπισθεν κατὰ τὸν στροφέα σφόνδυλον κοιλότης ἐπισφαγὶς προσείρηται· καὶ ταύτην περιέχουσι τένοντες.
[135] τὸ δὲ μέχρι τέρθρων κύρτωμα παραλοφία, διότι λοφιὰν τὴν κατὰ νῶτον προβολὴν καλοῦσιν. ἡ μέντοι σύμπασα τοῦ αὐχένος περιαγωγὴ περίδειρον ὀνομάζεται. ὀνόματα δὲ ἐκ μὲν τραχήλου τὸ ἐκτραχηλίσαι καὶ εἰς τράχηλον ὦσαι, ἐκ δὲ αὐχένος ὑψαύχην καὶ ὑψαυχενεῖν. καὶ μεσαύχενας τοὺς ἀσκοὺς Ἀριστοφάνης (frg 725 Ko) κέκληκεν. βυσαύχην δὲ ἐκαλεῖτο ὁ τοὺς μὲν ὤμους ἀνέλκων τὸν δὲ αὐχένα συνέλκων, ὃν ἐπίβουλον Ἀριστοτέλης φυσιογνωμονεῖ [136] (p 811 17)· οἱ δὲ ἐριαύχενες σφόδρα ποιητικόν (Κ 305).
ὑποτραχήλιον μὲν οὖν καλοῦσι τὸ ὑπὸ τοὺς αὐχένας, μεταξὺ ὠμοπλατῶν καταλῆγον ἐπὶ τὸ μετάφρενον, μετάφρενον δὲ τὸ ὑπ' αὐτὸ μέχρι μέσου νώτου, κατὰ τὸ τῶν φρενῶν διάζωμα. ὑπορραχὶς δέ ἐστιν ἡ μέχρις ὀσφύος κοιλότης. ἀπὸ δὲ ῥάχεως ὀνόματα ῥαχίζειν τὸ κόπτειν, καὶ ῥάχετρον τὸ μέσον τῆς ῥάχεως, καὶ ῥαχετρίσαι τὸ διακόψαι.
[137] καὶ μὴν ἐπί γε τὰς χεῖρας ἰοῦσι τὸ μὲν ὑπερέχον τοῦ βραχίονος ἀκρωμία καὶ ὤμου κεφαλὴ καὶ ἀκροκωλία καὶ ἐπωμίς. ἀπὸ δὲ ὤμου ὀνόματα καὶ ἡ ἐξωμὶς καὶ ἡ ἐξωμιδοποιία. ἵνα δὲ ἐνερείδεται τουτὶ τὸ ἄρθρον, ἐντύπωσις καλεῖται ἢ ὠμοκοτύλη. καὶ νεύροις μὲν κατήρτηται παρὰ πλευρὰς παραιωρουμένης τῆς χειρός, [138] στάσης δὲ εἰς πυγμὴν ἐνιζάνει τῇ τῆς ἐντυπώσεως κοιλότητι. στρογγύλος δὲ ὢν ὁ βραχίων καὶ κεκλιμένος, ὅτι ἐστὶ τοῦ πήχεως βραχύτερος, ᾗ πρὸς τὸν ἀγκῶνα καταβαίνει, διευρύνεται. καλεῖται δὲ αὐτοῦ τὰ μὲν ἔξωθεν μύες, τὰ δ' ἔνδον παρωλένια, τὸ δὲ πρὸς τῷ ὤμῳ προῦχον βραχίονος κεφαλή, αἱ δὲ ὑπὸ τῇ ἀκρωμίᾳ κοιλότητες μασχάλαι, ἀφ' ὧν ὀνόματα ἀμφιμάσχαλος καὶ ἑτερομάσχαλος χιτών.
[139] ἡ δὲ μασχάλη ὑπὸ μὲν τῶν ἰδιωτῶν καλεῖται μάλη, ὑπὸ δὲ τῶν Ἀττικῶν οὐχί, ἀλλὰ τὸ ὑπὸ αὐτῇ φερόμενον ὑπὸ μάλης φέρεσθαι λέγουσιν. τὰ μέντοι παρωλένια καὶ ἀγκάλαι καὶ ἀγκαλίδες, καὶ εὐάγκαλον τὸ εὔφορον ἢ τὸ ἡδύ. ἴσως δὲ ἀπὸ τούτων καὶ ἀγκαλίδες οἱ τῶν ξύλων δεσμοί, καὶ ἀγκαλιδαγωγοὶ καὶ ἀγκαλιδηφόροι, καὶ τὸ ἐναγκαλίσασθαι καὶ προσαγκαλίσασθαι· καὶ παραγκαλίσασθαι τὸ τοὺς ἀγκαλιδηφόρους αὐτούς τι παραφορτίσασθαι.
[140] ὁ τοίνυν πῆχυς ἔχει ὀστᾶ δύο τὸ μὲν ὑπερογκότερον, τὸ δὲ βραχύτερον. καὶ ἵνα γε τῷ βραχίονι συνήρθρωται, τὸ μὲν πᾶν ἀγκὼν καλεῖται, ἀφ' οὗ γαλιάγκων παρ' Ἱπποκράτει (de articul 12 IV 114 L), τὸ δὲ ἔξωθεν αὐτοῦ προῦχον ὀλέκρανον, ἀφ' οὗ καὶ τὸ ὀλεκρανίζειν παρὰ τοῖς κωμικοῖς (III p 589. 1093 Ko). τὸν δὲ πῆχυν καὶ ὠλένην καλοῦσιν, ὅθεν καὶ ἡ Ἥρα λευκώλενος, καὶ ἀκρωλένια τὰ ἄκρα τοῦ πήχεως. οὗ τὸ μὲν ἄνωθεν ἐπίπηχυ, τὸ [141] δὲ κάτωθεν ἀγοστός. ἔνιοι δὲ καὶ τὸ πρὸς τῇ ἀκρωμίᾳ ἄρθρον καὶ τὸ πρὸς τῷ ἀγκῶνι κορύνας καλοῦσιν, οἱ δὲ τόρμους ἢ κονδύλους. καὶ τοῦ πήχεως τὴν ὑπὸ τῷ βραχίονι συμβολὴν κατὰ μὲν τὴν ἔνδοθεν κοιλότητα ὀλέκρανον καλεῖσθαι νομίζουσιν, κατὰ δὲ τὴν ἔξωθεν προβολὴν ἀγκῶνα· τὸ γὰρ κορωνὸν ὁμῶς ἐστιν ἰατρικόν, ὀνομάζουσι δὲ τοῦτο καὶ κύβωλον. καὶ κύβιτον εἴποις ἂν ὡς Ἱπποκράτης (de locis in hom 6 VI 286 L)· δοκεῖ δ' εἶναι Δωρικὸν [142] τοὔνομα τῶν ἐν Σικελίᾳ Δωριέων, ὅθεν Ἐπίχαρμος (frg 213 Kaibel) καὶ τὸ παίειν τῷ ἀγκῶνι κυβιτίζειν λέγει. αὐτὴ δὲ ἡ συμβολὴ τοῦ πήχεως πρὸς τὸν βραχίονα βαθμὶς καλεῖται. τῶν μέντοι περὶ τῷ πήχει δύο ὀστῶν τὸ σμικρότερον κερκὶς ὀνομάζεται καὶ παραπήχειον, ὡς τοῦ μείζονος ἔχοντος τὴν τοῦ πήχεως προσηγορίαν, ὃ καὶ προπήχειόν τινες καλοῦσιν. οὗ τὸ πέρας καρπὸς ὀνομάζεται, συγκείμενον ἐξ ὀστῶν ὀκτώ. καὶ προκάρπιον μὲν καλεῖται τὸ πρὸ [143] τοῦ καρποῦ ‑ τῷ δὲ καρπῷ καὶ προβολή τις ἀστραγάλῳ προσφερὴς συμπέφυκεν ‑ , μετακάρπιον δὲ τὸ πρὸ τῶν δακτύλων πλατυνόμενον, ἀφ' οὗ εἰς ἐκείνους ἡ χεὶρ σχίζεται. καὶ τὸ μὲν ἔνδοθεν τῆς χειρὸς σαρκῶδες, ἀπὸ τοῦ μεγάλου δακτύλου μέχρι τοῦ λιχανοῦ, καλεῖται θέναρ, τὸ δὲ ἔξωθεν ὀπισθέναρ, τὸ δὲ ἀπὸ τοῦ λιχανοῦ ἕως τοῦ μικροῦ δακτύλου ὑποθέναρ. τὸ δὲ μεταξὺ θέναρος καὶ ὑποθέναρος καὶ στήθους κοῖλον χειρὸς ὀνομάζεται, ὃ καὶ κοτύλην [144] ἔνιοι καλοῦσιν. στῆθος δὲ τὸ μετὰ τὸ κοῖλον πρὸ τοῦ μετακαρπίου· τὸ δὲ στῆθος καὶ ἄνδηρον καλεῖται. ἔνιοι δὲ τὸ μὲν πρόσθιον τῆς δρακὸς πᾶν θέναρ οἴονται καλεῖσθαι, καὶ Ἱπποκράτης (de fractur 4 III 428 L) καὶ Ὅμηρος (Ε 337) τοῦτο ὑποδηλοῦσιν, τὸ δὲ ἀντικείμενον πᾶν ὀπισθέναρ ἢ κτένας. καὶ προκάρπια καὶ δῶρα, καὶ τούτων τὰ μὲν πρὸς καρποῖς στήθη, τὰ δὲ πρὸς δακτύλοις ὑπόχηλα καὶ ταρσὸν καὶ κράτος. τῶν δὲ δακτύλων τὰ μὲν προύχοντα κατὰ τὰς συμβολὰς κόνδυλοι, ἀφ' ὧν καὶ ἡ πληγὴ κέκληται, τὰ δὲ ὑπ' αὐτοὺς ἄρθρα σκυταλίδες ἢ ὡς Ἀριστοτέλης (Hist Anim I p 493. 28) [145] φάλαγγες· τρεῖς δ' εἰσὶν ἑκάστῳ τῶν τεττάρων, δύο δὲ τῷ μείζονι. ὀνομάζονται δὲ οἱ δάκτυλοι μικρός, παράμεσος, μέσος, λιχανός, ἀντίχειρ ἢ μέγας. τὰ δ' ἐπὶ τῷ μετακαρπίῳ πρὸ τῶν κονδύλων μετακόνδυλα, ὧν τὰ μὲν κάτω ἄρθρα, τὰ δ' ὑπὸ ταῖς φάλαγξι ῥιζωνυχίαι· [146] ἐξ αὐτῶν γὰρ αἱ τῶν ὀνύχων ἀρχαί. μεθ' ἃς ὄνυχες, ὑφ' οἷς τὰ νεῦρα παύεσθαι λέγουσιν· ὧν τὰ μὲν ὑπὸ τῷ ὄνυχι κρυπτά, τὰ δ' ἄνωθεν ἄργεμοι, τὰ δ' ἑκατέρωθεν παρωνυχίαι, τὰ δὲ μετ' αὐτὰς γωνίαι. τὸ δὲ πρὸς ταῖς ῥιζωνυχίαις λευκὸν ἀνατολή. καὶ τὰ μὲν ἐπιφαινόμενα τοῖς ὄνυξι νεφέλια, τὰ δ' ἔνδοθεν τῶν δακτύλων πέρατα ῥᾶγές τε καὶ κορυφαί. ἀπὸ δὲ τῶν ὀνύχων ὀνυχίσασθαι καὶ ἀπονυχίσασθαι, ᾧ καὶ μᾶλλον χρηστέον, εἴρηται δὲ τὸ ἐξονυχίσασθαι, φαύλως δέ. τῆς μὲν οὖν ὅλης χειρὸς ὀστᾶ ἓξ καὶ εἴκοσιν εἶναί φησιν ὁ Σολεὺς Κλέαρχος, εἷς τῶν Ἀριστοτέλους [147] μαθητῶν (FHG II p 324. 72)· ἀλλ' ἐὰν συγκλείσῃς τὴν χεῖρα, τὸ μὲν ἔξωθεν καλεῖται πυγμή, ἀφ' ἧς καὶ πύκτης, πυκτεύειν, ἐξεπύκτευσεν, πὺξ ἔπαισεν, πὺξ ἐπάταξεν, πὺξ ἔπληξεν· ἡ δὲ συνεχὴς τῶν χειρῶν συναγωγή, πυκνῶς εἰς πλῆθος ἐπιφερομένη, πίτυλος καλεῖται. τὸ δὲ ἔνδοθεν δράγμα, ἀφ' οὗ καὶ τὸ τῶν ἀσταχύων, καὶ δρὰξ καὶ δράκος, καὶ δράττεσθαι καὶ ἐπιδράττεσθαι.
[148] ἀπὸ δὲ τῆς χειρὸς εὔχειρ, θρασύχειρ, ἀρτίχειρ, εὐχειρία, θρασυχειρία, οὐ μὴν ἀρτιχειρία. χειρουργία, χειροτεχνία, χειροτέχνης· ὁ γὰρ χειρουργὸς εὐτελές, χειρουργεῖν δὲ καὶ χειροτεχνεῖν, καὶ χειρουργικὸς καὶ χειρουργικῶς, χειροτεχνικὸς καὶ χειροτεχνικῶς, χειρώσασθαι, ἐγχειρῆσαι, ἐγχείρημα, ἐπιχείρημα, ἐπιχείρησις. [149] εὔχειρ, ταχύχειρ ὡς Κριτίας (TGF p 775. 8 N), καὶ ἀπ' αὐτῶν εὐχειρία, ταχυχειρία. καὶ χειροτεχνία ὡς Πλάτων (Rpb IX 590 C). ὀξύχειρ γὰρ καὶ ὀξυχειρία, τὸ μὲν παρὰ Μενάνδρῳ (frg 1048 Ko) εἴρηται, τὸ δὲ παρ' Ἀλέξιδι (II frg 323 Ko), καὶ πολυχειρία παρὰ Θουκυδίδῃ (II 77. 3). ἐν χειρῶν νόμῳ ἀμύνασθαι, εἰς χεῖρας ἐλθεῖν, 'εἰς τοὺς ὑπὸ χεῖρα τὴν ὀργὴν ἀφῆκεν.' χειραγωγός, χειραγωγεῖν. καὶ χεῖρα ὑπέχειν. τὸ κατὰ χειρὸς ὕδωρ χέρνιβα ἢ χέρνιβον Ὅμηρος (α 136 saep, Ω 304), καὶ χερνίψασθαι, Φιλωνίδης (I frg 14 Ko) [150] δὲ καὶ χερνίμματα. Ἀριστοφάνης (frg 710 Ko) δὲ 'ἀμεταχειρίστων τῶν κοινῶν' εἶπεν. ἀποχειροβιώτων δὲ Ξενοφῶν (Cyrop VIII 3. 37). χειρόμακτρον, χειρόνιπτρον. χεὶρ στρατιωτική, καὶ πολλῇ χειρί, καὶ χεὶρ δεξιὰ ἐπὶ χειροτεχνίας τινός, καὶ Πολυκλείτου χεὶρ τὸ ἄγαλμα, καὶ Ἀπελλοῦ χεὶρ ἡ γραφή. πολύχειρ καὶ πολυχειρία. χειροτονία, ἀντιχειροτονία, ἐπιχειροτονία, χειροτονεῖν, ἐπιχειροτονεῖν, ἀντιχειροτονεῖν, ἑκατόγχειρ, μακρόχειρ, εἴτε [151] κατὰ Πολύκλειτον ὁ Ὑστάσπου Δαρεῖος, εἴτε κατὰ Ἀντιλέοντα Ξέρξης, εἴτε κατὰ τοὺς πλείστους Ὦχος ὁ ἐπικληθεὶς Ἀρταξέρξης, ἤτοι τὴν δεξιὰν ἔχων προμηκεστέραν ἢ τὴν ἀριστερὰν ἢ ἀμφοτέρας· οἱ δὲ ὅτι τὴν δύναμιν ἐπὶ πλεῖστον ἐξέτεινεν. ἀπὸ δὲ χειρῶν καὶ χειρῖδες παρὰ Ξενοφῶντι (Cyrop VIII 3. 13), καὶ χειριδωτοὶ χιτῶνες. καὶ χειροποίητον παρὰ Δημοσθένει (VI 24), καὶ χειρώνακτες παρὰ Σοφοκλεῖ (TGF 760. 1 N), καὶ χειρωναξία παρὰ Ἡροδότῳ (II 167), καὶ χειροήθεις παρὰ Δημοσθένει [152] (III 31). Ὑπερείδης δ' ἐν τῷ ὑπὲρ Λυκόφρονος (p 28a Bl) καὶ τὸ ὑπὸ τῶν πολλῶν ὀνομαζόμενον χειρόγραφον χεῖρα ὠνόμασεν, εἰπών 'οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι.' ἔστι δὲ καὶ ναύμαχον ὅπλον χεὶρ σιδηρᾶ. χειροπέδας Ἡρόδοτοσ() εἴρηκεν, Ἱππῶναξ (frg 139 B) δὲ χειρόχωλον τὸν τὴν χεῖρα πεπηρωμένον. χειρόδοτον δὲ δάνεισμα τὸ ἄνευ συμβόλου. καὶ χειρομάντεις αἱ ἐκ τῶν χειρῶν μαντευόμεναι. χειριᾶν δὲ ἐκάλουν τὸ κατερρῆχθαι τὰς χεῖρας ἢ ἀλγεῖν ἐκ κόπου, ὅθεν καὶ χειρόποδες [153] οἱ τοὺς πόδας κατερρηγμένοι. χειρονομῆσαι δὲ τὸ ταῖν χεροῖν ἐν ῥυθμῷ κινηθῆναι· Ἡρόδοτος (VI 129) δὲ εἴρηκεν ἐπὶ Ἱπποκλείδου τοῦ Ἀθηναίου τοῖς ποσὶν ἐχειρονόμησεν, Κρατῖνος (frg 453 Ko) δὲ καὶ χειρονομησείοντας εἶπεν. καὶ ἀκροχειρισμὸς δέ τίς ἐστιν ἐν παγκρατίου μελέτῃ, καὶ ἀκροχειρίσασθαι. καὶ διαχειρίσαι χρήματα καὶ μεταχειρίσασθαι. καὶ διὰ χειρὸς ἔχειν τὴν πόλιν. καὶ [154] αὐτοχειρία, αὐτοχειρί, αὐτόχειρ. τὸ γὰρ παρὰ Φιλίστῳ (FHG I p 192. 60) αὐτοχειρίσαντες παμμίαρον. ἀχείρωτον δὲ Σοφοκλῆς (TGF 927 N) εἴρηκε τὸ ἀχειρούργητον, δυσχείρωτα δὲ Δημοσθένης (LXI 37), ἐγχειρίθετον Ἡρόδοτος (V 106), ἐγχειρητὴς δὲ καὶ ἐγχείρησις Ἀριστοφάνης (frg 770, 771 Ko), ἐπιχειρηταὶ δὲ Θουκυδίδης (VIII 96. 5), καὶ ἐγχειρητικώτερος Ξενοφῶν (Hell IV 8. 22), καὶ ἐγχειρήματα Δημοσθένης (XXVII 34), καὶ ἐπιχειρήματα. ἐγχειρίδιον τὸ ξίφος Ξενοφῶν (Hell II 3. 23), Αἰσχύλος (Suppl 22) δὲ καὶ τὰς ἱκετηρίας. λέγοιτο δ' ἂν καὶ χεὶρ ἀκρατὴς ἢ ἐγκρατής, [155] καὶ τὸ ἔργον αὐτῆς κρατεῖν, ἀντιλαμβάνεσθαι, καὶ τὸ πρᾶγμα ἀντίληψις καὶ ἀντιλαβή, καὶ λῆψις καὶ λαβή, καὶ ἀπρὶξ ἀντειλῆφθαι. ἔστι δ' ἀπὸ χειρῶν ἅψασθαι, ἁφὴ καὶ ὡς Πλάτων (Parm 149 A) ἅψις, ἁπτόν, ἀναφές· τὸ γὰρ ἁφᾶσθαι ποιηταῖς (Hom Ζ 322) δεδόσθω. ἀπὸ δὲ ἀγκώνων γαλιάγκων κατὰ Ἀριστοτέλην(), καὶ ἀπὸ πήχεων εὔπηχυς, καλλίπηχυς, ῥοδόπηχυς, ὥσπερ ἀπὸ δακτύλων ῥοδοδάκτυλος. καὶ δακτύλιος καὶ δακτυλίδια τὰ γυναικεῖα, καὶ δακτυλιογλύφος καὶ δακτυλιογλυφία παρὰ Πλάτωνι (Alc I 128 C). καὶ δακτυλοδεικτεῖται ὡς Δημοσθένης [156] (XXV 67), καὶ ἐπὶ δακτύλων θεῖναι τὸ λογίσασθαι, καὶ δακτυλήθρας ὡς Ξενοφῶν (Cyrop VIII 8. 17). καὶ δάκτυλος ὁ ῥυθμός. καὶ τοὺς Ἰδαίους Δακτύλους κεκλῆσθαι λέγουσιν οἱ μὲν κατὰ τὸν ἀριθμόν, ὅτι κἀκεῖνοι πέντε ἦσαν, οἱ δὲ κατὰ τὸ τῇ Ῥέᾳ πάνθ' ὑπουργεῖν, ὅτι καὶ οἱ τῆς χειρὸς δάκτυλοι τεχνῖταί τε καὶ πάντων ἐργάται.
[157] τῶν δὲ μέτρων ἔστι μέν τι καὶ δάκτυλος, δοχμὴ δὲ συγκλεισθέντες οἱ τέτταρες δάκτυλοι, τὸ δ' αὐτὸ καὶ παλαιστὴ θηλυκῶς καὶ παλαιστὴς ἀρρενικῶς, καὶ δῶρον, καὶ ἑκκαιδεκάδωρα (Hom Δ 109) τὰ ἑκκαιδεκαπάλαιστα. τὸ δὲ ἀπὸ καρποῦ ἕως ἄκρων δακτύλων, ἡ πᾶσα χείρ, ὀρθόδωρον. εἰ δὲ τοὺς δακτύλους ἀποτείνας ἀπὸ τοῦ [158] μεγάλου πρὸς τὸν μικρότατον μετροῖς, σπιθαμὴ τὸ μέτρον. εἰ δὲ τὸν μέγαν δάκτυλον τῷ λιχανῷ ἀντιτείνας, τὸ μέτρον λιχάς. ἀπὸ δὲ ὀλεκράνου πρὸς τὸν μέσον δάκτυλον ἄκρον τὸ διάστημα πῆχυς. εἰ δὲ συγκάμψειας τοὺς δακτύλους ἀπ' ἀγκῶνος ἐπ' αὐτούς, πυγὼν τὸ μέτρον, εἰ δὲ συγκλείσειας, πυγμή. εἰ δ' ἄμφω τὰς χεῖρας ἐκτείνειας, ὡς καὶ τὸ στέρνον αὐταῖς συμμετρεῖν, ὀργυιὰ καλεῖται τὸ μέτρον.
[159] χειρῶν δὲ ἡ μὲν δεξιὰ κατὰ τὴν θέσιν, ἡ δὲ ἀριστερά, λαιά, σκαιά, εὐώνυμος. καὶ δεξιός, ἐπιδέξιος, δεξιῶς, ἐπιδεξίως, ἐπιδέξια· δηλοῖ δὲ τοῦτο παρὰ μὲν Πλάτωνι (Theaet 175 E) τὸ δεξιῶς 'ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια,' παρὰ δὲ Λυσίᾳ (frg 272 Tur) τὸ ἐκ δεξιᾶς χειρός 'εἰσιόντων πρὸς τῇ Νεμέᾳ ἕστηκεν ἐπιδέξια,' παρὰ δὲ Εὐπόλιδι (frg 325 Ko) προπόσεως σχῆμα 'ὅταν δὲ δὴ πίνωσι τὴν ἐπιδέξια.' ἀμφιδέξιος, περιδέξιος.
[160] δεξιώσασθαι· Ξενοφῶν (Cyrop VI 3. 36) δὲ εἴρηκε καὶ δεξιωσάμενος. δεξίωσις, δεξιὰν δοῦναι ἢ λαβεῖν, δεξιὰν προτεῖναι, δεξιὰν ἐμβαλεῖν, 'δεξιὰν πέμποντι βασιλεῖ' ὡς Ξενοφῶν (Agesil III 4). καὶ 'μανθάνει τὰ δεξιά' οἷον τὰ σοφά, ὡς Ἀριστοφάνης (Ran 1114). τὸ δὲ δεξίωμα ἐκ μόνων τῶν μέτρων. σκαιός, σκαιῶς ἀριστερός· τὸ δ' ἐπαρίστερος ἰδιωτικόν, τό γε μὴν ἀμφαρίστερος [161] Ἀττικόν. τάχα δὲ καὶ ὁ ἀριστεροστάτης ἐν χορῷ προσήκοι ἂν τῇ ἀριστερᾷ, ὡς ὁ δεξιοστάτης τῇ δεξιᾷ. ἀλλὰ καὶ ἐν δεξιᾷ εἰσπλέοντι, καὶ ὁμοίως ἐν ἀριστερᾷ.
ἀπὸ δὲ ὀνύχων ἄκρων ἀκρωνύχια τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν. προσήκοι δ' ἂν οἶμαι δακτύλοις καὶ τὰ ἄκρα, ἀκρότατα, ἀκρωλένια, ἀκρόδρυα, ἀκροχειρισμός, ἀκροκώλια, ἀκρώρεια, ἀκροθίνια, καὶ παρ' Εὐριπίδῃ (Hercul 476) ἠκροθινιαζόμην, καὶ ἀκροφύσιον καὶ ἀκροτελεύτιον παρὰ Θουκυδίδῃ (IV 100. 2, II 17. 1), καὶ ὅσα ἄλλα ἐκ τῶν ἄκρων.
[162] ἀπό γε μὴν αὐχένος τὸ μὲν σύμπαν ἕως ἰσχίων θώραξ καὶ ὅλμος, τὸ δὲ ὑπὸ τὰς κλεῖδας στῆθος, οὗ τὰ ἐντὸς ἐντοσθίδια. καλεῖται δὲ καὶ προστηθίδια ἵππων ὅπλα. τὸ δὲ ἀπὸ θυμοῦ καταβαῖνον στέρνον, ὅθεν εὐρύστερνος καὶ εὔστερνος, καὶ προστερνίσασθαι καὶ προστερνίδια· καὶ στερνόμαντιν Σοφοκλῆς (TGF 56 N) τὸν καλούμενον ἐγγαστρίμυθον. τὸ δὲ στηθῶν μέσον στηθύνιον. ἐπὶ δὲ τοῖς στέρνοις μαστοί, ἀφ' ὧν καὶ τὰ τῆς γῆς ὑπερέχοντα μαστοὶ κέκληνται.
[163] οἱ δὲ μαστοὶ καὶ τιτθοὶ καλοῦνται καὶ τιτθία, μάλιστα δὲ ἐπὶ γυναικῶν. τὸ δὲ ὑπ' αὐτοὺς προκάρδιον. ἀπὸ δὲ τιτθῶν τιτθαὶ αἱ θηλάζουσαι· θηλάζειν γὰρ καλεῖται τὸ τὸν μαστὸν ἐπισχεῖν, θηλάζεσθαι δὲ τὸ ἕλκειν τὸ γάλα ἐκ τῶν μαστῶν. τούτων δὲ θηλὴ τὸ ἄκρον, ὅθεν τὸ θηλάζειν καὶ θηλὴν ἐπισχεῖν. ὁ δὲ περὶ τῇ θηλῇ μελαινόμενος κύκλος φῶς, ἡ δὲ πρώτη τοῦ γάλακτος ὑπ' αὐτῷ [164] πῆξις κύαμος, τὸ δὲ ὑποπιμπλάμενον τοῦ γάλακτος κόλπος καὶ ἄσκωμα. μόνα δὲ ἐν στήθεσιν ἔχει μαστοὺς ἄνθρωπος καὶ νυκτερὶς καὶ ἐλέφας. καὶ οὕτω μὲν ὁ Σολεύς (Clearchus FHG II p 325. 72)· ὁ δὲ Σταγειρίτης (Hist Animal II 497 b) τὸν ἐλέφαντα πρὸς τῷ στήθει φησίν, οὐκ ἐν τῷ στήθει τοὺς μαστοὺς ἔχειν. προκάρδιον δὲ τὸ ὑπὸ τῷ στήθει ἔγκοιλον μαλακὸν καὶ σαρκῶδες, κατὰ τὸ στόμα τῆς κοιλίας· ὑπόκειται δὲ τῷ χόνδρῳ τοῦ στήθους, ὅ ἐστιν ὀστοῦν ἐκπεφυκὸς τοῦ στήθους, ὃ καὶ ξιφοειδὲς καλεῖται. τὸ δὲ ὑπὸ τὸ στέρνον ἔγκοιλον, [165] ὃ καλοῦσι σφαγήν, καὶ ἀντικάρδιον ὑπ' ἐνίων ὠνόμασται. καὶ δὴ τὸ μὲν ὑπὸ προκαρδίῳ χόνδρος, τὸ δὲ ὑπὸ τῷ χόνδρῳ ὑποχόνδριον. τούτοις δὲ πλευραὶ πρόσκεινται ὀκτώ, περιαγόμεναι εἰς τὰ νῶτα, μείζους τε καὶ ἐλάττους, αἱ μὲν μείζους καλούμεναι γνήσιαι, [166] αἱ δὲ ἐλάττους νόθαι, αἳ μάλιστα τῷ στήθει πλησιάζουσιν. τὸ δὲ ὑπὸ τὰς πλευρὰς ὀστῶν χήτει κενεὼν καλεῖται καὶ ζώνη, ἀφ' ἧς ὀνόματα ζώννυσθαι, ζῶμα, διάζωμα, καὶ ζωστήρ, καὶ ζώνη τι ὅπλον ὁμώνυμον τῷ μέρει· Ἀναξανδρίδης (II frg 69 Ko) δὲ καὶ περιζώστραν εἴρηκεν
ὡς δεῖ παχεῖαν τὴν περιζώστραν ἔχειν, δῆλον ὅτι τὴν ζώνην, ἣν Ῥωμαῖοι καλοῦσι φασκίαν. καὶ τὸ ζώννυσθαι δὲ καὶ διαζώννυσθαι ἐκ τούτων. καὶ ἡ μὲν περὶ τὰς πλευρὰς νόσος πλευρῖτις, ὥσπερ ἡ περὶ τὰ ἄρθρα ἀρθρῖτις, καὶ νεφρῖτις [167] ἡ περὶ τοὺς νεφρούς. ἀλλὰ τὰ μὲν ὑπὸ μασχάλην πλευρὰ ὀνομάζεται, τὰ δὲ ὀστᾶ πλευραί, ὧν τὰ μέσα μεσοπλεύρια. ἑπτάπλευροι δὲ Λίγυες ἢ εἰσὶν ἢ καλοῦνται. καὶ τρίγωνόν τι ἰσόπλευρον ὀνομάζεται, καὶ παραπλευρίδια τὰ παρὰ ταῖς τῶν ἵππων πλευραῖς ὅπλα. καταλήγει δὲ εἰς τοὺς περὶ νῶτον σφονδύλους τὰ τῶν πλευρῶν ἄκρα, κἀκείνοις ἐμπέπηγε κατὰ τὰς ἐκ πλαγίων κοιλότητας. δώδεκα δ' εἰσὶν ἑκατέρωθεν αἱ ξύμπασαι πλευραί, ὧν τινὲς μὲν τῷ στέρνῳ συνάπτονται, αἱ δὲ περὶ τὸν θώρακα παύονται, αὐταὶ ἑαυτὰς φέρουσαι.
[168] τὸ δ' ἀπὸ στέρνων ἐπ' αἰδοῖα κατὰ τὸν κενεῶνα καλεῖται κοιλία καὶ γαστήρ, ἀφ' ἧς προγάστωρ καὶ γάστρις, καὶ γαστριμαργία καὶ γαστρίμαργος καὶ γαστροβόρος, καὶ γαστρισμὸς καὶ γαστρίσαι. καὶ γαστρίδιον ἐν τῇ κωμῳδία (Aristoph Nub 391), καὶ γάστρα τρίποδος παρ' Ὁμήρῳ (Σ 348 θ 437). καὶ ὑπεγαστρίζετο τὸ ἐχόρταζεν ἡ κωμῳδία (III p 601. 1174 Ko), καὶ ἐν γαστρὶ ἔχειν Ἡρόδοτος (III 32), καὶ ἐγγαστρίμαντις. τὸ δ' ὑπ' αὐτῇ στάχυς καλεῖται.
[169] τὸ δὲ κατὰ μέσην γαστέρα κοῖλον ὀμφαλὸς καὶ μεσομφάλιον, καὶ ὁ περὶ αὐτὸν τόπος γάγγαμον, ἐπεὶ νεύρων ἐστὶ πλέγμα, καθάπερ τὸ δικτυῶδες ὃ νῦν καλεῖται γάγγαμον ἢ ὡς οἱ πολλοὶ σαγήνη. ὀμφαλοῦ δὲ τὸ ἐν μέσῳ ἀκρομφάλιον, τὸ δὲ ὑπὲρ αὐτὸν ἐπομφάλιον. καὶ μεσόμφαλοι καλοῦνται πλακούντων τι εἶδος. καὶ ὀμφαλητόμος ἡ μαιεύτρια· καὶ ᾧ ἀποτέμνει τοὺς ὀμφαλοὺς τῶν βρεφῶν, ὀμφαλιστήρ.
[170] οἱ δὲ Ἀττικοὶ καὶ τὸν τῶν σύκων πυθμένα ὀμφαλὸν ὠνόμαζον. τὸ δὲ περὶ τῷ ὀμφαλῷ δέρμα γραῖα, ὅτι ῥυσούμενον γήρως σύμβολον γίνεται. τό γε μὴν ὑπὲρ τὸν ὀμφαλὸν μέρος εἴποις ἂν ἐπιγάστριον, ὅπερ ἥπατι καὶ σπληνὶ ἐπίκειται. τῷ δ' ἐπιγαστρίῳ οἱ κενεῶνες ὑπόκεινται, οὓς καὶ λαγόνας καλοῦσιν, ὥσπερ τὸ ὑπὸ τὸν ὀμφαλὸν πᾶν ἄχρι τῆς ὑπὲρ αἰδοῖα τριχώσεως ἦτρόν τε καὶ ὑπογάστριον. ἀπὸ δὲ τοῦ ἤτρου καὶ ἠτριαῖα τεμάχη οἱ κωμῳδοὶ (Aristoph frg 318. 6 Ko) λέγουσιν. αὐτὴ δ' ἡ τρίχωσις ἥβη τε καὶ ἐπίσιον.
[171] τὸ γὰρ ἐφήβαιον ἰατρῶν μόνων. τὸ δ' ὑπ' αὐτὰ αἰδοῖον. οὗ τὸ πρόμηκες, δι' οὗ τὸ ἐκ κύστεως ὑγρὸν ἐπιρρεῖ, καυλὸς ὀνομάζεται, καὶ στῆμα κατὰ τοὺς ἰατροὺς τὸ κατηρτημένον, τὸ δὲ μὴ ἐκκρεμάμενον αὐτοῦ ὑπόστημα καὶ κύστεως τράχηλος, ὥσπερ βάλανος τὸ τοῦ καυλοῦ ἄκρον· ἧς τὸ τρύπημα οὐρήθρα. πόσθη δὲ τὸ ἐπ' αὐτῇ δέρμα, ὡς ἀκροποσθία καὶ ἀκροπόσθιον τὸ πόσθης προῦχον. ᾧ δὲ τὴν πόσθην ἀπέδουν, τοῦτον τὸν δεσμὸν κυνοδέσμην ὠνόμαζον. [172] τὸ δὲ τῶν ὄρχεων ἢ διδύμων ἀγγεῖον ὄσχεον, οὗ τὸ χαλώμενον λακόπεδον. τὸν δὲ ἀεὶ χαλαρῷ τούτῳ κεχρημένον λακοσχέαν Ἀθηναῖοι καλοῦσιν. τὰ μέντοι μεταξὺ ὑποστήματος καὶ ὀσχέου καὶ μηροῦ πλιχάδες καλοῦνται, ὅθεν καὶ τὸ διαβαίνειν οἱ ποιηταὶ ἀμφιπλίσσειν λέγουσι, καὶ τὸ περιβάδην ἀμφιπλίξ, ᾧ καὶ Σοφοκλῆς (TGF 539 N) κατεχρήσατο ἐπὶ δρακόντων εἰπάν 'θαιρὸν ἀμφιπλὶξ εἰληφότες,' [173] οἷον περιβεβηκότες. καὶ Στράττις (I frg 63 Ko)
τὰ θυγάτρια
περὶ τὴν λεκάνην ἅπαντα περιπεπλιγμένα,
τουτέστι διηχότα τὰ σκέλη. καὶ παρ' Ὁμήρῳ (ζ 318) δὲ τὸ διέβαινον· 'αἳ δ' ἐὺ μὲν τρώχων, ἐὺ δ' ἐπλίσσοντο πόδεσσιν.' κρεμαστῆρες δὲ τὰ νεῦρα ἃ τοὺς διδύμους ἀνέχει. τὸ δὲ ῥαφῇ μὲν προσεοικός, ὑπὸ δὲ τὸν καυλὸν διὰ τοῦ ὀσχέου μέσου ὑπὸ τὸν ὀνομαζόμενον ταῦρον, ἀφ' οὗ καὶ ἀταύρωτος παρὰ τοῖς τραγῳδοῖς (Aeschyl Agam 236) ἡ παρθένος, εἰς τὸν δακτύλιον καταλῆγον, [174] περίνεος ὀνομάζεται ἢ τράμις ἢ ὄρρος. τῶν δὲ ὄρχεων τὸ μὲν ἄνω κεφαλή, τὸ δὲ κάτω πυθμήν· τὸ δὲ πᾶν τοῦτο αἰδοῖα, ὥσπερ καὶ τὰ γυναικῶν. ὧν τὸ μὲν σύμπαν κτεὶς καὶ ἐπίσιον, ἡ δὲ τομὴ σχίσμα. τὸ δὲ ἐν μέσῳ σκαῖρον σαρκίον νύμφη ἢ μύρτον ἢ ἐπίδερις ἢ κλειτορίς· καὶ κλειτορίζειν τὸ ψηλαφᾶν τὴν κλειτορίδα. τὰ δ' ἑκατέρωθεν σαρκώδη μυρτοχειλίδες ἢ κρημνοὶ ἢ πτερυγώματα. παραστάται δ' εἰσὶ πόροι ἀπὸ τῶν ὄρχεων εἰς τὸν οὐρητῆρα κατάγοντες [175] καὶ ἐκπέμποντες τὸ σπέρμα. ἀπὸ δὲ τῶν εἰρημένων ὀνόματα, ἀπὸ μὲν γαστρὸς γαστρίς, γαστρίμαργος, γαστροβόρος, προγάστωρ, γαστρισμός. γαστρίζειν οὐ μόνον τὸ χορτάζειν λέγουσιν, ἀλλὰ καὶ τὸ πλήττειν εἰς τὴν γαστέρα, ὡς Ἀριστοφάνης ἐν Ἰππεῦσιν (273. 452). Πλάτων δὲ ὁ κωμικὸς (I frg 195 Ko) ἐπὶ τοῦ γαστριμάργου
ἔπειτα δ' οὐδείς ἐστ' ἀνὴρ γαστρίστερος. τὸν δὲ Ψιττακὸν γάστρωνα ὁ Ἀλκαῖος (frg 37 B) καλεῖ. Ὅμηρος δὲ (Σ 348 θ 437)
γάστρην μὲν τρίποδος πῦρ ἄμφεπεν.
[176] ἀπὸ δὲ καυλοῦ ἀπεκαύλισεν. ὁ δὲ πόσθης ἔρημος ἀπεσκολυμμένος· παρὰ δὲ τοῖς Αἰολεῦσιν ἐκαλεῖτο ἀπαιδοιῶσθαι τὸ ἀπεσκολύφθαι. τὸ μέντοι ἀνασπάσαι τὸ αἰδοῖον παρὰ τοῖς ἀρχαίοις κωμικοῖς (III p 414. 81 Ko) ἀναστῦψαι καλεῖται· τὸ δ' ἐπεγείρειν αὐτὸ τοῖν χεροῖν ἀναφλᾶν καὶ ἀνακνᾶν Ἀριστοφάνης ἐν Ἀμφιαράῳ (frg 36 Ko) λέγει. ἐκαλεῖτο δὲ καὶ τύλος τὸ αἰδοῖον, ὅθεν καὶ Φερεκράτης (I frg 204 Ko) τὸ γυμνοῦν αὐτὸ τῇ χειρὶ 'ἀποτυλοῦν' εἶπεν.
[177] νῶτα τοίνυν ὑπ' αὐχένι κείμενα τὸ μὲν ἔγκυρτον ἔχει χελώνιον ὀνομαζόμενον, τὰ δ' ἑκατέρωθεν ὠμοπλατῶν πτερύγια, ὧν τὰ πλάγια μεταυχένια. τὸ δὲ μέσον νώτων τε καὶ τούτων μετάφρενον, περιεχουσῶν αὐτὸ τῶν ὠμοπλατῶν ὧν τὰ περὶ τῷ νώτῳ πλατυνόμενα τράπεζαι καλοῦνται, τὸ δ' ὑπ' αὐταῖς ῥάχις. ἧς τὸ μέσον ἐν τῷ νώτῳ κατὰ μῆκος ἄχρις ὀσφύος κοιλαινόμενον κρίσις, καὶ [178] ταύτης τὸ καταλῆγον ἀντίστερνον. τὸ δ' ἀπὸ τῆς ῥάχεως ὀσφὺς τὸ μέχρι γλουτῶν. τὴν δὲ ῥάχιν ἔνιοι τῶν ποιητῶν ὠνόμασαν κλόνιν, ὥσπερ Ἀντίμαχος (frg 65 Kinkel)
ὡς εἴτε κλόνιος τεθορυίης σφονδυλίων ἔξ. ἑπτακαίδεκα δέ εἰσιν οἱ σφόνδυλοι τὴν συγκαμπὴν τῇ ῥάχει παρέχοντες, δύο μὲν καὶ δέκα ῥάχεως, οὓς ὀναμάζουσι ῥάχεις, πέντε δὲ ὀσφύος· καὶ τὸν μὲν ὑπὸ τῷ ἄτλαντι καὶ τὴν ἐπ' αὐτῷ σάρκα λοφαδίαν ἢ λοφίαν, τὸν δὲ ὑπ' αὐτῷ μασχαλιστῆρα, τοὺς δὲ [179] λοιποὺς πλευρίτας καλοῦσιν, τὸν δὲ δωδέκατον διαζωστῆρα. τὴν δὲ ὀσφῦν καὶ πρότμησιν ἐκάλουν, ἧς ἐνσφονδύλια μὲν τὰ ὀστᾶ, ὁ δὲ πρῶτος σφόνδυλος ἐκαλεῖτο νεφρίτης, ὡς ὁ τελευταῖος ἀσφαλτίτης. τὸ δὲ μέσον τῆς ὀσφύος ἄκνηστις, κυρίως μὲν ἐπὶ τῶν τετραπόδων· Ὅμηρος (κ 161) δὲ καὶ ἐπ' ἀνθρώπου κέχρηται λέγων 'κατ' ἄκνηστιν μέσα νῶτα.' ἀπὸ δὲ νώτων ὀνόματα· κατὰ νώτου ἐπιγενέσθαι ἐν πολέμῳ, καὶ τὰ νῶτα δοῦναι, καὶ [180] νωτίσαι παρὰ τοῖς ποιηταῖς (Soph O R 193 Eur Andr 1142) τὸ κατὰ νώτου τι ἀπολιπεῖν. καὶ παρὰ Ξενοφῶντι (Cyrop VI 2. 34) 'νωτοφόρος' ἡμίονος καὶ ὄνος· καὶ νωτεῖς δὲ τούτους ἐκάλουν, ὡς τοὺς ὑπὸ ζυγῷ ζυγίους. τὸν δὲ μαστιγίαν Ἀριστοφάνης (frg 830 Ko) νωτοπλῆγα ἐκάλεσεν. περὶ δὲ τοῖς νώτοις ἑπτὰ τραχύτητες ἀνεστᾶσιν, ὧν δύο μὲν αἱ μετὰ τὴν πρώτην ἄκανθαν ὀνομαζομένην καλοῦνται κυνόλοφα, κέρναι δὲ αἱ πλάγιοι δύο· αἱ δὲ λοιπαὶ κάτω προνεύουσιν. τῶν δὲ σφονδύλων ἄρρεν μὲν καλεῖται τὸ προῦχον καὶ ἐνερειδόμενον, θῆλυ δὲ τὸ ὑποδεχόμενον κοῖλον. τοὺς δὲ σφονδύλους τούτους Ῥιανὸς κύβους ὠνόμασεν (Meineke An Alex p 202 frg 2)
αὐχένος ἐξ ὑπάτοιο κύβοις ἐπιτέλλεται ἰξύς. ἡ μέντοι διὰ τῶν σφονδύλων πορεία, δι' ἧς ὁ μυελὸς τέταται, σωλὴν καλεῖται καὶ ἱερὰ σῦριγξ.
[181] τῶν δὲ πλευρῶν αἱ μὲν μείζους γνήσιαι, αἱ δὲ ἐλάττους νόθαι, αἳ καὶ εἰσὶν ὑπὸ τῷ στήθει· μεθ' ἃς τὰ ἐνιδρυμένα ταῖς πλευραῖς σπλάγχνα ἐγκοίλια καλεῖται. καὶ ἐκ μὲν νώτων ἡ ἀνωτάτω πλευρὰ μεγίστη ὁρᾶται, ἐκ δὲ πλαγίων αἱ μέσαι. καὶ τὰ μὲν τῶν πλευρῶν ὀστᾶ σπάθαι· τούτων δὲ πλάται μὲν τὰ εὐρύτερα, ἃ καὶ ἀλλήλοις συμπέπηγεν, [182] τὰ δὲ στενὰ κωπία, ἃ ῥάχει γειτονεῖ. καὶ αἱ μὲν πρῶται δύο τὴν ἐπίκλησιν ἔχουσιν ἀντίστροφοι, δύο δὲ αἱ μετὰ ταύτας στερεαί, δύο δ' ἐπὶ ταύταις στερνίτιδες· αἱ δ' ἐπὶ τοὺς χόνδρους καταλήγουσαι δύο παράσειροι, τέτταρες δὲ αἱ νόθαι μαλθακαί. ἵνα δὲ οἱ σφόνδυλοι καταλήγουσιν, ἱερὸν ὀστοῦν καλεῖται· καὶ ἄρχεται μὲν ἐξ εὐρύτητος ὑπὸ τὴν ῥάχιν, ἀποστενοῦται δὲ κατὰ τὸν κόκκυγα καλούμενον, ὃς καὶ σφονδύλιον καὶ ὀρροπύγιον ὀνομάζεται. οὗ [183] τὸ ὑπεράνω ὀσφῦς καὶ ἰξύς, ὡς ζώνη τὸ κατ' αὐτὴν ἐν τοῖς πρόσθεν. τισὶ δὲ τὸ ἱερὸν ὀστοῦν τρητὸς κόκκυξ καλεῖται καὶ ἔστι πάντων μέγιστον. καὶ τὸ μὲν εἰς δακτύλιον νενευκὸς αὐτοῦ κορυφὴ καλεῖται, τὰ δὲ πλάγια ἰσχία τε καὶ σκάφια. ταῦτα δὲ ὀμφαλῷ μὲν ἀντίκειται, γλουτοῖς δὲ ἐπίκειται, οἳ καὶ κοχῶναι καὶ πυγαὶ προσαγορεύονται, καὶ προχῶναι παρ' Ἀρχίππῳ ἐν τῷ Ῥίνωνι (I frg 41 Ko) καὶ ἰσχία μέν ἐστιν αἱ ἑκατέρωθεν μετὰ τὴν ὀσφῦν σαρκώδεις προβολαί, [184] τὰ δ' ὑπερέχοντα ἀπὸ τούτων γλουτοὶ καὶ ἐφέδρανα, ἀφ' ὧν ἕδρα καθέδρα ἐνέδρα, ἐνεδρεύειν ἐφεδρεύειν, ἔφεδρος. ἀπὸ δὲ πυγῶν ὀνόματα εὔπυγος, καλλίπυγος, καταπύγων, καὶ καθ' Ἡσίοδον (Op 373) πυγοστόλος· οἱ δὲ Ἀττικοὶ καὶ τὸν μέσον τῆς χειρὸς δάκτυλον καταπύγονα ὠνόμαζον. οἱ δὲ ἐνδεῶς πυγῶν ἔχοντες λίσποι καὶ ὑπόλισποι καλοῦνται καὶ λισπόπυγοι, ἐφ' ᾧ μάλιστα Ἀθηναῖοι κωμῳδοῦνται. τὴν δὲ ὧδε ἔχουσαν καὶ διατράμιν Στράττις (I frg 74 Ko) ὠνόμασεν.
[185] οἱ δὲ ἔνδοθεν κατὰ τὴν ὀσφῦν μύες καλοῦνται ψόαι καὶ νευρομῆτραι καὶ ἀλώπεκες· Κλέαρχος (FHG II p 324. 72 Ko) δὲ οὕτως ὀνομάζει τοὺς ἔξωθεν κατὰ τῆς ῥάχεως μῦς. κοτύλας δ' ἂν εἴποις τὰς τῶν περὶ τοῖς ἰσχίοις ὀστῶν κοιλότητας, αἳ τῇ κεφαλῇ τῶν μηρῶν εἰσὶν ἐνηρμοσμέναι. πλῆκτρον δὲ μηροῦ καλεῖται καθὸ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κοτύλῃ συνάπτει, αὐτὴ δὲ ἡ κεφαλὴ κοτυληδών.
[186] αἱ δὲ ὑπὸ τοὺς γλουτοὺς ἐπὶ τοὺς μηροὺς καταφερεῖς σάρκες ὑπογλουτίδες. τὰ δ' ἔμπροσθεν παρὰ τοὺς μηροὺς βουβῶνες, οἷς καὶ τὸ πάθος ὁ βουβὼν ἐπιγίνεται· καὶ τὸ βουβωνιᾶν ἐκεῖθεν, ὡς Καλλίας (I frg 26 Ko). καλεῖται δὲ καὶ τὸ νεῦρον τὸ συνέχον τὴν κοτύλην πρὸς τὸν μηρὸν ἰσχίον· ὁμώνυμον δ' ἐστὶν αὐτῷ καὶ τὸ ἄρθρον. καὶ τὸ μὲν τῇ κοτύλῃ συνηρμοσμένον ὀστοῦν στρογγύλον [187] μηροῦ κεφαλή, μηρὸς δὲ τὸ ἀπὸ τούτου μέχρι γονάτων μέρος, ἀφ' οὗ εὔμηρος καλλίμηρος, μηριαῖα, παραμηριαῖα καὶ παραμηρίδια, καὶ ἡ Λάκαινα φανόμηρις. ἡ δὲ περὶ τῇ κεφαλῇ τοῦ μηροῦ τῶν ὀστῶν ἔκφυσις τροχαντὴρ ὀνομάζεται. μύες δὲ αἱ πρὸ τῶν ἄρθρων [188] ἐν ταῖς κινήσεσιν ἐπανιστάμεναι σάρκες. τὰ δ' ἐντὸς τῶν μηρῶν παραμήρια, τὰ δὲ μεταξὺ αὐτῶν μεσομήρια. γόνυ δὲ ἡ μετὰ τοὺς μηροὺς συγκαμπή, ἀφ' οὗ καὶ τὸ γονατίζειν παρὰ Κρατίνῳ τῷ κωμῳδοποιῷ (I frg 399 Ko). λέγεται δέ τι καὶ καλάμου γόνυ, καὶ παρ' Ὁμήρῳ (ρ 225, ς 74) ἐπιγουνίς. γόνατος δὲ τὸ μὲν τῷ τοῦ μηροῦ τέλει συνηρμοσμένον κνήμης κεφαλή, τὸ δ' ἔξωθεν ἐπικείμενον πλατὺ καὶ περιφερὲς ὀστοῦν, ὥσπερ φράγμα τοῦ γόνατος, [189] ἐπιγονατίς τε καὶ κόγχη καὶ κόγχος καὶ μύλη, κατὰ δὲ Ἱπποκράτην (mochl 1) ἐπιμυλίς, κατὰ δὲ Ἱππώνακτα (frg 128 B) μυλακρίς. ἡ μέντοι κωμῳδία τὴν ἀλετρίδα μυλακρίδα καλεῖ ἢ ζῷόν τι ἐν τῷ μυλῶνι γινόμενον, ὡς Ἀριστοφάνης λέγει (I frg 583 Ko)
ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ,
σκώληκας ἐσθίοντε καὶ μυλακρίδας.
ὁ δὲ πρὸς τῷ γόνατι μῦς ἐπιγουνίς, ἡ δὲ κατόπιν ἀντικειμένη τῇ [190] κόγχῃ κοιλότης ἰγνύη. κνήμη δὲ τὸ ἐπὶ τῷ γόνατι καὶ τῇ ἰγνύι πᾶν ἑκατέρωθεν. δύο δὲ ἔχει ὀστᾶ ἡ κνήμη, ἰσομήκη μέν, οὐ μὴν ἰσοπαχῆ· ὧν τὸ μὲν ἔξωθεν, ὅπερ ἐστὶν ἔλαττον, παρακνήμιον καλοῦμεν, τὸ δὲ ἔνδοθέν τε καὶ μεῖζον προκνήμιον. τῆς δὲ κνήμης ἁπάσης τὸ μὲν πρόσθεν ἀντικνήμιον, τὸ δ' ὄπισθεν εἰς μῦν ἐπῃρμένον γαστροκνήμιον· ἔνιοι δ' ᾠήθησαν τὸ μὲν πρόσθεν κνήμην, τὸ [191] δ' ὄπισθεν ἀντικνήμιον εἶναι. τὰ δ' ἀπὸ κνήμης ὀνόματα εὔκνημος καὶ κνημὶς καὶ 'ἐυκνήμιδες Ἀχαιοί,' καὶ σκελίδες ὁλόκνημοι ἐν τῇ κωμῳδίᾳ (I frg 108, 13 Ko), καὶ κνημοὶ ὀρῶν. τὰ δ' ἑκατέρωθεν τοῦ μείζονος ὀστοῦ, ὃ τὴν κνήμην φέρει κερκὶς καλούμενον, μικρὰ ὀστάρια, ἃ περόναι λέγονται καὶ παρακερκίδες, ταῦτα δὲ καὶ στήριγγες παρ' ἐνίοις καλοῦνται. τὸ δὲ πλατὺ νεῦρον, ὃ πρὸς τὴν πτέρναν παύεται ἀπὸ ἰγνύος ἀρξάμενον, τένων.
[192] τὸ δὲ ὑπὸ τῇ κνήμῃ μέρος καλεῖται σφυρὸν καὶ πέζα, ἀφ' ὧν ὀνόματα εὔσφυρος, καλλίσφυρος, εὔπεζος, ἀργυρόπεζος, 'ἀργυρόπεζα Θέτις.' παρὰ δὲ τὴν πέζαν ἑκατέρωθεν προύχουσιν ἀστράγαλοι, εἰς οὓς αἱ περόναι καταλήγουσιν· οἱ δὲ ἀστραγάλους οὐ τὰ προύχοντα ἀλλὰ τὰ ἔνδον κρυπτόμενα ὑπὸ σφυρόν. ῥαιβοὺς δὲ [193] καλοῦσιν οἷς καμπύλα εἰς τὸ ἔνδον τὰ σκέλη, βλαισοὺς δὲ οἷς τὸ ἀπὸ τῶν γονάτων εἰς τὸ ἔξω ἀπέστραπται· καὶ τὸ μὲν Ἀρχίλοχος (frg 58. 4 B), τὸ δὲ Ξενοφῶν (R Eq I. 3) λέγει. σκέλος μὲν δὴ πᾶν ὀνομαστέον τὸ ἐκ μηροῦ καὶ γόνατος καὶ κνήμης καὶ σφυροῦ καὶ ποδός· τὸ δ' ἐκ μηροῦ τε καὶ κνήμης κῶλον καὶ κωλῆνα. ὀνόματα δ' ἀπ' αὐτῶν τὸ ὑποσκελίζειν, καὶ ὡς Ξενοφῶν (Memorab III 3. 4) κακοσκελής, καὶ σκελὶς ἡ νῦν καλουμένη πέρνα ἐν τῇ κωμῳδίᾳ (I frg 108. 13 Ko), καὶ παρὰ Πλάτωνι (Tim 34 A) [194] 'ἀσκελὲς καὶ ἄπουν·' τάχα δὲ καὶ ὁ σκελετὸς καὶ σκελετεύειν καὶ κατεσκελετευμένος ἀπὸ τῆς τῶν μερῶν τούτων ὡς πρὸς τὸ πᾶν σῶμα ἰσχνότητος. Μένανδρος (III frg 1054 Ko) δὲ καὶ περισκελίδας εἴρηκε φορεῖν τὰς κόρας. ἀσκωλιάζειν δὲ ἔλεγον τὸ τῷ ἑτέρῳ ποδὶ ἅλλεσθαι. ποὺς δὲ ὀνομάζεται τὸ μετὰ τοὺς ἀστραγάλους πᾶν· ἀφ' οὗ ὀνόματα εὔπους ὠκύπους ταχύπους καὶ ὡς Πλάτων (Tim 63 A) ἀντίπους, εὐποδία ἀποδία, ποδωκία ποδώκης, ἀρτίπους καὶ ὡς Πλάτων (Leg II 652 B) παραποδισθῶμεν, καὶ [195] Ξενοφῶν (Memor III 3. 4, R Eq I 2) κακόποδας. καὶ δίπους καὶ τρίπους καὶ τὰ ἐφεξῆς, ὧν μόνον ὁ ὀκτώπους εἰδικώτερον ἐκφέρεται. τούτοις ἂν προσήκοι καὶ ἐμπόδια καὶ ἐμποδίσματα, ἐμποδίζειν, ἐμποδὼν ἵστασθαι, ἐπὶ πόδα ἀναχωρεῖν, καλόπους, ποδοκάκη, ποδάγρα, ποδαγρᾶν. Πλάτων (Epinom 981 D) δὲ καὶ τὰ 'πολύποδα καὶ ἄποδα' εἴρηκεν. καὶ ὁ πολύπους δ' ἐκ τούτων ἂν εἴη καὶ ἡ χαμαίπους· ἐκάλουν δὲ οὕτω τὴν οὐκ ἐπὶ ζεύγους [196] κομιζομένην νύμφην. ποδοστράβη, ποδόνιπτρον, ποδονιπτήρ, ποδεὼν ἀσκοῦ, ποδήρεις χιτῶνες, ποδαλγία ποδαλγής. ὁ δὲ κωμικὸς Πλάτων (I frg 248 Ko) καὶ ποδάρια εἴρηκεν. καὶ ποδεῖα τοὺς περὶ τοῖς ποσὶ πίλους Κριτίας (TGF p 774, 7 N), ἅπερ Αἰσχύλος (TGF 259 N) πέλλυτρα καλεῖ. λέγεται δέ τι καὶ περὶ πόδα, τὸ ἁρμόττον, ἀπὸ τῶν ὑποδημάτων. 'ἀνεπόδιζον' δὲ 'τὸν γραμματέα' Αἰσχίνης ὁ ῥήτωρ (III 192) ἔφη ἐπὶ τοῦ πάλιν ἀναγινώσκειν ἐποίουν, καὶ ἀναποδιζόμενα Ἀντιφῶν (Soph frg 84 Bl) τὰ πάλιν ἐξεταζόμενα.
[197] μέρη δὲ ποδὸς τὸ μὲν ἄνω πρὸ τῶν δακτύλων πεδίον ἢ ὄρος ἢ πολυόστεον, ἐξ ὀστῶν καὶ νεύρων συγκείμενον· οὗ τὸ ἔμπροσθεν μετὰ τοὺς δακτύλους ταρσός, τὸ δ' ἀπολῆγον τοῦ ποδὸς κατόπιν πτέρνα, ἀφ' ἧς καὶ τὸ πτερνοκοπεῖν, ὅπερ ἐστὶ τὸ ταῖς πτέρναις κτυπεῖν πρὸς τὰ ἑδώλια ἐν τοῖς θεάτροις, ὁπότε τινὰ θορυβοῖεν. καὶ πτερνίδες ἐν τῇ μέσῃ κωμῳδίᾳ (Alex II frg 329 Ko) καλοῦνται οἱ [198] πυθμένες τῶν ἰατρικῶν λεκανίδων. τὸ δὲ κάτωθεν τὸ μὲν ὅλον τύλωμα, τούτου δὲ τὸ μὲν προῦχον ὑπὸ τοὺς δακτύλους στῆθος ποδὸς ἢ προστηθίς, τὸ δὲ μετὰ τὸ στῆθος κοῖλον ποδός. δάκτυλοι δὲ ποδὸς τὰς αὐτὰς ἐπὶ τοῖς μέρεσι προσηγορίας ἔχουσιν ἅσπερ οἱ τῶν χειρῶν. καὶ τὰ μὲν ὑπὸ τοὺς δακτύλους ῥήγματα χίμετλα ὀνομάζεται ‑ οἱ δὲ καὶ αὐτὸ τὸ μέρος οὗ ἐπιγίνεται, χίμετλον ὀνομάζεσθαι νομίζουσιν ‑ τὰ [199] δὲ ὑπὲρ τοὺς δακτύλους κρούματα πταίσματα· Ἀριστοφάνης (I frg 773 Ko) δὲ καὶ ἐπιπταίσματα αὐτὰ καλεῖ, τὸ μέντοι προσπταῖσαι ἐν τοῖς Σφηξὶ (275) προσκόψαι εἴρηκεν. ποσὶ δ' ἂν προσήκοι καὶ τὸ ὑπόδημα, ὑποδεῖσθαι, ὑποδούμενος, ἀνυπόδητος, ἀνυποδησία, καὶ βάσιν δ' ἂν εἴποις τὸν πόδα, Πλάτωνος (Tim 92 A) εἰπόντος 'θεοῦ βάσεις ὑποτιθέντος πλείους·' ἀφ' οὗ καὶ τὸ βάσιμον καὶ τὸ ἄβατον. καὶ βάσις δὲ παρὰ τοῖς μουσικοῖς [200] λέγεται τὸ τιθέναι τὸν πόδα ἐν ῥυθμῷ. καὶ βατὴρ ὁ οὐδὸς ἐφ' οὗ βαίνομεν, ὡς Ἀμειψίας (I frg 26 Ko)
ἐπ' αὐτὸν ἥκεις τὸν βατῆρα τῆς θύρας. καὶ βεβῶτας ὁ Πλάτων (Tim 63 C, Phaedr 254 B) τε καὶ Ξενοφῶν() λέγουσιν. καὶ 'διαβατήρια' Ξενοφῶν (Hellen III 4. 3) ἱερά, καὶ ἀποβατήρια. καὶ διαβατὸς ποταμὸς καὶ ἄβατος Πλάτων (Leg X 892 E), καὶ διαβιβᾶτε Δημοσθένης (XXIII 157), καὶ διαβάτην Ἀριστοφάνης (I frg 765 Ko). καὶ ἐπιβασίαν τῇ δίκῃ Ὑπερείδης (frg 242 Bl), καὶ 'ἐπιβατεύων τοῦ Σμέρδιος ὀνόματος' Ἡρόδοτος (III 63).
[201] τῶν τοίνυν ἐντὸς ἀπὸ τῶν μετὰ τὴν ἐπιγλωττίδα τόπων αἱ μὲν ἑκατέρωθεν προύχουσαι σάρκες ἀντιάδες καὶ παρίσθμια καλοῦνται, αἱ δ' ὑπ' αὐτάς, ὅμοιαι μὲν τὴν ἐρυθρότητα, μείζους δὲ καὶ περιφερέστεραι, μῆλα. προσπεφύκασι δὲ κατὰ λεπτοὺς ὑμένας στομάχῳ, ὃν [202] καὶ βρόγχον καὶ ἀρτηρίαν ἔνιοι καλοῦσιν, οἱ δὲ καὶ φάρυγγα. ταῖς γε μὴν ἀντιάσιν ὀστοῦν ὑπόκειται περιειληφὸς τὴν τοῦ βρόγχου κεφαλήν, καλούμενον ὑπ' ἐνίων ὑοειδές, ὅτι προσέοικε τῷ τοῦ γράμματος σχήματι· Ἡρόφιλος δ' αὐτό, διὰ τὸ παρεστηκέναι ταῖς ἀντιάσι, παραστάτην ὠνόμαζεν. ὁ δὲ στόμαχος πρόσκειται μὲν ἔνδοθεν τῇ ῥάχει, κατατείνει δ' εἰς πνεύμονα, ὀνομάζεται δὲ καὶ οἰσοφάγος, καὶ τὰ νεῦρα τὰ ἑκατέρωθεν αὐτοῦ τόνοι. ἔνθα δὲ κοιλίᾳ συνάπτει, καλεῖται [203] τοῦτο στόμα κοιλίας. παρέοικε δὲ τὸ κάτω τοῦ στομάχου, καθὸ τῷ πνεύμονι ἐμβέβηκε, διὰ τὸ ἐκ στενότητος ἀνευρύνεσθαι κώδωνι σάλπιγγος. ἔστι μέντοι καὶ τὸ ὑπὸ τῇ γλώττῃ πρὸς τὴν ὑποδοχὴν τῶν ποτῶν τε καὶ σιτίων τοῦ λοιποῦ μήκους πλατύτερον, εὐαίσθητον δ' αὐτοῦ τὸ πρὸς τῇ κοιλίᾳ καὶ νευρῶδες. ἔξωθεν δὲ σαρκώδης ἐστί, καθὸ τῷ βρόγχῳ γειτονεῖ, τὰ δ' ἔνδοθεν στρογγύλος [204] ἀρτηριώδης. ἐπίκειται δ' ἀρτηρίᾳ τε καὶ ταῖς ἀπὸ καρδίας εἰς ῥάχιν ἀνατεινούσαις φλεψίν. πλέγματα δ' αὐτὸν ποιεῖ τέτταρα, ἢ ὡς ἔνιοι τρία, φλέβες ἀρτηρίαι νεῦρα· τοὺς γὰρ ὑμένας ἐξαίρουσιν. καὶ ὄρνισι μὲν ὅμοιόν τι τούτῳ πρόσκειται, πρηγορεὼν καλούμενον, ἔνθα προαθροίζεται ἡ τροφή· τῶν δὲ μηρυκαζομένων τὴν πρώτην κοιλίαν ἤνυστρον καλοῦσιν. ὁ δὲ βρόγχος στομάχου προκείμενος, [205] εἰς πνεύμονα ἀνανεύων, τῇ γλώττῃ καὶ τῷ στομάχῳ προσπέφυκεν, ἐρρίζωται δ' ἐν μέσῳ τῷ πνεύμονι, τῇ μὲν κατὰ τοὺς ὀπισθίους λοβοὺς ἐγκείμενος, οἳ τοῖς νώτοις προσίζουσιν, τῇ δὲ κατὰ τοὺς ὑπὸ τοῖς στέρνοις· σχίζεται γὰρ εἰς πλείους λεπτὰς ἀποφύσεις, αἳ καλοῦνται σήραγγές τε καὶ βρόγχια καὶ ἀορταί. αὐτὸς δ' εἰς στρογγύλον εἶδος ἀποτετορνευμένος, ἐκ μὲν τοῦ κατόπιν τῷ στομάχῳ γειτνιῶν, ὥσπερ δ' ἐκ κύκλων πολλῶν συγκείμενος χιτῶνας καὶ οὗτος ἔχει τέτταρας, [206] συμπεπλεγμένος ἐκ νεύρων φλεβῶν ἀρτηριῶν ὑμένων. Ὅμηρος μέντοι τὸν στόμαχον καὶ (N 388) λαιμὸν καὶ (X 325) λαυκανίαν καλεῖ, καὶ φησὶ 'ψυχῆς ὤκιστον ὄλεθρον' εἶναι, ὅτι διαιρεθεὶς ἀπόλλυσι τὴν ὁδὸν τῆς τροφῆς. τὸν δὲ βρόγχον ἀσφάραγον καλῶν (X 328) καὶ φωνῆς ὄντα πορείαν ἐπιστάμενος, ἄτμητον ἐπὶ Ἕκτορι τετήρηκεν,
(X 329) ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
[207] ἥ γε μὴν φάρυγξ στομάχου ἐστὶν ἀρχή, ὡς βρόγχου λάρυγξ, καὶ φαρύγεθρον· λαρυγγίζειν δ' εἴρηκε Δημοσθένης (XVIII 291), ὅπερ οἱ παλαίτεροι φαρυγγίζειν. τὸ δ' ἔξω προῦχον αὐτοῦ περὶ τὸν τράχηλον γαργαρεὼν καὶ πρόλοβος. τοῦ δὲ στομάχου καταλήγοντος εἰς τὴν κοιλίαν, ὡς προύλεγον (II 202), ἡ τῆς κοιλίας εὐρυχωρία κεῖται κατὰ τὸ λαιὸν μέρος, τὸ μὲν στόμα κατὰ τὸν χόνδρον μέσον [208] ἔχουσα, τὸ δὲ λοιπὸν σῶμα ὑπὸ τῷ διαφράγματι. τῆς δὲ κοιλίας ἐκπέφυκεν ἔντερον κατὰ τὰ δεξιὰ μᾶλλον νενευκός, τῇ ῥάχει μάλιστα προσκείμενον, ὃ καλεῖται πυλωρός· παραπέμπει δ' εἰς τὴν ὀνομαζομένην νῆστιν τὴν τροφήν, ἥ ἐστιν ἔκτοσθεν μὲν πλέγμα νευρῶδες, ἔντοσθεν δὲ καὶ σαρκῶδες αὐτῇ παραμέμικται. κεῖται δ' ὑπὸ τὴν νόθην πλευρὰν τὴν ἐν ἀριστεροῖς μέχρι τῆς λαγόνος παρήκουσαν, κενὸν δ' ἔστι διὰ παντὸς τοῦτο τὸ ἔντερον, ὅθεν καὶ [209] νῆστις κέκληται. ταύτης δὲ τῆς νήστεως τὸ λεπτὸν ἔντερον ἐκπέφυκεν, ὑπὸ τὸν ὀμφαλὸν κείμενον ἕλιγμα, πάντα συμπληροῦν τὸν τόπον. λήγει δ' εἰς δύο τέλη, ὧν τὸ μὲν καλεῖται κόλον καὶ κάτω κοιλία, ἣν νειαίρην Ὅμηρος (E 539) καλεῖ, κεῖται δ' ἐν δεξιοῖς, παρὰ τὸ ὑποχόνδριον· ἀφ' οὗ καὶ τὸ κολάζεσθαι καὶ κόλασις καὶ κολαστήρια, διὰ τὸ φέρειν τὸ ἐν αὐτῷ πάθος τοῖς σώμασιν ὀξείας [210] τινὰς ἀλγηδόνας. τὸ δ' ἑτέρωθεν τῷ λεπτῷ ἐντέρῳ λήγοντι συνάπτον ὀνομάζεται τυφλὸν ἔντερον, τῇ μὲν ῥάχει προσιζάνον, κατὰ δὲ τὴν λαγόνα τὴν δεξιὰν κείμενον. καὶ τῷ μὲν κόλῳ τὸ ἀπευθυσμένον ὕπεστιν, ἀρχὸς δὲ κόλου τέλος καταλῆγον εἰς τὸν δακτύλιον, τῇ ὀσφύι προσπεφυκός. ὁ δὲ δακτύλιος ἐντέρου μὲν τέλος, ὁδὸς δὲ τῶν ἐκ κοιλίας περιττῶν, οὑτωσὶ μὲν ἰδεῖν μεμυκώς, ἐπὶ δὲ πλεῖστον [211] ἀνοιγόμενος, ὃν οἱ μὲν σφιγκτῆρα οἱ δὲ στεφάνην καλοῦσιν. τὸ μέντοι μεσεντέριον ἔστι μὲν ὑμὴν ἐκ φλεβῶν καὶ νεύρων συμπλακείς, νεφροῖς δὲ καὶ κοιλίᾳ γειτνιᾷ, τὴν τροφὴν ἀναπέμπον εἰς τὸ ἧπαρ. ἀπὸ δ' ἐντέρου ὀνόματα δυσεντερία παρὰ Πλάτωνι (Theaetet 142 B et Tim 86 A) καὶ λειεντερία παρ' Ἱπποκράτει (Prorrhet 23), [212] καὶ ἐντεριώνη τὸ ἐντὸς τῶν ῥάβδων, ὃ ἐξαίρουσιν οἱ βουλόμενοι κενῶσαι τὴν ῥάβδον εἰς σύριγγα ἢ αὐλὸν ἤ τι τοιοῦτον. ἐντερονείαν δὲ τὰ καλούμενα ἐγκοίλια τῶν νεῶν Ἀριστοφάνης (Eq 1185) ὠνόμασεν. ἐκ μὲν δὴ τοῦ περιφεροῦς τῆς κοιλίας ἐκπέφυκεν, αὐτήν τε καὶ μέρος τοῦ ἄλλου ἐντέρου καλύπτον, τὸ ὀνομαζόμενον ἐπίπλοον· ὁ δ' ἀπὸ τῶν νεφρῶν ἐπὶ πάντα τὰ ἔντερα σχιζόμενος χιτὼν περιτόναιον καλεῖται.
[213] τοῦ δ' ἥπατος ἐν τοῖς δεξιοῖς κειμένου καὶ τὸ νεαρὸν αἷμα διὰ φλεβῶν ἐκ κοιλίας ὑποδεχομένου, τὰ μὲν πρὸς ταῖς φρεσὶ καὶ τῷ περιτοναίῳ κυρτά, τὰ δὲ κάτωθεν ἐπιψαύοντα τῆς γαστρὸς σιμὰ ὀνομάζεται. τὸ δὲ μέγιστον ἔργον ἥπατος διακρῖναι τὴν τροφὴν εἰς αἷμα καὶ χολήν, καὶ τῆς μὲν ἀγγεῖόν τι πληρῶσαι, ὃ ἔγκειται [214] τῷ μεγίστῳ λοβῷ καὶ ὁμωνύμως τῷ ὑπ' αὐτῷ ὑγρῷ καλεῖται χολή, τὸ μὲν στενὸν αὐχένα καλούμενον ἔχουσα, τὸ δὲ πλῆρες πυθμένα. ἀπὸ δὲ χολῆς χολᾶν, μελαγχολᾶν, χολωθῆναι, ἐπίχολος, ὑπόχολος, χολέρα, χολημεσία, χολόβαφος, χολοβαφίνη· οὕτω γὰρ ἐπὶ τῶν πλασμάτων οἱ Ἀττικοὶ τὴν χρυσοειδῆ ἐκάλεσαν, ὡς ὑπόχολον τὸν μελαγχολῶντα. καὶ ἀκρόχολον δὲ καὶ ἀκροχολοῦντα Πλάτων (Leg V 731 D) λέγει. τὸ δ' αἷμα διὰ φλεβῶν εἰς πᾶν διασπείρεται τὸ [215] σῶμα. ἀπὸ δ' αἵματος αἱμάξαι, αἱμάσσων, αἱματηρόν, ὕφαιμον, αἱματῶδες, αἷμα ἐμῶν, αἷμα σχάσαι τὸ λῦσαι φλέβα, 'τῷ κέντρῳ ἐξαιμάσσειν,' καὶ ἔναιμον, καὶ ἐναιμῶδες παρὰ Ἀντιφῶντι (p 150 not Bi), καὶ ἀναίμους δὲ καὶ ὀλιγαίμους. καλεῖται δὲ τοῦ ἥπατος τὸ μέν τι πύλαι, καθ' ἃς ὑποδέχεται τὸ αἷμα, ὅπερ διὰ μιᾶς φλεβὸς εἰς πάσας τὰς φλέβας ἀπ' αὐτῶν ἀναπέμπεται· τὸ δὲ λοβοὶ ἡπατίαι, καθάπερ οἱ τοῦ πνεύμονος πνευμονίαι.
[216] ἐπίκειται δ' αὐτῷ τὸ διάφραγμα, συγκείμενον ἐκ φλεβῶν, ὃ καὶ διαφράττει ἀπὸ τοῦ ἥπατος πνεύμονα καὶ καρδίαν. τὰ δ' ἀπ' αὐτοῦ ὀνόματα φράττειν, ἀποφράττειν, ἐμφράττειν, ἐπιφράττειν, φράγμα, φραγμός. τῷ δὲ διαφράγματι ἡ γαστὴρ ὑπόκειται, καὶ καλεῖται ἄνω κοιλία. ὑπέρκειται δ' αὐτοῦ ἡ καρδία, κόλπους ἔχουσα αἵματός τε καὶ πνεύματος, ὧν τὸ μὲν ἐκπέμπει δι' ἀρτηριῶν, [217] τὸ δὲ ἀναπέμπει διὰ φλεβῶν. οἱ δὲ κόλποι καλοῦνται κοιλίαι, ἡ μὲν ἀριστερὰ παχυτέρα τε καὶ πνεύματος οὖσα ἄφεσις, ἡ δὲ δεξιὰ λεπτοτέρα μέν, ἐπὶ μείζονος δὲ τῆς εὐρυχωρίας, ἀφ' ἧς οἱ τοῦ αἵματος ὀχετοὶ φέρονται. κεῖται δ' ὑπὸ μαστὸν ἀριστερόν. ὄνομα δ' ἀπ' αὐτῆς εὐκάρδιος, καὶ καρδιώττειν· οὕτω δ' οἱ Δωριεῖς τὸ παρὰ Ξενοφῶντι (Anab IV 5. 7) βουλιμιᾶν καλοῦσιν. καλεῖται δέ τις καὶ περικάρδιος ὑμήν, ὁ διαφράττων τὸν θώρακα, ὃς καὶ χιτὼν ὀνομάζεται.
[218] ἡ μὲν δὴ βάσις τῆς καρδίας καλεῖται κεφαλή, τὸ δὲ προῦχον ὀξὺ πυθμήν, τὰ δ' ἑκατέρωθεν κοῖλα ὦτα. πρὸς δὲ τῇ κεφαλῇ τῆς καρδίας ὄπισθεν κατὰ τὸν ἕβδομον σφόνδυλον ἔστι τις σὰρξ ἀδένι ἐοικυῖα, ἣ καλεῖται θύμος. εἴποις δ' ἄν τινας καὶ τραχείας ἀρτηρίας αἳ κεῖνται πρὸ τοῦ στομάχου, δι' ὧν ὁ θώραξ ἀναφυσώμενος τῷ [219] πνεύματι καὶ συνιζάνων εἰς τὸν πνεύμονα ἀναθλίβεται. ὁ δὲ πνεύμων κεῖται μὲν ὑπὲρ τὸ διάφραγμα, ὃ καλοῦσι καὶ φρένας, ὥσπερ τοὺς ἐν ταῖς πλευραῖς ὑμένας ὑπεζωκότας· τῇ δὲ τοῦ θώρακος εὐρυχωρίᾳ, ἣ καλεῖται κενὰ θώρακος, ὁ πνεύμων χρῆται πρὸς τὴν τοῦ πνεύματος ἐκροήν. ὀνομάζοις δ' ἂν ἀπ' αὐτοῦ πνεῖν, ἀναπνεῖν, ἀποπνεῖν, ἐκπνεῖν, διαπνεῖν, πνέων, ἀποπνέων, ἐκπνέων, διαπνέων, διαπνεόμενος, πνεῦμα, ἐμπνέων, ἐμπνεῖν, ἐπιπνέων, ἐπιπνεῖν, ἐπίπνους, εὔπνους, καταπνεόμενος, ἀναπνοή, περιπνευμονία, δύσπνοια, ἔμπνους, ἐπίπνοια, διάπνοια.
[220] περὶ μέντοι τὴν κοιλίαν κατὰ τὰ λαιὰ ὑπὸ τὸ διάφραγμα τὸν σπλῆνα κεῖσθαι συμβέβηκεν, ὃν ὁ Πλάτων (Tim 72 C) ἐκμαγεῖον τοῦ ἥπατος γεγενῆσθαι φησίν· ἄλλην γὰρ οὐδεμίαν χρείαν παρέχεται. κεφαλὴ δ' αὐτοῦ τὸ παχύτατον ὀνομάζεται. λέγεται δὲ καὶ σπληνίον. ὄνομα δ' ἀπ' αὐτοῦ τὸ σπληνιᾶν, ὅπερ ἐστὶ τὸν σπλῆνα ἀλγεῖν. ἡ δὲ τῶν νεφρῶν θέσις, ἀφ' ὧν καὶ νεφρῖτις νόσος, ὑπὸ σπληνὶ καὶ ἥπατι, καθ' ἑτέραν τὴν λαγόνα τῶν νεφρῶν ἑκάτερος κείμενος, καὶ [221] τὸ ἀπορρέον τοῦ σώματος ὑγρὸν εἰς κύστιν διηθῶν. ἥ γε μὴν κύστις κατὰ τὴν εὐρυχωρίαν τῶν πλατέων ὀστῶν κειμένη τὸ ὑγρὸν ἐφ' ἑαυτὴν συλλέγει. καὶ μὴν ἐπὶ γυναικῶν μέσον ἀρχοῦ τε καὶ κύστεως κεῖται τὸ μητρῷον χωρίον, ὃ μήτραν τε καλοῦσι καὶ ὑστέραν καὶ δελφύν, ἀφ' ἧς καὶ ἀδελφοὶ οἱ ἐν τῇ αὐτῇ μήτρᾳ συστάντες, ὡς ἄλοχος παρὰ τοῖς ποιηταῖς (Hom I 336 saep) ἡ ἐπὶ τὸ αὐτὸ λέχος ἀναβαίνουσα καὶ ἄκοιτις (Hom Γ 138 saep) ἡ τῆς αὐτῆς κοίτης μετέχουσα.
[222] Ἱπποκράτης (de fem steril 222) δ' οὐ δελφὺν μόνον ἀλλὰ καὶ γονὴν τὴν μήτραν καλεῖ, ἐν ᾗ τό τ' ἔμβρυον συνίσταται καὶ τρέφεται καὶ τὸ ἔμμηνον αἷμα συναθροίζεται. τῆς δὲ μήτρας αἱ ἐπὶ τὰ ἄνω καὶ τὰ πλάγια ἐκφύσεις κεραῖαι καλοῦνται καὶ πλεκτάναι, τὰ δ' ἑκατέρωθεν ὦμοι, καὶ τὸ ἄκρον αὐχὴν ἢ τράχηλος· οὗ στόμα ὁ πρῶτος πόρος, τὸ δ' ἐφεξῆς κοίλωμα γυναικεῖος κόλπος. δύο δὲ [223] δὴ περὶ τῷ ἐμβρύῳ χιτῶνες εἰσίν, ὧν τὸν μὲν ἔνδοθεν λεπτότερον ὄντα καὶ μαλακώτερον ἀμνίον Ἐμπεδοκλῆς (FPG III poes phils 70 Diels) καλεῖ, τὸ δ' ἔξωθεν ἐπ' αὐτῷ, τὸ πρὸς τῇ ὑστέρᾳ, χόριον ὀνομάζεται, οὗ καὶ ὁ ὀμφαλὸς ἐκπέφυκεν. καὶ Ἀντιφῶν (p 150 not Bl) δ' εἴρηκεν 'ἐν ᾧ τὸ ἔμβρυον αὐξάνεταί τε καὶ τρέφεται, καλεῖται χόριον.' οἱ δὲ παραπέμποντες ἐξ ἑκατέρων τῶν [224] νεφρῶν τὸ οὖρον τόποι οὐράναι τε καὶ οὐρητῆρες καλοῦνται· ἡ δὲ τραγῳδία (Aeschyl TGF 180 N) τὴν ἀμίδα οὐράνην ἐκάλεσεν. καλεῖται δέ τις καὶ περιτόναιος ὑμήν, τῷ παντὶ ὑπογαστρίῳ συμπεφυκώς, καὶ περιειληφὼς κοιλίαν καὶ ἔντερα καὶ πάντα τὸν ἀπὸ διαφράγματος τόπον μέχρι ἐπισίου. καὶ μὴν ἔκ γε τοῦ σπληνὸς ἕτερος ὑμὴν τοῦ προτέρου λεπτότερος ἐκπεφυκώς, ὑπὸ τὸ περιτόναιον κείμενος, τὰ ὑπὸ τῷ διαφράγματι περιειληφώς, ἐπίπλους ὀνομάζεται· Ἀντιφῶν (p 150 not Bl) δ' αὐτὸν καὶ ἀρρενικῶς καὶ οὐδετέρως [225] καλεῖ. ἰατροὶ δὲ καὶ ἀδένας τινὰς καλοῦσιν· ὄγκοι δ' εἰσὶν ἐν μέσῳ σαρκὸς καὶ πιμελῆς συνιστάμενοι, μάλιστα περὶ βουβῶνάς τε καὶ μασχάλας καὶ σιαγόνας καὶ μεσεντέριον, περὶ ἃ καὶ αἱ χοιράδες συνίστανται. τῶν δὲ φλεβῶν ἡ κοίλη καλουμένη μεγίστη τ' ἐστὶ καὶ ἀπὸ καρδίας ἄρχεται, καὶ πᾶσα τῷ ἥπατι προσπέφυκεν, δι' ἧς ἀπὸ τοῦ ἥπατος ἀνέλκει τὸ αἷμα ἡ καρδία. ὥσπερ καὶ τῶν ἀρτηριῶν ἣ μεγίστη καλεῖται, οὕτω καὶ ἔστι, καὶ κεῖται κατὰ τὴν ῥάχιν λαμβάνουσά τε τὸ πνεῦμα παρὰ καρδίας καὶ διασπείρουσα εἰς τὰς ἄλλας ἀρτηρίας, ὡς εἰς πᾶν διαδίδοσθαι τὸ σῶμα.
[226] σύγκειται μὲν δὴ ὁ πᾶς ἄνθρωπος ἐκ ψυχῆς τε καὶ σώματος, καὶ ἔστιν ἡ ψυχὴ πνεῦμα ἢ πῦρ ἢ αἷμα ἢ ὅ τι ἂν δοκῇ τοῖς σοφοῖς, μέρη δ' αὐτῆς νοῦς ἐπιθυμία θυμός. καὶ ὁ μὲν νοῦς καὶ λογισμὸς καὶ ἡγεμονικόν, εἴτε περὶ ἐγκεφάλῳ κατὰ Πυθαγόραν καὶ Πλάτωνα (Tim 73 D) ἱδρυμένος, εἴτε ἐν παρεγκεφαλίδι ἢ μήνιγξιν, ὡς πολλοῖς τῶν ἰατρῶν δοκεῖ, εἴτε κατὰ τὸ μεσόφρυον, ὡς ἔλεγε Στράτων, εἴτε περὶ τὸ αἷμα, ὡς Ἐμπεδοκλῆς τε καὶ Ἀριστοτέλης, [227] εἴτε περὶ τὴν καρδίαν, ὡς ἡ Στοά. θυμοῦ δὲ τόπος ἄντικρυς ἡ καρδία, καθάπερ ὁ περὶ τὸ ἧπαρ τόπος ἐπιθυμίας. καὶ ἀπὸ μὲν ψυχῆς ὀνόματα εὔψυχος ἔμψυχος ἄψυχος, εὐψύχως ἐμψύχως ἀψύχως, ψυχαγωγία ψυχαγωγεῖν, φιλόψυχος φιλοψυχεῖν, ἀναψύχων ἀποψύχων παραψύχων, παραψυχή. ἀπὸ δὲ νοῦ νόησις, διάνοια, [228] περίνοια, εὔνοια, ἀγχίνοια, ἐπίνοια, ἔννοια, ὑπόνοια, πολύνοια, ἀπόνοια, διχόνοια, μετάνοια, παράνοια, ἄνοια, πρόνοια· καθὼς Ἀντιφῶν (frg 168 Bl) ἐπινόημα, καὶ ἀνοητία ὡς Ἀριστοφάνης (I frg 746 Ko) καὶ διανόησις ὡς Πλάτων (Tim 87 C saep) καὶ διανοήματα. καὶ τὰ ῥήματα νοεῖν, διανοεῖσθαι, περινοεῖν, εὐνοεῖν· [229] τὸ δ' ἐπινοεῖν εὐτελέστερον, καὶ τὸ διχονοεῖν· διχογνωμεῖν γὰρ καὶ στασιάζειν καὶ διεστάναι καὶ ἐξεστασιάσθαι καὶ ἀπερρῆχθαι καὶ ἀπεσχίσθαι ἐπὶ τούτου ὡς ἀμείνω λέγουσιν, ὑπονοεῖν μέντοι καὶ μετανοεῖν καὶ παρανοεῖν. τὸ δ' ἀπονενοῆσθαι φαυλότερον, προνοεῖν δὲ καὶ ἀνοηταίνειν. καὶ τὰ ὀνόματα νοήμων, διανοητικὸς καὶ περινοητικός. καὶ εὔνους, καὶ εὐνοϊκὸς ὡς Ἰσαῖος (frg 160 Tur), ἀγχίνους, πολύνους, ἀπονενοημένος, δύσνους, κακόνους, προνοητικός, [230] ἄνους, ἀνόητος. ἀπὸ δὲ τῶν ἄλλων μετοχαῖς χρηστέον, Πλάτων (Sophist 238 C) δὲ καὶ ἀδιανόητα εἴρηκεν. τὰ δ' ἐπιρρήματα εὔνως, εὐνοϊκῶς, εὐνοϊκωτέρως ὡς Δημοσθένης (LVII 1), κακόνως, ἀνοήτως, ἀγχίνως, πολύνως, δύσνως· τὰ γὰρ ἀπὸ τῶν ἄλλων βιαιότερα. ἀπὸ δὲ θυμοῦ θυμοῦσθαι, θυμούμενος, θυμικός, θυμοειδής, ἄθυμος, εὔθυμος, εὐθυμία, ἀθυμία, ἀθυμῶν, ἀθυμοῦσιν ὡς Ἀντιφῶν (frg 145 Bl), ἀθύμως ὡς Ἰσοκράτης (IV 44), ἀθυμοτέρως [231] ὡς Ἰσαῖος (frg 142 Tur), θυμόσοφος, βαρύθυμος, ὀξύθυμος, καὶ ὀξυθυμίας, καὶ ὠξυθυμήθη παρ' Ἀριστοφάνει (I frg 894 Ko). τάχα δὲ καὶ τὸ εὐθυμεῖσθαι, καὶ ὀξυθύμια τὰ καθάρματα. ἐνθυμίαν (V 16. 4) δὲ καὶ ἐνθύμησιν (I 132. 6) Θουκυδίδης, καὶ (V 32. 1) 'ἐνθυμιζόμενοι τὰς ἐν ταῖς μάχαις συμφοράς.' καὶ ἐνθυμήματα δὲ παρ' Ἰσοκράτει (IX 10). ἀπὸ δ' ἐπιθυμίας ἐπιθυμεῖν, ἐπιθυμῶν, ἐπιθυμητικός, ἐπιθυμητικῶς, ἐπιθυμητής, καὶ ἐπιθύμημα ὡς παρὰ Πλάτωνι (Leg III 687 C), καὶ ἐπιθύμησις κακῶν παρ' Ἰσαίῳ (frg 158 Tur), καὶ ἐπιθυμήματα παρὰ Φιλυλλίῳ (I frg 30 Ko).
[232] τὸ δὲ σῶμα σύγκειται ἐξ ὀστῶν, χόνδρων, μυελοῦ, σαρκῶν, πιμελῆς, δέρματος, νεύρων, ἀρτηριῶν, φλεβῶν, ὑμένων, μηνίγγων. καὶ ἔστι τὰ μὲν ὀστᾶ στήριγγες τοῦ σώματος στερεαὶ καὶ ἀναίσθητοι καὶ ἄναιμοι, κινήσεως ὑπηρέτιδες. ὀνόματα δ' ἀπ' αὐτῶν ὀστώδης καὶ ἀνόστεος, ὀστέινος καὶ τὸ Ἀττικώτερον ὄστινος· ἡ δὲ νέα κωμῳδία (III p 467. 329 Ko) καὶ ὀστοθήκην καὶ ὀστοκόπον λέγει. ὁ δὲ χόνδρος συγκείμενος ἐκ νεύρων τε καὶ ὀστῶν, καὶ ἑκατέρῳ τούτων ἐκ μέρους προσεοικώς, μάλιστα δοκεῖ εἶναι τῶν ὀστῶν τέλος.
[233] αἱ δὲ σάρκες ἐπίβλημα μαλακὸν λιπαρόν, ἐπιβεβλημένον τοῖς ὀστοῖς κάλλους τε καὶ σκέπης εἵνεκα· ἀφ' ὧν ὀνομάζεται εὔσαρκος εὐσαρκία, πολύσαρκος πολυσαρκία. Ἀριστοφάνης (I frg 711 Ko) δ' εἴρηκεν 'ὡς οὐχ ἕτερον ἄνδρα σάρκινον,' Εὔπολις (I frg 387 Ko) δὲ 'σαρκίνη γυνή,' Ἡρόδοτος (IV 64) δὲ σαρκίσαι τὸ τοῦ δέρματος τὴν σάρκα ἀφελεῖν. ἡ δὲ πιμελὴ λευκὴ μέν ἐστι τὴν χρόαν, προσπέφυκε δὲ τῇ σαρκί, καὶ καλεῖται στέαρ, συνίσταται δὲ περὶ τοὺς ὑμένας μάλιστα. καὶ φαίης ἂν ἀπ' αὐτῆς πιμελώδης, περιπίμελος.
[234] νεῦρα δ' ἐστὶ σύνδεσμος ὀστῶν εἴκων τε καὶ τεινόμενος, ἀφ' ὧν καὶ αἱ νευραὶ κέκληνται. ταμιεύουσι δὲ μάλιστα τὰς κώλων κάμψεις τε καὶ ἐκτάσεις καὶ τὰς τῶν ἄρθρων συγκαμπάς. ὅθεν καὶ τὸ ἰσχύειν νεῦρα ἔχειν λέγουσι, καὶ τὰ χρήματα νεῦρα τῶν πραγμάτων Δημοσθένης (apud Aeschin III 166) φησίν· ὡς τὸ (Demosth III 31) 'ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα καὶ συμμάχους.' Θεόπομπος δ' ὁ κωμικὸς (I frg 71 Ko) καὶ ἄνευρον εἴρηκεν·
ἄπνους, ἄνευρος, ἀσθενής, ἀνέντατος.
μυελὸς δ' ἐστὶν ὀστῶν πλήρωμα λευκὸν ὑπέρυθρον, μήνιγξιν ἀμπεχόμενον. αἱ δὲ μήνιγγες ἐκ νεύρων καὶ ὑμένων συμπλακεῖσαι τόν τε περὶ ἐγκεφάλῳ καὶ παρεγκεφαλίδι μυελὸν καὶ τὸν διὰ σφονδύλων [235] περιέχουσιν. ἀρτηρίαι δ' εἰσὶν ὁδοὶ πνεύματος ὡς φλέβες αἵματος. ἀπὸ δὲ τοῦ δέρματος ὀνόματα δορά, δέρις, δέρη καὶ δειρὰ διὰ τὸ ἐκεῖθεν τὰ ζῷα γυμνοῦσθαι τῆς δορᾶς. προσήκοι δ' ἂν δέρματι καὶ ταῦτα, ὑποδερίς, περιδερίς, δέραιον, περιδέραιον, δειράδες. κοινῇ δ' ἀπὸ σώματος ὀνόματα ἀσώματος, φιλοσώματος, εὐσώματος, φιλοσωματία, εὐσωματία, πολυσώματος, δοῦλα σώματα, σώματα οἰκεῖα, σωμασκία, σεσωμασκηκώς, σωματοφύλακες, σωματοειδές, σωμάτιον ἡ τῶν ὑποκριτῶν σκευή.
[236] αἱ τοίνυν αἰσθήσεις πέντε μέν εἰσιν, οὐκ ἐν ἑνὶ δὲ τόπῳ, ἀλλ' ἡ μὲν ὄσφρησις περὶ τὰς ῥῖνας ἐξετάζεται, ἡ δ' ὄψις περὶ τοὺς ὀφθαλμοὺς φαντάζεται, ἡ δ' ἀκοὴ περὶ τὰ ὦτα ἐνδιαιτᾶται, ἡ δὲ γεῦσις περὶ τὴν γλῶτταν εἴληται, ἡ δ' ἁφὴ περὶ ὅλον τὸ σῶμα πολιτεύεται. ἀπὸ δὲ τῆς αἰσθήσεως ὀνόματα αἰσθητόν ἀναίσθητον, αἰσθητικός, ἀναίσθητος, ἀναισθήτως, καὶ ὡς Πλάτων (Theaet 160 D) φησίν, ὁ αἰσθητής, οὕτως ὀνομάσας τὸν αἰσθανόμενον. καὶ αἰσθητικὰ μαθήματα. τὸ δ' ἔργον αἰσθάνεσθαι. τὸ δ' ἐναντίον τῇ αἰσθήσει ὄνομα ἀναισθησία.
[3]
[1] Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν ... οἷς μὴν τῶν ὀνομάτων οἱ δόκιμοι τὴν γλῶτταν κέχρηνται, ταῦτα παρ' αὐτῶν λαβών, εἰ μὲν πλείους ἦσαν οἱ χρησάμενοι, τὸ μηδὲν ἐπισημήνασθαι περὶ τῶν εἰπόντων ᾠήθην ἀπαρκεῖν, ἐλαττόνων δ' ὄντων ἕνα τὸν καλλιφωνότατον αὐτῶν ἐπελεξάμην, ὥσπερ ἐν ταῖς δίκαις εἷς ἀξιόχρεως ἀντὶ πολλῶν μαρτύρων ἀρκεῖ. ἔρρωσο κύριε.
[5] Ἑπόμενον δ' ἂν εἴη τῷ περὶ ἀνθρώπου λόγῳ διελεῖν γένος τε καὶ συγγένειαν, καὶ οἷς ἂν ἑκάτερον τούτων ὀνομάζοιτο τοῖς ὀνόμασιν. οὕτω μὲν γὰρ ἀκοῦσαι πάντες οἵ τε προσήκοντες ἡμῖν ἐξ οἰκειότητος καλοῦνται συγγενεῖς, καὶ Ζεύς τις συγγένειος ὁ τὰ τῆς συγγενείας δίκαια ἐφορῶν παρ' Εὐριπίδῃ (TGF 1000 N). διακριτέον δ' αὐτοὺς τῷ τοὺς μὲν ἀπὸ γένους ἡμῖν ὀνομάζεσθαι, πρὸς γένους τε καὶ πρὸς αἵματος, καὶ ἐν γένει καὶ ἐν αἵματι, καὶ οἰκείους καὶ ἀναγκαίους καὶ θεῶν ὁμογνίων κοινωνοὺς καὶ τῆς αὐτῆς ἑστίας μετόχους, [6] γένος δ' εἶναι τὸ φύσει προσόν, οὐ τὸ νόμῳ προσιόν, οἷον γονέας υἱεῖς ἀδελφοὺς καὶ τοὺς πρὸ τούτων καὶ τοὺς ἐκ τούτων, ἐφ' ὧν καὶ ἡ γενεὰ τάττεται ‑ Ἰσαῖος (frg 136 Tur) δὲ καὶ γένναν εἴρηκεν, 'ἐκ τῆς Ἀναξίωνος γέννης καὶ Πολυαράτου ὄντα' ‑ συγγένειαν δὲ τὸ νόμῳ προσγινόμενον, οὐ τὸ ἐκ φύσεως ὑπάρχον, οἷον γαμβροὺς πενθερούς, καὶ ὅσοι τὴν οἰκειότητα τὴν πρὸς ἡμᾶς ἐκ συνθήκης ἀλλ' οὐκ ἐξ ἀνάγκης ἔχουσιν. τὸ μὲν γὰρ γένος [7] ἡμῖν ὁμοῦ τῇ γενέσει σύνεστι καὶ οὐκ ἔστιν ὅτε παύσεται, ἡ δὲ συγγένεια καιρῷ τ' ἄρχεται καὶ νόμῳ παύεται. νόμῳ γὰρ ὥσπερ συνίσταται γάμος, οὕτω καὶ λύεται. λυθέντος γὰρ ἅπαξ τοῦ γάμου καὶ τὰ ὀνόματα τὰ διὰ τὸν γάμον συναπέρχεται. διακέκρικε δ' αὐτὰ σαφῶς Ὅμηρος (θ 581).
ἤ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός; οἵ τε μάλιστα
κηδεστοὶ τελέθουσι μεθ' αἷμά τε καὶ γένος αὐτῶν.
τούτους δὲ προσκηδεῖς Ἡρόδοτος (VIII 136) κέκληκεν. πρότερον οὖν περὶ τοῦ γένους, εἶτα περὶ τῆς συγγενείας οὕτω ῥητέον.
[8] τὸ μὲν οὖν κοινὸν εἰπεῖν, γονεῖς, τοκεῖς, οἱ γεννήσαντες, οἱ σπείραντες, οἱ ποιήσαντες, οἱ τεκόντες, οἱ προαγαγόντες εἰς φῶς, οἱ θρέψαντες, οἱ πατέρες ‑ τοῦτο γὰρ οὐ κατὰ τοῦ γεννήσαντος μόνον ἀλλὰ καὶ κατὰ τῶν ἄνω προγόνων φέρεται ‑ τὸ δὲ καθ' ἕκαστον πατήρ, γονεύς, τοκεύς, ὁ σπείρας, ὁ φύσας, ὁ γεννήσας, ὁ φυτεύσας, ὁ ποιήσας, ὁ γεινάμενος, καὶ ὡς Πλάτων (Conviv 269 A saep) [9] ὁ γεννήτωρ. ὁ δ' αὐτὸς ἐπὶ τούτου καὶ γεννητὴς ἔφη (Leg IX 869 B)· 'τὴν τοῦ γεννητοῦ ψυχὴν συλήσας·' καίτοι οἱ γ' Ἀττικοὶ γεννητὰς ἐκάλουν τοὺς τοῦ αὐτοῦ γένους μετέχοντας, τὰ δὲ γένη ταῦτα καὶ ἔθνη ὠνόμαζον. ἐρεῖς δὲ καὶ ὁ ἀναθρεψάμενος, ὁ ἐκθρεψάμενος, ὁ ἐκθρέψας, ὁ θρέψας, ὁ προαγαγὼν εἰς φῶς, ὁ δείξας τὸν ἥλιον· καὶ πολλὰ δ' ἄν τις ἄλλα δύναιτο εἰπεῖν λόγῳ [10] καὶ οὐκ ὀνόματι. ἡ δὲ διὰ τούτων κτῆσις πατρῴα, πατρική, πάτριος, προγονική, καὶ ἱερὰ πατρῷα καὶ πάτρια καὶ πατρικὰ καὶ προγονικά. καὶ πατριάζειν δὲ ἔλεγον Ἀθηναῖοι τὸ πράττειν τι ἐκ τῶν πατρίων ἐθῶν, καὶ πάτριον στέφανον τὸν τοῦ θαλλοῦ· καὶ πατρόθεν τινὰ καλεῖν λέγουσιν. ὁμοίως δὲ μήτηρ ἡ τεκοῦσα, ἡ ὠδίνασα, ἡ γεννησαμένη ὁ Πλάτων (Menex 237 E), ἡ γεννήσασα ὡς [11] Σοφοκλῆς (TGF 967 N), ἡ μαστὸν ἐπισχοῦσα, ἡ θηλάσασα, καὶ τἆλλα ὅσα ἐπὶ πατέρων εἰς τὸ θῆλυ σχηματισθέντα. ὡσαύτως καὶ κτῆσις μητρῴα καὶ μητρική, καὶ τἆλλα κατὰ ταὐτὰ τοῖς πατράσιν. ἐλέγετο δέ τι καὶ μητρῷον Ἀθήνησι, τὸ τῆς Φρυγίας θεοῦ ἱερόν· καὶ μητριάζειν τὸ αὐτῇ τελεῖν ἢ ἐπ' αὐτῇ ἀγείρειν, καὶ μητραγύρτης ὁ τελεστής.
[12] οἱ δ' ἐκ τούτων παῖδες, τέκνα, φυτεύματα, γεννήματα, ποιήματα, ἔκγονοι, ἀπόγονοι, διάδοχοι, κληρονόμοι, χειραγωγοί, νοσοκόμοι, γηροτρόφοι, τροφεῖς, ταφεῖς, 'στηρίγματα οἴκου' ἢ βίου, ἐπίκουροι ἀναγκαῖοι, βοηθοί, σύμμαχοι, προαγωνισταί, συναγωνισταί. ταῦτα μὲν κοινά, ἴδια δὲ ἐπὶ μὲν ἀρρένων υἱοί, υἱεῖς, ἐπὶ δὲ θηλειῶν [13] θυγατέρες. καὶ μὴν οἵ γε περὶ τοὺς γονέας ἐξαμαρτόντες πατραλοίας ἢ μητραλοίας ἑκάτερος αὐτῶν καλεῖται· Ἰσαῖος (frg 166 Tur) δὲ καὶ πατροτύπτας λέγει, Πλάτων (Leg IX 869 B) δὲ 'πατροφόνον καὶ μητροκτόνον,' Σοφοκλῆς (Oed R 1288) δὲ πατροκτόνον. ὁ γὰρ πατροφόντης καὶ μητροφόντης ποιητικὸν ἐσχάτως. εἴη δ' ἂν ἐκ τούτων παιδοποιία, τεκνοποιία, παιδοτροφία, ποιήσασθαι [14] παῖδας, ἀνελέσθαι παῖδας, φιλόπαις, ἄτεκνος, ἄπαις, φιλότεκνος, μισόπαις, φιλοτεκνία, μισοτεκνία, μισότεκνος, καὶ παρὰ Κρατίνῳ (I frg 287 Ko) ἔμπαις, πολύπαις, πολύτεκνος, εὔπαις, εὔτεκνος, εὐτεκνία, ἀτεκνία, ἀπαιδία, πολυπαιδία, πολυτεκνία, εὐπαιδία. Πλάτων (Conviv 208 E, Leg VI 779 D, VI 775 C) δὲ τὴν παιδοποιίαν καὶ παιδογονίαν καὶ παιδουργίαν εἴρηκεν· ἐν δὲ τοῖς Νόμοις (XII 947 D) τὰς γυναῖκας εἴρηκε τὰς παυσαμένας 'τῆς παιδοποιήσεως.' [15] τὸν δ' ἄπαιδα ἀγενῆ Ἰσαῖος (frg 139 Tur) ὠνόμασεν. ἡ δὲ μὴ τίκτουσα καλεῖται στερίφη· ἡ γὰρ ἄτοκος κοινὸν πρὸς τὴν μηκέτι τίκτουσαν ἢ μήπω τεκοῦσαν, ἣν καὶ ἀνειλείθυιαν φίλον τοῖς ποιηταῖς (Eurip Jon 453) καλεῖν. Πλάτων (Theaet 149 B) δὲ τὴν παρθένον, ὡς οὔπω λοχευθεῖσαν, ἄλοχον καλεῖ. Ὅμηρος (κ 522 saep) δὲ καὶ στεῖραν βοῦν εἶπεν.
καὶ ταῦτα μὲν εἰς ἄλληλα ἀναστρέφει, ὥσπερ παισὶ πατέρες [16] τε καὶ μητέρες, οὕτω παῖδες γονεῦσιν. καλεῖται δ' ὁ μὲν πατρὸς ἢ μητρὸς πατὴρ πάππος, καὶ μετὰ προσθήκης πάππος ἐκ πατρὸς, πάππος ἐκ μητρός, ἢ πάππος ἀπ' ἀνδρῶν ἢ πάππος ἐκ γυναικῶν· ἀφ' οὗ καὶ τὸ παππάζειν παρὰ τοῖς ποιηταῖς (Hom E 408). ἔξεστι δὲ χρῆσθαι καὶ τῷ μητροπάτωρ τε καὶ πατροπάτωρ, κἂν ᾖ ποιητικώτερα τὴν σύνθεσιν· ἢ μᾶλλον διαλύειν πατρὸς πατὴρ ἢ μητρὸς πατήρ. τοῦτον δ' Εὐριπίδης (Herc 43) μήτρωα ὠνόμασεν· καλεῖται δὲ καὶ νέννος παρὰ τοῖς ποιηταῖς. ἡ δὲ πατρὸς ἢ μητρὸς [17] μήτηρ τήθη· τὴν γὰρ μάμμην καὶ μαῖαν ἐπὶ ταύτης παραληπτέον, Πίνδαρος (O VI 84) δὲ καὶ μητρομήτωρ ἔφη. καὶ ἀναστρέψασιν ὁ μὲν υἱοῦ υἱὸς υἱωνός τε καὶ υἱιδοῦς πάππῳ τε καὶ τήθῃ λέγεται, ἡ δ' υἱοῦ θυγάτηρ ἀμφοτέροις υἱιδῆ, ὁ δὲ θυγατρὸς υἱὸς θυγατριδοῦς, ὥσπερ ἡ θυγατρὸς θυγάτηρ θυγατριδῆ. ὁ δὲ πάππου ἢ τήθης πατὴρ πρόπαππος, ὡς Ἰσοκράτης (om Sauppe)· τάχα δ' ἂν τοῦτον [18] τριτοπάτορα Ἀριστοτέλης (frg 415 Rose) καλοῖ· Φαίδων δ' ἐν τῷ Ζωπύρῳ καὶ ἀβελτερίαν εἴρηκε προπαππικήν. ἡ δὲ πάππου ἢ τήθης μήτηρ προτήθη, καὶ οἱ τούτων γονεῖς ἐπίπαππός τε καὶ ἐπιτήθη. τὰ δὲ ἀντίστροφα τούτοις ὀνόματα ἔκγονός τε καὶ ἀπόγονος.
μέχρι μὲν δὴ τούτων εἰς ὀνομάτων δήλωσιν ἀναβαίνει τε καὶ καταβαίνει τὸ γένος. οὐ γὰρ προσίεμαι τὸ παππεπίπαππος, εἰ καί τινες τοῦτο τὸν τοῦ πάππου πάππον ὠνόμασαν, ἀλλ' ἐστὶ τοὔνομα δεινῶς ἰδιωτικόν· καίτοι Φιλωνίδης ( I frg 15 Ko) ‑ Νικοφῶν ( I frg 22 Ko) ‑ ὁ κωμικὸς τούτῳ κέχρηται,
νυνὶ δὲ Κρόνου καὶ Τιθωνοῦ παππεπίπαππος νενόμισται.
[19] τὰ δ' ἀπὸ τούτων οἱ μὲν πρόγονοι καὶ ἀρχηγοὶ γένους καὶ ἀρχηγέται καὶ οἱ ἄνω πατέρες, καὶ θρασύτερον ῥίζαι τοῦ γένους, πηγαὶ τοῦ γένους. καλοῦνται δ' οὗτοι καὶ προπάτορες· ἔνιοι δ' αὐτοὺς καὶ γενάρχας καλοῦσι καὶ πάτρωας. οἱ δὲ κάτω καταβαίνοντες ἀπόγονοι καὶ ἔκγονοι· ὁ γὰρ ἶνις καὶ κέλωρ σφόδρα ποιητικά, καὶ ἔτι μᾶλλον οἱ ἄμναμοι. καλοῖτο δ' ἂν υἱὸς ἀγαπητὸς ὁ μόνος ὢν πατρὶ ἢ μητρί, ὥσπερ καὶ ἀγαπητὴ θυγάτηρ ἡ μονογενὴς καθ' Ἡσίοδον (frg 272 Rz). καὶ [20] κατὰ τοὺς πολλοὺς ποιητὰς τηλύγετος εἴτε ὁ ἀγαπητὸς εἴτε ὁ ὀψίγονος, ὁπότε τινὶ πρὸς τῷ γήρᾳ παῖς γένοιτο ‑ καὶ τηλυγέτη θυγάτηρ (Γ 175) ‑ ὃ καὶ μᾶλλον ἂν λέγοιτο, ὡς Ὅμηρος μαρτυρεῖ· οὕτως γὰρ οὐ τὸν μονογενῆ τηλύγετον λέγει (Γ 175), ὥστε γ' εἴρηκεν (E 153) 'ἄμφω τηλυγέτω' καὶ (I 143=285)
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ,
ἔνιοι δὲ καὶ τηθαλλαδοῦν τοῦτον οἴονται καλεῖσθαι· ἔστι δὲ κυρίως ὁ ὑπὸ τήθης τραφεὶς καὶ διὰ τοῦτο ὢν ὑγρότερος, ὃν οἱ νῦν [21] μαμμόθρεπτον λέγουσιν. παρθενίας δ' ὅν τις ἐκ τῆς δοκούσης εἶναι παρθένου, οὐ νόμῳ συνοικήσας, ἐποιήσατο, καὶ σκότιος ὃν ἐγέννησέ τις λαθὼν ἢ ἔτεκέ τις λαθοῦσα· Εὔβουλος (II frg 140 Ko) δὲ ὁ κωμικὸς τὸ λαθρίδιον γέννημα προανάσυρμα παρθένου καταγελάστως ὠνόμασεν. καὶ γνήσιος μὲν ὁ ἐκ γυναικὸς ἀστῆς καὶ γαμετῆς ‑ ὁ δ' αὐτὸς καὶ ἰθαγενής ‑ νόθος δ' ὁ ἐκ ξένης ἢ παλλακίδος· ὑπ' ἐνίων δὲ καλεῖται μητρόξενος. τὰ δὲ χρήματα τὰ τοῖς νόθοις διδόμενα νοθεῖα Ἀριστοφάνης (Av 1656) καλεῖ. εἰσποιητὸς δὲ καὶ θετός, ὅν τις οὐ γεννήσας ἀλλ' ἑλόμενος ἐπὶ τοῖς χρήμασιν ἐποιήσατο, ὥσπερ καὶ ἐκποιητὸς ὁ ὑπὸ πατρὸς δοθεὶς εἰς γένος ἄλλης οἰκίας.
[22] ὁ δὲ πατρὸς ἀδελφὸς θεῖος ἢ ἀδελφόθεος ἢ πατράδελφος ἢ πάτρως, ὁ δὲ μητρὸς ἀδελφὸς θεῖος ἢ μητράδελφος ἢ μήτρως ἢ νέννος· ἡ δὲ πατρὸς ἀδελφὴ θεία ἢ πατράδελφος, ἡ δὲ μητρὸς ἀδελφὴ θεία ἢ μητράδελφος ἢ τηθίς. ὁ δ' ἀδελφοῦ ἢ ἀδελφῆς υἱὸς ἀδελφιδοῦς, καὶ ἡ ἀδελφοῦ ἢ ἀδελφῆς θυγάτηρ ἀδελφιδῆ. ἀδελφοὶ δ' οἱ μὲν ἐκ ταὐτοῦ πατρὸς ὁμοπάτριοι [23] καὶ ὁμοπάτορες, οἱ δ' ἐκ τῆς αὐτῆς μητρὸς ὁμομήτριοι καὶ ὁμομήτορες· καὶ ὁμογάλακτας δὲ τούτους καὶ ὁμογάστορας καὶ ὁμογαστρίους ὀνομαστέον, καὶ ὁμογνίους καὶ ὁμογόνους. οὕτω δὲ καὶ τοὺς διδύμους ὠνόμαζον, ὥσπερ καὶ ὁμόπαιδας· Πλάτων (Phil 57 D) δὲ καὶ τὴν διδυμότητα ὠνόμασεν. οἱ γὰρ σύναιμοι καὶ ὁμαίμονες, τὸ μὲν ἰδιωτῶν τὸ δὲ ποιητῶν. ἀλλ' οἱ μὲν ἐκ μόνου [24] πατρὸς ἀδελφοὶ διαφόρων δ' ὄντες μητέρων ἀμφιμήτορες, εἰ δ' εἶεν ἐκ διαφόρων πατέρων, ἐκ μέντοι μιᾶς μητρός, ἀμφιπάτορες· εἰ γὰρ καὶ μὴ εὗρον τοὔνομα, ἀλλ' ἀπ' ἐκείνου καὶ τοῦτο ἐγκρίνω. ἔνιοι δὲ τοὺς ἐξ ἑκατέρωθεν ἀδελφοὺς αὐταδέλφους καλεῖσθαι νομίζουσιν. ὁ δὲ πρεσβύτερος ἀδελφὸς ὑπὸ τοῦ νεωτέρου ἠθεῖος καλεῖται. τὸ δ' ἀδελφόν τινα καλεῖν ἀδελφίζειν Ἰσοκράτης [25] (XIX 30) λέγει. καὶ ἀδελφὰς ἐπιθυμίας. Καλλίας (I frg 22 Ko) δὲ 'δυαδελφίδην†ταὐτῷ μυχῷ.' Ἡρόδοτος (III 65) δὲ καὶ ἀδελφεοκτόνον ὠνόμασε· τὸν δ' οὐκ ἔχοντα ἀδελφὸν ἀνάδελφον ὁ Ξενοφῶν (Mem II 3. 4). οἱ μὲν δὴ σύνδυο γεννηθέντες δίδυμοι καλοῦνται· εἰ δ' ἐκ διαφόρων τινὲς μητέρων εἶεν, ἐπίγονος ἂν ὁ δεύτερος τῷ προτέρῳ ὀνομάζοιτο. ὅτῳ δ' οἱ γονεῖς ἀμφότεροι περίεισιν, οὗτος ἀμφιθαλὴς ὀνομάζεται. ὁ δ' οὐκ ἔχων παῖδας [26] ἄπαις ἢ ἄτεκνος, ὥσπερ ὁ οὐκ ἔχων μητέρα ἀμήτωρ, καθάπερ ἡ Ἀθηνᾶ, καὶ ὁ οὐκ ἔχων πατέρα ἀπάτωρ, ὡς ὁ Ἥφαιστος. καλοῖντο δ' ἂν οὕτω καὶ οἱ ἀποβεβληκότες πατέρας ἢ μητέρας· οὗτοι δὲ καὶ ὀρφανοί. καὶ ἡ μὲν ἐπιγαμηθεῖσα παιδὶ προγεννηθέντι ἐξ ἑτέρας μητρυιά, ὁ δὲ τοῦ δευτέρου γάμου προγεννηθεὶς πρόγονος, ὥσπερ εἰ καὶ γυναῖκά τις ἀγάγοιτο ἔχουσαν υἱὸν ἢ θυγατέρα ἐκ προτέρου γάμου, καὶ τούτῳ πρόγονος ὁ παῖς τε καὶ ἡ παῖς, ὥσπερ οὗτος [27] ἐκείνοις ἐπιπάτωρ· βέλτιον γὰρ τοὔνομα τοῦ πατρωοῦ, εἰ καὶ Κερκιδᾶς (frg 9 B) αὐτῷ κέχρηται. τοῦτον δ' Ὑπερείδης Πατροκλέους ἐπὶ προαγωγείᾳ (frg 140 Bl) κατηγορῶν μητρυιὸν κέκληκε, καὶ Θεόπομπος ὁ κωμικὸς ἐν Εἰρήνῃ (I frg 12 Ko). τοὔνομα μέντοι ὁ πρόγονος ἔστι μὲν καὶ παρὰ Δεινάρχῳ (frg 28 Tur), ὀνομάζεται δὲ καὶ παρὰ Στράττιδι (I frg 79 Ko) ἡ πρόγονος· καὶ παρ' Ὑπερείδῃ 'ἐξέδωκε τὴν πρόγονον τὴν αὑτοῦ,' ἐν τῷ πρὸς Ἀπελλαῖον [28] περὶ θησαυροῦ (frg 10 Bl). πάλιν τοίνυν ἀδελφῶν παῖδες ἀνεψιοί, εἴτ' ἐκ πατραδέλφων εἶεν εἴτ' ἐκ μητραδέλφων, καὶ εἴτ' ἐξ ἀδελφοῦ ἢ ἀδελφῆς, εἴτ' ἐκ δυοῖν ἀρρένων ἀδελφῶν, εἴτ' ἐκ δυοῖν θηλειῶν ἀδελφῶν· κατὰ ταῦτα δὲ καὶ αἱ θήλειαι ἀνεψιαί. οἱ μέντοι αὐτανέψιοι οὐδὲν πλέον τῶν ἀνεψιῶν, ἀλλ' ἄντικρυς ταὐτόν. Δημοσθένης (XLIII 57) δὲ τῆς ἀνεψιότητος εἴρηκε, καὶ Σόλων. οἵ γε μὴν ἐκ τῶν ἀνεψιῶν φύντες ἀλλήλοις ἀνεψιαδοῖ, ἄν τ' ἐκ δύο θηλειῶν ἀνεψιῶν ὦσιν, ἄν τ' ἐκ δύο ἀρρένων, ἄν τ' ἐκ θηλείας τε καὶ ἄρρενος, ἄν τ' αὐτοὶ δύο ἄρρενες [29] ὦσιν, ἄν τε θήλεια καὶ ἄρρην, ὁ μὲν ἀνεψιαδοῦς ἡ δ' ἀνεψιαδῆ· ἂν δὲ δύο θήλειαι, ἄμφω ἀνεψιαδαῖ. οἱ δ' ἐκ τῶν ἀνεψιαδῶν ἀλλήλοις ἐξανέψιοί τε καὶ ἐξανέψιαι. τούτῳ δὲ τῷ ὀνόματι οὐ πάνυ τετριμμένῳ κέχρηται Μένανδρος (III frg 1010 Ko), ᾧ ἀεὶ μὲν οὐ χρηστέον ὡς οὐκ ἀκριβῶς Ἑλληνικῷ, ἐπὶ δὲ τῶν ἀκατονομάστων πιστευτέον· ὧν γὰρ γενῶν ἢ πραγμάτων ἢ κτημάτων ὀνόματα παρ' ἄλλοις οὐκ ἔστι, ταῦτα ἀγαπητὸν ἂν εἴη καὶ παρὰ τούτου λαβεῖν.
[30] καὶ ταῦτα μὲν ἐκ τοῦ γένους τὰ ὀνόματα, ἐκ δὲ τῆς συγγενείας κοινὸν μὲν οἰκεῖος, ὁμογενής, καὶ συγγενής, κἂν θήλεια ᾖ· ἡ γὰρ συγγενὶς ἐσχάτως βάρβαρον. καὶ κηδεσταὶ μὲν ἀλλήλοις ἑκατέρωθεν οἱ τὸ κῆδος συνάψαντες, καὶ πηοὶ κατὰ τοὺς ποιητάς (Hom G 163), καὶ προσκηδεῖς καθ' Ἡρόδοτον (VIII 136), καὶ κῆδος ἡ ἐπιγαμία κατὰ Θουκυδίδην (II 29. 3), καὶ κηδεία κατὰ Δημοσθένην (XXIII 157), καὶ [31] κηδεύματα κατὰ Πλάτωνα (Leg XI 926 B). καὶ προμνήστριαι μὲν αἱ συνάγουσαι τὸν γάμον. ‑ Σικελιῶται (CGF I p 217. 222 Kaib) δ' αὐτὰς καλοῦσι προμυθικτρίας, οἱ δ' Ἀττικοὶ καὶ μνήστριαν τὴν προμνήστριαν ὀνομάζουσιν ‑ γαμβροὶ δ' οἱ ἐκ τῆς τοῦ γήμαντος οἰκίας, οἷον πατὴρ καὶ μήτηρ καὶ οἱ ἄλλοι πάντες κατὰ ταὐτὰ οἱ πρὸς γένους τῷ ἀνδρί, πενθεροὶ δ' ἀνάπαλιν οἱ τῇ γημαμένῃ προσήκοντες, εἰ καὶ συγκεχύκασιν οἱ ποιηταὶ τὰ ὀνόματα, τὴν [32] χρῆσιν μεταβαλόντες· Σαπφὼ (frg 99 B saep) μέντοι καὶ τὸν ἄνδρα αὐτὸν γαμβρὸν καλεῖ. ἡ μὲν οὖν γημαμένη νύμφη καλεῖται τῷ τοῦ γήμαντος πατρὶ καὶ τῇ μητρὶ καὶ νυός, οὗτοι δὲ τῇ νύμφῃ ἑκυρὸς καὶ ἑκυρά. ἡ δὲ τοῦ ἀνδρὸς ἀδελφὴ τῇ ἐκείνου γυναικὶ γάλως, ὁ δὲ τοῦ γήμαντος ἀδελφὸς δαήρ. αἱ δ' ἀδελφοῖς δύο συνοικοῦσαι εἰνάτερες, οἱ δ' ἀδελφὰς γήμαντες ὁμόγαμβροι ἢ σύγγαμβροι ἢ μᾶλλον συγκηδεσταί, καὶ παρὰ τοῖς ποιηταῖς εἰλίονες.
[33] καὶ ἡ μὲν ἐπὶ παντὶ τῷ κλήρῳ τρεφομένη μόνη θυγάτηρ ἐπίκληρος, περιόντος τε τοῦ πατρὸς καὶ ἀποθανόντος· ἐκάλεσαν δέ τινες (Herod VI 57) αὐτὴν καὶ πατροῦχον, Ἰσαῖος (frg 91 Tur) δὲ καὶ ἐπικληρῖτιν, ὥσπερ καὶ Σόλων. ὁ δὲ ταύτῃ προσήκων κατὰ γένος ἀγχιστεύς. ἐπίδικος δ' ἡ ἐπίκληρος, ὑπὲρ ἧς ἀμφισβητοῦσί τινες ἀλλήλοις ὡς μᾶλλον εἰς αὐτοὺς τῆς ἀγχιστείας καθηκούσης· ἀνεπίδικος δ' ἧς οὐκ ἠμφισβήτησάν τινες. ἡ μέντοι κλῆρον οὐκ ἔχουσα πατρῷον θῆσσα καλεῖται, ἣν ὁ ἀγχιστεὺς ἐκδίδωσιν, ἂν ἑτέρᾳ συνοικῇ, ἢ πάντως γαμεῖ.
[34] ὁ μὲν οὖν ἀνὴρ τῇ γυναικὶ πρὸ τοῦ γῆμαι μνηστὴρ καὶ μνώμενος, καὶ τὸ ἔργον μνηστεία καὶ μνηστεύσασθαι, καὶ μνηστὴ ἡ νύμφη, ὡς Ὅμηρος (α 36) 'γῆμ' ἄλοχον μνηστήν.' τὴν δ' αὐτὴν καὶ ἐγγυητὴν ἂν εἴποις, καὶ τὸ πρᾶγμα ἐγγύην καὶ τὸ ῥῆμα ἐγγυήσασθαι καὶ ἐγγυῆσαι ‑ Λυκοῦργος (frg 89 Tur) δὲ καὶ διεγγυᾶν τὸ ἐγγυᾶν εἶπεν ‑ καὶ τὸν γάμον ὑπέγγυον, ὥσπερ τὸν ἐναντίον [35] ἀνέγγυον. ὁ δὲ πενθερὸς ἐγγυᾷ, ἁρμόζει, ὅθεν τινὲς τῶν παλαιῶν καὶ ἁρμοστὴν τὸν μνηστῆρα ἐκάλεσαν, ἐκδίδωσι· καὶ τὸ πρᾶγμα ἔκδοσις, καὶ ἡ μὴ ἐκδοθεῖσα ἀνέκδοτος, καὶ τὸ συνεισενεγκεῖν εἰς τὴν ἔκδοσιν συνεκδοῦναι. ἐπὶ δὲ τῷ γάμῳ ὁ μὲν τῇ κόρῃ νυμφίος, ἡ δ' ἐκείνῳ νύμφη. καὶ ἡ μὲν σὺν προικὶ ἐπίπροικος, ἡ δὲ ἀχρήματος ἄπροικος. λέγοις δ' ἂν προῖκα καὶ φερνὴν τὴν παρὰ τῆς γυναικὸς δόσιν ‑ Αἰσχίνης γὰρ ὁ ῥήτωρ (II 31) τὴν προῖκα φερνὴν καλεῖ ‑ ὥστ' εἴποις ἂν εἰσενέγκασθαι προῖκα καὶ προσενέγκασθαι [36] καὶ δοῦναι. αἱ δὲ πρὸς τὴν προῖκα ὑποθῆκαι ἀποτιμήματα. τὰ δὲ παρὰ τοῦ ἀνδρὸς διδόμενα δῶρα ἕδνα καὶ ὀπτήρια καὶ ἀνακαλυπτήρια· οὐ γὰρ μόνον ἡ ἡμέρα ἐν ᾗ ἐκκαλύπτει τὴν νύμφην οὕτω καλοῖτ' ἄν, ἀλλὰ καὶ τὰ ἐπ' αὐτῇ δῶρα. τὰ δὲ ἀνακαλυπτήρια καὶ προσφθεγκτήρια ἐκάλουν. καὶ 'διαπαρθένια δὲ δῶρα' τὰ ὑπὲρ τοῦ τὴν παρθενίαν ἀφελέσθαι ὠνόμασεν Ἄμφις ὁ κωμικός (II frg 49 Ko). τὴν μέντοι οὐ λαβοῦσαν ἕδνα ὀνομάσαις [37] ἂν ἀνάεδνον Ὁμηρικῶς (I 146). καὶ ὁ μὲν τόπος τοῦ γάμου θάλαμος, ὥσπερ ἵνα ἐτρέφετο παρθενών, καὶ τὸ ἔργον παρθενεύεσθαι. καὶ τὸ ἐπίβλημα τῆς γυναικὸς ἑανὸς καὶ καλύπτρα, τὸ δὲ παρὰ τῇ εὐνῇ παραπέτασμα παστός. τὸ δ' ᾆσμα τὸ γαμήλιον ὑμὴν καὶ ὑμέναιος, ὅθεν καὶ παρὰ τοῖς ποιηταῖς (Eurip Herc 834) ἀνυμέναιος ἡ ἄγαμος, καὶ ὑμεναιῶσαι τὸ τὸν ὑμέναιον ᾆσαι· καὶ τὸ αὔλημα γαμήλιον. ὕπερον δὲ ἐξέδουν πρὸ τοῦ θαλάμου, ὥσπερ [38] καὶ κόσκινον ἡ παῖς ἔφερεν, σημεῖα, ὡς εἰκός, αὐτουργίας. καὶ τὸ μὲν ἔργον ὁμοῦ καὶ ἡ ἑορτὴ γάμος, ἡ δὲ πρὸ γάμου θυσία προτέλεια καὶ προγάμια· οὕτω δ' ἂν καλοῖτο καὶ τὰ πρὸ γάμου δῶρα. προτελεῖσθαι δ' ἐλέγοντο οὐ μόνον αἱ νύμφαι ἀλλὰ καὶ οἱ νυμφίοι, καὶ τέλος ὁ γάμος ἐκαλεῖτο, καὶ τέλειοι οἱ γεγαμηκότες. διὰ τοῦτο καὶ Ἥρα τελεία ἡ συζυγία· ταύτῃ γὰρ τοῖς προτελείοις προυτέλιζον τὰς κόρας, καὶ Ἀρτέμιδι καὶ Μοίραις. καὶ τῆς κόμης δὲ τότε [39] ἀπήρχοντο ταῖς θεαῖς αἱ κόραι. ἡ δ' ἐκ παρθενίας τινὶ γημαμένη πρωτόποσις ἐκαλεῖτο· γέγραπται δὲ τοὔνομα ἐν τῷ τοῦ βασιλέως νόμῳ· καὶ πρωτόπειρον δ' ὠνόμασε Θεόπομπος ὁ κωμικός (I frg 94 Ko). προαυλία δ' ἡ πρὸ τῶν γάμων ἡμέρα, καὶ ἡ μετὰ τὸν γάμον ἐπαυλία. ἀπαυλία δ' ἐν ᾗ ὁ νυμφίος εἰς τοῦ πενθεροῦ ἀπαυλίζεται ἀπὸ τῆς νύμφης. οἱ δὲ καὶ τὰ διδόμενα δῶρα τῇ νύμφῃ καλοῦσιν ἐπαύλια.
[40] ἡ δ' ἀπαυλιστηρία χλανὶς ἀπὸ τῆς νύμφης ἐν τοῖς ἀπαυλίοις τῷ νυμφίῳ πέμπεται. καὶ τῷ μὲν νυμφίῳ τότε ἐν τοῦ πενθεροῦ παιδίον ἀμφιθαλὲς θῆλυ συγκατακλίνεται, τῇ δὲ νύμφῃ ἐν τοῦ γαμβροῦ ἄρρεν. ὁ δὲ καλούμενος παράνυμφος νυμφευτὴς ὀνομάζεται καὶ πάροχος· ἐπὶ ζεύγους γὰρ τὰς νύμφας ὡς τὸ πολὺ [41] μετῄεσαν· εἰ δὲ πεζὴ ἀφίκοιτο ἡ νύμφη, χαμαίπους ἐλέγετο. ὁ δ' ἄγων τὴν νύμφην ἐκ τῆς τοῦ πατρὸς οἰκίας νυμφαγωγός, ὁπότε μὴ ὁ νυμφίος μετίοι· οὐ νενόμιστο δὲ μετιέναι τοὺς δευτερογαμοῦντας. ἡ δὲ διοικουμένη τὰ περὶ τὸν γάμον γυνὴ νυμφεύτρια καὶ θαλαμεύτρια, ἡ δὲ τὰ πέμματα μάττουσα καὶ τὰ περὶ τὰς θυσίας διοικουμένη δημιουργός, ὁ δὲ πάντων τῶν περὶ τὴν ἑστίασιν ἐπιμελούμενος [42] τραπεζοποιός. ἡ δὲ τροφὸς τῆς κόρης τιτθὴ καὶ μαῖα. καλεῖται δέ τις τῶν τοῦ νυμφίου φίλων καὶ θυρωρός, ὃς ταῖς θύραις ἐφεστηκὼς εἴργει τὰς γυναῖκας τῇ νύμφῃ βοώσῃ βοηθεῖν. ἡ δ' ἐπὶ γάμῳ θυσία ἐν τοῖς φράτορσι γαμηλία, καὶ τὸ ἔργον γαμηλίαν εἰσενεγκεῖν. τὸ δὲ τῆς παρθένου παρθενίαν ἀφελέσθαι διακορεῦσαι λέγουσιν, ὡς Ἀριστοφάνης (Thesm 480)
οὗτός με διεκόρευσεν οὖσαν ἑπτέτιν. καὶ διαπαρθενεύεται δ' Ἡρόδοτος (IV 168) εἴρηκεν, διαπεπαρθενευμένη καὶ διαπεπαρθενευκότα, τὸ μὲν πρότερον Διοκλῆς (I frg 16 Ko) [43] τὸ δὲ δεύτερον Ἄλεξις (II frg 314 Ko) οἱ κωμικοί. Ἀριστοφάνης δὲ Γλαύκῳ (II frg 75 Ko) 'καλύψας κύματος†τριβωνίῳ διεπαρθένευσα.' καλοῦνται δὲ καὶ δᾷδες νυμφικαὶ καὶ στέφανος καὶ στολή. καὶ λουτρά τις κομίζουσα λουτροφόρος, Ἀθήνησι μὲν ἐκ τῆς Καλλιρρόης εἶτ' αὖθις Ἐννεακρούνου κληθείσης, ἀλλαχόθι δ' ὅθεν ἂν καὶ τύχῃ· ἐκαλεῖτο δὲ ταῦτα καὶ νυμφικὰ λουτρά. καὶ δὴ καὶ κλίνη τις ὠνομάζετο ἡ μὲν γαμική, ἡ δὲ παράβυστος, ἣ καὶ αὐτὴ στρώννυται ἐν τῷ δωματίῳ ὑπὲρ τοῦ τὴν παῖδα μὴ ἀθυμῆσαι, [44] ὡς Ὑπερείδης (frg 144 Bl) ἔφη. Ὅμηρος (α 226) μέντοι οὐ τὸ ἔργον μόνον ἀλλὰ καὶ τὴν ἑστίασιν καλεῖ γάμον·
εἰλαπίν' ἠὲ γάμος, ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστίν. ὁ δὲ γάμος καλοῖτ' ἂν καὶ συνδυασμός, καὶ σύνοδος ἀνδρὸς καὶ γυναικός, καὶ συνοίκησις, καὶ σύνερξις, καὶ κοινωνία ἐπὶ παίδων σπορᾷ. καὶ γαμέτης μὲν ὁ γήμας καὶ ἀνὴρ καὶ νυμφίος καὶ ὁ συνοικῶν καὶ ὁ πρὸς γάμον ἠγμένος, ἡ δὲ νύμφη γαμετὴ καὶ γυνὴ [45] καὶ συνοικοῦσα καὶ γεγαμημένη. γῆμαι δ' ἐπὶ τοῦ ἀνδρὸς λέγεται, γήμασθαι δ' ἐπὶ τῆς γυναικός, οὐ γαμηθῆναι. ὁ δὲ μέλλων γαμεῖν μελλονύμφιος ὑπ' ἐνίων ἐκλήθη, ὡς ὑπὸ Φρυνίχου τοῦ κωμικοῦ (I frg 78 Ko), καὶ ἡ μέλλουσα γαμεῖσθαι μελλονύμφη. βέλτιον δ' ὡς Σοφοκλῆς ὠνόμασεν, 'τῆς μελλογάμου.' ταύτην δὲ καὶ τᾶλιν καλεῖ, λέγων ἐπὶ τοῦ Αἵμονος (Antig 627)·
ἆρ' ἀχνύμενος τῆς μελλογάμου
τάλιδος ἥκει μόρον Ἀντιγόνης,
ἀπάτας λεχέων ὑπεραλγῶν.
[46] μελλόποσιν δὲ τὸν ἄνδρα ὠνόμασεν (TGF 965 N). ἀνύμφους δὲ τοὺς ἀγάμους λέγουσιν, ἀπονύμφην δ' ἢ ἀπόνυμφον τὸν φιλόπαιδα καὶ γυναικείᾳ ὁμιλίᾳ δυσχεραίνοντα, ὃν καὶ μισογύνην ἐρεῖς ὡς τὸν ἐναντίον φιλογύνην. ἐκ δὲ τῶν αὐτῶν ἂν εἴη καὶ τὸ ζεύξασθαι γάμον ἢ κῆδος συνάψασθαι. καὶ τὸ ἀποπέμψασθαι γυναῖκα· καὶ τὸ πρᾶγμα ἀποπομπὴ καὶ ἀπόπεμψις, καὶ ἀποπομπῆς [47] δίκη. καὶ κακοῦν, καὶ δίκη κακώσεως, προικός, σίτου. καὶ τοὐναντίον ἀπόλειψις. καὶ δίκη παρὰ τἀνδρὸς ἀπολείψεως. ἡ δὲ μονωθεῖσα ἀπ' ἀνδρὸς χήρα, καὶ ὁ μονωθεὶς ἀπὸ γυναικὸς χῆρος· ὅθεν καὶ χηρωσταὶ οἱ τῷ ἐρήμῳ γένει προσήκοντες. ἕποιτο δ' ἂν τούτοις ἄγαμος, νεόγαμος, πολύγαμος, ἀγύνης, μισογύνης, μονότροπος. τῶν δὲ νέων κωμῳδῶν τινὲς (III p 465. 315 Ko) τὸν ἄγαμον ἀγάμητον [48] εἰρήκασιν, Ἀριστοφάνης (I frg 735 Ko) δὲ τὸν ἀγύνην ἄγυνον, Φρύνιχος (I frg 19 Ko) δὲ 'τηλικουτοσὶ γέρων ἄπαις ἀγύναικος.' τὸν δὲ νεόγαμον νεογήμην Ἀμειψίας (I frg 34 Ko) ὠνόμασεν. φίλανδρος μίσανδρος, πολύνυμφος πολυμνήστη· ἄγαμος δὲ καὶ νεόγαμος καὶ πολύγαμος, κοινὰ ταῦτα καὶ ἐπὶ γυναικῶν. ἦσαν δὲ καὶ ἀγαμίου δίκαι πολλαχοῦ, καὶ ὀψιγαμίου καὶ κακογαμίου ἐν Λακεδαίμονι.
[49] ἐπεὶ δ' ἕπεται γάμῳ τεκνοποιία τε καὶ τεκνοτροφία, οἰκεῖα ἂν εἴη τούτοις ὀνόματα κύειν, ὑπωγκῶσθαι τὴν γαστέρα, ὑποπεπλῆσθαι, κυοφορεῖν, κιττᾶν, ὠδίνειν, τίκτειν, ἀμβλισκάνειν. Εἰλειθυίαις εὔχεσθαι, τὴν Λοχείαν καλεῖν. τὴν δὲ μὴ τίκτουσαν στερίφην ἐρεῖς, ἄγονον, ἄτεκνον, ἄτοκον καθ' Ἡρόδοτον (V 41)· Πλάτων [50] (Theaet 149 B) δὲ καὶ ἄλοχον αὐτὴν κέκληκεν. Ἀνακρέων (frg 145 B) δὲ δίτοκον τὴν δὶς τεκοῦσαν. τρέφειν, ἀνατρέφειν, ἐκτρέφειν, γαλακτουχεῖν· γάλα εὔρουν, τρόφιμον, ἐπίρρυτον. τὸ δὲ μὴ ἔχειν γάλα ἀγαλακτίαν τινὲς ὠνόμασαν. μαστὸν ἐπέχειν, θηλὴν ἐπίσχειν, θηλάζειν, θηλάζεσθαι· τὴν δὲ θηλάζουσαν Εὔπολις (I frg 417 Ko) τιτθὴν θηλάστριαν ὠνόμασεν. τιτθή, τιθήνη, τροφός, τροφεύς, οἷς οἱ τραφέντες τρόφιμοι καλοῦνται.
[51] Ἕποιτο δ' ἂν τούτοις πολίτης· ὁ γὰρ συμπολίτης οὐ δόκιμον, εἰ καὶ Εὐριπίδης αὐτῷ κέχρηται ἐν Ἡρακλείδαις (v 826) τε καὶ Θησεῖ (TGF 390 N), βελτίω δ' ἀστός, ἐπιχώριος, ἐγχώριος, ἡμεδαπός, ὁμόφυλος, ἐγγενής, ἔντοπος· τὸ γὰρ ἐνδάπιος ποιητικόν (Mosch II 11), καὶ τὸ ἰθαγενὴς καὶ αὐθιγενὴς εὐτελέστερα. τάχα δὲ βέλτιον ὁ αὐτόχθων, οἰκεῖος, φυλέτης, δημότης, φράτηρ, μετ' ἐμοῦ φρατριάζων καὶ μετ' ἐμοῦ δημοτευόμενος, καὶ θεοὺς φρατρίους [52] καὶ φιλίους νέμων. τὸ δ' ἱερὸν εἰς ὃ συνῄεσαν, φρατρεῖον ἐκαλεῖτο, καὶ τὸ σύστημα φρατρία, οἱ δὲ καθ' ἕκαστον φράτορες. καὶ ὄις φρατήρ, καὶ φράτριος αἲξ ἡ θυομένη τοῖς φράτορσιν. ἐκαλοῦντο δὲ καὶ φράτερες. φρατρίαι δ' ἦσαν ιβ΄, καὶ ἐν ἑκάστῃ γένη τριάκοντα, ἕκαστον ἐκ τριάκοντα ἀνδρῶν· ἐκαλοῦντο δ' οὗτοι καὶ ὁμογάλακτες καὶ ὀργεῶνες. ἡ δ' ὑπὲρ τῶν εἰς τοὺς φράτορας εἰσαγομένων παίδων οἴνου ἐπίδοσις οἰνιστήρια ἐκαλεῖτο, [53] τὸ δ' ἱερὸν τὸ ὑπὲρ αὐτῶν μεῖον, καὶ μειαγωγεῖν τὸ εἰσάγειν ἱερεῖον. κέκληται δὲ ἢ ὅτι ἔσκωπτον ὡς μεῖον τοῦ δέοντος, ἢ ὅτι κεκωλυμένον εἰσάγειν, ὡς μὴ ἁμιλλῷντο μηδ' ἐμπίπτοιεν εἰς ἔριν καὶ ταραχήν, οἱ μὲν οὐδὲν ἧττον ἐφιλοτιμοῦντο, οἱ δ' ἐπεβόων μεῖον ὡς οὐχ ὑπερβαινόντων αὐτῶν τοῦ νόμου τὸ μέτρον. εἴποις δ' ἂν καὶ τῆς αὐτῆς συμμορίας καὶ συμμορίτας· τοὺς δ' ἄρχοντας τῶν συμμοριτῶν καὶ συμμοριάρχας Ὑπερείδης (frg 148 Bl) εἴρηκεν, ὡς τῶν φυλῶν φυλάρχους. ὁμόγλωσσος, ὁμοήθης, [54] ὁμόνομος. οἱ δὲ βάρβαροι ἀλλήλους οὐ πολίτας ἀλλὰ πατριώτας λέγουσιν. Ἄρχιππος (I frg 54 Ko) δὲ καὶ συστρατιώτας καὶ ξυμπατριώτας ἔφη. Πλάτων μέντοι ἐν τοῖς Νόμοις (VI 777 D) καὶ ἐπὶ Ἑλλήνων τὸ πατριῶται εἴρηκεν. τὸ δ' ἐναντίον ξένος, ἀλλοδαπός, ἀλλότριος, ἀλλοεθνής, ἀλλόφυλος, ἀλλόδημος, ἀλλόγλωσσος, [55] ἔπηλυς, ἐπηλύτης, ὀθνεῖος· ποιητικώτερον, Πλάτων (Leg I 629 E saep) δ' αὐτῷ κέχρηται. μέτοικος ὁ τὸ μετοίκιον συντελῶν· τοῦτο δ' ἦν ιβ΄ τῷ δημοσίῳ δραχμαὶ καὶ τῷ γραμματεῖ τριώβολον. σκαφηφόρος· οὕτω δὲ τοὺς μετοίκους ὠνόμαζον, καὶ τὰς γυναῖκας αὐτῶν ὑδριαφόρους, ἀπὸ τοῦ ἔργου ἑκατέρους. ἀλλαχόθεν ἥκων, ἐπιδημῶν, παρεπιδημῶν· κἂν δόξῃ πολίτης [56] εἶναί τις οὐκ ὤν, παρέγγραπτος, παρεγγεγραμμένος. τὸν δὲ τοιοῦτον καὶ ὑπόξυλον ὠνόμαζον οἱ νέοι κωμικοί (III p 468. 335 Ko). καὶ ὑπόχυτον δ' οἱ παλαιότεροι (III p 417. 100 Ko) τὸν κακῶς γεγονότα, καὶ παρημπολημένον, ὡς ἀποφύλιον τὸν φυλὴν μὴ ἔχοντα. κατὰ δὲ τῶν οὐ τελούντων τὸ μετοίκιον ἢ προστάτην μὴ νεμόντων ἀπροστασίου δίκη. ἔνιοι δ' αὐτῶν καὶ ἀτελεῖς εἰσὶ καὶ ὁμοτελεῖς καὶ ἰσοτελεῖς, οἷς ἂν τοῦτ' ἐκ ψηφίσματος ὑπάρξῃ· καὶ τὸ ἔργον ἰσοτέλεια. οἱ δὲ δημοποίητοι, ὁπόσοι ἐκ δόγματος κοινοῦ πολιτείας τύχοιεν· τοῦτο δὲ πολιτογραφεῖν Φίλιστος (om FHG) καλεῖ· τάχα δ' ἂν οἱ τοιοῦτοι ὀνομάζοιντο [57] νεοπολῖται ὑπὸ τοῦ Πλάτωνος. ἀδιάτακτοι δὲ καλοῦνται οἱ μὴ ἐγγεγραμμένοι εἰς τοὺς μετοίκους δέον, ἢ μὴ τελοῦντες τὸ μετοίκιον, ἢ τὴν σκάφην μὴ φέροντες. οὓς δὴ γραψάμενός τις τῶν ἀδιατάκτων εἶναι διήλεγχεν. κατὰ δὲ τῶν παρεγγεγραμμένων ξενίας γραφή, καὶ δωροξενίας, ἂν διαφθείρωσι τοὺς δικάζοντας· ὁ δὲ καταδικασθεὶς ἀπεψηφισμένος, ἐκπεφυλλοφορημένος, καὶ τὰ ῥήματα παρεγγραφῆναι, ξενίας ἁλῶναι, ξενίας ἀποφυγεῖν, ἐκπεφυλλοφορῆσθαι, ἀπεψηφίσθαι. τοῦτο δὲ καὶ ἀποξενωθῆναι Ἰσαῖος [58] (frg 148 Tur) καλεῖ. τούτοις δ' ἂν προσήκοι καὶ ὁ ἄπολις· Πλάτων (Leg VI 766 D) δὲ πόλιν ἄπολιν τὴν μηκέτ' οὖσαν πόλιν. παμπόνηροι δ' οἱ Θεοπόμπου τοῦ συγγραφέως (FHG I p 331. 332) ἀποπολῖται καὶ ἀφέταιροι καὶ ἀπαθηναῖοι. τὸ μέντοι ξένον ὄντα εἰς ἄλλην πόλιν ἐλθεῖν ξενοῦσθαι καὶ ἐπιξενοῦσθαι ἔλεγον, ὅθεν καὶ τὴν καταγωγὴν ξενῶνα. θρασυξενία δέ, εἰ θρασύνοιτο ὁ ξένος. ξεναπάτην δ' Εὐριπίδης (TGF 667 N) εἴρηκε καὶ (TGF 1103 N) ξενοφόνον, ξενοκτόνον δ' Ἡρόδοτος (II 115?). ὁ δὲ τῶν ξένων ἡγούμενος ξεναγός· ξενοτροφεῖν δὲ παρὰ Δημοσθένει [59] (XI 18), καὶ ξενοτροφία παρ' Ὑπερείδῃ (frg 256 Bl). καὶ ξενίζειν παρὰ μὲν τοῖς πολλοῖς τὸ ἑστιᾶν, παρὰ δὲ Δημοσθένει (LVII 18. 19) τὸ τῇ φωνῇ ξενιζούσῃ χρῆσθαι· Ἰσαῖος (frg 164 Tur) δὲ ξενικῇ τῇ φωνῇ εἴρηκεν. τὰ δὲ δῶρα ξένια Δημοσθένης (XIX 167) τε καὶ Ξενοφῶν (Cyrop III 1. 42, V 4. 14), καὶ τὸ καταγώγιον ξενῶνα Πλάτων (Tim 20 C, Leg XII 953 C). τάχα δ' ἂν ἐγγὺς εἴη τούτων πρόξενος καὶ ἡ προξενία, ἀστόξενος, ἰδιόξενος, δορύξενος, ἄξενος, πολύξενος, καὶ παρὰ Θουκυδίδῃ (III 70. 3) ἐθελοπρόξενος. ὁ μὲν πρόξενος, ὅταν πόλεως δημοσίᾳ προξενῇ τις ἐν ἄλλῃ πόλει, ὡς ὑποδοχῆς τε τῶν ἐκεῖθεν φροντίζειν καὶ προσόδου τῆς πρὸς τὸν δῆμον καὶ ἕδρας ἐν τῷ θεάτρῳ. ποιεῖ δὲ [60] ταῦτα καὶ ὁ ἐθελοπρόξενος ὁ ἄγραπτον τὴν προξενίαν ἔχων, ἰδιόξενος δ' ἐστὶν ὁ ἰδίᾳ τινὶ τῶν ξένων φίλῳ χρώμενος, ὡς Περικλῆς Ἀρχιδάμῳ, καὶ καταγωγῆς τ' αὐτῷ προνοούμενος καὶ τἆλλα συνδιοικούμενος, τῶν ἴσων δὲ καὶ αὐτός, εἴ ποτε παρ' ἐκεῖνον ἔλθοι, μεταλαμβάνων. ἀστόξενος δὲ κατὰ μέν τινας ὁ αὐτὸς τῷ ἰδιοξένῳ, κατὰ δέ τινας ὁ γένει μὲν ξένος τιμῇ δ' ἀστός· ἐνίοις δὲ δοκεῖ ὁ φύσει μὲν ἀστὸς δόξῃ δὲ ξένος, ὡς Δαναὸς Ἀργείοις, ἀπὸ Ἰοῦς τῆς Ἀργείας ἔχων τὸ γένος. δορύξενος δ' ὁ ἐκ τῆς κατὰ τὸν πόλεμον ἐπιμιξίας τὴν γνῶσιν πεποιημένος.
[61] Ἀκόλουθα δ' ἂν εἴη τούτοις φίλος, ἑταῖρος, συνήθης, ἐπιτήδειος, γνώριμος, προσηταιρισμένος, οἰκεῖος, ᾠκειωμένος, ὁμογνώμων, ὁμοήθης, ὁμότροπος, ὁμόσιτος, ὁμοτράπεζος, ὁμόσπονδος, ὁμωρόφιος, ὁμῆλιξ, ἰσῆλιξ. καὶ ἐχρῆτό μοι, καὶ ἐχρώμην αὐτῷ· καὶ ὁ Δημοσθένης (XXI 117) που λέγει 'καὶ χρώμενος εἴπερ τις ἄλλος [62] αὐτῷ,' καὶ οὐ δεῖ προσθεῖναι τὸ φίλῳ. ἐκ δὲ τούτων ἐστὶ φιλέταιρος, πολυέταιρος, φιλία καὶ ἑταιρεία, ἐπιτηδειότης, συνήθεια, οἰκειότης, γνῶσις, ὁμογνωμοσύνη, ὁμοήθεια, ὁμοτροπία· τὰ γὰρ ἀπὸ τῶν ἄλλων δυσχερῆ, ἡ δ' ὁμηλικία ποιητικόν (Hom Γ 173 saep). ὁ δὲ φίλιος πρὸς τὸν πολέμιον ἀντίκειται, καὶ φιλικός ἐστιν ὁ χρῆσθαι [63] φίλοις εἰδώς· ἀφ' ὧν τὰ ἐπιρρήματα φιλίως καὶ φιλικῶς. προσφιλῶς δὲ Ξενοφῶν (Memor II 3. 16, Hell II 3. 44) εἴρηκε, καὶ Θουκυδίδης (I 92 saep) προσφιλεῖς, Ἰσοκράτης () δὲ προσφιλεστάτως, πολυφιλίαν δὲ καὶ ὀλιγοφιλίαν Ἀντιφῶν (frg 75 Bl), καὶ πολυφίλοις Ὑπερείδης (frg 267 Bl), καὶ πολυφιλώτερος Λυσίας (frg 328 Tur). τὰ δ' ἐναντία ἄγνωστος, ἀγνώς, ἀήθης, ἐχθρός, [64] διάφορος, ἀλλότριος, ἀλλοτρίως ἔχων, ἠλλοτριωμένος, ἀπεχθής, ἀπεχθανόμενος, ἀπεχθῶς διακείμενος, μισῶν, δυσμενής, διενηνεγμένος, διεστηκώς, ἐξεστασιασμένος· ὑπόπτως ἔχων, ἐπιβούλως, κακοήθως, ἀπίστως, ἐθελέχθρως· ἐθέλεχθρον δὲ Κρατῖνος (I frg 407 Ko) λέγει, ἄφιλος, ἄμικτος, ἀπρόσμικτος, δύσμικτος, μισέταιρος, μισάνθρωπος, ἀπάνθρωπος. καὶ ἀγνωσίαν, ἀήθειαν, ἔχθραν, ἀλλοτρίωσιν, διαφοράν, ἀπέχθειαν, μῖσος, δυσμένειαν, ἀπιστίαν, ὑποψίαν, ἐπιβουλήν, κακοήθειαν, μισεταιρίαν, ἀπανθρωπίαν, μισανθρωπίαν.
[65] Φιλόπολις, φιλόδημος, δημοτικός, πρᾶος, ἐπιεικής, εὔνως ἔχων πρὸς τὴν πόλιν, πρόθυμος περὶ τὴν πόλιν, φιλότιμος, μεγαλογνώμων, δημεραστής, μεγαλοπρεπὴς πρὸς τὸ δημόσιον. καὶ ἦθος φιλόπολι, φιλόδημον, δημοτικόν, πρᾶον, ἐπιεικές, εὔνουν, πρόθυμον, φιλότιμον, μεγαλοπρεπές. καὶ δημεραστία, φιλοδημία, [66] πραότης, ἐπιείκεια, εὔνοια, προθυμία, φιλοτιμία, μεγαλοπρέπεια. καὶ δημοτικῶς, πράως, ἐπιεικῶς, προθύμως, φιλοτίμως, φιλοδήμως, μεγαλοπρεπῶς, εὔνως. τὰ δ' ἐναντία μισόπολις, μισόδημος, ὑπερόπτης, μεγάλαυχος, ὑπερήφανος, τυραννικός, ὀλιγαρχικός, μικροπρεπής, δύσνους, κακόνους, νεωτεριστής, νεωτέρων ἐπιθυμῶν, ἠλλοτριωμένος πρὸς τὴν πόλιν, οὐ χαίρων τοῖς καθεστηκόσιν, οὐκ ἀγαπῶν τὸ ἴσον, διαπτύων τοὺς πολλούς, καθάρματα καὶ πτωχοὺς ἀποκαλῶν.
[67] Χορηγός, τριήραρχος, φυλῆς ἑστιάτωρ, τὴν φυλὴν ἑστιῶν, κρεανομίας ἐπινέμων, διανομὰς διδούς, νομάς, εἰσφοράς, συνεκδιδούς τισι θυγατέρας, ἀπὸ τῶν ὑπαρχόντων εἰσφέρων, τὰ ὄντα καταναλίσκων εἰς τὸ δημόσιον, ἐθελοντὴς εἰσφέρων, ἑκών, αὐτεπάγγελτος, αὐθαίρετος, αὐτοκέλευστος, ἀπαράκλητος, ἐπιδιδοὺς ἐπιδόσεις, ζῶν τῇ πόλει, λειτουργῶν, καταλειτουργῶν τὰ ὄντα, γυμνασίαρχος, γυμνασιαρχῶν. καὶ τὰ πράγματα χορηγεῖν, τριηραρχεῖν, φυλὴν ἑστιᾶν, νέμειν, διανέμειν, εἰσφέρειν, ἐπιδιδόναι, λειτουργεῖν, καταλειτουργεῖν, γυμνασιαρχεῖν. οὐσίαν δ' ἀλειτούργητον Ἰσαῖος (frg 143 Tur) εἴρηκεν.
[68] Ἐρᾶν, φιλεῖν, στέργειν, ἡττᾶσθαί τινος, ἐσπουδακέναι περί τινα, ἐνθέως ἔχειν, κατόχως, ἐμπύρως, διαπύρως· φλέγεσθαι τῷ πόθῳ, ἐκφλέγεσθαι, ὑποτετύφθαι, κεκαῦσθαί τινος, θερμαίνεσθαι ἐπί τινι, ἐκκρέμασθαι ἐξ αὐτοῦ, ἀναπνεῖν, δουλεύειν, ἕπεσθαι, παρακολουθεῖν, ἐξηρτῆσθαί τινος, ἔχεσθαι, ἱκετεύειν, δεῖσθαι, καθικετεύειν, ἀντιβολεῖν, παρακαλεῖν, ἐρωτομανεῖν, φιλεραστεῖν, παιδεραστεῖν, [69] γυναικεραστεῖν, φροντίζειν ἐπ' αὐτῷ, ἀλύειν, ἀλγεῖν, ἀγρυπνεῖν, τετρῶσθαι, κατειλῆφθαι, ἀνακεῖσθαί τινι. καὶ ἐραστής, καὶ συνεραστὴς δὲ καὶ συνεπιθυμητής, ὡς ὁ Πλάτων (Clitoph 408 C)· οὐκ οἶδα δ' εἰ καὶ ἐπιθυμητής. φίλος δὲ καὶ ἐπαινέτης. τῆς ὥρας ἡττημένος, στέργων, φιλῶν, ἀγαπῶν, δουλεύων. ἐθελόδουλος, ἔνθεος, ἐπίπνους, κάτοχος. ἐξηρτημένος, ἠρτημένος, ἐκκρεμάμενος. ἔμπυρος, διάπυρος. φλεγόμενος, ἑπόμενος, παρακολουθῶν, ἱκετεύων, [70] καθικετεύων, παραπίπτων, καταντιβολῶν, δεόμενος. φιλόπαις, παιδεραστής, παιδοφίλης ὡς Τηλεκλείδης (II frg 49 Ko)· καὶ παιδοφιλῆσαι Πλάτων εἴρηκεν ὁ κωμικός (I frg 247 Ko), ὁ μέντοι παιδέρως Ζεὺς παρὰ τῷ Τηλεκλείδῃ (II frg 49 Ko) πέπαικται. γυναικεραστής, γυναιμανής. ἀλύων, ἀγρυπνῶν, φροντίζων, τετρωμένος, τετοξευμένος, κατειλημμένος, ἀνακείμενος, προσκείμενος. καὶ [71] γυναῖκας δ' ἐραστρίας Εὔπολις (I frg 414 Ko) εἴρηκεν, καὶ ἀνδρεράστριαν Ἀριστοφάνης (I frg 930 Ko). ἐρώμενος ἐρωμένη, παιδικά, στεργόμενος στεργομένη, φιλούμενος φιλουμένη, ἀγαπώμενος ἀγαπωμένη. καλὸς ὑπέρκαλος πάγκαλος, ἐπέραστος, ὡραῖος, ἐπαγωγὸς προσαγωγός. ἀνθῶν ὑπερανθῶν, στίλβων ὑπερστίλβων, λάμπων ὑπερλάμπων, ἵμερον ἀφιείς· καλὴ ὑπερκάλη παγκάλη, ἐπέραστος, ὡραία, ἀνθοῦσα ὑπερανθοῦσα, στίλβουσα, λάμπουσα [72] ὑπερλάμπουσα, ἵμερον ἀφιεῖσα· κάλλος, ὥρα, ἄνθος, ἄνθησις, λαμπρότης, στιλπνότης, αἴγλη, καλλονή. ἔρως, ἵμερος, πόθος, ἐπιθυμία, ἴυγξ, ἀντέρως, ἀφ' οὗ ἀντερῶν καὶ ἀντεραστής, παρὰ δ' Εὐπόλιδι (I frg 398 Ko) καὶ ἀντερώμενος. καὶ τὸ ζηλοτυπεῖν δ' ἐπί τε παίδων ὡραίων καὶ γυναικῶν καὶ πάντων δὲ τῶν ἀγαπωμένων. προσήκοι δ' ἂν τούτοις ἀξιέραστος πολυέραστος, καὶ κατὰ σύγκρισιν καὶ ὑπέρθεσιν.
[73] Δεσπότης, δεσπόζων, κύριος, κεκτημένος ‑ Φρύνιχος γὰρ ἐν Σατύροις (frg 48 N) τὸν δεσπότην κεκτημένον ὠνόμασεν ‑ ἐωνημένος, πριάμενος· καὶ ὁ νεώτερος δεσπότης δεσπόσυνος καὶ τρόφιμος. δέσποινα, δεσπόζουσα, κεκτημένη, ἐωνημένη, πριαμένη, τροφίμη· οὐ γὰρ προσίεμαι τὴν Σοφοκλέους (frg 938 N) [74] δεσπότειραν ἢ τὴν Εὐριπίδου (Med 17 saep) δεσπότιν. φαυλοτάτη δὲ καὶ ἡ παρὰ τοῖς νέοις κωμῳδοῖς (III p 466. 319 Ko) ἀπφία καὶ ἀπφίον καὶ ἀπφάριον, νέας δεσποίνης ὑποκορίσματα. τὸ δὲ πρᾶγμα δεσποτεία, καὶ τὸ ἐπίρρημα δεσποτικῶς, καὶ τὸ ῥῆμα δεσπόζειν καὶ δεσπόζεσθαι· Πλάτων (Tim 44 D) δὲ καὶ τὸ δεσποτοῦν ἀντὶ τοῦ δεσπόζον εἴρηκεν. Λυσίας δέ που (frg 297 Tur) λέγει ἀδεσπότους, Ἡρόδοτος (IV 142) δ' ἀνδράποδα φιλοδέσποτα. Ἀριστοφάνης μέντοι κατὰ τὴν τῶν πολλῶν συνήθειαν τὸν δεσπότην 'αὐτὸν' κέκληκεν, εἰπὼν ἐν Δράμασιν ἢ Κενταύρῳ (I frg 268 Ko)
ἀνοιγέτω τις δώματ'· αὐτὸς ἔρχεται. δοῦλος δούλη· ἡ δὲ δουλὶς Ὑπερείδῃ (frg 235 Bl) εἰρημένον φαῦλόν ἐστιν.
οἰκέτης οἰκέτις, θεράπων θεράπαινα θεραπαινίς· εἰ δ' ὁ κατὰ Δωροθέου λόγος Ὑπερείδου (frg 99 Bl), φησὶν ἐν [75] αὐτῷ 'ὥσπερ τὸ ἀτιμότατον θεραπόντιον.' τὸ δὲ πλῆθος τῶν οἰκετῶν θεραπεία· τὸ γὰρ θεραπουσία βιαιότερον, ἀλλ' ἡ δουλεία κατὰ Θουκυδίδην (V 23. 3). ἔργον δὲ δουλικὸν Ἀραρώς (II frg 18 Ko), καὶ δουλικώτατος Ξενοφῶν (Cyrop VII 4. 15). καὶ δουλῶσαι, καταδουλώσασθαι, καὶ δεδουλωμένος Θουκυδίδης (I 68. 3 saep). καὶ δούλωσις· ἡ γὰρ δουλοσύνη Ἰωνικόν. δουλοπρεπὲς δὲ (Apolg 30) καὶ δουλοπρεπέστερον Ξενοφῶν (Memorab II 8. 4), καὶ δουλοπρεπέστατα Κρατῖνος (I frg 403 Ko), καὶ δουλοπρέπεια [76] Θεόπομπος ὁ κωμικός (I frg 87 Ko). καὶ δουλάρια Μεταγένης, (I frg 19 Ko) καὶ οἰκετικὰ ὀνόματα Πλάτων (Soph 226 B). διάκονος, ὑπηρέτης, ἀργυρώνητος, ὤνιος, οἰκότριψ, ἡ δ' ἀντικειμένη τούτῳ σηκὶς καλεῖται ἢ οἰκογενής· ἡ γὰρ ταμία τῆς πίστεως τοὔνομα. παιδίσκην δὲ τὴν θεραπαινίδα Λυσίας (frg 136 Tur) ὠνόμασεν, εἰ μὴ ἀμφίβολόν ἐστι, πότερον ἡλικίας τοὔνομα ἢ τύχης· λέγει γὰρ ἐν τῷ κατὰ Καλλίου ὕβρεως 'ἐξελθοῦσα αὐτοῦ ἡ παιδίσκη τὴν θύραν ἀνοίγνυσιν.' τὸ δὲ παιδίον τὸ ἐκ τῶν οἰκοτρίβων οἰκοτρίβαιον [77] ὠνόμαζον. τῷ μέντοι ὠνηθέντι οἰκέτῃ τραγήματα κατέχεον, ἃ ἐκαλεῖτο καταχύσματα. ἀνδράποδα, καὶ ἀνδραπόδια παρ' Ὑπερείδῃ (frg 227 Bl), ἀφ' ὧν καὶ τὸ ἀνδραποδίσασθαι καὶ ἀνδραποδισάμενος, καὶ ἀνδραποδίσαντες παρὰ Θουκυδίδῃ (VI 62. 3), καὶ ἀνδραποδώδης παρὰ Ξενοφῶντι (Mem IV 2. 22), καὶ ἀνδραποδωδῶς παρὰ Πλάτωνι (Conviv 215 E), καὶ ἀνδραποδώδεις ἐπιθυμίαι, καὶ ἀνδραποδιστικώτατα παρ' Εὐπόλιδι (I frg 396 Ko). δοῦλα [78] σώματα πρὸς ἀργύριον ἀντικατηλλαγμένα, καὶ ἀπὸ τοῦ πρατῆρος λίθου, ἀπὸ τοῦ πωλητηρίου, παρὰ τῶν λαφυροπώλων, παρὰ τῶν ἀνδραποδοκαπήλων. ἀνδραποδιστὴς δ' ἐστὶν ὁ τὸν ἐλεύθερον καταδουλωσάμενος ἢ ὁ τὸν ἀλλότριον οἰκέτην ὑπαγαγόμενος· καὶ δίκη δὲ κατὰ τῶν ἀνδραποδιστῶν ἐλευθεροπρασίου. σώματα δ' ἁπλῶς οὐκ ἂν εἴποις, ἀλλὰ δοῦλα σώματα. καλοῦνται δὲ καὶ παῖδες οἱ δοῦλοι παρὰ τοῖς Ἀττικοῖς, κἂν ὦσι πρεσβύτεροι· λάτρις δὲ καὶ ἀμφίπολος καὶ πρόσπολος οὐ καθ' ἡμᾶς. καὶ ἵνα μὲν κολάζονται οἱ δοῦλοι, μυλῶνες καὶ ζητρεῖα καὶ ζώντεια καὶ ἀλφιτεῖα [79] καὶ χονδροκοπεῖα. οἱ δὲ στιζόμενοι στιγματίαι καὶ στίγωνες, ὥσπερ οἱ μαστιγούμενοι μαστιγίαι. τὸ δὲ δεῖσθαι μαστίγων μαστιγιᾶν Εὔπολις (I frg 429 Ko) εἴρηκεν. αἱ δὲ μάστιγες ὑστριχίδες, ἱμάντες, ῥυτῆρες. τὸ δὲ μαστιγῶσαι καὶ τυπτῆσαι, ξᾶναι κατὰ νώτου πολλάς, παῖσαι, πληγὰς ἐντεῖναι, πληγὰς ἐμβαλεῖν. Ὑπερείδης (frg 200 Bl) δ' ἔφη 'κρεμάσας ἐκ τοῦ κίονος ἐξέδειρεν, ὅθεν καὶ μωλώπων ἔτι νῦν τὸ δέρμα μεστὸν ἔχει·' καίτοι ἐπὶ τούτοις οὐκ [80] ἄν τις εἴποι τὸ δεῖραι. ἔστι δ' ἐκ τούτου φιλόδουλος, πολύδουλος, ἐθελόδουλος, ἄδουλος, καὶ ἀδούλευτος, ὡς τοὺς Λακεδαιμονίους Ἰσαῖος (frg 140 Tur) λέγει. καὶ εὔδουλος δὲ ὁ τοῖς δούλοις εὖ χρώμενος παρὰ Φερεκράτει (I frg 212 Ko), καὶ τὸ δρᾶμα Δουλοδιδάσκαλος· παρὰ Κρατίνῳ (I frg 81 Ko) δ' ὁ κακόδουλος εἴρηται. ἐθελοδουλεία, πολυδουλεία, ἀειδουλεία. ἐωνῆσθαι, ὠνητιᾶν, πρίασθαι, πωλῆσαι, πωληταί, πωλητήρια. καὶ [81] ὠνητὸς ὠνητή, καὶ τὸν ὠνητὴν ὡς Ἰσαῖος (frg 173 Tur), καὶ τὸν αὐτωνητὴν ὡς Δείναρχος (inc orat frg 11 Tur). προσήκοι δ' ἂν τοῖς δούλοις τό τε πρᾶγμα ἡ δουλεία καὶ τὸ ῥῆμα τὸ δουλεύειν καὶ τὸ δεδουλῶσθαι. καὶ τὰ δουλικὰ παρὰ Δημοσθένει (LVII 45), ἀφ' οὗ καὶ τὸ ἐπίρρημα τὸ δουλικῶς. καὶ τὸ δουλώσασθαι δὲ καὶ τὸ καταδουλώσασθαι, καὶ ὅσα ἀπὸ τούτων σχηματίζεται. καὶ τὸ συγκαταδουλώσασθαι παρ' Ὑπερείδῃ (frg 272 Bl), καὶ οἱ συνδουλεύοντες [82] παρὰ Δεινάρχῳ (inc orat frg 32 Tur). σύνδουλοι δὲ λέγει Λυσίας (frg 331 Tur) καὶ Εὐριπίδης (Jon 1109), Ὑπερείδης (frg 272 Bl) δὲ καὶ οἱ πλείους ὁμόδουλον λέγουσιν· ἔνιοι δ' οἴονται ὁμόδουλον μὲν τὸν τῆς αὐτῆς τύχης, σύνδουλον δὲ τὸν τοῦ αὐτοῦ δεσπότου. καὶ οἰκέται δὲ καὶ 'οἰκετικὰ ὀνόματα' παρὰ Πλάτωνι (Soph 226 B)· οἱ μέντοι ποιηταὶ καὶ τοὺς ἄλλους οἰκείους οἰκέτας ὠνόμαζον, ὅπου γε καὶ (Sophocl TGF 782 N) 'περιστερὰν οἰκέτιν.' πελάται δὲ καὶ θῆτες ἐλευθέρων ἐστὶν ὀνόματα διὰ πενίαν ἐπ' ἀργυρίῳ δουλευόντων.
[83] μεταξὺ δ' ἐλευθέρων καὶ δούλων οἱ Λακεδαιμονίων εἵλωτες, καὶ Θετταλῶν πενέσται, καὶ Κρητῶν κλαρῶται καὶ μνωῖται καὶ Μαριανδυνῶν δωροφόροι, καὶ Ἀργείων γυμνῆτες, καὶ Σικυωνίων κορυνηφόροι. τοὺς μέντοι εἰς ἐλευθερίαν τῶν εἱλώτων ἀφιεμένους οἱ Λακεδαιμόνιοι νεοδαμώδεις καλοῦσιν. ὁ δὲ τῆς δουλείας ἀφειμένος τῶν δούλων ἀπελεύθερος καὶ ἐξελεύθερος, ἀπηλευθερωμένος. καὶ ἀπελευθερῶσαι ἀπελευθερωθῆναι, καὶ ἀπελευθέρωσις καὶ ἀπελευθερία. καὶ Δημοσθένης (frg 54 Tur) φησὶν ἐξελευθερικοὺς νόμους καὶ ἀπελευθερικοὺς νόμους. κατὰ μέντοι τῶν ἀποστάντων ἀποστασίου δίκη ἐστίν. φαίης δ' ἂν τιμὴν καταβαλεῖν, ἀργύριον εἰσενεγκεῖν, ἀντικαταλλάξασθαι χρήματα.
[84] Τραπεζίτης, ἀργυρογνώμων, ἀργυραμοιβός, δοκιμαστής, ἐπικαθήμενος τραπέζῃ· τράπεζα πολυάργυρος, τραπέζης ἀφορμαί. τὴν δὲ τράπεζαν Δημοσθένης (XLV 33) καὶ ξύλον ὠνόμασεν· ἐκάλουν δ' αὐτὴν καὶ πίνακα. ἀργυρίου ἀλλαγὴ ὁ καλούμενος κόλλυβος. ἐνέχυρα λύσιμα, κατενεχυριάζειν. ὀφείλειν, δανείζεσθαι, δανείζειν, προΐεσθαι ἀργύριον. ὑποθήκην θεὶς ὁ δανειζόμενος, ὑποθήκην θέμενος ὁ δανείζων. χρέα, καὶ τοῦ χρέους. δανείσματα, ὀφειλήματα, ἐκδόσεις, ἐκδιδόναι, ἔγγυα δανείσματα, ναυτικά· τὰ γὰρ ὀφλήματα [85] καὶ τὸ ὀφλεῖν ἐπὶ τῶν καταδικασθέντων εἰς ἀργύριον. ὅρους ἐφιστάναι χωρίῳ· σανὶς δ' ἦν ἢ στήλη τις δηλοῦσα ὡς ἔστιν ὑπόχρεών τινι τὸ χωρίον. ἐπὶ δὲ τούτου ἔλεγον καὶ τὸ ἐστίχθαι τὸ χωρίον, ὡς τὸ ἐναντίον ἄστικτον. τὸ δὲ ὑπόχρεων χωρίον ἐλέγετο καὶ ὑπόβολον. χρήστης κυρίως μὲν ὁ δεδανεισμένος, πολλάκις δὲ καὶ ὁ δανειστής. οὗτος δὲ καὶ τοκιστής, τοκογλύφος, τοκίζων, ὅθεν καὶ τὸ 'τοκίζεται αὐτῷ ἀργύριον' παρ' Ὑπερείδῃ (frg 273 Bl), τόκους ἐκλέγων, ὀβολοστάτης. ἐκεῖνος δ' ὑπόχρεως, κατάχρεως, ὑπέρχρεως. καλεῖται δὲ τὸ μὲν κεφάλαιον ἀρχαῖον, τὸ δ' ἔργον τόκος. ὁ δ' οὐκ ἐκτίσας κατὰ προθεσμίαν ὑπερήμερος, καὶ τὸ πρᾶγμα ὑπερημερία.
[86] Ἀργύριον δόκιμον, ἐπίσημον, γνήσιον, καθαρόν, ἀμιγές, ἄκρατον, ἀκίβδηλον, ἔντυπον, ἀκριβές, νόμιμον, ἀκέραιον, ἀδιάφθορον, ἄδολον, ἄχραντον, ἀνεπιβούλευτον· τὸ δ' ἐναντίον παράσημον, παρασεσημασμένον, χαλκόκρατον, Θιβρώνειον, κίβδηλον, κεκιβδηλευμένον, ἀφ' οὗ καὶ τὸ πρᾶγμα κιβδηλεία (Leg XI 916 D) καὶ κιβδηλεύματα (Leg XI 917 E) παρὰ Πλάτωνι, ὥσπερ καὶ ὁ κιβδηλεύων (Leg XI 917 B), παρατετυπωμένον, παρακεχαραγμένον, ἄσημον παρεγκεκραμένον, ὑπόχαλκον. τὸ δ' ἀργύριον καλεῖται καὶ χρήματα καὶ νόμισμα, ὥσπερ καὶ τὸ χρυσίον. ἀργύρια δὲ κατὰ πλῆθος ἥκιστα λέγουσιν οἱ Ἀττικοί, εἴρηται δ' ἐν Κωκάλῳ (novum) καὶ Νήσοις (frg 397 Ko) Ἀριστοφάνους. λέγοιτο δ' ἂν κόψαι νόμισμα, ἐνσημήνασθαι, τυπῶσαι, ἐντυπῶσαι, ἐντυπώσασθαι. τὸ δὲ τοιοῦτον ἀργύριον ἐπίσημον ἐλέγετο, ὡς τὸ ἐναντίον ἄσημον.
[87] Ἀργύρεια μέταλλα καὶ χρύσεια, μεταλλεύειν, ὀρύττειν, ἐπικατατέμνειν, καινοτομεῖν, καινοτομία. οὓς δὲ κατέλιπον μέσους κίονας οἱ μεταλλεῖς ἀνέχειν τὴν γῆν, οὗτοι μεσοκρινεῖς ὠνομάζοντο. ὑπόχρυσος γῆ, ὑπάργυρος γῆ. κάθαρσις ἀργύρου, κάθαρσις χρυσοῦ. χρυσὸς ἄπεφθος, εἰλικρινής· ἄργυρος καθαρός, ἐκκεκαθαρμένος. Ἀρυανδικὸν ἀργύριον, καὶ οἱ Δαρεικοὶ ἀπὸ Δαρείου, ὡς ἐπ' ἐκείνου ἀκριβωθέντος εἰς κάθαρσιν τοῦ χρυσίου. εὐδόκιμος δὲ καὶ ὁ Γυγάδας χρυσὸς καὶ οἱ Κροίσειοι στατῆρες. χρυσός, ἄργυρος, ὀρείχαλκος, σίδηρος, καττίτερος, μόλυβδος, ὕαλος. χρυσῖτις γῆ, ἀργυρῖτις, σιδηρῖτις. χρυσοχοεῖν, χαλκεύειν· χρυσοχόος, χαλκεύς, σιδηρεύς. μολυβδοχοῆσαι.
[88] Περὶ τοῦ πολύ· ἄπλατον, ἄπλετον, ἄπειρον, ἀμύθητον, ἀμέτρητον, ἀναρίθμητον, ἀνεξαρίθμητον, ἀνήριθμον, πάμπολυ, παμπληθές, ἄπιστον τῷ πλήθει, ἀδιήγητον. πάμμεγα, μέγα, μέγιστον, παμμέγεθες, ὑπερμέγεθες, ὑπέρογκον, ἐξαίσιον, εὐμέγεθες. καὶ τὸ ἐναντίον μικρόν, ὀλίγον, βραχύ, σύμμετρον, συμμεμετρημένον, εὐαρίθμητον.
[89] Ἕστηκεν, ἡσυχάζει, μένει, ἀτρεμεῖ, καθησυχάζει, ἠρεμεῖ, ἐφ' ἡσυχίας ἐστίν, ἀναμένει, περιμένει, ἀκινητεῖ, ἀκίνητός ἐστιν, ἑστηκώς, στάσις, ὀρθοστάδην, ἡσυχία, μονή. κάθηται, καθίζει, καθέζεται, ἀνακαθιζόμενος ὡς Πλάτων (Phaedo 60 B). Ξενοφῶν (An III 5. 17, Cyrp VI 1. 23) δὲ τὸ ἐκάθισεν ἐπὶ τοῦ καθίσαι ἐποίησεν· καθήμεθα δ' ἀντὶ τοῦ ἐκαθήμεθα Δημοσθένης (XIX 155 et 166), καὶ καθῆστο ἀντὶ τοῦ ἐκάθητο Πλάτων (Rpl I [90] 328 C, V 449 B, Euthyd 271 A). καὶ καθέδρα, ἕδρα, θρανίον, θρᾶνος, θρόνος, θᾶκος, ἕδρανον, δίφρος, καὶ δίφρος ὀκλαδίας· τὸ γὰρ σκολύθριον ὑπομόχθηρον, καὶ τὸ ἑδώλιον ἄλλης ἐστὶ χρείας. βάθρον· οὕτω δὲ ὠνομάζετο καὶ ἡ τῶν ἀνδριάντων βάσις· ἀφ' οὗ τὸ βέβηκε καὶ βεβηκέναι καὶ τὰ ἀπὸ τούτων κατὰ τὰς τῶν προθέσεων προσθέσεις. καὶ ἀναβάδην καθήμενος, καὶ βάδην ὑποχωρῶν. τὸ δὲ θακεῖν οὐκ ἂν εἴη πρὸς ἡμῶν, καθήμενος δὲ καὶ [91] καθίζων καὶ καθιζόμενος καὶ καθεζόμενος. ἐπὶ δὲ τῶν ἑστηκότων συμβεβηκὼς ἄμφω τὼ πόδε, προβεβηκὼς τὸν ἕτερον, διαβεβηκώς· ἀνίσταται, διανίσταται, ἐξανίσταται, ἐπανίσταται, ἀπανίσταται. ἔστι δὲ καὶ ἀνδριάντος στάσις καὶ ἀνάστασις καὶ πόλεως ἀνάστασις ‑ ἡ ἀναστάτωσις ‑ παρὰ Δημοσθένει (I 5) καὶ τειχῶν καὶ οἰκοδομημάτων καὶ 'ἀνάστατα ἐποίησαν τὰ ταύτῃ χωρία' εἴρηται παρὰ Θουκυδίδῃ (VIII 24. 3).
[92] Βαδίζει, βαδίζων, βάδην, βάδισις, βαδιεῖ. βαδιστικὸς παρ' Ἀριστοφάνει (Ran 128), παρὰ δὲ Κρατίνῳ (I frg 392 Ko) βαδισματίας, παρὰ δὲ Πλάτωνι τῷ φιλοσόφῳ (Charm 160 C) βαδισμός, καὶ παρὰ Θουκυδίδῃ (V 70) 'μετὰ ῥυθμοῦ βαίνοιεν' ἀντὶ τοῦ βαδίζοιεν. πορεύεται, πορευόμενος, ὅθεν καὶ πορεία, καὶ πορεῖα τὰ ὀχήματα. προάγει, προάγων, ὑπάγει, ὑπάγων· ἔστι δ' οἷον ἡγεῖται καὶ ἄγει. βαίνει, προβαίνει, ἀποβαίνει, ἀναβαίνει, προσβαίνει. καὶ ἀνάβασις καὶ ἀναβασμοὶ καὶ ἀναβεβασμένοι ἵπποι· καὶ οἱ τοῖς ἀναβαίνουσι βοηθοῦντες ἀναφέρουσιν αὐτοὺς ὀρθαῖν [93] ταῖν χεροῖν ἢ σιμαῖν ταῖν χεροῖν. καταβαίνει, κατέρχεται. καὶ κάτεισιν ἐπὶ τοῦ μέλλοντος χρόνου. πρόεισι, περιπατεῖ, ἀφ' οὗ καὶ περίπατος. τρέχει, ἀφ' οὗ δρόμος, θεῖ, ἐπείγεται. σχολαῖος περίπατος καὶ σπουδαῖος καὶ ἠρεμαῖος, καὶ σπουδή. ἠπειγμένως βαδίζων, καὶ σχολῇ περιπατεῖ καὶ ἠρέμα, καὶ ἠπειγμένος περίπατος, καὶ τὸ Ἡσιόδου (Op 731) προβάδην. ἄλλης δὲ χρείας βαίνειν, ἀναβαίνειν, καὶ ἀναβάτας ἐπὶ τῶν ἐν ταῖς ἀγέλαις ὀχείων.
[94] Φέρει, φέρεται, φορεῖον, φορεῖς, φοράδην, φορά, ἐκφορά, καὶ ἐπὶ σκευῶν καὶ ἐπὶ νεκρῶν· 'ἐπιφορὰ' γὰρ τὸ τῷ μισθῷ προστιθέμενον, ὡς Θουκυδίδης (VI 31. 3)· καὶ ἀποφορὰ οὐχ ἡ ἀποκομιδὴ μόνον, ἀλλὰ καὶ ἡ τῶν φόρων καταβολὴ καὶ πνεύματος ἀποβολή. εἴποις δ' ἂν ἐπὶ τῶν φερόντων ἆραι, ἐνεγκεῖν ἀνενεγκεῖν, κομίσαι, ἀνακουφίσαι.
[95] Ὁδοῦ δ' ἡγεμὼν ἀγωγός· ὁ γὰρ ἀγωγεὺς εὐτελέστερον. ἐν μέντοι τῷ πλήθει καὶ ἀγωγοὶ καὶ ἀγωγεῖς ῥυτοί. ὑφηγητὴς ἐξηγητής, προηγεμὼν προηγητής, παρὰ δὲ Κέβητι καὶ καθηγητής, ὥσπερ καὶ παρὰ τοῖς τραγῳδοῖς (TGF adesp 591). λέγοις δ' ἂν ὁδὸν δεῖξαι, ὁδοῦ ἡγήσασθαι προηγήσασθαι ὑφηγήσασθαι καθηγήσασθαι, ὁδὸν φῆναι. τὰ δὲ πράγματα ὁδοῦ ὑφήγησις, ἐξήγησις, δεῖξις, [96] ἀγωγή, μήνυσις, ἡγεμονία. ὁδὸς δ' ἄπορος δύσπορος δυσπόρευτος, ἀτριβής, ἀπάνθρωπος, ἀγρία, σκολιά, ἀσαφής, ἀφανής, δύσοδος, δυσπρόσοδος, ἔρημος, ἄμικτος ἀπρόσμικτος, δύσβατος δυσπρόσβατος, δυσεύρετος. ἄνιππος δὲ καὶ ἀναμάξευτος Ἡρόδοτος (II 108) λέγει. ὀρεία, ὀρθία, ἀνατεταμένη καὶ τὰ τοιαῦτα ἐν τῷ πρώτῳ ( 187) ἔχεις. τὸ δ' ἐναντίον εὔπορος, εὐθυτενής, λεωφόρος, ἁμαξιτὸς ἁμαξήλατος, ἱππάσιμος ἱππόκροτος, ἐπίδρομος, λεία, σαφής, προφανὴς ἐκφανής, τετριμμένη, τρίβος, στίβος, ἥμερος, πολυάνθρωπος, εὐεπίμικτος, ὁμαλή. τὰ δὲ τούτοις πρόσφορα τὸ πρὸ τούτου βιβλίον ἐν τοῖς ἱππασίμοις χωρίοις (I 14 186) περιέχει.
[97] Χαρά, ἡδονή, φαιδρότης, εὐθυμία, εὐφροσύνη, χαρμονή, ἵλεως διάθεσις, εὐθενία, θυμηδία, τέρψις, τερπνότης, ἀπόλαυσις· ἡ γὰρ περιχάρεια τὸ ἀμέτρως χαίρειν ὑποδηλοῖ. χαίρειν, ἥδεσθαι, φαιδρύνεσθαι, εὐθυμεῖν εὐθυμεῖσθαι, εὐφραίνεσθαι, εὐσθενεῖν, θάλλειν, τέρπεσθαι, ἀπολαύειν, γεγηθέναι· τούτου δὲ τὸ πρᾶγμα οὐκ ἔστιν, ὥσπερ οὐδὲ τοῦ γάνυσθαι. τερπνῶς, ἡδέως, φαιδρῶς· τὰ γὰρ ἐκ [98] τῶν ἄλλων ἐπιρρήματα πονηρά. μετοχαὶ δὲ τέρπων, ἀλλὰ καὶ ἔτερψεν· τὸ γὰρ ἥδων Ἰωνικόν, καὶ τὸ ἧσε σπάνιον μὲν παρ' ἡμῖν, Ἀνακρέων (frg 148 B) δ' αὐτὸ εἴρηκεν, Ἴων καὶ ποιητὴς ἀνήρ. ἀλλ' εὐφραίνων καὶ εὔφρανε, καὶ χαίρων, ἡδόμενος, φαιδρυνόμενος, εὐθυμούμενος, εὐφραινόμενος, γεγηθώς, γανύμενος. καλὸν δ' ὄνομα ἀπὸ τούτου τὸ γάνος. ἴσως δ' ἂν αὐτοῖς προσήκοι καὶ τὸ ἄλυπος καὶ ἀλύπως· Πλάτων (Leg XII 958 E) δὲ καὶ ἀλυπήτως ἔφη, ὥσπερ Σοφοκλῆς (Trach 168, O C 1662) ἀλύπητον.
λύπη, ἀνία, ἀλγηδών, ἀθυμία δυσθυμία βαρυθυμία, ἀχθηδών, ἄση, ἄλυς, κατήφεια· ἡ γὰρ περιωδυνία τὴν ὑπερβολὴν τῆς ἀμέτρου λύπης ἐμφανίζει. καὶ λυπεῖσθαι, ἀνιᾶσθαι, ἀλγεῖν, ἀθυμεῖν δυσθυμεῖν βαρυθυμεῖν, ἄχθεσθαι, ἀλύειν, ἀσᾶσθαι. καὶ λυπηρῶς, [99] ἀλγεινῶς, ἀνιαρῶς, ἐπαλγῶς, ἀθύμως δυσθύμως· οὐ γὰρ ἂν καὶ βαρυθύμως εἴποις, ἀχθεινῶς δὲ καὶ ἀσηρῶς. ἄλλης δὲ χρείας πάθος πάθημα, πένθος, δυστυχία, ἀτυχία, συμφορά, δυσποτμία, κακοδαιμονία, δυσπραγία κακοπραγία. παθεῖν, πενθεῖν, δυστυχεῖν ἀτυχεῖν ‑ Θουκυδίδης (II 60. 3) δὲ καὶ κακοτυχεῖν ‑ ἐπὶ συμφορᾶς εἶναι, συμφορᾷ περιπεσεῖν, κακοπραγεῖν, καὶ πενθικῶς πράττειν. δυστυχῶς ἀτυχῶς, δυσπότμως. ἔστι δὲ καὶ καθ' ἕτερον χρείας εἶδος δακρύειν οἰκτείρεσθαι, ὀδύρεσθαι ἀποδακρύειν, κλαίειν ἀνακλαίειν, ἀποθρηνεῖν, οἰκτίζεσθαι, ὀλοφύρεσθαι, [100] κατοδύρεσθαι. Ξενοφῶν δὲ ποιητικωτέρως καὶ γοωμένη που (Cyrop IV 6. 9) λέγει.
παραμυθεῖσθαι, παρηγορεῖν παρηγορεῖσθαι, ἐπικουφίζειν, ἐπελαφρύνειν, ἀναφέρειν, ἀνιστάναι, ἐπεγείρειν, νουθετεῖν, ἐπανορθοῦσθαι, σωφρονίζειν. παραμυθία παραμύθιον, παρηγορία, κουφισμὸς ἐπικουφισμὸς καὶ παρὰ Θουκυδίδῃ (VII 75. 6) κούφισις, νουθεσία, σωφρονισμός, ἐπανόρθωσις, παραψυχή, ἀφ' οὗ ῥῆμα οὐκ ἔστιν, ὥσπερ οὐδ' ἀπ' ἐνίων ῥημάτων ὀνόματα. λόγοι δὲ παραμυθητικοί, [101] παρηγορικοί, νουθετικοί, σωφρονιστικοί, καὶ ἄλλης χρείας λόγοι ἐπιτάφιοι, ἐπικήδειοι, ἐλεγεῖα, ἐπιγράμματα. πάθος δὲ δυσπαραμύθητον, εὐπαραμύθητον, ἀπαραμύθητον. ἐπιχαίρειν, ἐφήδεσθαι, καταχαίρειν. Ἰσοκράτης (VIII 87) δ' ἔφη καὶ 'συνηδόμενοι ταῖς ἡμετέραις συμφοραῖς' ἀντὶ τοῦ ἐφηδόμενοι. ἐπεμβαίνειν, καταγελᾶν, καταχλευάζειν. καὶ ὄνομα παρὰ Θουκυδίδῃ (III 67. 4) οἱ ἐπίχαρτοι, ὥσπερ καὶ οἱ καταγέλαστοι· τὸ γὰρ παρὰ Ποσειδίππῳ (III frg 42 Ko) ἐπίχαρμα μοχθηρόν. Φιλωνίδης (I frg 11 Ko) δὲ τὸν ἐπιχαίροντα ἐπιχάρτην εἴρηκεν· ἀλλὰ καὶ τοῦτο φαῦλον, ὥστε βέλτιον μὴ ὀνόμασι χρῆσθαι ἀλλὰ μετοχαῖς. καίτοι ὅ γε ἐπιχαιρέκακος ἀνεκτόν.
[102] εὐτυχία, εὐπραγία, εὐποτμία, εὐπραξία. συγχαίρειν, συνήδεσθαι, συνευτυχεῖν, ἢ βασκαίνειν, φθονεῖν.
Τάφος, μνῆμα, μνημεῖον, μνημόσυνον, ἠρία, θῆκαι, σοροί, πύελοι, ληνοί. χῶμα χῶσαι, χῶμα ἐγεῖραι, χῶμα περιβαλέσθαι, στήλην ἀναστῆσαι, ἐπίγραμμα ἐπιγράψαι, χοὰς χέασθαι, ἐναγίσαι. ἐναγίσματα, κτερίσματα, προθέσεις, ἐκφοραί, ἔνατα, τριακάδες, γενέσια, νεκύσια· ταῦτα γὰρ ἐπὶ θεραπείᾳ τῶν ἀπηλλαγμένων ἐνενόμιστο.
[103] Ποταμοὶ δὲ μεγάλοι, ὑπερμεγέθεις, βαθεῖς, πλατεῖς, ἀέναοι ἀείνεῳ, ἀείρρυτοι, ἀνελλιπεῖς, ἀνενδεεῖς, κυματίαι, νεανικοί, ναυσίποροι, πλωτοί, ναυσιπέρατοι, οὐ διαβατοί, βίαιοι, ῥόθιοι, ῥοώδεις, εὔρωστοι· καὶ λόγῳ· οὓς οὐκ ἄν τις περάσειεν ἄνευ νεῶν, ἄποροι ὅτι μὴ ναυσίν, οὓς διὰ μέγεθος ἐργῶδες τὸ πλεῦσαι. ἰσομέτρητοι θαλάττῃ, ἰσοπληθεῖς, ἐνάμιλλοι, σφαλερόνηκτοι. τὸ δ' ἐναντίον χείμαρροι, χαράδραι, ὑδρορρόαι, ἀμάραι· ἄπλωτοι, διαβατοί, ποσὶ περατοί, κάτω κνήμης ῥέοντες, κάτω γόνατος, 'οὐδ' ἂν τὸ γόνυ βρέξειας.'
[104] Ἐρεῖς δ' ἐπὶ ἀρρώστου ἔκαμεν, ἠρρώστησεν, ἐνόσησεν, ἠσθένησεν, ἐμαλακίσθη, μαλακῶς ἔσχεν· καὶ κάμνων, ἀρρωστήσας, νοσήσας, ἀσθενήσας, μαλακισθείς, μαλακῶς ἔχων. τὸν δὲ κάμνοντα Θουκυδίδης (II 51. 6) τὸν πονούμενον εἴρηκεν· 'τόν τε θνήσκοντα καὶ τὸν πονούμενον ᾠκτίζοντο.' τὰ δὲ πράγματα κάματος, ἀρρωστία, [105] νόσος νόσημα, ἀσθένεια, μαλακία. καὶ τὰ ἐπιρρήματα καματηρῶς, ἀρρώστως, νοσηρῶς, ἐπινόσως, νοσωδέστερον ‑ τὸ γὰρ νοσωδῶς ἔχει τινὰ πρὸς τὴν ἀκοὴν δυσχέρειαν ‑ νοσηρότερον, ὅθεν καὶ νοσηρὸν χωρίον καὶ νοσῶδες χωρίον· τὸ γὰρ νοσακερὸν ἐσχάτως κωμικόν (III p. 588. 1089 Ko). ἀσθενῶς, μαλακῶς μαλακώτερον. ἔστι δὲ καὶ λόγῳ εἰπεῖν· φαύλως μοι διάκειται τὸ σῶμα, καὶ ἐπιπόνως ἔχω τοῦ σώματος, ἐνδεέστερον διάκειμαι τὸ σωμάτιον, ἐνδίδωσί μοι τὸ σῶμα ὑπ' ἀρρωστίας. καὶ μὴν ὀνομάτων ἄν τις [106] ἐκ τούτων εὐπορήσειεν, νοσώδης, ἐπίνοσος, ἄρρωστος, ἀσθενής. ἕτερα δ' εἰς ταὐτὸν φέροντα κλινοπετής, κλινήρης, κατακλινής· ἀπὸ δὲ τούτων οὔτε πρᾶγμα οὔτ' ἐπίρρημα οὔτε ῥῆμα οὔτε μετοχὴν ἔστιν εὑρεῖν. εἴη δ' ἂν τούτοις προσῆκον καὶ ἐπιθανάτως ἔχειν, καὶ ὡς Ἡρόδοτος (IX 72) ἐδυσθανάτει, οὗ τὸ ἐναντίον εὐθανάτως Κρατῖνος (I frg 413 Ko) λέγει. τὸ δὲ λιποψυχεῖν παρὰ Θουκυδίδῃ (IV 21. 1) ὠνόμασται. τοὺς μέντοι κεκμηκότας τοὺς ἀποθανόντας [107] ὁ αὐτὸς (III 59. 2) εἴρηκεν. πρὸς θάνατον ἔρρεπε, σφαλερῶς εἶχεν, ἐπικινδύνως εἶχεν, ἐπὶ βραχείας ἦν τῆς ῥοπῆς, ἐπ' ὀλίγης ἐλπίδος, ἀπέγνωστο. συντάττοιτο δ' ἄν τις τούτοις καὶ τὸ ἐπανῆλθε τὸ νόσημα, ὑπετροπίασε τὸ νόσημα, ὑπέστρεψεν, ἀνθυπέστρεψεν, ὑπανετροπίασεν. τὸ δ' ἐναντίον ὑγιαίνειν, ἐρρῶσθαι, ὑπερερρῶσθαι, σῶν εἶναι, ἀκήρατον, ἄνοσον, ὅθεν καὶ 'ἔτος ἄνοσον' ὁ Θουκυδίδης (II 49). τὸν δ' ἄνοσον καὶ ἀνόσητον Σοφοκλῆς (TGF 914 N)· τὸν δ' αὐτὸν ἐρεῖς ἄπονον. καὶ τὰ πράγματα ὑγίεια, ῥώμη, σωτηρία, ἀνοσία, ἀπονία. καὶ τὰ ἐπιρρήματα [108] ὑγιεινῶς, ἐρρωμένως, ἀνόσως, ἀπόνως. καὶ τὰ ὀνόματα ὑγιεινός, ἐρρωμένος, σῶς, ἀκήρατος, ἄπονος, ἄλυπος. καὶ ἐπὶ τῶν ἐκ νόσου διανισταμένων, ἀνεκτήσατο τὴν ψυχήν, καὶ ἀνεζώωσεν, ἀνέσφηλεν, ἀνήνεγκεν, ἐρράισεν ἀνερράισεν, ἀνέστη καὶ ἐξανέστη, ἀνεβίω καὶ ἀναβιώσκεται, καὶ ἀνεβιωσάμην αὐτόν. ἐνοσήλευσα ἐξενοσήλευσα. καὶ ἀνασφήλας, ἀνενεγκών, ῥαΐσας ἀναρραΐσας, ἐξαναστάς, ἀναβιούς. εἴποις δ' ἂν καὶ ἐπαύσατο τῆς νόσου, καὶ λήξαντος αὐτῷ τοῦ νοσήματος, καὶ τραπείσης εἰς τὸ βέλτιον τῆς ἀρρωστίας, καὶ ἔρρεψε πρὸς τὸ κρεῖττον, καὶ τὰ τοιαῦτα. καὶ ἐπεβίω δὲ καὶ ἐπιβιούς· καὶ τὸ παιδίον ἐπιβιὸν Ἰσαῖος (frg 156 Tur) εἴρηκεν. ἐπὶ δὲ νοσοῦντος ἐπισκοπεῖν φησὶν ὁ Ξενοφῶν (Cyrop VIII 2. 25).
[109] Πλούσιος, εὔπορος, εὐχρήματος, πολυχρήματος, εὖ πράττων εἰς χρημάτων λόγον, ζάπλουτος μεγαλόπλουτος, μεγαλοπλούσιος βαθυπλούσιος· Πλάτων δ' ἐν τοῖς Νόμοις (V 743 C) καὶ παμπλούσιον εἴρηκεν. ὁ δ' Εὐπόλιδος (I frg 159 v 9 Ko) πλοῦταξ πέπαικται. πολύχρυσος, οὐκ ὀλιγόχρυσος, πολυάργυρος, εὐκτήμων πολυκτήμων, ἐν περιουσίᾳ ὤν, περιουσιάζων, ἐν περιουσίᾳ ζῶν, εἷς ὢν τῶν εὐδαιμόνων, τῶν ὀλίγων, ἢ ὡς Ἡρόδοτος (V 30) τῶν παχέων· καὶ ἄλλης χρείας τῶν λειτουργούντων, τῶν οἶκον λειτουργοῦντα διαδεξαμένων, ἐκ μεγάλου διαγράμματος, [110] εὔκληρος βαθύκληρος. καὶ τὰ ῥήματα πλουτεῖν, εὐπορεῖν, εὐχρηματεῖν· καὶ αἱ μετοχαὶ πλουτῶν, εὐχρηματῶν, εὐπορῶν, τὰ δ' ἐπιρρήματα πονηρά. εἴποις δ' ἂν πλουτηρὸν χρῆμα καὶ πλουτοποιὸν καὶ χρηματοποιόν. καὶ τὰ πράγματα πλοῦτος, εὐπορία, εὐχρηματία πολυχρηματία, πολυχρημοσύνη, πολυκτημοσύνη, περιουσία. τὰ δ' ἐναντία πένης, πενιχρός, ἀχρήματος, ἄπορος, ἀκτήμων, ἄχρυσος, ἀνάργυρος, ἐνδεής, ἐνδεῶς πράττων, ἀπόρως πράττων, [111] τῶν ἐπιτηδείων σπανίζων, τῶν ἐφημέρων ἀπορῶν, πτωχός, πτωχεύων, ἀγείρων, προσαιτῶν, μισθωτός, μισθαρνῶν, πελάτης, θής, ἀγαπητῶς παρατρεφόμενος, εἰς ἀλλοτρίας χεῖρας ἀποβλέπων, βωμολοχῶν, ἀπορούμενος. ἀπορεῖν, πένεσθαι, πτωχεύειν, ἀγείρειν, ἐπ' ἐνδείας εἶναι, βωμολοχεῖν, προσαιτεῖν, μισθαρνεῖν, μισθοφορεῖν, δουλεύειν ἐπὶ λεπτοῖς λήμμασι, παρασιτεῖν, παρατρέφεσθαι, παραδειπνεῖν, καὶ τὰ πράγματα πενία, ἀχρηματία, ἀχρημοσύνη, ἀκτημοσύνη, ἔνδεια, ἀπορία, πτωχεία, ἀγερμός, βωμολοχία, θητεία.
[112] Φιλάργυρος, φιλόχρυσος, αἰσχροκερδής, φιλοχρήματος, φιλοκερδής, φιλοχρηματιστής, χρηματιστικός, ἀνελεύθερος, ὀβολοστάτης, καὶ ἡ γυνὴ ὀβολοστάτις· ὁ γὰρ κίμβιξ καὶ κυμινοπρίστης οὐκ ἀνεκτά. φαίης δ' ἂν ἐλάττων χρημάτων, πᾶν ἂν πράξας ἐπὶ χρήμασιν, οὐδὲν ἂν αἰσχυνθεὶς ᾧ λῆμμα πρόσεστιν, ἐκ παντὸς χρηματιζόμενος, χρήμασι τὴν εὐδαιμονίαν μετρῶν, πρὸς ἀργύριον κεχηνώς, πρὸς [113] ἀργύριον φθεγγόμενος, τὴν ψυχὴν ἂν ἀνταλλάξας τοῦ χρυσίου καὶ λαμβάνων ἀφ' ὧν οὐ δεῖ καὶ μὴ διδοὺς εἰς ἃ δεῖ, τὴν ψυχὴν ἂν ἀργυρίου προέμενος. τὰ δὲ πράγματα φιλοχρημοσύνη, φιλαργυρία, φιλοχρυσία, φιλοχρηματία, αἰσχροκέρδεια, φιλοκέρδεια, χρηματισμός, ἀνελευθερία. ῥήματα δ' οὐκ ἔστιν ὅτι μὴ χρηματίζειν, καὶ ὡς Ἀντιφῶν (frg 182 Bl) φιλοχρηματεῖν, καὶ ὡς Ὑπερείδης (frg 223 Bl) αἰσχροκερδεῖν, καὶ χρηματίζεσθαι, καὶ ὀβολοστατεῖν. ἐπιρρήματα δὲ φιλοχρημάτως καὶ φιλοχρηματιστικῶς καὶ ἀνελευθέρως· [114] τὰ δ' ἄλλα χείρω. ὧν τὰ ἐναντία μεγαλόφρων, μεγαλόψυχος, μεγαλογνώμων, ἐλεύθερος, ὑπεράνω λημμάτων, κρείττων χρημάτων, οὐκ ἀντικαταλλαττόμενος χρήματα τοῦ καλοῦ, πλοῦτον τὴν ἀρετὴν τιθέμενος, οὐδὲν ἂν λῆμμα προσιέμενος ᾧ τις αἰσχύνη πρόσεστιν, ἡδέως ἂν εἰς ἃ δεῖ διδοὺς ἢ λαμβάνων ἀφ' ὧν οὐ δεῖ. τὰ δὲ πράγματα μεγαλοφροσύνη, μεγαλοψυχία, μεγαλογνωμοσύνη, ἐλευθερία. ῥήματα δ' ἀπὸ μὲν τῶν οὐκ ἔστιν, ἀπὸ δὲ τῶν παμπόνηρα. τὰ δ' ἐπιρρήματα μεγαλοφρόνως, μεγαλοψύχως, μεγαλογνωμόνως, ἐλευθέρως.
[115] πάλιν δὲ καθ' ἕτερον χρείας εἶδος φειδωλός, γλίσχρος, ταμιευτικός, ἀκριβής, θησαυροποιός, θησαυριστικός, θησαυριστής, ταμιευτικός, κατορύττων τὸ ἀργύριον, φρουρὸς χρημάτων, φύλαξ ἀργυρίου, ἄγρυπνος εἰς τὴν φυλακήν, τῷ βαλαντίῳ προστετηκώς, δανείζων ἔγγυα δανείσματα, ναυτικὰ καὶ ἐκδόσεις, ἐπὶ μεγάλοις τόκοις παρακινδυνεύων, ἐπὶ κέρδους ἐλπίδι. μικροπρεπής, ἀνελεύθερος, δουλοπρεπής. Πλάτων δ' ἐν Παρμενίδῃ (130 C?) καὶ ῥυπαρὸν εἴρηκεν, Εὔπολις δὲ (frg 306 Ko)
εἶδες χορηγὸν πώποτε ῥυπαρώτερον
τοῦδε;
[116] θᾶττον ἂν τοῦ αἵματος ἢ χρημάτων μεταδούς τινι, οἰκτρός, στενός, ἄθλιος, κακοδαίμων, ταπεινός, ἐλεεινός, ἄγχων τοὺς χρήστας, ἀποπνίγων τοὺς ὀφείλοντας, ἀπάγων ὑπερημέρους. τὰ δὲ ῥήματα φείδεσθαι, ταμιεύειν ταμιεύεσθαι, θησαυροποιεῖν, φρουρεῖν, ἀγρυπνεῖν, φυλάττειν. καὶ τὰ πράγματα φειδωλία, ταμίεια· φρουρὰ χρημάτων, τήρησις, φυλακή· μικροψυχία, ἀνελευθερία, μικροπρέπεια, καὶ ὡς Κριτίας (frg 47 Bach) ῥυπαρία, δουλοπρέπεια, κακοδαιμονία, ἀθλιότης, οἰκτρότης. καὶ τὰ ἐπιρρήματα φειδωλῶς, [117] γλίσχρως, ταμιευτικῶς· τοῖς γὰρ ἄλλοις ἄν τις δυσχεράνειεν. ὁ δ' ὑπεναντίως διακείμενος ἀφειδής, ἀταμίευτος, ἄσωτος, ἐκκεχυμένος, ἀθησαύριστος, ἀπρόοπτος τοῦ μέλλοντος, οὐ περισκοπῶν τὸ μέλλον, ὅλος τῆς τήμερον ἡμέρας, ῥίπτων τὰ χρήματα, κατεδηδοκὼς τὰ πατρῷα, καταναλίσκων, ἐκχέων, ἀπολλύς, σπαθῶν τὴν οὐσίαν, κατακυβεύων, καταπορνοκοπῶν, ἐφήμερος τῷ βίῳ. ἐπιρρήματα δ' ἀφειδῶς, ἀταμιεύτως, ἀπροόπτως τοῦ μέλλοντος, ἀπεριόπτως, ἀπερισκέπτως, ἀτεκμάρτως, ἀπροοράτως. τῶν δὲ πραγμάτων ὀνόματα [118] οὐκ ἔστιν ὅτι μὴ ἀσωτία. τῷ δὲ φειδωλῷ μετ' ἐπαίνου ἀντίκειται ἐκτενής, δαψιλής, λαμπρός, ἄφθονος, φιλότιμος, ἐλευθέριος, φιλάνθρωπος, φιλόδωρος μεγαλόδωρος πολύδωρος, τοῖς δεομένοις ἐπαρκῶν, τῶν ὄντων μεταδιδούς, μεγαλοπρεπής, ἐλευθεροπρεπής. τὰ δὲ πράγματα δαψίλεια, λαμπρότης, ἀφειδία, ἀφθονία, μεγαλοπρέπεια, φιλοτιμία, φιλοδωρία μεγαλοδωρία πολυδωρία, ἐλευθεριότης· [119] ἡ γὰρ ἐλευθεροπρέπεια καὶ ἐκτένεια τὸ μὲν σκληρὸν τὸ δὲ εὐτελές. τὰ δ' ἐπιρρήματα δαψιλῶς, ἐκτενῶς ἀφθόνως, μεγαλοπρεπῶς, ἀνέδην, χύδην, ἐλευθεροπρεπῶς, ἐλευθερίως, φιλοτίμως, φιλανθρώπως, φιλοδώρως μεγαλοδώρως, λαμπρῶς, ῥήματα δὲ λαμπρύνεσθαι, ἐπιδαψιλεύεσθαι, φιλανθρωπεύεσθαι, ἐπιδιδόναι τοῖς χρῄζουσιν, ἐπικουρεῖν τοῖς δεομένοις, φιλοτιμεῖσθαι.
[120] Πρόθυμος, ἐρρωμένος, ῥωμαλέος, σφοδρός, σύντονος, συντεταμένος, φιλότιμος, φιλόπονος, φιλεργός, νεανικός, εὔρωστος, γενναῖος, γεννάδας, γεννικός, ἐνεργός, ἄοκνος, ἐλευθερουργός, ἀνδρεῖος ἀνδρικὸς ἀνδρώδης, ἐθελουργός, ἐγρηγορώς, ἴτης, ἄγρυπνος, φροντιστής, ἀπροφάσιστος, ἕτοιμος, πρόχειρος. τὰ δὲ πράγματα προθυμία, ῥώμη, σφοδρότης, φιλεργία· ἡ γὰρ φιλοπονία εὐτελές, ὥσπερ καὶ ἡ ἀοκνία, ἀγρυπνία. εὐρωστία δὲ καὶ ἀνδρία καὶ ἀνδρισμός· ἡ γὰρ ἀνδρειότης σκληρόν, ἡ δὲ γενναιότης τὴν εὐγένειαν [121] δηλοῖ. ἐγρήγορσις, νεανιεύματα. ἀπὸ δὲ τῶν ἄλλων οὐκ ἔστι πραγμάτων ὀνόματα ἀλλὰ ῥήματα, ἐντεῖναι συντεῖναι ἐπισυντεῖναι, πονῆσαι ἐπιπονῆσαι, νεανιεύσασθαι ἐπινεανιεύσασθαι, ἀνδρίσασθαι, ἐγρηγορέναι, φροντίζειν, ἀγρυπνεῖν, ἐρρῶσθαι, εὐρωστεῖν· τὰ γὰρ ἀπὸ τῶν ἄλλων βίαια. ἐπιρρήματα δὲ ῥωμαλέως, ἐρρωμένως, σφοδρῶς, ἐντεταμένως, ἐντόνως συντόνως, φιλοπόνως, φιλεργῶς, ἀόκνως, ἀνδρείως ἀνδρωδῶς ἀνδρικῶς, ἐθελουργῶς, ἐνεργῶς, ἑτοίμως, ἀγρύπνως, πεφροντισμένως, ἐγρηγορότως, ἀπροφασίστως, [122] προθύμως. τὰ δ' ἐναντία βλάξ, βλακικός, μαλακός, ἀναβεβλημένος, ὑπερβαλλόμενος, μελλητής, ἐκλελυμένος, ἀμβλύς, βραδύς, ἀδύνατος, ἀσθενής, ἀναπεπτωκώς, ἄθυμος, ἀργός, ἄρρωστος, ἄνανδρος, ὀκνώδης, κατανυστάζων, ἀποκαθεύδων, ἀποκαθήμενος, ὀλίγωρος, ῥᾴθυμος, ἀμελής, ὕπτιος, νωθρός, νωθής. τὰ δὲ πράγματα βλακεία, μαλακία, ἀμβλύτης, βραδυτής, μελλησμός, ἀδυναμία, ἀδυνασία, ἀσθένεια, ἀργία, ἀρρωστία, ὄκνος, ἔκλυσις, ἀθυμία, ῥᾳθυμία, ἀνανδρία, νώθεια, νωθρότης, ὀλιγωρία, ἀμέλεια, ὑπτιότης. καὶ τὰ μὲν ῥήματα βλακεύειν, ἀμελεῖν, ἀναπεπτωκέναι, μέλλειν διαμέλλειν, [123] ὑπερβάλλεσθαι, ἐκλελύσθαι, ἀργεῖν καταργεῖν, ὑπτιάζειν, ὀκνεῖν κατοκνεῖν, κατανυστάζειν, καθεύδειν, ἀποκαθῆσθαι ἀποκαθέζεσθαι, ὀλιγωρεῖν, ῥᾳθυμεῖν, βραδύνειν, ἀρρωστεῖν ‑ βέλτιον δὲ τὸ ἀρρώστως ἔχειν ‑ ἀθυμεῖν ἐξαθυμεῖν. τὰ δ' ἐπιρρήματα βλακωδῶς, βλακικῶς, βλακωδέστερον, μαλακῶς, ἀβλεμέως, βραδέως, ἀναπεπτωκότως, ἀναβεβλημένως, ἐκλελυμένως, ἀθύμως, ἀργῶς, ἀνάνδρως, ἀρρώστως, ὀκνηρῶς, ὀλιγώρως, ῥᾳθύμως, ἀγεννῶς, ἀμελῶς, νωθρῶς, ὑπτίως, ἀσθενῶς, ἀδυνάτως.
[124] Διαθέσθαι φορτίον, ἀποδόσθαι, πωλῆσαι, ἀπεμπολῆσαι, ἀντικαταλλάξασθαι πρὸς ἀργύριον, ἀλλάξασθαι πρὸς ἀργύριον, ἀποκηρῦξαι, καπηλεῦσαι, μεταβαλέσθαι· ἀπωνηθήσεται δὲ τὸ πεπράσεται Θεόπομπος εἴρηκεν ὁ κωμικός (I frg 84 Ko), καὶ τὸ πρᾶγμα διάθεσις, ἀπόδοσις, εἰ μὴ ἀμφίβολον, πρᾶσις, ἐμπόλησις, ἀλλαγή, ἀποκήρυξις, καπηλεία, μεταβολή· Ξενοφῶν (Oecon III 9) δὲ καὶ πώλησις εἴρηκεν. καὶ τὰ ὀνόματα κάπηλος, πρατήρ, μεταβολεύς, [125] πωλητής· Ὑπερείδης δὲ καὶ πράτην εἴρηκεν ἐν τῷ Συνηγορικῷ (frg 163 Bl), πωλήτριαν δ' Ἕρμιππος ὁ κωμικός (I frg 93 Ko)· ἀπὸ γὰρ τῶν ἄλλων οὐκ ἔστιν, ὥσπερ οὐδ' ἐπιρρήματα πλὴν καπηλικῶς καὶ μεταβλητικῶς. ἐπὶ δὲ τῶν ἀνδραπόδων ἔστιν εἰπεῖν κατὰ Δημοσθένην (XXIV 203) 'ἐπ' ἐξαγωγῇ ἀπέδοτο.' ὁ δὲ πολλάκις πραθείς, ὃν εἴποι τις ἂν παλίμπρατον, παλίμβολος ἂν λέγοιτο. ἐπὶ δὲ τῶν πολλοῦ πιπρασκόντων εἴποις ἂν ἐπιτιμῶσιν, ἀνατιμῶνται, ἐπιτείνουσι τὰς τιμάς, ὡς τὸ ἐναντίον ἐπευωνίζουσιν, ἄξια [126] πιπράσκουσιν. ὁ δὲ τόπος πρατὴρ λίθος καὶ πωλητήριον καὶ ὡς Ἡρόδοτος (VII 23) πρατήριον. παρὰ δὲ τοῦ πιπράσκοντος ὠνήσασθαι, ἀγοράσαι, πρίασθαι, καὶ ὠνητός, καὶ ὠνούμενος καὶ ὠνητιῶν καὶ ἀγοράζων. ἀντ' ὀνομάτων αὗται μετοχαί· ὁ γὰρ ἀγοραστὴς ἐπὶ τοῦ ὀψωνοῦντος τέτακται. καὶ Πλάτων δ' ὁ κωμικὸς (I frg 224 Ko) λέγει 'παῦσαι δυσωνῶν.' ὁ γὰρ δυσώνης οὐκ οἶδα μὲν εἰ παρά τινι, ἐν δὲ παροιμίᾳ. τὸ δὲ πρᾶγμα ὠνὴ καὶ ἀγορά.
[127] Ξενοφῶν (Cyrop VI 2. 39) δὲ καὶ τὴν 'ἐμπολὴν' ἐπὶ τοῦ ἀγοράζειν ἔταξεν. Πλάτων (Soph 219 D) δὲ τῆς ἀγοράσεως εἴρηκεν, ὡς τῆς ἀγορασίας Τηλεκλείδης (II frg 51 Ko). τὰ δὲ πιπρασκόμενα φορτία, ῥῶπος, ἀγοράσματα, ὤνια, γέλγη, εἰ μὴ κωμικώτερον (Eupol I frg 304 Ko), ὠνητά, καὶ ὡς Ξενοφῶν() πώλημα· ὁ αὐτὸς δὲ καὶ πράσιμον εἴρηκεν ἐν τῇ Παιδείᾳ (IV 5. 42)· παρ' ἄλλῳ δ' οὐδέτερον εὑρὼν μνημονεύω. ἐπίρρημα δ' οὐκ ἔστιν ἀπ' οὐδενός.
[128] Ἀγεῖραι συναγεῖραι, συλλέξαι συλλέξασθαι, ἀθροῖσαι, ἀθροίσασθαι, συναθροῖσαι, συναθροίσασθαι, πορίσαι συμπορίσαι συμπορίσασθαι, συνενεγκεῖν, συνάγειν, συστῆσαι συστήσασθαι, συμφορῆσαι [129] συμφορήσασθαι, συνερανίσαι. τὰ δὲ πράγματα ἀγερμὸς συναγερμός, ἄθροισις συνάθροισις, συναθροισμὸς ἀθροισμός, πόρος, συναγωγή, ἔρανος, συλλογή, σύστασις· δύσφθεγκτα δὲ τὰ λοιπά. ὄνομα δὲ μόνον ὁ συλλογεύς· ἕτερον γάρ τι ὁ ἐρανιστὴς καὶ ὁ ἀγύρτης. τὸ δ' ἐναντίον ἐκχέαι, ῥῖψαι διαρρῖψαι, προέσθαι, σπαθῆσαι, ἀπολέσαι, διασπεῖραι. ἐπίρρημα δ' ἓν μόνον τὸ ἐκκεχυμένως. ὄνομα δ' οὐκ ἔστιν οὐδὲ πρᾶγμα, ἀλλὰ μετοχαί.
[130] Ἀνύποιστον, δύσοιστον ‑ Εὔπολις (frg 410 Ko) δὲ λέγει καὶ δυσάλγητον ‑ δυσάνεκτον δυσανάσχετον, οὐκ ἀνεκτόν, οὐ φορητόν, δύσφορον ἀφόρητον, ἐπίπονον, βαρύ, φορτικόν, ἐπαχθές, καὶ κατὰ Θουκυδίδην (I 118. 2, II 21. 2) 'οὐκ ἀνάσχετον,' ἀφ' οὗ καὶ τὸ δυσανασχετοῦντες (VII 71. 6) πεποίηκεν. εἴη δ' ἂν ἀπὸ τῶν προειρημένων ῥῆμα καὶ τὸ δυσφορεῖν. καὶ ἐπιρρήματα ἀνυποίστως, δυσοίστως, ἀφορήτως, δυσανέκτως δυσανασχέτως, δυσφόρως, [131] φορτικῶς, βαρέως, ἐπαχθῶς. λόγῳ δ' ἔστιν εἰπεῖν, ὃ οὐκ ἄν τις ὑπομείνειεν, ὃ οὐκ ἄν τις ἐνέγκαι, τίς δ' ἂν ὑπενεγκεῖν δυνηθείη; τίς δ' οὐκ ἂν ἐπὶ τούτῳ δυσχεράνειεν; καὶ ἄλλα πλείω. τὸ δ' ἐναντίον κοῦφον, εὔφορον, οἰστόν, ἀνθρώπινον, ἀνεκτόν, φορητόν, ἀνάσχετον. καὶ κούφως, εὐφόρως, ἀνθρωπίνως, ἀνεκτῶς· τὸ γὰρ οἰστῶς καὶ φορητῶς κακίω.
Ἄλλης δὲ χρείας δύσκολον, δυσμενές, δύστροπον, δυστράπελον, παλιντράπελον, δυσχερές, δύσπρακτον, δυσκατέργαστον, δυσκατάπρακτον, παλίγκοτον, παλίμβολον, κακόηθες, ὕπουλον, δολερόν, κακοῦργον, πανοῦργον, ἐπίσκιον, σεσηρός, δεδυκός, σκοτεινόν, σκολιόν, δυσπετές, ἐργῶδες, ἀλλόκοτον, ὧν ἔνια καὶ ἑτέρας [132] ἐστὶ χρείας. καὶ δυσκόλως, δυσμενῶς, δυστρόπως, δυστραπέλως, δυσχερῶς, ἀλλοκότως, παλιμβόλως, κακοήθως, ὑπούλως, δολερῶς, κακούργως, πανούργως, σεσηρότως· τὰ δ' ἀπὸ τῶν ἄλλων φαυλότερα. καὶ ὀνόματα ἀρρενικὰ ἀπὸ πάντων, καὶ τὰ πράγματα ἐκ τῶν πλείστων· δυσκολία, δυστροπία, δυσμένεια, δυσχέρεια, δυστραπελία, παλιντραπελία, παλιμβολία, κακοήθεια, κακουργία, πανουργία· [133] πονηρὰ δὲ τὰ Πλάτωνος ἐν Φιλήβῳ (44 D) δυσχεράσματα. ῥήματα δὲ δυσκολαίνειν, δυσμεναίνειν, κακουργεῖν, πανουργεῖν· τὰ γὰρ ἀπὸ τῶν ἄλλων δύσφθεγκτα. τὰ δ' ἐναντία ῥᾴδιον, πρόχειρον, εὐχερές, εὔκολον, εὐπετές, εὔπρακτον, ἄπονον, εὐκατέργαστον, ἁπλοῦν τε καὶ ἀπάνουργον, καὶ εὔτροπον καὶ φανερὸν καὶ ἀναπεπταμένον καὶ ἄδολον καὶ εὐθὺ καὶ ἀπαρακάλυπτον. καὶ τὰ ἀπ' αὐτῶν ἐπιρρήματα, καὶ ὀνόματα ἀρρενικά, καὶ ἀπ' ἐνίων πράγματα.
[134] Κίνδυνος, κινδυνῶδες, ἐπικίνδυνον, δεινόν, ἐκπληκτικόν, φοβερόν, ἐπιδεές, σφαλερόν, ἐπισφαλές. καὶ φιλοκίνδυνος, ῥιψοκίνδυνος, θρασύς, τολμηρός, πάντολμος, παρακινδυνευτικός, ἐθελοκίνδυνος, ῥᾳδιουργός, θερμουργός, ἰταμός, ἀπονενοημένος, παραβεβλημένος· τὸ γὰρ λεουργὸς παρὰ Ξενοφῶντι (Memor I 3. 9) φορτικόν. ἀλλὰ πρόχειρος εἰς τὰ δεινά, ἕτοιμος εἰς τὰ σφαλερά, προπετής, τολμητής. 'κἂν εἰς πῦρ ἅλοιτο, κἂν εἰς μαχαίρας κυβιστήσαι.' [135] καὶ ταῦτα μὲν ἂν εἴποις ψέγων, ἐπαινῶν δ' εὔτολμος, θαρραλέος, εὐθαρσής, ἄφοβος, ἀδεής, ἀνέκπληκτος, εὔψυχος· τὸ δ' ἴτης κοινὸν ἐφ' ἑκατέρου. τὰ δὲ πράγματα ἐπὶ μὲν ψόγου θερμουργία, ῥᾳδιουργία, τόλμα, θρασύτης, θράσος, ἀπόνοια, εὐχέρεια, προπέτεια, ἐπὶ δ' ἐπαίνου θάρσος, εὐψυχία, εὐτολμία, ἄδεια. τὸ γὰρ ἀφοβία πάνυ εὐτελές. ῥήματα δὲ τοῦ μὲν ταῦτα μόνα, θρασύνεσθαι, τολμᾶν, παρακινδυνεύειν, παραβάλλεσθαι, ἀπονενοῆσθαι, [136] τοῦ δὲ μόνα εὐψυχεῖν τε καὶ θαρρεῖν. τὰ δ' ἐπιρρήματα τολμηρῶς τολμηρότατα, θρασέως θρασύτατα, φιλοκινδύνως, ῥιψοκινδύνως, παρακεκινδυνευμένως, παρακινδυνευτικῶς, παραβεβλημένως, ἀπονενοημένως, προπετῶς, ἰταμῶς· καὶ τὰ ἐπαινετὰ εὐτόλμως, θαρραλέως, εὐθαρσῶς, ἀφόβως, ἀδεῶς, εὐψύχως, ἀνεκπλήκτως, ὧν ἐνίοις καὶ τὰ ὑπερθετικὰ οὐ κακίω πρόσεστιν. ἐκ δὲ τοὐναντίου δειλός, ἀποδειλιῶν, ἀθαρσής, ἄνανδρος, ἐπιδεὴς καταδεής, συνεσταλμένος, κατεπτηχώς, ἀγεννής, εὐλαβής, περίφοβος, φιλόψυχος φιλοσώματος, ἄτολμος, καταπλήξ· ὁ γὰρ ἄψυχος ἰδιωτικόν, καὶ ὁ πτάκις [137] σφόδρα κωμικόν (III p 594 frg 1127 Ko). καὶ τὰ πράγματα δειλία, ἀτολμία, ὄκνος, εὐλάβεια, ἀνανδρία, φιλοσωματία φιλοψυχία, καταπληγία. καὶ τὰ ῥήματα δειλιᾶν ἀποδειλιᾶν, ὀκνεῖν κατοκνεῖν, εὐλαβεῖσθαι, κατεπτηχέναι, φιλοψυχεῖν φιλοσωματεῖν· καὶ ἀπ' αὐτῶν αἱ μετοχαὶ ἀποδειλιῶν, εὐλαβούμενος, κατεπτηχώς, φιλοψυχῶν φιλοσωματῶν, ὀκνῶν κατοκνῶν. καὶ τὰ ἐπιρρήματα δειλῶς, ἀγεννῶς, ἀτόλμως, ἀνάνδρως, εὐλαβῶς, συνεσταλμένως, κατεπτηχότως, ἐπιδεῶς καταδεῶς, ἀθαρσῶς, περιφόβως, ἐπιφόβως, φιλοψύχως φιλοσωμάτως.
[138] Ἐγκαλεῖν ἐπικαλεῖν, μέμφεσθαι καταμέμφεσθαι, αἰτιᾶσθαι καταιτιᾶσθαι, αἰτίαν ἐπάγειν, προφέρειν, διαβάλλειν, ὀνειδίζειν, φαίνειν, κατηγορεῖν, ἐνδείκνυσθαι γράφεσθαι· καὶ κατ' ἄλλην χρείαν ψέγειν, λοιδορεῖν λοιδορεῖσθαι, κακολογεῖν, κακηγορεῖν, βλασφημεῖν, κακίζειν. τὰ δὲ πράγματα μέμψις κατάμεμψις, ἔγκλημα, αἰτία ‑ Ἀντιφῶν (V 25, 89. VI 6) δὲ καὶ αἰτίασις εἴρηκεν ‑ , ὄνειδος ὀνειδισμός, διαβολή, ἔνδειξις, γραφή, κατηγορία, φάσις· καὶ τῶν δευτέρων λοιδορία, ψόγος, κακολογία κακηγορία, βλασφημία, κακισμός, εἰ μὴ [139] βιαιότερον. ὀνόματα δὲ φιλεγκλήμων, μεμψίμοιρος, φιλαίτιος, ὀνειδιστικός· καὶ πάλιν φιλόψογος, φιλολοίδορος, κακήγορος. τὰ δ' ἐπιρρήματα φιλεγκλημόνως, μεμψιμοίρως, φιλαιτίως, διαβόλως, ὀνειδιστικῶς, καὶ φιλοψόγως, βλασφήμως, φιλολοιδόρως· τὰ γὰρ ἀπὸ τῶν ἄλλων βίαια. καλοῖτο δ' ἂν ὁ μὲν ἔνοχος ὑπαίτιος, ὕποχος, ὑπεύθυνος, ἐγκλητέος, ἐπιλήψιμος, μεμπτὸς ἐπίμεμπτος, ἐπίψογος, ἐπίρρητος, ὁ δ' ἀναίτιος ἀνεύθυνος, ἄμεμπτος, ἄψογος, ἀνέγκλητος. τὰ δ' ἐπιρρήματα ὑπαιτίως, ὑπευθύνως, μεμπτῶς, ἐπιρρήτως, καὶ ἀναιτίως, ἀνεγκλήτως, ἀνευθύνως, ἀμέμπτως.
[140] Ἀγωνοθέται, ἀθλοθέται, ἀγώνων διαθέται, ἄθλων ἐπιμεληταί, ἔφοροι, προστάται, ἐπίσκοποι, ἐπόπται. τὸ δὲ πρᾶγμα ἀγωνοθεσία, ἀθλοθεσία ἢ ὡς Ἀριστοφάνης (I frg 739 Ko) ἀθλοθετία, ἀγώνων διάθεσις, ἄθλων ἐπιμέλεια, προστασία, ἔποψις. καὶ ἀθλοθετεῖν, ἀγῶνας διατιθέναι, ἄθλων ἐπιμελεῖσθαι, ἆθλα ἐφορᾶν, ἀγώνων προεστάναι καὶ προεστηκέναι, καὶ ἄρχειν, καὶ πρυτανεύειν τὰ περὶ τοὺς ἀγῶνας.
[141] ἀπὸ δ' ἀγῶνος ὀνόματα ἀγώνισις παρὰ Θουκυδίδῃ (V 50. 4), καὶ ἀγώνισμα, καὶ ἀγώνιοι θεοὶ παρὰ Πλάτωνι (Leg VIII 832 E, 830 A et VI 783 A), καὶ ἀγωνισταὶ παρὰ Δημοσθένει (XVIII 318), καὶ ἀγωνία παρ' Ἰσοκράτει (IX 4, XV 183. 302)· Σοφοκλῆς (TGF 888 N) δὲ τὴν ἀγωνοθεσίαν ἀγωνοθήκην μοχθηρῶς ἐκάλεσεν. ἔστι δ' ἐκ τούτων ἀγωνιστὴς ἀνταγωνιστὴς συναγωνιστής, ἀγωνίσασθαι συναγωνίσασθαι ἀνταγωνίσασθαι ἀνταγωνιστικός ἀναγώνιστος ἀγωνιστικός ἀνανταγώνιστος, δυσαγώνιστος δυσανταγώνιστος, ἀγωνιστικῶς δυσανταγωνίστως, προάγων, ἐπαγωνίσασθαι, συναγωνισάμενος, ἐπαγωνισάμενος, προσαγωνισάμενος.
[142] τῶν δ' ἀγώνων οἱ μὲν γυμνικοί, οἱ δὲ καλούμενοι σκηνικοὶ ὀνομασθεῖεν ἂν Διονυσιακοί τε καὶ μουσικοί· οἱ δ' Ἀττικοὶ οὐ ῥᾳδίως λέγουσιν ἀγῶνας μουσικούς, ἀλλὰ μουσικῆς. καὶ τὸ μὲν πρᾶγμα ἀγὼν καὶ ἀγωνία· καὶ σεμνότερον εἴποις ἂν ἀγωνίαι γυμνικαὶ καὶ ἀγωνίαι Διονυσιακαί. καὶ σπονδῶν ἐπαγγελίαι, καὶ ἐκεχειρίας ἐπαγγελίαι. χωρία δὲ τῶν μὲν στάδιον τῶν δὲ θέατρον, κοινοὶ [143] δ' ἐπ' ἀμφοτέροις θεαταί. καὶ τὰ μὲν ὀνομαζόμενα ὑπὸ τῶν πολλῶν ἔπαθλα ἆθλα καλοῖτ' ἂν κοινῶς ἐπ' ἀμφοῖν καὶ νικητήρια καὶ ἐπίχειρα καὶ γέρα· ἰδίως δ' ἐπὶ τῶν γυμνικῶν ἆθλοι οἱ πόνοι, καὶ τὸ ἀθλεῖν κάμνειν, πονεῖν· ὥσπερ ἐπὶ τῶν μουσικῶν ἴδιον, ὅ φησι Δημοσθένης (XXI 56), τὸ λειτουργεῖν τῷ θεῷ. καὶ οἱ γυμνικοὶ μὲν κυρίως ἀθληταὶ καλοῦνται καὶ ἀσκηταὶ καὶ ἀγωνισταί, [144] καὶ οἱ ἀντίπαλοι αὐτῶν ἀνταγωνισταί. ἀπὸ δὲ τῶν ἀθλητῶν καὶ τὰ ἀθλήματα παρὰ Δημοσθένει ἐν τῷ Ἐρωτικῷ (LXI 23), εἰ Δημοσθένους ἐστὶ τὸ βιβλίον, καὶ τὸ ἀθλεύειν παρά τε τοῖς ποιηταῖς (Aeschyl Pro 95) καὶ παρ' Ἡροδότῳ (V 22), καὶ παρ' ἡμῖν τὸ ἀθλεῖν. βιαζόμενος δ' ἂν καὶ ἐπ' ἐκείνων εἴποι τις Διονυσιακῆς ἀγωνίας ἀθληταί. καὶ καλοῦνται μουσικοὶ καὶ Διονυσιακοὶ τεχνῖται.
[145] ὀνομάσαις δ' ἂν καὶ τούτους κἀκείνους ἀγωνιστάς. καὶ τὰ ἐπιρρήματα μουσικῶς, ἀθλητικῶς, ἀσκητικῶς, ἀγωνιστικῶς. ἀλλὰ τοῖς μὲν κριταὶ κάθηνται, τοῖς δὲ γυμνικοῖς ἐφεστᾶσι βραβευταί, οὓς καὶ βραβέας ὁ Πλάτων (Leg XII 949 A) καλεῖ· καὶ μαστιγονόμοι δὲ καὶ ῥαβδοῦχοι. τοὺς δὲ βραβευτὰς καὶ ἐπιστάτας ὠνόμαζον, ὅθεν καὶ τὸ βραβεύειν ἐπιστατεῖν Σοφοκλῆς (TGF 945 N). καὶ τὸ μὲν πρὸ τοῦ στεφάνου συμπλέκεσθαι περὶ βραβείου ἢ ἐπὶ βραβείῳ φαίη τις ἄν, τὸ δὲ περὶ τοῦ στεφάνου ἢ ἐπὶ τῷ στεφάνῳ, περὶ φοίνικος ἢ ἐπὶ φοίνικι.
τὰ μὲν οὖν τῶν μουσικῶν ὀνόματα ἐν τοῖς περὶ μουσικῆς εἰρήσεται, [146] τὰ δὲ τῶν γυμνικῶν δολιχός, δολιχοδρόμος, καὶ ὁ τὸν δολιχὸν τρέχων, καὶ ὁ τὸν μακρὸν δρόμον ἀγωνιζόμενος· Αἰσχίνης δ' ὁ ῥήτωρ (III 91) εἴρηκε τὸν δολιχοδρομήσαντα. στάδιον καὶ σταδιοδρόμος καὶ σταδιεύς· Ἀριστοφάνης (I frg 858 Ko) δὲ καὶ σταδιοδρόμης εἴρηκεν. τὸ δὲ προεκπηδᾶν προανίστασθαι Στράττις εἶπεν (I frg 62 Ko)
τί δ' ὥσπερ οἱ σταδιοδρόμοι προανίστασαι; [147] δίαυλος, καὶ ὁ τοῦ διαύλου ἀγωνιστής, καὶ ἀγωνιζόμενος τὸ διπλοῦν, στάδιον καὶ ἵππιον δρόμον, καὶ δρόμον τὸν ἐν καμπῇ. καὶ ὅθεν μὲν ἀφίενται, ἄφεσις καὶ ὕσπληγξ καὶ γραμμὴ καὶ βαλβίς, περὶ δ' ὃ κάμπτουσι, νύσσα καὶ καμπτήρ· ἵνα δὲ παύονται, τέλος καὶ τέρμα [148] καὶ βατήρ, ἐνίοις δὲ καὶ βαλβίς. ὀνόματα δὲ δρομικός, σύνδρομος, ἰσόδρομος, θάττων, κουφότερος, ὀξύτερος, ἐλαφρότερος, σπουδαιότερος, δρομικώτερος, ἐπίδρομος, πρόδρομος. καὶ δρόμοι ξυστοὶ ἐν οἷς αἱ ἀσκήσεις, καὶ Φιλιππίδης ὁ ἡμεροδρόμος, καὶ ὑποδραμεῖν τὸ κολακεῦσαι. καὶ ἱππόδρομος καὶ ἱπποδρομία, καὶ ἔκδρομος ἵππος, παρὰ δ' Αἰσχίνῃ τῷ ῥήτορι (II 130) δρομοκήρυκες. τὸ μέντοι προδραμεῖν ἐάσαντα ἐπιδιῶξαι, ὅπερ ἐν ταῖς σφαιρομαχίαις γίνεται, προδόσθαι ἐλέγετο.
[149] πάλη καὶ παλαιστὴς καὶ παλαιστικός, παλαίσματα παλαιστικῶς, ἰσόπαλος, ἀντίπαλος. συγκεκληρωμένος, συλλαχών, ἔφεδρος. παλαίειν, διαπαλαίειν, καταπαλαίειν, προσπαλαίειν. καὶ οἱ μὲν δρομεῖς ἐλαφροί, κοῦφοι, ποδώκεις, ταχεῖς, σπουδαῖοι τοὺς πόδας, καὶ κούφως, ἐλαφρῶς, ὠκέως, ταχέως, σπουδαίως· οἱ δὲ παλαισταὶ βαρεῖς, στάσιμοι, μόνιμοι, ὠμίαι, ἀντερειδόμενοι, συμπλεκόμενοι, καὶ βαρέως, στασίμως, μονίμως.
[150] πυγμὴ καὶ πύκτης καὶ πυκτικὸς καὶ πληκτικός, καὶ πὺξ παίειν. εἴποις δ' ἂν ἐπὶ τοῦ πύκτου χεῖρες ὡπλισμέναι, χεῖρες ὁπλίτιδες· καὶ τὰ ὅπλα σφαῖραι, ἀφ' ὧν καὶ τὸ σφαιρομαχεῖν, καὶ σφαιρομαχία παρ' Ἀριστομένει ἐν Διονύσῳ ἀσκητῇ (I frg 13 Ko) καὶ μύρμηκες δὲ τὰ ὅπλα, καὶ ἱμάντες. παγκράτιον, παγκρατιαστής, παγκρατιαστικός, καὶ παγκρατιαστικῶς ἐπίρρημα. σκιαμαχεῖν, ἀκροχειρίζεσθαι, ἀκροχειρισμός, ἄγχειν, ἀποπνίγειν, πὺξ παίειν, λὰξ ἐνάλλεσθαι, λακτίζειν. ἐπὶ δὲ τούτων εἴποις ἂν ὡς εἰσὶ πάμμαχοι, καθάπερ Πλάτων τοὺς περὶ τὸν Εὐθύδημον (271 C)· 'τούτω γάρ ἐστον κομιδῇ παμμάχω κατὰ τοὺς Ἀκαρνᾶνας τοὺς παγκρατιαστάς.'
[151] πένταθλος ὁ τὰ πέντε ἀγωνιζόμενος. ἴδια δ' αὐτῷ πηδᾶν, ἅλλεσθαι, πηδητικός, ἁλτικός. πηδητικῶς, ἁλτικῶς. καὶ ὅθεν ἅλλεται, βατήρ, ἀφ' οὗ καὶ τὸ 'τὸν βατῆρα κέκρουκεν·' τὸ δὲ μέτρον τοῦ πηδήματος κανών, ὁ δ' ὅρος τὰ ἐσκαμμένα, ὅθεν ἐπὶ τῶν τὸν ὅρον ὑπερπηδώντων οἱ παροιμιαζόμενοι λέγουσι 'πηδᾶν ὑπὲρ τὰ ἐσκαμμένα.' ἀκοντιστικός, ἀκοντιστικῶς· καὶ τὸ ἀκόντιον τῶν πεντάθλων καλεῖται ἀποτομάς. τὸ δὲ δίσκον ἀφεῖναι, δίσκον ἐκπέμψαι, δίσκον ῥῖψαι, δίσκῳ ὑποφέρεσθαι. ἐπὶ δὲ πεντάθλου τὸ νικῆσαι ἀποτριάξαι λέγουσιν. ὁπλίτης δρόμος, καὶ ὁ τὸν ὁπλίτην δίαυλον θέων, καὶ ὁπλιτοδρόμος.
[152] ὁ δὲ νικήσας τὰ ἆθλα ἀνείλετο, τὸν στέφανον ἀνείλετο, τὴν ῥάβδον τοῦ φοίνικος ἔλαβεν ἢ τὸν φοίνικα ἔλαβεν, ἐστεφανώθη, ἀνερρήθη, ἐκηρύχθη, ἀνηγορεύθη, ἀνεδέθη τῷ στεφάνῳ, ἀνεκηρύχθη, ἀνεῖπεν αὐτὸν ὁ κῆρυξ. καὶ τὸ πρᾶγμα ἀνάδεσις στεφάνου, καὶ στεφανηφορία, καὶ ἀνάρρησις καὶ ἀναγόρευσις καὶ ἀνακήρυξις. τὰ δὲ τῶν ἐνεργούντων ῥήματα ἀνειπεῖν, ἀνακηρῦξαι, ἀναγορεῦσαι, ἀναδῆσαι, στεφανῶσαι, ταινιῶσαι· Ξενοφῶν () γὰρ εἴρηκεν 'ἐταινίουν τε καὶ προσῄεσαν ὥσπερ ἀθλητῇ.'
[153] κοινὰ δ' ἐπὶ πάντων ἀναγκοφαγῆσαι, ἀσκῆσαι ἀσκηθῆναι, ἀθλῆσαι, γυμνάσασθαι, πονῆσαι, ἀγωνίσασθαι. καὶ ὄνομα καλὸν ἡ ἄσκησις. καὶ γυμναστικὴ ἡ τέχνη, καὶ γυμνασία τὸ πρᾶγμα, καὶ γυμναστικῶς τὸ ἐπίρρημα παρ' Ἀριστοφάνει (Vesp 1212). καὶ ἀποδῦναι καὶ γυμνάσασθαι παρὰ Θουκυδίδῃ (I 6. 5) καὶ γύμνωσις. καὶ γυμνάσιον τὸ χωρίον. ἐλαίῳ χρίσασθαι, λίπα ἀλείψασθαι, κονίσασθαι.
τοὺς μὲν οὖν καλουμένους ἱεροὺς ἀγῶνας, ὧν τὰ ἆθλα ἐν στεφάνῳ μόνῳ, στεφανίτας ἐκάλεσαν καὶ φυλλίνας, τοὺς δ' ὀνομαζομένους θεματικοὺς ἀργυρίτας.
ἐκ δὲ τῶν ἀγωνιστικῶν ὀνομάτων καὶ ὁ μαστιγονόμος καὶ ὁ ῥαβδοῦχος, καὶ ὁ ῥάβδῳ κοσμῶν, φησὶν ὁ Πλάτων (Leg III 700 C)· [154] Ξενοφῶν δὲ καὶ μαστιγοφόρον που (Cyrop VIII 3. 9, R Lac II 2) λέγει. τὰ δὲ χωρία τῆς ἀσκήσεως ἀποδυτήριον, γυμνάσιον, παλαίστρα, κονίστρα. καὶ ὁ ἐφεστηκὼς παιδοτρίβης τε καὶ γυμναστής, ἀφ' οὗ καὶ συγγυμναστὴς παρὰ Πλάτωνι (Soph 218 B) καὶ παρὰ Ξενοφῶντι (R Laced IX 4) προγυμναστής· ὁ δ' ἀλείπτης ἀδόκιμον. παιδοτριβικὴν δὲ τέχνην Ἰσοκράτης (XV 181) εἴρηκεν, καὶ παιδοτρίβην Ἀριστοφάνης (Eq 1238, Nub 973, τῆς δὲ παιδοτριβίας Ἄρχιππος ὁ κωμικός (I frg 51 Ko). εἴη δ' ἂν ἐκ τούτων ξηραλοιφεῖν, σωμασκεῖν, σωμασκίας σεσωμασκηκώς, ἀσκομαχεῖν, ἀσκητὴς ἀσκήματα ἄσκησις· Πλάτων (I frg 234 Ko) δὲ καὶ ἄσκην εἴρηκε, φαῦλον ὄνομα. καὶ λήκυθον δ' ἂν εἴποις καὶ στλεγγίδα· ἐκαλεῖτο δὲ καὶ στλεγγὶς καὶ ξύστρα καὶ σπαθίς. καὶ τὸν παῖδα ἐρεῖς ληκυθοφόρον· πονηρὸν [155] γὰρ ὁ στλεγγιδολήκυθος. τὸν δὲ θύλακα τῶν ἀσκητῶν ἢ σάκκον καλοῦσιν ἢ σάκταν. ἀθληταῖς δ' ἂν προσήκοιεν καὶ αἱ ἐνδρομίδες· οὕτω δ' ἐκαλοῦντο τὰ τῶν δρομέων ὑποδήματα. Κράτης δ' ἔφη ἐν Ἥρωσιν (I frg 11 Ko)
ἁλτῆρσι θυλάκοισι χρῆσαι τὸ μέγεθος. ἄγχειν, στρέφειν, ἀπάγειν, λυγίζειν, ἀγκυρίζειν, ῥάσσειν, ἀνατρέπειν, ὑποσκελίζειν. καὶ πλαγιάζειν δὲ καὶ κλιμακίζειν παλαισμάτων ὀνόματα· μοχθηρὸν γὰρ τὸ μεσοπέρδην ἐν τῇ κωμῳδίᾳ (III p 587 frg 1078 Ko) σχῆμα παλαίσματος. ἤδη δέ τινες τοὺς γυμνικοὺς ἀγῶνας σεμνότερον Ἡρακλείους ἀγῶνας ἐκάλεσαν. 'λῦτο δ' ἀγών,' καὶ ἔστω τέλος τοῦ βιβλίου.
[4]
[1] Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν. οἶμαι καὶ σέ, εἰ καὶ νέος εἶ, πολλὰ προσεξευρήσειν οἷς ἔγραψα· οὐ γὰρ ἐργώδης ἡ μίμησις κατὰ τὴν τῆς εὑρέσεως ὑφήγησιν. ἂν δέ τί σε ὄνομα ὡς [2] παρειμένον ἐπέλθῃ, μὴ πάνυ θαυμάσῃς. ἴσως μὲν γὰρ αὐτὸ κἂν εἰδὼς εἴην παρεικώς, ἀλλ' ὡς οὐκ ἐπαινῶν· εἰ δὲ καὶ διέλαθέ με, εὖ ἴσθ' ὅτι πολλὰ καὶ ὧν πάνυ ἴσμεν, ἔστιν ὅτ' ἐπὶ τὴν μνήμην οὐκ ἀπαντᾷ, ὅπου καὶ τὰ τῶν οἰκετῶν ὀνόματα, ἃ οὐκ ἂν φαῖμεν ὡς οὐκ ἴσμεν, ἐκπίπτει πολλάκις χρῃζόντων καλεῖν. καὶ τί δεῖ τοῦτο θαῦμα οἴεσθαι, ὅπου γε καὶ τῶν σκευῶν τις 'ἔστιν ἃ ἔχων ἐν χεροῖν ὡς οὐκ ἔχων ζητεῖ.' ὅρα δὴ εἴ τις ἄλλος τῶν νῦν Ἑλλήνων εὗρε τοσαῦτα καὶ ἐν τοσούτοις. ἔρρωσο κύριε.
[7] Περὶ τοίνυν ἐπιστημῶν καὶ τῶν ἀπ' αὐτῶν τεχνῶν ἐν τούτῳ ῥητέον. ἐπιστήμη, ἐπιστημοσύνη, γνῶσις, ἀλήθεια, κατανόησις, διάσκεψις, θεωρία, ἐμπειρία, τέχνη, εὐτεχνία, ὀρθοδοξία. καὶ τὰ ὀνόματα ἐπιστήμων, ἐπιστημονικός, γνωστικός, γνωμονικός, θεωρητικός, διαγνωστικός, ἔμπειρος, τεχνίτης, τεχνικός· ὁ γὰρ δοξαστικὸς κοινὸν καὶ ἐπὶ τοῦ τὰ ψευδῆ δοξάζοντος, ὁ δ' ἀληθὴς καὶ ὁ φιλαλήθης καὶ ἄλλο τι δηλοῖ, ὁ δὲ κατανοητικὸς εὐτελές. τὰ δ' [8] ἐπιρρήματα ἐπιστημονικῶς, καὶ παρ' Ὁμήρῳ (Κ 265 saep) ἐπισταμένως, γνωστικῶς, γνωμονικῶς, θεωρητικῶς, ἐμπείρως, τεχνικῶς· τὸ γὰρ δοξαστικῶς ἀμφίβολον. ῥήματα δ' ἐπίστασθαι, ἐπιστῆναι ὡς Πλάτων (Euthyd 296 C?), γνῶναι, γνωρίσαι, θεωρῆσαι καταθεωρῆσαι, περιαθρῆσαι, κατανοῆσαι, διασκέψασθαι· ἀπὸ γὰρ τῶν λοιπῶν οὐκ ἔστι ῥῆμα πλὴν τοῦ δοξάσαι, ᾧ ἴσως προσθετέον τὸ ὀρθῶς δοξάσαι ἢ ὀρθῇ δόξῃ χρήσασθαι ἢ ὑγιεῖ ἢ ἀληθεῖ ἢ [9] ἀπλανεῖ ἢ ἀσφαλεῖ. τὸ δὲ τεχνάσαι ἑτέρας χρείας. τούτοις δὲ τἀναντία ἀνεπιστημοσύνη, ἄγνοια, ἀγνωσία· Ἀντιφῶν (frg 142 Bl) δ' ἐπὶ τούτου καὶ ἀγνωμοσύνην λέγει. ψεῦδος, ἄνοια· τὸ γὰρ ἀνοησία καὶ ἀθεαμοσύνη σκληρά, ἀπειρία δὲ καὶ ἀτεχνία καὶ ψευδοδοξία καὶ δοκησισοφία Πλάτωνος καὶ εἰκὸς (Phaed 92 B saep) καὶ εἰκασία (Rpbl 6VI 511 E saep) καὶ εἰκών (Phaed 87 B saep). καὶ τὰ ὀνόματα ἀνεπιστήμων, ἀγνώμων, ἄνους, ἀνόητος, ἀνοηταίνων, ἀθεάμων, ἀθέατος, ἄπειρος, ἄτεχνος, δοκησίσοφος, ὡς Ἀντιφῶν (frg 162 Bl) ἔφη, εἰκαστής, εἰκαστικός· καὶ μέντοι καὶ δοκησίνους, ὃν καὶ δοκησιδέξιον Καλλίας εἴρηκεν ὁ κωμικός [10] (I frg 27 Ko). καὶ τὰ ἐπιρρήματα ἀνεπιστημόνως, ἀγνωμόνως, ψευδῶς, ἀνοήτως, ἀθεάτως ‑ τὸ γὰρ ἀθεαμόνως βιαιότερον ‑ ἀπείρως, ἀτέχνως, εἰκαστικῶς, ὁμοιωτικῶς. καὶ δόξῃ ψευδεῖ χρῆσθαι, σφαλερᾷ, πεπλανημένῃ. ῥήματα δ' οὐκ ἔστιν ὅτι μὴ τὸ εἰκάζειν.
ἐκ δ' ἐπιστήμης ἀρετή, ἀνδραγαθία, καλοκαγαθία, δεξιότης, σοφία, φιλοσοφία, φιλολογία, φρόνησις, σύνεσις, νοῦς, λογισμός, σωφροσύνη, καρτερία, ἐγκράτεια, ἀνδρεία, εὐθυμία, εὐρωστία, δικαιοσύνη, δικαιοπραγία, εὐσέβεια, ὁσιότης, εὐγνωμοσύνη, ἐπιείκεια, [11] μεγαλοψυχία, μεγαλογνωμοσύνη, φιλανθρωπία, μεγαλοπρέπεια. καὶ τὰ ὀνόματα καλοκάγαθος, σοφός, φιλόσοφος, φιλόλογος, φρόνιμος, συνετός, εὔνους ‑ ὁ γὰρ νοήμων ποιητικόν ‑ δεξιός, εὐμαθής, πολυμαθής, λελογισμένος, σώφρων, καρτερός, καρτερικός, ἐγκρατής, ἀνδρεῖος, εὔθυμος, εὔρωστος, δίκαιος, εὐσεβής, ὅσιος, φιλάνθρωπος, ἐπιεικής, μεγαλόψυχος, μεγαλογνώμων, μεγαλοπρεπής. καὶ τὰ ἐπιρρήματα σοφῶς, φιλοσόφως, φιλολόγως, φρονίμως, [12] συνετῶς, εὔνως, λελογισμένως, ἐμφρόνως, καρτερῶς, καρτερικῶς, ἐγκρατῶς, ἀνδρείως, εὐθύμως, εὐρώστως, δικαίως, ὁσίως, εὐσεβῶς, φιλανθρώπως, ἐπιεικῶς, μεγαλοψύχως, μεγαλογνωμόνως, μεγαλοπρεπῶς. ῥήματα δὲ μόνα φιλοσοφεῖν, φρονεῖν, συνιέναι, νοεῖν, λογίζεσθαι, σωφρονεῖν, καρτερεῖν, ἀνδρίζεσθαι, δικαιοπραγεῖν, εὐσεβεῖν, εὐγνωμονεῖν, φιλανθρωπεύεσθαι.
τὰ δ' ἐναντία κακία, πονηρία, μοχθηρία, φαυλότης ‑ φλαυρότης δὲ σκληρόν ‑ , σκαιότης, ἀπαιδευσία, πανουργία, ἀμαθία, μισολογία, [13] ἄνοια, ἀφροσύνη, ἀσυνεσία, ἀξυνεσία, ἀκολασία, ἀκρασία, ἀσέλγεια, ἀνανδρία, θρασύτης, δειλία, ἀρρωστία, ἀδικία, ἀδικοπραγία, ἀνοσιότης, ἀγνωμοσύνη, ἀνεπιείκεια, μικροψυχία ‑ ἡ γὰρ μικρογνωμοσύνη δυσχερὲς πρὸς τὴν ἀκοήν ‑ , ἀσέβεια, δυσσέβεια, μισανθρωπία, ἀπανθρωπία, μικροφροσύνη, μικροπρέπεια. καὶ τὰ ὀνόματα κακός, πονηρός, μοχθηρός, ἡμιμόχθηρος, φαῦλος, φλαῦρος, σκαιός, ἀπαίδευτος, [14] ἄσοφος, εἰ καὶ μὴ ἔστιν ἡ ἀσοφία, πανοῦργος, ἀμαθής, μισολόγος, ἄνους, ἀνόητος, ἀλόγιστος, εἰ καὶ τὴν ἀλογιστίαν οὐ προσετέον, ἄφρων, ἀξύνετος, ἀσύνετος, ἀκρατής, ἀσελγής, ἀκόλαστος, ἄνανδρος, θρασύς, δειλός, ἄρρωστος, ἄδικος, ἀνόσιος, ἀγνώμων, ἀνεπιεικής, μικρόψυχος, ἀσεβής, δυσσεβής, μισάνθρωπος, μικρόφρων, ὀλιγόφρων, ἢ κατὰ Ξενοφῶντα() μικροπρεπής. καὶ τὰ ἐπιρρήματα μοχθηρῶς, φαύλως, φλαύρως· τὸ γὰρ πονηρῶς εὐτελές, σκαιῶς δὲ καὶ ἀπαιδεύτως, ἀσόφως, πανούργως, ἀμαθῶς, μισολόγως, ἀνοήτως, [15] ἀλογίστως, ἀφρόνως· μικροφρόνως γὰρ καὶ ὀλιγοφρόνως ἀτοπώτερα, κάλλιον δὲ μικροπρεπῶς. ῥήματα δ' ἀπὸ τῶν πλείστων οὐκ ἔστιν, ἀλλὰ μόνα ταῦτα· πονηρεύεσθαι, πανουργεῖν, μισολογεῖν, ἀνοηταίνειν, ἀμαθαίνειν· τὸ δ' ἀφραίνειν ποιητικώτερον (Hom Β 258 υ 360). ἀντὶ μέντοι ῥημάτων τοῖς ἐπιρρήμασι χρηστέον τὸ ἔχειν αὐτοῖς προστιθέντα, οἷον σκαιῶς ἔχειν, μοχθηρῶς ἔχειν καὶ τὰ λοιπά, καὶ κατ' ἄλλην κλίσιν συναπτέον αὐτοῖς τὴν ἔχων μετοχήν, οἷον ἀμαθῶς ἔχων καὶ σκαιῶς ἔχων, καί που καὶ σκαιῶς διακείμενος, καὶ ἐπὶ πάντων ὁμοίως.
[16] Εἴδη δ' ἐπιστημῶν ἢ τεχνῶν τῶν ἐλευθεριωτέρων γραμματική, διαλεκτική, ῥητορική ‑ ἡ αὐτὴ καὶ πολιτικὴ καὶ σοφιστική ‑ , ποιητική, μουσική, ἀστρονομία, γεωμετρία, ἀριθμητική, στατική, ἰατρική. καὶ τὰ ἀπ' αὐτῶν ὀνόματα γραμματιστὴς καὶ γραμματικός, ῥήτωρ ῥητορικός ‑ ὁ αὐτὸς καὶ πολιτικός ‑ σοφιστής σοφιστικός, ποιητής ποιητικός, μουσικός, ἀστρονόμος ἀστρονομικός, γεωμέτρης γεωμετρικός, ἀριθμητικός, στατικός, ἰατρός ἰατρικός. καὶ τὰ ἐπιρρήματα γραμματικῶς, πολιτικῶς, ῥητορικῶς, σοφιστικῶς, ποιητικῶς, μουσικῶς, ἀστρονομικῶς, γεωμετρικῶς, ἀριθμητικῶς, στατικῶς, [17] ἰατρικῶς. καὶ ἀπὸ μὲν τοῦ γραμματικοῦ ῥῆμα οὐκ ἔστιν, εἰ μὴ λόγῳ τὸ γραμματικὸν εἶναι, ῥητορεύειν δέ. καὶ πολιτικὸν εἶναι· οὐδὲ γὰρ τούτῳ ῥῆμα ὑπόκειται. καὶ σοφιστὴν εἶναι· οὐδὲ γὰρ τὸ σοφιστεύειν ἐν χρήσει κεκριμένῃ, ἀλλ' ἴσως ἀντὶ τούτου τὸ παιδεύειν, δοκεῖ δ' ἐπὶ πάντων κοινὸν εἶναι. ἀπὸ δὲ τοῦ ποιητοῦ τὸ ποιεῖν· ἀλλὰ καὶ τοῦτο διὰ τὴν ἐπὶ πολλῶν χρῆσιν ἀμφίβολον, εἰ μή τις αὐτῷ προσθείη τὸ ποιήματα. παρόμοια δ' ἄν τις καὶ περὶ τοῦ μουσικοῦ φαίη. γεωμετρεῖν δ' ἂν εἴποι τις καὶ ἀστρονομεῖν καὶ ἀριθμεῖν καὶ ἱστάναι καὶ ἰᾶσθαι.
[18] Καὶ ἐπὶ μὲν τοῦ γραμματιστοῦ ῥητέον διδάσκειν γράμματα, συλλαβὰς συμπλέκειν, γράφειν, ἀναγινώσκειν, προγράφειν ὑπογράφειν προσπαραγράφειν, τῷ γραφείῳ παραγράφειν, τῇ παραγραφίδι, ἀποστοματίζειν. καὶ δελτίον δὲ τῶν ἐν γραμματιστοῦ, καὶ πυξίον καὶ πυξίδιον ‑ ἔστι γὰρ παρ' Ἀριστοφάνει (I frg 845, 6 Ko) τοὔνομα ‑ καὶ δέλτος. καὶ Ἡρόδοτος (VII 239) μὲν λέγει 'δελτίον δίπτυχον,' οἱ δ' Ἀττικοὶ 'γραμματεῖον δίθυρον,' καὶ θύρας τὰς πτύχας ἄχρι δύο, εἶτα πτύχας, καὶ τρίπτυχον καὶ [19] πολύπτυχον. Ὅμηρος (Ζ 169) δὲ πίνακα πτυκτὸν εἴρηκεν. γραμματεῖον δὲ παρὰ τοῖς Ἀττικοῖς καὶ ἐν ᾧ ἀργύριον ἀπέκειτο, ὃ καὶ 'γραμματεῖον Βοιώτιον' ἐκάλουν· οἱ δὲ νεώτεροι αὐτὸ καὶ ἀργυροθήκην ὠνόμαζον. Ἀπολλοδώρου δὲ τοῦ Γελῴου (III p 279 Ko) καὶ δρᾶμα ἔστιν ὁ Γραμματειδιοποιός. Ἡρόδοτος (II 28) μέντοι 'γραμματιστὴν τῶν ἐν Σάι ἱερῶν χρημάτων' εἴρηκεν ἀντὶ γραμματέως. Ἀριστοφάνης δὲ παίζει ἐν Θεσμοφοριαζούσαις (439) λέγων ἡ γραμματεύς. ἔστι δ' εἰπεῖν ἐπὶ τοῦ γραμματιστοῦ καὶ τὰ τοῦ Δημοσθένους (XVIII 258) 'τὰ βάθρα σπογγίζειν καὶ τὸ μέλαν τρίβειν καὶ τὸ παιδαγωγεῖον κορεῖν.' τὸ δὲ παιδαγωγεῖον καὶ διδασκαλεῖον καὶ φωλεὸν ἐκάλουν οἱ παλαιοί.
[20] Ἐπὶ δὲ τοῦ ῥήτορος εἴποις ἂν δεινὸς εἰπεῖν, ὑπέρδεινος πάνδεινος, σοφὸς εἰπεῖν, πάνσοφος, δεξιός, περιττός, συνεχής, πυκνός, πρόχειρος, εὔρους, ῥᾴδιος, πολύς, ἄφθονος, ἐπιμελής, ἀκριβής ἠκριβωμένος, ἐσκεμμένος περιεσκεμμένος, Ἕλλην, Ἀττικός, πολυγνώμων, πολύνους, πολυλόγος, εὔγλωττος, εὔφωνος, βραχυλόγος, σύντομος, σαφής, σφοδρός, πολιτικός, ἰσχυρός, δυνατός, ἔντονος, [21] βίαιος, ῥαγδαῖος, πιθανός, ἡδύς, ἐπαγωγός, γλυκύς, ἀφειδής, εὐθυρρήμων, ἐλεγκτικός, παρρησιαστικός, ἀνυπόστολος, τεχνίτης, ἔντεχνος, βαθὺς τὴν γνώμην, πικρός, εὐνοικός, θυμικός, θυμοῦ γέμων, χολῆς μεστός, παροξυντικός, 'πολλῷ ῥέων,' δίκην ποταμοῦ ῥέων, κατὰ χιόνα τὴν συνέχειαν, οἷος ἐγεῖραι θυμόν, ὀργὴν πραϋναι, οἶκτον ἐπισπάσασθαι, ἔλεον ἐκκαλέσασθαι, παρακρούσασθαι, ἐξαπατῆσαι, παραγαγεῖν, παρακροῦσαι, παραπεῖσαι, φενακίσαι, σοφίσασθαι, παρενεγκεῖν, παρασῦραι, κλεῖσαι, συγκλεῖσαι, συγχέαι τὴν γνώμην, συνταράξαι τὸν λογισμόν, δάκρυον προκαλέσασθαι, παρακρουστικός, φενακιστικός, πειστικός, παραπειστικός, [22] ἀπατητικός. καὶ τὰ πράγματα δεινότης, σοφία, δεξιότης, συνέχεια, πυκνότης, εὔροια, ῥᾳστώνη, πλῆθος, ἀφθονία, ἐπιμέλεια, ἀκρίβεια, σκέψις, περίσκεψις, ἑλληνισμός, ἀττικισμός, πολυγνωμοσύνη, πολύνοια, πολυλογία, εὐγλωττία, εὐφωνία, ἀφθονία, βραχυλογία, συντομία, σαφήνεια, σφοδρότης, ἰσχύς, δύναμις, βία, ῥαγδαιότης, πιθανότης, ἡδονή, γλυκύτης, εὐρημοσύνη, τέχνη, κακοήθεια, πικρία, πειθώ, φενακισμός, ἀπάτη ἐξαπάτη, παροξυσμός, δεινολογία, [23] οἰκτρολογία, ταπεινολογία. ἱκανότης δ' εἴρηκε Λυσίας ἐν τῷ κατὰ Πανταλέοντος (frg 211 Tur) ἐπὶ τοῦ ἱκανοῦ λέγειν, ὥστ' ἐκ τούτου εἴποι τις ἂν καὶ ἱκανῶς καὶ ἱκανός. ἀπὸ δὲ τῶν παραλειφθέντων οὐκ ἔστιν ὀνόματα τοῦ πράγματος. τὰ δ' ἐπιρρήματα δεινῶς, σοφῶς, πανσόφως, δεξιῶς, περιττῶς, συνεχῶς, πυκνῶς, προχείρως, εὔρως, ῥᾳδίως· τὸ δὲ πολλῶς βίαιον, ἀφθόνως δέ, ἐπιμελῶς, ἀκριβῶς ἠκριβωμένως, ἐσκεμμένως περιεσκεμμένως, [24] ἑλληνικῶς, ἀττικῶς, πολυγνωμόνως, πολύνως. τὸ δὲ πολυλόγως παραιτητέον, εὐγλώττως δέ, εὐφώνως· καὶ τὸ βραχυλόγως ὑπερβᾶσι τὸ συντόμως ῥητέον. σαφῶς, σφοδρῶς, ἰσχυρῶς, δυνατῶς, βιαίως, ῥαγδαίως, πιθανῶς, ἡδέως, γλυκέως, ἐπαγωγῶς, εὐθυρρημόνως, ἀνυποστόλως, τεχνικῶς ἐντέχνως, κακοήθως, πικρῶς, φενακιστικῶς, παροξυντικῶς, ἀπατητικῶς ἐξαπατητικῶς. ῥήματα δ' οὐκ ἔστιν ὅτι [25] μὴ δεινῶσαι, ἐπιμεληθῆναι, ἀκριβῶσαι, ἐσκέφθαι περιεσκέφθαι, ἑλληνίσαι, ἀττικίσαι, νοῆσαι περινοῆσαι, σφοδρύνασθαι, ἰσχῦσαι, δυνηθῆναι, βιάσασθαι, πεῖσαι, ἡδῦναι ἐφηδῦναι, γλυκᾶναι, τεχνάσαι, φενακίσαι, παροξῦναι, ἀπατῆσαι ἐξαπατῆσαι. ἔνια δὲ τούτων κοινὰ καὶ πρὸς ἕτερα.
εἴποι δ' ἄν τις ῥήτωρ ῥητορικός, λεκτικός, πολιτικός, ἐλεγκτικός, σύμβουλος συμβουλευτικός, νομοθέτης νομοθετικός, δημαγωγός δημαγωγικός, δημηγόρος δημηγορικός, βουληφόρος, βουληγόρος, πρεσβευτής πρεσβευτικός, δικανικός, συνηγορικός, συνήγορος, κατήγορος, πανηγυρικός, ἐγκωμιαστικός, ψεκτικός.
[26] συμβουλή συμβουλία, νομοθεσία, δημαγωγία, πρεσβεία πρέσβευσις, δίκη, διαδικασία ἐπιδικασία, ἀντιδικία, συνηγορία, συναγόρευσις, κατηγορία, δημηγορία, βουληγορία, πανήγυρις, ἐγκώμιον, ψόγος. καὶ συμβουλευτικῶς, νομοθετικῶς, δημαγωγικῶς, δημηγορικῶς, πρεσβευτικῶς, δικανικῶς, συνηγορικῶς, πανηγυρικῶς, ἐγκωμιαστικῶς, ψεκτικῶς. καὶ εἰπεῖν, λέξαι, φράσαι, ῥῆσιν ἀποτεῖναι, λόγον [27] ἐξενεγκεῖν, λόγον διαπεράνασθαι, εἶραι, συνεῖραι ἀπνευστὶ περιόδους, ἀντίθετα, ἀντιστάσεις, παρισώσεις ἀπισώσεις, κύκλους, περιαγωγάς, νοήματα ἐννοήματα, ἐνθυμήματα. συμβουλεῦσαι, παραινέσαι, ὑφηγήσασθαι εἰσηγήσασθαι, διδάξαι, πεῖσαι, γνώμην ἀποφήνασθαι, δόξαν ἐξενεγκεῖν, ψήφισμα γράψαι, δόγμα συνθεῖναι, νόμον θέσθαι, νόμον εἰσενεγκεῖν, νομοθετῆσαι νομοθετήσασθαι, δημαγωγῆσαι, δημηγορῆσαι, βουληγορῆσαι, συνηγορῆσαι τῷ δήμῳ, πιθανὸν εἶναι, τὸν δῆμον παραστήσασθαι, οἰκειώσασθαι, προσαγαγέσθαι, [28] προσεταιρίσασθαι, διὰ χειρὸς ἔχειν, ὑπήκοον ποιήσασθαι, κατήκοον, χειροήθη, τιθασόν· τιθασεῦσαι, ἐκτιθασεῦσαι, καταπεῖσαι, ὑπαγαγεῖν, ὑπαγαγέσθαι, παντὸς εἶναι πιθανώτερον, κηλῆσαι, πρεσβεῦσαι, διακονήσασθαι, ὑπηρετῆσαι, πλανηθῆναι.
εἴποις δ' ἂν τὴν πρεσβείαν ἔκδημον πολιτείαν, ἐπισφαλῆ, ἐπίπονον, πολυπλανῆ, ἐπικίνδυνον, οὐκ ἀταλαίπωρον, οὐκ ἀπράγμονα, ἐν περιόδῳ πλάνους ἔχουσαν, ταλαιπωρίας, πόνον, πράγματα, σφάλματα. δι' ὧν ἔστι πόρους ἐξευρεῖν, ἀργυρολογῆσαι, [29] φορολογῆσαι, χρήματα συναθροίσασθαι, συλλέξαι, συστῆσαι συστήσασθαι, συναγαγεῖν, εἰσπρᾶξαι, συνεισενεγκεῖν, συμφορῆσαι, κτήσασθαι, προσκτήσασθαι, προσποιήσασθαι, περιποιήσασθαι· συμμάχους προσαγαγέσθαι, οὐκ ὄντας κατακτήσασθαι, τοὺς ὄντας βεβαιώσασθαι· πολεμίους κακῶσαι, ἡμερῶσαι, πραῧναι, καταπλῆξαι, φοβῆσαι, ταράξαι, διαταράξαι, δεδίξασθαι· εἰρήνην συνθέσθαι, συνθήκας ποιήσασθαι, σπονδάς, ὁμολογίας, φιλίας, συμμαχίαν, [30] ἰσοτέλειαν, ἰσοπολιτείαν· τὸ γὰρ ὁμαιχμίαν μοχθηρόν, ὁρκίσαι δὲ καὶ ὅρκους ἐπαγαγεῖν, δοῦναι, λαβεῖν, ἀπολαβεῖν. συνηγορῆσαι, συναγορεῦσαι, συνειπεῖν, συναγωνίσασθαι, συνεξετασθῆναι, συμπροθυμηθῆναι, συνδικῆσαι, συγκινδυνεῦσαι, ὑπεραπολογήσασθαι, ὑπερδικῆσαι, βοηθῆσαι, συμπρᾶξαι, συλλαβεῖν, συνεπιλαβεῖν, ἐπικουρῆσαι, ὑπερκινδυνεῦσαι, προδικῆσαι, προστῆναι, συνεισελθεῖν, ἀντειπεῖν, ἀντιδικῆσαι, ἀντεξετασθῆναι, ἀνταγωνίσασθαι, κατηγορῆσαι, κατειπεῖν, ἐξελέγξαι.
[31] πανηγυρίσαι, δημαγωγῆσαι, πανηγυρικοὺς λόγους ἐξενεγκεῖν, πανδήμους λόγους εἰπεῖν, δημοτελεῖς λόγους παρασχέσθαι, ἐπαγωγούς, ἡδεῖς, γλυκεῖς, τερπνούς, κεχαρισμένους, δημοτερπεῖς, ὀχλοτερπεῖς, πρὸς ἡδονὴν πεποιημένους, πρὸς πλῆθος ἡρμοσμένους, ἐγκωμιάσαι, ἐπαινέσαι, λαμπρῦναι, ἀπολαμπρῦναι, φαιδρῦναι, ἐκφαιδρῦναι, κοσμῆσαι, καλλωπίσαι, κατακοσμῆσαι, συστῆσαι, γνωρίσαι, ἐπευφημῆσαι.
[32] καὶ τὰ ὀνόματα ἐγκώμιον, ἔπαινος, σεμνολογία, λαμπρότης, φαιδρότης, κόσμος, καλλωπισμός, σύστασις, γνωρισμός, εὐφημία. τὰ δ' ἐναντία ψέξαι, κακίσαι, αἰσχῦναι, καθυβρίσαι, λοιδορῆσαι, διαβαλεῖν, ἐλέγξαι, φαυλίσαι, διασῦραι, καταγελάσαι, χλευάσαι διαχλευάσαι, φλαυρίσαι καὶ ἀποφλαυρίσαι, κωμῳδῆσαι, τωθάσαι, κακῶς εἰπεῖν, ὀνειδίσαι, ὄνειδος προστρίψασθαι, ὄνειδος ἐπενεγκεῖν, [33] αἰσχύνῃ περιβαλεῖν. καὶ τὰ πράγματα ψόγος, αἰσχύνη, κακισμός, ὕβρις, λοιδορία, διαβολή, ἔλεγχος, κακηγορία, κατάγελως, ὀνειδισμός, χλευασία χλευασμός, κωμῳδία, τωθασμός.
καὶ μέρη μὲν τοῦ ῥητορικοῦ λόγου προοίμιον, διήγησις, πίστις, ἀπόδειξις, ἔλεγχος, παραδείγματα, ὁμοιώσεις, παραβολαί, ἐπιχειρήματα, ἐνθυμήματα, ὑπερβολαί, δεινώσεις δεινολογίαι, φράσεις ἐκφράσεις, οἰκτρολογίαι, παραδηλώσεις ὑποδηλώσεις, ἐπίλογοι.
[34] ἔπαινος δὲ ῥήτορος καὶ δημαγωγοῦ εὔνους, φιλόπολις, φιλόδημος, δημοτικός, νομικός, νόμιμος, δημοκρατικός, πιστός, ἀξιόπιστος, συμφέρων, ὠφέλιμος, χρήσιμος, πόριμος ποριστής, προαγωγὸς τοῦ δήμου, προστάτης τῶν νόμων, φύλαξ τῆς ἐλευθερίας, προαγωνιστὴς τῆς δημοκρατίας, συναγωνιστής, ἄδωρος ἀδωροδόκητος, ἄπρατος, ἀδιάφθορος, συνέχων τὴν πολιτείαν, συνδέων, συμφυλάττων, τηρῶν διατηρῶν, φυλάττων διαφυλάττων. καὶ τὰ ῥήματα ἀπ' αὐτῶν. πρᾶγμα δ' ἀπὸ τῶν πλείστων οὐκ ἔστιν, ὅτι μὴ εὔνοια, δημοκρατία, πίστις, πόρος, πορισμός, προστασία· ἀγωνισμὸς γὰρ καὶ φυλακὴ καὶ τήρησις λέγονται καὶ πρὸς ἕτερα.
[35] ψόγος δέ· παράνομος, προδότης, ὀλιγαρχικός, πεπραμένος, δωροδόκος δεδωροδοκημένος, δεδεκασμένος, ἀδόκιμος, κίβδηλος, παράσημος, αὐτόμολος, ἄπιστος, βλαβερός, ζημιώδης, ἐπιζήμιος, νόμοις ἐχθρός, καταλύων τὴν δημοκρατίαν, συγχέων τὰ καθεστηκότα, οὐκ ἀρεσκόμενος τοῖς καθεστηκόσιν, δυσχεραίνων, δυσμεναίνων, ἀνατρέπων τὴν πολιτείαν, λύων ἀναλύων καταλύων, συνταράττων, μεθιστάς, παρακινῶν, μεταβάλλων, [36] μετατιθείς, παρατρέπων, νεωτερίζων, ἐκνεωτερίζων, παρανεωτερίζων, νεωτεριστής νεωτεριστικός, μισόπολις, μισόδημος, ὀλιγαρχικός, πρὸς ἀργύριον ῥέπων, πρὸς ἀργύριον βλέπων, παλίμπρατος, συκοφάντης, δικορράφος, φιλοπράγμων πολυπράγμων, κακοπράγμων, ὡς Ὑπερείδης (frg 248 Bl) ἔφη, καταπολιτευόμενος τὸν δῆμον, ὑποπολιτευόμενος τοῖς ἐχθροῖς, προτείνων τὴν χεῖρα, λέγων ἐπὶ χρήμασι, παλιγκάπηλος, πεπρακὼς ἑαυτόν, πρὸς ἀργύριον λέγων, μισθοῦ φθεγγόμενος, μηδ' ἂν ῥῆμα προῖκα [37] εἰπών, πρὸς λῆμμα βλέπων, πρὸς ἀργύριον κεχηνώς, μηδὲν μέρος ἔχων ἄπρατον, εὔωνος, ῥᾴδιος, πρόσοδον τὴν πολιτείαν πεποιημένος· ὕπουλος, δολερός, ἐπίβουλος, κακοήθης, ἀπατεών, ἐπιβουλεύων, ἐπηρεάζων, δημεύων, δημοκόπος, πρὸς χάριν λέγων, πρὸς ἡδονὴν δημηγορῶν, παρὰ τῇ κιγκλίδι ζῶν ἀεί, παρὰ τὸν δρύφακτον ποιούμενος τὸν βίον, παρὰ τὴν κλεψύδραν, δημοχαριστής, λοιμὸς δήμου, καὶ ὅλως πολλὰ λόγῳ εἴποι τις ἂν [38] καὶ ἐπαινῶν καὶ ψέγων. τὰ δὲ τοῦ πράγματος ὀνόματα προδοσία, παρανομία, αὐτομολία, πρᾶσις, δωροδοκία, δεκασμός, κιβδηλία, ἀπιστία, βλακεία, ζημία, κατάλυσις, σύγχυσις, ἀνατροπή, λύσις, βλάβη, μετάστασις, κίνησις, μεταβολή, νεωτεροποιία νεωτερισμός, συκοφαντία, πολυπραγμοσύνη φιλοπραγμοσύνη, δόλος, ἐπιβουλή, ἀπάτη, κακοήθεια, ἐπηρεασμός, δήμευσις, δημοκοπία, ὧν τὰ πλείω καὶ πρὸς ἕτερα. ἔστι δ' ἐξ ἐνίων καὶ ἐπαινοῦντι καὶ ψέγοντι ἐπιρρήματα.
[39] Φιλόσοφος, διαλεκτικός, θεωρητικός, παιδευτικός, προτρεπτικός, διδασκαλικός, τὰς ψυχὰς ἐξιώμενος, ἐπανορθούμενος τὰ τῆς γνώμης ἀρρωστήματα, ἐπὶ τὴν ἀρετὴν ἄγων, ἐπὶ τὴν ἀρετὴν ἀγωγός, οἷος θυμὸν κοιμίσαι, ἐπιθυμίας πραῧναι, ἡδονὰς ῥυθμίσαι, φιλοχρηματίαν συμμετρῆσαι, τῦφον συστεῖλαι, ἀλαζονείαν κολάσαι, ἀκολασίαν νουθετῆσαι, ἀσέλγειαν σωφρονίσαι· νουθετικός, σωφρονιστικός, [40] σωφρονιστής. ὄργανα δὲ φιλοσοφίας τρόπος καὶ λόγος, ὁ μὲν τῷ παραδείγματι τοῦ βίου παιδεύων, ὁ δὲ λόγος προσαγόμενος καὶ διδάσκων· οὗ μέρη πρότασις, ἐπαγωγή, συλλογισμός, νουθεσία, νουθέτησις, ὀνειδισμός, προτροπή, διδασκαλία. καὶ βίος πολιτικὸς ὁ καὶ πρακτικός, λογικὸς ὁ καὶ παιδευτικός, θεωρητικὸς ὁ καὶ φυσικός. τὸν δ' ἐναντίον τούτῳ ἀφιλόσοφον ἂν εἴποις, ἐκ τοῦ Πλάτωνος Τιμαίου (73 A) λαβὼν τοὔνομα.
[41] Σοφιστής, διδάσκαλος, παιδευτής, ἐξηγητής, ὑφηγητής, ἡγεμών. σοφιστικός, διδασκαλικός, παιδευτικός, ἐξηγητικός, ὑφηγητικός, ἡγεμονικός. διδάσκων, παιδεύων, ἐξηγούμενος ὑφηγούμενος ἡγούμενος· οὐ μὴν καὶ σοφιστεύων εἴποις ἄν. τοὺς δὲ τοιούτους, ὥσπερ καὶ τοὺς φιλοσόφους, ἐκάλουν φροντιστάς, καὶ τὰ διδασκαλεῖα [42] οὐ παιδαγωγεῖα μόνον καὶ φωλεοὺς ἀλλὰ καὶ φροντιστήρια. τὰ δὲ πράγματα διδασκαλία, παίδευσις, ἐξήγησις ὑφήγησις, ἡγεμονία, ἀγωγή, σοφιστική· οὐ γὰρ σοφιστεία, παιδευτικὴ δὲ τέχνη καὶ ἐξηγητικὴ καὶ ὑφηγητικὴ καὶ ἡγεμονική. καὶ τὰ ἐπιρρήματα σοφιστικῶς, διδασκαλικῶς, παιδευτικῶς, ἡγεμονικῶς· τὸ γὰρ ἐξηγητικῶς καὶ ὑφηγητικῶς τραχέα. ἔστι δ' ἀπὸ τούτων ῥήματα, ἀφ' ὧν καὶ μετοχαί. εἴποις δ' ἂν ἐπ' αὐτῶν τὸ μισθοὺς λαμβάνειν, πράττειν εἰσπράττειν πράττεσθαι εἰσπράττεσθαι, αἰτεῖν, ἀπαιτεῖν, ἄρνυσθαι, προσίεσθαι, μισθαρνεῖν μισθοφορεῖν, ἀργυρολογεῖν ἀργυρίζεσθαι, χρηματίζεσθαι ἐκχρηματίζεσθαι, καρποῦσθαι [43] ἐκκαρποῦσθαι, πιπράσκειν τὰ μαθήματα, διατίθεσθαι, πωλεῖν, ἀποδίδοσθαι, ἀντικαταλλάττεσθαι πρὸς ἀργύριον, δωροδοκεῖν, φορολογεῖν, δασμολογεῖν, ἐπὶ μισθῷ διδάσκειν, ἐπὶ χρήμασιν, εἰσπράττεσθαι παρὰ τῶν μαθητῶν φόρους, ἐρανίζεσθαι συνερανίζειν, ἀθροίζειν, συλλέγειν. εἴποις δ' ἂν τοὺς μὲν μείζους σοφιστὰς μεγαλομίσθους, δημοτελεῖς, πανδήμους, παγκοίνους, τοὺς δ' ἐλάττους ὀλιγομίσθους, εὐτελεῖς· Ἰσοκράτης (XII 18) δ' αὐτοὺς κέκληκεν 'ἀγελαίους [44] σοφιστάς.' τοὺς δὲ μαθητὰς ὀνομάσαις ἂν καὶ φοιτητάς, ἑταίρους, συνουσιαστάς, ὁμιλητάς, ἀκροατάς, ὑπηκόους κατηκόους ξυνηκόους· καὶ τὴν ἀγέλην τῶν μαθητῶν, τὸν δῆμον, τὸν χορόν, τοὺς χορευτάς, τὴν πανήγυριν, τὴν σύνοδον, τὴν συλλογήν, τὸν σύλλογον· τοὺς περὶ τὸν σοφιστὴν ἔχοντας, τοὺς περὶ αὐτὸν ἐσπουδακότας, τοὺς κατεχομένους τῷ σοφιστῇ, τοὺς παιδευομένους, τοὺς ἀκροωμένους, τοὺς διδασκομένους. καὶ τὰ πράγματα μάθησιν, φοίτησιν, ἑταιρίαν, συνουσίαν, ὁμιλίαν, ἀκρόασιν, χορείαν, σπουδήν, [45] κατοχήν. καὶ τὰ ῥήματα μανθάνειν, φοιτᾶν συμφοιτᾶν, συνεῖναι, ὁμιλεῖν, ὑπακούειν, ἀκροᾶσθαι, ἐπακούειν κατακούειν συνακούειν, ἀγελάζεσθαι συναγελάζεσθαι, ἀγείρεσθαι συναγείρεσθαι, συνιέναι, συλλέγεσθαι, σπουδάζειν συσπουδάζειν, παιδεύεσθαι, διδάσκεσθαι. αὐτοὶ δ' ἀλλήλων εἶεν ἂν συμφοιτηταί, ὡς Πλάτων (Phaedr 255 A, Euthyd 272 C) ἔφη, συνερασταί, συμμαθηταί, σύννομοι, σύντροφοι, ἑταῖροι. καὶ τὰ λοιπὰ μετοχαῖς ἂν εἴποις καὶ οὐκ ὀνόμασιν, οἷον οἱ συμφοιτήσαντες, οἱ συμπαιδευθέντες, [46] καὶ τὰ τοιαῦτα. τὸ δὲ διδόναι μισθούς ἐστιν εἰσφόρειν ἀποφέρειν, καταβάλλειν, κατατιθέναι, τελεῖν συντελεῖν, δωροφορεῖν, δασμοφορεῖν, πραχθῆναι μισθόν, ἐπὶ μισθῷ μαθεῖν, ἐπὶ δώροις, ἐπὶ χρήμασιν, ἐπὶ πολλῷ ἔμμισθον πεποιῆσθαι τὴν ἀκρόασιν, ἐν τέλει, οὐκ ἐξ ἀτελείας μαθεῖν, οὐκ ἀμισθὶ μαθεῖν. ὁ δὲ μισθὸς ἀργύριον, χρήματα, φορά καταφορά, τέλος, εἰσφορά, [47] τέλεσμα, εἴσπραξις. ὧν ἔνια φαίης ἂν ἐπ' ἀμφοῖν, καὶ τῆς ἀπαιτήσεως καὶ τῆς καταθέσεως, τὴν μὲν αἴτησιν λέγων καὶ εἴσπραξιν καὶ πρόσοδον καὶ χρηματισμὸν καὶ ἀργυρισμὸν καὶ δωροδοκίαν καὶ λῆψιν καὶ εἴσοδον καὶ συλλογήν, τὸ δὲ καταθεῖναι δόσιν καὶ ἐπίδοσιν καὶ καταβολὴν καὶ δωροφορίαν.
ὅστις δὲ βούλοιτο κακίζειν σοφιστήν, τούτῳ ὑπάρχει λέγειν γόης, ἀπατεών, ἐπίβουλος, ἀπατητικός ἐξαπατητικός, δολερός, ὕπουλος, ποικίλος, πολύτροπος, παλίμβολος, ἐγκρυφίας, ἐπίσκιος, [48] πολλαπλοῦς τὸ Πλάτωνος (Rpbl III 397 E), κρυψίνους, γοητευτικός, κακοῦργος, πανοῦργος, ψεύστης, πεπλασμένος καταπεπλασμένος, καὶ κατὰ Πλάτωνα () πολυχρώματος, 'κάπηλος' καπηλικός, μεταβολεύς μεταβλητικός, 'ἔμμισθος θηρευτὴς νέων,' θηρευτικός, μίσθαρνος μισθοφόρος, κόλαξ κολακευτικός, θώψ, θεραπευτής [49] θεραπευτικός. τὰ δὲ ῥήματα σοφίζεσθαι, γοητεύειν, ἀπατᾶν ἐξαπατᾶν, παρακρούεσθαι, παράγειν, παρατρέπειν, ποικίλλειν, κακουργεῖν, φενακίζειν, πανουργεῖν, δολοῦν, τεχνάζειν, ψεύδεσθαι, καταπεπλάσθαι, καπηλεύειν, μεταβάλλεσθαι, θηρᾶν θηρεύειν, μισθαρνεῖν μισθοφορεῖν, κολακεύειν ὑπερκολακεύειν, θεραπεύειν ὑπερθεραπεύειν, ὑπιέναι, ὑπάγεσθαι, ὑπέρχεσθαι, ὑποτρέχειν, ὑποπίπτειν, ὑποκεῖσθαι, κατεπᾴδειν, κατακηλεῖν, καταθέλγειν, φαρμάττειν, φαρμακεύειν, θωπεύειν, ὑποθεῖν, ταπεινοῦν ἑαυτόν, ὑποβάλλειν.
[50] τὰ δὲ πράγματα γοητεία, ἀπάτη, ἐπιβουλή ἐπιβουλία, ἐξαπάτη, ποικιλία, πολυτροπία, κακουργία, ῥᾳδιουργία, πονηρία, πανουργία, ψευδολογία, καπηλεία, πρᾶσις, μεταβολή, μισθαρνία μισθοφορία, θήρα, κολακεία, θεραπεία, θωπεία, παράκρουσις, παραγωγή, παρατροπή, φενακισμός, ὑποδρομή, ὑπαγωγή, ταπεινότης· ἀπὸ μὲν γὰρ ἐνίων οὐκ ἔστιν ὄνομα τοῦ πράγματος, σοφιστεία δὲ [51] βάρβαρον, καὶ ταπείνωσις εὐτελές, καὶ δόλωσις τραχύ. τὰ δ' ἐπιρρήματα γοητευτικῶς, πανούργως, κακούργως, δολερῶς, ἀπατητικῶς, ποικίλως, ἐπιβούλως, ἐπισκίως, κρυψίνως, ὑπούλως, πολυτρόπως, παλιμβόλως, καπηλικῶς, μεταβλητικῶς, μισθαρνικῶς μισθοφορικῶς, καταπεπλασμένως, πεπλασμένως, θηρευτικῶς, κολακικῶς κολακευτικῶς, θεραπευτικῶς, παρακρουστικῶς, φενακιστικῶς, ταπεινῶς, ὑποπεπτωκότως.
[52] Ποιητής ποιητικός, ᾠδός ᾠδικός, μέτρων συνθέτης, εἰς μέτρα ἐπίπνους, εἰς ᾠδὰς ἔνθεος, κάτοχος ἐκ μουσῶν, μουσομανῶν, ἐμμανὴς εἰς ποίησιν, μυθολογικός, παραλλάττων ἐπὶ ποιήμασιν, εἰς μέτρα κεκινημένος, ἐνθουσιῶν ἐπὶ ποιήμασιν, καὶ ὅσα ἂν ἄλλα εἴποι τις ἐπὶ τοῦ ἐνθέως διακειμένου. τὰ δὲ ποιήματα καὶ ᾠδαὶ καὶ ᾄσματα καὶ μέτρα καὶ λόγοι ἔμμετροι, ἔπη ἡρῷα, ἑξάμετρα, ῥαψῳδία, ἐλεγεῖα, πεντάμετρα, ἐπιγράμματα, ἴαμβοι, ἰαμβεῖα, τρίμετρα, [53] τετράμετρα, ἀνάπαιστα, μέλη χορικά, στροφή, ἀντίστροφος, ἐπῳδός, ὕμνοι, παιᾶνες, προσόδια, δαφνηφορικά, τριποδηφορικά, διθύραμβοι, ἰθυφαλλικά, ὠσχοφορικά, παροίνια, ἰόβακχοι, ὑπορχήματα, θρίαμβοι, ἐπιλήνια, ἐπιλοίμια, παρθένεια, ἐπιθαλάμια, ἐγκώμια, ἐπίνικοι, σκολιά, θρῆνοι, σίλλοι, κωμῳδία, τραγῳδία, πάροδος, στάσιμον, ἐμμέλεια, κομματικά, ἔξοδος, εὐκτικά, ἐμβατήρια, ὑμέναιος, νόμοι, προοίμια, προνόμια, προαύλια, ἴουλοι, οὐλαμοί, οὔπιγγοι, λίνος, ἐπιμύλιος ᾠδὴ ἱμαλίς καὶ ἱμαῖος, ὁ δ' ᾄδων ἱμαοιδός. [54] βώριμος δὲ Μαριανδύνων γεωργῶν ᾆσμα, ὡς Αἰγυπτίων μανέρως, καὶ λιτυέρσας Φρυγῶν. ἀλλ' Αἰγυπτίοις μὲν ὁ Μανέρως γεωργίας εὑρετής, Μουσῶν μαθητής, Λιτυέρσας δὲ Φρυξίν· οἱ δ' αὐτὸν Μίδου παῖδα εἶναι λέγουσιν, εἰς ἔριν δ' ἀμητοῦ προκαλούμενον μαστιγῶσαι τοὺς ἐνδιδόντας, βιαιοτέρῳ δ' ἀμήτῃ περιπεσόντα αὐτὸν θάνατον παθεῖν. οἱ δ' Ἡρακλέα γεγενῆσθαι τὸν ἀποκτείναντα αὐτὸν λέγουσιν.
[55] ᾔδετο δ' ὁ θρῆνος περὶ τὰς ἅλως κατὰ τὸ θέρος ἐπὶ Μίδου παραμυθίᾳ. ὁ δὲ Βώριμος ἦν Ἰόλα καὶ Μαριανδύνου ἀδελφός, Οὐπίου βασιλέως παῖς, ἐν θήρᾳ νέος ὥρᾳ θέρους ἀποθανών· τιμᾶται δὲ θρηνώδει περὶ τὴν γεωργίαν ᾄσματι. ἦν δέ τι καὶ ἀλῆτις ᾆσμα ταῖς αἰώραις προσᾳδόμενον, Θεοδώρου ποίημα τοῦ Κολοφωνίου. καί τι καὶ ἐπιλήνιον αὔλημα ἐπὶ βοτρύων θλιβομένων, καὶ ἕτερον πτιστικόν, ὡς Φρύνιχος ἐν Κωμασταῖς (I frg 14 Ko) φησιν ὁ κωμικός·
ἐγὼ δὲ νῷν δὴ τερετιῶ τι πτιστικόν [56] καὶ Νικοφῶν ἐν τοῖς Χειρογάστορσιν (I frg 17 Ko)
ἀλλ' ἴθι προσαύλησον σὺ νῷν πτισμόν τινα. καὶ ἐρετικὰ δή τιν' αὐλήματα καὶ ποιμενικά. Ἐπίχαρμος (frg 210 Kaib) δὲ καὶ πυκτικόν τι μέλος αὐλεῖσθαί φησι, Πλάτων δ' ὁ κωμικὸς (I frg 211 Ko) καὶ συβωτικόν·
ὅτι δ' ἂν ἡ συβώτρια, μηδ' ἀγαθὴ γένοιτό μοι.
ἔχειν δοκεῖ μοι δακτύλους αὐλητικούς.
Τυρρηνοὶ δὲ τῷ Ἀριστοτέλους (frg 608 Rose) λόγῳ οὐ πυκτεύουσιν ὑπ' αὐλῷ μόνον, ἀλλὰ καὶ μαστιγοῦσι καὶ ὀψοποιοῦσιν.
[57] Μουσικῇ δὲ προσήκοι ἂν καὶ τὰ προειρημένα καὶ μουσικός, μουσουργός, μουσουργικός, μουσουργεῖν, καὶ εὐμουσία, ἀμουσία, εὐμούσως, ἀμούσως, μουσικῶς, εὔμουσος, ἄμουσος. καὶ μέλος, ἐμμέλεια, ἐμμελής, ἐμμελῶς, πολυμελῶς, ἐκμελής, ἀμελής, ἐκμελῶς, ἀμελῶς, πλημμελῶς, πλημμελές, πλημμέλεια, πλημμελεῖν, ἐπὶ δὲ μέλει ἁρμονία, ῥυθμός, κροῦμα, βάσις. τὴν δ' ἁρμονίαν ἁρμογὴν Εὔπολις (I frg 11 Ko) εἴρηκεν·
ταύτην ἐγὼ ζητῶν πάλαι τὴν ἁρμογήν.
[58] ὀνόματα δ' ἀπ' αὐτῆς ἁρμόζον, ἁρμόζειν, ἡρμοσμένον, εὐάρμοστον, ἐναρμόνιον, καὶ τὸ ἐναντίον ἀνάρμοστον, καὶ τὸ Πλάτωνος (Gorg 482 B, cf Sophist 253 A) ἀναρμοστεῖν, ὡς καὶ ἀπὸ ῥυθμοῦ εὔρυθμος, εὐρυθμία, ῥυθμίζειν, εὐρύθμως, καὶ ἀρρύθμως, ἀρρυθμία, ἀρρυθμεῖν. κιθαρῳδία, λυρῳδία, αὐλῳδία.
τὰ δ' ὄργανα τὰ κρουόμενα εἴποις ἂν καὶ πληττόμενα, ἐπιψαλλόμενα, ἔγχορδα, πρόσχορδα, προσῳδά, τὰ δ' ἐμπνεόμενα, καταπνεόμενα, ὑποπνεόμενα, ἐμφυσώμενα. ὧν εἴδη τῶν μὲν κρουομένων [59] λύρα, κιθάρα, βάρβιτον ‑ τὸ δ' αὐτὸ καὶ βαρύμιτον ‑ χέλυς, ψαλτήριον, τρίγωνα, σαμβῦκαι, πηκτίδες, φόρμιγγες, φοῖνιξ, σπάδιξ, λυροφοινίκιον, ἰαμβύκη, κλεψίαμβος, παρίαμβος, σκινδαψός. ἐπιγόνειον δὲ κέκληται μὲν ἀπὸ τοῦ εὑρόντος, ὁ δ' Ἐπίγονος ἦν γένει μὲν Ἀμβρακιώτης τιμῇ δὲ Σικυώνιος, πρῶτος ἐπικρούσας ἄνευ πλήκτρου. τὸ δ' ἐπιγόνειον ἔχει χορδὰς τετταράκοντα, ὥσπερ τὸ σιμικὸν [60] πέντε καὶ τριάκοντα. μονόχορδον δέ, Ἀράβων τὸ εὕρημα. τρίχορδον, ὅπερ Ἀσσύριοι πανδοῦραν ὠνόμαζον· ἐκείνων δ' ἦν καὶ τὸ εὕρημα. πεντάχορδον· Σκυθῶν μὲν τὸ εὕρημα, καθῆπται δ' ἱμᾶσιν ὠμοβοΐνοις, αἰγῶν δὲ χηλαὶ τὰ πλῆκτρα. ψιθύρα δέ, τὸ μὲν εὕρημα Λιβυκόν, μάλιστα δὲ Τρωγλοδυτῶν, τὸ δὲ σχῆμα τετράγωνον. ἔνιοι δὲ τὴν ψιθύραν τὴν αὐτὴν εἶναι τῷ ἀσκάρῳ ὀνομαζομένῳ νομίζουσιν.
[61] τὸ δ' ἦν πλινθίον πηχυαῖον, ἔχον διειλκυσμένα πηνία, ἃ περιστρεφόμενα ἦχον ἐποίει κροτάλῳ παραπλήσιον. μαγάδιν δ' ὀνομάζει μὲν Ἀνακρέων (frg 18 B), τὴν δ' εὕρεσιν αὐτῆς Θρᾳξὶ Κάνθαρος (I frg 9 Ko) προστίθησιν. ἀλλὰ μὴν καὶ νάβλας μνημονεύει Φιλήμων (II frg 44 Ko)·
ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ' ἢ
νάβλαν τινά.
καὶ πήληξ δ' οὐ μόνον ὁ τῆς περικεφαλαίας λόφος, ἀλλὰ καὶ ὄργανόν τι ψαλτήριον.
[62] μέρη δὲ τῶν ὀργάνων νευραί, χορδαί, λίνα, μίτοι, τόνοι, πήχεις, ἀγκῶνες, κέρατα, κόλλοπες, ἠχεῖα, πλῆκτρον, χορδότονον. καὶ δόνακα δέ τινα ὑπολύριον οἱ κωμικοὶ (Aristoph Ran 233) ὠνόμαζον ὡς πάλαι ἀντὶ κεράτων ὑποτιθέμενον ταῖς λύραις· ὅθεν καὶ Σοφοκλῆς (TGF 33 N) εἴρηκεν
ὑφῃρέθη σου κάλαμος ὡσπερεὶ λύρας.
οἱ δὲ τεχνῖται λυρῳδοί, κιθαρῳδοί, κιθαρισταὶ κιθαρίστριαι, ψάλται [63] ψάλτριαι. καὶ τὰ ῥήματα λυρίζειν, κιθαρίζειν, ψάλλειν, ὑποβάλλειν καὶ ὡς Ἀριστοφάνης (frg 752 Ko) βαρβιτίζειν. καὶ κρέκειν δέ, καὶ κρεγμὸς τὸ πρᾶγμα. προσᾴδειν, ἐπᾴδειν, ὑπᾴδειν, συνᾴδειν, ἀπᾴδειν. κρούματα, πρόσχορδα ᾄσματα, πολύχορδον, ἁρμονία, ἐναρμόνιον, παναρμόνιον, πολυαρμόνιον, ἀνάρμοστον, ἀναρμοστία, ἀναρμοστεῖν. ῥυθμὸς ἄρρυθμος, ἀρρυθμεῖν· Πλάτων [64] (Leg VII 802 E) γάρ ἐστιν ὁ ὀνομάζειν οὕτω δοκῶν, ὥσπερ καὶ Κριτίᾳ (frg 48 Bach) τὰς πρὸς κιθάραν ᾠδὰς προσῳδίας ἀρέσκει καλεῖν. Ἀριστοφάνης (frg 818 Ko) δὲ μελῳδὸς καὶ (frg 844 Ko) προσῳδὸς εἴρηκε, καὶ λεπτόφωνος (frg 806 Ko) καὶ βαρύφωνος (frg 753 Ko), καὶ 'φωνάριον ᾠδικὸν καὶ καμπτικόν' (frg 644 Ko), καὶ ᾀσματοκάμπτας (Nub 333). τὸ δ' ᾆσμα καὶ ᾀσμάτιον Πλάτων εἴρηκεν ὁ κωμικός (I frg 235 Ko). ὁ δ' ὄργανα τοιαῦτα συμπηγνὺς ὀνομάζεται λυροποιός.
[65] ἁρμονίαι δὲ Δωρὶς Ἰὰς Αἰολὶς αἱ πρῶται, καὶ Φρύγιος δὲ καὶ Λύδιος, καὶ αἱ ἀπὸ τούτων, καὶ Λοκρική· Φιλοξένου τὸ εὕρημα. νόμοι δ' οἱ Τερπάνδρου ἀπὸ μὲν τῶν ἐθνῶν ὅθεν ἦν, Αἰόλιος καὶ Βοιώτιος, ἀπὸ δὲ ῥυθμῶν ὄρθιος καὶ τροχαῖος, ἀπὸ δὲ τρόπων ὀξὺς καὶ τετραοίδιος, ἀπὸ δ' αὐτοῦ καὶ τοῦ ἐρωμένου Τερπάνδρειος καὶ Καπίων. σφάλλονται δ' οἱ καὶ ἀπόθετον προστιθέντες αὐτῷ καὶ σχοινίωνα· οὗτοι γὰρ αὐλητικοί. τὸ μέντοι σιφνιάζειν καὶ χιάζειν, τὸ περιέργοις μέλεσι χρῆσθαι, ἀπὸ Δημοκρίτου τοῦ Χίου [66] καὶ Φιλοξενίδου τοῦ Σιφνίου, ὃς καὶ Ὑπερτονίδης ἐκαλεῖτο. καὶ Φρῦνιν δὲ τὸν Κάμωνος μέλεσι πολυκαμπέσι, τοῖς ὑπὸ τῶν κωμῳδῶν (Aristoph Nub 971) δυσκολοκάμπτοις κληθεῖσι, κεχρῆσθαι λέγουσιν. τὸ μέντοι τῶν ψιλῶν κιθαριστῶν ὄργανον, ὃ καὶ Πυθικὸν ὀνομάζεται, δακτυλικόν τινες κεκλήκασιν. νόμοι δ' αὐτῶν Διὸς Ἀθηνᾶς Ἀπόλλωνος. ἴαμβοι, ἰαμβίδες παριαμβίδες. μέρη δὲ τοῦ κιθαρῳδικοῦ νόμου, Τερπάνδρου κατανείμαντος, ἑπτά· ἀρχά, μεταρχά, κατατροπά, μετακατατροπά, ὀμφαλός, σφραγίς, ἐπίλογος.
[67] τὰ δ' ἐμπνεόμενα ὄργανα τὸ μὲν σύμπαν αὐλοὶ καὶ σύριγγες· καὶ 'καλαμίνην σύριγγα' εἴρηκεν Ἀριστοφάνης (frg 719 Ko) καὶ ἀπὸ μὲν αὐλῶν αὐλεῖν, ὑπαυλεῖν, προσαυλεῖν, καταυλεῖν, παραυλεῖν, αὔλημα, ἔναυλον, ἔξαυλον, ἐξηυλημένος. καὶ πολύφθογγος αὐλός, πολύφωνος, πολυκαμπής, πολυμελπής· Πλάτων [68] (Rpbl III 399 D) δὲ καὶ πολύχορδον εἴρηκε τὸν αὐλόν. ἐπὶ δ' αὐλῶν ἐμφυσᾶν καὶ ἐμπνεῖν φαίης ἂν ἢ καταπνεῖν, καὶ καταπέμπειν τὸ πνεῦμα εἰς τὸν αὐλὸν ὑποπιμπλαμέναις ταῖς γνάθοις, ὑποιδούσαις, ἐξεστηκυίαις, προπετέσι, προπιπτούσαις, ὑπωγκωμέναις, πνεύματος πλήρεσι, τῶν ὀφθαλμῶν τραχυνομένων, ὑβριζόντων, ἐξαιμασσομένων, ἢ ἀπράγμονι τῷ προσώπῳ, ἀβασανίστῳ, ἀγνοοῦντι τὴν [69] κάθοδον τοῦ πνεύματος· καὶ γὰρ τοιαῦτα ἔστιν εἰπεῖν, εἰ αὐλητὴν ἐπαινοίης ῥοθίῳ μὲν τῷ φυσήματι χρώμενον, διὰ δὲ μέγεθος καὶ τόνον καὶ ἰσχὺν πνεύματος οὐκ ἐνοχλοῦντα τὸ πρόσωπον εἰς ἀταξίαν. ἐπὶ δὲ σύριγγος εἴποις ἂν παράγειν ἐπ' αὐτῆς τὸ στόμα καὶ παραφέρειν, καὶ διασπείρειν τὸ πνεῦμα. ἡ μὲν οὖν σύριγξ καλάμων συνθήκη λίνῳ καὶ κηρῷ συνδεθεῖσα, ἥ γ' αὐτοσχέδιος, αὐλοὶ πολλοί, ἕκαστος ὑφ' ἑκάστῳ κατὰ μικρὸν ὑπολήγοντες εἰς τὸν ἐλάχιστον ἀπὸ τοῦ μεγίστου, κατὰ μὲν τὰ στόματα τῶν αὐλῶν ἀπισωμένοι, ἐκ δὲ θατέρου μέρους ὑπ' ἀλλήλοις δι' ἀνισότητα ὑφεστηκότες, ὡς ὄρνιθος πτέρυγι τὸ σχῆμα προσεοικέναι. τούτῳ δὲ κατὰ [70] τὸ ἔμπαλιν ἔχων ὁ τυρρηνὸς αὐλός, ἀντεστραμμένῃ σύριγγι παρεοικώς, χαλκοῦς μέν ἐστιν ὁ κάλαμος, κάτωθεν δ' ὑποπνεόμενος, φύσαις μὲν ὁ ἐλάττων, ὕδατι δ' ὁ μείζων ἀναθλιβομένῳ καὶ αὔραν πνεύματος ἀφιέντι. πολύφωνός τις οὗτος αὐλός ἐστιν, καὶ ὁ χαλκὸς ἔχει τὸ φθέγμα ἰταμώτερον. τῶν δ' ἄλλων αὐλῶν τὰ μέρη γλῶττα καὶ τρυπήματα καὶ βόμβυκες καὶ ὅλμοι καὶ ὑφόλμια. καὶ φορβειὰ δὲ προσήκει τοῖς αὐλοῦσι, καὶ τὸν τῇ φορβειᾷ κατειλημμένον [71] ἔλεγον (Aristoph Av 861) ἐμπεφορβειωμένον. ὁ δὲ τοὺς αὐλοὺς ἐργαζόμενος αὐλοποιός, καὶ ἀπὸ μέρους γλωττοποιός, καὶ αὐλοτρύπης κατὰ τὴν κωμῳδίαν (I p 712 frg 3, 3 Ko). ἡ δ' ὕλη τῶν αὐλῶν κάλαμος ἢ χαλκὸς ἢ λωτὸς ἢ πύξος ἢ κέρας ἢ ὀστοῦν ἐλάφου, ἢ δάφνης τῆς χαμαιζήλου κλάδος τὴν ἐντεριώνην ἀφῃρημένος. ὁ δὲ τοῖς αὐλοῖς χρώμενος αὐλητὴς καὶ κεραύλης κατὰ τὸν Ἀρχίλοχον (frg 172 B), τριηραύλης, αὐλητρίς. εἴποις δ' ἂν αὐλητὴν ἐπαινῶν σοφός, ἐμμελής, δεξιός. ἀλλὰ ταῦτα μὲν κἂν ἐπὶ τῆς [72] ἄλλης ῥηθείη μουσικῆς· ὃ δ' ἔστιν ἴδιον, εὔπνους, μέγα φυσῶν, μέγα πνέων, ἁδρόν, ἔντονον, ἰσχυρόν, ῥόθιον, βίαιον, ἡδύπνουν· τὸ γὰρ λιγύπνουν ποιητικόν. γλυκὺ δὲ πνεῦμα, λιγυρόν, γοερόν, ἐπαγωγόν, γοῶδες, θρηνῶδες. τὸ δὲ πνεῦμα καὶ φύσημα καὶ αὔλημα. ἀπόδεξαι καὶ τὴν αὐλητοῦ εὐχειρίαν καὶ τὴν ταχυχειρίαν καὶ τὴν εὐχέρειαν. κοινὰ δὲ τὰ πλείω τούτων καὶ πρὸς τὸν αὐλόν. ἐκεῖνος δ' οὐ μόνον εὔπνους ἀλλὰ καὶ εὔγλωττος εὔστομος πυκνὸς [73] συνεχής, ὥσπερ ὁ μὲν φαῦλος αὐλητὴς ἄπνους ἀσθενὴς ἀηδὴς ἀγλευκής, ὁ δὲ φαῦλος αὐλὸς καὶ ἄγλωττος καὶ ἄφθογγος, ἀραιός, διάβροχος, ἔξαυλος· καὶ ἐξηυλημέναι γλῶτται αἱ παλαιαί. αὔλημα δ' ὄρθιον, ἀφ' οὗ καὶ νόμος ὄρθιος, στερεόν, πλῆρες, ἐμμελές, μονόκωλον, πολύτροπον, προσαγωγόν, εὐκαμπές, πολύκαμπτον, γοῶδες, θρηνητικόν, ὀξύ, λιγυρόν, πομπικόν, παροξυντικόν, ἐνόπλιον, πυρριχιστικόν, καὶ σπονδεῖον, τροχαῖον, γαμήλιον, παροίνιον.
[74] αὐλῶν δ' εἴδη πλάγιος, λώτινος, Λιβύων τὸ εὕρημα· πλαγίαυλον δ' αὐτὸν Λίβυες καλοῦσιν. ἔλυμος τὴν μὲν ὕλην πύξινος, τὸ δ' εὕρημα Φρυγῶν· κέρας δ' ἑκατέρῳ τῶν αὐλῶν ἀνανεῦον πρόσεστιν, αὐλεῖ δὲ τῇ Φρυγίᾳ θεῷ. ἱπποφορβός· Λίβυες μὲν οἱ σκηνῖται τοῦτον εὗρον, χρῶνται δ' αὐτῷ πρὸς τὰς ἵππων νομάς. ἡ δ' ὕλη δάφνη τοῦ φλοιοῦ γυμνωθεῖσα· τῆς γὰρ ἐντεριώνης ἐξαιρεθείσης ὀξὺν ἦχον ποιεῖ καὶ τῶν ἵππων τῇ ὀξύτητι καθικνούμενον.
[75] μόναυλος· μέμνηται μὲν αὐτοῦ Σοφοκλῆς ἐν Θαμύριδι (TG F220. 2 N), τὸ δ' εὕρημά ἐστιν Αἰγυπτίων, αὐλεῖ δὲ μάλιστα τὸ γαμήλιον. λέγεται δὲ καὶ Φρύγας εὑρεῖν μόναυλον θρηνητικόν, ᾧ κεχρῆσθαι τοὺς Κᾶρας παρ' ἐκείνων λαβόντας· θρηνῶδες δὲ τὸ αὔλημα τὸ Καρικόν. θήρειος αὐλός· Θηβαῖοι μὲν αὐτὸν ἐκ νεβροῦ [76] κώλων εἰργάσαντο, χαλκήλατος δ' ἦν τὴν ἔξωθεν ὄψιν. καὶ κέρατι μὲν αὐλεῖν Τυρρηνοὶ νομίζουσιν. γίγγρας δὲ μικρός τις αὐλίσκος γοώδη καὶ θρηνητικὴν φωνὴν ἀφιείς, Φοῖνιξ μὲν ὢν τὴν εὕρεσιν, πρόσφορος δὲ μούσῃ τῇ Καρικῇ. ἡ δὲ Φοινίκων γλῶττα Γίγγραν τὸν Ἄδωνιν καλεῖ, καὶ τούτῳ ὁ αὐλὸς ἐπωνόμασται. Σκύθαι δέ, καὶ μάλιστα τούτων Ἀνδροφάγοι καὶ Μελάγχλαινοι καὶ Ἀριμασποί, [77] ἀετῶν καὶ γυπῶν ὀστοῖς αὐλητικῶς ἐμπνέουσιν. ἡ δ' ἐκ καλάμων σῦριγξ Κελτοῖς προσήκει καὶ τοῖς ἐν Ὠκεανῷ νησιώταις. παρὰ δ' Αἰγυπτίοις πολύφθογγος αὐλός, Ὀσίριδος εὕρημα, ἐκ καλάμης κριθίνης. ἐκλήθησαν δ' αὐλοὶ καὶ κιθαριστήριοι, μεσοκόποι, πυκνοί, δίοποι, ἡμίοποι, σύριγγες, τέλειοι, ὑπόπτεροι. καὶ Ἀθηνᾶ δ' εἶδος αὐλοῦ, ᾧ μάλιστα Νικωφελῆ τὸν Θηβαῖον εἰς τὸν τῆς Ἀθηνᾶς νόμον κεχρῆσθαι λέγουσι. καὶ ἰδοῦθοι δ' αὐλῶν εἶδος.
[78] καὶ ἁρμονία μὲν αὐλητικὴ δωριστὶ καὶ φρυγιστὶ καὶ Λύδιος καὶ Ἰωνικὴ καὶ σύντονος λυδιστί, ἣν Ἄνθιππος προσεξεῦρεν· μέλος δὲ Καστόριον μὲν τὸ Λακωνικὸν ἐν μάχαις, ὑπὸ τὸν ἐμβατήριον ῥυθμόν, Ἱεράκιον δὲ τὸ Ἀργολικόν, ὃ ταῖς ἀνθεσφόροις ἐν Ἥρας ἐπηύλουν. νόμοι δ' Ὀλύμπου καὶ Μαρσύου Φρύγιοι καὶ Λύδιοι, ὁ δὲ Σακάδα [79] νόμος Πυθικός, οἱ δ' Εὐίου κύκλιοι, καὶ Ὀλύμπου ἐπιτυμβίδιοι. καὶ νόμος δ' ἦν Ἱεράκιος εἷς· ὁ δ' Ἱέραξ νέος μὲν ἐτελεύτα, Ὀλύμπου δ' ἦν οἰκέτης καὶ μαθητὴς καὶ ἐρώμενος. καὶ Κλονᾶ δὲ νόμοι αὐλητικοὶ ἀπόθετός τε καὶ σχοινίων. τὸ δὲ σπονδεῖον μέλος εἴποις ἂν ἐπιβώμιον, καὶ ἄλλο τελεστήριον, καὶ ἄλλο κουρητικόν. τὸ δὲ [80] νηνίατον ἔστι μὲν Φρύγιον, Ἱππῶναξ (frg 129 B) δ' αὐτοῦ μνημονεύει. ἦν δέ τι καὶ ὀδοντισμὸς εἶδος αὐλήσεως.
καὶ τέως μὲν τέτταρα τρυπήματα εἶχεν ὁ αὐλός· πολύτρητον δ' αὐτὸν ἐποίησε Διόδωρος ὁ Θηβαῖος, πλαγίας ἀνοίξας τῷ πνεύματι τὰς ὁδούς.
καὶ τὸ μὲν γαμήλιον αὔλημα δύο ἦσαν αὐλοί, μείζων ἅτερος, συμφωνίαν μὲν ὑποδηλοῦντες, μείζω δ' εἶναι χρῆναι τὸν ἄνδρα. οἱ δὲ παροίνιοι σμικροὶ μέν, ἴσοι δ' ἄμφω· τὴν γὰρ ἰσότητα συμποσίῳ [81] πρέπειν. ἥρμοττον δὲ πρὸς ὕμνους μὲν οἱ σπονδειακοί, πρὸς παιᾶνας δ' οἱ Πυθικοί· τελείους δ' αὐτοὺς ὠνόμαζον, ηὔλουν δὲ τὸ ἄχορον αὔλημα, τὸ Πυθικόν, οἱ δὲ χορικοὶ διθυράμβοις προσηύλουν. καὶ τοῖς μὲν παρθενίοις αὐλοῖς παρθένοι προσεχόρευον, τοῖς δὲ παιδικοῖς παῖδες προσῇδον· οἱ δ' ὑπερτέλειοι προσεφθέγγοντο ἀνδρῶν χοροῖς. κιθαριστήριοι δὲ καὶ τοὔνομα διότι κιθάραις προσηύλουν διδάσκει. παράτρητοι δὲ θρήνοις ἥρμοττον, ὀξὺ καὶ νωθὲς [82] πνέοντες. τῶν δὲ βομβύκων ἔνθεον καὶ μανικὸν τὸ αὔλημα, πρέπον ὀργίοις. ἔνιοι δὲ καὶ ἐμβατηρίους αὐλοὺς ὠνόμασαν τοὺς ἐπὶ τοῖς προσοδίοις, καὶ δακτυλικοὺς τοὺς ἐπὶ τοῖς ὑπορχήμασιν· οἱ δὲ ταῦτα οὐκ αὐλῶν ἀλλὰ μελῶν εἶναι εἴδη λέγουσιν, ὑποθεάτρους δ' αὐλοὺς τοὺς ἐπὶ τοῖς νόμοις τοῖς αὐλητικοῖς ἐκάλεσαν. οἱ δὲ Σύριοι θρασύ τι καὶ εὔτολμον ἐμπνεῖν δοκοῦσιν. γίγγλαρος δὲ μικρός τις αὐλίσκος Αἰγύπτιος, μοναυλίᾳ πρόσφορος. καὶ σκυτάλια μέντοι μικρῶν αὐλίσκων τοὔνομα.
[83] μέρη δ' αὐλημάτων κρούματα, συρίγματα, τερετισμοί τερετίσματα, νίγλαροι. τὰ δὲ πρῶτα τῶν αὐλητῶν μαθήματα πεῖρα καὶ γρόνθων. Ἀθήνησι δὲ καὶ συναυλία τις ἐκαλεῖτο· συμφωνία τις αὕτη τῶν ἐν Παναθηναίοις συναυλούντων. οἱ δὲ τὴν συναυλίαν εἶδος προσαυλήσεως οἴονται ὡς τὴν αὐλῳδίαν. καὶ μὴν ἴαμβοί γε καὶ [84] παριαμβίδες νόμοι κιθαριστήριοι, οἷς καὶ προσηύλουν. τοῦ δὲ Πυθικοῦ νόμου τοῦ αὐλητικοῦ μέρη πέντε, πεῖρα κατακελευσμὸς ἰαμβικὸν σπονδεῖον καταχόρευσις. δήλωμα δ' ἐστὶν ὁ νόμος τῆς τοῦ Ἀπόλλωνος μάχης πρὸς τὸν δράκοντα. καὶ ἐν μὲν τῇ πείρᾳ διορᾷ τὸν τόπον, εἰ ἄξιός ἐστι τοῦ ἀγῶνος· ἐν δὲ τῷ κατακελευσμῷ προκαλεῖται τὸν δράκοντα, ἐν δὲ τῷ ἰαμβικῷ μάχεται. ἐμπεριείληφε δὲ τὸ ἰαμβικὸν καὶ τὰ σαλπιστικὰ κρούματα καὶ τὸν ὀδοντισμὸν ὡς τοῦ δράκοντος ἐν τῷ τετοξεῦσθαι συμπρίοντος τοὺς ὀδόντας. τὸ δὲ σπονδεῖον δηλοῖ τὴν νίκην τοῦ θεοῦ. ἐν δὲ τῇ καταχορεύσει ὁ θεὸς τὰ ἐπινίκια χορεύει.
[85] εἰ δὲ καὶ ἡ σάλπιγξ τοῖς αὐλοῖς προσήκει, τὸ μὲν εὕρημα Τυρρηνικόν, τὸ δὲ σχῆμα εὐθεῖά τε καὶ καμπύλη, ἡ δ' ὕλη χαλκὸς καὶ σίδηρος, ἡ δὲ γλῶττα ὀστίνη. εἴποις δ' ἂν τὸ φθέγμα τῆς σάλπιγγος καὶ φωνὴν καὶ ἦχον καὶ βόμβον καὶ θόρυβον καὶ κτύπον, ὄρθιον, ἐρρωμένον, ῥωμαλέον, βαρύ, σεμνόν, σφοδρόν, φρικῶδες, ἐμβριθές, στερεόν, βίαιον, τραχύ, ἐκπληκτικόν, ταραχῶδες, πολεμιστήριον, [86] καὶ ἐμπολέμιον. μέρη δὲ τοῦ πολεμιστηρίου σαλπίγματος ἐξορμητικόν, ἐφ' οὗ ἔλεγον τὸ σημῆναι τῇ σάλπιγγι, καὶ ὑπεσήμηναν αἱ σάλπιγγες, ἐξώτρυναν, ἐξήγειραν, ἐξανήγειραν· καὶ παρακελευστικὸν τὸ κατὰ τὴν τῆς μάχης συμβολήν, ἀνακλητικὸν δὲ τὸ ἐκ τῆς μάχης ἀνακαλοῦν, ἀναπαυστήριον δὲ τὸ καταζευγνύντων ἐπίφθεγμα. ἔστι δέ τι καὶ πομπικὸν ἐπὶ πομπαῖς καὶ ἱερουργικὸν ἐπὶ [87] θυσίαις Αἰγυπτίοις τε καὶ Ἀργείοις καὶ Τυρρηνοῖς καὶ Ῥωμαίοις. καὶ ὁ μὲν τῇ σάλπιγγι χρώμενος καλεῖται σαλπιγκτής, τὸ δὲ ῥῆμα σαλπίζειν, ὁ δ' ἐπὶ τοῖς ἱεροῖς ἱεροσαλπιγκτής· ἄμεινον δὲ τὸ ἱερὸς σαλπιγκτής, διαλυσάντων τοὔνομα. καὶ Μένανδρος (frg 1030 Ko) δέ τινας καλεῖ λῃστοσαλπιγκτάς.
εἰ δὲ δεῖ ἀγλευκεῖ ὄντι τῷ ὀργάνῳ παραμῖξαι γλυκύτητα ἱστορίας, παρῆλθε μὲν εἰς τοὺς ἀγῶνας ἡ σάλπιγξ ἐκ τῆς ἐμπολεμίου μελέτης, ἐφ' ἑκάστῃ δὲ τῇ κλήσει τῶν ἀγωνιστῶν ἐπιφθέγγεται ἐκ [88] τοιᾶσδε τῆς αἰτίας. Ἕρμων ἦν κωμῳδίας ὑποκριτής· λαχὼν δὲ μετὰ πολλοὺς ὁ μὲν ἀπῆν τοῦ θεάτρου, τῆς φωνῆς ἀποπειρώμενος, τῶν δὲ πρὸ αὐτοῦ πάντων ἐκπεσόντων Ἕρμωνα μὲν ὁ κῆρυξ ἀνεκαλεῖτο, ὁ δ' οὐχ ὑπακούσας, ζημίᾳ πληγείς, εἰσηγήσατο τοῦ λοιποῦ τῇ σάλπιγγι τοὺς ἀγωνιστὰς ἀνακαλεῖν. καὶ τὸ μὲν Ἐπιστάδην†τὸν σαλπιγκτὴν παραφέρειν εἰς πεντήκοντα στάδια τῇ σάλπιγγι διικνούμενον, ὥσπερ καὶ Μόλοκρον ἐπὶ τοῦ Φιλοπάτορος αὐλήσαντα [89] δύο σάλπιγξιν, ἴσως ἕωλον· Ἀγλαῒς δ' ἡ Μεγαλοκλέους σάλπιγγι ὑπερερρωμένως ἐχρήσατο ἀγωνιστηρίῳ τε καὶ πομπικῇ. καὶ μὴν ὅ γε Μεγαρεὺς Ἡρόδωρος ὁπότε σαλπίζοι, χαλεπὸν ἦν αὐτῷ πλησιάζειν πληττομένους διὰ μέγεθος πνεύματος· ἑπτακαίδεκα δὲ περιόδους ἀνείλετο τῶν στεφανιτῶν ἀγώνων. ἦν δὲ μέγεθος μὲν τεττάρων πήχεων, ὑπέστρωτο δ' ἄρκτου δοράν, καὶ λεοντῆν ἐπεβέβλητο. ἓξ δὲ χοίνικας ἄρτου ἐσιτεῖτο, ὀκτὼ δὲ μνᾶς κρεῶν, οἴνου [90] δὲ δύο ἔπινε χοᾶς. ἐπλήρου δὲ τῷ πνεύματι τὰ μέγιστα τῶν στρατοπέδων, εἰ καὶ ἐκ μηκίστου φθέγξαιτο. περιεῖπε δ' αὐτὸν ἐν τοῖς μάλιστα ὁ πολιορκητὴς Δημήτριος. καί ποτε ὁ μὲν τείχει προσέφερέ τινα μηχανήν, ἡ δ' ἦν ἀπειθής τε καὶ ἐπαχθής. καὶ τοίνυν ὁ μὲν Ἡρόδωρος δύο ὄργανα λαβὼν στερρὸν ἐνέπνευσε τοῖς ὀργάνοις, τὰ δὲ τοσοῦτον μένος τοῖς στρατιώταις ἐνέπνευσεν ὥστε ῥύμη πολλὴ καὶ δρόμος προσεγένετο τῇ μηχανῇ.
[91] Τὸ δὲ κηρύκων γένος ἱερὸν μὲν Ἑρμοῦ, κατεκήρυττε δ' ἡσυχίαν ἔν τ' ἀγῶσι καὶ ἱερουργίαις, καὶ σπονδὰς περιήγγελλε καὶ ἐκεχειρίαν ἐπήγγελλε καὶ τοὺς ἀγωνιστὰς ἀνεκήρυττεν. καὶ ἦν ἀγώνισμα σάλπιγγος πρεσβύτερον. εἰς δὲ φιλοτιμίαν τῶν ἐπ' αὐτῷ προελθόντων οἵ τε καλούμενοι πόδες συνετέθησαν, ἔλεγχον ἔχοντες εἰς μῆκος πνεύματος· καὶ ἡ τῶν περὶ τοὺς νεὼς οἰκοδομημάτων ἔκδοσις [92] σαφηνείας τινὸς δεομένη. πρότερον δ' Ὀλυμπίασι τῶν ἐπιχωρίων κηρυττόντων, οἳ ταῖς ἱερουργίαις ὑποδιηκονοῦντο, πρῶτος τῶν ξένων ἠγωνίσατο τὰ Ὀλύμπια Ἀρχίας Ὑβλαῖος, καὶ τρεῖς ὀλυμπιάδας ἐφεξῆς ἐνίκα. ἐνίκα δὲ καὶ Πυθοῖ, καὶ εἰκών τις ἦν αὐτῷ Πυθικὴ καὶ ἐπίγραμμα
Ὑβλαίῳ κήρυκι τόδ' Ἀρχίᾳ Εὐκλέος υἱῷ
δέξαι ἄγαλμ' εὔφρων Φοῖβ' ἐπ' ἀπημοσύνῃ,
ὃς τρὶς ἐκάρυξεν τὸν Ὀλυμπίᾳ αὐτὸς ἀγῶνα,
οὔθ' ὑπὸ σαλπίγγων οὔτ' ἀναδείγματ' ἔχων.
ἀπὸ μὲν δὴ τοῦ κήρυκος ὀνόματα κήρυγμα, κηρυκεία ἐπικηρυκεία, [93] κηρύκειον, καὶ κηρυκεία τέλους τινὸς ὄνομα. κηρύττειν, ἐπικηρυκεύσασθαι, ἀκήρυκτος πόλεμος, ἐπικηρύττειν τινὶ χρήματα καὶ ἀντεπικηρύττειν, προκηρῦξαι πόλεμον, κατακηρῦξαι ἐκεχειρίαν, κατακηρῦξαι ἡσυχίαν, ὃ καὶ κατακελεῦσαι λέγουσιν. ἀνακηρῦξαι ἀγωνιστήν, κηρῦξαί τινα τῶν ἀγωνιστῶν, ἀποκηρῦξαι υἱωνὸν ἢ υἱόν. τὸ μέντοι ὄνομα 'ὁ ἀποκήρυκτος' οὐκ ἔστιν ἐν χρήσει τῇ παλαιᾷ, Θεόπομπος (FHG I p 331. 333) δ' αὐτῷ κέχρηται ὁ συγγραφεύς· [94] ἀλλ' οὐδὲν Θεοπόμπῳ σταθμητὸν εἰς ἑρμηνείας κρίσιν. τὸ δ' ἔργον αὐτὸ τῶν κηρύκων κηρυκεῦσαι ἔλεγον, καὶ Ἰσαῖός (frg 162 Tur) που λέγει κηρυκευσάτω. προκηρῦξαι δ' ἐστὶ τὸ προκαλέσασθαι ὑπὸ κήρυκος, καὶ ὑποκηρύξασθαι τὸ προειπεῖν ἡσυχίαν ἢ καὶ ἐπαγγείλασθαί τι δημοσίᾳ· προκηρυκευσάμενοι, ὡς Ἰσαῖος (frg 162 Tur) εἴρηκεν. τάχα δ' ἄν τις τοὺς κήρυκας καὶ ἑρμηνέας καὶ σπονδοφόρους καὶ ἐκεχειροφόρους καὶ ἀγγέλους ὀνομάσειεν. τὸ δὲ φθέγμα αὐτῶν μέγα, ἁδρόν, ὑψηλόν, πρόμηκες ἐπίμηκες, σαφές, ἀρτίστομον, συνεχές, διηνεκές, ἀποτάδην φθεγγόμενον, ἀπνευστί, καὶ τἆλλα ὅσα ἐν τοῖς περὶ φωνῆς εἴρηται.
[95] Εἰ δὲ καὶ ὄρχησις μέρος μουσικῆς, ῥητέον ὀρχηστής ὀρχηστικός, ὀρχήσασθαι ὑπορχήσασθαι κατορχήσασθαι ἐξορχήσασθαι, ὀρχήματα ὑπορχήματα. τάχα δὲ καὶ Ὀρχομενὸς παρὰ τὴν τῶν Χαρίτων ὄρχησιν, ὡς Εὐφορίων (frg 66 Meineke A A p 106)
Ὀρχομενὸν Χαρίτεσσιν ἀφαρέσιν ὀρχηθέντα. ἐπορχούμενος. ὀρχήστρα, ὀρχηστρίς, ὀρχηστοδιδάσκαλος. σχηματίσασθαι, σχηματοποιήσασθαι. εὐσχημοσύνη, εὐρυθμία, εὐαρμοστία.
[96] νεῦσαι συναπονεῦσαι, μορφάσαι, παραγαγεῖν τὴν κεφαλήν, διενεγκεῖν, περιενεγκεῖν, περιαγωγῇ χρήσασθαι, τῶν χειρῶν περιαγωγῇ, πηδῆσαι, πυρριχίσαι· πυρρίχη ἐνόπλιος ὄρχησις. εἴποις δ' ἂν ὀρχηστὴν κοῦφον, ἐλαφρόν, πηδητικόν, ἁλτικόν, εὐάρμοστον, εὔρυθμον, εὐσχήμονα πολυσχήμονα, ὑγρόν, ἐναργῆ, ἐνδεικτικόν, δηλωτικόν, ἐπιδεικτικόν, παντοδαπόν, εὐτράπελον, εὔτρεπτον, δημοτερπῆ ὀχλοτερπῆ, δημαγωγικόν, ῥᾴδιον, πρόχειρον, εὔκολον, ὑγρομελῆ, [97] εὐκαμπῆ, λυγιστικόν, ἐπικλώμενον, ἐξυγραινόμενον, ταχύχειρα ταχύπουν, εὐκέφαλον, εὔφορον ἰσόφορον, εὔτακτον· καὶ τὰ πράγματα κουφότητα, ἐλαφρότητα, πήδημα, ἅλμα, εὐαρμοστίαν, εὐρυθμίαν, εὐσχημοσύνην, ὑγρότητα, ἐναργότητα, ἔνδειξιν, δήλωσιν, ἐπίδειξιν, πανήγυριν, τέρψιν, ῥᾳστώνην, εὐκολίαν, λυγισμόν, κάμψιν, παραγωγήν, παραφοράν, εὐχειρίαν ὀξυχειρίαν ταχυχειρίαν, εὐποδίαν, [98] εὐφορίαν ἰσοφορίαν, εὐταξίαν. καὶ τὰ ῥήματα κουφισθῆναι, ἐλαφρίσασθαι, πηδῆσαι, παραδηλῶσαι, ἐπιδείξασθαι ἐνδείξασθαι παρενδείξασθαι παρεπιδείξασθαι, λυγίσαι τὸ σῶμα, κάμψαι, κλάσαι. καὶ τὰ ἐπιρρήματα ὀρχηστικῶς, εὐσχημόνως πολυσχημόνως, εὐρύθμως, εὐαρμόστως, ὑγρῶς, ἐναργῶς, ἐνδεικτικῶς, δηλωτικῶς, ἐπιδεικτικῶς, πανηγυρικῶς, τερπνῶς, ῥᾳδίως, εὐκόλως, εὐφόρως ἰσοφόρως, εὐτάκτως· τὰ γὰρ ἀπὸ τῶν ἄλλων τραχέα.
[99] εἴδη δ' ὀρχημάτων ἐμμέλεια τραγική, κόρδακες κωμικοί, σίκιννις σατυρική. ἐνόπλιοι ὀρχήσεις πυρρίχη τε καὶ τελεσιάς, ἐπώνυμοι δύο Κρητῶν ὀρχηστῶν, Πυρρίχου τε καὶ Τελεσίου. ἐκαλεῖτο δέ τι καὶ ξιφισμὸς καὶ ποδισμός, καὶ διαρρικνοῦσθαι, ὅπερ ἦν τὸ τὴν ὀσφὺν φορτικῶς περιάγειν. ἦν δὲ καὶ κῶμος εἶδος ὀρχήσεως [100] καὶ τετράκωμος, Ἡρακλέους ἱερὰ καὶ πολεμική. ἦν δὲ καὶ κωμαστικὴ μάχην καὶ πληγὰς ἔχουσα, καὶ ἡδύκωμος ἡδίων, καὶ κνισμὸς καὶ ὄκλασμα· οὕτω γὰρ ἐν Θεσμοφοριαζούσαις (v 1175) ὀνομάζεται τὸ ὄρχημα τὸ Περσικὸν καὶ σύντονον. τὴν δ' αὐτὴν καὶ ὑγρὰν ὠνόμαζον. καὶ φαλλικὸν ἐπὶ Διονύσῳ, καὶ καλλίνικος ἐφ' Ἡρακλεῖ. καὶ κολαβρισμὸς Θρᾴκιον ὄρχημα καὶ Καρικόν· ἦν δὲ καὶ τοῦτο ἐνόπλιον. καὶ βαυκισμὸς Βαύκου ὀρχηστοῦ κῶμος ἐπώνυμος, ἁβρά τις ὄρχησις καὶ τὸ σῶμα ἐξυγραίνουσα καὶ στρόβιλος.
[101] μακτρισμὸς δὲ καὶ ἀπόκινος καὶ ἀπόσεισις καὶ ἴγδις ἀσελγῆ εἴδη ὀρχήσεων ἐν τῇ τῆς ὀσφύος περιφορᾷ. ὁ δὲ μόθων φορτικὸν ὄρχημα καὶ ναυτικόν. τὴν δὲ γέρανον κατὰ πλῆθος ὠρχοῦντο, ἕκαστος ὑφ' ἑκάστῳ κατὰ στοῖχον, τὰ ἄκρα ἑκατέρωθεν τῶν ἡγεμόνων ἐχόντων, τῶν περὶ Θησέα πρῶτον περὶ τὸν Δήλιον βωμὸν ἀπομιμησαμένων τὴν ἀπὸ τοῦ λαβυρίνθου ἔξοδον. καὶ διποδία δ' [102] ὄρχημα Λακωνικόν. ἦν δὲ καὶ γίγγρας πρὸς αὐλὸν ὄρχημα, ἐπώνυμον τοῦ αὐλήματος. ἑκατερίδες δὲ καὶ θερμαυστρίδες ἔντονα ὀρχήματα, τὸ μὲν χειρῶν κίνησιν ἀσκοῦν, ἡ δὲ θερμαυστρὶς πηδητικόν. τὰ δ' ἐκλακτίσματα γυναικῶν ἦν ὀρχήματα· ἔδει δ' ὑπὲρ τὸν ὦμον ἐκλακτίσαι. καὶ βίβασις δέ τι ἦν εἶδος Λακωνικῆς ὀρχήσεως, ἧς καὶ τὰ ἆθλα προυτίθετο οὐ τοῖς παισὶ μόνον ἀλλὰ καὶ ταῖς κόραις· ἔδει δ' ἅλλεσθαι καὶ ψαύειν τοῖς ποσὶ πρὸς τὰς πυγάς, καὶ ἠριθμεῖτο τὰ πηδήματα, ὅθεν καὶ ἐπὶ μιᾶς ἦν ἐπίγραμμα (Ahrens Dial II 483)
χείλιά ποκα†βίβαντι, πλεῖστα δὴ τῶν πήποκα.
[103] τὰς δὲ πινακίδας ὠρχοῦντο οὐκ οἶδα εἴτ' ἐπὶ πινάκων εἴτε πίνακας φέροντες· τὸ γὰρ κερνοφόρον ὄρχημα οἶδ' ὅτι λίκνα ἢ ἐσχαρίδας φέροντες· κέρνα δὲ ταῦτα ἐκαλεῖτο. τὸ δ' Ἰωνικὸν Ἀρτέμιδι ὠρχοῦντο Σικελιῶται (CGF I p 214. 192 Kaibel) μάλιστα. τὸ δ' ἀγγελικὸν ἐμιμεῖτο σχήματα ἀγγέλων. ὁ δὲ μορφασμὸς παντοδαπῶν ζῴων ἦν μίμησις. ἦν δέ τι καὶ σκώψ, τὸ δ' αὐτὸ καὶ σκωπίας, εἶδος ὀρχήσεως ἔχον τινὰ τοῦ τραχήλου περιφορὰν κατὰ τὴν τοῦ ὄρνιθος μίμησιν, ὃς ὑπ' ἐκπλήξεως πρὸς τὴν ὄρχησιν ἁλίσκεται.
[104] ὁ δὲ λέων ὀρχήσεως φοβερᾶς εἶδος. ἦν δέ τινα καὶ Λακωνικὰ ὀρχήματα, διὰ Μαλέας· Σειληνοὶ δ' ἦσαν, καὶ ὑπ' αὐτοῖς Σάτυροι ὑπότρομα ὀρχούμενοι. καὶ ἴθυμβοι ἐπὶ Διονύσῳ, καὶ καρυάτιδες ἐπ' Ἀρτέμιδι. καὶ βαρυλλικά, τὸ μὲν εὕρημα Βαρυλλίχου, προσωρχοῦντο δὲ γυναῖκες Ἀρτέμιδι καὶ Ἀπόλλωνι. οἱ δ' ὑπογύπωνες γερόντων ὑπὸ βακτηρίαις τὴν μίμησιν εἶχον· οἱ δὲ γύπωνες ξυλίνων κώλων ἐπιβαίνοντες ὠρχοῦντο, διαφανῆ ταραντινίδια ἀμπεχόμενοι. καὶ μὴν Ἐσχάρινθον ὄρχημα ἐπώνυμον ἦν τοῦ εὑρόντος αὐλητοῦ, [105] τυρβασίαν δ' ἐκάλουν τὸ ὄρχημα τὸ διθυραμβικόν, μιμητικὴν δὲ δι' ἧς ἐμιμοῦντο τοὺς ἐπὶ τῇ κλοπῇ τῶν ἑώλων κρεῶν ἁλισκομένους. λομβρότερον δ' ἦν ὃ ὠρχοῦντο γυμνοὶ σὺν αἰσχρολογίᾳ. ἦν δὲ καὶ τὸ σχιστὰς ἕλκειν σχῆμα ὀρχήσεως χωρικῆς, ἔδει δὲ πηδῶντα ἐπαλλάττειν τὰ σκέλη. καὶ μὴν τραγικῆς ὀρχήσεως σχήματα σιμὴ χείρ, καλαθίσκος, χεὶρ καταπρανής, ξύλου παράληψις, διπλῆ, θερμαυστρίς, κυβίστησις, παραβῆναι τὰ τέτταρα. ὁ δὲ τετράκωμος, τὸ τῆς ὀρχήσεως εἶδος, οὐκ οἶδα εἴ τι προσῆκον ἦν τοῖς Ἀθήνησι τετρακώμοις, οἳ ἦσαν Πειραιεῖς Φαληρεῖς Ξυπεταίονες Θυμοιτάδαι.
[106] Τούτοις δ' ἂν προσήκοι χορός, χορευτής, χοροποιία, χοροστασία, χορικὸν μέλος, χορεῦσαι, συγχορευτής, χορηγός, χορηγία, χορήγιον ὁ τόπος οὗ ἡ παρασκευὴ τοῦ χοροῦ. πρόσχορον δ' Ἀριστοφάνης (frg 843 Ko) τὴν συγχορεύουσαν κέκληκεν· τὴν δ' αὐτὴν καὶ συγχορεύτριαν (frg 863 Ko). ἡγεμὼν χοροῦ, κορυφαῖος χοροῦ, χορολέκτης, χοροποιός, διδάσκαλος ὑποδιδάσκαλος, χοροδιδάσκαλος, δεξιοστάτης ἀριστεροστάτης, δευτεροστάτης τριτοστάτης, καὶ τὴν [107] γυναῖκα δὲ τριτοστάτιν Ἀριστοφάνης (frg 487 Ko) καλεῖ. παιδικὸς χορός, ἀνδρικός, κωμικός, τραγικός. καὶ ἡμιχόριον δὲ καὶ διχορία καὶ ἀντιχόρια. ἔοικε δὲ ταὐτὸν εἶναι ταυτὶ τὰ τρία ὀνόματα· ὁπόταν γὰρ ὁ χορὸς εἰς δύο μέρη τμηθῇ, τὸ μὲν πρᾶγμα καλεῖται διχορία, ἑκατέρα δ' ἡ μοῖρα ἡμιχόριον, ἃ δ' ἀντᾴδουσιν, ἀντιχόρια. τριχορίαν δὲ Τύρταιος ἔστησε, τρεῖς Λακώνων χορούς, καθ' ἡλικίαν ἑκάστην, παῖδας ἄνδρας γέροντας. ἐπὶ δὲ χοροῦ καὶ συμφωνία [108] καὶ συνῳδία καὶ συναυλία. καὶ ἡ μὲν εἴσοδος τοῦ χοροῦ πάροδος καλεῖται, ἡ δὲ κατὰ χρείαν ἔξοδος ὡς πάλιν εἰσιόντων μετάστασις, ἡ δὲ μετὰ ταύτην εἴσοδος ἐπιπάροδος, ἡ δὲ τελευταία ἔξοδος ἄφοδος. καὶ ἐπεισόδιον δ' ἐν δράμασι πρᾶγμα πράγματι συναπτόμενον. καὶ μέλος δέ τι ἐξόδιον, ὃ ἐξιόντες ᾖδον. μέρη δὲ χοροῦ στοῖχος καὶ ζυγόν. καὶ τραγικοῦ μὲν χοροῦ ζυγὰ πέντε ἐκ τριῶν καὶ στοῖχοι [109] τρεῖς ἐκ πέντε· πεντεκαίδεκα γὰρ ἦσαν ὁ χορός. καὶ κατὰ τρεῖς μὲν εἰσῄεσαν, εἰ κατὰ ζυγὰ γίνοιτο ἡ πάροδος· εἰ δὲ κατὰ στοίχους, ἀνὰ πέντε εἰσῄεσαν. ἔσθ' ὅτε δὲ καὶ καθ' ἕνα ἐποιοῦντο τὴν πάροδον. ὁ δὲ κωμικὸς χορὸς τέτταρες καὶ εἴκοσιν ἦσαν οἱ χορευταί, ζυγὰ ἕξ, ἕκαστον δὲ ζυγὸν ἐκ τεττάρων, στοῖχοι δὲ τέτταρες, ἓξ ἄνδρας ἔχων ἕκαστος στοῖχος. ὁπότε μὴν ἀντὶ τετάρτου ὑποκριτοῦ δέοι τινὰ τῶν χορευτῶν εἰπεῖν ἐν ᾠδῇ, παρασκήνιον καλεῖται [110] τὸ πρᾶγμα, ὡς ἐν Ἀγαμέμνονι Αἰσχύλου· εἰ δὲ τέταρτος ὑποκριτής τι παραφθέγξαιτο, τοῦτο παραχορήγημα ὀνομάζεται, καὶ πεπρᾶχθαί φασιν αὐτὸ ἐν Μέμνονι Αἰσχύλου. τὸ δὲ παλαιὸν ὁ τραγικὸς χορὸς πεντήκοντα ἦσαν, ἄχρι τῶν Εὐμενίδων Αἰσχύλου· πρὸς δὲ τὸν ὄχλον αὐτῶν τοῦ πλήθους ἐκπτοηθέντος συνέστειλεν ὁ νόμος εἰς ἐλάττω ἀριθμὸν τὸν χορόν.
[111] τῶν δὲ χορικῶν ᾀσμάτων τῶν κωμικῶν ἕν τι καὶ ἡ παράβασις, ὅταν ἃ ὁ ποιητὴς πρὸς τὸ θέατρον βούλεται λέγειν, ὁ χορὸς παρελθὼν λέγῃ. ἐπιεικῶς δ' αὐτὸ ποιοῦσιν οἱ κωμῳδοποιηταί, τραγικὸν δ' οὐκ ἔστιν· ἀλλ' Εὐριπίδης αὐτὸ πεποίηκεν ἐν πολλοῖς δράμασιν. ἐν μέν γε τῇ Δανάῃ τὸν χορὸν τὰς γυναῖκας ὑπὲρ αὑτοῦ τι ποιήσας παρᾴδειν, ἐκλαθόμενος ὡς ἄνδρας λέγειν ἐποίησε τῷ σχήματι, τῆς λέξεως τὰς γυναῖκας. καὶ Σοφοκλῆς δ' αὐτὸ ἐκ τῆς πρὸς ἐκεῖνον ἁμίλλης ποιεῖ σπανιάκις, ὥσπερ ἐν Ἱππόνῳ.
[112] τῆς μέντοι παραβάσεως τῆς κωμικῆς ἑπτὰ ἂν εἴη μέρη, κομμάτιον παράβασις μακρὸν στροφὴ ἐπίρρημα ἀντίστροφος ἀντεπίρρημα, ὧν τὸ μὲν κομμάτιον καταβολή τίς ἐστι βραχέος μέλους, ἡ δὲ παράβασις ὡς τὸ πολὺ μὲν ἐν ἀναπαίστῳ μέτρῳ, εἰ δ' οὖν καὶ ἐν ἄλλῳ, ἀνάπαιστα τὴν ἐπίκλην ἔχει. τὸ δ' ὀνομαζόμενον μακρὸν ἐπὶ τῇ παραβάσει βραχὺ μελύδριόν ἐστιν, ἀπνευστὶ ᾀδόμενον. τῇ δὲ στροφῇ ἐν κώλοις προᾳσθείσῃ τὸ ἐπίρρημα ἐν τετραμέτροις ἐπάγεται. καὶ τῆς ἀντιστρόφου τῇ στροφῇ ἀντᾳσθείσης, τὸ ἀντεπίρρημα τελευταῖον ὂν τῆς παραβάσεώς ἐστι τετράμετρα, οὐκ ἐλάττω τὸν ἀριθμὸν τοῦ ἐπιρρήματος.
[113] Εἰσὶ δ' ἀπὸ τούτων καὶ ὑποκριταὶ καὶ ὑπόκρισις καὶ ἀντίκρισις, καὶ ὑποκρίνασθαι τὰ ἰαμβεῖα, διαθέσθαι, σχηματίσασθαι, ῥῆσιν διαπεράνασθαι, ῥῆσιν ἀποτεῖναι, εἶρα ὑπορχήσασθαι, ἐνδείξασθαι παρενδείξασθαι, νεῦσαι, χλευάσαι, μορφάσαι. στιχομυθεῖν δ' ἔλεγον τὸ παρ' ἓν ἰαμβεῖον ἀντιλέγειν, [114] καὶ τὸ πρᾶγμα στιχομυθίαν. εἴποις δ' ἂν βαρύστονος ὑποκριτής, βομβῶν περιβομβῶν, ληκυθίζων, λαρυγγίζων, φαρυγγίζων· βαρύφωνος δὲ καὶ λεπτόφωνος καὶ γυναικόφωνος καὶ στρηνόφωνος, καὶ ὅσα σὺν τούτοις ἄλλα, ἐν τοῖς περὶ φωνῆς προείρηται (II 111 sq). ἀναζυγῶσαι δὲ τὸ φθέγμα ἔλεγον, καὶ καταπεπνῖχθαι τὸ φθέγμα. καὶ Ἀριστοφάνης (frg 605 Ko) πού φησι
φθέγξαι σὺ τὴν φωνὴν ἀνατειχίσας ἄνω.
ὁ δ' αὐτὸς (frg 606 Ko) καὶ
φθέγμα κεκράτηκεν.
[115] καὶ σκευὴ μὲν ἡ τῶν ὑποκριτῶν στολή ‑ ἡ δ' αὐτὴ καὶ σωμάτιον ἐκαλεῖτο ‑ σκευοποιὸς δ' ὁ προσωποποιός· καὶ ἔστιν εἰπεῖν πρόσωπον προσωπεῖον προσωπίς, μορμολυκεῖον, γοργόνειον. καὶ τὰ ὑποδήματα κόθορνοι μὲν τὰ τραγικὰ καὶ ἐμβάδες, ἐμβάται [116] δὲ τὰ κωμικά. καὶ ἐσθῆτες μὲν τραγικαὶ ποικίλον ‑ οὕτω γὰρ ἐκαλεῖτο ὁ χιτών ‑ τὰ δ' ἐπιβλήματα ξυστίς, βατραχίς, χλανίς, χλαμὺς διάχρυσος, χρυσόπαστος, στατός, φοινικίς, τιάρα, καλύπτρα, μίτρα· ἀγρηνόν ‑ τὸ δ' ἦν πλέγμα ἐξ ἐρίων δικτυῶδες περὶ πᾶν τὸ σῶμα, ὃ Τειρεσίας ἐπεβάλλετο ἤ τις ἄλλος μάντις ‑ κόλπωμα, ὃ ὑπὲρ τὰ ποικίλα ἐνεδύοντο οἱ Ἀτρεῖς καὶ οἱ Ἀγαμέμνονες καὶ ὅσοι τοιοῦτοι, ἐφαπτίς, συστρεμμάτιόν τι πορφυροῦν ἢ φοινικοῦν, ὃ περὶ τὴν χεῖρα εἶχον οἱ πολεμοῦντες ἢ οἱ θηρῶντες. ὁ δὲ κροκωτὸς [117] ἱμάτιον· Διόνυσος δ' αὐτῷ ἐχρῆτο καὶ μασχαλιστῆρι ἀνθινῷ καὶ θύρσῳ. οἱ δ' ἐν δυστυχίαις ὄντες ἢ λευκὰ δυσπινῆ εἶχον, μάλιστα οἱ φυγάδες, ἢ φαιὰ ἢ μέλανα ἢ μήλινα ἢ γλαύκινα· ῥάκια δὲ Φιλοκτήτου καὶ Τηλέφου ἡ στολή. καὶ νεβρίδες δὲ καὶ διφθέραι καὶ μάχαιραι καὶ σκῆπτρα καὶ δόρατα καὶ τόξα καὶ φαρέτρα καὶ κηρύκεια καὶ ῥόπαλα καὶ λεοντῆ καὶ παντευχία μέρη τραγικῆς ἀνδρείας [118] σκευῆς. γυναικείας δὲ συρτὸς πορφυροῦς, παράπηχυ λευκὸν τῆς βασιλευούσης· τῆς δ' ἐν συμφορᾷ ὁ μὲν συρτὸς μέλας, τὸ δὲ περίβλημα γλαύκινον ἢ μήλινον. ἡ δὲ σατυρικὴ ἐσθὴς νεβρίς, αἰγῆ, ἣν καὶ ἰξαλῆν ἐκάλουν καὶ τραγῆν, καί που καὶ παρδαλῆ ὑφασμένη, καὶ τὸ θήραιον τὸ Διονυσιακόν, καὶ χλανὶς ἀνθινή, καὶ φοινικοῦν ἱμάτιον, καὶ χορταῖος, χιτὼν δασύς, ὃν οἱ Σειληνοὶ φοροῦσιν. κωμικὴ δὲ ἐσθὴς ἐξωμίς· ἔστι δὲ χιτὼν λευκὸς ἄσημος, κατὰ τὴν [119] ἀριστερὰν πλευρὰν ῥαφὴν οὐκ ἔχων, ἄγναπτος. γερόντων δὲ φόρημα ἱμάτιον, καμπύλη· φοινικὶς ἢ μελαμπόρφυρον ἱμάτιον φόρημα νεωτέρων. πήρα βακτηρία διφθέρα ἐπὶ τῶν ἀγροίκων. καὶ πορφυρᾷ δ' ἐσθῆτι χρῶνται οἱ νεανίσκοι, οἱ δὲ παράσιτοι μελαίνῃ ἢ φαιᾷ, πλὴν ἐν Σικυωνίῳ (Menandri frg 444 Ko) λευκῇ, ὅτε μέλλει γαμεῖν ὁ παράσιτος. τῇ δὲ τῶν δούλων ἐξωμίδι καὶ ἱματίδιόν τι πρόσκειται λευκόν, ὃ ἐγκόμβωμα λέγεται ἢ ἐπίρρημα. τῷ δὲ μαγείρῳ διπλῆ ἄγναπτος ἡ ἐσθής. ἡ δὲ γυναικῶν ἐσθὴς κωμικῶν, ἡ μὲν τῶν γραῶν μηλίνη ἢ ἀερίνη, πλὴν ἱερειῶν· ταύταις δὲ λευκή.
[120] αἱ δὲ μαστροποὶ ἢ μητέρες ἑταιρῶν ταινίδιόν τι πορφυροῦν περὶ τῇ κεφαλῇ ἔχουσιν. ἡ δὲ τῶν νέων λευκὴ ἢ βυσσίνη, ἐπικλήρων δὲ λευκὴ κροσσωτή. πορνοβοσκοὶ δὲ χιτῶνι βαπτῷ καὶ ἀνθινῷ περιβολαίῳ ἤσθηνται, ῥάβδον εὐθεῖαν φέροντες· ἄρεσκος καλεῖται ἡ ῥάβδος. τοῖς δὲ παρασίτοις πρόσεστι καὶ στλεγγὶς καὶ λήκυθος, ὡς τοῖς ἀγροίκοις λαγωβόλον. ἐνίαις δὲ γυναιξὶ καὶ παράπηχυ καὶ συμμετρία, ὅπερ ἐστὶ χιτὼν ποδήρης, ἁλουργὴς κύκλῳ.
[121] Ἐπεὶ δὲ καὶ τὸ θέατρον οὐ μικρὸν μέρος ἐστὶ τῶν μουσικῶν, αὐτὸ μὲν ἂν εἴποις θέατρον καὶ Διονυσιακὸν θέατρον καὶ Ληναϊκόν, καὶ τὸ πλῆθος θεατάς. Ἀριστοφάνης (frg 472. 3 Ko) δὲ συνθεάτριαν εἴρηκεν, ὥστ' οὐ θεατὴν μόνον εἴποις ἂν ἀλλὰ καὶ θεάτριαν, κατὰ δὲ Πλάτωνα (Leg III 701 A) καὶ θεατροκρατίαν. τοὺς δ' ἀναβασμοὺς καὶ βάθρα καὶ ἕδρας καὶ ἑδώλια, καὶ ἑδωλιάζειν τὸ συγκαθίζειν. πρῶτον δὲ ξύλον ἡ προεδρία, μάλιστα μὲν δικαστηρίων, ἐφ' ὧν καὶ τὸν πρῶτον καθίζοντα πρωτόβαθρον Φερεκράτης ( I frg [122] 226 Ko) εἴρηκεν ὁ κωμῳδοδιδάσκαλος· ἴσως δ' ἂν καὶ ἐπὶ θεάτρου κατὰ κατάχρησιν λέγοις. τὸ μέντοι τὰ ἑδώλια ταῖς πτέρναις κατακρούειν πτερνοκοπεῖν ἔλεγον· ἐποίουν δὲ τοῦτο, ὁπότε τινὰ ἐκβάλοιεν, ἐφ' οὗ καὶ τὸ κλώζειν καὶ τὸ συρίττειν. ἐκαλεῖτο δέ τι καὶ βουλευτικὸν μέρος τοῦ θεάτρου καὶ ἐφηβικόν. ἔξεστι δὲ καὶ τὸ παραπέτασμα αὐλαίαν καλεῖν, Ὑπερείδου εἰπόντος ἐν τῷ κατὰ Πατροκλέους (frg 139 Bl). 'οἱ δ' ἐννέα ἄρχοντες εἱστιῶντο ἐν τῇ στοᾷ, περιφραξάμενοί τι μέρος αὐτῆς αὐλαίᾳ.'
[123] μέρη δὲ θεάτρου πυλὶς καὶ ψαλὶς καὶ κατατομή, κερκίδες, σκηνή, ὀρχήστρα, λογεῖον, προσκήνιον, παρασκήνια, ὑποσκήνια. καὶ σκηνὴ μὲν ὑποκριτῶν ἴδιον, ἡ δ' ὀρχήστρα τοῦ χοροῦ, ἐν ᾗ καὶ ἡ θυμέλη, εἴτε βῆμά τι οὖσα εἴτε βωμός. ἐπὶ δὲ τῆς σκηνῆς καὶ ἀγυιεὺς ἔκειτο βωμὸς ὁ πρὸ τῶν θυρῶν, καὶ τράπεζα πέμματα ἔχουσα, ἣ θεωρὶς ὠνομάζετο ἢ θυωρίς. ἐλεὸς δ' ἦν τράπεζα ἀρχαία· ἐφ' ἣν [124] πρὸ Θέσπιδος εἷς τις ἀναβὰς τοῖς χορευταῖς ἀπεκρίνατο. τὸ δ' ὑποσκήνιον κίοσι καὶ ἀγαλματίοις ἐκεκόσμητο πρὸς τὸ θέατρον τετραμμένοις, ὑπὸ τὸ λογεῖον κείμενον. τριῶν δὲ τῶν κατὰ τὴν σκηνὴν θυρῶν ἡ μέση μὲν βασίλειον ἢ σπήλαιον ἢ οἶκος ἔνδοξος ἢ πᾶν τοῦ πρωταγωνιστοῦντος τοῦ δράματος, ἡ δὲ δεξιὰ τοῦ δευτεραγωνιστοῦντος καταγώγιον· ἡ δ' ἀριστερὰ τὸ εὐτελέστατον ἔχει πρόσωπον [125] ἢ ἱερὸν ἐξηρημωμένον, ἢ ἄοικός ἐστιν. ἐν δὲ τραγῳδίᾳ ἡ μὲν δεξιὰ θύρα ξενών ἐστιν, εἰρκτὴ δ' ἡ λαιά. τὸ δὲ κλισίον ἐν κωμῳδίᾳ παράκειται παρὰ τὴν οἰκίαν, παραπετάσματι δηλούμενον. καὶ ἔστι μὲν σταθμὸς ὑποζυγίων, καὶ αἱ θύραι αὐτοῦ μείζους δοκοῦσι, καλούμεναι κλισιάδες, πρὸς τὸ καὶ τὰς ἁμάξας εἰσελαύνειν καὶ τὰ σκευοφόρα. ἐν δ' Ἀντιφάνους Ἀκεστρίᾳ (II frg 21 Ko) καὶ ἐργαστήριον γέγονεν· φησὶ γοῦν
εἰ γὰρ ἔστιν ἐργαστήριον οἰκίας†τὸ κλίσιον
πρότερόν ποτ' ἦν τοῖς ἐξ ἀγροῦ βουσὶ σταθμός
καὶ τοῖς ὄνοις, πεποίηκεν ἐργαστήριον.
[126] παρ' ἑκάτερα δὲ τῶν δύο θυρῶν τῶν περὶ τὴν μέσην ἄλλαι δύο εἶεν ἄν· μηχαναὶ δ' ἑκατέρωθεν, πρὸς αἷς αἱ περίακτοι συμπεπήγασιν, ἡ μὲν δεξιὰ τὰ ἔξω πόλεως δηλοῦσα, ἡ δ' ἑτέρα τὰ ἐκ πόλεως, μάλιστα τὰ ἐκ λιμένος· καὶ θεούς τε θαλαττίους ἐπάγει, καὶ πάνθ' ὅσα ἐπαχθέστερα ὄντα ἡ μηχανὴ φέρειν ἀδυνατεῖ. εἰ δ' ἐπιστραφεῖεν αἱ περίακτοι, ἡ δεξιὰ μὲν ἀμείβει τόπον, ἀμφότεραι δὲ χώραν ὑπαλλάττουσιν. τῶν μέντοι παρόδων ἡ μὲν δεξιὰ ἀγρόθεν ἢ ἐκ λιμένος [127] ἢ ἐκ πόλεως ἄγει· οἱ δ' ἀλλαχόθεν πεζοὶ ἀφικνούμενοι κατὰ τὴν ἑτέραν εἰσίασιν. εἰσελθόντες δὲ κατὰ τὴν ὀρχήστραν ἐπὶ τὴν σκηνὴν ἀναβαίνουσι διὰ κλιμάκων· τῆς δὲ κλίμακος οἱ βαθμοὶ κλιμακτῆρες καλοῦνται.
εἴη δ' ἂν τῶν ἐκ θεάτρου καὶ ἐκκύκλημα καὶ μηχανὴ καὶ ἐξώστρα καὶ σκοπὴ καὶ τεῖχος καὶ πύργος καὶ φρυκτώριον καὶ διστεγία καὶ κεραυνοσκοπεῖον καὶ βροντεῖον καὶ θεολογεῖον καὶ γέρανος καὶ αἰῶραι καὶ καταβλήματα καὶ ἡμικύκλιον καὶ στροφεῖον καὶ [128] χαρώνιοι κλίμακες καὶ ἀναπιέσματα. καὶ τὸ μὲν ἐκκύκλημα ἐπὶ ξύλων ὑψηλὸν βάθρον, ᾧ ἐπίκειται θρόνος· δείκνυσι δὲ τὰ ὑπὸ σκηνὴν ἐν ταῖς οἰκίαις ἀπόρρητα πραχθέντα. καὶ τὸ ῥῆμα τοῦ ἔργου καλεῖται ἐκκυκλεῖν. ἐφ' οὗ δ' εἰσάγεται τὸ ἐκκύκλημα, εἰσκύκλημα ὀνομάζεται. καὶ χρὴ τοῦτο νοεῖσθαι καθ' ἑκάστην θύραν, ἵν' ᾖ καθ' ἑκάστην οἰκίαν. ἡ μηχανὴ δὲ θεοὺς δείκνυσι καὶ ἥρως τοὺς ἐν ἀέρι Βελλεροφόντας ἢ Περσέας, καὶ κεῖται κατὰ τὴν ἀριστερὰν πάροδον, ὑπὲρ τὴν σκηνὴν τὸ ὕψος. ὃ δ' ἐστὶν ἐν τραγῳδίᾳ μηχανή, [129] τοῦτο καλοῦσιν ἐν κωμῳδίᾳ κράδην. δῆλον δ' ὅτι συκῆς ἐστι μίμησις· κράδην γὰρ τὴν συκῆν καλοῦσιν οἱ Ἀττικοί. τὴν δ' ἐξώστραν ταὐτὸ τῷ ἐκκυκλήματι νομίζουσιν. ἡ σκοπὴ δὲ πεποίηται κατασκόποις ἢ τοῖς ἄλλοις ὅσοι προσκοποῦσιν, καὶ τὸ τεῖχος καὶ ὁ πύργος ὡς ἀφ' ὕψους ἰδεῖν. τὸ δὲ φρυκτώριον τῷ ὀνόματι δηλοῖ τὸ ἔργον. ἡ δὲ διστεγία ποτὲ μὲν ἐν οἴκῳ βασιλείῳ διῆρες δωμάτιον, οἷον ἀφ' οὗ ἐν Φοινίσσαις (v 90 sqq) ἡ Ἀντιγόνη βλέπει τὸν στρατόν, ποτὲ δὲ καὶ κέραμος, ἀφ' οὗ βάλλουσι τῷ [130] κεράμῳ· ἐν δὲ κωμῳδίᾳ ἀπὸ τῆς διστεγίας πορνοβοσκοί τι κατοπτεύουσιν ἢ γρᾴδια ἢ γύναια καταβλέπει. κεραυνοσκοπεῖον δὲ καὶ βροντεῖον, τὸ μέν ἐστι περίακτος ὑψηλή· τὸ δὲ βροντεῖον, ὑπὸ τῇ σκηνῇ ὄπισθεν ἀσκοὶ ψήφων ἔμπλεοι διωγκωμένοι φέρονται κατὰ χαλκωμάτων. ἀπὸ δὲ τοῦ θεολογείου ὄντος ὑπὲρ τὴν σκηνὴν ἐν ὕψει ἐπιφαίνονται θεοί, ὡς ὁ Ζεὺς καὶ οἱ περὶ αὐτὸν ἐμ Ψυχοστασίᾳ. ἡ δὲ γέρανος μηχάνημά ἐστιν ἐκ μετεώρου καταφερόμενον ἐφ' ἁρπαγῇ σώματος, ᾧ κέχρηται Ἠὼς ἁρπάζουσα τὸ [131] σῶμα τὸ Μέμνονος. αἰώρας δ' ἂν εἴποις τοὺς κάλως, οἳ κατήρτηνται ἐξ ὕψους ὡς ἀνέχειν τοὺς ἐπὶ τοῦ ἀέρος φέρεσθαι δοκοῦντας ἥρως ἢ θεούς. τὰ καταβλήματα δ' ὑφάσματα ἢ πίνακες ἦσαν ἔχοντες γραφὰς τῇ χρείᾳ τῶν δραμάτων προσφόρους· κατεβάλλετο δ' ἐπὶ τὰς περιάκτους ὄρος δεικνύντα ἢ θάλατταν ἢ ποταμὸν ἢ ἄλλο τι τοιοῦτον. τῷ δ' ἡμικυκλίῳ τὸ μὲν σχῆμα ὄνομα, ἡ δὲ θέσις [132] κατὰ τὴν ὀρχήστραν, ἡ δὲ χρεία δηλοῦν πόρρω τινὰ τῆς πόλεως τόπον ἢ τοὺς ἐν θαλάττῃ νηχομένους, ὥσπερ καὶ τὸ στροφεῖον, ὃ τοὺς ἥρως ἔχει τοὺς εἰς τὸ θεῖον μεθεστηκότας, ἢ τοὺς ἐν πελάγει ἢ πολέμῳ τελευτῶντας. αἱ δὲ χαρώνιοι κλίμακες, κατὰ τὰς ἐκ τῶν ἑδωλίων καθόδους κείμεναι, τὰ εἴδωλα ἀπ' αὐτῶν ἀναπέμπουσιν. τὰ δ' ἀναπιέσματα, τὸ μέν ἐστιν ἐν τῇ σκηνῇ ὡς ποταμὸν ἀνέλκειν ἢ τοιοῦτόν τι πρόσωπον, τὸ δὲ περὶ τοὺς ἀναβασμούς, ἀφ' ὧν ἀνέβαινον Ἐρινύες.
[133] ἀλλὰ μὴν καὶ πρόσωπα τὰ μὲν τραγικὰ εἴη ἂν τάδε, ξυρίας ἀνήρ, λευκός, σπαρτοπόλιος, μέλας ἀνήρ, ξανθὸς ἀνήρ, ξανθότερος ἀνήρ. οὗτοι μὲν γέροντες, ὁ μὲν ξυρίας πρεσβύτατος τῶν γερόντων, λευκὸς τὴν κόμην· προσκείμεναι τῷ ὄγκῳ αἱ τρίχες. ὄγκος δέ ἐστι τὸ ὑπὲρ τὸ πρόσωπον ἀνέχον εἰς ὕψος λαβδοειδὲς τῷ σχήματι. τὸ δὲ γένειον ἐν χρῷ κουρίας ἐστὶν ὁ ξυρίας, ἐπιμήκης ὢν [134] τὰς παρειάς. ὁ δὲ λευκὸς ἀνὴρ πᾶς μέν ἐστι πολιός, βοστρύχους δ' ἔχει περὶ τῇ κεφαλῇ καὶ γένειον πεπηγὸς καὶ προπετεῖς ὀφρῦς καὶ παράλευκον τὸ χρῶμα· ὁ δ' ὄγκος βραχύς. ὅ γε μὴν σπαρτοπόλιος δηλοῖ μὲν τὴν τῶν πολιῶν φύσιν, μέλας δ' ἐστὶ καὶ ὕπωχρος. ὁ δὲ μέλας ἀνήρ, ἀπὸ μὲν τῆς χροιᾶς τοὔνομα, οὖλος δὲ καὶ τὰ γένεια [135] καὶ τὴν κόμην, τραχὺς δὲ τὸ πρόσωπον, καὶ μέγας ὁ ὄγκος. ὁ δὲ ξανθὸς ἀνὴρ ξανθοὺς ἔχει βοστρύχους καὶ ὄγκον ἥττω, καὶ ἔστιν εὔχρως. ὁ δὲ ξανθότερος τὰ μὲν ἄλλα ὅμοιος, ὕπωχρος δὲ μᾶλλον, καὶ δηλοῖ νοσοῦντας. τὰ δὲ νεανίσκων πρόσωπα πάγχρηστος, οὖλος, πάρουλος, ἁπαλός, πιναρός, δεύτερος πιναρός, ὠχρός, πάρωχρος. ὁ μὲν πάγχρηστος πρεσβύτατος τῶν νεανίσκων, ἀγένειος, εὔχρως, μελαινόμενος ὁρᾶται· δασεῖαι καὶ μέλαιναι αἱ τρίχες.
[136] ὁ δ' οὖλος ξανθὸς ὑπέρογκος· αἱ τρίχες τῷ ὄγκῳ προσπεπήγασιν· ὀφρῦς ἀνατέταται, βλοσυρὸς τὸ εἶδος. ὁ δὲ πάρουλος τἆλλα ἐοικὼς τῷ πρὸ αὐτοῦ μᾶλλον νεανίζει. ὁ δ' ἁπαλὸς βοστρύχοις ξανθός, λευκόχρως, φαιδρός, πρέπων θεῷ καλῷ. ὁ δὲ πιναρὸς ὀγκώδης, ὑποπέλιδνος, κατηφής, δυσπινής, ξανθῇ κόμῃ ἐπικομῶν. ὁ δὲ δεύτερος πιναρὸς τοσούτῳ τοῦ προτέρου ἰσχνότερος ὅσῳ καὶ νεαρώτερος.
[137] ὁ δ' ὠχρὸς σφριγανός ἐστι ταῖς σαρξὶ καὶ περίκομος, ὑπόξανθος, νοσώδης τὴν χροιάν, οἷος εἰδώλῳ ἢ τραυματίᾳ πρέπειν. ὁ δὲ πάρωχρος τὰ μὲν ἄλλα οἷος ὁ πάγχρηστος, ὠχριᾷ δ' ὡς δηλοῦν νοσοῦντα ἢ ἐρῶντα. τὰ μέντοι θεραπόντων πρόσωπα διφθερίας, σφηνοπώγων, ἀνάσιλλος. ὁ μὲν διφθερίας ὄγκον οὐκ ἔχων περίκρανον δ' ἔχει καὶ τρίχας ἐκτενισμένας λευκάς, πρόσωπον ὕπωχρόν τε καὶ ὑπόλευκον, καὶ μυκτῆρα τραχύν, ἐπισκύνιον μετέωρον, [138] ὀφθαλμοὺς σκυθρωπούς· ὕπωχρος δ' ἐστὶ καὶ τὸ γένειον προπαλέστερος. ὁ δὲ σφηνοπώγων ἀκμάζει, καὶ ὄγκον ὑψηλὸν ἔχει καὶ πλατύν, κοιλαινόμενον ἐν τῇ περιφορᾷ· ξανθός, τραχύς, ἐρυθρός, πρέπων ἀγγέλῳ. ὁ δ' ἀνάσιλλος ὑπέρογκος ξανθός· ἐκ μέσου ἀνατέτανται αἱ τρίχες· ἀγένειός ἐστιν, ὑπέρυθρος. καὶ οὗτος ἀγγέλλει. τὰ δὲ γυναικῶν πρόσωπα πολιὰ κατάκομος, γρᾴδιον ἐλεύθερον, γρᾴδιον οἰκετικόν, μεσόκουρον, διφθερῖτις, κατάκομος ὠχρά, μεσόκουρος ὠχρά, μεσόκουρος πρόσφατος, κούριμος παρθένος, ἑτέρα κούριμος, [139] κόρη. ἡ μὲν πολιὰ κατάκομος ὑπὲρ τὰς ἄλλας τήν τε ἡλικίαν καὶ τὴν ἀξίωσιν, λευκόκομος, μετρία τὸν ὄγκον, ὕπωχρος· πάλαι δὲ παράχρωμος ἐκαλεῖτο. τὸ δ' ἐλεύθερον γρᾴδιον ὑπόξανθον τὴν χροιάν, μικρὸν ὄγκον ἔχον· μέχρι τῶν κλειδῶν αἱ τρίχες· ὑποφαίνει συμφοράν. τὸ δ' οἰκετικὸν γρᾴδιον περίκρανον ἐξ ἀρνακίδων ἀντὶ τοῦ ὄγκου ἔχει, καὶ ῥυσόν ἐστι τὰς σάρκας. τὸ δ' οἰκετικὸν μεσόκουρον, βραχὺς ὄγκος, χρόα λευκή, πάρωχρος, οὐ πάντα πολιόν.
[140] ἡ δὲ διφθερῖτις νεωτέρα τ' ἐκείνης καὶ ὄγκον οὐκ ἔχει. ἡ δὲ κατάκομος ὠχρὰ μέλαινα τὴν κόμην, βλέμμα λυπηρόν, τὸ δὲ χρῶμα ἐκ τοῦ ὀνόματος. ἡ δὲ μεσόκουρος ὠχρὰ ὁμοία τῇ κατακόμῳ, πλὴν ὅσα ἐκ μέσου κέκαρται. ἡ δὲ μεσόκουρος πρόσφατος τὴν μὲν κουρὰν ἔχει κατὰ τὴν πρὸ αὐτῆς, οὐκέτι δὲ τὴν ὠχρότητα. ἡ δὲ κούριμος παρθένος ἀντὶ ὄγκου ἔχει τριχῶν κατεψηγμένων διάκρισιν, καὶ βραχέα ἐν κύκλῳ περικέκαρται, ὕπωχρος δὲ τὴν χροιάν.
[141] ἡ δ' ἑτέρα κούριμος παρθένος τἆλλα ὁμοία πλὴν τῆς διακρίσεως καὶ τῶν κύκλῳ βοστρύχων, ὡς ἐκ πολλοῦ δυστυχοῦσα. ἡ δὲ κόρη νεαρὸν πρόσωπον, οἵα ἂν Δανάη γένοιτο ἢ ἄλλη παιδίσκη. τὰ δ' ἔκσκευα πρόσωπα Ἀκταίων ἐστὶ κερασφόρος, ἢ Φινεὺς τυφλός, ἢ Θάμυρις τὸν μὲν ἔχων γλαυκὸν ὀφθαλμὸν τὸν δὲ μέλανα, ἢ Ἄργος πολυόφθαλμος, ἢ Εὐίππη ἡ Χείρωνος ὑπαλλαττομένη εἰς ἵππον παρ' Εὐριπίδῃ, ἢ Τυρὼ πελιδνὴ τὰς παρειὰς παρὰ Σοφοκλεῖ ‑ τοῦτο [142] δ' ὑπὸ τῆς μητρυιᾶς Σιδηροῦς πληγαῖς πέπονθεν ‑ ἢ Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ ἄκομος, ἢ Ἀμυμώνη, ἢ ποταμὸς ἢ ὄρος, ἢ Γοργώ, ἢ Δίκη ἢ Θάνατος ἢ Ἐρινὺς ἢ Λύσσα ἢ Οἶστρος ἢ Ὕβρις, ἢ Κένταυρος ἢ Τιτὰν ἢ Γίγας ἢ Ἰνδὸς ἢ Τρίτων, τάχα δὲ καὶ Πόλις καὶ Πρίαμος καὶ Πειθὼ καὶ Μοῦσαι καὶ Ὧραι καὶ Μιθάκου Νύμφαι καὶ Πλειάδες καὶ Ἀπάτη καὶ Μέθη καὶ Ὄκνος καὶ Φθόνος.
ἀλλὰ ταῦτα μὲν ἂν εἴη καὶ κωμικά, σατυρικὰ δὲ πρόσωπα Σάτυρος πολιός, Σάτυρος γενειῶν, Σάτυρος ἀγένειος, Σειληνὸς πάππος. τἆλλα ὅμοια τὰ πρόσωπα, πλὴν ὅσοις ἐκ τῶν ὀνομάτων αἱ παραλλαγαὶ δηλοῦνται, ὥσπερ καὶ ὁ Παπποσείληνος τὴν ἰδέαν ἐστὶ θηριωδέστερος.
[143] τὰ δὲ κωμικὰ πρόσωπα τὰ μὲν τῆς παλαιᾶς κωμῳδίας ὡς τὸ πολὺ τοῖς προσώποις ὧν ἐκωμῴδουν ἀπεικάζετο ἢ ἐπὶ τὸ γελοιότερον ἐσχημάτιστο, τὰ δὲ τῆς νέας πάππος πρῶτος, πάππος δεύτερος, ἡγεμὼν πρεσβύτης, πρεσβύτης μακροπώγων ἢ ἐπισείων, Ἑρμώνιος, σφηνοπώγων, Λυκομήδειος, πορνοβοσκός, Ἑρμώνιος δεύτερος. οὗτοι μὲν γέροντες, ὁ μὲν πρῶτος πάππος πρεσβύτατος, ἐν χρῷ κουρίας, ἡμερώτατος τὰς ὀφρῦς, εὐγένειος, ἰσχνὸς τὰς παρειάς, [144] τὴν ὄψιν κατηφής, λευκὸς τὸ χρῶμα, τὸ μέτωπον ὑπόφαιδρος. ὁ δ' ἕτερος πάππος ἰσχνότερος καὶ ἐντονώτερος τὸ βλέμμα καὶ λυπηρός, ὕπωχρος, εὐγένειος, πυρσόθριξ, ὠτοκαταξίας. ὁ δ' ἡγεμὼν πρεσβύτης στεφάνην τριχῶν περὶ τὴν κεφαλὴν ἔχει, ἐπίγρυπος, πλατυπρόσωπος, τὴν ὀφρὺν ἀνατέταται τὴν δεξιάν. ὁ δὲ πρεσβύτης μακροπώγων καὶ ἐπισείων στεφάνην τριχῶν περὶ τὴν κεφαλὴν ἔχει, εὐπώγων δ' ἐστὶ καὶ οὐκ ἀνατέταται τὰς ὀφρῦς, νωθρὸς δὲ τὴν ὄψιν. ὁ δ' Ἑρμώνιος ἀναφαλαντίας, εὐπώγων, ἀνατέταται τὰς [145] ὀφρῦς, τὸ βλέμμα δριμύς. ὁ δὲ σφηνοπώγων ἀναφαλαντίας, ὀφρῦς ἀνατεταμένος, ὀξυγένειος, ὑποδύστροπος. ὁ δὲ Λυκομήδειος οὐλόκομος, μακρογένειος, ἀνατείνει τὴν ἑτέραν ὀφρύν, πολυπραγμοσύνην παρενδείκνυται. ὁ δὲ πορνοβοσκὸς τἆλλα μὲν ἔοικε τῷ Λυκομηδείῳ, τὰ δὲ χείλη ὑποσέσηρε καὶ συνάγει τὰς ὀφρῦς, καὶ ἀναφαλαντίας ἐστὶν ἢ φαλακρός. ὁ δὲ δεύτερος Ἑρμώνιος [146] ἀπεξυρημένος ἐστὶ καὶ σφηνοπώγων. τὰ δὲ τῶν νεανίσκων πάγχρηστος νεανίσκος, μέλας νεανίσκος, οὖλος νεανίσκος, ἁπαλός, ἄγροικος, ἐπίσειστος, δεύτερος ἐπίσειστος, κόλαξ, παράσιτος, εἰκονικός, Σικελικός. ὁ μὲν πάγχρηστος ὑπέρυθρος, γυμναστικός, ὑποκεχρωσμένος, ῥυτίδας ὀλίγας ἔχων ἐπὶ τοῦ μετώπου καὶ στεφάνην τριχῶν, ἀνατεταμένος τὰς ὀφρῦς. ὁ δὲ μέλας νεανίσκος νεώτερος, καθειμένος τὰς ὀφρῦς, πεπαιδευμένῳ ἢ φιλογυμναστῇ ἐοικώς.
[147] ὁ δ' οὖλος νεανίσκος μᾶλλον νέος, ὑπέρυθρος τὸ χρῶμα· αἱ δὲ τρίχες κατὰ τοὔνομα· ὀφρῦς ἀνατέταται, καὶ ῥυτὶς ἐπὶ τοῦ μετώπου μία. ὁ δ' ἁπαλὸς νεανίσκος, τρίχες μὲν κατὰ τὸν πάγχρηστον, πάντων δὲ νεώτατος, λευκός, σκιατροφίας, ἁπαλότητα ὑποδηλῶν. τῷ δ' ἀγροίκῳ τὸ μὲν χρῶμα μελαίνεται, τὰ δὲ χείλη πλατέα καὶ ἡ ῥὶς σιμή, καὶ στεφάνη τριχῶν. τῷ δ' ἐπισείστῳ, στρατιώτῃ ὄντι καὶ ἀλαζόνι καὶ τὴν χροιὰν μέλανι καὶ μελαγκόμῃ, ἐπισείονται αἱ τρίχες, ὥσπερ καὶ τῷ δευτέρῳ ἐπισείστῳ, ἁπαλωτέρῳ ὄντι καὶ ξανθῷ τὴν [148] κόμην. κόλαξ δὲ καὶ παράσιτος μέλανες, οὐ μὴν ἔξω παλαίστρας, ἐπίγρυποι, εὐπαθεῖς· τῷ δὲ παρασίτῳ μᾶλλον κατέαγε τὰ ὦτα, καὶ φαιδρότερός ἐστιν, ὥσπερ ὁ κόλαξ ἀνατέταται κακοηθέστερον τὰς ὀφρῦς. ὁ δ' εἰκονικὸς ἔχει μὲν ἐνεσπαρμένας τὰς πολιὰς καὶ ἀποξυρᾶται τὸ γένειον, εὐπάρυφος δ' ἐστὶ καὶ ξένος. ὁ δὲ Σικελικὸς παράσιτός ἐστι τρίτος. τὰ δὲ δούλων πρόσωπα κωμικὰ πάππος, ἡγεμὼν θεράπων, κάτω τριχίας, θεράπων οὖλος, θεράπων Μαίσων, [149] θεράπων Τέττιξ, ἡγεμὼν ἐπίσειστος. ὁ μὲν πάππος μόνος τῶν θεραπόντων πολιός ἐστι, καὶ δηλοῖ ἀπελεύθερον. ὁ δ' ἡγεμὼν θεράπων σπεῖραν ἔχει τριχῶν πυρρῶν, ἀνατέταται τὰς ὀφρῦς, συνάγει τὸ ἐπισκύνιον, τοιοῦτος ἐν τοῖς δούλοις οἷος ὁ ἐν τοῖς ἐλευθέροις πρεσβύτης ἡγεμών. ὁ δὲ κάτω τριχίας ἀναφαλαντίας ἐστὶ καὶ πυρρόθριξ, ἐπηρμένος τὰς ὀφρῦς. ὁ δ' οὖλος θεράπων δηλοῖ μὲν τὰς τρίχας, εἰσὶ δὲ πυρραὶ ὥσπερ καὶ τὸ χρῶμα· καὶ ἀναφαλαντίας ἐστὶ καὶ διάστροφος [150] τὴν ὄψιν. ὁ δὲ Μαίσων θεράπων φαλακρὸς πυρρός ἐστιν. ὁ δὲ θεράπων Τέττιξ φαλακρὸς μέλας, δύο ἢ τρία βοστρύχια μέλανα ἐπικείμενος, καὶ ὅμοια ἐν τῷ γενείῳ, διάστροφος τὴν ὄψιν. ὁ δ' ἐπίσειστος ἡγεμὼν ἐοίκοι ἂν τῷ ἡγεμόνι θεράποντι πλὴν περὶ τὰς τρίχας. τὰ δὲ γυναικῶν πρόσωπα εἴη τοιαῦτα· γρᾴδιον ἰσχνὸν ἢ λυκαίνιον, γραῦς παχεῖα, γρᾴδιον οἰκουρὸν ἢ οἰκετικὸν ἢ ὀξύ. τὸ μὲν λυκαίνιον ὑπόμηκες· ῥυτίδες λεπταὶ καὶ [151] πυκναί· λευκόν, ὕπωχρον, στρεβλὸν τὸ ὄμμα. ἡ δὲ παχεῖα γραῦς παχείας ἔχει τὰς ῥυτίδας ἐν εὐσαρκίᾳ καὶ ταινίδιον τὰς τρίχας περιλαμβάνον. τὸ δ' οἰκουρὸν γρᾴδιον σιμόν· ἐν ἑκατέρᾳ τῇ σιαγόνι ἀνὰ δύο ἔχει γομφίους. νέων δὲ γυναικῶν πρόσωπα λεκτική, οὔλη, κόρη, ψευδοκόρη, ἑτέρα ψευδοκόρη, σπαρτοπόλιος λεκτική, παλλακή, ἑταιρικὸν τέλειον, ἑταιρίδιον ὡραῖον, διάχρυσος ἑταίρα, διάμιτρος ἑταίρα, λαμπάδιον, ἄβρα περίκουρος, θεραπαινίδιον [152] παράψηστον. ἡ μὲν λεκτικὴ περίκομος· ἡσυχῇ παρεψησμέναι αἱ τρίχες, ὀρθαὶ ὀφρύες, χρόα λευκή. ἡ δ' οὔλη λεκτικῆς τῇ τριχώσει παραλλάττει. ἡ δὲ κόρη διάκρισιν ἔχει παρεψησμένων τῶν τριχῶν, καὶ ὀφρῦς ὀρθὰς μελαίνας, καὶ λευκότητα ὕπωχρον ἐν τῇ χροιᾷ. ἡ δὲ ψευδοκόρη λευκοτέρα τὴν χροιάν, καὶ περὶ τὸ βρέγμα δέδεται τὰς τρίχας, καὶ ἔοικε νεογάμῳ. ἡ δ' ἑτέρα ψευδοκόρη διαγινώσκεται [153] μόνῳ τῷ ἀδιακρίτῳ τῆς κόμης. ἡ δὲ σπαρτοπόλιος λεκτικὴ δηλοῖ τῷ ὀνόματι τὴν ἰδέαν, μηνύει δ' ἑταίραν πεπαυμένην τῆς τέχνης. ἡ δὲ παλλακὴ ταύτῃ μὲν ἔοικε, περίκομος δ' ἐστίν. τὸ δὲ τέλειον ἑταιρικὸν τῆς ψευδοκόρης ἐστὶν ἐρυθρότερον, καὶ βοστρύχους ἔχει περὶ τὰ ὦτα. τὸ δ' ἑταιρίδιον ἀκαλλώπιστόν ἐστι, ταινιδίῳ τὴν κεφαλὴν περιεσφιγμένον. ἡ δὲ διάχρυσος ἑταίρα πολὺν ἔχει τὸν χρυσὸν [154] περὶ τῇ κόμῃ. ἡ δὲ διάμιτρος μίτρᾳ ποικίλῃ τὴν κεφαλὴν κατείληται· τὸ δὲ λαμπάδιον ἰδέα τριχῶν πλέγματός ἐστιν εἰς ὀξὺ ἀπολήγοντος, ἀφ' οὗ καὶ κέκληται. ἡ δ' ἄβρα περίκουρος θεραπαινίδιόν ἐστι περικεκαρμένον, χιτῶνι μόνῳ ὑπεζωσμένῳ λευκῷ χρώμενον. τὸ δὲ παράψηστον θεραπαινίδιον διακέκριται τὰς τρίχας, ὑπόσιμον δ' ἐστὶ καὶ δουλεύει ἑταίραις, ὑπεζωσμένον χιτῶνα κοκκοβαφῆ.
[155] Ἐκ δ' ἀστρονομίας ὀνόματα ἀστρονομική, ἀστρονόμος, ἀστρονομεῖν, ἀστρονομικός ἀστρονομικῶς ἀστρονομικώτατος, μετεωρολογία, μετεωρολόγος, μετεωρολογικός μετεωρολογικῶς, φυσιολογία, φυσικός φυσικῶς, ἄστρων κατανόησις. ἄστρα, ἀστέρες. ἄστρων στάσεις, εἴδη ἰδέαι, σχήματα. ἀστέρων δρόμος, περίοδος, περιδρομή, περιφορά, περιαγωγή, ἀποστάσεις, ἐγγύτητες, διαστήματα· [156] φῶς, ἔλλαμψις, ἔκλαμψις, αὐγή, αἴγλη, ἀστραπή, ἄστρα ἀπλανῆ, στάσιμα, ἀμετάθετα, ἀκίνητα, μόνιμα, ἑστηκότα, βιαιότερον γὰρ τὸ ἀφόρητα· πλανώμενα καὶ ὡς Πλάτων (Leg VII 821 B) πλανητά, φορητά, φερόμενα, περιφόρητα, περιφερόμενα, φαινόμενα, περιιόντα, θέοντα περιθέοντα, στρεφόμενα, περιστρεφόμενα, κυκλούμενα, εἱλούμενα περιειλούμενα, περιαγόμενα. καὶ τὰ ἀπ' αὐτῶν πράγματα μονή, στάσις ‑ τὰ γὰρ ἀπὸ τῶν ἄλλων φαυλότερα ‑ καὶ πλάνη, φορά περιφορά, ὁδός περίοδος, δρόμος περιδρομή, στροφή περιστροφή, κύκλος κύκλωσις, εἵλησις περιείλησις, [157] περιαγωγή. ἡλίου μέτρα, σελήνης σχήματα· μηνοειδής, ἀμφίκυρτος, διχότομος, πανσέληνος. ἀνατολή ἀνοχή, δύσις δυσμή, ἑσπέρα, ἄρκτος, μεσημβρία. ἀνατέλλειν, ἀνίσχειν, ἀνέχειν, ἀναλάμπειν, ἀναβαίνειν, ἀναφαίνειν προφαίνεσθαι, δύειν δύεσθαι καταδύεσθαι, κάτω ῥέπειν, κατακλίνεσθαι ἀποκλίνειν, μεσημβριάζειν, ὑπὲρ κεφαλῆς ἑστάναι· τὸ γὰρ μεσουρανεῖν Αἰγυπτίων. Ὅμηρος δ' αὐτὸ σεμνῶς λέγει (δ 400 θ 18)
ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει.
[158] λέγοις δ' ἂν καὶ κλίνοντος εἰς τὰ μεσημβρινὰ τοῦ θεοῦ, καὶ τοῦ ἄστρου μεσημβριάζοντος, τοῦ ἄστρου περιφλέγοντος, τοῦ ἀέρος ὑπὸ μεσοῦσαν τὴν ἡμέραν περιζέοντος. οὐρανός, κόσμος. κύκλος, ζῶναι, ζῷα τὰ ἐν τῷ κύκλῳ, ἃ οἱ πολλοὶ ζῴδια καλοῦσιν, ἀφ' ὧν καὶ ζῳδιακὸν κύκλον καί που καὶ ζώνην ἔμπυρον διάπυρον, φλογώδη, περιφλεγῆ, περιπεφλεγμένην, ἣν καὶ διακεκαυμένην ὀνομάζουσιν.
[159] τὴν δὲ κατεψυγμένην ἂν εἴποις κρυώδη κρυμώδη, ψυχράν, σκιεράν κατάσκιον, ἄπυρον, ἀνήλιον. Πλειάδας, Ὑάδας, Ὠρίωνα, ἄρκτους, ἀρκτοῦρον, ὄφιν, ὀφιοῦχον, ἐν γόνασιν, στέφανον, θυμιατήριον, ἀστέρα Σείριον, καὶ τὰ πολυθρύλητα ἐν τῷ κύκλῳ ζῴδια, καθ' ὧν οἱ ἀστέρες περιπολεύονται, ἀστέρες κομῆται πωγωνίαι, δοκίδες, λαμπάδες, βόθυνοι, γαλαξίας κύκλος, ἶρις, νέφη, ἀστραπαί, βρονταί, σκηπτοί, στρόβιλοι. ταῦτα γὰρ πάντα καὶ ὁ περὶ τούτων λόγος ἀστρονομίᾳ ἂν προσήκοι.
[160] Ἔκ γε μὴν γεωμετρίας γεωμέτρης, γεωμετρική γεωμετρεῖν, γεωμετρικός γεωμετρικῶς, γεωμετρικώτατα. γῆς ἀναμέτρησις, νομή, κλῆρος, κληρουχία, διαίρεσις, διανομή. διάγραμμα, σημεῖον, γραμμὴ εὐθεῖα, ἐπιφάνεια, ἐπίπεδος, γωνία, εὐθύγραμμος, κάθετος, περιφερής. σχήματα εὐθύγραμμα, πολύγωνα τρίγωνα τετράγωνα, [161] ἰσόπλευρα, ἑτερομήκη, ἀμβλεῖα, γωνία, ὀξεῖα. ὀρθή, ὄρθιον σχῆμα, κύκλος, ἐπίπεδον, κέντρον, διάμετρος, ἡμικύκλιον, εὐθύγραμμα, σχῆμα τρίπλευρον τετράπλευρον πολύπλευρον. τρίγωνον ἰσοσκελές ἑτεροσκελές σκαληνόν, ὀρθογώνιον ἀμβλυγώνιον ὀξυγώνιον. στερεομετρία, πλευραί, ἰσόμηκες τετράγωνον, πρόμηκες ἑτερόμηκες, βάθος ἔχον, ἀβαθές. εἰκοσάεδρον καὶ ὅσα τοιαῦτα. ἴσον ἴσῳ, ἰσοῦν ἀνισοῦν, ἰσάκις, ἰσοστάσιον. σφαῖρα, πολυγώνιον, πόλος, γνώμων, ῥόμβος, στρογγύλον, περιφερές, ῥομβοειδές. δυνάμεις, δίπους τρίπους τετράπους, ἄχρι τῆς ἑπτακαιδεκάποδός φησιν ὁ Πλάτων (Theaet 147 D), ἡμιπόδια. εὐθύ, καμπύλον. τραπέζια, παράλληλοι εὐθεῖαι, παρὰ τὰ μέρη, ἀναλογία, τὰ πρὸς ἀξίαν.
[162] Ἐκ δ' ἀριθμητικῆς ἀριθμός, ἀριθμεῖν διαριθμεῖν ἐπαριθμεῖν παραριθμεῖν, καταριθμεῖν καταριθμεῖσθαι, συναριθμεῖν. ἰσάριθμα, ἐνάριθμα, ἀναρίθμητα, ἀνήριθμα ἀνεξαρίθμητα. ἐξαριθμεῖσθαι, ἀνηριθμησάμην, ἐξαριθμήσομαι διαριθμήσομαι, διαριθμηθέν. ἀριθμητικός ἀριθμητικῶς, ἀριθμητικώτατος. ἀριθμὸς ἄρτιος, περιττός, [163] ἀρτιοπέρισσος, περισσάρτιος, ἀρτιάκις ἄρτιος. λογισμός, λογίζεσθαι, λογιστικός λογιστικῶς λογιστικώτατος, συλλογίζεσθαι συλλογισμός, ἐπιλογίζεσθαι, ἀναλογισμός ἀναλογίζεσθαι. πλῆθος, παμπληθές πολυπληθές, ἰσοπληθία, πολυπληθία ὡς Δημοσθένης () καὶ Ὑπερείδης ( frg 266 Bl). πάμπολλα πάμπολυ, πάνσμικρον ὡς Πλάτων (Leg X 903 C). πολλαχόθεν, πανταχόθεν, πάντοθεν· Ἀριστοφάνης (frg 840 Ko) δ' ἔφη καὶ πλεισταχόθεν. πολλὰ δὲ τὰ [164] ἀπὸ τούτων ἐκ τόπου καὶ εἰς τόπον καὶ ἐν τόπῳ σχήματα. ὀλιγότης, ὀλίγον, ἐλάχιστον, ὀλίγιστον, πλέον πλεῖον, πλειόνως, πλείους, πλεονάζειν, πλειστηριάζειν, ἔλαττον ἐλάττων, ἐλαττονάκις. πολλαπλάσιον πολλαπλασίων, πολλαπλασιόνως πολλαπλασίως, πολλαπλασιάζειν. πλεονασμός. ἀμύθητα. ἴσον ἴσῳ, ἰσάκις, ἀπισοῦν, ἰσότης, ἴσωσις. τετράγωνος ἀριθμός, τετραγωνίζειν. ἑτερομήκης ἀριθμός, τέλειος ἀριθμός, μονάς, δυὰς καὶ τὰ ἐφεξῆς. διπλάσιος διπλασίων, διπλασιάζειν, καὶ ὁμοίως ἐπὶ τῶν ἐφεξῆς ἀριθμῶν· διπλασιασμὸν δ' Ἀντιφῶν (Soph frg 124 Bl) εἶπεν. ἡμιόλιος, ἐπίτριτος [165] ἐπόγδοος, καὶ ὅσα τοιαῦτα, ἥμισυ, ἡμισυτέταρτον. διατέμνειν τὸν ἀριθμόν, δίχα τέμνειν, δίχα διαλαμβάνειν, διαιρεῖν, διαχωρίζειν, διακρίνειν, διαμερίζειν. πολλοστημόριον, τριτημόριον, τεταρτημόριον, πεμπτημόριον ὡς οἱ περὶ τὸν Πλάτωνα (Leg XII 936 C)· ἑκτήμοροι δ' οἱ πελάται παρὰ τοῖς Ἀττικοῖς (Aristot Rp Ath c 2). ἀπέραντον. πρόσθεσις ἀριθμοῦ, ἀφαίρεσις. ἄτομος ἀριθμός. δίς, δεκάκις δωδεκάκις μυριάκις καὶ τὰ ὅμοια. μυρίανδρος, μυριοφόρος ὡς Θουκυδίδης (VII 25. 6), ὡς δὲ Δείναρχος (frg 23 Tur) μυριαγωγῆσαι. καὶ τὸ δίδραχμοι ὁπλῖται καὶ τριακοντάδραχμοι πυροί, καὶ παρὰ Κριτίᾳ (frg 49 Bach) διδραχμιαῖοι.
[166] Ἐκ δὲ μετρητικῆς μετρεῖν, ἀπομετρεῖν ἀπομετρεῖσθαι, ἐπιμετρεῖν ἐπιμετρεῖσθαι, προμετρεῖν ἐκμετρεῖν παραμετρεῖν, μετρητικῶς. γεωμετρία, γεωμετρικόν. ἄμετρον ἔκμετρον, σύμμετρον ἀσύμμετρον, μέτρησις καὶ ὡς Δημοσθένης () τῇ μετρήσει. μέτρον, μετριότης, μετρητόν, μεμετρημένην διαμεμετρημένην ἡμέραν, διεμετροῦντο τὸν σῖτον, μετριάζειν. καὶ προμετρητὰς Ὑπερείδης (frg 191 = 269 Bl) καὶ προσμετρεῖν Ἰσαῖος (frg 169 Tur).
[167] προμετρητόν. καὶ μετρητικὸν Δείναρχος (frg 21 Tur). δίμετρον τρίμετρον ἐπίμετρον, συμμεμετρημένως, καὶ συμμετρίας Ἀντιφῶν (frg 178 Bl), καὶ Ἰσαῖος (frg 169 Tur) ἐκμετρηθείς, καὶ Δείναρχος (or XVIII frg 7 Tur) 'μετρονόμου τοῦ ἐπὶ τῶν μέτρων,' καὶ δυσμέτρητον Ἀντιφῶν (frg 178), καὶ μετρητὰς οἴνου Δημοσθένης (XLII 20). καὶ τοὺς μὲν πολλοὺς ἀμέτρους Ξενοφῶν (Cyrop V 2. 7, Anab III 2. 16) κέκληκεν, τὸ δ' ἄνευ μέτρου ἄμετρον Πλάτων (Leg [168] VII 820 C), καὶ τὴν ἐν τῷ ποδὶ πρὸς τὴν λύραν ἀμετρίαν. μέτρων δ' ὀνόματα μέδιμνος ἡμιμέδιμνος, χοῖνιξ τριχοίνικον πενταχοίνικον, καπίθη ὡς Ξενοφῶν (Anab I 5. 6), ἀρτάβη ὡς Ἡρόδοτος (I 192). ἡ δ' ἄδδιξ μέτρον τετραχοίνικον, μάρις δ' ἑξακότυλον, κοτύλη δὲ τὸ τρίτον τῆς χοίνικος. ὁ δὲ μέδιμνος χοίνικες ὀκτὼ καὶ τεσσαράκοντα, ὁ δ' ἡμιμέδιμνος τέσσαρες καὶ εἴκοσιν, ὁ δὲ τριτεὺς ἑκκαίδεκα, ἑκτεὺς δ' ὀκτώ, ἡμίεκτον τέτταρες. οὐ μόνον δ' ἡ κοτύλη ὑγρῶν ἦν καὶ ξηρῶν μέτρον, ὡς πολλαχόθεν ἡ κωμῳδία ὑποδηλοῖ, ἀλλὰ καὶ κόφινος μέτρον Βοιώτιον ἄμφω μετροῦν· [169] Στράττις γοῦν φησὶν ἐν τῷ Κινησίᾳ (I frg 13 Ko)
τὰ δ' ἄλφιθ' ὑμῖν πῶς ἐπώλουν; ‑ τεττάρων
δραχμῶν μάλιστα τὸν κόφινον. ‑ τί λέγεις; μέτρῳ
ἐχρῶντο κοφίνῳ; ‑ ἢ .... τοῦτ' αὔθ' ὅτι
οἴνου κόφινος, δυνάμενος τρεῖς χόας πυρρῶν
ταῖς κοφίναις ταὐτὰ ταῦτα δυνάμενος.
κύπρον δὲ τὸ οὕτω καλούμενον μέτρον εὕροις ἂν παρ' Ἀλκαίῳ ἐν δευτέρῳ μελῶν (frg 141 B), καὶ ἡμίκυπρον παρ' Ἱππώνακτι ἐν τῷ πρώτῳ τῶν ἰάμβων (frg 24 B). καὶ κοτύλη, ἀμφορεύς, χοεύς. κρουσιμετρεῖν, καὶ παρακρουσιχοίνικος ἐν τῇ κωμῳδίᾳ (III [170] p 590. 1104 Ko), κρουσιμετρῶν. ἰσοχειλῆ, ἐπιχειλῆ, ἐπίμεστα· ἔστι δ' ἰσοχειλῆ μὲν τὰ πλήρη, ἐπιχειλῆ δὲ τὰ κατωτέρω τοῦ χείλους, ἐπίμεστα δὲ τὰ ὑπέρπλεα. ἐπὶ δὲ τῶν ξηρῶν μέτρων τὰ οὐκ ἀπεψημένα· τὸ δ' ἀποψῶν ἐργαλεῖον ἀπομάκτρα ἢ σκυτάλη ἢ περιστροφίς. ἡμιδεές, ἡμιπλήρωτον, ἡμίπλεων, ἐνδεές· ὑπερδεᾶ δὲ τὰ λίαν ἐνδεᾶ. ἔστι δὲ μετρητικῆς καὶ τὸ μέγα σμικρόν, πάμμεγα πάμμικρον, πάμμηκες πρόμηκες ὑπέρμηκες, σύμμετρον ὑπέρμετρον, καὶ πάλιν ἔμπλεων κατάπλεων ὑπέρπλεων, καὶ πούς, πῆχυς, παλαιστή, δοχμή, πυγών, ὀργυιά, καὶ ὅσα ἐπὶ τῶν ἀνθρωπίνων μελῶν ἐστὶ προειρημένα (II 157, 158). καὶ πεντάπουν καὶ ἑπτακαιδεκάπουν καὶ πεντάπηχυ καὶ ὅσα τοιαῦτα, ὁμοίως δὲ κανὼν καὶ στάθμη.
[171] Ἀπὸ δὲ στατικῆς στῆσαι στήσασθαι, ἱστάναι ἵσταται, στησάμενος, ἀποστῆσαι ἀποστήσασθαι, συστῆσαι, ἀντιστήσασθαι ἀντιστῆσαι, εὐθῦναι, ἀνελκύσαι, τεῖναι· τοιοῦτον γάρ ἐστι τὸ Ὁμηρικόν Θ 69 Χ 209)
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα. στατικός στατικῶς, στατήρ, ἰσοστάσιον. ζυγά, τρυτάνη, πλάστιγγες, σταθμά, τάλαντα, κανών, ζυγός, ὁλκή, καθέλκειν, ἄγειν ‑ Δημοσθένης γάρ πού φησιν (XXIV 129) 'ὃς ἦγε τριακοσίους δαρεικούς' ‑ βαρύνειν, [172] ῥέπειν ῥοπή, βαρύτης βάρος, ἐλαφρότης, καταφέρειν ἀναφέρειν, ἄχθος ἐπαχθές, κοῦφον κουφότης, ὄγκος, ἰσόρροπον ἰσορρόπως ἰσορροπία, ἑτερόρροπον ἑτερορρόπως ἑτερορροπία, ἀντίρροπον· βιαζόμενος δ' ἂν εἴποις καὶ ἀντίθετον. κλίνειν ἀποκλίνειν, καταβαρεῖς εἶναι τὰς πλάστιγγας, ἐπιθεῖναι ταῖς πλάστιγξιν, ἀντιθεῖναι τὰ ἱστάμενα. καὶ σηκώματα ὡς Ὑπερείδης (frg 271 Bl), καὶ βαρύσταθμα ὡς Ἀριστοφάνης (Ran 1397). καὶ ἀνασηκωθῆναι δὲ λέγοιτ' ἂν τὸ προσθεῖναι τῷ ἀναφερομένῳ εἰς τὴν πρὸς [173] τὸ βαρῦνον ἰσορροπίαν. τὰ δ' ὀνομαζόμενα σταθμία ἐστὶ σταθμά, στάσιμα ὠνόμασεν ἐν Ὑῒ Κηφισόδωρος ὁ κωμικός (I frg 13 Ko). στατῆρα δ' οἱ τῆς κωμῳδίας ποιηταὶ τὴν λίτραν λέγουσιν· τὴν μὲν γὰρ λίτραν εἰρήκασιν οἱ Σικελικοὶ κωμῳδοί (Epich frg 9 Kaib), δίκελλαν δὲ πενταστάτηρον Σωσικράτης ἐν Παρακαταθήκῃ (III frg 1 Ko) τὴν πεντάλιτρον. ὁ δὲ χρυσοῦς στατὴρ δύο ἦγε δραχμὰς Ἀττικάς, τὸ δὲ τάλαντον τρεῖς χρυσοῦς. καὶ μὴν οἵ γε Δωριεῖς ποιηταὶ τὴν λίτραν ποτὲ μὲν νόμισμά τι λεπτὸν λέγουσιν, οἷον ὅταν Σώφρων [174] ἐν τοῖς γυναικείοις μίμοις (frg 37 Kaib) λέγῃ 'ὁ μισθὸς δεκάλιτρον' καὶ πάλιν ἐν τοῖς ἀνδρείοις (frg 72 Kaib) 'σῶσαι δ' οὐδὲ τὰς δύο λίτρας δύναμαι,' ποτὲ δὲ σταθμόν τινα, ὡς Δεινολόχος ἐν Μηδείᾳ (frg 4 Kaib) 'τετρωκονταλίτρους τινὶ νεανίσκῳ πέδας.' Ἀριστοτέλης δ' ἐν μὲν Ἀκραγαντίνων πολιτείᾳ (frg 476 Rose) προειπὼν ὡς ἐζημιοῦντο πεντήκοντα λίτρας, ἐπάγει 'ἡ δὲ λίτρα δύναται ὀβολὸν Αἰγιναῖον,' ἐν δ' Ἱμεραίων πολιτείᾳ (frg 510 Rose) φησὶν ὡς οἱ [175] Σικελιῶται τοὺς μὲν δύο χαλκοῦς διζᾶντα καλοῦσι, τὸν δ' ἕνα οὐγκίαν, τοὺς δὲ τρεῖς τριᾶντα, τοὺς δ' ἓξ ἡμίλιτρον, τὸν δ' ὀβολὸν λίτραν, τὸν δὲ Κορίνθιον στατῆρα δεκάλιτρον, ὅπερ δέκα ὀβολοὺς δύναται. ἔνιοι δὲ καὶ τῶν Ἀθήνησι κωμῳδούντων τῶν νέων, οἷον Φιλήμων ἐν Σικελικῷ (II frg 78 Ko) καὶ Ποσείδιππος ἐν Γαλάτῃ (III frg 8 Ko), λίτρας μνημονεύουσιν. καὶ ἕβδομον δ' ἡμιτάλαντον καὶ τρίτον ἡμιτάλαντον καὶ τὰ τοιαῦτα στατικῇ ἂν προσήκοι, ὥσπερ καὶ ἡ κρεωστάθμη.
[176] Κοινὰ δ' ἐστὶ γεωμετρίᾳ ἀριθμητικῇ μετρητικῇ στατικῇ, τῇ μὲν ἔλαττον τῇ δὲ μᾶλλον προσήκοντα, πρῶτον μὲν αὐτὸ τὸ μᾶλλον καὶ τὸ ἧττον, ἔπειτα νομή διανομή νεῖμαι, χωρίσαι χωρισμός, διακρῖναι διάκρισις, διελεῖν διαίρεσις, μοῖρα μόριον, μέρος μερίς, μεριστός, μερίζειν μερισάμενος μεμερισμένα ἐμερίσω, μεριστάς, ἀντιμοιρεῖ ἰσομοιρεῖ, ἄμοιρος, διμοιρία διμοιρίτης, ἀμέριστον, τριτημόριον μοιρολογχῆσαι ὡς Ἀντιφῶν (frg 20 Bl). δάσασθαι, δασμός, δατητάς.
[177] Ἀπὸ δ' ἰατρικῆς ἰατρός ἰατρεία, ἴασις, ἰάσασθαι ἐξιάσασθαι, ἰώμενος, ἰάσιμος ἀνίατος, ἰάματα· καὶ ὁ μισθὸς ἰατρεῖα, καὶ τὸ ἐργαστήριον ἰατρεῖον. θεραπεύειν, θεραπεία. ἀκέσασθαι ἐξακέσασθαι, ἀκεστής, ἀκήματα ὡς Ὅμηρος (O 394) καὶ πανακῆ φάρμακα, καὶ ἐξακούμενος. ἐπιμέλεια, κομιδή, νοσηλεία, νοσηλεῦσαι ἐκνοσηλεῦσαι, νοσοκομῆσαι, νοσοτροφία. ἀρρωστεῖν, ἀρρώστημα, ἀρρωστία· ὑγίεια, ὑγιαίνειν, ὑγιής. δίαιτα, διαίτησις.
[178] τάχα δ' ἂν ἰατρῷ προσήκοι καὶ κρίσιμος ἡμέρα· Μένανδρος (frg 890 Ko) γὰρ περὶ τῆς ἑβδόμης λέγων φησί
κρίσιμος γὰρ αὕτη γίνεται.
τομή, τεμεῖν ἐκτεμεῖν. ἐμπρῆσαι, καῦσις, καῦσαι. φαρμακεία, φαρμακοποσία· τὸ δὲ φαρμάξαι ἀμφίβολον ὥσπερ ὁ φαρμακεύς, καὶ ἡ φαρμακὶς ἐπὶ τῶν βλαπτόντων μᾶλλον ἀκούεται. πλήρωσις κένωσις, πληρῶσαι κενῶσαι, ἴσχειν ἰσχαίνειν. στῆσαι ῥεῦμα, ἐπισχεῖν, προκαλέσασθαι ἐκκαλέσασθαι, ἐπισπάσασθαι, ἐφελκύσασθαι. τὸ δὲ [179] κενῶσαι διὰ καθάρσεως καὶ ἐξινῶσαι λέγουσιν, καὶ ἐξινωμένον ἡ κωμῳδία (III p 577. 1004 Ko) τὸν κεκαθαρμένον φησίν, ὡς ἐκ τῶν ἰνῶν φερομένης τῆς χολῆς· τὸν δ' αὐτὸν καὶ ὑπερινωμένον φασὶ καὶ ὑπέρινον. κατευθῦναι τὸ ἐκχωρῆσαν ἄρθρον ἠπίως, πράως. παιώνια φάρμακα, ἀλεξιφάρμακα, ἀλεξητήρια, λυτήρια, ἐλατήρια τὰ κενοῦντα, ἴσχαιμα. σχάσαι φλέβα, λῦσαι φλέβα, διελεῖν σάρκα, διατεμεῖν σάρκα, ἀμύξαι σάρκα, ἀνοῖξαι σάρκα, ἐπιγράψαι. ἐξελεῖν ὀστοῦν, ἐξαρθρῶσαι, ἀποτεθραυσμένον παρατεθραυσμένον, ξέσαι ὀστοῦν, ἀποξέσαι, κολλῆσαι, κολάσαι, τὸ ἀνοιδαῖνον συστεῖλαι.
[180] πάσαι φάρμακα, ἐπιθεῖναι φάρμακα, ἐπιπάσαι. καθᾶραι τὸ ῥερυπωμένον. καὶ δίαιτα δὲ καὶ διαιτῆσαι ἰατρικὸν ἔργον, καὶ καταντλεῖν καὶ καταβρέχειν καὶ καταιονᾶν, καὶ αἰόνησις καὶ καταιόνησις, καὶ καταπλάσαι καὶ ἐπιπλάσαι, καὶ ἐναλεῖψαι καὶ ἐπιγράψαι. Ἀριστοφάνης δ' ἐν τῷ Γήραι φησίν (frg 129 Ko)
ὀφθαλμιάσας πέρυσιν εἶτ' ἔσχον κακῶς
κἄπειθ' ὑπαλειφόμενος παρ' ἰατρῷ εἰπεῖν δ' ἔστι καὶ τὸ πῦον, πυῶδες, μυξῶδες ὑγρόν, μελιτῶδες, αἱματῶδες.
[181] καὶ ἐργαλεῖα μὲν ἰατρῶν σμίλη, ψαλίς, τομεύς, ὠτογλυφίς, μήλη, ὑπογραφίς, βελόνη, ξυστήρ, ὀδοντοξέστης, ὀδοντάγρα, εὐδίαιον. καὶ μηλῶσαι τὸ τὴν μήλην καθεῖναι, ὅθεν καὶ Φρύνιχος ὁ κωμικός (I frg 62 Ko)
ἔμει καταμηλῶν· φλέγματος γὰρ εἶ πλέως. ἦ που δὲ καὶ δεσμά, καὶ τελαμῶνες καὶ μότα καὶ μοτῶσαι καὶ μότωσις καὶ μοτωθείς. καὶ παρ' Ἀριστοφάνει (Vesp 1440?) ἐπίδεσμα, καὶ κατάπλασμα ἐν Γηρυτάδῃ (frg 178 Ko), καὶ ὀθόνιον τὸ ἐπίδεσμον. καὶ τελαμῶνα δ' ἂν εἴποις σινδονίτην, καὶ φάρμακον [182] καταπλαστὸν κατὰ Ἀριστοφάνην (Plut 717), ἀφ' οὗ καὶ τὸ καταπλασθὲν () εἴρηκεν· τὸ γὰρ περιαπτὸν ἀλεξιφάρμακον. καὶ ποδοστράβη δ' ἡ τὰ στρέμματα κατευθύνουσα ἐν τῇ κωμῳδίᾳ ἐργαλεῖον ἰατρικόν. καὶ λεκάνη, ἧς τὸν πυθμένα Ἄλεξις (II frg 329 Ko) πτερνίδα καλεῖ. καὶ μαχαίρια δ' ἐκάλουν οἱ νέοι κωμῳδοὶ (III p 467. 327 Ko) ἐν οἷς ἀπέσχαζον· οὕτω γὰρ ἔλεγον τὸ ἀμύσσειν, [183] ὃ οἱ νῦν κατασχάζειν. καὶ μὴν καὶ σικύα ἕν τι τῶν ἐργαλείων, ὡς Κράτης ὁ κωμικός (frg 41 Ko)
ἀλλὰ σικύαν ποτιβαλῶ σοι καἴ κα λῇς ἀποσχάσω. καὶ κηρωτὴν δ' ἂν εἴποις ἐπὶ τῶν ἰατρικῶν, Ἀριστοφάνους (Acharn 1176) εἰπόντος
ὀθόνια, κηρωτὴν παρασκευάζεται. ἐν δ' Ἀντιφάνους Τραυματίᾳ (II frg 208 Ko) καὶ ταῦτα τῶν ἰατρικῶν σκευῶν· κατεσκευασμένος
λαμπρότατον ἰατρεῖον εὐχάλκοις πάνυ
λουτηρίοισιν, ἐξαλείπτροις, κυλιχνίσι,
σικύαισιν, ὑποθέτοισιν.
[184] νοσημάτων δ' ὀνόματα κεφαλαλγία, κεφαλαία, ἡμικραίρα, κάρος, καρηβαρία, ἴλιγγος, σκοτοδινίασις, κεφαλαλγὲς νόσημα, καρηβαρικόν, κεφαλαλγεῖν, καρηβαρεῖν, ἑτερεγκεφαλᾶν, ἰλιγγιᾶν, σκοτοδινιᾶν. ὀφθαλμία ὀφθαλμιᾶν. τάχα δὲ καὶ τὸ κοιλοφθαλμιᾶν, οὐκ ἴδιον μὲν γινόμενον ἐν ὀφθαλμοῖς νόσημα, συμβαῖνον δὲ κοιλαίνεσθαι τοὺς ὀφθαλμοὺς ἐξ ἄλλου νοσήματος.
οὐδ' ὑδατοπωτῶν οὐδὲ κοιλοφθαλμιῶν [185] φησὶν ὁ Κρατῖνος (I frg 288 Ko)· Φρύνιχος δ' ὁ κωμικὸς (I frg 77 Ko) καὶ τὴν κοιλοφθαλμίαν εἴρηκεν. ἄργεμος, λήμη λημᾶν γλαμᾶν, ἀμβλυώττειν ἀμβλυωπία. ὠταλγία, κατεᾶχθαι τὰ ὦτα, κυψελίδος εἶναι ἔμπλεα, ἑλκῶν, ὑγρότητος. κατάρρους, κόρυζα κορυζᾶν, πταρμός πτάρνυσθαι. στομαλγία στομαλγεῖν, ἡλκῶσθαι τὸ στόμα. γλωσσαλγία γλωσσαλγεῖν· λέγοιτο γὰρ ἂν καὶ ἐπὶ τῶν κατὰ γλῶτταν ἑλκῶν. παροιδαίνειν τὰ παρίσθμια, σταφυλητομία. βήξ, λύξ, βήττειν, λύττειν, ἐφ' ὧν τὸ ἀνακογχυλιάσαι.
[186] ἔμπυος, ὑπόπυος. ὕφαιμος ἄναιμος, ἄνικμος, ὑπέρπλεως, ἐξαιμῶν, αἱμόρροια, αἱμόρρυσις. φρίκη, ψυγμός ψῦξις, φρίξ, φρίττειν, ἐψῦχθαι κατεψῦχθαι, ῥῖγος, ἠπίαλος. τοὺς δ' ἀεὶ ῥιγῶντας οἱ παλαιοὶ ῥιγωσιβίους ἔλεγον, οὓς οἱ νῦν δυσρίγους. Ἀριστοφάνης δ' ἐν Βαβυλωνίοις (frg 92 Ko) δύσριγος εἴρηκεν. πυρετός, φλεγμονὴ πυρετοῦ, καταβολή, περίοδος. θέρμα καὶ πῦρ Ἀριστοφάνης (frg 690 Ko) ἔφη·
ὁ δ' ἔχων θέρμαν καὶ πῦρ ἧκεν.
[187] εἶδος δὲ πυρετοῦ καὶ καῦσος. φῦσα, διάρροια, ἄκρατος δυσεντερία. καρδιώττειν, σπληνιᾶν, λιθιᾶν, περιπνευμονιᾶν. νεφρῖτις, πλευρῖτις, ἐπηλυσία. καὶ στραγγουρία ὡς Ἀριστοφάνης ἐν Κωκάλῳ (frg 355 Ko). ἀπόστασις, ὕδερος ὑδεριᾶν, ὄγκος, ἐξωγκῶσθαι ὑπωγκῶσθαι ὑπερωγκῶσθαι. ὠχρός, ὠχρίασις. ἴκτερος, ἰκτεριᾶν. φθόη, φθίσις, φθίνειν, τῆξις, φθινὰς νόσος, τηκεδών, ἐκτετηκέναι, ἐξερρινῆσθαι κατερρινῆσθαι. ὀστοῦ θραῦσις, κλάσις. ὀστοῦν κατεᾶχθαι, [188] συντετρῖφθαι. ἄρθρον ἐκχωρῆσαι, ἄρθρον παραιωρεῖσθαι. πηρός, πήρωσις, πεπηρῶσθαι. χωλός, χωλεία, ἀποκεχωλῶσθαι. Εὔπολις (frg 343 Ko) δὲ καὶ τὸν τὴν χεῖρα πεπηρωμένον χωλὸν εἴρηκεν·
ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρ' εὖ σφόδρα. οὗ τὸ ἐναντίον ἐπὶ ποδὸς Ἀριστοφάνης (Av 1379) κυλλόν·
τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς; τὸν ὀφθαλμὸν ἐκκεκόφθαι, ἐξορωρύχθαι, κεκενῶσθαι, ἀπεσβέσθαι τὴν γλήνην. τὴν κλεῖν κατεαγέναι. τραύματα τραυματίας, [189] τετρῶσθαι· καὶ 'τραυματισθεισῶν τῶν νεῶν' ἐκ μεταφορᾶς φησι Θουκυδίδης (I 50. 5 saep), ὥστ' εἴη ἂν καὶ τὸ τραυματίζεσθαι. ἐπιπολῆς τετρῶσθαι, διὰ βάθους, διαμπάξ, διαμπερές. καίριον τραῦμα, καιρία πληγή, σῦριγξ, ἕλκος, ὠτειλή, οὐλή. ποδάγρα, ποδαγρᾶν, ποδαλγία ποδαλγεῖν, καὶ ἀνὴρ ποδαλγής. τάχα δ' ἂν τοῖς ἰατρικοῖς προσήκοι τὸ ἀλγεῖν, ἀλγεινόν ἐπαλγές, ὀδυνᾶσθαι ὀδυνηρόν ἐπώδυνον, ἀφ' οὗ καὶ ὀδυνήφατα φάρμακα Ὅμηρος (E 900). καὶ σφύζειν καὶ σφακελίζειν σφαδᾴζειν καὶ σφακελισμός, σφαδᾳσμός, καὶ ὅσα ἄλλα ὑπὸ τῶν ἰατρῶν ὠνόμασται.
[190] νοσήματα ἔξωθεν ἐπιφαινόμενα τοῖς σώμασι φλεγμονή, οἴδημα, ἐκφύσημα, σκλήρωμα. ἕλκος, καθαρὸν ἕλκος, ἀπόστημα. ἀκάθαρτον ἕλκος, ἐσχάρα, διεφθορὸς ἕλκος, ἐφελκίς. καλεῖται δὲ καὶ κρότων. μελιτηρὰ ὑγρασία. ἐλαιώδης, ὅταν ἕλκος ᾖ περὶ τὰ νεῦρα. καλεῖται δὲ καὶ ῥεῦμα ὕδωρ, ὅ ἐστιν ὑδατώδης ἰχώρ, ὅταν ἤδη τὰ ἕλκη καθαίρηται. δοθιὴν φῦμα περιφερές, ἀπόστημα μικρόν, πυῶδες κατὰ τὴν τομήν. τέρμινθος φῦμα φλύκταιναν ἔχον.
[191] φύγετρον φῦμα περὶ βουβῶνα μετὰ πυρετοῦ. φλυκτὶς φλύκταινα ἐπιμήκης, μάλιστα περὶ βουβῶνας καὶ μασχάλας. ὑπόνομον ἕλκος, ὃ καὶ βάθος ἔχει καὶ κόλπους. ὑπερσαρκοῦν ἕλκος. ἀφρῶδες ἕλκος, ᾧ ἐπανθεῖ λευκότης τις ἢ μελανία. τύλωσις, ὅταν σκληρὸν ᾖ καὶ λευκότερον ἢ ὑποπέλιδνον τὸ ἕλκος. μυδὼν σὰρξ σομφή. σῦριγξ ἕλκος στενὸν πρόμηκες, ἔσωθεν μὲν μυξώδει σαρκὶ ἔξωθεν δὲ τυλώδει [192] κατειλημένον. ἄνθραξ ἐσχάρα ὑποπέλιδνος ἢ λευκὴ ἢ ὕπωχρος, φλύκταιναν ἔχουσα καὶ ἐρύθημα καὶ ἀλγηδόνα σύντονον. τερηδὼν ὀστῶν φθορὰ ἀπροφάσιστος, μάλιστα περὶ τὴν κεφαλήν. ἀχὼρ ἕλκος περὶ τὰ τετριχωμένα, οὗ τὸ ὑγρὸν φθείρει τὰς τρίχας. πιτυρίασις ἐοικός τι πιτύροις· συνίσταται δ' ὅπου τρίχες. ἀλωπεκία ψίλωσις τριχῶν ἀπροφάσιστος, μάλιστα περὶ τὴν κεφαλήν. ὄφις ψίλωσις τριχῶν περιλαμβάνουσα τὴν κεφαλὴν στεφάνου δίκην, μάλιστα δ' ἐπὶ παιδίων, ἔσθ' ὅτε καὶ τὰ ὄμματα φθείρουσα.
[193] ἀλφὸς μέλας ἐπιδρομὴ σκιώδης ἐπιπόλαιος εὐίατος· ἀλφὸς λευκὸς λευκότης ἐπιτρέχουσα τῇ ἐπιδερματίδι αὐχμηρὰ δυσίατος. λεύκη, ὅταν ἐπιτείνῃ ἡ λευκότης καὶ φύσῃ τρίχωσιν λευκήν· εἰ δὲ κεντήσειας, ὕφαιμος, δυσίατος, ἔστιν ὅτε ὑπέρυθρος. ἐπανθεῖ δ' αὐτὸ τοῖς χείλεσιν οἷον ἁλὸς ἄχνη. λειχὴν ἄγριος, τραχύς, δυσίατος, ἀνώμαλος. λέπρα λειχῆνες τραχεῖς, πολλοί, ἑλκώδεις, λεπιδωτοί, [194] ὑπόπυρροι ἢ ὑπέρυθροι ἢ ὑπόλευκοι, δυσίατοι· φθείρουσι δὲ καὶ τοὺς ὄνυχας. ψώρα ἑλκώδης, ὑπέρυθρος, ἐξανθήσεις ἔχουσα ἐν αὑτῇ. ψυδράκια πυώδη ἐξανθήματα, αὐτόματα, ἑλκώδη ἐν ἐπιφανείᾳ. ὑπέρυθρον ῥεῦμα, δυσώδης διάθεσις, ὑγρασίαν ἀφιεῖσα. ἔφηλις πάθος ἐν προσώπῳ, ὑποπέλιδνος ἐπιδρομή, ἀφανίζουσα τὸ κατὰ φύσιν χρῶμα. ἴονθοι ἀνθήματα ψυδρακίοις ἐοικότα περὶ τῷ προσώπῳ, σημεῖον ἀκμῆς, ψυδράκια μικρά, φλύκταιναι ὑπόπυοι. φακὸς ὅμοιόν τι τῷ ὀσπρίῳ, συγγενὲς ἢ ἐπιγενές. θύμος ὑπέρυθρος ἔκφυσις, τραχεῖα, ἔναιμος, δυσαφαίρετος, μάλιστα περὶ αἰδοῖα καὶ δακτύλιον [195] καὶ παραμήρια, ἔστι δ' ὅτε καὶ ἐν προσώπῳ. ἀκροχορδὼν ἀπὸ μὲν τῆς ῥίζης λεπτὴ ἔκφυσις, περὶ δὲ τὸ ἄκρον παχυνομένη, μάλιστα ἐπὶ παιδίων. μυρμηκία ἔκφυσις στερεὰ καὶ τραχεῖα, τυλώδης, ἔναιμος, περὶ τὰ ἄκρα καὶ τὰ ἔσω τῆς χειρός. ἧλος συστροφὴ τυλώδης περιφερὴς ὕπωχρος, ἡλοειδής ὅτι ἄνωθεν μὲν εὐρύνεται, περὶ δὲ τὴν [196] σάρκα ἀποστενοῦται, μάλιστα περὶ τὰ ἴχνη. χειρώνιον ἕλκος χρόνιον, δυσούλωτον, χείλη σκληρά, τυλώδης σάρξ, ὑποπέλιδνος, ἐν κνήμαις καὶ ποσίν. λεπὶς τοῖς ἐν πεδίῳ ἕλκεσιν ὁμοία τῇ θαλαττίᾳ ἐπιπήγνυται, ἣν δεῖ τῆς θεραπείας προαφελεῖν. κιρσὸς ἢ κριξὸς οἴδημα φλεβῶν περὶ κνήμας, ποδὸς πεδίον, ἐπιγάστριον, μηρούς, ὄσχεον· καλεῖται δὲ καὶ ἰξία ἀπὸ τῶν ἐν ταῖς πίτυσι τῆς πίττης ὁμοίων συστροφῶν, ἀφ' ὧν καὶ ὁ ἰξός. ἀγκύλη σκληρότης τυλώδης ἐν ἄρθροις, μάλιστα ἐν δακτύλοις χειρῶν κατὰ τὸ ἐντός· ἐπικάμπτει δὲ [197] τοὺς δακτύλους, γίνεται δ' ἔστιν ὅτε καὶ περὶ ἀγκῶνας καὶ γόνατα. ἐπινυκτὶς φλύκταινα ὑποπέλιδνος ὕφυγρος ἔναιμος, περὶ κνήμας καὶ πόδας ἐν νυκτὶ γινομένη. γαγγλίον ἀπόστημα ἄπονον, ὑπὸ λευκῷ καὶ νευρώδει χιτῶνι· ἔνεστι δ' αὐτῷ ὑγρὸν ἀθερῶδες ἢ τρίχια ἢ ἑλμίνθια, γίνεται δὲ περὶ ἄρθρα καὶ κεφαλήν. μελικηρὶς ἀπόστημα [198] ἔχον μελιτῶδες ὑγρόν, ἐν ἀγκῶσι καὶ γόνασι, πολλάκις δὲ καὶ ἐν ἄλλοις ἄρθροις καὶ περὶ στόματι. χάλαζα συστροφαὶ βουβωνοειδεῖς ὑπὸ τῷ δέρματι, κατὰ κύαμον Αἰγύπτιον, ἐπαλγεῖς προσαψαμένῳ. καρκίνωμα σκλήρωμα μετὰ φλεγμονῆς ἐπαλγές, ἔστιν ὅτε ἑλκούμενον, ὑπέρυθρον ἢ πελιδνόν· συμπεφύκασι δ' αὐτῷ ὡς τὸ πολὺ φλέβες ἢ τρίχες· αἱμορραγοῦν, ἀθεράπευτον. κρυπτὸν καρκίνωμα, ὅταν μὴ ᾖ ὑπερφανές, τὰ δ' ἄλλα ὅμοιον. χηλαὶ ἢ φύσιγγες ῥαγάδες πτερνῶν [199] ποδῶν αἰδοίου. παρουλὶς οὔλων ἀπόστασις, ἐπουλὶς ὑπὸ τὸν σωφρονιστῆρα ἐπίφυσις. ὑπογλωττὶς ἀπόστασις ὑπὸ γλώττῃ. αὖον ἀπόστασις περὶ τὴν ἔκφυσιν τοῦ στομάχου, κατὰ τὸ ἄνω τῆς φάρυγγος μέρος, κνησμώδης πρὶν ῥαγῆναι. συνάγχη φλεγμονὴ περὶ ἐπιγλωσσίδα καὶ φάρυγγα σύντονος ὀδυνηρά· κυνάγχη πνιγμὸς ὑπὸ νύκτα γινόμενος ἐπενεχθέντος ἐπὶ βρόγχον ὑγροῦ παχέος καὶ γλίσχρου, [200] μάλιστα ἐπὶ παιδίων. ἀγχόνη πυώδης ἀπόστασις μεταξὺ ἐπιγλωττίδος καὶ ῥίζης γλώττης. παρίσθμια φλεγμονὴ περὶ τὰ μῆλα καὶ ἕλκωσις καὶ ἀπόστασις. ἄφθα ἕλκωσις ἐπιπολῆς λευκαίνουσα γλῶτταν ἢ παρίσθμια ἢ κίονα ἢ φάρυγγα, ἔσθ' ὅτε μέντοι καὶ μελαίνουσα· πλεονάζει δ' ἐπὶ παιδίων. σταφυλὴ περὶ τὸν κίονα μηκυνομένη καὶ ὠχριῶσα, ῥαγὶ παραπλήσιος. σῦκον σὰρξ ἑλκώσει ἐπανθοῦσα, [201] ἄνωθεν πλατυνομένη, ἐπίπονος, βουβῶνας ἐγείρουσα. τηνεσμὸς βαρύτης καὶ φλεγμονὴ ἀνοιδαίνοντος τοῦ δακτυλίου, μυξώδη ὑγρὰ ἢ αἱματώδη καταφέρουσα· ποιεῖ δὲ καὶ δυσουρίαν. κηρίον περὶ τῷ στήθει ἢ τοῖς νώτοις ἀπόστημα φλεγμαῖνον, πολύστομον, ἀφιὲν μελιτῶδες ὑγρόν, ἔχον ἐν τῷ βάθει σάρκα ὕπωχρον διεφθαρμένην. χοιράδες περὶ σιαγόσι καὶ τραχήλῳ καὶ μασχάλαις καὶ βουβῶσιν, ἀδέσιν [202] ἐοικυῖαι φλεγμοναί, εἰς πῦον τρεπόμεναι. χίμετλα γίνεται μὲν ὑπὸ κρύους ἐπὶ δακτύλοις καὶ ἴχνεσι ποδῶν καὶ χερσί, μάλιστα ἐπὶ παιδίων, ἑλκώδεις φλεγμοναί. ἐρυσίπελας μώλωψ ἐρυθρὸς ἐπίπονος ἔμπυρος, ἔσθ' ὅτε καὶ φλυκταινώδης. ἱδρῶα ἐξανθήματα θερινά. βουβὼν περὶ βουβῶνας οἴδημα μετὰ φλεγμονῆς. αἱμορροῒς γίνεται μὲν κατὰ τὴν ἕδραν ἐντός, ἔστι δ' ὁμοία μόροις ὠμοῖς· πολλάκις δὲ καὶ ὑπεροχῆς ἄνευ γίνεται ῥαγὰς αἱμορραγοῦσα. τυφλὴ αἱμορροῒς οἴδημα λεῖον ἐρυθρόν, ἐντὸς τῆς ἕδρας, οὕτω κληθὲν ἐπεὶ ἔσθ' [203] ὅτε οὐχ αἱμορροεῖ. κονδύλωμα περὶ τὴν στεφάνην τοῦ δακτυλίου εὐίατον οἴδημα. συκαῖ περὶ τὴν ἕδραν κονδυλώματα μεγάλα, οὐκ ἐπίπονα. ἐντεροκήλη ὀλίσθημα ἐντέρου εἰς τὸν ὄσχεον, εἰς ὄγκον αἰρόμενον· ὑδροκήλη περὶ θατέρῳ τῶν διδύμων ὑδατώδης συλλογή, μεταξὺ τοῦ δευτέρου καὶ τετάρτου ὑμένος· πωροκήλη πώρωμα περὶ τὸν ὄσχεον ἐξ ἀποστήματος, σαρκοκήλη σκιρώδης καὶ παχεῖα ἐπ' ὀσχέῳ [204] διάθεσις. στεάτωμα πιμελῆς παραρροὴ ὑπὸ τῷ δέρματι. λοιμώδη ἕλκη περὶ τὰ παρίσθμια καὶ τὴν σταφυλήν. ἐσχάρωσις νομὴ δύσχρους, εἰς τὴν φάρυγγα καὶ τὴν ἀρτηρίαν καὶ τὸν στόμαχον καταφερομένη μετὰ τοῦ ἀνοιδαίνειν τὸν τράχηλον. περιγραφὴ περί τι μέρος τοῦ σώματος στενότης ἄπονος, μέλαινα ὑπέρυθρος ἢ πελιδνή, ψιλὴ ἢ τετριχωμένη. πῶλυψ σὰρξ ῥινὶ ἐπιφυομένη, μυξῶδες ὑγρὸν ἀφιεῖσα, ἐπιφράττουσα τὴν ἀναπνοήν. ὄζαινα ἕλκωσις ἐν τῷ βάθει τῶν μυκτήρων μέχρι τῶν καλουμένων ἡθμοειδῶν σαρκῶν, πυῶδες καὶ δυσῶδες [205] ὑγρὸν ἀφιεῖσα, τὴν αἴσθησιν ἐμποδίζουσα. δρακόντιον ἐκ τῶν περὶ κνήμαις καὶ μηροῖς ἑλκῶν ἐκπῖπτόν τι νευρῶδες ἐφθαρμένον, σπανίως μὲν τοῖς ἄλλοις ἐπιγινόμενον, Αἰθίοψι δ' ἐνοχλοῦν. κέρατα ἐν τῷ τόπῳ τῶν κεράτων περὶ τὸ μέτωπον πωρώδεις ἐκφύσεις περὶ τὸ δέρμα. ἕρπην ψυδράκια φλεγμαίνοντα καὶ νύττοντα, μάλιστα περὶ τραχήλῳ καὶ πλευραῖς νεμόμενα, ἔσθ' ὅτε δὲ καὶ περὶ χερσὶ καὶ ποδῶν [206] ἴχνεσιν. ἑρπηστικὸν ἕλκος ἐνοχλεῖ μὲν πρεσβυτῶν κνήμαις καὶ ποσίν, ἔσθ' ὅτε δὲ καὶ μηροῖς καὶ χερσίν· ἔστι δ' ὑποπέλιδνον καὶ νέμεται καὶ φλεγμαίνει. φαγέδαινα ἕλκωσις ἄχρι τῶν ὀστῶν διαδιδοῦσα ταχείᾳ νομῇ μετὰ φλεγμονῆς, ἰχῶρας δυσώδεις ἀφιεῖσα καὶ πρὸς θάνατον ῥέπουσα. θηρίωμα γίνεται μὲν ἕλκος περὶ ἀνδρῷα αἰδοῖα, ἔστι δ' ὅτε καὶ περὶ δακτύλους καὶ ἀλλαχοῦ, αἷμα πολὺ καὶ [207] μέλαν καὶ δυσῶδες ἀφιέν, μετὰ μελανίας τὴν σάρκα ἐσθίον. σηπεδὼν ἕλκους νομὴ λευκοῦ ὑπώχρου δυσώδους· μάλιστα δ' ἐνοχλεῖ τῷ στόματι, ὡς ἔσθ' ὅτε καὶ τοὺς ὀδόντας καὶ τὰ ὀστᾶ ἀφιστάναι, γίνεται δὲ καὶ ἐπὶ μηρῶν καὶ ἄλλων μερῶν. γάγγραινα· οὕτω καλεῖται τῶν μελῶν τὸ νεκρούμενον σὺν ἕλκει ἢ χωρὶς ἕλκους, μετὰ φλεγμονῆς καὶ ἐρυθήματος ἀπολευκαινόμενον, εἶτα μελαινόμενον καὶ εἰς ἀναισθησίαν μεθιστάμενον.
[208] μαῖα, μαιεία, μαίευσις· καὶ μαιευτικὴ ἡ τέχνη καὶ ἡ γυνή, καὶ τὸ ῥῆμα μαιεύειν καὶ μαιεύεσθαι, καὶ τὸ ἐπίρρημα μαιευτικῶς. ἀμβλίσκουσι δὲ τὸ ἀμβλίσκειν ποιοῦσι φησὶν ὁ Πλάτων (Theaet 149 D). ἀμβλωθρίδιον φάρμακον, τικτικὸν φάρμακον. ὠκυτόκιον, ἀτόκιον. λοχεύειν ἐκλοχεύειν· λοχεία ἡ τοῦ τεκεῖν ἐπιμέλεια. 'διδοῦσαι φαρμάκια αἱ μαῖαι ταῖς δυστοκούσαις' ὁ Πλάτων (Theaet 149 D) λέγει· δυστοκεῖν δυστοκία, εὐτοκεῖν εὐτοκία εὐτοκοῦσα, κυΐσκειν κυΐσκεσθαι, ὠδίνειν, τίκτειν. πρωτοτόκοι γυναῖκες, πρωτότοκοι παῖδες, καὶ πρωτόγονοι ὁμοίως· ἄτοκοι δὲ καὶ ἄγονοι καὶ ἄλοχοι ὡς Πλάτων (Theaet 149 C, 150 C), καὶ στερίφαι καὶ στεῖραι. ὀμφαλητομία, ἐμβρυοτομία, καὶ τὸ ἐργαλεῖον ὀμφαλιστήρ.
[5]
[1] Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν ... ἐπεὶ δὲ καὶ κυνηγεσίων σοι προσήκει μέλειν, ὅτι τοὐπιτήδευμα ἡρωικόν τε καὶ βασιλικόν, καὶ πρὸς εὐσωματίαν ἅμα καὶ πρὸς εὐψυχίαν ἀσκεῖ, καὶ ἔστιν εἰρηνικῆς τε καρτερίας ἅμα καὶ πολεμικῆς τόλμης μελέτημα, πρὸς ἀνδρείαν φέρον, ῥωμαλέον τ' εἶναι γυμνάζει καὶ ποδώκη καὶ ἱππικὸν καὶ ἀγχίνουν καὶ φιλεργόν, εἰ μέλλει καθαιρήσειν καὶ τὰ ἀνθιστάμενα ἀλκῇ καὶ τὰ ὑποφεύγοντα τάχει καὶ τὰ ἀποσπῶντα ἀφ' ἵππου καὶ τὰ συνετὰ σοφίᾳ καὶ τὰ λανθάνοντα ἐπινοίᾳ καὶ τὰ κρυπτόμενα χρόνῳ, καὶ νύκτωρ προαγρυπνῶν καὶ μεθ' ἡμέραν ἐπιπονῶν, ἀνάγκη τι καὶ περὶ θήρας ὑπειπεῖν ....
[9] Θήρα λέγοιτ' ἂν καὶ ἄγρα, καὶ κυνηγέσιον, θῆραί τε καὶ ἄγραι, καὶ κυνηγέσια, καὶ θηρευτὴς καὶ ἀγρευτὴς καὶ κυνηγέτης· ὁ δὲ τούτῳ συμπράττων συγκυνηγέτης, σύνθηρος, ὁμόθηρος. ἐρεῖς δ' ἐπὶ τοῦ κυνηγέτου ζητητὴς θηρίων, πολέμιος θηρίων, ἐχθρός ἀντίπαλος, φιλόθηρος, ἀφ' οὗ καὶ τὸ πρᾶγμα φιλοθηρία, φιλοκυνηγέτης, θηρευτικός ἀγρευτικός κυνηγετικός, θηρευτικῶς ἀγρευτικῶς κυνηγετικῶς. θηρᾶν θηρεύειν, κυνηγετεῖν. Ξενοφῶν (Cyn XI 2) δὲ καὶ θηρᾶσθαι ἀντὶ τοῦ θηρᾶν ἔφη, καὶ θηρῶνται ἀντὶ τοῦ θηρῶσιν· [10] ἡμεῖς δ' ἐπὶ μὲν τῶν ἀνδρῶν τὸ θηρᾶν, ἐπὶ δὲ τῶν θηρίων τὸ θηρᾶσθαι, ὥσπερ ἐπὶ μὲν τῶν ἀνδρῶν ἰχνεύειν καὶ ἀνιχνεύειν καὶ ἰχνηλατεῖν, καὶ ἰχνευτὴς ἀνὴρ καὶ κύων, ὁμοίως δὲ ζητεῖν ἀναζητεῖν, ἐξερευνᾶσθαι, ἀνευρίσκειν ἐξευρίσκειν συνεξευρίσκειν, ταῖς κυσὶν ἐφεῖναι, τὰς κύνας ἐπαφεῖναι, ἐπισίξαι ‑ οὕτω γὰρ ἐκάλουν τὸ μετά τινος ἀσήμου φωνῆς ἐφεῖναι ‑ διώκειν, μεταθεῖν, [11] μετιέναι, κυνοδρομεῖν, ἐφέπεσθαι κατὰ πόδας, ἐπιγίνεσθαι ταῖς κυσίν, αἱρεῖν, λαμβάνειν, τιτρώσκειν, ἀποκτιννύναι, ζωγρεῖν, ζώντων κρατεῖν, ἐπὶ δὲ τῶν θηρίων ἰχνεύεσθαι, διώκεσθαι, μεταθεῖσθαι ζητεῖσθαι ἀναζητεῖσθαι, εὑρίσκεσθαι ἀνευρίσκεσθαι ἐξευρίσκεσθαι, ὑποφεύγειν περιφεύγειν, ὑπάγειν, ἀποδιδράσκειν, αἱρεῖσθαι, ἁλίσκεσθαι, λαμβάνεσθαι, τιτρώσκεσθαι, ἀποκτίννυσθαι, ζωγρεῖσθαι. εἴποις δ' ἂν ἴχνος, ἰχνηλασία, σημεῖα ποδῶν, σύμβολα ἐντετυπωμένα τῇ γῇ, ἰχνεύματα, ἰχνία, ἴχνευσις· 'καὶ τῆς ἰχνεύσεως' φησὶν ὁ [12] Ξενοφῶν (Cyneg III 4). ἴχνη ὀρθά, εὐθέα συμπεπλεγμένα, εὐναῖα δρομαῖα, ὀξέα. ὄζει τὰ ἴχνη, ἀπόζει, πνεῖ ἀποπνεῖ, ἀποφέρεται ἀπ' αὐτῶν τὸ πνεῦμα. ἄνοσμα· δύσοσμα δὲ καὶ εὔοσμα οὐ τὰ δυσχερὲς ἢ ἡδὺ ἀποπνέοντα λέγουσιν, ἀλλὰ τὰ εὐαίσθητα ἢ δυσαίσθητα πνεύματα τῶν ἰχνῶν. θηρία θηράματα θηρεύματα, θήρα, ἄγρα· οὐ γὰρ μόνον τὸ ἔργον ἀλλὰ καὶ τὸ θηρώμενον [13] ἄγραν καλοῦσιν. ἀφ' ὧν καὶ εὐαγρία πολυαγρία θηραγρία, εὐθηρία πολυθηρία, καὶ εὔθηρος ἄγρα καὶ πολύθηρος ἄγρα, καὶ τὰ ἐναντία δυσαγρία ἀναγρία δυσθηρία ἀθηρία, καὶ δύσθηρος καὶ 'ἄθηρος ἐπανῆλθεν.' ἔστι δ' εἰπεῖν καὶ ἔνθηρος γῆ καὶ ἔνθηρος ἴδη, καὶ ὕλη ἔνθηρος καὶ πολύθηρος, καὶ ὁμοίως ὄρη ἔνθηρα καὶ πολύθηρα καὶ θηροτρόφα καὶ θηρονόμα καὶ θηρίοις εὔτροφα καὶ θηρίων κατάπλεα καὶ πάλιν ἄθηρα καὶ ἄτροφα. ἡ δὲ θεὸς ἀγροτέρα καὶ κυνηγέτις καὶ φιλόθηρος, καὶ ὀρεία ἀπὸ τῶν ὀρῶν, καὶ Ἰδαία ἀπὸ τῆς Ἴδης, καὶ Δίκτυννα ἀπὸ τῶν δικτύων, καὶ ἑκηβόλος ἀπὸ τοῦ ἑκὰς τὰ θηρία βάλλειν. καὶ πολλὰ ἄλλα ὀνόματα ἀπὸ θήρας.
[14] τόποι δὲ τῶν θηρίων ἐν οἷς ἀνευρίσκεται, ἶδαι, ὗλαι, νάπαι, ὄρη, ἄντρα, θάμνοι, φωλεοί, ἕλη, ὀργάδες, πεδία, ἄρουραι, ἰλεοὶ κυρίως μὲν ἐπὶ τῶν ὄφεων καλούμενοι, ὥσπερ καὶ χειαί, κατὰ δὲ κατάχρησιν καὶ ἐπὶ τῶν ἄλλων θηρίων. καὶ ἔστι θηρία τὰ μὲν ὄρεια ἐπὶ τὸ πλεῖστον ὡς οἱ λέοντες, τὰ δ' ἕλεια ὡς οἱ σύες, τὰ δὲ ταῖς ἴδαις τε καὶ ὕλαις χαίροντα ὡς αἱ παρδάλεις, ὅθεν καὶ Ὅμηρος (F 573) εἴρηκεν
ἠύτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο, [15] τὰ δὲ ταῖς ὀργάσιν ὡς ἔλαφοι, τὰ δὲ τοῖς θάμνοις ὡς λαγωοί. φωλεύουσι δ' αἱ ἄρκτοι, καὶ ἢν ἔξω νέμωνται, περὶ τὰ ἔγκαρπα τῶν δένδρων ἁλίσκονται.
καλεῖται δὲ τὰ μὲν τῶν λεόντων ἔκγονα σκύμνοι, τὰ δὲ τῶν ἄρκτων ἀρκτύλοι, τὰ δὲ τῶν ἐλάφων νεβροί, τὰ δὲ τῶν ἀλωπέκων ἀλωπεκιδεῖς, τὰ δὲ τῶν λύκων ὡς τὰ τῶν κυνῶν σκύλακες, ἰδίως δὲ τὰ τῶν λύκων λυκιδεῖς, καὶ τὰ τῶν λαγωῶν λαγιδεῖς καὶ λαγίδια, παρὰ Ξενοφῶντι (Cyneg V 13) δὲ καὶ λάγια. ἐφ' ὧν δ' οὔκ ἔστιν ἴδιον ὄνομα, τὰ τούτων τέκνα καλεῖται σκυλάκια ἢ σκυμνία. τὰ δὲ πάντων τῶν ἀγρίων τέκνα ὀβρίκαλα οἱ ποιηταὶ (Aesch Ag 143) καλοῦσι καὶ ὄβρια (TGF Aesch 48, Eurip 616).
[16] λέγοι δ' ἄν τις ἐπ' αὐτῶν νέα νεογνὰ νεογενῆ, γαλαθηνά, νεαρά, ὑγρομελῆ, ἔτεια αὐτοετῆ.
καὶ τὸ μὲν τοῦ λέοντος δέρμα λεοντῆ καλεῖται καὶ δορὰ λέοντος, ἡ δὲ τῆς παρδάλεως παρδαλῆ, ἡ δὲ τῆς ἄρκτου ἀρκτῆ, καὶ ἀλωπεκῆ ἡ τῆς ἀλώπεκος, καὶ λυκῆ ἡ τοῦ λύκου, καὶ μοσχῆ ἡ τοῦ μόσχου, ὡς Ἀναξανδρίδης (II frg 65 Ko) εἴρηκεν
ἀρκτῆ λεοντῆ παρδαλῆ μοσχῆ κυνῆ ἡ δὲ τῆς ἐλάφου νεβρίς, ὡς ἡ τῆς αἰγὸς αἰγίς, καὶ τοῦ προβάτου κῴδιον.
[17] καὶ συνεργοὶ μὲν κυνηγέτου κύνες, ἵπποι, κυναγωγός, ἱππαγωγός, δικτυαγωγός, λινόπτης ὁ τὰ ἐμπίπτοντα ἀποσκοπούμενος. καὶ ἡ τῶν κυνῶν ἀγωγὴ κυνηγέσιον καλεῖται καὶ ἔστι τῷ ἔργῳ ὁμώνυμον. ἰχνευτής, ἀρκυωρός, σκοπιωρούμενος.
σκευὴ δὲ κυνηγέτου χιτὼν εὐσταλὴς ἔσται, πρὸς τὴν ἰγνύαν καθήκων, οὐ λευκὸς οὐδὲ κατ' ἄλλην εὔχροιαν προλάμπων, ὡς [18] μὴ πόρρωθεν καθορῷτο τοῖς θηρίοις· καὶ χλαμὺς ὁμοία, ἣν δεῖ τῇ χειρὶ τῇ λαιᾷ περιελίττειν, ὁπότε μεταθέοι τὰ θηρία ἢ προσμάχοιτο τούτοις, καὶ σκυτάλη ἢ ῥόπαλον, καὶ ὑποδήματα κοῖλα, ἐς μέσην τὴν κνήμην ἀνήκοντα, δεσμῷ ἀκριβεῖ περιεσταλμένα. εἴη δὲ νέος, κοῦφος, ἐλαφρός, δρομικός, ὀξύς, φιλεργός, ἐθελουργός, φιλόπονος, φιλοκίνδυνος, ἀγωνιστής, θαρσαλέος, ἄγρυπνος, μὴ [19] προαποκάμνων, μὴ προαπαγορεύων, μὴ πρὶν ἑλεῖν ἐνδιδούς. τὰ δὲ πρὸς κυνηγέσιον ἐργαλεῖα ξίφη, δρέπανα, ἀκόντια, τόξα, προβόλια, ἄρκυες, ἐνόδια, δίκτυα, κυνοῦχος, σχαλίδες, στάλικες, σχαλιδώματα, ποδάγραι, ἁρπεδόναι. ξίφη μὲν ὡς ὁπότε συμπέσοι θηρίῳ ἔχειν ἀμύνασθαι, δρέπανα δ' ὅπως, εἰ δέοι τῆς ὕλης κόψαι εἰς τὴν τῶν ἀρκύων ἀκώλυτον στάσιν, ὑπάρχοι τὰ δρέπανα. ἐπὶ ταὐτὰ δὲ [20] καὶ ἀξίνας παρασκευαστέον, εἰ καὶ πρέμνα κόψαι δέοι, τόξοις δὲ καὶ ἀκοντίοις χρῷντ' ἂν ἐπὶ τὰς ἐλάφους καὶ ἃ πόρρωθεν ἔστι βαλεῖν, προβολίοις δ' ἐπὶ τοὺς σῦς καὶ τὰ ἄλλα τὰ ἀγχέμαχα θηρία. καὶ τὰ μὲν ἀκόντια ἔσται μελίας ἢ ὀξύας, στιφρά, εὐπαγῆ, αἱ δὲ λόγχαι αὐτῶν εὐπλατεῖς καὶ ξυρήκεις· τὰ δὲ προβόλια ἔστω μὲν κρανείας, στερεὰ δὲ καὶ δορατοπαχῆ, φησὶν ὁ Ξενοφῶν (Cyneg X 3), αἱ λόγχαι δ' αὐτῶν ἔστωσαν σιδήρου τομωτάτου. τῆς δὲ λόγχης [21] τὸ μὲν περὶ τῷ ξύλῳ καλεῖται αὐλός, οὗ τὸ μὲν ἔξωθεν περίμετρος τὸ δ' ἔνδοθεν τοῖχος, τὸ δὲ μετὰ τὸν αὐλὸν κοῖλον ὀβελίσκος· ὅθεν δὲ πλατύνεται, πτέρυγες αἱ ἑκατέρωθεν προβολαί. τὸ δ' ἄκρον γλῶττα λέγεται, ἡ τῆς λόγχης ἀκμή· καὶ δεῖ τῶν πτερύγων ἑκατέραν πλατυνομένην καὶ παχυτέραν οὖσαν ἀπολεπτύνεσθαί τε καὶ ἀποστενοῦσθαι, κατὰ μικρὸν ὑπολήγουσαν, ἄχρι πρὸς τὴν γλῶτταν. ἐστομῶσθαι δ' οὐ μόνον τὴν ἀκμὴν ἀλλὰ καὶ τὰς πτέρυγας χρήσιμον.
[22] πρὸς μὲν οὖν τὰ ἄλλα θηρία οὕτω δεῖ παρεσκευάσθαι τὸ προβόλιον· πρὸς δὲ τοὺς σῦς κατὰ τὸ τοῦ αὐλοῦ τέλος πρὸ τῶν πτερύγων κνώδοντας ἀμφοτέρωθεν ἐχέτω τῷ αὐλῷ συγκεχαλκευμένους σιδήρου στερεοῦ, ἑκατέρωθεν προβεβλημένους, ὡς μὴ προωθῶν αὑτὸν ὑπὸ θυμοῦ καὶ μένους καὶ τόλμης ὁ σῦς ἀφίκοιτο διὰ τοῦ δόρατος εἰς τὸν ἄνθρωπον, ἀλλὰ καὶ οἱ κνώδοντες ἱστάντες αὐτοῦ τὴν ὁρμὴν ἐμποδὼν τῇ ῥύμῃ γένοιντο εἰς τὸ πρόσω μὴ [23] προχωρεῖν. τὰ μὲν οὖν ἀκόντια ἐνηγκυλῆσθαι δεῖ διὰ τὴν ἄφεσιν, τὰ δὲ προβόλια διὰ τὴν ἐκ χειρὸς χρείαν οὐ δεῖται ἀγκύλης. χρῆσις δὲ τοῦ προβολίου· προβὰς τὸν πόδα τὸν ἀριστερόν, καὶ τὸν δεξιὸν ὑποβὰς ὡς εἶναι τὸ μέτρον τῆς διαβάσεως ὅσον ἐν πάλῃ, τὴν προύχουσαν πλευρὰν ὀξεῖαν ἐχέτω κατὰ τὸν πόδα, καὶ τὴν χεῖρα τὴν ὑπὲρ αὐτὸν ὑπτίαν ἀντειλημμένην μέσην τοῦ προβολίου προτεινόμενος, τῇ δεξιᾷ ἀντεστραμμένῃ τοῦ δόρατος ἐγκρατῶς ἀντεχέσθω. καὶ τῇ μὲν ἀριστερᾷ τὸν σίδηρον ἀπευθυνέτω πρὸς τὸ [24] τῆς πληγῆς καίριον· ἡ δὲ δεξιὰ κατὰ τὴν ἑαυτῆς ἰσχὺν ἐπωθείτω τὸ προβόλιον. ὁ δ' ὀφθαλμὸς κατὰ τὸ θηρίον ὀξὺς τετάσθω. κἂν μὲν σῦς ᾖ τὸ θηρίον, στοχαζέσθω τις ἢ κατὰ τὸ μεσόφρυον ἢ κατὰ τὴν ὠμοπλάτην ὦσαι τὸ προβόλιον· ἄμφω γὰρ καίρια. εἰ δὲ καὶ τῶν γενύων καθίκοιτο, ἧττον ἂν χρῷτο τοῖς χαυλιόδουσιν· ὁ δὲ πηδῶντος συὸς ὑποθήσει σπασάμενος τὴν μάχαιραν. φυλάττεσθαι δὲ χρὴ μὴ τὸ προβόλιον ὁ σῦς ἐκκρούσῃ τῇ τε τῆς κεφαλῆς ἐκνεύσει βιαίᾳ καὶ τῇ πρὸς τὸν σίδηρον πληγῇ σφοδρᾷ καὶ τῇ ῥύμῃ τοῦ [25] ἅλματος· εἰ γὰρ τοῦτο γένοιτο, ὁμοῦ ἂν τῷ ἀνθρώπῳ γίνοιτο, καὶ δεῖ κεῖσθαι πρηνῆ, τῆς ὕλης ἀπρὶξ ἀντειλημμένον· οὐ γὰρ ἂν δύναιτο χρῆσθαι τοῖς χαυλιόδουσι διὰ τὴν σιμότητα, οὐδὲ τὸ σῶμα ὑποβάλλειν, ἀλλὰ περιβὰς πατεῖ, αἱ δὲ θήλειαι καὶ δάκνουσιν. εἰ δ' ἑτέρῳ θηρίῳ προσφέροιτο ὁ κυνηγέτης, μὴ διαβαινέτω μὲν τοῖν ποδοῖν ἐπὶ τοσοῦτον, ἀλλ' ὀρθὸς μᾶλλον ἀνεστηκέτω, διότι τὰ θηρία [26] ταῦτα, οἷον παρδάλεις καὶ λέοντες, δρόμῳ μέχρι τοῦ κυνηγέτου χρώμενα πλησιάσαντα πηδᾷ, στοχάζεσθαι δὲ χρὴ τοῦ στήθους καὶ καρδίας· αὕτη γὰρ ἐπὶ τούτων ἡ πληγὴ καίριος.
ἄρκυες δὲ καὶ δίκτυα καὶ ἐνόδια, τὸ μὲν λίνον αὐτῶν Αἰγύπτιον ἢ Φασιανικὸν ἢ Καρχηδόνιον ἢ Σαρδιανὸν εἶναι δεῖ. Ἡρόδοτος (II 105) δὲ τὸ Φασιανόν, ὅπερ ἐστὶ Κολχικόν, ὑφ' Ἑλλήνων Σαρδονικὸν καλεῖσθαι λέγει· καὶ δύναται καὶ τὸ ἀπὸ Σαρδοῦς, ἀφ' ἧς ἴσως καὶ τὸ Καρχηδόνιον ἔνδοξόν ἐστιν ὡς ἀπὸ τῆς ἑσπέρας κομιζόμενον. πάντα μὲν οὖν τὰ θηρευτικὰ πλέγματα δίκτυα καλοῖτ' [27] ἄν, Φερεκράτης (I frg 209 Ko) δ' αὐτὰ καὶ ἕρκη εἶπεν· ἡ δὲ παραλλαγὴ τῶν ὀνομάτων ἐν τῇ χρήσει τῇ θηρευτικῇ δίκτυα μὲν καλεῖ τὰ ἐν τοῖς ὁμαλέσι καὶ ἰσοπέδοις ἱστάμενα, ἐνόδια δὲ τὰ ἐν ταῖς ὁδοῖς. αἱ δ' ἄρκυες τούτων μὲν ἐλάττους εἰσὶ τοῖς μεγέθεσι, κεκρυφάλῳ δ' ἐοίκασι κατὰ τὸ σχῆμα, εἰς ὀξὺ καταλήγουσαι. δεῖ δ' αὐτὰς εἶναι κατὰ τὸν τοῦ Ξενοφῶντος λόγον (Cyneg II 4) ἐννεαλίνους, ἐκ τριῶν τόνων συμπεπλεγμένας. ὁ δὲ τόνος καὶ κῶλον [28] καλεῖται· πέπλεκται δ' ἐκ λίνων ὁ τόνος τριῶν. τῆς δ' ἄρκυος τὸ μέν τι καλεῖται βρόχος· ἔστι δ' ὁ βρόχος τὸ συνεχὲς ἐν τοῖς δικτύοις τετράγωνον διάστημα, συνεστηκὸς ἐκ τεττάρων ἁμμάτων, ὃ τεινομένης τῆς ἄρκυος γίνεται ῥομβοειδές, δι' οὗ τὴν κεφαλὴν διωθεῖ τὰ θηρία ὡς διεκπεσούμενα, καὶ περὶ αὐτὸ ἐνσχεθέντα ἁλίσκεται· ὁ δὲ περίδρομός ἐστι τῆς ἄρκυος σχοινίον ἑκατέρωθεν, διὰ τῶν ἄνω τε καὶ κάτω τελευταίων βρόχων διειρόμενον, ᾧ συνέλκεταί τε τὰ [29] δίκτυα καὶ πάλιν ἀναλύεται. δεῖ δὲ τοὺς περιδρόμους ἀναμμάτους εἶναι, φησὶν ὁ Ξενοφῶν (Cyneg II 4), ἵνα εὔτροχοι ὦσιν· προσβάλλονται δὲ τοῖς δικτύοις ἀπὸ στροφίων. ἤδη δέ τινες τοὺς αὐτοὺς τούτους ἐπιδρόμους ὠνόμασαν· οἱ δὲ δύ' ὄντων τὸν μὲν ἐκ τοῦ κάτω περίδρομον, ἐπίδρομον δὲ τὸν ἄνωθεν. ἔστι δέ τι ἄρκυος μέρος καὶ ἀκρωλένια, ὅπερ ἐστὶ τὰ πέρατα τῶν ἀρκύων, ἃ οἱ μὲν κράσπεδα οἱ δὲ πτερύγια ὠνόμασαν. καὶ μὴν τοῖς ἐνοδίοις προσονομάζονταί τινες μαστοί, κύκλῳ ἐκ λίνων πλέγματα τοῖς ἀκρωλενίοις [30] προσπεπλεγμένα, τοῖς δὲ δικτύοις δακτύλιοι, κατὰ ταὐτὰ μὲν τοῖς μαστοῖς τὸ σχῆμα ἔχοντες, κρίκοι δ' αὐτοῖς σιδήρου πρόσεισιν ὡς ἐπὶ μείζοσιν οὖσι τοῖς δικτύοις, ὅθεν καὶ Ξενοφῶν (Cyneg II 4) τοῖς μὲν ἐνοδίοις παρὰ τὰς ἄρκυς κῶλον ἕν, ὃ καλεῖται τόνος, προστίθησι, τοῖς δὲ δικτύοις παρὰ τὰ ἐνόδιά φησι δεῖν πλείω τόνον προστίθεσθαι, ποιῶν τὰ μὲν ἐνόδια δωδεκάλινα τὰ δὲ δίκτυα ἑκκαιδεκάλινα, ἐκείνων ὄντων ἐννεαλίνων. ἀνάλογον δὲ καὶ τὸ μέγεθος [31] ἐκ τῆς προσθήκης ἐπαύξει. τούτοις δὲ καὶ σαρδόνες προσπλέκονται, ὅπερ ἐστὶν ᾤα τοῦ δικτύου, μετὰ τὸν τελευταῖον βρόχον ἀνέχουσα τὸ δίκτυον, ὑπὲρ ἣν ὁ περίδρομος ἢ ἐπίδρομος ταῖς σχαλίσι κατὰ τὸ δίκρουν ἔπεστιν. κεκρύφαλος δ' ἄρκυος ἡ κοιλότης, κορυφαῖον δὲ τὸ στενὸν τὸ τῆς ἄρκυός ἐστιν, ὅ τινες καὶ κορυφιστῆρα ὠνόμασαν. κυνοῦχος δ' ἐστὶ δέρμα μόσχειον, εἰς ὃ ἐντίθεται τὸ δίκτυον, τῷ σχήματι πεποιημένον ὥσπερ τὰ σύσπαστα βαλάντια. στάλικες δὲ καὶ σχαλίδες καὶ σχαλιδώματα ξύλα ὀρθά, ἐξ ἄκρου διττά, ἱστάμενα μὲν κατὰ τῆς γῆς, τοῖς δὲ δίκροις ἀνέχοντα [32] τοὺς τῶν δικτύων βρόχους τε καὶ περιδρόμους. ἀνίσους δ' εἶναι δεῖ τάσδε τὰς στήριγγας, ὅπως πρὸς τὰ ὑψηλὰ καὶ κοῖλα τῶν χωρίων κατὰ τὴν χρείαν ὁ ἀρκυωρὸς ἁρμοσάμενος ἀπισώσῃ τῇ τούτων ἀνισότητι τῶν δικτύων τὴν στάσιν, ἣ καλεῖται ἀρκυστασία. καθίστανται δ' αἱ σχαλίδες πλάγιαι, μᾶλλον εἰς ἀλλήλας προσνεύουσαι.
ἡ δὲ ποδάγρα ἵσταται μὲν ἐλάφοις καὶ συσὶν ἔστιν ὅτε, καλοῖτο δ' ἂν καὶ ποδοστράβη. κύκλος δ' ἐστὶ σμιλακίνου ξύλου, καὶ ὁ κύκλος [33] στεφάνη καλεῖται. κατείληπται δ' ἥλοις σιδηροῖς καὶ ξυλίνοις παραλλὰξ ἑκατέροις, καὶ πλόκανον ἐν μέσῳ πέπλεκται, ὡς πατῆσαν τὸ θηρίον φερόμενόν θ' ὥσπερ†ἀναστρέψαι τε τὴν ποδοστράβην καὶ ἐνσχεθῆναι στερεῷ βρόχῳ κατὰ τέχνην ἐπ' αὐτὸ τοῦτο πεποιημένῳ. ἐντίθεται δ' ἡ ποδοστράβη ὀρύγματι, καὶ ἀπὸ τοῦ περὶ τῇ στεφάνῃ βρόχου σειρά τις ἐκτέταται, ἣν καὶ σειρίδα καὶ ἁρπεδόνην καλοῦσιν. πλέγμα δ' ἐστὶν ἐκ σπάρτου στερεὸν ἡ σειρίς, καὶ ταύτης ἀπήρτηται ξύλον ἐν ἄλλῳ πλησίον ὄντι ὀρύγματι κατακείμενον, ὅπως, ἐὰν τὸ θηρίον ἐπιβὰν ἀναστρέψῃ τε τὴν ποδοστράβην ἐφ' ἑαυτὸ καὶ ἐνσχεθῇ τῷ βρόχῳ, τὴν ἁρπεδόνην καὶ τὸ ξύλον ἐφελκόμενον ἐμποδίζηται πρὸς τὸν δρόμον, μάλιστα εἰ τῶν προσθίων τις αὐτοῦ [34] ποδῶν ἐνσχεθείη. καὶ τῷ μὲν κυνηγέτῃ μεταθεῖν ὑπάρξει κατὰ τὸν ὁλκὸν τὸν τοῦ ξύλου, ῥᾷον μὲν εἰ κατὰ γῆς μαλακῆς ἐπισύροιτο· ἡ δὲ τραχυτέρα καὶ αὐτὴ τὸ σημεῖον ἐνδίδωσι τῷ θηρίῳ, μετιέναι κατὰ τὰ ἀποσύρματα τοῦ ξύλου. ἔσθ' ὅτε δὲ καὶ αὐτὸ τὸ ξύλον ἐνσχεθὲν ὕλης δασύτητι ἢ πέτρας ἀνισότητι ἔστησε τὸ θηρίον. τῷ δ' ὀρύγματι χρὴ τῆς στερεᾶς γῆς καί τινος πόας ἢ φύλλων ἐπιφέρειν, τὴν δὲ νεαρὰν γῆν ἐκ τοῦ ὀρύγματος ἀποφέρειν ὅτι πορρωτάτω, τοῦ μὴ τῆς νέον κεκινημένης γῆς τὸ θηρίον ὀσφραινόμενον δυσωπεῖσθαι.
καὶ ἥδε μὲν ἡ παρασκευὴ μεθ' ἧς τὸν κυνηγέτην δεῖ παρεῖναι· [35] ἱστάτω δὲ τὰ δίκτυα ἐν πᾶσι τόποις, ὁδοῖς τριμμοῖς δρυμῶσι ἕλεσι πεδίοις ὄρεσιν ὕδασιν ὕλαις νάπαις, ἵνα ὑποπτεύει δύνασθαι τὸ θηρίον εὑρεθῆναι διαστήματα καταλιπὼν πρὸς τὰς διαδρομάς, ἃ καλεῖται παράδρομα. ἐχέτω δὲ καὶ ἄλλα μικρὰ δίκτυα, εἰ καὶ τὰ διαστήματα προσαποφράξαι δέοι· ταῦτα δὲ τὰ δίκτυα τῶν κυνηγετικῶν τινὲς ἐμβόλια κεκλήκασιν ὥσπερ ἐμβαλλόμενα τῇ τῶν προτέρων στάσει.
[36] φαίης δ' ἂν στήσασθαι τὰς ἄρκυς, ἐνστήσασθαι περιστήσασθαι, περιβαλεῖν περιβαλέσθαι, περιπετάσαι, περιθεῖναι, περιτεῖναι ἐπιτεῖναι, ὀρθῶσαι, στοιχίσαι περιστοιχίσαι περιστοιχίσασθαι. καλεῖται δ' αὐτῶν ἡ στάσις στοῖχος καὶ στόχος καὶ στοχὰς καὶ στοχασμὸς καὶ στοιχισμός. στοχὰς δὲ καλεῖται καὶ χειροποίητά τινα οἰκοδομήματα ἐκ λίθων, ἢ ὕλης ὑπὲρ τὴν γῆν ἀναστήματα, κατὰ χρείαν τῆς τῶν δικτύων ἐξ ἴσου στάσεως, εἴ τι κοῖλον εἴη περὶ τὸ ἀρκύστατον. Σόλων δὲ καὶ στοιχάδας τινὰς ἐλάας ἐκάλεσε, ταῖς μορίαις ἀντιτιθείς, ἴσως τὰς κατὰ στοῖχον πεφυτευμένας.
[37] γενναῖαι κύνες Λάκαιναι, Ἀρκάδες, Ἀργολίδες, Λοκρίδες, Κελτικαί, Ἰβηρικαί, Καρῖναι, Κρῆσσαι, Μολοττικαί, Ἐρετρικαί, Ὑρκαναί, Ἰνδικαί. οἱ δὲ κύνες οἱ Ψυλλικοὶ καλούμενοι ἀπὸ πόλεως Ἀχαϊκῆς ἀρχαίας κέκληνται, ὥσπερ οἱ Ἐλυμαῖοι ἀπὸ ἔθνους μεταξὺ Βάκτρων καὶ Ὑρκανίας κειμένου. Καστόριαι δὲ καὶ Μενελαΐδες καὶ [38] Ἁρμόδιοι ἀπὸ τῶν θρεψάντων ὠνομάσθησαν. λέγουσι δὲ τὰς μὲν Λακαίνας ἐξ ἀλωπέκων τὸ ἀρχαῖον καὶ κυνῶν γενομένας κληθῆναι ἀλωπεκίδας, τὰς δ' Ὑρκανὰς ἐκ κυνῶν καὶ λεόντων, καὶ κληθῆναι λεοντομιγεῖς. Ἀριστοτέλης (Hist Anim VIII p 607 3) δὲ τὰς Ἰνδικὰς κυνὸς καὶ τίγριδος λέγει τρίτην γενεάν· τὰς γὰρ προτέρας δύο ζῷα γίνεσθαι θηριώδη. Νίκανδρος δ' ὁ Κολοφώνιος (frg 97 Schn) τοὺς Ἰνδικοὺς κύνας ἀπογόνους εἶναί φησι τῶν Ἀκταίονος κυνῶν, αἳ μετὰ τὴν λύτταν σωφρονήσασαι, διαβᾶσαι τὸν Εὐφράτην ἐπλανήθησαν [39] εἰς Ἰνδούς· ὥσπερ καὶ τὰς Χαονίδας καὶ Μολοττίδας ἀπογόνους εἶναί φησι κυνός, ὃν Ἥφαιστος ἐκ χαλκοῦ Δημονησίου χαλκευσάμενος, ψυχὴν ἐνθείς, δῶρον ἔδωκε Διὶ κἀκεῖνος Εὐρώπῃ, αὕτη δὲ Μίνῳ καὶ Μίνως Πρόκριδι καὶ Πρόκρις Κεφάλῳ. φύσιν δ' εἶχεν ἄφυκτος εἶναι, ὥσπερ ἡ Τευμησσία ἀλώπηξ ἄληπτος· καὶ διὰ τοῦτο ἀπελιθώθησαν ἄμφω, ὁ μὲν ἵνα μὴ λάβῃ τὴν ἄληπτον ἀλώπεκα, ἡ δ' ἵνα μὴ φύγῃ τὸν ἄφυκτον κύνα. αἱ δὲ Καστορίδες [40] Κάστορος θρέμματα, Ἀπόλλωνος τὸ δῶρον· ταύτας δ' ὁ αὐτὸς οὗτος ποιητὴς εἶναι τὰς ἀλωπεκίδας λέγει, μιξαμένου τὸ γένος ἀλώπεκι Κάστορος. αἱ δ' Ἐρετρικαί, καὶ ταύτας Ἀπόλλων ἔδωκεν· τοὺς δὲ λαβόντας καὶ θρέψαντας τοὺς Εὐρυτίδας φησὶν εἶναι. καὶ μὴν τάς γε Μενελαΐδας τὰς αὐτὰς εἶναί φησι ταῖς Ψυλλικαῖς, δύ' ἀδελφῶν κυνῶν ἐκεῖθεν ὑπὸ Μενέλεω περὶ τὴν Ἀργολικὴν τραφεισῶν. περὶ δὲ Κυρήνην ἐκ λύκων καὶ κυνῶν γίνεσθαί τι γένος Ἀριστοτέλης (Hist Anim VIII p 607 2) λέγει. τῶν δέ γε Κρητικῶν κυνῶν οἱ [41] μὲν διάπονοι οἱ δὲ πάριπποι καλοῦνται, διάπονοι μὲν οὕς φασι καὶ τὰς νύκτας ταῖς ἡμέραις ἐν ταῖς πρὸς τὰ θηρία μάχαις ἐπιλαμβάνειν, καὶ πολλάκις παρευνασθέντας τοῖς θηρίοις μεθ' ἡμέραν ἄρχεσθαι τῆς μάχης· οἱ δὲ πάριπποι τοῖς ἵπποις συνθέουσιν, οὔτε προθέοντες οὔτε μὴν ἀπολειπόμενοι. οἱ δὲ κυναμολγοὶ κύνες εἰσὶ περὶ τὰ ἕλη τὰ μεσημβρινά, γάλα δὲ βοῶν ποιοῦνται τὴν τροφήν, καὶ τοὺς ἐπιόντας τοῦ θέρους τῷ ἔθνει βοῦς Ἰνδικοὺς καταγωνίζονται, ὡς ἱστορεῖ Κτησίας (frg 62 C. Mu+ller).
[42] κύνες δ' ἔνδοξοι ὁ Πύρρου τοῦ Ἠπειρώτου, ὃς ἐκβοήσαντος μὲν ἐκ τῶν ὕπνων αὐτοῦ περιβὰς ἐφύλαττε τὸν Πύρρον, ἀποθανόντος δὲ καιομένου τοῦ νεκροῦ ἐνήλατο εἰς τὴν πυράν. οἱ δ' Ἡσιόδου παραμείναντες αὐτῷ ἀναιρεθέντι κατήλεγξαν ὑλακῇ τοὺς φονεύσαντας. ὁ δ' Ἰκαρίου κύων καὶ ἔδειξε τῇ θυγατρὶ τὸν Ἰκαρίου νεκρόν· καὶ εἰ χρή τι πιστεύειν τοῖς ποιηταῖς, οὗτός ἐστιν ὁ Σείριος. ἔνδοξος δὲ καὶ ὁ Ἠπειρωτικὸς Κέρβερος, καὶ ὁ Ἀλεξάνδρου Περίτας, τὸ θρέμμα τὸ Ἰνδικόν· ἐκράτει δ' οὗτος λέοντος, ἑκατὸν μνῶν ἐωνημένος, καὶ ἀποθανόντι αὐτῷ πόλιν φησὶ Θεόπομπος (FHG I [43] 334) Ἀλέξανδρον ἐποικίσαι. λέγουσι δὲ τοὺς γενναιοτέρους τῶν Ἰνδικῶν ἄλλο μὲν θηρίον ἀπαξιοῦν μεταθεῖν, λέοντι δ' ὡς ἀξιομάχῳ προσαγωνίζεσθαι μόνῳ, ἔχεσθαί τ' ὀδὰξ ἐμφύντας, ὥστε κἂν ἁλῷ τὸ θηρίον, πολλὰ πράγματα τοὺς κυνηγοὺς ἔχειν ὡς ἀποσπάσαι τοῦ θηρίου τοὺς κύνας. τὸν δ' Ἀλέξανδρον ἐπὶ πείρᾳ λαβόντα παρὰ Σωπείθους τοιούτους κύνας ἐν Ἰνδοῖς, πολλὰ θηρίων εἴδη παραβαλεῖν τινὶ τῶν κυνῶν· τὸν δ' ἐκταθέντα κατὰ γῆς ἀτρεμεῖν ὡς [44] οὐδὲν πρὸς αὐτὸν οὖσαν τὴν θήραν τὴν ἄτιμον. λέοντος δὲ προοφθέντος ἐξαναστῆναι, γνωρίσαντα τὸν ὄντα ἄξιον ἀνταγωνιστήν. κἀπειδὴ συμπλακεὶς κατήθλησε τὸ θηρίον, ὁ μὲν ἐνδακὼν εἴχετο, μαχαίρᾳ δέ τις ἀπέκοψε τὸν πόδα τοῦ κυνός, καὶ ὃς οὐδ' ὑπὸ τὴν ἀλγηδόνα τῆς τομῆς ἠνέσχετο λῦσαι τὸ δῆγμα, ἀλλὰ θυμῷ τὸ δρώμενον ἠγνόει. παρὰ δὲ Πώρου τῷ βασιλεῖ δοθεὶς δῶρον κύων δύο λεόντων λέγεται κρατῆσαι. ἡ δ' ἐπὶ Ἄργῳ τῷ Ὀδυσσείῳ κυνὶ παρ' Ὁμήρῳ (ρ 291 sq) θαυματοποιία γνώριμος. ἦν δὲ καὶ Ἀλκιβιάδῃ κύων [45] ἔνδοξος, ἑβδομήκοντα μνῶν ὤνιος, τὸ κάλλος θαυμαστός· οὗ τὴν οὐρὰν ἀφελών, πρὸς τὸν μεμφόμενον ὅτι τῷ κάλλει τοῦ κυνὸς ἐλυμήνατο, ἐξεπίτηδες ἔφη τὸ ζῷον ἀκρωτηριάσαι, ἵνα τοῦτο καὶ μηδὲν ἄλλο Ἀθηναῖοι ὑπὲρ αὐτοῦ λέγωσιν. ἔνδοξος δὲ καὶ ἡ Ἀταλάντης κύων, Αὔρα τοὔνομα, ἣν ὁ Καλυδώνιος σῦς ἀπέκτεινεν· ἀφ' ἧς τὸ Κυνὸς σῆμα ἐν Καλυδῶνι. καὶ ἕτερον δ' οὕτω σῆμα ἐν Ἑλλησπόντῳ κεκλήκασιν ἀπὸ ἐνδόξου κυνός, εἰ μὴ πιστεύομεν ὅτι ἀπὸ Ἑκάβης [46] εἰς κυνὸς μορφὴν μεταβαλούσης οὕτως ὠνομάσθη. ὁ δὲ Γηρυόνου κύων ὁ τὰς βοῦς φυλάττων ἀδελφὸς μὲν ἦν τοῦ Ἠπειρωτικοῦ Κερβέρου, ἀνῃρέθη δ' ὑφ' Ἡρακλέους· τὸ δ' ὄνομα αὐτοῦ Γαργήττιος, καὶ ἔχει μνῆμα ἐν Ἰβηρίᾳ. γνώριμος δὲ καὶ Τριακὰς ἡ Παιονικὴ κύων· Δαπάνις δ' αὐτὴν ὁ Παιονίας σατράπης δῶρον ἔδωκεν Ἀλεξάνδρῳ τῷ βασιλεῖ. οὐ μὴν οὐδ' ὁ Μάγνης κύων, τὸ Ἱππαίμονος κτῆμα, ὁ Λήθαργος ἀνώνυμος, ὃς τῷ δεσπότῃ συντέθαπται, καθάπερ μηνύει τοὐπίγραμμα (A P VII 304)·
[47] ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ' ἦν, ἵππῳ δὲ Πόδαργος
καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης. τὰ μὲν δὴ τῶν Ἀκταίονος κυνῶν ὀνόματα, κατὰ τὴν Αἰσχύλου (TGF 245) δόξαν, Κόραξ Ἅρπυια Χάρων Λυκόττας· οἱ δὲ καὶ Ξενοφῶντι τῷ Γρύλλου γεγενῆσθαί φασιν ἔνδοξον κύνα, Ἱπποκένταυρον τὴν προσηγορίαν. καὶ μὴν Μάγνητας μὲν τοὺς ἐπὶ Μαιάνδρῳ τρέφειν φασὶ κύνας πολέμων ὑπασπιστάς· τοιοῦτοι δ' ἦσαν καὶ Παίοσιν οἱ σύνθηροι κύνες. ἔνδοξον δὲ καὶ Λυκάδα τὴν Θετταλὴν Σιμωνίδης (frg 130 B) ἐποίησε, γράψας τουτὶ τοὐπίγραμμα ἐπὶ τῷ τάφῳ τῆς κυνός·
[48] ἦ σεῦ καὶ φθιμένας λεύκ' ὀστέα τῷδ' ἐνὶ τύμβῳ
ἴσκω ἔτι τρομέειν θῆρας, ἄγρωσσα Λυκάς.
τὰν δ' ἀρετὰν οἶδεν μέγα Πήλιον ἅ τ' ἀρίδηλος
Ὄσσα Κιθαιρῶνός τ' οἰονόμοι σκοπιαί.
καὶ γὰρ ἡ Τεγεᾶτις Ἀνύτη (23 Jacobs Anth Gr I) Λοκρίδα δόξης ἐμπέπληκεν, ἐφ' ἧς τῷ τάφῳ φέρουσα ἐπέγραψεν·
ὤλεο δή ποτε καὶ σὺ πολύρριζον παρὰ θάμνον,
Λόκρι, φιλοφθόγγων ὠκυτάτη σκυλάκων·
τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ
ἰὸν ἀμείλικτον ποικιλόδειρος ἔχις.
[49] θηρατέον μὲν τοίνυν ἐν παντὶ καιρῷ, πειρατέον δὲ τῆς κυνῶν ἀρετῆς ἐν κρύει μὲν εἰ μὴ μαλακιοῦσι τὰς ῥῖνας, ἐν θέρει δ' εἰ φέρουσι τὸν ἥλιον καὶ συνιᾶσι τῶν ἰχνῶν, τοῦ ἡλίου τὸ πνεῦμα τὸ ἀπ' αὐτῶν ἀμαυροῦντος, ἦρος δ' εἰ ἐν πλήθει τῆς ἀπὸ τῶν ἀνθέων ἀπορροῆς διακρίνουσι τὰς ὀσμάς. τῆς μὲν οὖν χειμερινῆς τε καὶ θερινῆς ὥρας ὁ ἠρινὸς καιρὸς εἰς θήραν ἐπιτηδειότερος ὡς τοῦ ἀέρος ἄμεινον κεκραμένου, πλήν γε παρ' ὅσον ταῖς κρίσεσι τῶν [50] ἰχνῶν ἐνοχλεῖ τὰ ἄνθη· τὸ δὲ μετόπωρον ἐγγυτάτω μέν ἐστι τῇ κράσει πρὸς τὸ ἔαρ, οὔτε δ' αἱ ἀπὸ τῶν ἀνθέων ἀπόρροιαι οὔθ' αἱ ἀπὸ τῶν ἤδη συγκεκομισμένων καρπῶν ἐφ' ἑαυτὰς ἕλκουσι τὰς ῥῖνας τῶν κυνῶν. διὰ μέντοι χιόνος ἐπιφανέστερα τὰ ἴχνη καὶ οὐ δυσζήτητος, ἀλλ' εὐεύρετος ὁ λαγώς, καθότι καὶ τῇ δασύτητι τῶν ὑπὸ τοὺς πόδας αὐτοῦ τριχῶν ὄγκοι προσιζάνοντες τοῦ δρόμου τὴν ῥᾳστώνην ἐμποδίζουσιν.
τροφαὶ μὲν δὴ τοῖς σκύλαξι μετὰ τὸ ἐκ τῶν μητέρων γάλα ‑ τοῦτο γάρ φησιν αὔξιμον εἶναι ὁ Ξενοφῶν (Cyneg VII 3) αὐτό [51] τε καὶ τὸ μητρῷον πνεῦμα ‑ ἀλλὰ μετὰ τοῦτό γε αἵματα ζῴων ἁλισκομένων, ἵνα προσεθίζωνται τῇ κυνηγετικῇ τροφῇ. σκυλακεία δ' ἡ μέν τις νοείσθω σκυλάκων ἀνατροφή, ἡ δὲ σκυλάκων γένεσις. καὶ τὸ σκυλακεύειν τὰς κύνας χρῆναι τοῦ χειμῶνος ἐστὶν ἐμπιπλάναι σκυλάκων καὶ ὀχεύειν· προδιαπονηθεῖσαι δέ, εἶτα ἀναπαυσάμεναι κατὰ καιρὸν ἂν συνδυάζοιντο, τῷ μὲν πόνῳ γεγενημένων αὐταῖς τῶν σωμάτων εὐπαγῶν, τῇ δ' ἀναπαύσει πρὸς ἰσχὺν τραφέντων. ἐσθίειν δ' αὐτὰς τότε δεῖ πρὸς κόρον, ἐπεὶ ὁπότε θηρῷεν τὸ ἐμπίπλασθαι οὐ πάνυ χρήσιμον. ἡ δὲ τῶν σκυλακευομένων [52] τροφὴ σιτία οἴνῳ διάβροχα. κύουσι δὲ δύο μῆνας, καὶ οὐκ ἄν τις ἐξαγάγοι κύνα ἐπὶ θήραν, ὁπότ' ἐπίτεξ εἴη καὶ ἐπίφορος. τῷ δ' Ἀριστοτέλους λόγῳ (Hist anim VI 574. 22) ἡ μέν τις κύει δύο μῆνας μάλιστα, καὶ τὰ τικτόμενα πρὸ δωδεκάτης ἡμέρας οὐ βλέπει, ἡ δ' ἡμέρας δύο καὶ ἑβδομήκοντα, καὶ ἡ τῶν σκυλακίων ὄψις προθεσμίαν ἔχει τετάρτην καὶ δεκάτην ἡμέραν· τῆς δ' ἡ μὲν κύησις τρίμηνος, τὸ δὲ τῶν σκυλάκων ἀνάβλεμμα εἰς ἑβδόμην προχωρήσει καὶ δεκάτην ἡμέραν. ὥρα δ' ἀρίστη κυνῶν πρὸς πλήρωσίν τε καὶ γένεσιν τῷ μὲν ἄρρενι τετάρτου ἔτους ἀρξαμένου, τελευταῖον τὸ ὄγδοον· ἡ δὲ θήλεια τριετὶς ἄχρις ἑξαετίδος συνδυαζέσθω.
[53] νοσήματα μέντοι τρία κυνῶν, λύσσα ποδάγρα κυνάγχη. ἀλλ' ἡ μὲν ποδάγρα οὐ πάντῃ ἀνίατος, ἡ δὲ λύσσα δυσίατος· ἡ δὲ κυνάγχη εἰς θάνατον φέρει. πᾶν δὲ τὸ ὑπὸ λύττῃ ἐχομένου κυνὸς δηχθὲν ἀναιρεῖται, ἄνθρωπος δὲ μόνος οὐκ ἄνευ κινδύνων περιγίνεται.
[54] τοὺς δὲ σκύλακας ἑξαμήνους μὲν τὰς θηλείας οὔσας, ὀκταμήνους δὲ τοὺς ἄρρενας ἐπὶ θήραν ἀκτέον, ἱμάντι μακρῷ ἐνηγκυλημένῳ ἐξημμένους. εἶθ' ὅταν ἐν καταλήψει γένηται τὸ θηρίον, ἐφιέναι καὶ τούτοις ἑλεῖν, ἵνα χαίρωσι τῇ θήρᾳ, τὸ μὲν πρῶτον ἀπὸ τοῦ ἱμάντος ὑλακτεῖν ἐῶντας, μικρὸν δ' ὕστερον καὶ τὴν ἀγκύλην ἀπολύσαντας, ὡς μὴ τεινόμενοι ῥηγνύωνται.
[55] κόσμος δὲ κυνῶν δέραια μέν, ἱμὰς πλατὺς περὶ τῷ τραχήλῳ, στερεός, ὃς καὶ περιδέραιον καὶ περιδερὶς ὀνομάζεται· ἔνδοθεν δ' αὐτῷ ὑπερράφθω ἀρνακίς, ὡς μὴ τρίβοιτο ὑπὸ τοῦ λώρου ἡ δειρὴ τοῦ κυνός. τελμονία δὲ καὶ αὐτὴ πλατὺς ἱμάς, ἑκατέρωθεν ἀπὸ τοῦ δεραίου περὶ τὰς πλευρὰς παρήκων ἐναλλάξ, ὡς τῶν τε νώτων τὰ μετὰ τὰς ὠμοπλάτας ἄκρας καὶ τὰς λαγόνας στέγειν.
[56] ἧλοι δ' ἢ ἐγκεντρίδες ἔπεισι ταῖς τελμονίαις· αἱ δὲ καὶ περὶ τὸ ἐπίσιον ἐκτέτανται, ὡς μὴ ὀχεύοιτο ἡ κύων, τῶν ἐγκεντρίδων τὴν τόλμαν τῶν ἐπιβησομένων ἀνειργουσῶν, τοῦ μὴ ὑποπλησθῆναι αὐτὰς ἐξ ἀγεννῶν χάριν. τὸ δὲ περιδέραιον ἐξῆπται στενοῦ ἱμάντος, ὃς κατὰ τὸν κύναγχον ἐξηγκύλωται· καὶ ἀπὸ τούτου ἄγεται ἡ κύων. ἔνιοι δὲ καὶ τὰ νῶτα τῶν κυνῶν βύρσαις τισὶ στερεαῖς καταλαμβάνουσι, περὶ τὰς ὑποδερίδας τοῦ ζῴου τὰς βύρσας ἀνάψαντες, ὥσθ' ἥκιστα τρωτοὺς εἶναι τῇ τοιαύτῃ σκέπῃ, ὁπότε συμπίπτοιέν τινι τῶν μαχίμων θηρίων.
[57] ἀρεταὶ δὲ κυνῶν ἀπὸ μὲν σώματος, μεγάλαι μηδ' ἀσύμμετροι μηδ' ἀνάρμοστοι, σιμαί, ἀρθρώδεις. ἰνώδη τὰ κάτωθεν τοῦ μετώπου. μέτωπον πλατύ, τὰς διακρίσεις ἀκριβεῖς ἔχον. κεφαλαὶ κοῦφαί τε καὶ εὔφοροι. ὄμματα μετέωρα μέλανα στίλβοντα· λάμπουσαι αἱ κόραι, πυρῶδες τὸ βλέμμα. ὦτα λεπτὰ καὶ μικρὰ καὶ ψιλὰ ὄπισθεν.
[58] τράχηλος μακρὸς ὑγρὸς περιφερής. στήθη εὔσαρκα εὐρύτερα. αἱ δ' ὠμοπλάται τῶν ὤμων μικρὸν ἀφεστηκέτωσαν. σκέλη ἑκάτερα μὲν ὑψηλά, μείζω δὲ τὰ ἐξόπισθεν· ἀλλὰ ταῦτα μὲν ἐπίρρικνα, τὰ δὲ πρόσθεν ὀρθὰ στιφρὰ στρογγύλα, μὴ προύχοντα κατὰ τοὺς ἀγκῶνας. καὶ πλευραὶ δ' ἔστωσαν προσεσταλμέναι καὶ μὴ πρὸς τὴν γῆν βαθυνόμεναι. τῆς δ' ὀσφύος οὐκ οὔσης ἀσάρκου τό τ' ὑγρὸν πάντῃ καὶ τὸ παντελῶς σκληρὸν ὁμοίως ἀπέστω. λαγόνων δ' ἄριστον τὸ [59] μέτριον, ὡς ἀπεῖναι μέγεθός τε καὶ σμικρότητα. τῶν δ' ἰσχίων στρογγύλων ὄντων τὰ μὲν κατόπιν ἔστω σαρκώδη, τὰ δ' ἄνωθεν ἀσύνδετα, ἔνδοθεν προσεσταλμένα. κενεῶνες δ' αὐτοί τε λαγαροὶ καὶ τὰ κάτωθεν αὐτῶν, οὐραὶ προμήκεις εὐθεῖαι ὀξεῖαι λιγυραί, μηριαῖαι σκληραί. τὰ δ' ὑποκώλια περιφερῆ καὶ προμήκη τε καὶ εὐπαγῆ. περιφερεῖς δὲ καὶ οἱ πόδες. εὔτριχες δ' ἔστων, καὶ τὰ τριχώματα [60] αὐτοῖς δασυνέσθω λεπτῇ καὶ πυκνῇ καὶ μαλακῇ τῇ τριχί. τοιαῦται δ' οὖσαι φανοῦνται ποδώκεις ἐλαφραὶ δρομικαὶ εὔστομοι. καὶ ἥκει κατὰ μικρὸν ὁ λόγος ἐπὶ τὰς τῆς ψυχῆς ἀρετάς, ἀποφαίνων τὰς κύνας θυμοειδεῖς, θυμοσόφους, σοφάς, εὔρινας, εὐαισθήτους, εὔποδας, ὀξείας, φιλοπόνους, ἐθελουργούς, εὐψύχους, ἀπλανεῖς, ἐγκρατεῖς, οἵας ἁρπάζειν μὲν τὰ πνεύματα, κρίνειν δὲ τὰς ὀσμάς, ἐπευθύνειν δὲ τὰ ἴχνη, καταφωρᾶν δὲ τὸ θηρίον, μετιέναι, μεταθεῖν, μεταδιώκειν, μεθέπειν, κατὰ πόδας χωρεῖν, ὑποκρυφθὲν ἐξευρίσκειν, [61] προοφθὲν διώκειν, καταληφθὲν αἱρεῖν, φροντίζειν μὲν κατὰ τὴν ζήτησιν τῶν ὀσμῶν, ἡσυχάζειν δὲ κατὰ τὴν εὕρεσιν τῶν ἰχνῶν, προηγεῖσθαι δὲ τῷ θηρευτῇ, κἂν ἐγγὺς ᾖ τῆς ἀνευρέσεως ὑποσημαίνειν, κατανεύειν, ὑποδηλοῦν, διαδηλοῦν τῇ χαρᾷ τῆς ψυχῆς, τῷ πηδήματι τοῦ σώματος, τῇ φαιδρότητι τοῦ προσώπου, τῇ λαμπρότητι τῶν ὀφθαλμῶν, τῇ μεταλλάξει τῶν ὀμμάτων, τοῖς ἀναβλέμμασι τῆς ὄψεως, τοῖς πηδήμασι τῆς ἐλπίδος, τῇ στάσει τῶν ὤτων, τῷ [62] σεισμῷ τῆς οὐρᾶς, τῷ τὸ σῶμα πᾶν ἐπικραδαίνειν. κακίαι δὲ κυνῶν ἀπὸ μὲν σώματος μικραὶ ἢ ὑψηλαὶ καὶ ἀσύμμετροι, χαροποί, μυωποί, γρυπαί, ἄρρωστοι, ψιλαί, αἰσχραί, ἄμορφοι, ἀσύντακτοι τὰ σώματα, διάστροφοι τοὺς πόδας, ἄστομοι, νωθροί, ἄθυμοι, βραδεῖαι, κατηφεῖς, ἄποδες· βαρεῖαι τὴν κεφαλήν, σαρκώδεις τῷ μετώπῳ, ὑπέρμετροι καὶ δασεῖαι τὰ ὦτα, σκληραὶ τοὺς αὐχένας· στήθη στενά, ὠμοπλάται τοῖς ὤμοις συνάπτουσαι, πλευραὶ βαθεῖαι, ὀσφῦς σαρκώδεις, [63] λαγόνες ἀσύμμετροι πρὸς τὸ σῶμα, ἰσχία προμήκη τε καὶ γυμνὰ σαρκῶν, μηριαῖαι ὑγραί, τὰ ὑποκώλια οὐ στρογγύλα, ἐπιμήκεις οἱ πόδες. ἀνάγκη γὰρ τοιούτῳ σώματι καὶ τὴν ψυχῆς κακίαν συνεῖναι, καὶ εἶναι τὰς κύνας ἀνοήτους, ἀναισθήτους, ἀμαντεύτους τῶν ἰχνῶν, ἄρρινας, ἀργάς, ἀπόνους, ῥᾳθύμους, πλανήτιδας, εὐεξαπατήτους, ἐξαπατητικάς, ἀπειθεῖς πρὸς μὲν τὴν ζήτησιν ἀναπεπτωκυίας πρὸς δὲ τὴν εὕρεσιν ἀθύμους μισοθήρους, φιλανθρώπους, ἐπαναχωρούσας ἐκ τῆς διώξεως, προλειπούσας τὸ θηρίον, προδιδούσας τὰς [64] συνθήρους, ὑποθεούσας προθεούσας, προϊεμένας τὰ διώγματα, κεκλαγγυίας, οὐ καίρια ὑπολαμβανούσας, προχαιρούσας, μάτην ἐπαναστρεφούσας, προπετῶς πηδώσας, εἰκῇ ταῖς σοφωτέραις τῶν κυνῶν ἐμποδὼν καθισταμένας, ἐνδιδούσας ὑπὸ τὸν ἥλιον, ὑποφευγούσας ὑπὸ τὰς σκιάς, μαλακιούσας ὑπὸ τὸ κρύος, ἐξανισταμένας ὑπὸ τὸν ὄμβρον, οὐκ ἀπαλλαττομένας τῶν τριμμῶν, προκαμνούσας, ἀπαγορευούσας, ὑποτρεμούσας ὅταν ἐγγὺς ᾖ τὸ θήραμα, ὑποτρόμους γινομένας, οὐκ ἀνευρεῖν συνετάς, οὐ διώκειν ἱκανάς, ἄφρονας ὀλιγόφρονας, ἀκρατεῖς, κνυζούσας.
[65] ἀπὸ δὲ κυνῶν ὀνόματα κυνῆ, κυνάγχη, κυνοδρομεῖν κυνομαχεῖν, ἔκκυνοι ἐκκυνῶσαι ἐκκυνεῖν. λέγεται δὲ καὶ προκυνεῖν τὸ προϋλακτεῖν πρὶν ἢ τὸ θηρίον ἀνευρεῖν. καὶ Ὅμηρος (Α 225) μὲν λέγει 'κυνὸς ὄμματ' ἔχων' ‑ οὕτω γὰρ τὸν ἀναιδῆ καλεῖ ‑ καὶ ἀλλαχοῦ (Θ 423 saep) 'κύον ἀδεές·' Ἀριστογείτων δ' ὁ Κυδιμάχου κύων διὰ τὴν τόλμαν ἐκαλεῖτο, καὶ κύνες οἱ ἀπ' Ἀντισθένους. καὶ κυνίζειν καὶ κυνισμὸς καὶ κυνικὸς καὶ κυνώδης καὶ κυνοῦχος, καὶ κυνήποδες ἵππων.
χρῶμα δὲ κυνῶν οὔτε τὸ πάντῃ λευκὸν ἀποδεκτέον οὔτε τὸ βαθέως μέλαν οὔτε τὸ παντελῶς πυρρόν, ἀλλ' ἑκάστῳ παραμεμίχθω τι καὶ ἑτέρας χρόας, ἤτοι κατὰ τὸ μέτωπον ἢ ὑπὲρ τὰς ῥῖνας ἄκρας ἢ καὶ κατ' ἄλλο τι τοῦ σώματος.
[66] λαγὼ μὲν εὐναὶ θάμνοι συνηρεφεῖς καὶ ἶδαι ἀμφιλαφεῖς καὶ ῥωχμοὶ βαθεῖς, χειμῶνος μὲν τὰ προσήλια, θέρους δὲ τὰ ἐπίσκια, ἐν δὲ χιόνι τὰ μελάγχιμα· ἔστι δὲ ταῦτα τὰ κοῖλα ἐν οἷς ἡ χιὼν διατέτηκεν, κέκληται δ' ὅτι παρὰ τὴν ἄλλην τῆς γῆς ὄψιν, λευκὴν οὖσαν ὑπὸ τῇ χιόνι, ταῦτα μόνα μελαίνεται. εὔκριτα μὲν τὰ ἴχνη τὰ εὐθέα, δύσκριτα δὲ τὰ συμπεπλεγμένα· γίνεται δὲ μάλιστα τοιαῦτα, [67] ἢν προδιεξέλθωσιν ἀλώπεκες. τὰ δ' ὀρθὰ ἴχνη, ὁπόταν ἤτοι κτύπου κατακούσαντες ὀρθοὶ κατὰ τοὺς πόδας τοὺς ἐξόπισθεν ἐπανιστάμενοι βούλωνται τὸ σαφὲς τοῦ προσπεσόντος ἤχου μαθεῖν, ἢ καὶ τῷ τῆς σελήνης φωτὶ χαίροντες, ὁπόταν ᾖ πανσέληνος, ἀντιπαίζοντες πρὸς ἀλλήλους καὶ πηδῶντες μακρὰν καὶ διαλλόμενοι καὶ διαπορριπτοῦντες ἀποφήνωσι ταραχώδη τὰ ἴχνη. ἰδέα δὲ λαγὼ καὶ φύσις, τὸ μὲν χρῶμα ἐπίπερκνος ‑ ἔστι δὲ τοῦτο περκνῆς ἐλαίας τὸ εἶδος, οὔτ' [68] ὄμφακος ἔτι οὔτ' ἤδη μελαινομένης ‑ μέγεθος οὐ μέγας, κοῦφος τὴν φύσιν, δασὺς τὴν τρίχωσιν, καὶ τὰ ὕπτια τῶν ποδῶν ἀλλ' οὐ μόνα τὰ πρανῆ δασυνόμενος, ὅπερ οὔ φησιν Ἀριστοτέλης (Hist anim p 519 22) ἑτέρῳ ζῴῳ προσεῖναι. διὰ τοῦτο γάρ μοι δοκεῖ δασύποδα τὸν λαγὼν ἄλλοι τε καὶ Κρατῖνος (frg 400 Ko) καλεῖν, ὄνομα ποιούμενος τῷ ζῴῳ τὴν φύσιν. ὁ μὲν οὖν μείζων καὶ τὸ λευκὸν ἔχει τὸ ἐν τῷ μετώπῳ μεῖζον, ὁ δὲ μικρὸς τό τε λευκὸν ἔλαττον καὶ τὸ χρῶμά ἐστιν ἐπίπυρρος. γλαυκὸς δ' ἐστὶν ὁ λαγὼς [69] ἢ χαροπός, ἐξόμματος· καὶ τὰ ὄμματα οὐκ ἔχει βλεφαρίδας, ὅθεν καὶ ἀμβλυώττει. τὰ πολλὰ δ' ἐστὶν ἐν ὕπνῳ· καὶ τοῦτο δὲ οὐ σμικρὸν ὀφθαλμοῖς τὸ βλάβος. κεφαλὴν ἔχει μικρὰν ἐλαφρὰν καταφερῆ, εἰς στενὸν καταλήγουσαν, ὦτα ὑψηλά, τράχηλον στενὸν στρογγύλον ὑγρὸν ἐπιμήκη, ὠμοπλάτας ὀρθάς, ἄνωθεν ἀσυνδέτους, σκέλη τὰ πρόσθεν ἐλαφρὰ σύγκωλα, στῆθος οὐ σαρκῶδες, πλευρὰς οὐ [70] βαρείας οὐδὲ ἀσυμμέτρους, κωλῆνα σαρκώδη, λαγόνας ὑγράς, ἰσχία μεγάλα στρογγύλα εὔσαρκα, οὐ συνεστηκότα, μηροὺς βραχεῖς εὐπαγεῖς μυώδεις, οὐκ ὀγκώδεις τὰ ἔνδον, ὑποκώλια μακρὰ καὶ στιφρά, πόδας τοὺς πρόσθεν στενοὺς καὶ μακρούς, τοὺς ὄπισθεν στερεοὺς καὶ πλατεῖς, σκέλη πολὺ ἐλάττω τῷ μήκει τὰ πρόσθεν παρὰ τὰ ὄπισθεν. βλαισά τ' ἐστὶ τὰ ὄπισθεν, ὡς ἐγκεκλίσθαι παρὰ τὰ πρόσθια καὶ κατὰ τοὺς δρόμους προβάλλειν αὐτὰ πρὸ ἐκείνων, καὶ πηδᾶν ἀντερειδόμενον τοῖς ὄπισθεν ποσίν, οὐδαμῇ τοὺς προσθίους ἐμποδίζοντα [71] διὰ τὴν ἐκείνων εἰς τὸ εἴσω παράλλαξιν. ἁλτικὸν δ' ἐστὶ καὶ πηδητικὸν τὸ ζῷον μᾶλλον ἢ δρομικόν, ἄλλως δὲ κοῦφόν τε καὶ ὑπερέλαφρον. κἀπειδὴ τὴν οὐρὰν οὐχ ἱκανὴν ἔχει τὸ σῶμα ἐπευθύνειν, τοῖς ὠσὶ χρῆται πρὸς τὴν ἡγεμονίαν, παρακαταβάλλων αὐτὰ καὶ ὥσπερ κώπαις τισὶ παρερέττων τὸ σῶμα. ἐν δὲ τοῖς καταφερέσι μᾶλλον ἁλίσκεται διὰ τὸ ὕψος τὸ τῶν ὄπισθεν ποδῶν κατὰ κεφαλὴν προωθούμενος. ἐν δὲ τοῖς ἀνάντεσιν ἡ τῶν ποδῶν ἀνισότης κατὰ τὴν ἀνωμαλότητα τὴν τῶν τόπων ἀπισοῖ τὸ σῶμα πρὸς τὸν δρόμον· ὅσον γὰρ ἐν τοῖς ἀνάντεσι τὰ κατόπιν κοιλαίνεται, τοσοῦτον [72] τὸ τῶν ποδῶν μῆκος εἰς ἰσοπέδου δόξαν ἀναλαμβάνει. δειλίᾳ δ' ὑπερβάλλει τοῦτο τὸ ζῷον, ἔκπληκτον ῥᾷστα γινόμενον καὶ ἀναπτοούμενον, ὅθεν καὶ πτὼξ ὀνομάζεται, τὸν δ' ὕπνον ποιεῖται καὶ τὴν ἀνάπαυλαν ὑποθεὶς μὲν εἰς τὰς λαγόνας τὰ ὄπισθεν σκέλη, τὰ δὲ πρόσω κῶλα προτείνας τε καὶ συνθείς, καὶ τὴν κεφαλὴν καταθεὶς κατ' αὐτῶν. ἀλλ' ἢν καταμύῃ τε καὶ τὰς ῥῖνας ἀκινήτους ἔχῃ, καθεύδει μὲν οὔ, καμὼν δ' ἴσως ἀναπαύεται· ἢν δὲ τοῖς ὀφθαλμοῖς ἀναπεπταμένοις ἀτρεμίζῃ καὶ τὰς ῥῖνας [73] ὑποκινῶν ἐκπνέῃ θαμινά, ὕπνος αὐτὸν ἀκριβὴς ἔχει. καὶ μὴν πολύγονόν ἐστιν ἐς τὰ μάλιστα τουτὶ τὸ θηρίον ἐπικυϊσκόμενον ἀεὶ καὶ διὰ πάσης ὥρας, ὥστε τὸ μὲν ἤδη τέτεκται, τὸ δὲ μέλλει, τὸ δὲ κύεται, τὸ δ' ἔτι πλάττεται· καὶ εἴποις ἂν αὐτὸ πολύγονον πολυτόκον πολύτεκνον, ἐπικυϊσκόμενον, γόνου ἀεὶ ἐπιπληρούμενον. τίκτει δὲ καθ' ἕκαστον μῆνα. καὶ τετρίχωται πᾶν, ὥστε καὶ τῶν γνάθων ἐντὸς ἔχειν τρίχας. ὅσων δ' ἂν ἐτῶν ᾖ, τοσαύτας ἔχει τῶν ἀπὸ τοῦ σώματος ἐγχωρούντων ὑπὸ τὴν οὐρὰν [74] τὰς ὀπάς. μόνον δὲ τῶν ζῴων γάλα καὶ πρὶν τεκεῖν ἔχει, καὶ μόνον τῶν πολυσχιδῶν ἔχει πυτίαν. καὶ οἱ μὲν Ἐλυμαῖοι τῶν παρ' ἡμῖν ἀλωπέκων οὐ μείους εἰσὶ τὰ σώματα, μελαίνονται δὲ τὰ χρώματα καὶ προμήκεις πεφύκασι, καὶ τὸ περὶ τὴν οὐρὰν ἄκραν λευκὸν αὐτοῖς καὶ ἐπίμηκές ἐστιν. οἱ δὲ μοσχίαι καλούμενοι τῶν λαγῶν ὀξύτερον καὶ εὐαισθητότερον ἔχουσι τὸ πνεῦμα τὸ τῶν ἰχνῶν, ὥστε [75] γίνεσθαι πρὸς αὐτὸ τὰς κύνας ἐκμανεῖς. Ἰθάκη δὲ μόνη τῶν νήσων ἄγονός ἐστι λαγῶν. Καρπάθιοι δὲ πρότερον οὐκ ὄντων ἐν τῇ νήσῳ λαγῶν ζεῦγος εἰσαγαγόμενοι, τὸ μὲν εἰς πλῆθος ἐκ τῆς πολυγονίας ἐπιδιδοῦν ἔφθειρε τοὺς καρπούς, οἱ δὲ παροιμίαν ἐποίησαν ἐπὶ τῶν ἐπισπαστὸν κακὸν ἐφ' ἑαυτοὺς ἐπαγαγόντων 'ὁ Καρπάθιος τὸν λαγών.' καὶ μὴν Ἀναξίλας ὁ Ῥηγῖνος οὔσης, ὡς Ἀριστοτέλης (frg 568 R) φησίν, τῆς Σικελίας τέως ἀγόνου λαγῶν, ὁ δ' εἰσαγαγών τε καὶ θρέψας, ὁμοῦ δὲ καὶ Ὀλύμπια νικήσας ἀπήνῃ, τῷ νομίσματι τῶν Ῥηγίνων ἐνετύπωσεν ἀπήνην καὶ λαγών.
[76] τῶν δ' ἐλάφων ἄκερως μὲν ἡ θήλεια, ὁ δ' ἄρρην κερωφόρος ἢ κερασφόρος ἢ κεράστης ἢ εὔκερως ἢ πλατύκερως ἢ ὑπέρκερως, καὶ χρυσόκερως ὁ ὑπὸ Ἡρακλέους ἁλούς· καὶ Ἀνακρέων (frg 51 B) μὲν σφάλλεται κερόεσσαν ἔλαφον προσειπών, καὶ Σοφοκλῆς (TGF 86 N) κεροῦσσαν τὴν Τηλέφου τροφόν, Ὅμηρος (Γ 24 saep) δ' ὀρθῶς λέγει 'ἀμφ' ἔλαφον κεραόν.' ἔστι δὲ τοῖς ἐλάφοις τὸ χρῶμα ἐπίξανθον, κατάστικτον λευκοῖς γράμμασιν· πλείω δ' αἱ θήλειαι τὰ στίγματα [77] ἔχουσι, καὶ μάλιστα τῶν ἐλάφων οἱ νεβροί. ἁλίσκονται δὲ δικτύοις μέν, εἴ τις ὀγμεύσας αὐτὰς συνελάσειεν, ποδοστράβαις δ' εἴ τις ἐνεδρεύσας αὐτὰς ἐμποδίσειεν. καὶ γεννᾷ μὲν ὡς ἐπὶ τὸ πλεῖστον ἓν ἔλαφος, κύει δὲ μῆνας εἰς ὀκτώ, τίκτει δὲ πληρωθεῖσα ὑπὸ τὸ μετόπωρον ἱστάμενον. τὸν δὲ νεβρὸν οἱ γονεῖς ἀγαγόντες ἐπὶ τὴν εὐνήν, ἵνα πέτρας ἀπορρῶγος περίδρομος παρέχει τὴν ἐκ θατέρου μέρους ἀσφάλειαν, ἡ μὲν μήτηρ ἑαυτὴν καταβαλοῦσα θηλάζει τὸ [78] βρέφος, ὁ δὲ πατὴρ ἄποθεν φυλάττει καὶ πρὸς τὸν προσελθόντα ὑπερμαχεῖ. καὶ τὸν μὲν νεβρὸν εἰ δυνηθείης ἀπελάσας ἀπὸ τῶν γονέων κυνοδρομῆσαι, τὸν μὲν πρῶτον δρόμον ἀπολείψῃ σύ τε καὶ αἱ κύνες, ἐν δὲ τοῖς ἐφεξῆς ἀπαγορεύουσιν ἄρα οἱ νεβροί. πολλαὶ δὲ καὶ τῶν τελείων ἐλάφων ἐν ταῖς συνεχεστέραις διώξεσιν ὑπὸ δυσπνοίας ἁλίσκονται. χρεία δὲ πρὸς αὐτὰς τόξων τε καὶ ἀκοντίων.
[79] περὶ δὲ συὸς εἴποις ἂν βαθύνει τῷ ῥύγχει τὴν γῆν, κείρει τὰ λήια, κόπτει τὰ δένδρα, θήγει τοὺς ὀδόντας, ἔφριξε τὴν λοφιάν, λεχρίοις παρέβλεψε τοῖς ὄμμασι, πυρῶδες ὑποβλέπει, τοῖς ὀδοῦσιν ἀντιπαταγεῖ, τῷ πρὸς ἀλλήλους κόμπῳ τῶν ὀδόντων ἀπειλεῖ, πῦρ ἐκ τῶν ὀφθαλμῶν ἀφίησιν, ἀφρὸς αὐτῷ τοῖς χαυλιόδουσι περιζεῖ, τραχύς ἐστι τὴν ὀργήν, ἀκάθεκτος τὸν θυμόν, δύσμαχος δυσάλωτος δυσαγώνιστος, προωθῶν, προρρηγνύμενος, ἐμπίπτων, προσπίπτων, ἀνατρέπων, κόπτων τοῖς ὀδοῦσιν, ἀνοίγων, ἀναρρηγνύς, ῥύμῃ ἐπιών, ῥόθιος συμπροσχωρῶν, βίαιος τὴν ὁρμήν, δυσνίκητος, δυσκαταγώνιστος.
[80] καὶ τὰς ἄρκυς διακόψειεν ἄν, καὶ τὰς στάλικας ἀνατρέψειεν, καὶ τὰ δένδρα πρόρριζα ἐκτρίψειεν, ὑπέρθυμος, δυσόργητος, ἔμπυρος, ὑπέρασθμος. εἰ καὶ πλαγίοις τοῖς ὀδοῦσι θίγοι τῶν κυνῶν, τὸ τρίχωμα ἐπέφλεξεν· εἰ δ' ἀποθανόντος τῷ χαυλιόδοντι προσενέγκαις τρίχας, ὡς ἀπὸ πυρὸς αἱ τρίχες συντρέχουσιν· οὕτω πολὺ τὸ φλογῶδες ἔνεστι τῷ θηρίῳ.
ἡ δ' ἄρκτος τίκτει μὲν σάρκα, πλάττει δὲ καὶ ἀρθροῖ τὸ γέννημα [81] τῷ στόματι, καὶ πρὸς εἶδος ζῴου τὰ μέλη τυποῖ. καὶ ἄρκτου μὲν ὄρος τὸ ἀρκτῷον ἐπώνυμον, ἀρκτεύεσθαι δὲ τὰς παρθένους ἔλεγον ὁ δῆμος ὁ Ἀττικός. Ἑλίκη δὲ καὶ Κυνόσουρα ἐν οὐρανῷ δύο ἄρκτοι, Διὸς ἡ ἑτέρα τροφός, οἱ δ' ἄμφω λέγουσιν· οἱ δὲ τὴν μὲν ὡς ἦν τροφός, τὴν δ' ὡς παιδικά. καὶ ἄρκτος μὲν τὸ καταντικρὺ μεσημβρίας τοῦ κόσμου μέρος, ὁ δ' ἄνεμος ὁ πνέων ἐκεῖθεν ἀπαρκτίας, καὶ κύκλος ἀρκτικός. ἁλίσκεται δὲ τὸ θηρίον καὶ δικτύοις καὶ μάχῃ καὶ βόθροις τισίν, οὓς ὑπὸ τὰ δένδρα τὰ καρποφόρα τῶν κυνηγετῶν [82] τινὲς ὀρυξάμενοι, καὶ καλάμου ἢ ἄλλου τινὸς εὐθραύστου ξύλου δοκίδας τοῖς βόθροις ἐπιτείναντες, καὶ τῆς ἀκινήτου γῆς ἐπιφορήσαντες καὶ πόαν ἐπιβαλόντες, ἡ μὲν ὡς ἐπὶ τὸ δένδρον ἀναρριχησομένη κατὰ τὸν καρπὸν ἐπείγεται, τὸ δ' ὄρυγμα αὐτὴν θραυσθεισῶν τῶν δοκίδων ὑπεδέξατο.
τὴν δὲ πάρδαλιν τρόποις τε τοῖς προειρημένοις λαμβάνουσι, καὶ φάρμακον ἀκόνιτον παραμίξαντες σιτίοις, τὸ μὲν θηρίον διαρροίᾳ [83] κενοῦται, τοῖς δὲ πολλάκις καὶ ζῶν ἐστὶν ἁλώσιμον. εἴποις δ' ἂν ἐπὶ παρδάλεως ὡς ἔχει τὸ σῶμα στικτὸν κατάστικτον, κροκοειδές, εὐπρόσωπον, εὔχρουν, εὐειδὲς πολυειδές, ὑγρόν, εὐέλικτον, πολύμορφον, πηδητικόν, ἁλτικόν, εὐπαλές.
καὶ λέοντα δ' ἂν εἴποις βλοσυρόν, βασίλειον, εὐχαίτην εὐκόμην κομήτην, εὐγένειον, ὑπέραυχον, μεγαλόφρονα, μεγαλόθυμον, ὑπέρφρονα ὑπέρθυμον, ὑπερμεγέθη, βίαιον, ταχύν, ἰσχυρόν, θρασύν, [84] καρτερόν ἐγκρατῆ. θηρᾶται δ' ἥκιστα μὲν ὁ τέλειος πλέγμασιν ἀλλὰ μηχανήμασι καὶ σοφίσμασιν, οἱ δὲ σκύμνοι τῶν γονέων, πίστει τοῦ δυσεπιβουλεύτου καὶ θράσει τῆς οὔσης δυνάμεως, ἐπὶ θήραν ἀπονεμηθέντων.
τοὺς δ' ὄνους τοὺς ἀγρίους ἐφ' ἵππων διώξαντες ‑ ἀγελάζονται δὲ κατὰ πλῆθος ‑ ἐπειδὰν ὑπέρκοποι καὶ ὑπέρασθμοι γένωνται καὶ ὁ κονιορτὸς αὐτοῖς ὡς ἂν ἐκ πλήθους ἐγειρόμενος ἐνοχλῇ, τοὺς μὲν διακοντίζουσι, τοὺς δὲ καὶ ζῶντας αἱροῦσι βρόχοις σειραίοις περιβαλόντες. οἱ δ' ἔκφρονες ὑπὸ τῆς διώξεως γενόμενοι πολλάκις οὐκ ἄκοντες, ἐπειδὰν ἐφέλκῃ τις τὸν ἵππον ἀποστρέψας, ἕπονται.
[85] ὁ δὲ κυνηγέτης ἐμβοάτω ταῖς κυσίν, ἐγκελευέτω ἐπικελευέσθω ἐπανακραγέτω, ἐπικεκράχθω, ἐπισημαινέσθω, ἐξοτρυνέτω τὰς κύνας, προτρεπέτω, ἐπεγειρέτω, ὁρμάτω ἐξορμάτω παρορμάτω, προσκαλείσθω, ἐξανιστάτω, συνθέων παραθέων συμπαραθέων ἐπιθέων μεταθέων, μετιών, μεταδιώκων, ἐπιγινόμενος, κυνοδρομῶν, συγκάμνων συνεργῶν συμπονῶν, συμπροθυμούμενος, συνεξεταζόμενος, συνεξευρίσκων, συνδιερευνώμενος.
[86] Φωναὶ ζῴων. κυνῶν μὲν ὑλακὴ καὶ ὑλαγμὸς καὶ ὑλακτεῖν καὶ ὑλακτοῦντες, καὶ κνυζᾶσθαι· εἴποις δ' ἂν καὶ ἀρράζειν καὶ ἀρράζοντας, καὶ ῥύζειν καὶ ῥύζοντας. κατὰ δὲ Ξενοφῶντα (Cyneg IV 5) καὶ κλαγγή· φησὶ (Cyneg IV 5, VI 23) γὰρ ἐπανακεκλαγγυῖαι. εἰρήκασι δέ τινες τῶν ποιητῶν (Theocrit Id VI 10) καὶ βαΰζειν τοὺς κύνας· σκυζᾶν δὲ τὸ καθεύδοντας ὑποφθέγγεσθαι. λύκων δ' ὠρυγὴ ὠρυγμὸς ὠρύεσθαι ὠρυόμενοι. λεόντων δὲ βρύχημα [87] βρυχηθμός βρυχᾶσθαι βρυχώμενοι. ἵππων δὲ χρεμετισμὸς χρεμετίζειν χρεμετίζοντες ἐπιχρεμετίζοντες· ἔνιοι δὲ (Herod III 87. 7, Lycophr 244) καὶ φριμαγμὸν ἵππων ἐκάλεσαν καὶ φριμάττεσθαι τοὺς ἵππους ἔφασαν, φρυάττεσθαι δὲ πάντας. συῶν δὲ γρυλισμὸς γρυλίζειν γρυλίζοντες, καὶ γρύζειν γρύζοντες· οἱ δὲ καὶ ὑισμὸν εἶπον καὶ ὑίζειν ὑίζοντες. βοῶν δὲ μύκημα μυκηθμὸς μυκᾶσθαι μυκώμενοι. ὀίων δὲ βληχὴ βληχᾶσθαι βληχώμεναι. αἰγῶν δὲ μηκασμὸς [88] μηκᾶσθαι μηκώμεναι· καὶ μηκάδας αἶγας Ὅμηρος (K 383 saep) εἴρηκεν. δοκεῖ δ' ἴδιον ἐπ' αἰγῶν μᾶλλον εἶναι ὁ φριμαγμὸς φριμάττεσθαι φριματτόμεναι, ὡς Ἡρόδοτος (II 2) ἔσφαλται περὶ τῶν βρεφῶν τῶν Φρυγίων λέγων, βληχᾶσθαι τὰς αἶγας οἰόμενος. ὄνων δὲ βρώμησις βρωμᾶσθαι βρωμώμενοι· τὸ δ' αὐτὸ ἐπ' ἡμιόνων ἐρεῖς. εἴρηται δὲ καὶ τὸ ὀγκώμενοι, καὶ ὀγκηστὰς ἔνιοι τῶν ποιητῶν τοὺς ὄνους ἐκάλεσαν. καὶ μὴν ἐπὶ μὲν τῶν ἄλλων τῶν ἀγρίων ζῴων, ἐφ' ὧν ἴδιον οὐκ ἔστιν ὄνομα τῆς φωνῆς, οἷον ἄρκτου παρδάλεως πάνθηρος, ἐπὶ τῶν τοιούτων βρυχᾶσθαι λέγουσιν, ἐπὶ δὲ τῶν σμικροτέρων, οἷον ἀλωπέκων καὶ θώων καὶ λυγκῶν, τὸ ὑλακτεῖν καὶ ὠρύεσθαι.
[89] εἴποις δ' ἂν κλάζειν μὲν ἀετούς, κλαγγάζειν δὲ γεράνους, ἐπ' ἀμφοῖν δὲ κλαγγήν, ἱέρακας δὲ ῥοίζειν, καὶ ἀλεκτρυόνας ᾄδειν, καὶ κόκκυγας κοκκύζειν ‑ Ὑπερείδης (frg 239 Bl) δὲ καὶ Δημοσθένης () ἐπ' ἀλεκτρυόνων τὸ κοκκύζειν εἶπον ‑ καὶ πέρδικας τιττυβίζειν ἢ κακκαβάζειν, καὶ ὄρτυγας τρυλίζειν, καὶ κύκνους ᾄδειν, καὶ τρυγόνας τρύζειν, καὶ περιστερὰς γογγύζειν, καὶ κορώνας κρώζειν, καὶ κολοιοὺς κλώζειν ἢ κολοιᾶν, καὶ κοψίχους σίζειν, καὶ τέττιγας τερετίζειν, [90] καὶ μελίττας βομβεῖν, καὶ ἔποπας πιπίζειν, καὶ γλαῦκας ἰύζειν, καὶ μελεαγρίδας κακκάζειν, καὶ νυκτερίδας τετριγέναι, καὶ δράκοντας συρίττειν, καὶ κίττας κιτταβίζειν, καὶ χελιδόνας ψιθυρίζειν, καὶ ἀηδόνας ᾄδειν καὶ εὐστομεῖν.
συναπτέον δὲ τούτοις καὶ τὴν ἀνθρώπου φωνήν, βοήν, φώνημα, λαλιάν, φθογγὴν φθέγμα, κραυγὴν καὶ κεκραγμόν, λόγον, ἀφ' ὧν βοᾶν, φωνεῖν, λαλεῖν, φθέγγεσθαι, κραυγάζειν, κεκραγέναι, λέγειν. καὶ τὰ μὲν ἀπὸ φωνῆς καὶ βοῆς καὶ φθέγματος καὶ λαλιᾶς καὶ λόγου ὀνόματα εἴρηται, προσκείσθω δ' ἀπὸ κεκραγμοῦ κεκράκτης.
[91] Ἑπέσθω δὲ τούτοις καὶ τὰ εἰς ἀπόπατον, εἰς ἀποσκευήν, εἰς εὐμάρειαν, εἰς ἄφοδον, εἰς λάσανα, εἰς κοπρῶνα. τὸν δὲ κοπρῶνα καὶ ἰπνὸν Ἀριστοφάνης (frg 353 Ko) καλεῖ. τὸ δ' ἔργον ἀποπατῆσαι, ἀποσκευάσασθαι, χέσαι, ὅθεν καὶ χεσᾶς Πατροκλείδης. καὶ τὸ ἀποσκευαζόμενον κόπρος ἀνθρώπου, σκώρ· ἀφ' οὗ τὰς πλαγίας οὐ λέγουσιν, ἀλλὰ τοῦ σκατός καὶ τῷ σκατί, ὧν τὴν ὀνομαστικὴν οὐκ ἐκφέρουσιν. λέγουσι δὲ καὶ τῖλον καὶ πέλεθον καὶ σπατίλην. καὶ ἵππου κόπρον φασίν, βοὸς βόλιτον, ὄνου ὀνίδα καὶ ὄνθον ‑ Ὅμηρος (Ψ 775) δὲ ὄνθον βοῶν ἔφη ‑ χοίρων ὑσπέλεθον, προβάτων οἰσπώτην, αἰγῶν σφυράδα καὶ σφυραθίαν καὶ σπύρδαρα, ὡς καὶ μυῶν μυσκέλενδρα.
[92] Καὶ μὴν τὸ μίγνυσθαι ἐπὶ μὲν τῶν ἀλόγων βαίνειν ἐπιβαίνειν, ὀχεύειν, βιβάζειν, συνδυάζειν συνδυάζεσθαι, ἐπάγεσθαι, καὶ ἐπὶ ὄνων ἴδιον τὸ ὀνοβατεῖν, ὁπόταν ἵπποις ἐπιβαίνωσιν. κοινὸν δ' ἐπὶ πάντων τὸ παιδοσπορεῖν, ὥσπερ καὶ ἐπ' ἀνθρώπων. ἐπὶ δὲ τούτων καὶ ὁμιλῆσαι, μιχθῆναι, διαλεχθῆναι, ἐντυχεῖν, πλησιάσαι, κοινωνῆσαι, συναναπαύσασθαι, εἰς ταὐτὸν ἐλθεῖν, συγκατακλιθῆναι, συγκατακοιμηθῆναι, [93] συγγενέσθαι, σποδεῖν, ὀπύειν, ἀφροδισιάζειν, συμπλέκεσθαι, καὶ τὰ τεθρυλημένα, ἃ δὴ παίζουσιν οἱ κωμικοί, ληκεῖν, δρυμάττειν, φλᾶν, σκορδοῦν, στενάσαι, σπλεκοῦν. ἀπὸ μὲν τούτων τοίνυν σπουδάζων ἂν εἴποι τις τὰ πράγματα μῖξις, ἔντευξις, ὁμιλία, κοινωνία, κοινώνημα, συνουσία. οὐ μὴν ὁ πλησιασμὸς οὐδ' ἡ διάλεξις, ἀλλὰ διελέχθην αὐτῇ καὶ διειλεγμένος εἰμὶ ὡς Ὑπερείδης (frg 171 Bl), καὶ ἀττικώτερον τὸ διεπραξάμην καὶ διέπραξα. ἐπὶ δ' αὐτῆς τὸ χαρίσασθαι καὶ δοῦναι.
[95] Οὐ μὴν παρεατέον τὰ τῶν γυναικείων κόσμων ὀνόματα, περὶ ὧν ἀθρόως μὲν οὕτω φαίην ἄν, κόσμοι κοσμήματα, καλλωπισμοί καλλωπίσματα· ἀφ' ὧν τὸ κοσμεῖσθαι κόσμησις, καλλωπίζεσθαι καλλωπισμός, ἁβρύνεσθαι, θρύπτεσθαι, ἁβρότης, θρύψις. κατὰ μέρη δὲ κεφαλῆς μὲν κοσμήματα Ὅμηρος λέγει (X 469)
ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην· σὺ δ' ἂν προσθείης καὶ στεφάνην παρ' Ὁμήρου λαβών (Σ 597)
[96] τῶν δ' αἱ μὲν πλεκτὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας, καὶ πυλεῶνας παρὰ Καλλιμάχου (frg 358 Schn) καὶ κάλυκας παρ' Ὁμήρου (Σ 401) τε καὶ Ἀνακρέοντος (frg 150 B), καὶ στρόφιον καὶ ὀπισθοσφενδόνην παρ' Ἀριστοφάνους (frg 320. 4 et 647 Ko). καὶ σφενδόνη δέ τι ἐκαλεῖτο καὶ ἀναδήματα καὶ κάλαμος καὶ καλαμὶς καὶ ἔντροπον, χρυσᾶ καὶ ἐπίχρυσα πάντα. τὸ δὲ ξάνιον ἦν μὲν καὶ αὐτὸ χρυσοῦν, κεφαλῇ κόσμος· ἔνιοι δ' αὐτὸ κτένιον εἶναι νομίζουσιν.
[97] περὶ δὲ τοῖς ὠσὶν ἕρματα, διόπας, ἐλλόβια, ἐνώτια, ἕλικας, ἑλικτῆρας, σίγλας κατὰ τοὺς Δωριέας, κατὰ δὲ τοὺς Αἰολέας ἀρτίαλα. ἐκαλεῖτο δὲ παρὰ τοῖς κωμῳδοῖς (III p 572. 962 Ko) καὶ ἐγκλαστρίδια καὶ στροβίλια καὶ βοτρύδια καὶ πλάστρα καὶ καρυάτιδες καὶ ἱπποκάμπια καὶ κενταυρίδες καὶ ἔντροφον καὶ τρίπους, δῆλον ὡς ἀπὸ τῶν σχημάτων θεμένων αὐτῶν τοῖς ἐνωτίοις τὰς προσηγορίας, ὥσπερ καὶ Ὅμηρος (Ξ 183, ς 297) 'τρίγληνα ἕρματα' ὠνόμασεν ὡς [98] τριῶν εἴδωλα κορῶν ἔχοντα. τὰ δὲ περὶ τῷ τραχήλῳ οὑτωσὶ μὲν εἰπεῖν περιτραχήλια καὶ περιδέραια καὶ δέραια καὶ ὑποδέραια καὶ ὑποδερίδες, ἦ που δὲ καὶ ὅρμοι καὶ ἴσθμια καὶ στρεπτοὶ καὶ στόμια καὶ πλόκια καὶ μαλάκια, καὶ τανθαρυστοὶ ὅρμοι παρὰ Θεοπόμπῳ τῷ κωμικῷ (I frg 95 Ko), ὧν κατεκρέμαντο λίθοι τινές, ὡς ἀπὸ τῆς κινήσεως ὠνομάσθαι. καὶ τριοπὶς δ' ὅρμου εἶδος, τρεῖς ὥσπερ ὀφθαλμοὺς κρεμαστοὺς ἔχοντος. καὶ ὡς Ἀντιφάνης [99] (II frg 319 Ko) κάθημα· ἐκάλουν δ' αὐτὸ καὶ καθετῆρα. ὠνομάζετο δέ τι καὶ μάννος ἢ μόννος, μάλιστα παρὰ τοῖς Δωριεῦσιν. περὶ δὲ τοὺς βραχίονας περιβραχιόνια, περὶ δὲ τοὺς καρποὺς περικάρπια καὶ ἐχίνους καὶ ἀμφιδέας καὶ ὄφεις καὶ ψέλια καὶ χλιδῶνας καὶ βουβάλια, ὧν ἔνια καὶ τοῖς περὶ τοὺς βραχίονας ἐπονομάζουσι καὶ τοῖς περὶ τοὺς πόδας, μάλιστα δὲ τὰς ἀμφιδέας καὶ τοὺς χλιδῶνας. ἰδίως δὲ καὶ περὶ τοῖς ποσὶ περισφύρια, πέζας περιπεζίδας περιπέζια, [100] καὶ αἴγλην καὶ πέδην καὶ περισκελίδας· καὶ γὰρ τούτῳ τῷ ὀνόματι κέχρηται Μένανδρος (frg 1054 Ko) καὶ Νικόστρατος (II frg 33 Ko) οἱ κωμῳδοδιδάσκαλοι. περὶ δὲ τοῖς στέρνοις αἰγίδας καὶ μασχαλιστῆρας· καὶ ἀναμασχαλιστήρ, ὡς Φιλιππίδης ὁ τῆς κωμῳδίας ποιητὴς ἐν Ἀδωνιαζούσαις (III p 301 Ko). ἐν δὲ τοῖς δακτύλοις δακτύλιον δακτυλίδιον, σφραγῖδα σφραγίδιον· οὕτω γὰρ τοὺς ἐπισήμους δακτυλίους ὠνόμαζον, τοὺς τὰ σήμαντρα ἢ λίθους ἐν αὑτοῖς ἔχοντας. περὶ δὲ τῷ σμικρῷ δακτύλῳ ἐφόρουν ὃ ἀκαρὲς [101] ἐκάλουν διὰ σμικρότητα, καὶ ἕτερον κορίαννον τῷ λιχανῷ περιηρτημένον. καὶ ἄλλους δέ τινας κόσμους ὀνομάζουσιν οἱ κωμῳδοδιδάσκαλοι (Aristoph frg 320 Ko), λῆρον, ὀχθοίβους, ὄλεθρον, ἑλλέβορον, πομφόλυγας, βάραθρον, περιστέρια, σαμάκια, σισύμβριον, σισάριον, ὧν οὐ ῥᾴδιον τὰς ἰδέας συννοῆσαι διὰ τὸ μηδὲ πρόχειρον εἶναί τινα κατιδεῖν εἴτε σπουδάζοντες εἴτε παίζοντες χρῶνται τοῖς ὀνόμασιν.
Ἴσως δ' ἂν τοῖς κόσμοις προσήκοι καὶ τὸ ἔντριμμα, ψιμύθιον, ἔγχουσα, φῦκος, καὶ τὰ ὑπογράμματα, καὶ ἡ στίμμις παρ' Ἴωνι ἐν Ὀμφάλῃ (TGF p 736. 25 N)·
καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον.
[102] ἐρεῖς δὲ καὶ καπηλείαν ἀσκεῖ προσώπῳ, τὸ πρόσωπον περιχρίει, ἐπεντρίβει, καλλιγραφεῖ, φύκει πυρσαίνει, ψιμυθίῳ λευκαίνει, τοὺς ὀφθαλμοὺς ὑπογράφει, τὰς ὀφρῦς μελαίνει, εἰς γραμμὰς ἡμικυκλίων περιάγει, γεωμετρεῖ περὶ τὸ ἐπισκύνιον, ῥόδον παρειαῖς φυτεύει αὐθωρὸν ἀνθοῦν καὶ θᾶττον ἀπανθοῦν κατὰ τὸ Λοκρόν, οὐ πρόσωπον ἀλλὰ προσωπεῖον φέρει· φύσεως προκρίνει τέχνην, ἀληθείας ψεῦδος, τοῦ παραμένοντος τὸ ῥᾳδίως ἀπαλειφόμενον, τῶν πραγμάτων γράμματα· εἰκὼν ἀντὶ πρωτοτύπου γίνεται.
[103] Καταβεβλήσεται δ' ἡμῖν χύδην καὶ τῶν συνωνύμων ὀνομάτων. ἀπαιτῆσαι, πρᾶξαι εἰσπρᾶξαι, ἐκπρᾶξαι ἐκπράξασθαι, εἰσπράξασθαι. ἀπαίτησις, πρᾶξις εἴσπραξις. ὄνομα πρακτήρ. ἀποδοῦναι, ἀποτῖσαι ἐκτῖσαι, εἰσενεγκεῖν διαλῦσαι, καταβαλεῖν, καταθέσθαι, ἀπαριθμῆσαι, καταθεῖναι. ἀπόδοσις, ἔκτισις, εἰσφορά, διάλυσις, κατάθεσις, καταβολή, ἀπαρίθμησις. στερῆσαι ἀποστερῆσαι, ἀπενεγκεῖν ἀπενέγκασθαι, ἀγνωμονῆσαι, ἐξιδιώσασθαι.
[104] στέρησις ἀποστέρησις, ἀγνωμοσύνη. καὶ ὄνομα μόνον ἀγνώμων, καὶ ἐπίρρημα ἀγνωμόνως. ἀρνήσασθαι ἀπαρνήσασθαι ἐξαρνήσασθαι, ἐξομόσασθαι, ἀναδῦναι ἐξαναδῦναι, ἀναφυγεῖν, ἀναχωρῆσαι, ἀντειπεῖν, παραιτήσασθαι, ἔξαρνος ἄπαρνος. ταῦτα δὲ μόνα τὰ ὀνόματα· τὰ δὲ πράγματα ἄρνησις, ἐξωμοσία, ἀνάδυσις, ἀναφυγή, ἀναχώρησις, ἀντιλογία, παραίτησις. ἴδιον δὲ τὸ Πλάτωνος (Sophist [105] 217 C) 'μὴ ἀπαρνηθεὶς γένῃ.' ἐπαγγέλλεσθαι προεπαγγέλλεσθαι, ὑποσχέσθαι, προϋποσχέσθαι, προειπεῖν, ὑποτεῖναι, ὑποθεῖναι. ἐπαγγελία, πρόρρησις, ὑπόσχεσις. ἄλλης δὲ χρείας διαβεβαιώσασθαι, διορίσασθαι, διακριβώσασθαι, διεγγυήσασθαι, εἰς ἑαυτὸν ἀναδέξασθαι, διισχυρίσασθαι ἀπισχυρίσασθαι, ἀπακριβώσασθαι, τὸν ἑαυτοῦ κίνδυνον ὑποθεῖναι, ἐν ἑαυτῷ ὑποβαλέσθαι. δύσκολον, δυσχερές, δύσπρακτον, δύσπορον ἄπορον, δυσαγώνιστον, δυσκατέργαστον, ἐργῶδες, [106] ἐπαχθές, βαρύ, φορτικόν, δυσδιοίκητον, δυσδιάθετον. καὶ τὰ συγκριτικὰ ἀπὸ τούτων οὐκ ἀηδῆ, καὶ τὰ καθ' ὑπέρθεσιν ἡδίω. καὶ ἐπιρρήματα τοῖς πλείστοις σύνεστι, καὶ ὀνόματα δυσκολία καὶ δυσχέρεια καὶ βαρύτης. τὸ δ' ἐναντίον εὔκολον, εὐχερές, εὔπρακτον, πρόχειρον προκεχειρισμένον, ῥᾴδιον, εὔπορον, ἕτοιμον, εὐπετές, εὐτρεπές εὐτρεπισμένον, εὐκατέργαστον, τὸ συντυχόν, ἀταλαίπωρον. καὶ σύγκρισιν δ' ἔχει καὶ ὑπέρθεσιν καὶ ὀνόματα καὶ ἐπιρρήματα, [107] εὔκολος εὐκολώτερος, ῥᾴδιος ῥᾴων ῥᾷστος καὶ ὡς Ὑπερείδης (frg 86 Bl) ῥᾳδιώτερος, ἕτοιμος ἑτοιμότερος ἑτοιμότατος, εὐχερὴς εὐχερέστερος εὐχερέστατος, πρόχειρος προχειρότερος προχειρότατος, εὔπορος εὐπορώτερος εὐπορώτατος, εὐπετής· ὁ γὰρ εὐκατεργαστότερος καὶ ἀταλαίπωρος, ἔστι τῶν ἔργων μᾶλλον ἢ τῶν δρώντων τὰ ὀνόματα. τάχα δ' ἄν τις τούτοις προσθεῖναι βιάζοιτο καὶ ὄνομα τὸν ῥᾳδιουργόν. σχήματα δέ· ἐξ ἑτοίμου, ἐξ εὐκόλου, ἐκ τοῦ ῥᾴστου, ἐκ τοῦ προχειροτάτου, ἐκ τοῦ παραπεσόντος, ἐκ τοῦ προσπεσόντος. τάχα καὶ ἐκ τῶν λοιπῶν.
[108] Χωρίον ἐρεῖς ὑγιεινόν, ἄνοσον, ἀκήρατον, καθαρόν, εὔκρατον εὐκραές εὐκέραστον ταῖς ὥραις, εὐφεγγές, εὐήνεμον, εὖ ὥρας ἔχον, ἄριστα κεκραμένον, ἀναπνοὰς ἔχον, ἀναπνεόμενον, πνεύματα διαρρέοντα ἔχον, ἀνέμους διαθέοντας, εὔπνουν, ἀναψῦχον, αὔραις διαπνεόμενον, εὔθερον, εὔσκιον σκιερὸν παλίσκιον, ψυχεινόν, εὐχείμερον, ἀλεεινόν, ὑπόθερμον, εὐήλιον, δίκαιον ταῖς ὥραις, καλῶς οὐρανοῦ [109] κείμενον, εὖ ἔχον, εὖ ἧκον ὡρῶν, καλῶς ἔχον πνευμάτων, ταῖς ὥραις χρώμενον μεμετρημέναις, αἴθριον, ἀνέφελον, ἐν καθαρῷ ἀέρι διακείμενον, ἀναπεπταμένῳ ἀέρι, φαιδρῷ, κούφῳ, ἐλαφρῷ, διαφανεῖ, ἐλευθέρῳ, λαμπρῷ, διαυγεῖ. καὶ τοὐναντίον νοσῶδες νοσερὸν νοσηρὸν ἐπίνοσον, ἐπίκηρον, ἐπισφαλές σφαλερόν, ἐπικίνδυνον κινδυνῶδες, φθινῶδες, δύσωρον, βαρύ, ζοφῶδες, σκοτῶδες, δυσφεγγές, ἀνήλιον, ἄκρατον, ἄνισον ταῖς ὥραις, χειμέριον δυσχείμερον, [110] κρυῶδες κρυμῶδες, παγετῶδες, κάτομβρον, ἐπίπνουν, συννέφελον, διάπυρον ἔμπυρον πυρῶδες, φλογῶδες, πνιγηρόν, καυματῶδες, ζέον περιζέον, φλέγον, καῖον ὑπερκαῖον, κατηφές, καταπνεόμενον, κατήνεμον συνήνεμον, δύσθερον, ὑγρόν δίυγρον ὑδατῶδες, χιονῶδες, αὐχμῶδες αὐχμηρόν, χολῶδες, ἀνήμερον, νοσοποιόν, φθοροποιόν, ἔξωρον, λοιμῶδες, κακῶς ἔχον οὐρανοῦ, καὶ ὅσα ἄλλα ἔστιν εἰπεῖν λόγῳ.
[111] τὰ δὲ πράγματα τοῦ μὲν δυσχειμέρου χειμών, ψῦχος, ἄνεμος, ὄμβρος, ὑετός, κρυμός κρύος, παγετός, χιών, κρύσταλλος, πάχνη, ζάλη, χαλάζα, τοῦ δὲ δυσθέρου πνῖγος, καῦμα, φλέγμα καὶ καθ' Ὅμηρον () πῦρ πυρετός ἀλέα, θάλπος. καὶ ῥήματα τοῦ μὲν χειμάζεσθαι, ῥιγοῦν, ψύχεσθαι, καταπνεῖσθαι, ὕεσθαι, καὶ ἐπίρρημα τὸ ψυχρῶς, ὅτι ποιητικὸν τὸ ῥιγηλῶς· τοῦ δὲ φλέγεσθαι, θάλπεσθαι, ἀλεαίνεσθαι, πυρέττειν, καὶ ἐπίρρημα μόνον πνιγηρῶς, ἀλεεινῶς.
[112] Οὐκ ἀποτρέψομαι, οὐκ ἀποσχήσομαι, οὐ παύσομαι, οὐκ ὀκνήσω, οὐ φυλάξομαι, οὐ παραιτήσομαι, οὐκ ἀναδύσομαι, οὐκ ἀποστήσομαι. τὰ δ' ἀπ' αὐτῶν ὀνόματα καὶ ἐπιρρήματα ἑτέρας ἐστὶ χρείας.
[113] Φιλῶ τὸν δεῖνα, ὑπερφιλῶ, στέργω, ὑπερστέργω, ἀγαπῶ, ὑπεραγαπῶ, ἄγαμαι, οἰκείως ἔχω πρὸς αὐτόν, οἰκείως διάκειμαι, ᾠκείωμαι. ἐπιτηδείως ἔχω, καὶ ἐπιτήδειός μοί ἐστιν, οἰκεῖος, φίλος, ἑταῖρος, καὶ ὅσα τοιαῦτα. ἀνακέκραμαι πρὸς αὐτόν, συγκέκραμαι, συνῆμμαι, φιλικῶς ἔχω, εὔνους εἰμὶ αὐτῷ, εὔνως ἔχω [114] πρὸς αὐτόν, ἐσπούδακα περὶ αὐτόν, χρῶμαι αὐτῷ. καὶ φιλία, στοργή, οἰκειότης οἰκείωσις, ἐπιτηδειότης, ἑταιρεία, εὔνοια. καὶ φιλικῶς, φιλοστόργως, οἰκείως, ἐπιτηδείως, εὐνοϊκῶς. φίλος, εὔνους, οἰκεῖος, ἐπιτήδειος, ἑταῖρος· ὁ γὰρ φιλόστοργος ἕτερόν τι δηλοῖ. τὰ δ' ἐναντία, μισῶ τὸν δεῖνα, ἀποβάλλομαι, ἐκτρέπομαι, διαβέβλημαι πρὸς αὐτόν, διαβέβληταί μοι, προσκρούω αὐτῷ, προσκρούει [115] μοι, ἄχθομαι αὐτῷ, προσίσταταί μοι, βδελύττομαι αὐτόν. δυσμενῶς διάκειμαι πρὸς αὐτόν, δύσνως, κακόνως. ἀπεχθάνομαι πρὸς αὐτόν, ἀπεχθάνομαι αὐτῷ· τὸ γὰρ ἐχθαίρω ποιητικόν. ἐχθρός μοί ἐστι, δυσμενής, ἀλλότριος, ἀλλοτριούμενος. καὶ ἠλλοτρίωμαι πρὸς αὐτόν, δυσμεναίνω αὐτῷ, διενήνεγμαι πρὸς αὐτόν, διάφορός μοί ἐστιν, ἀνεπιτήδειος, ἀνεπιτηδείως διάκειμαι πρὸς αὐτόν, ὑπόπτως ἔχω πρὸς αὐτόν, ἐθελέχθρως. τὰ δὲ πράγματα μῖσος, μισητία, ἔχθρα, [116] ἀπέχθεια, πρόσκρουσμα, διαφορά, δυσμένεια, δύσνοια, κακόνοια, ἀλλοτρίωσις, ὑποψία. τῶν δ' ἐπιρρημάτων τὰ πλεῖστα προείρηται, ἔχει μέντοι καὶ ὑπερθέσεις, ἔχθιστα ἐχθρότατα δυσμενέστατα, διαφορώτατα, ἀλλοτριώτατα, ἀπεχθέστατα, ἀνεπιτηδειότατα, ὑποπτότατα, κακονούστατα.
[117] Ἔπαινος, εὐφημία, εὐλογία, ἐγκώμιον· βίαιον δὲ τὸ καλλιλογία καὶ εὐστομία· ἐπαινεῖν, εὐλογεῖν, εὐφημεῖν, ἐγκωμιάζειν, καλῶς λέγειν, εὐστομεῖν. ὄνομα δὲ μόνον ὁ ἐπαινέτης, καὶ ἐπίρρημα τὸ εὐφήμως· τὰ γὰρ λοιπὰ ἕτερόν τι δηλοῖ. τὸ ἐναντίον ψόγος, λοιδορία, βλασφημία, κακολογία, κακηγορία, κακισμός, διαβολή· ψέγειν, λοιδορεῖν, βλασφημεῖν, κακηγορεῖν, κακολογεῖν, κακίζειν. καὶ τὰ ὀνόματα ψέκτης ὡς Πλάτων (Rp IX 589 C Leg I 639 C), καὶ φιλόψογος καὶ ψεκτικὸς καὶ κακήγορος καὶ φιλολοίδορος· ὁ γὰρ λοίδορος εὐτελές, καὶ ὁ βλάσφημος καὶ ὁ διάβολος ἰδιωτῶν, ἀνεκτότερος [118] δ' ὁ διαβλητικός. καὶ τὰ ἐπιρρήματα ψεκτικῶς, φιλολοιδόρως, κακιστικῶς, διαβλητικῶς. ὁ γὰρ ἐπαινετὸς καὶ ψεκτὸς ἐφ' ἑτέρων τάττεται. ἐρεῖς δὲ καὶ μοχθηρὸς τὸ ἦθος καὶ τὸν τρόπον καὶ τὴν προαίρεσιν καὶ τὴν διάνοιαν καὶ τὴν βούλησιν καὶ τὴν ψυχὴν καὶ τὴν γνώμην καὶ τὸν βίον καὶ τὸ τοῦ βίου σχῆμα καὶ τὴν [119] τοῦ βίου κατάστασιν καὶ τὴν τοῦ βίου διαγωγήν. ἐπαινῶν δ' ἂν ἕκαστον τούτων κατὰ τοὐναντίον χρήσαιο, ἐπαινετὸς τὸ ἦθος καὶ τὰ ἐφεξῆς. ἴδια δὲ τοῦ μὲν ψόγου δύστροπος, κακοήθης, εἴρων, ἐπίβουλος, δολερός, ὕπουλος, ἐπίσκιος· τοῦ δ' ἐπαίνου ἁπλοῦς, ἄκακος, ἄδολος, ἄπλαστος, ἐκφανής, ἐκκείμενος, ἀκατάσκευος, ἐλεύθερος, εὐθυρρήμων, εὐήθης. καὶ τὰ πράγματα τοῦ μὲν δυστροπία, κακοήθεια, εἰρωνεία, ἐπιβουλή, δόλος, τοῦ δ' ἁπλότης, ἀκακία, ἐλευθερία, [120] εὐθυρρημοσύνη, εὐήθεια. καὶ τὰ ἐπιρρήματα τοῦ μὲν δυστρόπως, κακοήθως, εἰρωνικῶς, ἐπιβούλως, δολερῶς, ὑπούλως, ἐπισκίως, τοῦ δ' ἁπλῶς, ἀκάκως, ἀπλάστως, ἐκφανῶς, ἐλευθέρως, εὐθυρρημόνως, εὐήθως. τάττοιτο δ' ἂν ὁ εὐήθης καὶ ἐπὶ τοῦ ἀνοήτου, ὃν ἂν εἴποις καὶ μωρόν, ἔμπληκτον, παραπλῆγα, ἐμβρόντητον, ἀπόπληκτον, ἐνεόν, ἔκφρονα ἄφρονα, ἀσύνετον, ληρώδη, ἄνουν, ἠλίθιον, [121] ἀνάλγητον, ἀναίσθητον, ἀβέλτερον, ἐπίληπτον. ὁ δὲ τοιοῦτος ἂν εἴη καὶ ἀνατετραμμένος τὴν γνώμην, κοῦφος τὴν διάνοιαν, ἀνερμάτιστος, ληρῶν λῆρος, τὸ μηδὲν ὤν. τὰ δὲ πράγματα φαίης ἂν εὐήθειαν, ἄνοιαν, μωρίαν, ἐμπληξίαν, ἐμβροντησίαν, ἀφροσύνην ἐκφροσύνην, ἀσυνεσίαν, παραπληξίαν ἀποπληξίαν. καὶ τὰ ῥήματα εὐηθίζεσθαι, μωραίνειν, ἀνοηταίνειν, ἐμβεβροντῆσθαι, ληρεῖν, παραπεπλῆχθαι. καὶ τὰ ἐπιρρήματα εὐήθως, ἀνοήτως, ἀφρόνως, ἐμπλήκτως, ἀποπλήκτως, ἐκφρόνως, ἀσυνέτως· τὸ γὰρ μωρῶς λίαν εὐτελές.
[122] Φόβος, ὄκνος, δέος, ὀρρωδία, εὐλάβεια, δειλία, ἀθυμία, ἀνανδρία, ἔκπληξις, φρίκη, τρόμος, πτοία πτόησις, συστολή, θόρυβος, ταραχή. καὶ τὰ ῥήματα φοβοῦμαι, ὀρρωδῶ ὀκνῶ κατοκνῶ, δέδια δέδοικα, εὐλαβοῦμαι, ἐκπέπληγμαι, φρίττω, τρέμω, [123] ἐπτόημαι ἐξεπτόημαι, συνέσταλμαι, τεθορύβημαι, τετάραγμαι, ἐξέστηκα. ὀκνῶν κατοκνῶν, δεδιώς δεδοικώς καταδείσας, ὀρρωδῶν, ἀποδειλιάσας, κατοκνήσας, ἐκπλαγείς, φρίττων, τρέμων, ἐπτοημένος ἐξεπτοημένος, συνεσταλμένος, τεθορυβημένος, τεταραγμένος, ἐξεστηκώς. φοβερῶς ἔχων, ἐπιφόβως, ἐπιδεῶς καταδεῶς, εὐλαβῶς· εὐτελὲς γὰρ τὸ δειλῶς, τὸ δ' ἀποδεδειλιακότως δύσφθεγκτον, τοῦ δὲ θορυβωδῶς [124] καὶ ταραχωδῶς καλλίω τὰ συγκριτικὰ καὶ ὑπερθετικά. εἴποις δ' ἂν καὶ φοβερὸν ἄνθρωπον οἷον φοβούμενον, καὶ ἐπίφοβον καὶ περίφοβον καὶ ὑπέρφοβον, περιδεᾶ καταδεᾶ, εὐλαβῆ, δειλόν, ὀκνηρόν, ἄνανδρον, ἀγεννῆ. ἀπὸ δὲ τῶν λοιπῶν μετοχαί εἰσιν ἀντ' ὀνομάτων· ὁ γὰρ ταραχώδης καὶ, εἰ βιάσαιτό τις, θορυβώδης ἐφ' ἑτέρων τάττεται. ἑτέρας δὲ χρείας φοβερὸν πρᾶγμα, ἐπίφοβον, ἐπιδεές, ἐκπληκτικόν, φρικῶδες. καὶ ἀνὴρ φοβερός ἐπίφοβος, ἐπιδεής, ἐκπληκτικός, φρικώδης· θαρραλέος [125] θαρσαλέος εὐθαρσής, γενναῖος, ἀνδρεῖος, ἄοκνος, ἀνέκπληκτος ἀκατάπληκτος, ἀδεής, ἐρρωμένος, εὔθυμος ὑπέρθυμος μεγαλόθυμος θυμοειδής, ἴτης, εὔτολμος. καὶ τὰ ὀνόματα θάρρος θάρσος, ἀνδρεία, γενναιότης, ἀοκνία, ἄδεια καὶ ἀδεές, ῥώμη, θυμὸς εὐθυμία, τόλμα. θαρρεῖν θαρσεῖν, ἀνδρίζεσθαι, ἐρρῶσθαι ὑπερερρῶσθαι, ὑπερθυμοῦσθαι, τολμᾶν. θαρσαλέως θαρραλέως εὐθαρσῶς, ἀνδρείως, ἀόκνως, ἀνεκπλήκτως ἀκαταπλήκτως, γενναίως γεννικῶς, ἀδεῶς, ἐρρωμένως ὑπερερρωμένως, εὐθύμως ὑπερευθύμως θυμοειδῶς, εὐτόλμως.
[126] Οἶμαι οἴομαι, ἡγοῦμαι, νομίζω, ὑπολαμβάνω, ἐλπίζω, τοπάζω, προσδοκῶ, δοκῶ, εἰκάζω, τεκμαίρομαι, ὑπονοῶ, ὑποπτεύω. οἴησις, ὑπόληψις, προσδοκία, εἰκασία, ἐλπίς, ὑπόνοια, ὑποψία· ἡ γὰρ νόμισις σκληρότερόν τε καὶ ἀμφίβολον, πρὸς ἕτερα δὲ καὶ ἡ δόκησις· τὰ δ' ἐκ τῶν ἄλλων τραχέα. ἐπιρρήματα δ' οὐκ ἔστιν ὅτι μὴ τὸ εἰκότως. ὄνομα δ' ἀπ' οὐδενός, ἀλλ' αἱ μετοχαί.
[127] Κηλίς, ὄνειδος ὀνειδισμός, αἶσχος αἰσχύνη, διαβολή, ἀρά, προσβολή, προστροπή· ταῦτα δὲ καὶ ἑτέρας ἐστὶ χρείας· ὀνειδιστικῶς ἐπονειδιστικῶς ἐπονειδίστως, ἐπαισχῶς· ἀπὸ δὲ τῶν ἄλλων οὐκ ἔστιν, εἰ μὴ τὸ διαβλητικῶς, ὅπερ ἂν εἴη ἀμφίβολον. ὀνειδίζειν, αἰσχύνειν, διαβάλλειν· τὰ γὰρ ἀπὸ τῶν λοιπῶν ἐπ' ἄλλων τάττεται.
[128] Ἐπιχαίρειν, καταχαίρειν, ἐφήδεσθαι, ἐπιγελᾶν ἐπεγγελᾶν καταγελᾶν, ἐπεμβαίνειν, ἐπιχλευάζειν, κατεύχεσθαι. πρᾶγμα δὲ μόνον ὁ κατάγελως· ὁ γὰρ χλευασμὸς καὶ ἡ χλευασία καὶ τὸ διασύρειν δηλοῖ, ὥσπερ καὶ ὁ χλευαστικὸς μηνύει τὸν γελοιαστήν. ὄνομα δὲ μόνον ἀπὸ τῶν ῥηθέντων ὁ ἐπιχαιρέκακος· ἐπὶ δὲ τῶν ἄλλων μετοχαῖς χρηστέον. ἐπίρρημα δὲ μόνον τὸ καταγελαστικῶς.
[129] Συνήδεσθαι δὲ καὶ συγχαίρειν· τὸ γὰρ ὑπερήδεσθαι καὶ συνευφραίνεσθαι καὶ ἄλλα δηλοῖ. ἡ μέντοι ἐπὶ τῷ συνήδεσθαι θυσία εὐαγγέλια, ὥσπερ καὶ ἡ ἐπὶ τῷ ἥδεσθαι. τὸ δ' ἐναντίον συνάχθεσθαι καὶ συναλγεῖν· τὸ γὰρ συλλυπεῖσθαι εὐτελές, τὸ δὲ συνανιᾶσθαι ἑτέρας ἐστὶ χρείας. προσήκοι δ' ἂν ἴσως τῷ συνάχθεσθαι καὶ τὸ ἐπανιᾶσθαι. ἐπεύχεσθαι, συνεύχεσθαι τὰ ἀγαθά. τὸ δ' ἐναντίον ἐπαρᾶσθαι καταρᾶσθαι· πλὴν καὶ ἐπὶ τούτου τὸ ἐπεύχεσθαι καὶ κατεύχεσθαι [130] τάττεται. καὶ τὰ ὀνόματα ἐπάρατος κατάρατος τρισκατάρατος, καὶ τὸ πρᾶγμα ἐπ' ἐκείνου μὲν εὐχή, ἐπὶ τούτου δ' ἀρά. τάχα δὲ τῷ ἐπαράτῳ προσήκοι ἂν καὶ ὁ ἐξάγιστος, ἐξώλης προώλης πανώλης. τὸ μέντοι ἐπαρασαμένους ἀναλύειν τὴν ἀρὰν ἀναράσασθαι λέγουσιν· βιαιότερον γὰρ τὸ ἀνεύξασθαι. ὁ μὲν οὖν ἐπαρώμενος, καὶ ᾧ τις ἐπαρᾶται, ἀραῖος· ἃ δέ τις εὐχόμενος αἰτεῖ, [131] εὐκταῖα ἀγαθά, καὶ τὸ ἀττικώτερον εὐκτά. λέγουσι δὲ καὶ εὐχωλιμαῖα. οἱ δὲ δαίμονες οἱ μὲν λύοντες τὰς ἀρὰς ἀλεξίκακοι, ἀποπομπαῖοι, ἀποτρόπαιοι, λύσιοι, φύξιοι, οἱ δὲ κυροῦντες ἀλιτήριοι ἀλιτηριώδεις, προστρόπαιοι, παλαμναῖοι.
[132] Φάρμακον ὀλέθριον, δηλητήριον, θανάσιμον· οὐ γὰρ προσίεμαι τὸ θανατήσιμον, ἴσως δὲ τὸ φθοροποιὸν καὶ διαφθαρτικὸν καὶ θανατηφόρον. καὶ βιαιότερον τὸ ἐπιθάνατον καὶ ἐπίφθορον. ὡς δ' Ὅμηρος (α 261) ἀνδροφόνον, ἀφ' οὗ εἴποις ἂν καὶ φονικὸν φάρμακον. οἱ δὲ καὶ τὰ ἐλατήρια φάρμακα ἐπὶ τούτου τάττουσιν ὡς διὰ κενώσεως ἀναιροῦντα, ὥσπερ καὶ τὸ ἀκόνιτον καὶ τὸν ἑλλέβορον· τὸ γὰρ κώνειον κατὰ ψῦξιν ἀναιρεῖ, ὥσπερ ὁ μανδραγόρας κατὰ καρηβαρίαν· διακέκριται δὲ ταῦτα μέτρῳ καὶ ἀμετρίᾳ. τὰ δ' ἐναντία φάρμακα εἴποις ἂν σωτήρια, ἀλεξητήρια ἀλεξίκακα ἀλεξιφάρμακα, παιώνια, ἀντίτομα, λυτήρια, οὐκ οἶδα εἰ καὶ λύσια· βιαιότερον γὰρ τὸ ἰάσιμα καὶ ἰατήρια.
[133] Πλῆρες, ἰσοχειλές, μεστὸν ἐπίμεστον, ἔμπλεων ὑπέρπλεων, ὑπερχειλές· τὸ δὲ μικρῷ ἐνδεέστερον ἀπλήρωτον καὶ ἐπιχειλές. βίαιον γὰρ τὸ ἐπιδεές, ἴσως δὲ τὸ ἐνδεὲς καὶ ἐλλιπές. τὸ δ' εἰς ἥμισυ τελοῦν ἡμιπλήρωτον ἡμίπλεων, ἡμιδεές, ἡμίκενον.
[134] Κωλύματα, ἐμποδίσματα ἐμπόδια, ἐναντιώματα, ἐναντία ἐμποδών, φράγματα, ἕργματα, πρόβολοι, οἷς φησὶν ὁ ῥήτωρ (Demosth Ϝιιι χ ) προσπταίοντας ὑστερίζειν τῶν καιρῶν. ἐρεῖς οὖν ἐμποδίσας, ὑποσκελίσας, ἐναντιωθείς, ἐμποδὼν στάς, ἐμποδὼν καταστάς, ἐμποδὼν γενόμενος, ἐπισχών, κωλύσας, ἀντιλαβόμενος, διαγαγών, ἀντισχόμενος, κατασχών, βραδυτῆτα ἐνειργασμένος.
[135] Βλάβη βλάβος βλάμμα, ἀπώλεια, ζημία ζημιῶδες, ἐπιβλαβές, ἐπιζήμιον, βλαβερῶς ἐπιβλαβῶς, ἐπιζημίως, βλαβερὸς ἐπιβλαβής, ζημιώδης ἐπιζήμιος, βλάψαι, ζημιῶσαι. τὰ δ' ἐναντία ὄφελος ὠφέλεια ὠφέλημα, κέρδος κερδαλέον ἐπικερδές, ἐμπόλημα, ἕρμαιον, εὕρημα, εὐερμία, τάχα καὶ θησαυρός. ὠφελίμως, ἐπωφελῶς, κερδαλέως ἐπικερδῶς, ὠφελεῖσθαι, κερδαίνειν, ἐμπολᾶν, εὐερμεῖν.
[136] ἑτέρας δὲ χρείας ὠφέλιμον, χρειῶδες, χρηστόν πάγχρηστον, ἀναγκαῖον, χρήσιμον, ἐπιτήδειον, ἐπικερδές, ἐπωφελές, λυσιτελές, συμφέρον σύμφορον, προύργου, ὀνήσιμον· τὸ γὰρ ὀνησιφόρον μοχθηρόν. ἀπὸ δὲ τούτων ἡ ὄνησις καὶ τὸ συνοῖσον, ἡ χρεία, ἡ ὠφέλεια, τὸ κέρδος· φαῦλον γὰρ ἡ λυσιτέλεια. τὰ δ' ἐναντία ἀχρεῖον, ἄχρηστον, βλαβερόν, ἐπιβλαβές, ζημιῶδες, ἀσύμφορον, ἀλυσιτελές, ἀνωφελές, ἀνόνητον, ἀνεπιτήδειον.
[137] Ἀσπασμός, πρόσρησις, προσηγορία, προσαγόρευσις. προσαγορεῦσαι καὶ προσρηθῆναι, ἀσπάζεσθαι, προσειπεῖν, προσαγορευθῆναι, προσειρῆσθαι προσειρημένος. καὶ ἀντιπροσειπεῖν καὶ ἀντιπροσαγορεῦσαι καὶ ἀντασπάζεσθαι. καὶ ἡ μὲν ἡμέρα ἐν ᾗ γίνεται ἀσπασμὸς προσρηταία καὶ πρόσρημα, ἐν ᾗ δὲ μὴ γίνεται, ἀπρόσρητος. καὶ [138] ὁ μὲν δεξιὸς ἐν τούτοις εὐπροσήγορος καὶ φιλοπροσήγορος ‑ τὸ γὰρ εὐπρόσρητος σκληρότερον ‑ , ἐφαρμόττοι δ' ἂν τούτῳ κατ' ἄλλην χρείαν ὁ εὐπρόσοδος, εὐπρόσιτος, εὐέντευκτος, εὐεπίμικτος, εὐξύμβολος, μειλίχιος, ἵλεως, φιλάνθρωπος, ἥμερος, εὐμενής, πρᾶος, ἀνεξίκακος· ὁ δ' ἐναντίος ἐκείνῳ μὲν δυσπροσήγορος μισοπροσήγορος ‑ τὸ γὰρ δυσπρόσρητος τραχύ, βέλτιον δὲ τὸ ἀπρόσρητος ‑ τοῖς δ' ἐφεξῆς δυσπρόσιτος δυσπρόσοδος, ἄμικτος δύσμικτος, δυσξύμβολος, δυσέντευκτος, σκυθρωπός, σκαιός, ἄγριος, ἀργαλέος, [139] σκληρός, τραχύς, ἀπάνθρωπος, ἀνήμερος, δυσμενής· ὁ γὰρ ἀμείλικτος ποιητικώτερον. τὰ δ' ἐπιρρήματα ἐκ μὲν τοῦ εὐπροσήγορος εὐπροσηγόρως καὶ φιλοπροσηγόρως, καὶ τἀναντία δυσπροσηγόρως καὶ μισοπροσηγόρως, ἐκ γὰρ τοῦ εὐπρόσιτος εὐπροσίτως· τὸ γὰρ εὐπροσόδως σκληρόν, καὶ εὐεντεύκτως, ἀμείνω δὲ τὸ εὐεπιμίκτως, εὐξυμβόλως, εὐμενῶς, φιλανθρώπως, πράως, ἡμέρως. ἀπὸ δὲ τοῦ ἐναντίου δυσπροσίτως, ἀμίκτως δυσμίκτως ἀπροσμίκτως ἀνεπιμίκτως, ἀσυμβόλως, σκυθρωπῶς, ἀγρίως, σκαιῶς, ἀργαλέως, δυσμενῶς, σκληρῶς, τραχέως, ἀπανθρώπως.
[140] Εὐεργετεῖν, εὖ ποιεῖν, χαρίζεσθαι, δωρεῖσθαι, διδόναι χάριν, εἰσφέρειν, προσεπεισφέρειν. εὐεργεσία, χάρις, δωρεά· τὸ γὰρ εὐποιία οὐ λίαν κέκριται, φιλοδωρίαν δ' οὔπω παρὰ τοῖς κεκριμένοις εὗρον. ὀνόματα δ' εὐεργέτης εὐεργετικός, οὐ γὰρ καὶ [141] εὐποιητικός, φιλόδωρος δὲ καὶ εὐχάριστος· ἐπὶ γὰρ τούτου τάττεται τοὔνομα, καὶ τὸ εὐχαριστεῖν ἐπὶ τοῦ διδόναι χάριν, οὐκ ἐπὶ τοῦ εἰδέναι. ὁ μὲν οὖν ἀποστερῶν χάριν ἄχαρις καὶ ἀχάριστος ἂν ῥηθείη, ἀπάνθρωπος, ἀναίσθητος, ἄδικος, ἀγνώμων, ἀμνήμων, ἐπιλήσμων, ἔνοχος τοῖς τῆς ἀχαριστίας ἐπιτιμίοις· καὶ τὸ πρᾶγμα ἀναισθησία, ἀχαριστία, ἀδικία, ἀγνωμοσύνη καὶ ὡς Ἀντιφῶν (frg [142] 155 Bl) ἀποστέρησις· καὶ τὰ ἐπιρρήματα ἀχαρίστως, ἀναισθήτως, ἀδίκως, ἀγνωμόνως, ἐπιλησμόνως. τὸ δὲ δίκαιον εἶναι περὶ τοὺς εὐεργέτας εἰδέναι χάριν, γιγνώσκειν, ἐπίστασθαι, χάριν ἔχειν ὡς Ὑπερείδης (V 5 et 6) τε καὶ Λυσίας (XVI 1 XXIV 1. 27), διαλύειν χάριν, ἀποδιδόναι, ἀποτίνειν ἐκτίνειν, ἀπομνημονεύειν, ἀμείβεσθαι, ἀντεισφέρειν, ἀντευποιεῖν, ἀντευεργετεῖν, ἀντεπιμετρεῖν, ἀντεπιμελεῖσθαι, ἀντικήδεσθαι, ἀντιχαρίζεσθαι, ἀντωφελεῖν, ἀντευνοεῖν, ἀντιφιλεῖν, ἀντιφιλοτιμεῖσθαι.
[143] Συμβόλαιον, συνάλλαγμα, κοινώνημα κοινωνία, ἐπαλλαγή· ἰδιωτῶν γὰρ τὸ συναλλαγή. συναλλάξαι, συμβαλεῖν, κοινωνῆσαι. εὐσύμβολος, ἀξιοκοινώνητος, ἀσύμβολος δυσσύμβολος, ἀκοινώνητος δυσκοινώνητος.
[144] Ἔμπειρος, ἐπιστήμων, ἐθάς, τρίβων, τετριμμένος περὶ ταῦτα, ἐντριβής· τὸ γὰρ περίτριμμα λοιδορία, ὁ δ' εἰδήμων ἰδιωτικόν, ὁ δ' ἴδμων ποιητικόν. βέλτιον δὲ τὸ εἰδὼς τῷ πράγματι χρῆσθαι, διὰ πείρας ἥκων, διὰ πείρας ἔχων, ἐν πείρᾳ γεγενημένος. τὰ δὲ πράγματα πεῖρα ἐμπειρία, ἐπιστήμη, ἔθος, τριβή, καὶ τὰ ῥήματα πεπειρᾶσθαι, ἐπίστασθαι, εἰδέναι, τετρῖφθαι ἐντετρῖφθαι, εἰθίσθαι, καὶ τὰ ἐπιρρήματα ἐμπείρως, ἐπιστημόνως, εἰθισμένως, ἐντετριμμένως, [145] ἐντρεχῶς, τάχα καὶ εἰδότως· Ὅμηρος (Η 317 et saep) δ' ἐπισταμένως λέγει. τὰ δ' ἐναντία ἄπειρος, ἀνεπιστήμων, ἀήθης, ἀτριβής, ἀμαθής, ἄτριπτος πρὸς ταῦτα, ἀγνοῶν· Ἀντιφῶν (frg 142 Bl) δὲ καὶ ἀγνώμων λέγει. καὶ τὰ πράγματα ἀπειρία, ἀνεπιστημοσύνη, ἀήθεια, ἀμαθία, ἄγνοια, ἀγνωμοσύνη. ῥήματα δ' οὐκ ἔστιν ἐξ αὐτῶν, πλὴν ἀγνοεῖν καὶ ἀγνωμονεῖν· τὸ γὰρ ἀηθεῖν σκληρόν, ὥσπερ τὸ ἀηθέσσειν ποιητικόν (Hom Κ 493), τὸ δ' ἀμαθαίνειν ἄλλο τι. ἐπιρρήματα δ' ἀπείρως, ἀνεπιστημόνως, ἀτριβῶς, ἀηθῶς, ἀμαθῶς· τὸ δ' ἀγνώστως καὶ ἀγνωμόνως κοινὰ καὶ πρὸς ἕτερα.
[146] Σιωπᾶν ἀπόρρητα, σιγᾶν, κρύπτειν συγκρύπτειν κατακρύπτειν ἀποκρύπτειν ἐπικρύπτεσθαι, τηρεῖν, συμφυλάττειν, συμπράττειν, ἀφθεγκτεῖν, συσκιάζειν, στέγειν. καὶ τὰ ὀνόματα σιωπηλός, σιγηλός, φυλακτικός, ἄφθογγος, στεκτικὸς στεγανός. μετοχαὶ δ' ἀπὸ πάντων. καὶ τὰ ἀπόρρητα, τὰ σιωπώμενα, τὰ σιγώμενα, τὰ κρυπτά, [147] τὰ κρυπτόμενα, τὰ ἄρρητα, τὰ σιωπῆς ἄξια, τὰ ἄφθεγκτα, τὰ ἀνέκφορα, τὰ λανθάνοντα, τὰ συσκιαζόμενα, τὰ στεγόμενα. καὶ σιωπηλῶς, σιγηλῶς, φυλακτικῶς, ἀφθεγκτί, στεκτικῶς στεγανῶς. τὸ δ' ἐναντίον ἐκλαλεῖν, ἐξαγορεύειν, ἐκφαίνειν, ἐκλέγειν, ἐκφέρειν διαφέρειν, ἔκφορα ποιεῖν, ἔκπυστα, ἔκφαντα. ἀφ' ὧν ὀνόματα μὲν οὐκ ἔστιν εἰ μὴ ἄρα ὁ λάλος, οὐδ' ἐπίρρημα, πρᾶγμα δὲ μόνον ἐξαγόρευσις· σκληρὸν γὰρ ἡ ἐκλάλησις.
[148] Προΐσχεσθαι, προτείνειν, προκαλεῖσθαι, προτείνεσθαι, προβάλλεσθαι ἀξιοῦν. πρᾶγμα δ' οὐκ ἔστι τούτων ἴδιον ὅτι μὴ πρόκλησις· τάχα δὲ καὶ ἀξίωσις. οὐδ' ἐπίρρημα, οὐδ' ὄνομα, ἀλλὰ μετοχαί, προτείνων προτεινόμενος, προϊσχόμενος, προβαλλόμενος, ἀξιῶν, προκαλούμενος.
[149] Γράμματα ἐν στήλαις ἐγγεγραμμένα, ἐγκεχαραγμένα, ἐγκεκολαμμένα, ἐνσεσημασμένα, ἐντετυπωμένα, ἐγκείμενα, ἐναποκείμενα ἐγκατακείμενα, ἐμπεποιημένα, ἐνειργασμένα, ἐνόντα, ἐγγεγλυμμένα. καὶ ἐγγράψας, ἐγχαράξας, ἐγκολάψας, ἐνσημηνάμενος, ἐγκόψας, ἐγγλύψας, ἐνθείς, ἐνεργασάμενος, ἐγκαταθέμενος, ἐμποιήσας, ἐντυπώσας [150] ἐντυπωσάμενος, κοιλάνας, βαθύνας. καὶ τὰ μὲν ὑπέργεια, ἐπιφανῆ, ἔκδηλα πρόδηλα ἐπίδηλα, ἐπίσημα, θεατά εὐθέατα ‑ τὸ γὰρ εὔσημα εὐτελές ‑ τὰ δ' ὑπόγεια, ἀφανῆ, ἄδηλα, τὰ δὲ χρόνια, ἀρχαῖα παναρχαῖα, παλαιά παμπάλαια, ἄσημα, ἀσαφῆ, συγκεχυμένα, ἀμυδρά, ἀμαυρά, ἐξίτηλα, ἀθέατα δυσθέατα, δύσγνωστα ἄγνωστα, δυσγνώριστα ἀγνώριστα, ἀτέκμαρτα, δυσόρατα ἀνόρατα ἀδιόρατα, κατερρυηκότα ἐξερρυηκότα διερρυηκότα, δυσσύμβολα ἀξύμβολα, δυσείκαστα, ὕποπτα ἀνύποπτα.
[151] Διακορής εἰμι αὐτοῦ, ὑπερκορής κατακορής, εἰς κόρον ἦλθον, διάκορός εἰμι, κατάκορος, πέρα κόρου προελήλυθα, πλήρης εἰμί, μεστός, ἔμπλεως ὑπέρπλεως ἀνάπλεως κατάπλεώς εἰμι, ἐμπέπλησμαι, κεκόρεσμαι, διακόρως ἔχω, κατακόρως ὑπερκόρως, ἐν πλησμονῇ εἰμί, προσίσταταί μοι.
Ἀναμφίβολον, ἀναμφίλογον ἀναμφίλεκτον, ἀναντίλεκτον, [152] βέβαιον, ἀνενδοίαστον, ἀναμφισβήτητον, ἀναντίρρητον, πάγιον. καὶ τὰ ἐπιρρήματα ἀναμφιλόγως, ἀναμφιβόλως, ἀναμφιλέκτως ἀναντιλέκτως, βεβαίως, ἀνενδοιάστως, ἀναμφισβητήτως, ἀναντιρρήτως, παγίως. καὶ λέγοιτ' ἂν ἐπὶ τούτου οἶδα, εὖ οἶδα, ἐπίσταμαι, πείθομαι πέπεισμαι ὑπερπέπεισμαι, πεπίστευκα, διεγγυῶμαι, διαβεβαιοῦμαι, διισχυρίζομαι, διορίζομαι, διατείνομαι, διηκριβωσάμην, ἐπιστωσάμην, [153] ἀκριβολογοῦμαι· τὸ γὰρ ἀκριβάζω ἀπειρόκαλον. ἀπὸ δὲ τοῦ ἐναντίου πρᾶγμα μέν ἐστι τὸ ἀμφίβολον, ἀπαγὲς καὶ ἀβέβαιον, καὶ 'ὅρος οὐκ ἀντίλεκτος' παρὰ Θουκυδίδῃ (IV 92. 4), καὶ καθ' ἕτερον σχῆμα ἀντιλογία καὶ ἐνδοιασμὸς καὶ ἀμφισβήτησις· οὐ γὰρ καὶ ἀντίρρησις. ἐπίρρημα δὲ μόνον τὸ ἀμφιβόλως. ῥήματα δ' ἀμφιβάλλω, ἀπιστῶ, ὑποπτεύω, ἐνδοιάζω, ἀμφιγνοῶ, ἀντιλέγω, ἀμφισβητῶ, διαπορῶ, εἰκάζω, τεκμαίρομαι, ὑφορῶμαι, ὑπονοῶ, διστάζω ὡς Πλάτων (Soph 235 A saep).
[154] Ἑρμηνεὺς καὶ ἑρμηνευτής, γλῶτταν συμβάλλων, γλῶτταν ὑποκρινόμενος, γλώττης ὑποκριτής, γλώττης συμβολεύς, γλώττης μεταβολεύς, γλώττης μηνυτής, γλώττης ἀλλοτρίας ἐπιστήμων, δίγλωττος δίφωνος, πολύγλωττος πολύφωνος. διαμηνύων τὴν φωνήν, ἐκμηνύων, διαγγέλλων, ἑρμηνεύων ἀφερμηνεύων, μεταβάλλων μεταφέρων μεταπλάττων, ἀφελληνίζων, διαφέρων. τὰ δὲ πράγματα ἑρμηνεία, μήνυσις, μεταβολή, ἑρμήνευσις, ἐξήγησις, μεταφορά διαφορά, ὑπόκρισις.
[155] Εἶμι, ἥξω, ἀφίξομαι, παρέσομαι παραγενήσομαι. ἀπαντήσομαι, ἐπάνειμι ἐπανήξω· τὸ γὰρ ἐλεύσομαι Ὅμηρος (Ζ 365 saep) μὲν εἴρηκεν, τῶν δὲ καταλογάδην οὐχ οἱ κεκριμένοι. πρᾶγμα δ' ἄφιξις καὶ παρουσία. οὐ μὴν ἐπίρρημα οὐδ' ὄνομα, ἀλλὰ μετοχαί.
[156] Ποιῶ, πράττω, διοικῶ εὖ διοικῶ διοικοῦμαι, διαπράττομαι, ἐργάζομαι ἐξεργάζομαι, διατίθεμαι, διοικονομῶ, διαχειρίζω. διαχειρίζομαι μεταχειρίζομαι. καὶ τὰ πράγματα ποίησις, πρᾶξις, διοίκησις, ἐργασία, διάθεσις, διαχείρισις μεταχείρισις. τὰ δ' ὀνόματα καὶ τὰ ἐπιρρήματα κοινὰ καὶ πρὸς ἕτερα.
[157] Ἴσον, ἰσάριθμον, ἰσοπληθές, ἰσοτελές, ἰσόμηκες, ἰσομέγεθες, ἰσομέτρητον, ἰσοστάσιον, ἰσόσταθμον, ἰσόνομον, ἰσότιμον. καὶ κατ' ἄλλο χρείας εἶδος ὅμοιον, ἐοικός, ἀντίπαλον ἰσόπαλον ἰσοπαλές, ἰσοκρατές, ἐνάμιλλον ἐφάμιλλον· τὸ γὰρ ἀγχώμαλον, εἰ καὶ Θουκυδίδης (III 49 saep) εἶπε, τραχύ.
[158] Κλέος, δόξα, φήμη, ὄνομα, εὐφημία πολυφημία, λαμπρότης, εὐδοξία, εὐδοκίμησις, καὶ ἀκμὴ δόξης, εὐθηνία δόξης, ζῆλος, εὔκλεια, μνήμη. καὶ εὐκλεής, ἔνδοξος, ὀνομαστός, εὔδοξος, εὐδόκιμος, λαμπρός, ζηλωτός, ἐκφανής ἐπιφανής, περίβλεπτος, περιβόητος διαβόητος, περίφημος, ἀείμνηστος, ἀκμάζων δόξῃ, εὐθηνούμενος, [159] ὀνόματι γνώριμος. τὰ δ' ἐπιρρήματα εὐκλεῶς, ἐνδόξως, ὀνομαστῶς, εὐφήμως, εὐδοκίμως, ζηλωτῶς, λαμπρῶς, ἐκφανῶς ἐπιφανῶς, περιβλέπτως, περιβοήτως, γνωρίμως. τὰ δὲ ῥήματα εὐδοκιμεῖν, εὐδοξεῖν, λαμπρύνεσθαι, ἀκμάζειν δόξῃ, εὐθηνεῖν, διωνομάσθαι, ἀποβλέπεσθαι. ἐκ δὲ τῶν ἐναντίων ἄδοξος, ἀκλεής δυσκλεής, ἀνώνυμος, ἀφανής, ἀγνώριστος ἄγνωστος, ἀδόκιμος, ἀζήλωτος· [160] ἐπιβόητος δὲ καὶ ἐπίρρητος καὶ ἐπίψογος· καὶ τὰ πράγματα ἀδοξία κακοδοξία, δύσκλεια, δυσφημία, ἀγνωσία, καταβοὴ ὡς Θουκυδίδης (I 73 saep). καὶ τὰ ἐπιρρήματα ἀδόξως, ἀκλεῶς δυσκλεῶς, δυσωνύμως ἀνωνύμως, ἀφανῶς, δυσγνωρίστως ἀγνώστως, ἀδοκίμως, ἀζηλώτως, ἐπιβοήτως, ἐπιρρήτως. ῥῆμα δὲ μόνον τὸ ἀδοξεῖν· τὰ δὲ λοιπὰ σὺν τῷ εἶναι ῥητέον, ἀνώνυμον εἶναι, ἀκλεᾶ εἶναι.
[161] Φιλοπαίκτης φιλοπαίγμων, φιλοπαίσμων, φιλοπαίστης, φιλόγελως, φιλογελοιαστής· καὶ ἑτέρας εἶναι χρείας κομψός χαρίεις στωμύλος, καὶ ἄλλης φιλοσκώμμων εὐσκώμμων σκωπτικός, τωθαστικός. καὶ τὰ ἐπιρρήματα φιλοπαιγμόνως, γελοίως, κομψῶς, χαριέντως, στωμύλως, φιλοσκωμμόνως εὐσκωμμόνως σκωπτικῶς, τωθαστικῶς. τὰ δὲ πράγματα φιλοπαιγμοσύνη, παιδιά, γέλως, κομψεία, χαριεντισμός, στωμυλία, φιλοσκωμμοσύνη εὐσκωμμοσύνη σκῶμμα, τωθασμός. ῥήματα δὲ παίζειν, γελᾶν, γελοιάζειν, κομψεύεσθαι, χαριεντίζεσθαι, στωμύλλεσθαι, σκώπτειν, τωθάζειν.
[162] Ἐπὶ τοῦ μηδενὸς ἀξίου εὔωνος, οὐδεὶς οὐδαμόθεν, εὐτελής, τοῦ μηδενὸς τίμιος, ὃν πολλοῦ ἄν τις ἡγήσαιτο τοῦ μηδενός, ἀνεμιαῖος, εὐκαταφρόνητος, κατάπτυστος ἀπόπτυστος, οὐδὲ τοῦ τυχόντος ἄξιος, οὐδὲ τοῦ προστυχόντος, παντὸς ὤνιος, φθόρος, οὗ τὸ [163] μηδὲν τιμιώτερον, ὄλεθρος, κάθαρμα, περίτριμμα, ἀπερριμμένος, ἐπευωνισμένος, ἀγνώριστος ἄσημος, ἀνώνυμος, ἄδοξος, ἀφανής, 'ὃν οἰωνίσαιτ' ἄν τις,' ἄδηλος, ἄπορος, κακοδαίμων, ἄθλιος, ἀντ' οὐδενός, ἄτιμος ἠτιμωμένος, ταπεινός, δύστηνος ἀνδράποδον, αἰσχύνη τῶν συνόντων, τῶν εἰς αὐτὸν ἰόντων ὄνειδος, ἀνδραποδώδης, εἰκαῖος, συρφετός, εὐωνότερος τῶν ἀποκεκηρυγμένων ὠνίων, τῶν ἐν ταῖς τριόδοις καθαρμάτων ἐκβλητότερος, κοπρίων ἐκβλητότερος, εἰ δεῖ καθ' Ἡράκλειτον (frg 85 Byw) λέγειν, τῶν ὀξυθυμίων ἀτιμότερος.
[164] χρὴ δ' οὐδὲν θαυμάζειν εἴ τινα τοιαῦτα ὀνόματα ἐπὶ πλειόνων σημαινομένων λέγομεν. ὥσπερ γὰρ ἔστι πλείω ταὐτὸν σημαίνοντα, οὕτως ἔνια ἐπὶ πολλοῖς τάττεται, καθάπερ εἰ φαίης τὸν σοφόν· ἐπὶ γὰρ μυρίων ἂν τάττοιτο τῶν κατὰ σοφίαν τι δρώντων, ὅπου γε καὶ τέκτονι σοφίαν Ὅμηρος (Ο 412) ἐπωνόμασεν. ὁ δὲ βαρὺς εἴη ἂν καὶ ὁ βίαιος καὶ ὁ ἀλαζὼν καὶ ὁ στάσιμος, ὥσπερ καὶ ὁ ἀπόπληκτος ὅ τε μαινόμενος καὶ ὁ ἀνόητος καὶ ὁ νοσῶν. καὶ πολλὰ ἂν καὶ τῶν ἄλλων τοιαῦτα εἴποι τις ἐπεξιών.
[165] Βούλομαι, ἐθέλω θέλω, προαιροῦμαι, ἐπιποθῶ, ἐπιθυμῶ ὑπερεπιθυμῶ, ἐφίεμαι, ἐπείγομαι, ὀρέγομαι ὑπερορέγομαι, γλίχομαι ‑ τὸ γὰρ ἱμείρω ποιητικόν ‑ ὀριγνῶμαι, βουλομένῳ μοί ἐστιν, ἐπιθυμητικῶς ἔχω· τοῦτο γὰρ μόνον ἐπίρρημα ἔχει, καὶ ὄνομα τὸν ἐπιθυμητήν, τὰ δ' ἄλλα μετοχάς. πράγματα δὲ βούλησις προαίρεσις, ἐπιθυμία, ὄρεξις, ἔφεσις, ἔρως· ἡ γὰρ θέλησις ἰδιώτου. τάχα δ' ἂν τούτοις συντάττοιτο ἐρῶ τοῦ πράγματος, ἀμφισβητῶ ὑπεραμφισβητῶ, μέτειμι, μεταδιώκω· ἡ γὰρ ἀμφισβήτησις καὶ ἐπιδικασία καὶ μέθοδος ἑτέροις μᾶλλον προσήκουσιν, ἡ δὲ μεταδίωξις σκληρόν. ὅθεν καὶ μόνον ἂν εἴποις ἐπίρρημα τὸ ἐρωτικῶς.
[166] Εἴποις δ' ἂν ἐπὶ τῶν ἤδη γεγραμμένων νόμων ἢ ψηφισμάτων γέγραπται, ὥρισται, δέδοκται, διώρισται, τέτακται, κεχειροτόνηται, ἐπικεχειροτόνηται, πεπίστευται, δεδοκίμασται, ἐξήτασται, κέκριται, προβεβούλευται βεβούλευται, κεκύρωται ἐπικεκύρωται, νενομοθέτηται, εἰσενήνεκται προεισενήνεκται. προεξήτασται, προκέκριται, πάλαι κεῖται, πάλαι τετήρηται, πάλαι πεφύλακται, προείθισται.
[167] Τὸ μὲν μετρίως ἔχειν εἴποις ἂν συμμέτρως, ἀποχρώντως, ἀρκούντως, ἱκανῶς, αὐτάρκως, μεμετρημένως· τὸ δ' ἀμέτρως ἔχειν, εἰ μὲν κατὰ τὸ πλέον, ἐκμέτρως καὶ ὑπερμέτρως καὶ περιττῶς, εἰ δὲ κατὰ τὸ ἔλαττον, ἐνδεῶς τε καὶ ἐλλιπῶς.
[168] Συστρέψαι τὸ σῶμα, συνελκύσαι, συναγαγεῖν, συναθροῖσαι, συστεῖλαι, συσπειρᾶσαι, συγκάμψαι. παραπλήσιον δέ τι καὶ τὸ ἰλυσπᾶσθαι νοεῖ. τὸ δ' ἐναντίον ἐκτεῖναι τὸ σῶμα, προτεῖναι τὰ κῶλα, ἁπλῶσαι, χαλάσαι, διαχέαι, ἀποτεῖναι, ἀποτάδην. τὸ δὲ μετὰ χάσμης ἀποτείνειν ἑαυτὸν σκορδινᾶσθαι λέγουσιν.
[169] Ἐφ' ὧν Πλάτων (Tim 35 A saep) λέγει τὸ ταὐτὸν καὶ τὸ θάτερον, τὸ μὲν ταὐτὸν εἴποις ἂν μόνιμον, βέβαιον, στάσιμον, ἀμετάστατον ἑστηκός, ἀμετακίνητον, ἀγέννητον, ἀμερές, ἀναφές, ἀθάνατον, ἄληπτον, ἄλυτον, ἀνώλεθρον, ἀίδιον, ἄφθαρτον, θεῖον, μονοειδές, ἀσχημάτιστον, ἀνενδεές, ἀνελλιπές, ἀσώματον, ἀόρατον, ἀχρώματον, ἀεικίνητον, αὐτοκίνητον, ἀείζωον, αὔταρκες [170] αὑτῷ, ἀτάρακτον, καθεστηκός, τὸ δὲ θάτερον ἀβέβαιον, εὐμετακίνητον μετακινούμενον πολυκίνητον, πολύφορον, μετατρεπόμενον, φερόμενον, πλανώμενον πλανητόν, μεταπλαττόμενον μεταρρυθμιζόμενον, μετασχηματιζόμενον, γεγονός, γενητόν, ἁπτόν, θεατόν, μεριστόν, φθαρτόν, πολυμιγές, θνητόν, πολυσχιδές, παυόμενον, ἀπολλύμενον, πολυσχημάτιστον, πολλῶν ἐπιδεές, σωματοειδές, ὁρατόν, αἰσθητόν, πολυχρώματον, μετασκευαζόμενον μεθαρμοζόμενον, πολλῶν προσδεές, ἐνδεές, ταραχῶδες, θορύβου μεστόν, ἐφήμερον.
[6]
[1] Κομμόδῳ Καίσαρι Ἰούλιος Πολυδεύκης χαίρειν. τὰ μέν τινα τῶν ὀνομάτων ὡς κρίνων ἔγραψα, τὰ δ' ὡς μὴ παριεὶς ἐμήνυσα. ἐνίοις δὲ τῶν ἀμφιβόλων προσέθηκα τοὺς μάρτυρας, ἵνα τοὺς εἰπόντας εἰδῇς, ἔστι δ' ὅπου καὶ τὸ χωρίον ἐν ᾧ τοὔνομα, ἐπὶ δέ τινων καὶ τὴν λέξιν αὐτήν. οὐ μὴν ἐπὶ πάντων ταὐτὸν τοῦτ' ἐπενόησα, ὅπου μὴ κατήπειγεν, ἵνα μὴ τοῖς βιβλίοις περιττὸς ὄγκος προσῇ. ἔρρωσο κύριε.
[7] Ἐπεὶ δ' οὐδὲ τῶν συμποτικῶν ὀνομάτων ἀμελητέον, χρὴ λέγειν τὸ μὲν χωρίον συμπόσιον, ἀνδρῶνα, συσσίτιον, τρίκλινον οἶκον ἢ πεντάκλινον ἢ δεκάκλινον, καὶ παστάδα δ' ἀπὸ τοῦ πάσασθαι, καὶ συναγώγιον· τὸ δὲ πρᾶγμα πότον ἢ συσσιτίαν ἢ συμποσίαν ἢ σύνοδον τὴν ἐν οἴνῳ ἢ θίασον ἢ εἰλαπίνην ἢ ἔρανον ἢ ἑστίασιν ἢ ἄριστον ἢ δεῖπνον ἢ σύνδειπνον ἢ θοίνην ἢ ξενισμόν ‑ ἡ γὰρ Θουκυδίδου [8] (VI 46. 3) ξένισις τραχύ ‑ τοὺς δὲ συνιόντας συμπότας, ὁμοσίτους συσσίτους, συνουσιαστάς, θιασώτας ἢ θιασίτας, εἰλαπιναστάς, ἐρανιστάς. ἰδίως δὲ τοὺς τῶν θιασωτῶν οἴκους φωλητήρια ὠνόμαζον. τὸ δ' ἔργον συναγαγεῖν συμπόσιον, συστῆσαι, πληρῶσαι, συγκροτῆσαι, συναθροῖσαι, συγκαλέσαι. καὶ 'κληθῆναι δ' ἐπὶ δεῖπνον' ἥτε παροιμία λέγει καὶ Μένανδρος (fg 364. 2), καὶ Δημοσθένης (XIX 196) 'κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν υἱὸν τοῦ Φαιδίμου,' καὶ (fg 31 Tur) 'τοῖς συναντῶσιν ἐρωτώμενοι ἐπὶ δεῖπνον ἔφασκον κληθῆναι.' αἱ δὲ δημόσιαι ἑστιάσεις εὐωχίαι, θάλειαι, πανδαισίαι, δημοθοινίαι, τάχα δὲ καὶ σιτήσεις.
[9] ἐφ' ὧν δ' ἔστι κατακεῖσθαι, κλῖναι κλινίδες κλινίδια, σκίμποδες, ἀσκάνται, στιβάδες, ἡμικύκλια, κλιντήρια, χαμεύνια, χαμεύνη, τὸ δὲ καλούμενον ἀνάκλιντρον ἐπίκλιντρον Ἀριστοφάνης (Eccl 907 et fg 44. 2) ἔφη, τὸ δ' ἐνήλατον κλιντήριον. εἶτα φυλλάδες, πτερίδες, πόαι, τυλεῖα, κνέφαλα, προσκεφάλαια ὡς Δημοσθένησ() καὶ πολλοί. καὶ ποτίκρανον δ' οἱ κωμικοὶ (CGF I p 156. 10 Kaib) τὸ προσκεφάλαιον ἢ τὸ ὑπηρέσιον. ὑπαυχένιον. ἀμφίταποι· εἰσὶ δ' οἱ ἐξ ἑκατέρου δασεῖς, [10] ὡς τάπητες οἱ ἐκ θατέρου. ὑπαγκώνια στρώματα, περιστρώματα ὑποστρώματα ἐπιβλήματα, ἐφεστρίδες ἀμφιεστρίδες χλαῖναι, ἐπιβόλαια δάπιδες τάπιδες ψιλοδάπιδες, ξυστίδες χρυσόπαστοι, ὡς Εὔβουλος (II p 211. 134 Ko)
ταῖς ξυστίσιν ταῖς χρυσοπάστοις στόρνυται. τὸ δ' ἀγγεῖον ἐν ᾧ τὰ στρώματα ἐνῆν κοίτην ὠνόμαζον· τὰ δ' εἰς κοίτην στρώματα ἐνεύναια λέγουσιν. ὅτι δὲ καὶ πτίλοις τὰ κνέφαλα ἀνεπλήρουν, Εὔβουλος ἐν Ἀγχίσῃ (II p 165. 5 Ko) διδάσκει· καὶ [11] πτερωτὰ καὶ πτιλωτὰ προσκεφάλαια ὀνομάζουσιν. καυνάκας δέ τινας πορφυροῦς ἐπὶ στρωμάτων Μένανδρος (fg 972) ὠνόμασεν. τὰς δ' ἐγκοιμητηρίας ψιάθους χαμευνίας ὠνόμαζον.
ὁ μὲν οὖν συνιστὰς τὸ συμπόσιον ἑστιάτωρ, ἑστιῶν, ξενίζων, συμποσίαρχος, συμποσίου ἄρχων, ὁ τῆς συνουσίας ἡγεμών· ὁ γὰρ οἰκοδέγμων τραγικόν (T G F adesp 594). καὶ ἄλλως δὲ καλεῖται συμποσίαρχος ὁ ἐν ἰσοτελεῖ τινὶ κοινωνίᾳ κατὰ κλῆρον ἢ κατὰ δόγμα προαιρεθεὶς τοῦ συμποσίου ἐπιμελητής. εἴποις δ' ἂν τὸν ἑστιάτορα καὶ ἑστιοῦχον [12] κατ' Ἀριστοφάνην (fg 776). οἱ δὲ συγκληθέντες δαιτυμόνες δαιταλεῖς, ἐπίκλητοι σύγκλητοι κλητοί, συμπόται, σύνδειπνοι. ἄκλητοι, οὓς ἀνεπαγγέλτους Κρατῖνος (fg 44) καλεῖ. ἀσύμβολοι, ἀπὸ συμβολῶν, ἀφ' ὧν οἱ Ἀττικοὶ μακρὰς διδόναι συμβολὰς ἔλεγον ἀντὶ τοῦ μεγάλας. καὶ προκλίτης μὲν ὁ τῆς ἑστιάσεως πρωτοστάτης, ὁ δὲ παρακατακείμενός τινι συμπότης συγκλίτης παρακλίτης· σύγκλινον δὲ Μένανδρος (fg 1070) λέγει. ὁμοτράπεζος συντράπεζος, ὁμόσιτος σύσσιτος, ὁμόδειπνος.
[13] ὁ δὲ φροντίζων τῆς ὑπηρεσίας ἁπάσης τραπεζοποιός. ἡ δ' ὑπηρεσία παῖδες, οἰνοχόοι, τραπεζοκόμοι, τομεῖς, μάγειροι, ὀψοποιοί, ὀψαρτυταί. καὶ τὸ μὲν μαγειρεῖον ὀπτανεῖον, τὰ δ' ἀρτύματα ἡδύσματα. ἵνα δ' ἔγκειται τὰ τῶν ἡδυσμάτων ἀγγεῖα, κυψέλη· ἵνα δὲ τὰ ὄψα, κίστη ὀψοφόρος ἢ κίστη δειπνοφόρος.
[14] ἵνα δ' ὁ οἶνος, λάγυνος, πυτίνη, ἀσκός, κρατήρ, προχοίδιον, κάδος καδίσκος κρωσσός βῖκος, ὡς Ξενοφῶν (An I 9. 25), κεράμιον, ἀμφορεύς ἀμφορίσκος, σταμνίον, ἀγγεῖον οἰνοφόρον ὑάλου ἢ κεράμου πεποιημένον, πίθος ἢ πιθάκνη· Ὑπερείδης (fg 265 Bl) δὲ καὶ πιθάκνιον εἴρηκεν. εἰ δὲ καὶ Ἀριστοφάνης (fg 423) ὠνόμασεν ὕρχας [15] οἴνου, δηλοῖ μὲν ἡ λέξις τῷ βίκῳ προσεοικὸς κεράμιον, ἔστι δ' Αἰολικὸν τοὔνομα. τὰς δ' ἀποθήκας τοῦ οἴνου Ξενοφῶν (Hellen VI. 2. 6) μὲν οἰνῶνας εἴρηκεν, Εὔπολις (437) δὲ πιθῶνας. κρατῆρες δ' ὁ μὲν πρῶτος Διὸς Ὀλυμπίου καὶ Ὀλυμπίων θεῶν, ὁ δὲ δεύτερος ἡρώων, ὁ δὲ τρίτος Διὸς σωτῆρος τελείου, ὅτι καὶ τὰ τρία πρῶτος τέλειος ἀριθμός. καὶ ὁ μὲν οἶνος πόμα καὶ πῶμα καὶ ποτόν, ἡδύς, ἐπαγωγός, γλυκύς, αὐστηρός, μελιηδής, ἀνθοσμίας, Θάσιος, Χῖος καὶ ὁ τούτου [16] ἄριστος Ἀριούσιος, Μενδαῖος, Μενδήσιος, Ἰσμαρικός, Λέσβιος, Πεπαρήθιος, Χαλυβώνιος, Πράμνειος, Μαρωνείτης· οὔπω γὰρ οἱ παλαιοὶ τὸν Ἰταλιώτην ᾔδεσαν ἀκριβῶς, ἐπεὶ οὐκ ἔστιν ὅντινα ἂν τούτου προύθεσαν. καί που γλυκὺς καὶ Πόλλιος· ἔστι μὲν ἐκ Συρακουσῶν, Πόλλις δ' αὐτὸν ὁ Ἀργεῖος πρῶτος ἐπεσκεύασεν, ἀφ' οὗ καὶ τοὔνομα, ἢ ἀπὸ τοῦ Συρακουσίων βασιλέως Πόλλιδος, ὡς Ἀριστοτέλης (fg 585 R) λέγει. καὶ σίραιον δ' ἐκάλουν τὸν ἐκ γλεύκους ἡψημένον [17] γλυκύν, καὶ Θήραιον τὸν ἐκ Κρήτης. ἦν δέ τις καὶ μυρίνης οἶνος, μύρῳ κεκραμένος· οἱ δὲ τὸν γλυκὺν οὕτως οἴονται κεκλῆσθαι. καὶ μελίκρατον δέ, τὸ νῦν οἰνόμελι. ἦ που δὲ καὶ τὸ νῦν ἕψημα ὀνομαζόμενον, ὅπερ ἐστὶν οἶνος ἐξηψημένος εἰς γλυκύτητα· καὶ τοῦτ' ἄν τις οἴοιτο εἰρημένον ἐν τῇ τοῦ Πλάτωνος τοῦ κωμικοῦ Συμμαχίᾳ, (I p 639. 149)
τὸ γὰρ ἕψημά σου
γευόμενος ἔλαθον ἐκροφήσας.
καὶ πρότροπος δ' ἦν τις οἶνος, ὁ πρὶν ἀποθλίβεσθαι ἐκρυείς. ὁ δὲ φαῦλος οἶνος δευτερίας, ἐξεστηκώς, ἐντροπίας ὀξίνης ὀξώδης· ὁ [18] μέντοι δευτερίας καὶ τρυγηφάνιος ἐκαλεῖτο. τὸν δ' οἶνον καὶ τρύγα ἐκάλουν ὡς Κρατῖνος ἐν Ὥραις (250)·
ἀλλ' ἦν ὅτ' ἐν φώσωνι τὴν ἴσην ἔχων
μετ' ἐμοῦ διῆγες, οἴναρον ἕλκων [τῆς] τρυγός.
αὐτίτης δ' οἶνος ὁ ἐπιχώριος, σακκίας δ' ὁ διυλισμένος καὶ σακτὸς παρ' Εὐπόλιδι (439). τὸ δὲ τρῖμμα πόμα ἦν μετ' ἀρωμάτων παρὰ τοῖς νέοις κωμικοῖς (Alexis fg 188. 2). ἐπῄνουν δ' οἶνον τὸν τρία φέροντα, τουτέστιν ὕδατος τὸ τριπλοῦν· Ὅμηρος (I 209) δὲ
ἓν δέπας ἐμπλήσας ὕδατος δ' ἀνὰ εἴκοσι μέτρα.
[19] ὅτῳ δ' ὁ οἶνος ἀρύεται, ἀρυστήρ ἀρύστιχος, ἔφηβος, οἰνήρυσις, κοτύλη, λεπαστή, οἰνοχόη, κύαθος, ὅτῳ δὲ διηθεῖται, ὑλιστὴρ καὶ σάκκος καὶ τρύγοιπος. καὶ σίφωνα μέν, ὅτῳ ἐγεύοντο, Ἱππῶναξ εἴρηκεν, (fg 56)
σίφωνι λεπτῷ τὸ ἐπίθημα τετρήνας, σιφωνίζειν δ' Ἀριστοφάνης (Thesm 557).
καὶ ἀπὸ μὲν τοῦ πίνειν πότης συμπότης, ποτικὸς ποτίστατος, συμποτικός συμποτικώτατος, καὶ πότις γυνὴ παρὰ Φρυνίχῳ τῷ κωμικῷ (I fg 71). προπίνειν διαπίνειν, διαμιλλᾶσθαι ἐν πότῳ, ἐκπίνειν [20] ὑποπίνειν ‑ ὃ καὶ ὑποψακάζειν λέγουσι ‑ φιλοποτεῖν, καταπίνειν· ἤδη δὲ τοῦτο καὶ ἐπὶ τροφῆς ἔνιοι λέγουσιν, Αἰσχίνης (I 116) δὲ καὶ τὴν οὐσίαν ἔφη κατέπιεν. καὶ λύχνον δὲ πότην Ἀριστοφάνης (Nub 58) ἔφη. φιλοπότης δὲ καὶ, ἀκρατοπότης ἀκρατοπώτης, ὑδροπότης, ὑδροπώτης, φιλοποσία, ἀκρατοποσία ἀκρατοπωσία, ὑδροποσία ὑδροπωσία, φαρμακοποσία. ἀπὸ τοῦ πιεῖν συμπιεῖν ἐκπιεῖν ἀκρατοποτεῖν ὑδροποτεῖν κλεψιποτεῖν. μετριοποτίστατος· τὸ γὰρ ἁπλοῦν ὁ μετριοπότης εὐτελές. γαλακτοπόται γαλακτοποσία· εἴποις δ' ἂν καὶ συμποτικὰς τύχας. ποτικῶς συμποτικῶς.
[21] ἀπὸ δ' οἴνου ἐρεῖς φίλοινος φιλοινία, καὶ πάροινος παροινία παροίνως παροινῆσαι. ἔξοινος, οὐ μέντοι καὶ ἐξοινία οὐδὲ ἐξοίνως, ἴσως δ' ἐξοινῆσαι, διῳνωμένος δὲ καὶ κατῳνωμένος ὡς Πλάτων (Leg VII 815 C), καὶ ᾠνωμένοι ὡς Κρατῖνος (fg 432) δύσοινος, καὶ οἰνόφλυξ οἰνοφλυγία οἰνοφλυγεῖν, καὶ οἰνομάχλη. ἀπὸ δ' οἴνου καὶ οἰνάνθαι αἱ ἄμπελοι καὶ οἴναρα τὰ φύλλα, καὶ οἰνόπτης [22] ὁ τὸν οἶνον ἐπιβλέπων· οὗτος δὲ καὶ λύχνους καὶ θρυαλλίδας παρεῖχε, καὶ τὴν ἐξ ἴσου πόσιν ἐφεώρα. καὶ οἰνοπότης, καὶ οἰνοπότις γυνὴ ὡς Ἀνακρέων εἶπεν (fg 162), καὶ οἰνοποτῶν, ὅπερ Ὅμηρος (Y 84, ε 309, υ 262), εἴρηκεν οἰνοποτάζων. καὶ πολυοινότατον χωρίον ὡς Θουκυδίδης (I 138), καὶ ἄμπελοι ἡδύοινοι ὡς Ξενοφῶν (Anab VI 4. 6), καὶ εὔοινοι δέ· τὸ γὰρ οἰνίζεσθαι ἐπὶ τῶν τὸν οἶνον ὠνουμένων δεινῶς ποιητικόν (Hom Θ 546). ἡ δ' οἰνιστήρια οἴνου δόσις ὑπὲρ τῶν παίδων ἐν τοῖς φράτερσιν. οἰνιὰς δὲ καὶ οἰνὰς ἡ ἀγρία [23] περιστερά, καὶ οἰνοῦττα μᾶζα ἡ οἴνῳ δεδευμένη. καὶ οἰναγωγὸν πλοῖον παρὰ Κρατίνῳ (370), καὶ οἰνηρὸς θεράπων παρὰ Ἀνακρέοντι (fg 161), καὶ παρὰ Κρατίνῳ (187. 6)
οὐδ' ὀξύβαφον οἰνηρὸν ἐπικεκτήσεται. καὶ Αἰσχύλος (fg 96)
μήποτε κρωσσούς
μήτ' οἰνηροὺς μήθ' ὑδατηρούς
λιπεῖν ἀφνεοῖσι δόμοισιν.
ἔστι δ' εἰπεῖν ἐπανέπλει τὸ ποτὸν καὶ ἐπανῄει. καὶ ἄκρατος οἶνος, ἀμιγὴς πρὸς ὕδωρ, ἄμικτος. ἄκρατον σπάσαι. κεκραμένος, εὔκρατος [24] εὔκρας εὐκραής, εὐκέραστος. αὐτόκρας ὁ μηδεμιᾶς προσθήκης δεόμενος, καὶ αὐτοκέρας καὶ αὐτόκρατον· καὶ νεόκρατον καὶ νεόκρας ὁ νεωστὶ κεκραμένος. καὶ ἀκρατότερος, καὶ ὡς Ὑπερείδης (I p 23 Bl) ἀκρατέστερον. ἔστι δὲ καὶ τὸ ἀκρατίσασθαι παρὰ τοῖς παλαιοῖς, ὡς παρ' Ἀριστοφάνει (fg 607).
τί τὸ κακόν; ἀλλ' ἦ κοκκύμηλ' ἠκρατίσω; καὶ κεράσασθαι μίξασθαι συγκεράσασθαι. καὶ κεραννύναι καὶ ἐκεράννυτο· τὸ γὰρ ἐκίρνα καὶ κιρνάναι ποιητικώτερον (Aristoph Eccl 841), ὥσπερ [25] καὶ ὁ κιρνάς· οἱ δὲ πεζοὶ λέγουσι κεραννύς. ἀκρατοπότης τε Ἡρόδοτος (VI 84) ἔφη, καὶ ἀκρατοκώθωνας Ὑπερείδης (I p 23 Bl), οὐ μὴν ἐπαινῶ τοὔνομα. ὃ μέντοι ἀναγαργαρίσασθαι οἱ νῦν λέγουσιν, ἀνακογχυλίσασθαι ἔλεγον, τὸ ἀνακλύσασθαι τὴν φάρυγγα· Πλάτων δ' ὁ κωμικὸς φησὶν· (I p 656. 196)
ἀνακογχυλιαστὸν ἐχθοδοπόν τι σκευάσω. ἀμυστὶ πίνειν, ἀμυστίζειν, χανδὸν πίνειν. Θρᾳκία πρόποσις, Σκυθικὴ πόσις. ὑποβεβρέχθαι, διαθερμαίνεσθαι, σεσεῖσθαι. μέθη μεθύειν μεθύσκεσθαι μεθυστικός, ἡ δὲ γυνὴ μεθύση, καὶ μεθύστρια παρὰ Θεοπόμπῳ [26] τῷ κωμικῷ (I p 755. 93)· ὁ γὰρ μέθυσος ἐπὶ ἀνδρῶν Μενάνδρῳ (fg 67) δεδόσθω. ἐπὶ δὲ τῶν μεθυόντων ἔλεγον τὸ μασχάλην αἴρειν, ὡς τοῦτο ἔθος ὂν τοῖς ἐν μέθῃ· διὸ καὶ Ὅμηρον (ς 100) προειπεῖν 'χεῖρας ἀνισχόντες γέλῳ ἔκθανον.' κραιπάλη κραιπαλᾶν, ἑωλοκρασία. νήφειν, νηφαλίως ἔχειν, νηφαντικὸν εἶναι· τὸ γὰρ νηφαλιεύειν τὸ νηφάλια θύειν ἔλεγον, ὅπερ ἐστὶ τὸ χρῆσθαι θυσίαις ἀοίνοις, ὧν τὰς ἐναντίας θυσίας οἰνοσπόνδους ὠνόμαζον. ἔπινον δέ, ὡς οἱ νῦν, τὸ συνέπινον καὶ ποτοὺς, ἐποιοῦντο Ξενοφῶν (Cyrop IV 5. 7) ἔφη· 'οἱ δὲ Μῆδοι καὶ ἔπινον καὶ ηὐλοῦντο.' Κρατῖνος (135) μέντοι τὸν οἶνον μάρωνα εἴρηκεν·
οὔ πώ πιον τοσοῦτον οὐδὲ πίομαι
μάρωνα.
[27] ἔστι δ' εἰπεῖν ἑστιάτωρ λαμπρός, μεγαλοπρεπής, φιλόξενος, εὔξενος δημοτικός, εὐτράπεζος, καθαρειότητι χαίρων ‑ ὁ γὰρ καθάρειος ἰδιωτικόν, καίτοι τὸ καθαρείως παρὰ Ξενοφῶντι (Cyrop I 3. 8) εἴρηται ‑ διηκριβωμένος, εὐδίαιτος, μεγαλόφρων, φιλοφροσύνης γέμων, εὐάρμοστος, φιλοπροσήγορος, πανηγυρικὸς τὸ ἦθος, ἁβρόβιος ἁβροδίαιτος. ‑ τοὺς δ' ἐναντίους τρυσιβίους ὠνόμαζον, κακοβίους, μικροπρεπεῖς, ἀνελευθέρους.
[28] περὶ δὲ συμπότου δεξιός, συμποτικὸς, ἀστεῖος, ἐπιεικής, εὐαρμόνιος, ἐπιδέξιος, ἐμμελής, εὔμικτος εὐεπίμικτος, ἀξιοκοινώνητος κοινωνικός, συνουσιαστικός, ἐξομολογητικός, φαιδρός, σπουδαῖος. ἵλεως, εὐμενής φιλόγελως, φιλοπαίγμων καὶ φιλοπαίσμων, φιλόφρων, [29] αὐτάρκης ὀλιγοδεής, ὀλιγόσιτος, νήφων, μετριόσιτος. ὁ δ' ἐναντίος σκαιός, ἐκμελής, ἄγροικος, ἄμικτος, εἴρων, ἀλαζών, ὑπεροπτικός, ὑπέρφρων, βαρύς, φορτικός, ἐπαχθής, κομπαστής κομπώδης, περισπούδαστος περίσπουδος ὑπέρσπουδος κατεσπουδασμένος, ἐπισκυθρωπάζων, πεπλασμένος καταπεπλασμένος, σχηματοποιούμενος, φιλοσκώμμων, γελοιαστής τωθαστής τωθαστικός, καγχαστής, ἄπληστος, συρφετώδης, χαῦνυς, πάροινος ἔξοινος, ὑγρός, σφαλερός, δυσόργητος, μεθύων, κραιπαλῶν, παράφορος, λάλος, λῆρος, φλύαρος, κυλικηγορῶν.
[30] ἔστι δ' ἀπὸ οἴνου σπονδή, σπεῖσαι ἀποσπεῖσαι ἐπισπεῖσαι, ἀπόσπονδος ἄσπονδος ἔνσπονδος ὁμόσπονδος ἡμίσπονδος ἐνσπονδότατος ἀσπονδότατος, σπονδῶν καὶ κρατήρων μετασχών, παράσπονδος παρασπονδεῖν, σπονδὰς ἀναιρεῖν. πρόποσις, φιλοτησία. σπονδαρχεῖν τὸ προπίνειν φιλοτησίας. τὰς κύλικας ἐν κύκλῳ [31] περιελαύνειν, πυκνὸν ὑποψεκάζειν. καὶ πότος μεταδόρπιος, καὶ κύλιξ μετανιπτρὶς ἡ ἐπὶ πᾶσιν· εἴποις δ' ἂν τὴν αὐτὴν καὶ ἐπινιπτρίδα. ἐπικωθωνίζεσθαι δὲ τὸ περαιτέρω πίνειν Κριτίας (FHG II p. 69. 4) λέγει. καὶ ὁ μὲν πιεῖν ἐπιθυμῶν διψαλέος καὶ διψῶν, καὶ τὸ πρᾶγμα δίψα καὶ δίψος, καὶ τὸ ῥῆμα διψῆν· ὁ δὲ φαγεῖν ἐθέλων πεινῶν, καὶ τὸ πρᾶγμα πείνη, καὶ τὸ ῥῆμα πεινῆν. Πλάτων δ' ὁ κωμικὸς (I p 641. 156) καὶ κεναγγίαν εἴρηκεν, Ξενοφῶν () δὲ βούλιμον. καὶ Ἀριστοφάνης (fg 608)
τὸν Πειραιᾶ μὴ κεναγγίαν ἄγειν.
[32] Ἡ δὲ τροφὴ ἄρτοι κρέα, ἄλφιτα μᾶζα, ὄψα, σῖτα σιτία, ἐδέσματα, βρώματα. καὶ ἀπὸ μὲν τροφῆς θρέψαι τραφῆναι, τροφεύς, εὔτροφος ἔντροφος σύντροφος, τροφός τρόφιμος, παρατρέφεσθαι συντρέφεσθαι ἀποτρέφεσθαι ὑποτρέφεσθαι. ἀπὸ δ' ἄρτου ἀρτοποιός ἀρτοκόπος, κανοῦν ἀρτοφόρον, ἀρτοσιτεῖν. ἄρτοι ζυμῆτες ζυμῖται καὶ ἄζυμοι· Πλάτων (Tim 74 D) γὰρ τῷ ὀνόματι τούτῳ [33] κέχρηται, οὐκ ἐπὶ ἄρτου μέν, κέχρηται δ' οὖν. ἄρτοι ὀβελίαι, ἄρτοι κριβανῖται, ἄρτοι καχρυδίαι, ἄρτοι ἀπυρῖται. τῶν δ' ἄρτων οἱ ψωμοὶ καλοῦνται ἐνθέσεις. καὶ τὸ ψωμίζειν δ' ἀπὸ τῶν ψωμῶν, ὡς Ἀριστοφάνης φησίν (Lysistr 18)
ἡ μὴν παιδίον
κατέκλινεν, ἡ δ' ἔλουσεν, ἡ δ' ἐψώμισεν.
ἀπὸ δὲ κρεῶν, ἢ ὡς Ξενοφῶν (Cyrop I 4. 13) κρεαδίων, κρεωφάγος κρεωφαγία, κρεανομία, κρεωσιτεῖν, κρεωπῶλαι κρεωπωλεῖν. ἥμερα κρέα, θήρεια κρέα σύεια, χοίρεια, ὀρνίθεια, πολυπόδεια, περδίκεια, λαγῶα. σχελίδες λαγωῶν, τεμάχια κρεῶν. κρεωδαίτης [34] δ' ὁ διατέμνων, ὃν καὶ μάγειρον καὶ ἄρταμον ἔνιοι καλοῦσιν· ἔστι δὲ καὶ παρὰ Λακεδαιμονίοις ἀρχή τις ὁ κρεωδαίτης.
ἀπὸ δὲ σιτίων σῖτα σιτία, σιτεῖσθαι σιτούμενος σίτησις, σιτηρέσιον κακόσιτος ἀπόσιτος φιλόσιτος ἄσιτος εὔσιτος, σιτοφάγος, σιτικός, πολύσιτος ὀλιγόσιτος μετριόσιτος, σύσσιτος συσσιτεῖν, ἀείσιτος, ἐπίσιτις ἐπισιτισμός, παρασιτεῖν καὶ παρὰ τοῖς νεωτέροις παράσιτος [35] ἔστι δὲ καὶ παρὰ τοῖς παλαιοῖς τοὔνομα, οὐ μὴν ἐφ' οὗ νῦν, ἀλλ' ἱερᾶς ὑπηρεσίας τοὔνομα, ὁ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενος· καὶ ἀρχεῖόν τι Ἀθήνησι παρασίτιον καλούμενον, ὡς ἐν τῷ νόμῳ τοῦ βασιλέως ἔστιν εὑρεῖν. ἐπὶ μέντοι τοῦ παρασιτεῖν κατὰ λιχνείαν ἢ κολακείαν πρῶτος Ἐπίχαρμος (fg 34 Kaib) τὸν παράσιτον ὠνόμασεν, [36] εἶτα Ἄλεξις (II p 363). Ὅμηρος (P 575) δ' αὐτὸν εἰλαπιναστὴν λέγει·
ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής. κακοσιτία, ἀποσιτία, σπανοσιτία, ἀσιτία, συσσιτία, συσσίτιον, οἰκοσιτία οἰκόσιτος σιτοδοτεῖν, σιτοδόκη σιτίζειν. παῖδας σιτευτοὺς Ξενοφῶν (An V 4. 32) ἔφη. ἀποσυσσιτεῖν. σιτομέτρης γὰρ καὶ σιταγωγὰ πλοῖα καὶ σιτηγοῦντες καὶ σιτοφύλακες καὶ τὰ τοιαῦτα οὐκ ἀπὸ σιτίων ἀλλ' ἀπὸ σίτου ὠνόμασται, ὡς καὶ τὸ ἐσιτοῦντο παρὰ Θουκυδίδῃ(). καὶ σιτηρέσιον, καὶ σιτοδεία.
[37] ἀπὸ δ' ἀλφίτων ἀλφιτοσιτεῖν, ἀλφιτοποιία, ἀλφίτια ὡς Ὑπερείδης (fg 225 Bl), ἄλφιτα δεύσασθαι, μᾶζαν μάξασθαι, ἀλφιτοπωλητήρια, καὶ γυνὴ ἀφιτοπωλήτρια. ἀπὸ δ' ὄψων ὀψωνεῖν, ὀψοφάγος ὀψοφαγεῖν, ὀψοφαγίστατος κατοψοφαγεῖν, ὀψοφαγία ὡς Αἰσχίνης (I 67), ὀψοποιός, ὀψαρτυτὴς ὡς Ὑπερείδης (fg 251 [38] Bl) ὀψοποιούμενος ὡς Δημοσθένης (LIV 4). καὶ τόπος Ἀθήνησιν, ἀφ' οὗ φασὶν 'ἀπῆλθον εἰς τοὖψον.' Κριτίας δὲ (VS p 628. 60) καὶ ὀψωνίας καὶ ὀψωνεῖν ἔφη, τὸ δὲ ὀψωνεῖν καὶ ὀψονομεῖν ὠνόμασεν Θουγενίδης δ' ἔφη (III p 377. 2 Ko)
ᾔτησεν εἰς ὀψώνιον τριώβολον. παμπόνηρον δ' ὁ Μενάνδρου (fg 1050) ὀψωνιασμός. Ἄλεξις (II p 405. 316) δ' εὐοψίαν εἶπεν.
ἀπὸ δ' ἐδεσμάτων ἔδειν ἔδεσθαι ἐδόμενος ἐδόμεθα, ὀδόντες· ἀπὸ τούτου γὰρ πεποίηνται, οἷον ἔδοντές τινες, οἱ ὀδόντες.
[39] θριπηδέστατον, κατεδήδεστο, τὰ πατρῷα κατεδηδοκώς. ἀπὸ δὲ βρωμάτων βιβρώσκειν διαβιβρώσκειν καταβιβρώσκειν, βρωτικώτερον. χῆνας ἡμιβρώτους φησὶ Ξενοφῶν (An I 9. 26)· καὶ Ὑπερείδης (fg 249 Bl) 'τὰ ὄντα καταβέβρωκεν' φησὶν ἀντὶ τοῦ κατεδήδοκεν. ἄβρωτος δ' ὁ νῆστις παρὰ Σοφοκλεῖ, (fg 882) καὶ ἀβρωσία ἡ ἀσιτία. κοινὸν δὲ κατὰ πάντων ἐσθίειν, φαγεῖν, φαγών καταφαγών, ἐσθίων κατεσθίων, ἐπιφαγεῖν ‑ οὕτω δ' ἔλεγον τὸ ἐπὶ τῷ ἄρτῳ ὄψον ἐπεσθίειν ‑ ἐξέφαγεν.
[40] Μεταγένης (I p 709. 15 Ko) δὲ καὶ λαθροφαγεῖν που λέγει. παμπόνηρον δὲ καὶ τὸ παρὰ Μυρτίλῳ τῷ κωμικῷ (I p 254 fg 4 Ko) καταφαγάς, κἂν Αἰσχύλος (fg 428) αὐτὸ ᾖ προειρηκώς. ἐκ δὲ τούτων ἂν εἴη καὶ ὁ κραδοφάγος· τὸν δὲ ἄγροικον οὕτως ἐκάλουν, ἐπεὶ κράδαι τὰ φύλλα τῶν συκῶν. δυσχερὲς γὰρ ὁ σκατοφάγος. γαλακτοφάγοι, ἀνδροφάγοι, βαλανηφάγοι βαλανηφαγεῖν. τάχα δὲ καὶ τὸ ἐντραγεῖν ἐπιτραγεῖν συκοτραγεῖν.
[41] ὁ δὲ περὶ τροφὴν ἄπληστος ἀκόρεστος, ὡς ὁ ταχέως κορεσθεὶς ἁψίκορος. καὶ κακόσιτος δέ, καὶ ἀπόσιτος ὁ ἀπεστραμμένος ἀπὸ σιτίων, ὡς ἄπιχθυς παρ' Ἀριστοφάνει (fg 564) ὁ ἰχθύων ἄγευστος. οὗτος (Nub 611) δὲ καὶ τὴν ἀσιτίαν ἀπαστίαν ὠνόμασεν. ὁ δ' ἀπλήστως εἰς κόρον ἐσθίων ἀδδηφάγος, ἄδδην ἐσθίων. πολύσιτοι ὀψοφάγοι.
[42] καὶ ἐρέπτειν ἔλεγον τὸ συντόνως ἐσθίειν. ἄχρι κόρου, πέρα κόρου. γάστρις, γαστριζόμενος, γαστρίζειν ὑπογαστρίζειν, γαστρίμαργος γαστριβόρος, γαστριμαργία, λίχνος λιχνεία, λαίμαργος λαιμαργία, τένθης τενθεία, δεινὸς φαγεῖν καὶ ἀγαθὸς φαγεῖν. καὶ φαγέσωρον δὲ τὸν ἄπληστον οἱ κωμικοὶ (III p 601. 1184 Ko) ὠνόμαζον, καὶ [43] τὴν τοῦ τοιούτου γαστέρα φαγεσωρῖτιν φαρμακίτην. τὸ δὲ χορτάζειν Ἀριστοφάνης (Pac 139) εἴρηκε, καὶ τὸ χορτάζεσθαι Ἀραρώς (II p 219. 21 Ko), Ἀναξανδρίδης (II p 163. 76 Ko) δὲ καὶ χορτασμόν. καὶ κάβαισον δ' ἐκάλουν τὸν περὶ τὴν τροφὴν ἄπληστον, ὥσπερ οἱ νῦν τὸν πολυπότην πίθον· κάβος γὰρ σίτου μέτρον. ὁ δὲ μέγας ψωμὸς ἐκαλεῖτο Θετταλικὴ ἔνθεσις. καὶ τὸ μὲν πιεῖν ἐθέλειν [44] διψῆν, τὸ δὲ φαγεῖν βούλεσθαι πεινῆν. τὴν μέντοι ὑπὸ πλήθους τροφῆς δυσχέρειαν, ἐκ τοῦ μὴ πέψαι τρῖψαι τὰ σιτία, ἀπεψίαν μὲν οἱ πολλοί, σὺ δ' ὀξυρεγμίαν ἂν λέγοις. τὸ δ' ἐπὶ τῷ κόρῳ δυσχεραίνειν βδελυγμίαν ὁ Ξενοφῶν (Mem III 11. 13) καλεῖ. τῇ σκιᾷ δ' ἐτεκμαίροντο τὸν καιρὸν τῆς ἐπὶ δεῖπνον ὁδοῦ, ἣν καὶ στοιχεῖον ἐκάλουν· καὶ ἔδει σπεύδειν, εἰ δεκάπουν τὸ στοιχεῖον εἴη,
[45] Τὰ δὲ βρώματα, ὅσα παρὰ τοῖς παλαιοῖς ἔστιν εὑρεῖν, ῥαφανίς, δρυπέπεις ἐλᾶαι, ἁλμάδες καὶ νηκτρίδες, τὰς δὲ κοτινάδας ἐλάας στραβήλους ὠνόμασε Φερεκράτης (I fg 13. 2 Ko)· ἐκαλοῦντο δ' αὗται καὶ φαύλιαι. ἃς δ' οἱ νῦν θλαστάς, ταύτας πυρῆνας οἱ κωμικοί (III p 594. 1131)· καὶ θλαστὰς δ' ἐλάας ἐν Νήσοις ἂν εὕροις Ἀριστοφάνους (fg 391). θέρμους δ' Ἄλεξις εἴρηκεν (II p 395. 266)·
τοὺς θέρμους φαγών
ἐπὶ τῶν προθύρων τὰ λέμμαθ' ὁτιὴ κατέλιπεν.
[46] κοκκύμηλα τῶν ἀποθέτων. συκάμινα· ταῦτα δὲ καὶ μόρα Αἰσχύλος (fg 116, 264 N) ὠνόμακεν, τὰ ἄγρια οὕτως ὀνομάσας τὰ ἐκ τῆς βάτου. τάχα δ' ἄν τις καὶ κεράσια φαίη, κέρασον τὸ δένδρον ἐν τῷ περὶ φύσεως Ξενοφάνους (V S Diels 52. 12) εὑρών. χόνδρος, κῶνοι, μαλάχη, θριδακίνη, κινάρα· οὕτω γὰρ παρὰ τοῖς Δωριεῦσι ποιηταῖς (Sopatros fg 22 C G F Kaib) ἔστιν εὑρεῖν καλουμένην τὴν ἄκανθαν.
[47] σικὺς καὶ σικυὸς πέπων, ὃν καὶ σπερματίαν ὠνόμαζον. τήθη, κογχύλια, ὄστρεα, πορφύραι, κήρυκες, κάραβος, ἀστακός, χῆμαι, κόγχαι, κτένες, τευθίδες. πολυπόδεια κρέα ἢ πλεκτάναι, σηπίαι σηπιδάρια. ἐχῖνοι θαλάττιοι· ἔνιοι δὲ καὶ σπάταγγας καλοῦσιν ἐχίνων τι εἶδος. μήτρα, τέμαχος, συῶν πόδες. μῆλα τῶν Ἑσπερίδων, μῆλα τῶν ὡραίων, κυδώνια μῆλα ὡς Ἀριστοφάνης (fg 924) οὐχ ἁπλῶς κυδώνια [48] καὶ φαύλια δὲ μῆλά τινα ὠνόμαζον. σῦκα τῶν χλωρῶν. τυροῦ τροφαλίς, τυρὸς χλωρός· τὸν δὲ ξηρὸν ἰσχνὸν ἔλεγον. ὁ γὰρ ὀξερίας τυρὸς εἴρηται μὲν ἐν τῇ κωμῳδίᾳ (CGF I p 216. 218 Kaib), Σικελικὸν δὲ τὸ ἔδεσμα. ταρίχη Ποντικά, ταρίχη Φρύγια, ταρίχη Αἰγύπτια, ταρίχη Σαρδῷα, ταρίχη Γαδειρικά. ὡραῖα τεμάχη σκόμβρων, κεστρίνων, κύβων, θυννίδων. θύννοι, κολίαι, σαπέρδαι, λεβίαι, μύλλοι. Ἀριστοφάνης (Pac 555) δὲ καὶ ταρίχιόν που λέγει. καὶ οὐδετέρως μὲν τὸ τάριχος οἱ Ἀττικοί, Ἴωνες δὲ καὶ Δωριεῖς ἀρρενικῶς καὶ τῶν Ἀττικῶν ἐν Διονυσαλεξάνδρῳ Κρατῖνος (fg 40)
[49] ὁ δὲ ταρίχους Ποντικούς.
καὶ τιλτὸν δὲ τάριχος τὸ λεπιδωτὸν ἐκάλουν, ὡς Πλάτων ὁ κωμικός (I p 655. 193) καὶ περιιὼν γ' ἅμα.
τιλτὸν τάριχος ἐπριάμην τοῖς οἰκέταις.
Ἀριστοφάνης δὲ (fg 686)
τὸν σαπέρδην ἀποτῖλαι χρή
κἆτ' ἐκπλῦναι καὶ διαπλῦναι.
ἔξεστι δ' εἰπεῖν ἥπατα σεσυκασμένα, ἥπατα συῶν σεσυκοτραγηκότων, ἢ χηνείων ἡπάτων. ἰχθῦς ἐκ ταγήνου, ἰχθῦς ἐξ ἅλμης· οὕτω γὰρ [50] ἐκάλουν τὸν ἰχθύων ζωμόν. τρίγλη, σκάρος, λάβραξ, μύραινα, κεστρεύς, χρύσοφρυς, γόγγρος, μελάνουρος, ἀνθίας, σφύραινα· ταύτην δὲ καὶ κέστραν ὠνόμαζον· τῶν δὲ κεστρέων τοὺς νήστεις ἐπῄνουν. τράχουρος, ξιφίας, ἀμία, κάλλιχθυς, ὀρφός ἢ τὸ Ἀττικώτερον ὀρφώς, φάγρος, σκορπίος, κίθαρος, βατίς, θυννίς, θύννος, γλαῦκος, συνόδους, κίχλη, ἔλλοψ, σάλπη, γαλεός, ἐγχέλεις ‑ οὕτω γὰρ κατὰ πλῆθος ἐξέφερον, καίτοι ἐπὶ τῆς μιᾶς ἔγχελυν ἔλεγον ‑ ἀφύαι, ψῆτται, [51] μαινίδες, ἀκαλήφη, καρίδες, μεμβράδες, κωβιοί, νάρκα, φυκίδες. καὶ 'ἑψητῶν δὲ λοπὰς' εὐτελές τι βρωμάτιον ἦν, ὥσπερ καὶ τριχίας.
εἴποις δ' ἂν ὀστέων κελύφη, καὶ καράβων ὄστρακα, καὶ ἰχθύων λέπη καὶ λεπίδας καὶ λέμματα, καὶ ἀκάνθας καὶ βράγχια καὶ ἔγκατα καὶ σάρκας, καὶ κρανίον γλαύκου, ὅπερ εὐδόκιμον ἦν.
[52] κωλῆνες ἑφθοί, ἀκροκώλια δίεφθα πλευρὰ δελφάκια, ἔριφοι, λαγὼ καὶ κρέα λαγῷα καὶ σχελίδες. κίχλαι, κόσσυφοι, σπινίδια, ἀλεκτρυόνες ἀλεκτορίδες, πέρδικες, γέρανοι, χῆνες, νῆτται, περιστεραί, φάτται, τρυγόνες, ταοί, ἀτταγαί, ἀμπελίδες, ἃς νῦν ἀμπελίωνας καλοῦσιν, φασιανικοὶ ὄρνιθες. ὑπογάστρια, οὔθατα, ἠτριαῖον δέλφακος, φῦσκαι, ἀλλᾶντες, χόλιξ καὶ χολίκια ὕεια, κωλῆνες τεταριχευμένοι, [53] σχελίδες ὁλόκνημοι αἱ πέρναι, ἤνυστρον· ἔστι δὲ γαστρίον ἡδυσμένον, ὃ καὶ τάκωνας ἔνιοι κεκλῆσθαι παρὰ Κράτητι νομίζουσι τῷ κωμικῷ μόνῳ καὶ ἅπαξ εἰρηκότι ἐν Θηρίοις (17)
οὐκ ἄρ' ἔτ' οὐδὲν κρέας, ὡς ὑμεῖς λέγετ', οὐδ' ὁτιοῦν ἐδόμεσθα,
οὐδ' ἐξ ἀγορᾶς, οὐδὲ τάκωνας ποιησόμεθ' οὐδ' ἀλλᾶντας. οἱ δ' οἴονται τοὺς τάκωνας ἐκ ταγήνου κρέας, ἢ στέατος τροχοὺς [54] σὺν ἁλσὶ καὶ ξηροῖς ἡδύσμασι κοπέντας. πῦον, πυριάτη· Φιλιππίδης δ' ἐν Αὐλοῖς (III p 304. 10 Ko) καὶ πυρίεφθα εἴρηκεν.
ἀσφάραγος ὁ ἀκανθίας, ὄρμενος ἥμερος ἀσφάραγος· καὶ πᾶν δὲ τὸ ὑπερεξηνθηκός, ὅπερ ἐκκεκαυληκὸς καλοῦσιν, ὄρμενον ὠνόμαζον, καὶ τὸ ὑπέρωρον γενέσθαι ἐξορμενίσαι. ῥάφανος ἡ κράμβη. τὸ δ' ὄνομα τῆς κράμβης ἔστι μὲν καὶ παρ' Ἀριστοτέλει ἐν τοῖς περὶ ζῴων (V p 551 15), 'ῥάφανος, ἣν καλοῦσί τινες κράμβην,' ἄντικρυς δ' αὐτῷ κέχρηται Ἀντιφάνης ἐν Ἀγροίκῳ· (II fg 6 Ko)
κραμβίδιον ἑφθόν, χάριεν, ἀστεῖον πάνυ.
[55] γογγυλίδες· λέγουσι δὲ καὶ γογγύλας. βολβοί, τεῦτλα, κολοκύνται.
αἱ μέντοι τῶν κρεῶν μερίδες ἰδέαι καλοῦνται, τὰ δ' ὀψίγονα τῶν ὑῶν μετάχοιρα. τὸ δὲ περιφέρεσθαι τὰς μερίδας περιφορὰν Ξενοφῶν (Cyrop II 2. 4) ὠνόμασεν. τὸ δὲ δέρμα τοῦ χοίρου φορίνην καλοῦσι, τὸ δὲ κρέας ὑεικὸν ὡς καὶ βοεικόν. τὸ δ' ὀπτὸν κρέας φλογὶς ἐκαλεῖτο. Ἑρμοῦ δὲ κλῆρος ἡ πρώτη τῶν κρεῶν μοῖρα. τὰ μέντοι θνησείδια κρέα κενέβρια ἐκάλουν, ἐπανθρακίδας δὲ τὰ ἐπηνθρακωμένα ἰχθύδια.
[56] εἴποι δ' ἄν τις ζωμοὺς καρύκην καρυκεύματα, καταχύσματα, ἀβυρτάκην, παροψίδα· ἔστι δὲ καὶ τοῦτο ζωμοῦ τι εἶδος ἢ ὡς τινὲς μάζης, ἢ παρενθήκη τις ὄψου, ὃ οἱ νῦν ἂν εἴποιεν παροψημάτιον. καὶ πασταὶ δ' εἰσίν, ὡς Εὔπολίς (fg 365) φησι, ζωμὸς ἀλφίτων μέτα· Ἀριστοφάνης δέ φησι (fg 687)
χορδαί, φῦσκαι, πασταί, ζωμός, χόλικες. μίμαρκυς δὲ κοιλία καὶ ἔντερα μεθ' αἵματος ἐσκευασμένα, μάλιστα δὲ [57] λαγωῶν. ὁ δὲ μέλας καλούμενος ζωμός, Λακωνικὸν μὲν ὡς ἐπὶ πολὺ τὸ ἔδεσμα, ἔστι δ' ἡ καλουμένη αἱματία.
τὸ δὲ θρῖον ὧδε ἐσκεύαζον. στέαρ ὕειον ἑφθὸν λαβὼν μετὰ γάλακτος μίγνυ χόνδρῳ παχεῖ, συμφυράσας δ' αὐτὰ τυρῷ χλωρῷ καὶ λεκίθοις ᾠῶν καὶ ἐγκεφάλοις, περιβαλὼν συκῆς φύλλῳ εὐώδει, ζωμῷ ὀρνιθείῳ ἢ ἐριφείῳ ἔνεψε, ἔπειτα ἐξελὼν καὶ τὸ φύλλον ἀφελὼν [58] ἔμβαλε εἰς ἀγγεῖον γέμον μέλιτος ζέοντος. καὶ τὸ μὲν ὄνομα τῷ ἐδέσματι προσέθηκε τὸ φύλλον, ἡ δὲ μῖξις πάντα ἐξ ἴσου δέχεται, τῶν δὲ λεκίθων πλέον, ὅτι πηγνύουσι καὶ συνιστᾶσιν.
οὐ φαῦλον δ' ἴσως παραθέσθαι καὶ τὴν Φερεκράτους λέξιν (fg 108)
ποταμοὶ μὲν ἀθάρας καὶ μέλανος ζωμοῦ πλέον
διὰ τῶν στενωπῶν τονθορυγοῦντες ἔρρεον ...
φύσκαι δὲ καὶ ζέοντες ἀλλάντων τόμοι
παρὰ τοῖς ποταμοῖς σίζοντ' ἐκέχυτ' ἀντ' ὀστράκων.
[59] καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα,
καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ,
τεύτλοισί τ' ἐγχέλεια συγκεκαλυμμένα,
σχελίδες τ' ὁλόκνημοι πλησίον τακερώταται
ἐπὶ πινακίσκων, καὶ δίεφθ' ἀκροκώλια
ἥδιστον ἀτμίζοντα, καὶ χόλιξ βοός,
καὶ πλευρὰ δελφάκια ἐπεξανθισμένα
χναυρότατ' ἐπέκειτο ἐπ' ἀμύλων καθήμενα.
παρῆν δὲ χόνδρος γάλακτι καταμεμιγμένος
[60] ἐν καταχύτλοις λεκάναισι κἀμύλου τόμοι ...
ὀπταὶ κίχλαι δ' ἐπὶ τοῖσδ' ἀνάβραστ' ἠρτυμέναι
περὶ τὸ στόμ' ἐπέτοντ' ἀντιβολοῦσαι καταπιεῖν.
αἱ δὲ περιτταὶ σκευασίαι ὀνθυλεύσεις καὶ μονθυλεύσεις ἐκαλοῦντο, ὡς παρὰ Μενάνδρῳ (fg 462. 10) αἱ ὑποστάσεις, ζωμὸς παχὺς ἀμύλῳ πηγνύμενος.
ἐκ δὲ βρωμάτων ἔστι καὶ τὰ ὄσπρια, ἃ καὶ χέδροπα ὠνόμαζον, [61] ἔτνος, φακῆ, πισός ‑ Ἀριστοφάνης (fg 22) δὲ καὶ πληθυντικῶς λέγει τοὺς πισούς ‑ κύαμοι οἱ καὶ πύανοι, ἀφ' ὧν καὶ τὰ πυανέψια ἡ ἑορτή, κατέρικτα, κέγχροι, ὄρμενοι, σήσαμα, μελίναι, πτισάνη. Κρατῖνος (fg 297) δὲ καὶ χυλὸν πιεῖν εἴρηκεν·
ἀλλ' εἴσιθ' εἴσω, καὶ πιοῦσα χυλὸν ἀναπαύου κακῶν. ἔλεγον δ' ἔτι καὶ ἐπίπαστα λείχειν· ἦν δ' ἔτνος, καὶ ἐπιπάττοντες ἀλφίτων λεπτῶν καὶ ἐλαίου ἤσθιον. καὶ πολφοὶ δέ τι ἐκαλεῖτο, μηρύματα ἐκ σταιτός, ἃ τοῖς ὀσπρίοις ἐνέβαλλον, ἀφ' ὧν ἔτι καὶ νῦν [62] ὀνομάζεται παρά τισι τὸ πολφοφάκη. Ἀριστοφάνης (fg 681) δὲ τῶν πολφῶν μνημονεύει·
πολφοὺς δ' οὐχ ἧψον ὁμοῦ βολβοῖς. εἴη δ' ἂν ἔτνους ἰδέα καὶ τὰ χίδρα· γίνεται δ' ἐκ πυροῦ χλωροῦ, ὃν χιδρίαν Ἀριστοφάνης (fg 889) καλεῖ. ὁ δ' αὐτὸς καὶ παλημάτιον ῥόφημά τι ὠνόμασεν (fg 682)·
ἵν' ἐπαγλαΐσῃ τὸ παλημάτιον, καὶ μὴ βήττων καταπίνῃ. ἴσως δ' ἂν εἴη ἐκ παιπάλης, ὅ ἐστι τὸ λεπτότατον τοῦ ἀλεύρου. καὶ ἀθάρη δ' ἔτνος ἐκ πυροῦ. τὰ δὲ συγκεκομμένα λάχανα κνιστὰ ἐκάλουν, ὡς τὰ ἄγρια κιχόρια, καὶ ἰσχνὰ λάχανα τὰ λεπτά. οἱ κωμικοὶ (III p 603. 1196) δ' ὠνόμαζον τὰ περικόμματα καὶ χναύματα. τὰ δ' αὐτὰ καὶ νωγαλίσματα· ἀλλὰ τοῦτο ποιητικὸν ἐσχάτως.
[63] ἰστέον δ' ὅτι παρὰ τοῖς παλαιοῖς εὐδοκίμουν μύραινα ἐκ πορθμοῦ καὶ μύραινα Ταρτησσία, καὶ θύννος Τύριος, καὶ κεστρεὺς ἐκ Σκιάθου, καὶ ἔριφος ἐκ Μήλου, καὶ κόγχαι Πελωρῖναι, ὅθεν ἴσως καὶ αἱ νῦν καλούμεναι Πελωρίδες ὠνομάσθησαν, τεῦτλον ἐξ Ἄσκρης, μαινίδες ἐκ Λιπάρας, γογγύλαι ἐκ Μαντινείας, Μηθυμναῖοι κτένες, γαλεὸς ἐκ Ῥόδου, ψῆτται ἐξ Ἐλευσῖνος, ἀφύαι Φαληρικαί, τρίγλαι Αἰξωνικαί, ἐγχέλυες ἐκ Βοιωτίας αἱ Κωπᾷδες, ὡς ἐκ Σικελίας αἱ πλωταί, καὶ Θασία ἅλμη καὶ Θάσιαι ῥαφανῖδες, καὶ τυρὸς Κύθνιός τε καὶ Σικελικός, καὶ ἅλες Τραγασαῖοι· λίμνη δ' αἱ Τραγάσαι Τρωικὴ ἢ πεδίον Ἠπειρωτικόν, ἀπὸ Τραγάσου, ᾧ χαριζόμενος ὁ Ποσειδῶν τοὺς ἅλας ἔπηξεν.
[64] εἴποι δ' ἄν τις καὶ φρύττειν φρύττουσα· φρύγετρον τὸ ἐργαλεῖον. τὸ δ' αὐτὸ καὶ κοδομεύειν καὶ κοδομεύουσα, ἣν κοδομὴν καλοῦσιν, καὶ τὸ ἐργαλεῖον κοδομεῖον, ᾧ δὴ ἐνέφρυττον, ἴσως ἀγγεῖον κεραμεοῦν. καὶ μάττειν δέ, καὶ μάκτρα οὗ ἔματτον, καὶ ὁ μάττων μαγεύς· ἡ δὲ μάκτρα καὶ μαγὶς ἐκαλεῖτο καὶ σκάφη.
[65] τὰ δ' ἡδύσματα ἔλαιον, ὄξος ὡς Εὔπολις (I fg 326)
οἴνου παρόντος ὄξος ἠράσθη πιεῖν.
τὸ δ' ὄξος καὶ ἦδος ἐκάλουν. γάρος, ὡς Σοφοκλῆς (TGF 549)
οὐδ' ἡ τάλαινα δοῦσα ταριχηροῦ γάρου,
καὶ Κρατῖνος (I fg 280)
ὁ τάλαρος ὑμῖν διάπλεώς ἐστιν γάρου.
λεπτοὶ ἅλες, ὡς Ἀριστοφάνης (fg 151. 2)
εἰς ὄξος ἐμβαπτόμενος ἢ λεπτοὺς ἅλας.
πέπερι, ὡς Ἄλεξις ἐν Λέβητι (fg 127), οὗ τοῖς ἰάμβοις χρηστέον περιειληφόσι πλῆθος ἡδυσμάτων· τὰ γὰρ τοιαῦτα παρὰ τῶν οὐ πάνυ ἀρχαίων ληπτέον.
[66] ὀρθῶς γε. πρῶτον λάβ' ἐλθὼν σήσαμα. ‑
ἀλλ' ἔστιν ἔνδον. ‑ ἀσταφίδα κεκομμένην,
μάραθα, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον,
κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν,
ὀρίγανον, γήτιον ἄνοιττον θύμον,
σφάκον, σίραιον, πέπερι, πήγανον, πράσον.
εἴη δ' ἂν ἐκ τῶν ἠδυσμάτων καὶ λίτρον· Ἀντιφάνης ἐν Λευκαδίᾳ (II fr 142)·
σησάμου, λίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,
βατανίου, ὄξους, ἐλαίου, εἰς ἀβυρτάκην χλόης.
[67] ἔνια δὲ τῶν ἡδυσμάτων ἐπῃνεῖτο ἐκ χωρίων, ὡς Εὔβουλος ἐν Γλαύκῳ φησὶ (II fg 19)
καὶ νᾶπυ Κύπριον καὶ σκαμμωνίας ὀπόν,
καὶ κάρδαμον Μιλήσιον, καὶ κρόμμυον
Σαμοθρᾴκιον, καὶ καυλὸν ἐκ Καρχηδόνος
καὶ σίλφιον, θύμον τε τῶν Ὑμηττίων.
τοῦ μέντοι σιλφίου τὸ μὲν σπέρμα καλεῖται μαγύδαρις, ἡ δὲ ῥίζα σίλφιον, τὸ δὲ φυτὸν καυλός, τὸ δὲ φύλλον μάσπετον. καὶ ἕτερον [68] δέ τι ἥδυσμα ἐοικὸς σιλφίῳ, ἧττον δὲ δριμύ, ἐκαλεῖτο μαγύδαρις. μίνθα δὲ ἢ μίνθη τὸ καλούμενον ἡδύοσμον, ὅπερ ὠνομάσθαι φασὶν ἀπὸ Μίνθης· ἡ δ' ἦν Πλούτωνος παλλακὴ εἰς τοῦτο τὸ φυτὸν μεταβαλοῦσα. μέμνηται τῆς μίνθης Κρατῖνος ἐν τοῖς Νόμοις (fg 129)
τυρῷ καὶ μίνθῃ παραλεξάμενος καὶ ἐλαίῳ. εἴη δ' ἂν τῶν ἡδυσμάτων καὶ τὰ ὑποτριμμάτια, ἃ καὶ καταχυσμάτια, καὶ σκόροδον καὶ σκοροδάλμη καὶ ὀξάλμη, ὡς Κρατῖνος ἐν Ὀδυσσεῦσιν (fg 143)
[69] φρύξας καὶ ἑψήσας καὶ ἐπανθρακίσας καὶ ὀπτήσας,
εἰς ἅλμην καὶ ὀξάλμην κᾆτ' ἐς σκοροδάλμην
χλιαρὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
ὑμῶν φαίνηται, κατατρώξομαι ὦ στρατιῶται.
ὁ δ' Ἀριστοφάνης ἐν τῷ Γήρᾳ λέγει (fg 130)
ὀξωτά, σιλφιωτά, βολβός, τευτλίον,
περίκομμα, θρῖον, ἐγκέφαλος, ὀρίγανον.
εἴη δ' ἂν προσῆκον τοῖς ἡδύσμασι καὶ ὁ κάνδυλος ἐξ ἀμύλου καὶ [70] τυροῦ καὶ γάλακτος καὶ μέλιτος· καὶ ἡ ματύλλη, Μακεδονικὸν εὕρημα, δίψους ἐγερτικὸν βρῶμα, ᾧ ἐχρῶντο μεσοῦντος τοῦ πότου· καὶ ὁ μυττωτός, τρῖμμα ἐκ σκορόδων δριμύ. πολλὰ δ' ἂν εἴη τῶν περὶ τὴν ἡδυντικὴν σκευασίαν ἐξευρεῖν ἐκ τῶν ὀψοποιικῶν συγγραμμάτων [71] Παντολέοντος καὶ Μιθαίκου καὶ Ζωπυρίνου καὶ Σόφωνος καὶ Ἡγησίππου καὶ Παξάμου καὶ Ἐπαινέτου. συναριθμοῖτο δ' ἂν τούτοις Ἡρακλείδης τε ὁ Συρακούσιος καὶ Τυνδάριχος ὁ Σικυώνιος καὶ Σιμωνακτίδης ὁ Χῖος καὶ Γλαῦκος ὁ Λοκρός, ὀψοποιικῆς πραγματείας σοφισταί.
ἐκαλοῦντο δὲ καὶ οἱ ἅλες ἡδυντῆρες διὰ τὸ ἡδύνειν. καὶ τὸ ἀρτύειν δὲ ἡδύνειν ἔλεγον. φυλλάδας δ' ἐκάλουν τὰ χλωρὰ ὑποτρίμματα. τὸ δ' ἐπὶ πᾶσιν ἐπιφόρημα τύβαριν οἱ Δωριεῖς ἐκάλουν· ἦν δ' ἐν ὄξει σέλινα.
[72] ἐπεὶ δὲ τῶν χωρὶς ἄρτου βρωμάτων ἐπιμνησθέντες ὑπηνέχθημεν εἰς τὰ σὺν ἄρτῳ ἐσθιόμενα, οὐδὲν ἂν κωλύοι καὶ τὰ τῶν ἄρτων εἴδη συναγαγεῖν. οἱ μὲν κριβανῖται οἱ δ' ὀβελίαι, κόλλικες, κόλλαβοι, ναστοί, ἄμυλοι, κολλῦραι, ζυμῆται, σησαμῖται, χαρίσιοι, καχρυδίαι· [73] οἱ δ' ἔτι φαυλότεροι πιτυρίαι. εἴποι δ' ἄν τις καὶ ἄρτον πύρινον, πρὸς τὸν ἐκ κριθῆς διαιρῶν. οἱ δὲ σητάνιοι ἄρτοι ἐκ τῶν σητανίων πυρῶν, οἵ εἰσι τετράμηνοι· τητινὸν γὰρ τὸ ἐπέτειον. τὸν μέντοι χαρίσιον πλακοῦντα εἶναι λέγουσιν. καὶ ἄνανος†δ' ἄρτος ἐγγυτέρω πλακοῦντος. Αἰγύπτιοι δὲ τοὺς εἰς ὀξὺ ἀνηγμένους ἄρτους κυλληστεῖς ὠνόμαζον, ὡς ὀρίνδην τινὰ ἄρτον Αἰθίοπες τὸν ἐξ ὀρινδίου γινόμενον, ὅ ἐστι σπέρμα ἐπιχώριον, ὅμοιον σησάμῳ. ὁ γὰρ ὀρθοστάτης [74] ἱεροῦ ἄρτου τι εἶδος. τὸ δ' ἐργαλεῖον. ἐν ᾧ τὰ ἄλευρα διεσήθετο, τὸ μὲν ἐκ σχοίνων πλέγμα κόσκινον, εἰ δὲ τῷ τοῦ κοσκίνου κύκλῳ ἀντὶ τοῦ σχοίνου λινοῦν τι σινδόνιον εἴη ἐξημμένον, ὡς ἀκριβέστερον τὸ ἄλευρον καθαίροιτο, ἀλευρόττησις ἐκαλεῖτο, εἰ δ' ἐξ ἐρίου εἴη, κρησέρα. ἔνθα δ' ἐπλάττοντο οἱ ἄρτοι, πλάθανον· ὁμοίως καὶ δι' οὗ ἐπλάττοντο. εἴρηται δὲ καὶ σεμίδαλις παρά τε Λυκούργῳ τῷ ῥήτορι (fg 90 Turic) καὶ πολλοῖς τῶν κωμῳδοδιδασκάλων [75] (Aristoph fg 412, Menand fg 518. 8)· Στράττις (I p 712. 2 Ko) δὲ καὶ τὴν γενικὴν εἴρηκε σεμιδάλιδος. ἀπὸ δὲ ναστῶν ὁ ναστοφάγος καὶ τὸ ναστοφαγεῖν, καὶ ὁ ναστοκόπος παρὰ Πλάτωνι τῷ κωμικῷ (I p 664. 246). μᾶζαι δ' αἱ μὲν ἱεραί, ἀμφιφῶντες μὲν οὓς ἔφερον εἰς Μουνυχίας Ἀρτέμιδος, δᾷδας ἡμμένας περιπήξαντες, ὀβελίαι δ' ἄρτοι οὓς εἰς Διονύσου ἔφερον οἱ καλούμενοι ὀβελιαφόροι, ἐκ μεδίμνου ἑνὸς ἢ δυοῖν ἢ τριῶν τὸ μέγεθος, δι' ὀβελίσκων τινῶν [76] εἰργμένους, ἀφ' ὧν καὶ τοὔνομα. πέλανοι δὲ κοινοὶ πᾶσι θεοῖς, ὡς αἱ σελῆναι τῇ θεῷ· κέκληνται δ' ἀπὸ τοῦ σχήματος, ὥσπερ καὶ ὁ βοῦς· πέμμα γάρ ἐστι κέρατα ἔχον μεμιμημένα, προσφερόμενον Ἀπόλλωνι καὶ Ἀρτέμιδι καὶ Ἑκάτῃ καὶ Σελήνῃ. μελιτοῦττα μὲν Τροφωνίῳ ὡς ἀρεστήρ, καὶ ὑγίεια ὁμοίως· καὶ γὰρ ὑγίεια μάζης τι εἶδος. αἷς δ' ἄνθρωποι χρῶνται μάζαις, τούτων τὰ ὀνόματα ἄνθεμα, θριδακίνη, φύστη, οἰνοῦττα, ἐφίερος, δανδαλίς, λωλώ, διακόνιον, τριπτή, [77] ἀνεμώνη, καρδάμη. καὶ βήρηκες δὲ μᾶζαί εἰσι μεμαγμέναι διηθημένων τῶν ἀλφίτων, αἱ δὲ δανδαλίδες πεφρυγμένων κριθῶν, καὶ πρόκωνα καὶ προκώνια τὰ ἐξ ἀφρύκτων κριθῶν ἄλφιτα. τὰ δὲ πλακούντων εἴδη ἄμης ἀμητίσκος, πυραμοῦς, σησαμοῦς, ἔγχυτος, ἔνθρυπτα, στρεπτοί, νεήλατα, κοτυλίσκος, φθοῖς καὶ φθοίδια, ἐπίχυτος, θρυμματίδες· ἦν δὲ καὶ κρηπὶς ἐξ ἀλεύρου καὶ μέλιτος, ᾗ ἐνέκειντο ἀμπελίδες τινὲς ἢ συκαλίδες ὀπταί, ὧν βρωθεισῶν τὴν κρηπῖδα ζωμῷ ὀρνιθείῳ ἐνθρύψαντες ἤσθιον. ἐκαλεῖτο δὲ καὶ στεγαστὴ θρυμματίς.
[78] εὐδόκιμοι δὲ καὶ οἱ Σάμιοι πλακοῦντες, καὶ οἱ Φιλοξένιοι, τοῦ Λευκαδίου Φιλοξένου τὸ εὕρημα. ναστοὶ δ' οἱ αὐτοὶ καὶ σακτοὶ καλοῦνται, κῶνος σὺν ἀσταφίσι καὶ ἀμυγδάλαις, ἅπερ τριφθέντα καὶ μιχθέντα ὀπτᾶται. ὁ δ' ἐχῖνος νησιωτικὸς πλακοῦς, ἄμητι προσεοικώς. ὁ δ' ἐσχαρίτης Ῥοδιακός, μεθόριος ἄρτου καὶ πλακοῦντος. προσαριθμητέον δὲ τούτοις καὶ τὰ μελίπηκτα, οὐκ οἶδα εἰ καὶ τὰ ἴτρια καὶ τοὺς ταγηνίας· εἰσὶ δ' οἱ αὐτοὶ ταῖς ἐγκρίσιν.
[79] ταγηνίας ἤδη τεθέασαι χλιαρούς,
σίζοντας ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι Κράτητος (fg 1) ἡ λέξις· τῷ δὲ ταγηνίᾳ κατὰ τοῦ ταγήνου χυθέντι ἐπεχεῖτο τυρὸς ἔλαιον μέλι σήσαμα. ὠνομάζετο δέ τινα καὶ πηνία, ἃ τοῖς πλακοῦσιν ἐνετίθετο προσεοικότα πηνίοις· λευκὰ δ' ἦν τὴν χρόαν.
τὰ δ' ἐπιδορπίσματα Ἀριστοφάνης (fg 774) μὲν ἐπιφορήματα καλεῖ, ὥστε εἴη ἂν καὶ τὸ ἐπιδορπίζεσθαι ἐπιφορεῖσθαι, ἦν δὲ τρωγάλια, κάρυα, μυρτίδες, μέσπιλα, ἃ καὶ ὄα καλεῖται· καὶ τοὔνομα ἔστι [80] παρὰ Πλάτωνι (Conv 190 E) τοῦτο, ὡς παρ' Ἀρχιλόχῳ (180) ἐκεῖνο. κόκκοι ῥόας· καὶ οὕτω μὲν ὁ καρπός, τὸ δὲ δένδρον ῥοιά, εἴποις δ' ἂν καὶ κοκκίσαι ῥόαν κατ' Ἀριστοφάνην· (fg 610)
ὀξυγλύκειάν τἆρα κοκκιεῖς ῥόαν. τουτὶ δὲ τὸ ἰαμβεῖον Ἀριστοφάνης οὐκ ἴδιον ὂν εἴρηκεν, ἀλλ' ὡς Αἰσχύλου (fg 363). ἀμύγδαλα. κάρυα Περσικά, ἃ νῦν βασιλικά. ἰσχάδες [81] χελιδόνιοι αἱ Ἀττικαὶ, αἳ καὶ χελιδόνες καλοῦνται, καὶ ἄλλαι ἀμφαρίστεως καὶ φιβάλεως καὶ βασίλεως καὶ κορώνεως, καὶ πρόκριδες καὶ ὄξαλοι, καὶ βαγινδάριοι δ' αἱ Ῥόδιαι, καὶ παλάσια, ἃ καὶ Κρατῖνος (fg 371) ἰσχάδα κοπτὴν καλεῖ. τὰ δ' οὔπω πέπειρα τῶν σύκων οἴδακες καλοῦνται παρὰ Λάκωσι καὶ φήληκες παρ' Ἀθηναίοις. ἄπιοι, μῆλα, [82] ὄχναι, ἀχράδες, ἀσταφίδες, σταφυλαί, καὶ τούτων ὀνόματα ἐλάεως ἀμάμαξυς, φοινικοβάλανος, Κρητική, μελίνεως, μεθύσεως, χαιρένεως, ψιθία, Κρῆσσα, Σύρα, Ῥοδία, Λίβυσσα, Πράμνειος, ἀλωπέκεως, κορώνεως, Λημνία, Βυβλία, Νικοστρατία, Χαρόπη, Οἰνόπη, Πελλαία, Περγαία, Πελμηρίς, Πετραία, Σαμία, Σωχὶς ἡ καὶ Αἰγυπτία, Τορνία.
[83] ἦσαν δέ τινες πρῶται τράπεζαι καὶ δεύτεραι καὶ τρίται. καὶ τρίποδες μὲν ἐφ' ὧν ἔκειντο· καὶ ἔστι τοὔνομα παρ' Ἡσιόδῳ (fg 177 Rz) καὶ ἐν Τελμισσεῦσιν Ἀριστοφάνους (fg 530)· αἱ δ' ἐπιτιθέμεναι καὶ αἰρόμεναι τράπεζαι, ἃς νῦν μαγίδας καλοῦσιν. ἔστι μέντοι καὶ τὸ τῆς μαγίδος ὄνομα παρὰ Σοφοκλεῖ ἐν χρήσει (fg 668)
τὰς Ἑκαταίας μαγίδας δόρπων.
[84] τούτων δὲ τὴν εὐρύτητα Ὅμηρος (κ 354) ὑποδηλοῖ εἰπὼν 'ἐτίταινε τραπέζας.' τραπέζας δ' ἐκάλουν καὶ τὰ σιτία τὰ ἐπ' αὐτῶν τιθέμενα. τὰ δ' ἀγγεῖα τὰ ἐπὶ τῶν τραπεζῶν κοινῇ μὲν τεύχη ἐρεῖς ἀργυρᾶ καὶ χρυσᾶ· καθ' ἕκαστον δέ, οὓς μὲν δίσκους καλοῦσιν, κύκλους ἐρεῖς ἀργυροῦς ἢ χεύματα ἀργυρᾶ ἢ πίνακας, καὶ τοὺς ἐλάττους πινακίσκους, [85] καὶ πίνακας κρεῶν, καὶ πινακίσκους ἰχθυηρούς. τὰ δὲ τῶν ἡδυσμάτων ἀγγεῖα ὀξίδας μὲν αἷς τὸ ὄξος ἔνεστιν, ἐμβάφια δὲ καὶ λεκάνια καὶ τρύβλια καὶ ὀξύβαφα, ἐν οἷς τὰ ἡδύσματα ἢ βρώματα· ὀξύβαφα δ' ἐκάλουν πάλαι καὶ τὰ ὑποδεχόμενα τὰς λάταγας. τὰς δὲ καλουμένας πατέλλας λεκανίδας ὀνομαστέον, εἰ καὶ ἐξ ἀργύρου εἶεν· Θεόπομπος [86] μὲν γὰρ ὁ κωμικὸς (I fg 80 Ko) εἴρηκεν ὀρνιθίων λεκάνην, Ἀριστοφάνης (fg 805) δὲ λεκανίσκην, ἀλλαχοῦ δὲ λεκάνην (fg 366) καὶ ἀλλαχοῦ (Acharn 1108)
καί μοι λεκάνιον τῶν λαγῴων δὸς κρεῶν. ταῦτα δ' ὅσα κατὰ φιάλας ἀνεπέπτατο, καὶ κάναστρα καλούμενα εὑρεῖν ἔστι παρὰ Νικοφῶντι τῷ κωμικῷ (I p 780. 24 Ko), ὡς καὶ παρὰ Κρατίνῳ (fg 86) 'βαλάνων ἄβακα.' τὸ δὲ νῦν κανίσκιον κανήτιον [87] ἐκάλουν, ὡς τὸ λίκνον κάνητα. μαζονόμια δὲ κοῖλοι μεγάλοι πίνακες, ἐφ' ὧν αἱ μᾶζαι διενέμοντο· ξύλινοι δ' ἦσαν. μυστίλη μὲν οὖν ψωμὸς κοῖλος εἰς ἔτνος ἢ ζωμὸν βαθυνθείς, ἀφ' οὗ καὶ τὸ μυστιλήσασθαι λέγουσιν· ἐμοὶ δὲ καὶ τὴν καλουμένην λίγλαν μυστίλην ἥδιον καλεῖν ἢ λίγλαν. καίτοι ἐν Ἀλεξάνδρου πρὸς τὴν μητέρα ἐπιστολῇ μέμνημαι ἐν ἄλλοις σκεύεσι καὶ τὸν μύστρον εὑρών. τὸ δὲ κοχλιάριον καλοίης ἂν μυστιλάριον ἢ κοχλιώρυχον.
[88] τὰ δὲ μαγείρου σκεύη χύτρας, λοπάδας, μολιβδοδέτους ἐσχάρας, ἰχθυοπτρίδας, ὀβελοὺς βουπόρους, ὀβελίσκους, τάγηνον, κρεάγραν, ἣν καὶ ἁρπάγην ἐκάλουν καὶ λύκον καὶ ἐξαυστῆρα, καὶ τὸ ἐξελεῖν ἐξαῦσαι· τορύνην, ἣ καὶ εὐέργην ὠνόμαζον καὶ ἐόργην, καὶ ἐοργῆσαι τὸ τορυνῆσαι· ζωμήρυσιν ἐτνήρυσιν, λέβητας, χαλκία, κριβάνους, βαύνους, ἰπνούς, [89] πυραύνους ‑ ἔστι δ' ἀγγεῖα ἐν οἷς τοὺς ἐμπύρους ἄνθρακας κομίζουσιν ‑ ἐσχαρίδας, ἰπνολεβήτιον, θερμαντῆρα, χυτρόγαυλον, ἡθμόν, κοπίδα, μαχαίρας, δορίδας, αἷς ἔδερον ἢ ἐφ' ὧν, ἴσως δὲ καὶ τυρόκνηστιν, ἣν καὶ κύβηλιν καλοῦσιν. ὃ δὲ νῦν ταγηνοστρόφιον, οἱ πάλαι λιστρίον ἢ πτέον. κρατευτήρια δὲ σιδήριον ᾧ τοὺς ὀβελίσκους ἐπετίθεσαν πρὸς τὴν ὄπτησιν τῶν κρεῶν, ἐφ' οὗ καὶ Ὅμηρος (I 214) [90] ἴσως εἴρηκε 'κρατευτάων ἐπαείρας.' ἔστι δὲ καὶ ἀλετρίβανος ὁ καὶ δοῖδυξ· τὰς δὲ τοῦ δοίδυκος ἐν τῇ θυΐᾳ περιαγωγὰς περιαμφίδας Εὔπολις (436) κέκληκεν. καὶ μὴν καὶ τάδε, θυΐα, κάρδοπος, ξάνιον ἢ ἐπίξηνον, ὅπερ ἡ νέα κωμῳδία (Menand fg 33) ἐπικόπανον καλεῖ· τὸ δ' αὐτὸ παρὰ τοῖς πάλαι ἐλεὸν ἐκαλεῖτο. ἄβαξ ἀβάκιον, κακάβη, πατάνιον ἢ πατάνα· οὕτω γὰρ Σώφρων (fg 13 Kaib) εἴρηκεν, 'πατάνα αὐτοποίητος,' ὥστε καλοῖτ' ἂν πατάνη. καὶ Ἐπίχαρμος (fg 211 Kaib) δὲ τὴν ἔγχελυν πατάνεψιν εἴρηκεν. εἴη δ' ἂν ἡ πατάνη λοπάδιον ἐκπέταλον, ὃ νῦν ἴσως ἀπὸ τούτου καλοῦσι [91] πατέλλιον. ἐχῖνος δὲ χύτρας εἶδος ἦν. μέμνηται δ' Ἀριστοφάνης (fg 799) καὶ κρεωστάθμης.
τὰ δὲ τῶν μαγείρων ἔργα ἀφεῦσαι, εὗσαι, καθῆραι, κόψαι, τεμεῖν διατεμεῖν, ῥαχίσαι, ἑψῆσαι, ὀπτῆσαι, ἐπανθρακῶσαι, μάξαι, διηθεῖν, διαττᾶν, ἀποβράττειν, τρίβειν ἐν θυΐᾳ, σταθεύειν, ἡδύνειν, ἀρτύειν, σκευάζειν, ὀνθυλεύειν. τάχα δὲ καὶ τὸ καπνίζειν εἴποις ἂν ἐπ' αὐτῶν, ὡς Δημοσθένης (LIV 4) 'φήσαντες γὰρ καπνίζειν ὀψοποιουμένους τοὺς παῖδας.' εὗστραι δ' οἱ βόθροι ἐκαλοῦντο, ἐν οἷς εὕεται τὰ χοιρίδια. τὰ δ' ἐκκαύματα εὔσανα, ὡς τὰ ξύλα καύσιμα.
[92] ἐπεὶ δὲ καὶ τὸ κατὰ χειρὸς ὕδωρ συμποτικὸν ἦν, χέρνιβα μὲν τὸ ὕδωρ Ὅμηρος (α 136 sq) καλεῖ, πρόχουν δὲ τὸ ὑδροφόρον ἀγγεῖον, λέβητα δὲ τὸ ὑποδεχόμενον. σὺ δ' ἂν καὶ προχοίδιον εἴποις τὴν πρόχουν, καὶ λεβήτιον θάτερον, καὶ τὸ συναμφότερον ὡς Εὔπολις (fg 118. 1) χερόνιπτρον, καὶ κρητήριον δὲ τὴν ἐπίχυσιν, καὶ ἐπικρῆσαι τὸ καταχέαι, καὶ νίψασθαι μὲν τὸ πρὸ τῆς τροφῆς, ἀπονίψασθαι δὲ τὸ μετὰ τὴν τροφήν. ὅπου δ' ἔστιν ἀπομάξασθαι ἐναπομάξασθαι [93] ἀποψήσασθαι, τὸ ἐκμαγεῖον καὶ χειρόμακτρον ἂν προσείποις. οἱ δὲ πάλαι ταῖς καλουμέναις ἀπομαγδαλιαῖς ἐχρῶντο, αἳ ἦσαν τὸ ἐν τῷ ἄρτῳ μαλακὸν καὶ σταιτῶδες, εἰς ὃ ἀποψησάμενοι τοῖς κυσὶν αὐτὸ παρέβαλλον, ὅθεν καὶ Λακεδαιμόνιοι κυνάδα τὴν ἀπομαγδαλιὰν καλοῦσιν. ὑποδηλοῖ δὲ καὶ Ὅμηρος (κ 217)·
ὡς δ' ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
σαίνωσ'· αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ.
[94] σπόγγοις δὲ καὶ σπογγιαῖς καθηράντων οἱ ὑπηρέται τὰς τραπέζας καὶ πάντα τὰ λείψανα τῆς τροφῆς τὰ ἐπὶ τοὔδαφος ἀπερριμμένα, οἷον φυλλία ‑ τὰ δὲ τῆς θριδακίνης φύλλα οὕτω καλεῖται ‑ καὶ κογχυλίων κόγχους καὶ ὀστρέων κόγχας καὶ ἰχθύων λέπη καὶ καράβων ὄστρακα καὶ κρεῶν ὀστᾶ καὶ ὀπώρας μίσκους, ἃ καὶ κορήματα κλητέον. παῖς ἐκκορείτω παρακορείτω, καθαιρέτω, καλλυνέτω, σαιρέτω, κορήθρῳ ἢ καλλύντρῳ· σάρον γὰρ ὡς ἐπὶ πολὺ τὸ ἐν τῇ ἅλῳ ἐκάλουν, ὡς τὸ ἐν τοῖς ἀλφιτείοις μυλήκορον. συναθροιζέτω δὲ εἰς ἄρριχόν τινα ἢ κόφινον ἢ σπυρίδα ἢ σπυρίχνιον ἢ φερνίον· ἐκαλεῖτο δ' οὕτως ἡ ἰχθυηρὰ σπυρίς.
[95] οἱ δὲ οἰνοχόοι τὰ ἐκπώματα ἐκπλυνόντων τε καὶ διανιπτόντων καὶ κλυζόντων καὶ καθαιρόντων, καὶ τὰς φιάλας ἐπὶ τῶν δακτύλων ἄκρων ὀχείτωσαν, προσφέροντες τοῖς συμπόταις εὐλαβῶς. τὰ δ' ἐκπώματα καὶ ποτήρια ἄν τις εἴποι ‑ τὸ γὰρ δέπας καὶ κύπελλον ποιητικά ‑ τὰ δὲ τούτων εἴδη κύλικα κυλίσκην, φιάλην, ἀγκύλην, λεπαστήν, κυμβίον, ἡμίτομα, χαλκόστομα, μαστούς, καρχήσιον, [96] καὶ θηρίκλειον μὲν καὶ κάνθαρον ἀπὸ τῶν ποιησάντων, ἀντιγονίδα δὲ καὶ σελευκίδα καὶ ῥοδιάδα ἢ ῥοδιακὸν ἀπὸ τῶν χρησαμένων, ἀμφίθετον δὲ φιάλην, ὡς Ὅμηρος (Ψ 270. 616), καὶ χρύσεον ἄμφωτον ἀπὸ τῶν σχημάτων· τὸ δὲ μόνωτον κοτυλίσκος ὠνομάζετο. καλοῦνται δὲ καὶ ἡδυπότιδες, λαβρώνιοι, δῖνοι, ᾠδοί, ῥυτά, σκύφοι, κότυλος. καὶ κόνδυ Καππαδοκικόν, καὶ βατιάκη· Περσικὸν δ' ἦν [97] τὸ ἔκπωμα, ὡς κώθων Λακωνικόν· τοῦ δὲ κώθωνος αἱ ἑκατέρωθεν πλευραὶ, ὥσπερ καὶ τῆς χύτρας, ἄμβωνες καλοῦνται. ἔστι δ' εἰπεῖν καὶ φιάλας Λυκιουργεῖς, καὶ δίκερας ἢ δίκρουνον ῥυτόν. τὸ δὲ κισσύβιον κισσὸς περιέθει, ἀφ' οὗ τὸ ὄνομα. τὸ δ' ἄλεισον τὸ Ὁμηρικὸν (γ 400 Π 225) μέγα ἦν ἔκπωμα, κληθὲν ἐκ τοῦ ἅλις πιεῖν, ὡς ἡ ἄμυστις· καὶ γὰρ τοῦτο οὐ μόνον τὴν ἀθρόαν πόσιν ἀλλὰ καὶ ἐκπώματος σχῆμα δηλοῖ. καὶ ἀσάμινθος δὲ ποτήριον ἂν εἴη, ὡς Ὅμηρός (δ 128) [98] τε μηνύει Τηλεμάχου διδόντος Μενέλεῳ δύ' ἀσαμίνθους, καὶ Κρατῖνος ἐν Χείρωσιν (fg 234)
ἐξ ἀσαμίνθου κύλικος λείβων. κυλίσκιον δ' ἡ σμικρὰ κύλιξ· ἡ γὰρ κυλιχνὶς πυξίς ἐστιν. χρυσὶς δὲ καὶ ἀργυρὶς φιάλαι μὲν ἄμφω, τοὔνομα δ' ἐκ τῆς ὕλης ἔχουσιν. μεσόμφαλοι δὲ φιάλαι καὶ βαλανειόμφαλοι τὸ σχῆμα προσηγορίαν ἔχουσι, χρυσόμφαλοι δὲ τὴν ὕλην, ὡς αἱ Σαπφοῦς (fg 170) χρυσαστράγαλοι. βομβυλιὸς δὲ τὸ στενὸν ἔκπωμα καὶ βομβοῦν ἐν τῇ πόσει, ὡς Ἀντισθένης [99] ἐν Προτρεπτικῷ (p 20. 1 Winck). τὸ δὲ ποτήριον Ἴων (TGF p 745. 64) ἐκάλεσεν. ἔστι δέ τι καὶ ὁ κότυλος Διονυσιακὸν ἔκπωμα, ὥσπερ καὶ ὁ κοτυλίσκος. ὁ δὲ ψυκτὴρ πολυθρύλητος, ὃν καὶ δῖνον ἐκάλουν, ἐν ᾧ ἦν ὁ ἄκρατος· οἱ πολλοὶ δ' ἀκρατοφόρον αὐτὸν καλοῦσιν. οὐ μὴν ἔχει πυθμένα ἀλλ' ἀστραγαλίσκους. καὶ γευστηρίου μὲν Ἀριστοφάνης (fg 229) μέμνηται, μάνου δὲ Νίκων ἐν Κιθαρῳδῷ (III p 389. 1)
πατριώτιδα δὲ μάνην λαβὲ κεραμεοῦν ἁδρόν,
χωροῦντα κοτύλας πέντ' ἴσως.
[100] ὁλκαίου δ' Ἀντίοχος· ἔστι δ' ὁλκαῖον ᾧ τὰ ἐκπώματα ἐναπονίπτουσιν. Αἰγινήτας δέ φησιν Ἡρόδοτος (V 88) πίνειν ἐκ χυτρίων ἐπιχωρίων. Ἀριστοφάνης δέ που ἔφη (Ach 73)
ἐπίνομεν
ἐξ ὑαλίνων ἐκπωμάτων,
ἡ δὲ μετανιπτρὶς κύλιξ ἐστὶν, ἣν μετὰ τὸ ἀπονίψασθαι ἐλάμβανον· τὸ δ' ὄνομα οὐκ ἀπὸ τοῦ κατὰ τὸ ἔκπωμα σχήματος ἀλλὰ τῆς τάξεως. ἦν δὲ Ὑγιείας ἱερά, ὥσπερ καὶ Διὸς σωτῆρος ὁ τρίτος κρατὴρ ἱερὸς ἦν. Ἀγαθοῦ δὲ δαίμονος ὁ μετὰ τὰς τραπέζας ἄκρατος, καὶ Ἑρμῆς ἡ τελευταία πόσις, ὅθεν καὶ Ὅμηρος (η 138) 'τῷ πυμάτῳ σπένδεσκον.'
[101] τὸ δὲ σύμπαν ἄριστον ἀριστῆσαι, ἠρίστησα συνηρίστησα, ἀριστοποιουμένους, ἀριστῶσαι καὶ τὸ Μενάνδρου δρᾶμα Συναριστῶσαι (III p 129), καὶ ὁ παρὰ Ξενοφῶντι (Anab I 10. 79 Hell IV 5. 8) ἀνάριστος καὶ πάλιν δεῖπνον δειπνῆσαι ἐδείπνησα συνεδείπνησα, καὶ τὸν σύνδειπνον καὶ τὸν συνδειπνοῦντα παρὰ Δημοσθένει (LIX 24) καὶ [102] τὸ περίδειπνον, καὶ δειπνοποιεῖσθαι, δειπνοφόρος δὲ παρὰ Λυσίᾳ (fg 311 Tur), καὶ δειπνοφορία παρ' Ἰσαίῳ (fg 152 Tur). καὶ ἀριστόδειπνον Μένανδρος (fg 998) εἴρηκε καὶ ἄδειπνον ἐν Ὀργῇ (368). οἱ δὲ καὶ τρίτον φασὶ τὰ δόρπα ἢ τὸν δόρπον ἢ ὡς Ξενοφῶν (Anab I 10. 17) δορπηστόν, καὶ δορπήσασθαι ἐπιδορπήσασθαι ἐπιδορπίσματα, καὶ δορπία ἡ πρώτη τῶν Ἀπατουρίων. προσήκοι δ' ἂν αὐτοῖς καὶ δαίς, ἀφ' ἧς καὶ δαιτυμὼν ὁ ἑστιώμενος καὶ δαιτρὸς ὁ μάγειρος, καὶ δαιτρεῦσαι παρ' Ὁμήρῳ (Λ 704, ξ 433), καὶ κατεδαίσαντο παρ' Ἰσαίῳ (fg 152 Tur) καὶ πανδαισία.
[103] λύχνοι δὲ καὶ λυχνία· οὕτω δὲ ἐκαλοῦντο αἱ λυχνίαι, καὶ λυχνοῦχος ὁ νῦν φανός, καὶ λαμπὰς καὶ λαμπτὴρ καὶ φανοὶ καὶ δᾷδες. λύχνου δὲ διμύξου τῶν κωμῳδῶν Φιλύλλιος (I p 788. 26 Ko) μνημονεύει, καὶ Μεταγένης (I p 708. 12 Ko)
δίμυξον ἢ τρίμυξον, ἐμοὶ δοκεῖ. θρυαλλίδες δὲ τὰ ἐντιθέμενα, καὶ ἐλλύχνια καὶ φλόμοι. τὸ δὲ παρὰ Θεοπόμπῳ τῷ κωμικῷ (I p 735. 7 Ko) ὀβελισκολύχνιον, τὸ μὲν σκεῦος ἦν στρατιωτικόν, τὸ δὲ ὄνομα ὑπομόχθηρον. τὴν μέντοι ἐλαιηρὰν ἐπίχυσιν χαλκίον μακρὸν Εὔπολις (fg 384) ὠνόμασεν. καὶ στίλβη δὲ ἦν τι ἀγγεῖον γήινον, ᾧ ἀντὶ λύχνου ἐχρῶντο, ὡς Πλάτων (I p 655. 190 Ko)
φείδεσθε τοὐλαίου σφόδρ', ἐξ ἀγορᾶς δ' ἐγώ
ὠνήσομαι στίλβην τιν', ἥτις μὴ πότις.
τὸ δὲ 'πρόμυξον τὸν λύχνον' πρόβυσον λέγουσιν.
[104] ἔτι δὲ καὶ μύρων ἐν τοῖς συμποσίοις ἐπιμνηστέον. ἰστέον μύρον Μεγάλλειον ἀπὸ Μεγάλλου Σικελιώτου καὶ Πλαγγόνιον ἀπὸ Πλαγγόνος, καὶ βρενθεῖον δὲ Λυδίας, νάρδον Βαβυλωνιακὴν ὡς Ἄλεξις (II fg 308 Ko), καὶ Αἰγύπτιον τὸ μέλαν. καὶ ψαγδᾶς δ' Αἰγύπτιον ἦν μύρον. μύρα δ' ᾔδεσαν καὶ βάκκαριν καὶ ἀμάρακον καὶ [105] ἴρινον. τὸ δὲ ῥόδινον ἔλαιον ῥοδόεν Ὅμηρος (Ψ 186) καλεῖ. ἐκ δὲ κύπρου καὶ κρίνου μύρον Ἀβδελλώνυμος ὁ Σιδώνιος Ἀλεξάνδρῳ ἔπεμψεν. σφόδρα δ' ἦν εὐδόκιμον τὸ βασίλειον μύρον. τὰ δ' ἀγγεῖα τῶν μύρων λήκυθος μυρηρὰ καὶ ἀλάβαστρος· Φερεκράτης δ' ἐν Λήροις (I fg 107 Ko) εἴρηκε καὶ κυάθιον ἀργυροῦν, ᾧ τὸ μύρον ἐγχέομεν. τὸ δὲ πρᾶγμα μυραλοιφία, καὶ τὸ ῥῆμα μυραλοιφεῖν.
[106] καὶ μυρώματα δ' εἰρήκασι, καὶ μυρίσασθαι καὶ μυρίσαι. τὸ δ' ἀγγεῖον ᾧ τὸ μύρον ἐνῆν, φιάλῃ προσεοικός, ἐξάλειπτρον ἐκαλεῖτο. τὰ δ' ἐν τοῖς στεφάνοις ἄνθη ῥόδα, ἴα, κρίνα, σισύμβρια, ἀνεμῶναι, ἕρπυλλος, κρόκος, ὑάκινθος, ἑλίχρυσος, ἡμεροκαλλές, ἑλένειον, θρυαλλίς, ἀνθρίσκος, νάρκισσος, μελίλωτον, ἀνθεμίς, παρθενίς. μέμνηται δὲ τῶν πλείστων Κρατῖνος ἐν Μαλθακοῖς (fg 98 Ko), ὥσπερ καὶ [107] κοσμοσανδάλου καὶ σμίλου, ὅπερ ἦν τῆς σμίλακος ἄνθος. καὶ Ὅμηρος (H in Cer 427) μὲν ἅπαντα τὰ ἄνθη λείρια κέκληκε, Θεόφραστος (h pl 6, 9) δὲ τὸν νάρκισσον καλεῖ λείριον. Ἀνακρέων (fg 123 B) δὲ καὶ μύρτοις στεφανοῦσθαί φησι καὶ κοριάννοις καὶ λύγῳ (fg 41 B) καὶ Ναυκρατίτῃ στεφάνῳ (fg 83 B) ‑ σάμψυχος οὗτος ἦν ‑ καὶ ἀνήτῳ, ὡς καὶ Σαπφὼ (fg 78. 2 B) καὶ Ἀλκαῖος (fg 36 B). οὗτοι δ' ἄρα καὶ σελίνοις (fg 128. 111 B). ὁ δ' Ἀνακρέων (fg 83 B) καὶ ῥόδινον στέφανον ὠνόμασεν.
τῶν μέντοι συμποτικῶν καὶ αἴνιγμα καὶ γρῖφος. τὸ μὲν παιδιὰν εἶχεν, ὁ δὲ γρῖφος καὶ σπουδήν· καὶ ὁ μὲν λύσας γέρας εἶχε κρεῶν τινὰ περιφοράν, ὁ δ' ἀδυνατήσας ἅλμης ποτήριον ἐκπιεῖν. ἐκλήθη δ' ἀπὸ τῶν ἁλιευτικῶν γρίφων. τὰ δὲ ζητήματα ὠνομάζετο [108] κυλίκεια· Θεοδέκτης δ' ὁ σοφιστὴς εὐδοκιμήσας ἐν αὐτοῖς, ἐπεὶ καὶ μνημονικὸς ἦν, μνημόνια αὐτὰ ἐκάλεσεν. καὶ παροίνια δ' ᾄσματα ἦν καὶ σκολιά· καὶ μυρρίνην ἐπὶ δεξιὰ περιφέροντές τινες καὶ ἔκπωμα καὶ λύραν ᾄδειν ἠξίουν.
τοῖς μέντοι διαπαννυχίσασιν ἆθλα ἦν σησαμοῦς καὶ πυραμοῦς, πέμματα διὰ μέλιτος ἑφθά, τὸ μὲν ἐκ σησάμων, τὸ δ' ἐκ πυρῶν πεφρυγμένων.
[109] τὸ δὲ διαπαννυχίσαι καὶ διανυκτερεῦσαι ἂν εἴποις, καὶ παραπέμψαι τὴν νύκτα ἔστε πρὸς ἥλιον, καὶ τὸν λύχνον τὸν τούτοις καιόμενον πάννυχον.
εἰ δὲ καὶ τὸ κοτταβίζειν τῶν συμποτικῶν μέρος, ῥητέον κότταβοι κοτταβεῖον ἀποκοτταβίζειν, ἀπ' ἀγκύλης βάλλειν. καὶ τὸ μὲν κοτταβεῖον ἐκρέματο ἐκ τοῦ ὀρόφου ὕπτιόν τε καὶ λεῖον, χαλκοῦ [110] πεποιημένον, ὥσπερ λυχνίου τὸ ἐπίθεμα, ὃ τὸν λύχνον ἐπ' αὐτοῦ φέρει. καὶ μακρά τις ῥάβδος, ἣν καὶ ῥάβδον κοτταβικὴν ὠνόμαζον. τὸ δέ τι ἦν κοίλη τις καὶ περιφερὴς λεκανίς, ἣν καὶ χαλκιὸν ἐκάλουν καὶ σκάφην· ἐῴκει δὲ πόλῳ τῷ τὰς ὥρας δεικνύντι. καὶ τῷ μὲν ἐκ τοῦ ὀρόφου κρεμαμένῳ ἐχρῆν ἐπικοτταβίσαντα ποιῆσαί τινα ψόφον, ὃς καλεῖται λάταξ. τοῦτο δὲ καὶ τὸ κοτταβεῖον κατακτὸν κότταβον Ἀριστοφάνης (Pac 1244) καλεῖ, προσεικάζων αὐτὸ κώδωνι σάλπιγγος. τὸ δὲ χαλκίον ἐπεπλήρωτο μὲν ὕδατος, ἐπεπόλαζε δ' αὐτῷ σφαῖρα καὶ πλάστιγξ καὶ μάνης καὶ τρεῖς μυρρίναι καὶ τρία ὀξύβαφα.
[111] ὁ δ' ὑγρᾷ τῇ χειρὶ τὸν κότταβον ἀφεὶς καὶ τούτων τινὸς τυχὼν εὐδοκίμει. ὁ δὲ πλεῖστα καταδύσας τῶν ἐπιπολαζόντων τὰ κοτταβεῖα τὸ ἆθλον ἐλάμβανεν· ἐκαλεῖτο γὰρ οὐ τὰ ἀγγεῖα κοτταβεῖα μόνον, ἀλλὰ καὶ τὸ ἆθλον, ἦν δὲ πυραμοῦς καὶ σησαμοῦς καὶ ἄλλα τοιαῦτα. οὐ μὴν εἴποι ἄν τις τὸ κοτταβίζειν ἐφ' οὗ νῦν, ἀλλ' ἐμεῖν ἢ ἀποβλύζειν, πλὴν εἴ τις παίζων βούλοιτο οὕτως ὑποπτεύειν τὸ ἐν τῷ Γηρυτάδῃ ὑπ' Ἀριστοφάνους εἰρημένον (fg 152 Ko)
τότε μὲν σου κατεκοττάβιζον, τὸ νυνὶ δὲ καὶ κατεμοῦσι.
τάχα δ' εὖ οἶδ' ὅτι
καὶ καταχέσονται.
[112] τὸ δὲ παῦσαι τὴν ἑστίασιν διαλῦσαι τὸ συμπόσιον, διαπαῦσαι τὸ συμπόσιον, λῆξαι τὸν πότον, ἐκδειπνῆσαι, ἀπαναστῆναι τοὺς συμπότας, ἐξαναστῆναι, ἐξελθεῖν, ἀπαλλαγῆναι, ἐπὶ κοίτην τραπέσθαι.
Τοῖς δὲ συμποτικοῖς οὐδὲν ἂν κωλύοι προσκεῖσθαί τινα τῶν σποράδην συνωνύμων ἢ καὶ ἄλλως συνηρμοσμένων ἀλλήλοις ὀνομάτων.
[113] Τοὺς γείτονας ἐρεῖς ἀστυγείτονας, ὁμόρους, προσχώρους πλησιοχώρους περιχώρους, προσοίκους περιοίκους καὶ περιοικίδας πόλεις, γειτνιῶντας, προσοικοῦντας παροικοῦντας, ἐφορίους, συνημμένους, ὑποικοῦντας παρακατοικοῦντας, παρακατῳκισμένους, συνόρους προσόρους· ἐξοικοῦντας καὶ ἐφεστίους, οἱ γὰρ ἀγχιτέρμονες διθυραμβῶδες.
[114] Γίνεται, φύεται ἀναφύεται, γεννᾶται, σπείρεται, τίκτεται, ἄρχεται, συνίσταται, ζῇ, τρέφεται ἀνατρέφεται, σώζεται, ἀνθεῖ καὶ ἀνανθεῖ. τὸ δὲ ἐναντίον φθίνει, τελευτᾷ, ἀπόλλυται, λήγει, φθείρεται, ἀφανίζεται, ἀποθνήσκει, ἀναλίσκεται, κτείνεται, ἀναιρεῖται, δαπανᾶται, φονεύεται, ἀναλύεται, διαρρεῖ, κατατήκεται.
[115] Μετάνοια, μεταμέλεια, μετάγνωσις, μετάμελος, ἀναλογισμός, ἔννοια, ἐπανόρθωσις, ἀνάδυσις, ἀναχώρησις. καὶ τὰ ἀπαρέμφατα μετανοῆσαι, μεταμελῆσαι, μεταγνῶναι, γνωσιμαχῆσαι, ἀναλογίσασθαι, ἐπιθεάσασθαι, ἀντιλογίσασθαι, ἐπανορθώσασθαι, ἀναδῦναι, ἀναχωρῆσαι, μεταβουλεύσασθαι, μεταδοξάσαι, ἀναψηφίσασθαι, ἀναθέσθαι.
[116] Μόνιμον, βέβαιον, ἐχυρόν, πάγιον, ἀσφαλές, ἀμετάβλητον, ἀμετάγνωστον, ἄλυτον, ἀμετάστατον, ἀνεξάλειπτον, ἄτρεπτον, ἀραρός, ἑστός, ἀκίνητον, ἀτρεμές, ἰσχυρόν, ἀρραγές.
[117] Συνομολογῶ, συναινῶ, συγκατατίθεμαι, συμμαρτυρῶ, πείθομαι, ὁμογνωμονῶ, ὁμοδοξῶ, σύμφημι, συνέπομαι, συνδοκῶ, ἐπινεύω, συνεπαινῶ, σύμψηφός εἰμι, ὁμόφωνος σύμφωνος. καὶ συμφέρομαι, [118] ἀπέχομαι, συμπράττω, συναγωνίζομαι. τὸ δ' ἐναντίον ἐναντιοῦμαι ὑπεναντιοῦμαι, ἀντιλέγω, ἀντικρούω, ἀντιτείνω, ἀπειθῶ, διέστηκα τῇ γνώμῃ, διχογνωμονῶ, ἀλλοδοξῶ ἑτεροδοξῶ, ἀρνοῦμαι, ἀποφάσκω ἀπολέγω ἀπαγορεύω, ἀποτρέπομαι, φιλονεικῶ, ἀνταγωνίζομαι, ἀντιπράττω, διαφωνῶ, ἐρίζω, διαφέρομαι. τάχα δὲ τακτέον ἐπὶ μὲν τοῦ προτέρου καὶ τὸ συνᾴδειν, ἐπὶ δὲ τοῦ δευτέρου καὶ τὸ ἀπᾴδειν.
[119] Λάλος, φλύαρος, κομπώδης, ὀχληρός, ἀπεραντολόγος, ἀδόλεσχος, κουφολόγος, ἀθυρόγλωσσος, γλώσσαλγος, προσκορής, πέρα κόρου ληρώδης. λαλιά, φλυαρία, ἀπεραντολογία, κουφολογία, ἀδολεσχία, λῆρος, γλωσσαλγία. διαθρυλῶν τὰ ὦτα, μακρολόγος πολυλόγος, βαρύς, ἐπαχθής, φλήναφος, φληναφῶν, τὴν γλῶτταν ὀλισθηρός, ῥησικοπῶν, [120] ἀποκναίων ἀηδίᾳ, κόπτων τὰ ὦτα, τὸ ἐκ Δωδώνης χαλκεῖον, μακρότερα τῆς Ἰλιάδος λαλῶν, Ἀλκίνου ἀπόλογος, ἄπαυστος γλῶττα, ἀνερμάτιστος. μάτην αὐτοῦ τῇ γλώττῃ περίκειται τὸ ἕρκος τῶν ὀδόντων. προπαλὴς γλῶττα, πρόχειρος, ὀλισθηρά, ἐπιχειλής, ἐξωτέρω τῶν ὀδόντων, ὑπὲρ τοὺς τῶν χειλῶν ὅρους, Ἀράβιος αὐλός.
[121] Κοῦφος, ῥᾴδιος, εὐμετάβολος, εὔτρεπτος, εὐτράπελος, ὀξύρροπος, μεταπίπτων μεταρρέων μετατρεπόμενος, οὐκ ἐπὶ τῆς αὐτῆς δόξης μένων, ὄρνις, ἄνεμος, εἰκαῖος, συρφετός, αὔρα, πνεῦμα, ἀκατάστατος, ῥᾴων τῶν κωμάτων τὴν τροπήν, πορθμός, εὔριπος, ἀπαγής, ἀβέβαιος, ἀνερμάτιστος, σαλεύων, τοῦ φέροντος ἀεὶ πνεύματος, ὀξύτερος πτεροῦ τὴν ῥοπήν.
[122] Εἰς κόλακα: βωμολόχος, εἴρων, χλευασμοῦ γέμων, χλεύης μεστός, χλευαστικός, ἀπατητικός, πρὸς χάριν ἐντυγχάνων, πρὸς ἐξαπάτην συνών, ὑπιὼν πάντας, ὑπερχόμενος, θώψ θωπεύων, θέραψ θεραπεύων, κολακεύων ὑπερκολακεύων, ὑποκριτής, γελοῖος καταγέλαστος, γελωτοποιός, ποιητὴς γελοίων, γελοιάζων γελοιαστής, λιχνοτένθης [123] τενθεύων, κομψός, πανοῦργος, γόης, ἀπατεών, ἀνοήτων θηρευτής, τραπέζης φίλος, ἄνοιαν τῶν ἀνθρώπων κατευχόμενος, μῖμος γελοίων, ποιητὴς αἰσχρῶν ᾀσμάτων, αἰσχρολόγος, κορδακίζων, μόθων, ἐφύβριστος, σκωμμάτων συνθέτης, τωθαστής τωθαστικός, καὶ κατὰ τοὺς νεωτέρους παράσιτος. εἴποις δ' ἂν καὶ κύων προσσαίνων προσσεσηρώς, ἐπισίτιος, λυμεὼν τῆς νεότητος, ἀσύμβολος, παρεχόμενος συμβολὰς τὸν γέλωτα, πᾶν ἂν εἰπὼν καὶ πᾶν ἂν παθών.
[124] Ὀργίλος, ὑπέρθυμος βαρύθυμος, ἄμετρος ὀργήν, τραχὺς ὀργήν, ἔκμετρος, χολώδης ἐπίχολος ἀκρόχολος μελάγχολος, ὀξύθυμος, ὀξυθυμίας, πικρός, δύσκολος, μεμψίμοιρος, ὠμός, ἀσυγγνώμων, ἔκπληκτος, ἀπαραίτητος ἀπαράπειστος, ἀνεπιεικής ἀφ' οὗ καὶ τὸ [125] πρᾶγμα ἀνεπιείκειαν εἴρηκε Δημοσθένης (XXIX 3), ἄγριος, θηριώδης, ἀνήμερος, δύσθυμος, δυσόργητος, μηνιῶν βαρύμηνις, ἰοῦ γέμων, σκορπιώδης, σκορπίος ζητῶν ὅτῳ ἐγχρίμψει τὸ κέντρον, Σφήττιος, ἀνηλεής, καὶ τὰ Πλάτωνος ἀτεράμων (Lg IX 853 D), κερασβόλος (Lg IX 853 D), σιδήρειος (Gorg 509 A ? Com I p 667. 268 Ko), καὶ τὸ Ὁμηρικὸν (Λ 137 Φ 98) ἀμείλικτος ‑ σκληρότερον γὰρ ὁ ἀστεμφής (B 344) ‑ καὶ εὐτελέστερον ὁ Ἡροδότου (V 42) ἀκρομανής, καὶ κωμικώτερον ὁ Ἀριστοφάνους (fg 790) θυμάγροικος.
[126] Κίναιδος, πόρνος, ἀκάθαρτος, βδελυρός, καταπύγων, θηλυδρίας, γυναικίας, ἀσελγής, αἰσχρουγός, ἀκόλαστος, μαλθακός, ἡταιρηκώς, ἐκπεπορνευμένος, ἐμπεπαρῳνημένος, ἐνησελγημένος, τὴν ὥραν πεπρακώς, πρὸς ἀργύριον ἀντικατηλλαγμένος, ταῖς πόρναις ὁμότεχνος, ταῖς ἑταίραις προσαμιλλώμενος, καθυβρισμένος, κλύσμα, πάροινος, ἀνδρόγυνος, [127] ὑγρός ὑγρόνους, ἐκτεθηλυσμένος ἢ μεμαλαγμένος, λελυγισμένος, γύννις, θῆλυς τὴν ψυχήν, εὐωνότερος τὴν ὥραν τῶν ἀποκεκηρυγμένων ὠνίων, τὴν νεότητα προπεπωκώς, προπετής, τὴν ἡλικίαν πεπρακώς· μοχθηρὸν γὰρ ὁ λακκόπρωκτος, παλίμπρατος δὲ τὴν ὥραν, καὶ παλιγκάπηλος τοῦ κάλλους, προειμένος τὰ κάλλιστα καὶ πεπονθὼς τὰ αἴσχιστα, αἰσχύνων τὸ σῶμα, καταισχύνων τὴν ὥραν, ἐκδεδωκὼς εἰς αἰσχύνην τὸ σῶμα, ἀναισχυντότερος τῶν νεωτέρων, ἰταμώτερος ἑταιρῶν, βδελυρώτερος, θρασύτερος, ἐπονείδιστος, ἐπίρρητος, ἐπίψογος.
[128] Βίοι ἐφ' οἷς ἄν τις ὀνειδισθείη, πορνοβοσκός, κάπηλος, ὀπωρώνης ὀπωροπώλης, τελώνης δεκατώνης, δεκατηλόγος εἰκοστολόγος πεντηκοστολόγος ἐλλιμενιστής, κῆρυξ, ναύτης, πανδοκεύς, πορθμεύς, μαστροπός, ὑπηρέτης, βυρσοδέψης σκυτοδέψης, ἀλλαντοπώλης. εἰ δὲ καὶ μὴ διὰ πασῶν ἀνέλθοι τεχνῶν τὸ ὀνείδισμα τοῖς βελτίω βίον αἱρουμένοις, ἀλλ' οἵ γε τοιοῦτοι βίοι τὸ ἐπονείδιστον ἐπ' αὐτοῖς ἔχουσιν, εἰ καί τις ἐπιμένει τῇ τύχῃ.
[129] Πρὸς τὸν θορυβοῦντα τὸ δημόσιον τάδε ἄν τις εἴποι. κυκῶν συγκυκῶν, θορυβῶν, στρέφων, συγχέων, συνταράττων, δημοκόπος, θρασύς, προωθῶν ἅπαντας, ἐλαύνων, φύρων τὰ πάντα, μεταπηδῶν ἀναπηδῶν ἐμπίπτων, ῥύμῃ φερόμενος, στρόβιλος, ἄνεμος, καταιγίς, χειμάρρους, ἀκατάστατος, ἀναρριπίζων τὸν δῆμον, ἀνερεθίζων, ἐκκάων, ἀναφλέγων, [130] ἐξοργίζων, παροξύνων, ἐκστασιάζων, συγκρούων πάντας πρὸς ἀλλήλους, τάρακτρον· ὁ γὰρ στρόφις ἄντικρυς κωμικόν, μεταβάλλων δὲ πάντα καὶ μεθιστάς, ἄνω καὶ κάτω τὴν πολιτείαν μεταφέρων, ἀηδής, ἀκάθεκτος, πλήκτης, ἀνίδρυτος. εἰ δὲ καὶ Δημοσθένης (XIX 295) φησὶν "ὁ δ' ἔνδον ἐτύρευεν," ἀλλ' οὐκ ἔγωγε ἀποδέχομαι τὸ τυρεύειν. δυναίμην δ' ἂν εἰπεῖν, τίς τὸν τοιοῦτον πόλις [131] χωρεῖ; τίς δ' ἂν τὸν τοιοῦτον ἀνάσχοιτο; τίς δ' ἂν ἐνέγκαι, τις δ' ἂν ἀντίσχοι πρὸς τὴν ῥύμην αὐτοῦ; τῷ δ' ἐστὶν ἀνεκτὸς ἅνθρωπος; τί δ' ἄπρακτον αὐτῷ, τί δ' ἀτόλμητον; πάντολμος ἄνθρωπος, πᾶν ἂν πράξας, πᾶν ἂν εἰπών, πολύστροφος τὴν γνώμην, ἐπὶ πάντα χωρῶν, οὐ διακρίνων τὰ καλὰ τῶν αἰσχρῶν, τὰ κάλλιστα τοῖς αἰσχίστοις συγχέων. ὃς ἐπὶ τῆς αὐτῆς τιμῆς ἀρετήν τε καὶ κακίαν ἄγει.
[132] ὃς καλλωπίζεται τοῖς αἰσχίστοις ὡς ἄλλοι τοῖς ἀρίστοις. ὃς ἀδικῶν σεμνύνεται πλέον ἢ ἀδικούμενος αἰσχύνεται. ὃς καλλωπίζεται τῇ πλεονεξίᾳ, ὃς καλλώπισμα ποιεῖται τὴν πλεονεξίαν. ὃς τἀδικήματα τῷ δύνασθαι μετρεῖ. ὃς αἰσχίω τὴν εἰς τὸ ἀδικεῖν ἀσθένειαν ἡγεῖται τῆς τοῦ πλεονεκτεῖν ἐπιθυμίας. ᾧ καλὸν μόνον δοκεῖ ὃ βούλεται. ὃς ἰσχὺν μὲν τὸ βιάσασθαι, τὸ δ' ἐξαπατῆσαι σοφίαν οἴεται. ὃς μόνην σύνεσιν τὴν ἀπάτην καλεῖ. ὃς μικρὸν πᾶν ὃ πεποίηκεν [133] ἡγεῖται πρὸς ἃ βούλεται. ὃς ὃ πέπραχε δοκεῖ μικρότερον οὗ πράξει. ὃς πρὸς οὐδὲν τῶν ἀδίκων ὀκνεῖ. ὃς ἡγεῖται τὸ τολμᾶν ἴσον τῷ τυχεῖν. ὃς ἂν διαμάρτῃ τολμήσας, ὅμως ἐλπίσας ἧττον ἀλγεῖ. ᾧ μηδὲν ἱκανὸν δι' ἀπληστίαν. ὃς τὸν ἀπὸ τῶν αἰσχίστων πόρον πρὸς εὐπρεπείας δοκεῖ. ὃς διὰ μὲν αἰσχροκέρδειαν τρόπου πανταχόθεν λαμβάνει, διὰ δὲ φιλαργυρίαν εἰς οὐδὲν δίδωσιν.
[134] ᾧ μηδὲν αἰσχρόν, ᾧ λῆμμα πρόσεστιν, δοκεῖ. ὃς ἐπιθυμεῖ μὲν καὶ τῶν ἐλαχίστων δι' ἀνελευθερίαν, ἀρκεῖται δ' οὐδὲ τοῖς μεγίστοις δι' ἀπληστίαν. ὃς πᾶν νομίζει τὸ ληφθὲν ἔλαττον οὗ λήψεται. ὃς τὴν μὲν ἀνδραγαθίαν ματαιότητα, τὴν δὲ ἀπραγμοσύνην ἀργίαν, τὴν δὲ φιλοτιμίαν μανίαν, τὴν δὲ σωφροσύνην ἀτολμίαν, τὴν δ' ἐγκράτειαν ἀνανδρίαν οἴεται. ὧ τὸ μηδὲν ἀδικεῖν ἀσθενὲς εἶναι δοκεῖ.
[135] ὃς αἰτεῖ μὲν ὡς οὐκ ἀδικήσων, ἀδικεῖ δ' ἂν λάβῃ. ὃς τὸν μὴ δόντα νομίζων ἐχθρόν, εὐκαταφρόνητον τὸν δεδωκότα δοκεῖ. ὃς μόνους οὓς οὐκ οἶδεν οὐκ ἀδικεῖ. ὃς τοῖς μὲν ἐχθροῖς ἐπιτίθεται διὰ τόλμαν, τοῖς δὲ φίλοις δι' ἀπιστίαν. ὃς ἐν φιλίᾳ τὸ πεπιστεῦσθαι προλαβών, αὐτῇ τῇ πίστει χρῆται πρὸς ἐξουσίαν ἀδικημάτων. ὃς τῆς πονηρίας τὴν δόξαν ὡς κέρδος φιλεῖ. ὃς ἀδοξεῖν οἴεται, πονηρὸς ὢν ἂν λάθῃ. ὃς κολακεύει μὲν ἕκαστον ὡς εὖ πάσχων, μισεῖ δὲ ὡς [136] ἀδικούμενος. ὃς ἄχθεται μὲν τοῖς ἀλλοτρίοις ἀγαθοῖς, χαίρει δὲ τοῖς ἁπάντων κακοῖς. ὃς ἴσον τὸ ποιῆσαι τὰ δεινότατα τῷ μὴ παθεῖν οἴεται. ὃς μέγιστον φρονεῖ τῷ μηδὲν ἴσον οἷς ἐποίησε δύνασθαι παθεῖν. ὃν οἱ μὲν εἰδότες μισοῦσιν, οἱ δ' οὐ μεμισηκότες ἀγνοοῦσιν. ὃν ὅστις οὐκ ἀγνοεῖ μισεῖ. ὃς τῶν μὲν φυλαττομένων δειλίαν κατέγνωκε, τῶν δὲ πιστευόντων εὐήθειαν. ὃς τὸν διδόντα μὲν κολακεύειν, [137] τὸν δ' οὐ διδόντα ὀφείλειν ὑπείληφεν. ὃς οὐχ οἷς ἔλαβε χαίρει, ἀλλ' οἷς οὐ προσέλαβεν ἀγανακτεῖ. ὃς οὐ δύναται μὲν παθεῖν οἷα ποιεῖ, μόνα δ' αἰσχύνεται ποιεῖν ὅσα δύναται παθεῖν. οὗ τὴν μὲν ἀπληστίαν οὐκ ἀποπίμπλησιν ὁ διδούς, τὴν δ' ἐπιθυμίαν οὐχ ἵστησιν ὁ μὴ διδούς. ὃς οὔτε τὸ μέγιστον ἐλπίζειν οὔτε τοὐλάχιστον λαβεῖν αἰσχρὸν εἶναι δοκεῖ. ὃς οὔτ' αἰσχύνεται τοῖς ἐλαχίστοις οὔτε πληροῦται τοῖς μεγίστοις. ὃς τοὺς ἄνδρας ὅρκοις ἐξαπατᾶν οἴεται δεῖν ὡς τοὺς παῖδας ἀστραγάλοις. ὃς μόνους αὑτοῦ σοφωτέρους [138] οὓς οὐκ ἠδίκηκεν δοκεῖ, ὃς οὔτε παθεῖν δέδιεν οὔτε ποιεῖν ὀκνεῖ. ὃς τοῖς πονηροῖς ἀρετῆς δόξαν ἐκ τῆς καθ' αὑτὸν ὑπερβολῆς προστίθησιν. δι' ὃν τοὺς λῃστὰς ὡς νομίμους εὐδοκιμεῖν συμβέβηκεν. δι' ὃν οἱ λῃσταὶ φιλανθρωπίας δόξαν λαμβάνουσιν, ὃς οὕτε τοῖς πρὸ αὑτοῦ πονηροῖς παραβολὴν καταλέλοιπεν οὔτε τοῖς μεθ' ἑαυτὸν ὑπερβολήν. ὃς τῇ τόλμῃ τοῦ παρανομεῖν τὴν πίστιν τοῦ μὴ σφαλήσεσθαι προστίθησιν. ὃς οὐ τὸ ἐπιχειρεῖν ἀδικεῖν ἀλλὰ τὸ διαμαρτεῖν αἰσχύνεται. ὃν οὔτε θάρσος οἶδε ῥητὸν οὔτε τῶν ἀρρήτων ἔργων ἡ ἀποχή. ὃς μόνον αἰσχρὸν ὃ μὴ δύναται νομίζει. οὗ τὸ παρὰ φύσιν ἐρᾶν τῆς φύσεως πλέον. καὶ πολλὰ ἄν τις τοιαῦτα συνθείη.
[139] Εἰς μὲν δὴ τὸν οὐκ ἀφροντίστως δοκοῦντα λέγειν ἐρεῖς ἐσκεμμένος, βεβουλευμένος, συγγεγραφώς, πεφροντικώς, προεωρακώς, μεμεριμνηκώς, προβεβουλευμένος, συνθείς, πονήσας ἐκπονήσας ἐκπονήσας προπονήσας, ταλαιπωρηθείς, ἐπιμεληθείς, φιλοτιμηθείς, προσκαμών, προσταλαιπωρηθείς, συνταξάμενος, παρασκευασάμενος, ἐξεργασάμενος, [140] λογογραφήσας, ἄνω καὶ κάτω μεταθείς, μεταγράψας, ξέσας διαζεύξας, ἁρμόσας, διασμιλεύσας, ἐπαναλαβὼν πολλάκις, ἐπαναθεασάμενος, διακριβώσας, διακαθήρας ἐκκαθήρας, διαγράψας μεταγράψας ἐξορθώσας, ἐκλεξάμενος, ἐπανορθωσάμενος, βασανίσας, κρίνας ἐπιδιακρίνας. ἐσκεμμένως βεβουλευμένως πεφροντισμένως συγγραφικῶς μεμεριμνημένως προεωραμένως προβεβουλευμένως συγκείμενα, πεπονημένα, ἐπιπόνως ταλαιπώρως λογογραφικῶς συντεταγμένα, [141] συνδεδεμένα, παρεσκευασμένα, κεκολασμένα, διεξεσμένα, ἡρμοσμένα, διεσμιλευμένα, ἀποτετορνευμένα, ἐκκεκαθαρμένα, διηκριβωμένα, ἐξειργασμένα, ἐξεσμένα, ἐξειλεγμένα, ἐξωρθωμένα, ἐπηνωρθωμένα, βεβασανισμένα, κεκριμένα. οὐκ ἄνευ φροντίδος, οὐκ ἔξω προνοίας, οὐ χωρὶς μερίμνης, οὐκ ἄνευ σκέψεως, σὺν ἁρμονίᾳ, σὺν βασάνῳ, σὺν τάξει, κρίσει, ἐργασίᾳ, ἀκριβείᾳ, ταλαιπωρίᾳ, [142] καθάρσει, τορείᾳ. εἰς δὲ τὸν ἄνευ μελέτης δοκοῦντα λέγειν πρόχειρος, ῥᾴδιος, αὐτοσχεδιάζων καὶ ὡς Ξενοφῶν ἐν Λακώνων πολιτείᾳ (XIII. 5) αὐτοσχεδιαστής ‑ τὸ γὰρ ἐν τῇ Νυκτὶ μακρᾷ Πλάτωνος (I p 624. 87) αὐτοσχεδίασμα φαῦλον ‑ ἄσκεπτος, ἀπόνηρος, ῥᾴθυμος, ἀμελής, ἀφρόντιστος, ἀπρονόητος, προπετής, ὀλίγωρος, ἀταλαίπωρος, εὐχερής, εὔκολος. ἐκ τοῦ καιροῦ λέγων, ἐκ τοῦ παραχρῆμα, ἐκ τοῦ παρατυχόντος ἐκ τοῦ τυχόντος, δι' ὀλίγου, πᾶν τοὐπιὸν λέγων, ἐπιχειλής, φλύαρος, λάλος, ἐπιπολῆς [143] λέγων, ἐξ ἑτοίμου, πᾶν τὸ ἐπελθόν, ἀπροβούλευτος, ἀπερίσκεπτος. ἀβασάνιστα, ἀπαράσκευα. ἀπαρασκεύῳ γνώμῃ ἐν τοῖς περὶ ἀληθείας Ἀντιφῶν εἶπεν, ἀπαρασκεύαστον δ' ἐν ταῖς ῥητορικαῖς τέχναις ‑ δοκοῦσι δ' οὐ γνήσιαι (Voisokr 80 B 8) ‑ ἐν μέντοι τοῖς συμβουλευτικοῖς προοιμίοις τοῖς Δημοσθένουσ(45. 5) τὸ ἀπαρασκευαστότερον γέγραπται. ἄκριτα, ἀνάρμοστα, ἀραιά, διαλελυμένα, διεστηκότα, ἀδιέργαστα, ἄξεστα, ἀφρόντιστα, ἀπροβούλευτα. τάχα δὲ καὶ τὸ [144] ἀπρόγραφα· Ὑπερείδης (fg 231 Bl) μὲν γὰρ αὐτῷ ἐπ' ἄλλου κέχρηται, εἰπὼν 'ἀπροβούλευτα καὶ ἀπροχειροτόνητα καὶ ἀπρόγραφα,' ἔχοι δ' ἂν ἐνταῦθα χώραν. ἀνέδην, χύδην, ῥύδην. πάντα κάλων ἀνείς. προχείρως, ῥᾳδίως, αὐτοσχεδίως καὶ αὐτοσχεδίους λόγους, ἀπόνως, ἀσκέπτως, ῥᾳθύμως, ἀμελῶς, ἀφροντίστως, ἀπρονοήτως, ἀταλαιπώρως, εὐχερῶς, εὐκόλως, φλυάρως, ἀπροβουλεύτως, ἀπερισκέπτως ἀπροσκέπτως, ἀβασανίστως, ἀπαρασκεύως, ἀδιεργάστως, ἀκρίτως, ἀναρμόστως. σὺν ἀπονίᾳ, ῥᾳθυμία, προπετείᾳ, εὐχερείᾳ, εὐκολίᾳ, λαλιᾷ, ἀναρμοστίᾳ. ἡ δ' ἐν τοῖς Πλάτωνος νόμοις (IX 867 B) ἀπροβουλία οὔ μοι ἀρέσκει.
[145] Εἰς τὸν ὀλίγα ὑπ' ἀσθενείας λέγοντα ἄπορος ἄλογος, ἄφωνος, ἀπαράσκευος, ὀλίγος, βραχύς, σμικρός, ῥανίς, ψακάς, ἰχθύς, ἰχθύων ἀφωνότερος, ἀπερραμμένος τὸ στόμα, ἀπεστομισμένος ἀπεστραμμένος τὴν γλῶτταν, ἄγλωττος, ἀμήχανος, ἀδύνατος, ἀσθενής. καὶ τὰ πράγματα ἀπορία, ἀλογία, ἀφωνία, ὀλιγότης, βραχύτης, σμικρότης, ἀγλωττία, ἀμηχανία, ἀδυναμία ἀδυνασία, ἀσθένεια. καὶ τὰ ἐπιρρήματα ἀπόρως, ἀλόγως, ἀφώνως, ἀγλώττως, ἀμη[0]χάνως, [149] ἀδυνάτως, ἀσθενῶς. εἰ δ' ὀλίγα μὲν λέγοι, κρίσις δέ τις αὐτῷ προσείη, βραχύς βραχυλόγος, σύντομος, αὐτάρκης, ἀρτιεπής, σαφής, ἀποχρῶν ὑπεραποχρῶν, ἀρτίστομος, πολύνους μᾶλλον ἢ πολυλόγος, περιεπτισμένος, διεσμιλευμένος, ἀκριβής ἠκριβωμένος, ἠπειγμένος, κεκολασμένος, βεβασανισμένος, κεκριμένος, βραχέσι ῥήμασι πολὺν νοῦν ἀπαγγέλλων, οὐ λέγειν μᾶλλον ἢ διδάσκειν τὸ σαφὲς εἰδώς, οὐ μέχρι τῶν ὤτων θέλγων, πολυνοία μᾶλλον ἢ [150] πολυλογίᾳ χαίρων. καὶ τὰ πράγματα δὲ τάχος, συντομία, αὐτάρκεια, βραχυλογία, σαφήνεια, ἀρτιφωνία ἀρτιλογία ἀρτιστομία, ἀκρίβεια, βάσανος, κρίσις. καὶ τὰ ἐπιρρήματα ταχέως, συντόμως, αὐτάρκως, βραχέως, σαφῶς, ἠπειγμένως, ἀρτιφώνως ἀρτιλόγως ἀρτιστόμως, πολύνως, ἀκριβῶς, περιεπτισμένως, κεκολασμένως, βεβασανισσμένως, διεσμιλευμένως, κεκριμένως. παῦρα μὲν λέγων ἀλλὰ μάλα λιγέως.
[146] Εἰς δὲ τὸν πολλὰ οὐ μὴν κεκριμένα λέγοντα, πολυλόγος, μακρολόγος, μακρός, ἀπέραντος ἀπεραντολόγος, βόρβορος, προσκορής, κυκλοβόρος χειμάρρους χαράδρα, συρφετός, ἄμετρος ἀμετροεπής, θόρυβος, φλήναφος, ἀχαλίνωτος τὸ στόμα, ἀκρατὴς τὴν γλῶτταν, ὀλισθηρός, θολερός θολώδης, ἰλυώδης, ἀχάλινον στόμα, ἀκρατὴς γλῶττα, λήρους μακροὺς ἀποτείνων, φλύαρος, φλυαρίας εἴρων, οὐ [147] λέγειν δυνατὸς ἀλλὰ σιωπᾶν ἀδύνατος. εἰς δὲ τὸν μετὰ δυνάμεως εἰς τὸ πλῆθος παρερχόμενον πολύς, εὔρους, ῥόθιος, εὔπορος, ἄφθονος, σφοδρός, βίαιος, παρασύρων παρέλκων παραφέρων, συγκλύζων, πηγάς τινας ἀφιείς, ὄμβρος, νιφετός, ποταμός, πυκνός, συνεχής, ἄπταιστος, λάβρος, πολλῷ ῥέων, ἀνεμπόδιστος, ἐπειδὰν λύσῃ τὸ στόμα, ἐπειδὰν ἀφῇ τὴν γλῶτταν, ἐπειδὰν προχέῃ τὴν φωνὴν, ἐπειδὰν ἐκχέῃ τοὺς λόγους· τίς ἂν ἐνέγκαι τὸν ὠθισμὸν τῶν αὐτοῦ ῥημάτων, τὸν ῥοῖζον τῶν ὀνομάτων, τὸ ῥεῦμα τῆς φωνῆς, τὸ πνεῦμα, τὸν [148] τόνον, τὴν πυκνότητα, τὸν κατακλυσμόν, τὴν σφοδρότητα, τὴν βίαν, τὴν ἰσχύν, τὴν μεγαλοφωνίαν, τὴν εὔροιαν, τὴν μεγαλόνοιαν, τὴν λαμπροφωνίαν, τὸ ὑψηλόνουν, τὴν λαμπρότητα, τὴν ὑψηλολογίαν, τὴν καλλιφωνίαν, τὸν ῥοῦν τῶν λόγων, τὸν θόρυβον τῆς φωνῆς; τίς οὕτω ποταμὸς πολλύρους; τίς οὕτως ἐπίδρομος; Ἀλφειός Παμισός Ἀχελῷος Ὠκεανός, Νεῖλος. Ἴστρος ἂν μὴ παγῇ.
Ἐξ ἀδικημάτων ὀνόματα, ἐφ' οἷς εἰσὶ δίκαι καὶ γραφαί. κλέπτης, τοιχωρύχος βαλαντιοτόμος, τυμβωρύχος, μοιχός, ἀνδρο[0]φόνος, [151] λωποδύτης, ἱερόσυλος, προδότης, ῥίψασπις. ἐπὶ δὲ τούτου ὁ Πλάτων (Lg XII 944 B) φησὶ 'ῥίψασπις μὲν γὰρ οὐκ ἐν πᾶσιν ὀνομάζοιτ' ἂν δικαίως, ἀποβολεὺς δ' ὅπλων·' Ἀριστοφάνης (Nub 352) δὲ λέγει ῥίψασπιν. αὐτόμολος, ἀργός, ἀχάριστος, ἀσεβής, δειλός, ἀστράτευτος, λιποστρατιώτης, τύραννος, ἀνδραποδιστής, φαρμακεύς φαρμακός φαρμακίς, δωροδόκος, λῃστής, καταποντιστής, πόρνος, πατραλοίας μητραλοίας, βίαιος, ὑβριστής, κακήγορος, συκοφάντης.
[152] ἃ δ' οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν ἀλλὰ μετοχαῖς, βουλεύων τυραννίδα, καταλύων τὴν πολιτείαν, ἐπὶ καταλύσει τοῦ δήμου συνιών, τὰ δικαστήρια δεκάζων, ἐξαπατῶν τὸν δῆμον ἢ τὴν βουλὴν ἢ τὸ δικαστήριον, τὰ ψευδῆ μαρτυρῶν. οἱ μὲν γὰρ ψευδομάρτυρες εἴρηνται παρὰ Κριτίᾳ (TGF 775. 9 N), καὶ ὁ ψευδομάρτυς [153] οὐκ οἶδ' εἴ που· καὶ τὸ ψευδομαρτυρεῖν ὁ αὐτός που λέγει. καὶ Δημοσθένης (XXIX 6) καταψευδομαρτυροῦμαι. πιπράσκων τὸν ἐλεύθερον, παρανομῶν, ἐκλείπων τὴν ναῦν, παραβαίνων συνθήκας. καὶ ἕτερα δ' ἔστιν ἀδικήματα ὧν τοὺς ἀδικήσαντας οὐκ ἔστιν ὀνομάζειν, ἀλογίου, κακώσεως, ἀποπομπῆς, ἐπιτροπῆς, ἀπολείψεως, παραπρεσβείας, ἐξούλης, σίτου, καρποῦ, λιπομαρτυρίου λιποταξίου λιποναυτίου, εἱργμοῦ, κακοῦ ἤθους, κακοῦ βίου, αἰκίας, βλάβης, ἀπαγωγῆς, [154] βουλεύσεως, δήμου καταλύσεως, δημοσίων ἀδικημάτων, δωροξενίας, ξενίας, ψευδεγγραφῆς ψευδοκλητείας, ἀποστασίου ἀπροστασίου, παρανόμων, ἀπρόσκλητον δίκην εἰσελθεῖν, τὴν μὴ οὖσαν λαχεῖν, παρακαταθήκην ἀποστερῆσαι, καταβάλλειν, τιτρώσκειν. καὶ περὶ τούτων καὶ μετοχαῖς ἔστι χρῆσθαι.
[155] Ὅσα ἄν τις εἴποι ἐκ τοῦ ὁμο σύνθετα. ὁμόσπονδος ὁμόσιτος, ὁμοήθης, ὁμότροπος, ὁμόδουλος, ὁμόνους, ὁμόφωνος, ὁμόγλωττος, ὁμοτράπεζος, ὁμόφυλος, ὁμόδημος, ὁμωρόφιος, ὁμότιμος, ὁμότεχνος, ὁμόσκηνος, ὁμοδίαιτος, ὁμογνώμων, ὁμομήτριος ὁμοπάτριος, ὁμώνυμος, ὁμόχρως, ὁμόψηφος, ὁμοβώμιος, ὁμογενής ὁμόγονος, ὁμοειδής, [156] ὁμομήτωρ ὁμοπάτωρ, ὁμοθυμαδόν, ὁμολογία· ὁ γὰρ ὁμόλογος βίαιόν τε ὁμοῦ καὶ εὐτελές. ὁμότιτθον δὲ Δείναρχος (inc or fg 24 Tur) εἴρηκεν, καὶ Πλάτων ὁμότροπον (Phaed 83 D) καὶ ὁμόζυγα (Phaedr 256 A), καὶ Θουκυδίδης (II 96) ὁμόσκευον. ὁμόδοξον δ' ἂν εἴποις, Πλάτωνος (Rpb 310 E) εἰπόντος ὁμοδοξίαν· οἱ γὰρ ὁμογάλακτες ἴδιον τῶν Ἀττικῶν, τὸ δ' ὁμοερκὴς σκληρόν, εἰ καὶ παρὰ Σόλωνι(). ὁμοπτέρους δὲ τοὺς ὁμότριχας εἰπόντος Εὐριπίδου (Elec 530), Στράττις (I p 733. 87 Ko) τοὺς ὁμήλικας εἴρηκεν ὁμοπτέρους.
[157] Ἐκ δὲ τοῦ συν τάδε σύνθετα. σύλλογος, σύνοδος, σύγκλητος, συνεκκλησιαστής, σύμβουλος, σύσσιτος συσσιτία, συμπότης, συλλογεύς, συστρατιώτης, σύνεδρος, σύσκηνος, συστράτηγος συντράπεζος, συνεραστής, σύμπλους, σύντροφος, συνεργός, συγγενής, συναγωνιστής, συντελής, συνθεατής, σύνορος, συμμελής, σύμψηφος, συσπένδων, [158] συνομνύμενος, συνωμότης, συμπρέσβεις, συνίστορες, καὶ σύστασις, συμμετρία, συμφωνία, συναυλία, σύγχυσις ὅρκων. συνάρχων, σύνθηρος, συνιππεύς, συνωρίς, συγγεωργός, συγκυνηγέτης, συγκλέπτης, συμπαραστάτης, συνοδοιπόρος, σύμβιος, συστασιώτης, σύζυξ, συμμορίτης.
[159] συνθεάτριαν δὲ καὶ συλλήπτριαν Ἀριστοφάνης (fg 864). ὁ δ' αὐτὸς καὶ συγκοίτας (fg 862) εἴρηκε, καὶ συστάδας ἀμπέλους (fg 729). εἴρηκε δὲ καὶ σύμποδα (fg 865) καὶ συνθήκην (Pac 1065, Lys 1267). εἴη δ' ἂν ἐκ τούτων καὶ συντυχία. Πλάτων (Enthyd 272 C) δὲ συμμαθητὰς ἔφη καὶ σύνοψιν οἰκειότητος (Rpl 537 C). Εὔπολις (fg 448) δὲ συμβίοτοι συμπάροικοι, καὶ συνήλικες δ' ὁ αὐτὸς (fg 181) εἶπε, Δείναρχος (inc or fg 33 Tur) δὲ καὶ συνιεροποιὸν καὶ συμπρύτανιν καὶ συμβουλευτὴν εἴρηκεν, ἡ δὲ κωμῳδία καὶ συγκηδεστήν. τὰ δ' ἐκ τούτων παραγόμενα ῥήματα καὶ πράγματα καὶ ἐπιρρήματα ἀπέραντα ἂν εἴη τῷ βουλομένῳ λέγειν.
[160] ἐκ δὲ τοῦ ἡμι τάδε τὰ ὀνόματα. ἡμιμανής, ἡμιμαθής, ἡμιπλήρωτον ἡμίπλεων ἡμίμεστον, ἡμιδεές, ἡμιμέδιμνος ἡμιμόχθηρος, ἡμίτομον, ἡμίδραχμον, ἡμιωβόλιον, ἡμίεκτον ‑ καὶ ἡμιεκτέον Ἀριστοφάνης (Nub 643) ‑ ἡμιχοίνικον, ἡμιγενής, ἡμίονος. ἡμίεργον, ἡμιτελές, ἡμιποίητον, ἡμίθραυστον, ἡμίφαυστον, ἡμίφρακτον, ἡμίφλεκτον, ἡμίοπτα, ἡμίεφθα, ἡμίβρωτα, ἡμιτέλεστα, ἡμίκρανον, [161] ἡμίκραιρα, ἡμιμόριον, ἡμιθνής, ἡμιμέθυσος, ἡμιτυμπάνιστος, ἡμίγυμνος, ἡμίθεος, ἡμιτάλαντον, ἡμικλήριον. ἡμίλουτοι δὲ Κρατῖνος (I fg 416 Ko) εἴρηκε, καὶ Φιλύλλιος (I p 789. 31 Ko) ἡμίπλεκτοι, ἡμιμάσητοι δὲ Κράτης (fg 49 Ko), καὶ ἡμιφωσώνιον Ἀριστοφάνης (fg 784), καὶ ἡμίοπον αὐλὸν Αἰσχύλος (T G F 91). καὶ ἡμίκακον δ' Εὐκλείδης (I p 805. 3 Ko) λέγει καὶ Σοφοκλῆς (T G F 948), Ἀριστοφάνης (Th 449) δὲ καὶ ἡμικάκως, καὶ Δείναρχος (inc or fg 17 Tur) ἡμιπόδιον, ἡμιχρύσους δ' Ἀναξανδρίδης (II p 137 fg 5 Ko). τῶν μέντοι Μενάνδρου (fg 1014 Ko) τὸ μὲν ἡμιφυὲς καὶ ἡμίγραφον ἀνεκτά, τὸ δ' ἡμιλάσταυρον παμπόνηρον.
[162] τάδε μέντοι ἐκ τοῦ παν σύνθετα. πάγκαλος, πάγκακος, πανοῦργος, πάνδημος. καὶ παγκάλως καὶ παγκάκως, καὶ ὡς Πλάτων (Phaedr 276 D saep) παγκάλη πάγκαλον. παμπάλαιον, πάμμεγα παμμέγεθες, παμπληθές πάμπολυ, πάμμηκες, παμποίκιλον, παντοδαπόν, παντοῖον, πανσέληνος, παναρμόνιον, παναγές, πανώλης, πάντολμος, παμμίαρον, παμπόνηρον, πάνσοφον, παντελές, πάνδεινον, πάνδηλον. καὶ τὰ Θουκυδίδου (VII 87. 6) πανωλεθρίᾳ, πανδημεί, πασσυδί [163] (VIII 1). καὶ τὰ Πλάτωνος παμπλούσιος (Lg 734 C) καὶ πάνσμικρος (Lg X 903 C) καὶ παντοπώλιον (Rpb VIII 557 D). εἴποις δ' ἂν καὶ παγγενεί, πανστρατιᾷ, παναισχές, παμπρασία, πανδαισία, πανθοινία, παγκαρπία, πανοπλία. Ἀντιφῶν (fg 175 Bl) δὲ καὶ ἐξαλᾶσθαι πανοικεσίᾳ ἔφη. πανήμερος πάννυχος· τοῦτον δὲ πανεύφρονα Κρατῖνος (I fg 435) καλεῖ. πανδοκεύς πανδοκεύτρια. καὶ ὡς Κρατῖνος (fg 434) παναγάθη, καὶ ὡς Ἀριστοφάνης (fg 727) πάγκυφος ἐλαία. καὶ Παναθήναια δὲ καὶ Πανιώνια καὶ Παναιτώλια καὶ Παμβοιώτια καὶ Πάνδια.
[164] ἐκ δὲ τοῦ πάλιν τάδε σύνθετα. παλίμβολος, παλίμπρατος, παλιγκάπηλος, παλίντροπος, παλίγκοτος· τὸ γὰρ παλίνορσος ποιητικόν (Hom Γ 33), καὶ τὸ παλιντράπελος βίαιον καὶ τὸ παλίντονον. Δείναρχος (fg inc 26 Tur) δὲ καὶ παλιμπροδότης λέγει. παλίμπηγα δ' οἱ κωμικοὶ (III p 590 fg 1099 Ko) τὰ παλαιὰ καττύματα, καὶ παλινδορίαν. καὶ παλίνδικον τὸν πολλάκις δικαζόμενον, καὶ παλίγγλωσσον τὸν κακόφημον.
[165] ἐκ δὲ τοῦ τρι τριπλοῦν, τρίδραχμον, τρίμνουν, τριτάλαντον, τριστάτηρος χλαμύς, τριτημόριον, τρικόλλυβον, τριτοστάτης ἐν χορῷ τριτόστατος, τρίδουλος, τριμίτιον, τριταγωνιστής, τριήρης, τρίπολος γῆ· τρίκλυστος δ' Ἀριστοφάνης (fg 875) λέγει. τρισκατάπτυστος, τριττυάρχης, τρίπαλαι· τὸ γὰρ τριπέρυσιν ἠρέμα φορτικόν. τρισκακοδαίμων καὶ ἄλλα τοιαῦτα.
[166] ἐκ δὲ τοῦ φιλο τάδε σύνθετα φιλόδημος φιλόπολις, φιλοστρατιώτης, φιλοπροσήγορος, φιλόνεικος, φιλόσοφος, φιλόκαλος, φιλέταιρος, φιλοβάρβαρος φιλέλλην, φιλολόγος φιλήκοος, φιλαθήναιος, φιλοχρήματος φιλόχρυσος φιλάργυρος, φίλοινος φιλοπότης, φιλόθεος, φιλόδικος, φιλαλήθης, φιλοπράγμων, φιλαπόδημος, φιλοσκώμμων, φιλοπόλεμος, φιλαίτιος, φιλεγκλήμων, φίλερις, Ἄλεξις (II fg 335) δὲ καὶ φιλεριστὴν εἶπεν γιλογέλως φιλοκίνδυνος, φίλεργος, φιλαναλώτης, φιλοτύραννος, φαλαπεχθήμων, φιλοθεάμον, φιλοθέωρον δ' [167] αὐτὸν Ἄλεξις (II fg 336) εἴρηκεν. φιλολοίδορος, φιλάνθρωπος, φιλοκερδής, φιλόδωρος, φιλόπαις φιλότεκνος φιλόστοργος φιλογύνης, φιλόθηρος φιλόμουσος, φιλοσώματος φιλόψυχος, φιλόξενος φιλοικτίρμων φιλόπλουτος, φίλυπνος, φιλοκυνηγέτης, φιλογεωργός, φιλόκυβος, φιλοχωρῶν φίλιππος, φιλοφροσύνη, τάχα καὶ φιλόφρων ἀπ' αὐτῆς καὶ φιλοχωρία, ἴσως καὶ φιλόχωρος, φιλοτεχνία φιλότεχνος. Ἀριστοφάνης δέ που (I fg 732) φησὶ καὶ φιλοκηδῆ λόγον, Ἀριστομένης δ' ὁ κωμικὸς (I p 693. 15) 'φιλακόλουθος ἄρχεται.' φιλοδοξία, [168] ἐκ δ' αὐτῆς ὁ φιλόδοξος. ἔλεγον δ' οἱ ποιηταὶ καὶ φιλόστροφον τὸν εὐμετάβολον, Δείναρχος (fg inc 37 Tur) δὲ καὶ φιλοπόνηρον, ἢ ὡς Φιλωνίδης (I fg 13 Ko) φιλομόχθηρον, ἐπὶ δὲ τῆς τελευτῆς ὄνομα ὁ θεόφιλος τὸ φιλεῖν ἔχει· ὁ γὰρ γυναικοφιλὴς ἐν ταῖς Πολυζήλου Μουσῶν γοναῖς (I p 792. 10 Ko) οὐ πάνυ ἀνεκτόν.
[169] τάδε μέντοι ἐκ τοῦ κακο σύνθετα. κακοδαίμων, κακοῦργος, κακολόγος κακήγορος, κακοπράγμων ὡς Ὑπερείδης (fg 248 Bl), κακόβιος, κακόβουλος, κακόνους ὡς Ἀντιφῶν (fg 169 Bl), κακοφροσύνη. καὶ ἐκ τούτου ἂν εἴη ὁ κακόφρων, καὶ κακὸς κακῶς ἀπόλοιτο.
[170] ἐκ δὲ τοῦ πολυ τάδε σύνθετα. πολυπράγμων, πολυλόγος, πολυήκοος, πολυθεάμων, πολύφωνος, πολυμελής, πολύχειρ, πολύγλωττος πολύφημος, πολύτροπος, πολύπονος, πολυπλάνητος, πολυπόρευτος, πολύνους, πολύρρους, πολυπρόσωπος, πολυχρήματος πολύχρυσος, πολυσώματος, πολυΐστωρ, πολυκτήμων, πολυάργυρος [171] πολύχαλκος, πολύπυρος πολύοινος πολύσιτος, πολυπότης, πολυάνθρωπος πολυπρόβατος πολυθρέμμων πολύδουλος, πολύανδρος πολυγύνης πολύπαις, πολύπους, πολυάδελφος, πολύθηρος, πολύδενδρος πολύυλος πολύυδρος, πολύξυλος, πολυσκώμμων, πολυτελής, πολύτιμος, πολυειδής, πολυγενής, πολύμορφος, πολυανθής, πολυσχήμων.
[172] ἐκ δὲ τοῦ μισο σύνθετα· μισόδημος μισόπολις, μισολόγος, μισοπόνηρος, μίσεργος, μισάνθρωπος μισόθεος, μισογύνης μισότεκνος, μίσιππος, μισόθηρος, μισοφίλιππος μισαλέξανδρος, μισαθήναιος, μισοτύραννος, μισέταιρος μισόξενος, μισοβάρβαρος μισέλλην, μισοπροσήγορος, μισαπόδημος, μισοπέρσης ὡς Ξενοφῶν (Ages VII 7).
[173] ἐκ δὲ τοῦ μεγαλο σύνθετα μεγαλοπράγμων, μεγαληγόρος, μεγαλουργός, μεγαλόμισθος, μεγαλογνώμων, μεγαλόψυχος, μεγαλόθυμος, μεγαλότολμος, μεγαλόφωνος, μεγαλοπολίτης, μεγαλόπλουτος, μεγαλόδωρος, μεγάλαυχος, μεγαλόφρων.
[174] ἐκ δὲ τοῦ ἰσο τάδε σύνθετα ἰσόνομος, ἰσοτελής, ἰσότιμος, ἰσοπολίτης ἰσοπολιτεία, ἰσήγορος ἰσηγορία, ἰσοστάσιον, ἰσομέτρητον, ἰσοπληθές, ἰσόμηκες, ἰσομέγεθες, ἰσοχειλές, ἰσόπεδον, ἰσάριθμον, ἰσονομία, ἰσομοιρία, ἰσηγορία, ἰσοκρατία ἰσοπαλεῖς, ἰσοκρατεῖς, ἰσόψηφοι, ἰσόδρομοι, ἰσόζυγες. Ἄρχιππος δ' ὁ κωμικὸς (I p 689. 49) καὶ ἰσόχρυσον εἴρηκεν. τὸ δ' ἰσοθάνατον Σοφοκλέους εἰπόντος ἐν Κρεούσῃ (T G F 332 N) οὐ πάνυ ἀνεκτόν.
[175] Τάδε μέντοι ὅμοια τῷ σχήματι τῆς λέξεως, οὐ σημαίνοντα μὲν ταὐτόν, ἐοικότα δὲ τῇ ἰδέα. καταλογάδην λέγειν, λογάδην ἀθροίζειν, ἀριστίνδην ἐκλέγειν, πλουτίνδην καταλέγειν, ἀναβάδην καθίζειν, ἀποτάδην τρέχειν, συλλήβδην εἰπεῖν, ὀρθοστάδην ἀγωνίζεσθαι, συστάδην μάχεσθαι, ἄδδην ἐσθίειν, κρύβδην πράττειν, σποράδην ἑστάναι, φοράδην κομίζεσθαι, ἀνέδην παραινεῖν, χύδην δαπανᾶν, σχέδην ἐλαύνειν, ἀγχιστίνδην γαμεῖν· τὸ γὰρ φυράδην καὶ ῥύδην οὐκ οἶδα εἰ ἀνεκτά.
[176] καὶ τάδε ἄλλα τοῦ αὐτοῦ σχήματος. προβολὴ ἀδικήματος, καταβολὴ πυρετοῦ, συμβολὴ στρατοπέδου, διαβολὴ κακουργήματος, ἐπιβολὴ τολμήματος, ἐπιβολὴ ζημίας, ἀναβολὴ πράγματος, εἰσβολὴ στρατοῦ, ἐκβολὴ λόγου, παραβολὴ πράγματος, ἐμβολὴ ἀγωγίμων, ὑπερβολὴ δαπανημάτων, μεταβολὴ κακῶν.
[177] ὡσαύτως καὶ τάδε. στεφάνων ἀνάρρησις, ἀναγόρευσις τιμῶν, στάσις εἰκόνων, ἀνακήρυξις ἀθλητῶν, εἰσήγησις ψηφισμάτων, βούλησις ἀνδρῶν, εὕρεσις χρησμῶν, προαίρεσις βίου, πρόκλησις ἐν δίκῃ, κατάστασις ἀρχῆς, λῆξις δίκης, παραίτησις τιμωρίας, ἀντίδοσις οὐσίας, λιπάρησις πρέσβεων, ἐξεγγύησις ὀφείλοντος, ἀμφισβήτησις [178] ἐπικλήρου, μίσθωσις οἴκου, ἔντευξις ἀνδρός, ἔκτισις δίκης, ἀπόδρασις στρατιᾶς, ἀπόβασις ἐκ νεῶν, σύνθεσις ῥημάτων, φάσις ἐγκλημάτων, ἀνάπαυσις καμάτων, ἔνδειξις ἀδικήματος, ἐκποίησις τέκνων, ἴασις νόσων, ὑπόσχεσις χάριτος, τίμησις δίκης, ὑποτίμησις τιμήματος, ἀντιτίμησις προτιμήματος, ἀγανάκτησις γνώμης, ἐπιτήδευσις σοφίας, ἀπόστασις ὑπηκόων, σύγχυσις πολιτείας, εὕρεσις πραγμάτων, ὄψις χρωμάτων, ἐγχείρησις τόλμης, κρᾶσις ὡρῶν, [179] τέρψις ἀκοῆς, σκέψις δήμου, σχέσις ἁψῖδος, ἕξις ὅπλων, βούλευσις φόνου, μέλλησις πράξεων, μήνυσις ἀδικημάτων σύλλεξις χρημάτων, ἀνασύνταξις φόρων, ἀπόλαυσις τύχης, μέμψις γνώμης, αἵρεσις φρουρίου, ἀπόφευξις ἀποστασίου, καὶ πολλὰ ἄλλα τοιαῦτα.
καὶ τάδε ὁμοίου σχήματος. δεῖγμα ἔνδειγμα, βούλημα, βούλευμα νόμισμα, μίμημα, θέαμα, βάδισμα, τόξευμα, παράδειγμα, τόλμημα, [180] φρόνημα, κίνημα, τίμημα προστίμημα, ἀξίωμα, πλάσμα, πταῖσμα, θαῦμα, οἴκημα, κῦμα, νᾶμα, δόγμα, ἐπανόρθωμα, εὕρημα, ἐρύθημα, θήραμα, νόημα, συκοφάντημα, αἰσίωμα, ἐναντίωμα, πλεονέκτημα, ἐλάττωμα, ἀγνόημα, κήρυγμα, τραῦμα, βλῆμα, ἀτύχημα, νόσημα, ἀρρώστημα, σύνθημα, ἐπιτήδευμα, ἐπιθύμημα, παρανόμημα, πλήρωμα, κακούργημα, λῆμμα, ψεῦσμα, σόφισμα, ἵδρυμα, ἀσέβημα, τοιχωρύχημα, ἀναισχύντημα, [181] ἐπιχείρημα ἐγχείρημα, λοιδόρημα, ἕρμα, μάντευμα, ἐπιτέλεσμα, δίδαγμα, φρύαγμα, καύχημα, αὔχημα, ἀλαζόνευμα, αὔλημα, πάθημα, καῦμα, φλέγμα, σχῆμα, ζῶσμα, ζεῦγμα, ἄσκημα, βλέμμα, ὄμμα, ἆσθμα, πνεῦμα, νεωτέρισμα, νεανίευμα, στηλίτευμα, ἐπιτείχισμα, μηχάνημα, μεσεγγύημα, καλλώπισμα, στεφάνωμα, πέμμα, ἀγώνισμα, [182] γέννημα, παίδευμα, θρέμμα, μάθημα, μνῆμα ὑπόμνημα, γεώργημα, πλέγμα, ἔγκλημα, ἄκουσμα, ὑπόδημα, οἰκοδόμημα, ῥῆγμα, πρόσπταισμα ἐπίπταισμα, στρέμμα, ἀνάθημα, αἴσθημα, κινδύνευμα, εὐεργέτημα, κοινώνημα, ἐρώτημα, πλήρωμα, σκαιώρημα, σύγγραμμα, χαράκωμα, ἔδεσμα βρῶμα, πῶμα πόμα, ἄρτυμα ἥδυσμα, τόρευμα, πονήρευμα, [183] ᾆσμα, ὀδύρματα, θυρώματα, αἰκίσματα, ἀργυρώματα, βρώματα, θύματα, συχνάσματα, κωλύματα, πείσματα, ζητήματα ὡς Δημοσθένησ(), ἀμφισβητήματα, βλάμματα, περιτρίμματα, παιπάλημα, πάτημα, ὅπλισμα δόξασμα δὲ Πλάτων εἶπε (Theaet 158 E) καὶ (Conv 208 B) ἀποβλάστημα, Ἀντιφῶν (fg 167 Bl) δ' ἐπιθύμημα. δικαίωμα, ῥῆγμα φράγμα, βάμμα· τὸ γὰρ κῶμα, ὅπερ ἐπὶ τῆς καρηβαρίας λέγουσι τῆς ῥεπούσης εἰς ὕπνον, οὐ πάνυ ἐπαινῶ, ὥσπερ οὐδὲ τὸ δράμημα οὐδὲ τὸ κώκυμα, οὐδὲ τὸ παρ' Ὑπερείδῃ (fg 226 Bl) ἀναισχύντημα.
[184] Ταὐτὸν δ' ἐστὶν ἀναφυγή, ἀποφυγή, ἀναφορά, ἀναχώρησις, ἀποστροφή. ἀναφυγεῖν, ἀποφυγεῖν, ἀνενεγκεῖν, ἀναχωρῆσαι ἐπαναχωρῆσαι. καὶ ἀναθέσθαι δὲ ἐπὶ τοῦ αὐτοῦ.
[185] ὡσαύτως ταὐτόν ἐστι τρυφᾶν, ἡδυπαθεῖν, θρύπτεσθαι ἀνατεθρύφθαι, ἐκδεδιῃτῆσθαι, χλιδᾶν. τὸ γὰρ θερμερύνεσθαι καὶ κιχλιδιᾶν κωμικὰ μὲν (III p 579 fg 1017 et fg 1038 Ko), ἐμοὶ δ' οὐκ ἀρέσκει. βιαζομένῳ δ' ἂν εἰς χρῆσιν ἔλθοι καὶ τὸ σκιαστροφεῖσθαι. τὰ δὲ πράγματα τρυφή, ἡδυπάθεια, θρύψις, ἐκδιαίτησις, χλιδή, σκιατροφία· οἱ δ' ἐσκιατροφημένοι σκιατροφίαι καλοῦνται. καὶ μετοχαὶ δ' ἀπὸ πάντων. ὄνομα δ' ἀπ' οὐδενὸς ὅτι μὴ χλιδανός, τάχα καὶ ὁ θρυπτικός. ἐπίρρημα δὲ θρυπτικῶς καὶ ἐκδεδιῃτημένως, φαῦλον δὲ τὸ ἐσκιατροφημένως, καὶ βίαιον τὸ χλιδανῶς.
[186] ἐπὶ ταὐτοῦ λέγοιτ' ἂν δωρεά, τιμή, ἆθλον, γέρας, μισθός, ἐπίχειρα. ἰδίως δὲ ἰατρῷ μὲν σῶστρα καὶ σωτήρια καὶ ἰατρεῖα, τῷ δὲ παιδεύοντι διδασκαλεῖα, τῷ δὲ στρατιώτῃ ἀριστεῖα καὶ ἐπινίκια καὶ νικητήρια, ὡς ἀθλητῇ ἆθλα καὶ χειροτέχνῃ ἐπίχειρα καὶ ἀγγέλῳ εὐαγγέλια καὶ τῷ φέροντι κόμιστρα, [187] ὡς εὐεργέτῃ χαριστήρια καὶ τῷ μηνύσαντι μήνυτρα καὶ τροφεῖ θρέπτρα. λέγοις δ' ἂν δωρεῖσθαι, τιμᾶν, γεραίρειν· Ξενοφῶν (Cyrop VIII 6. 11) δὲ καὶ ἐπιγεραίρειν τὸ γεραίρειν ἔφη. λέγοιτο δ' ἂν ἐπὶ τούτων καὶ τὸ ἀμείβεσθαι. ἀμφίβολος δ' ἡ ἀμοιβή· ἔστι μὲν γὰρ παρ' Ἀρχιλόχῳ (fg 159) καὶ παρ' Εὐριπίδῃ ἐν Ὀρέστῃ (467), τὸ δὲ παρ' Ὁμήρῳ (α 318) 'σοὶ δ' ἄξιον ἔσται ἀμοιβῆς' καὶ παρὰ Πλάτωνι ἐν Συμποσίῳ (p 202 E) οὐ σαφές.
[188] Ὁ δ' ἐπ' ἀφροδισίοις μαινόμενος λάγνης ἂν καὶ λάγνος ῥηθείη, λαγνίστατος, λαγνεύων, εἰς Ἀφροδίτην νοσῶν, ἀσελγαίνων, ἀκολασταίνων, πορνοκοπῶν, πορνοβοσκοῖς συνών, ἑταιριζόμενος ‑ οὕτω γὰρ οἱ κωμικοὶ (III p 578 fg 1012 Ko) ὀνομάζουσιν τὸν περὶ τὰς ἑταίρας ἔχοντα ‑ εἰς ἡδονὰς ἐκκεχυμένος, γυναιμανής, ἑταίραις συμβιούς, ἑταιριστής, περὶ τὰς τῶν ἑταιρῶν θύρας κεκυλινδημένος, μάχλος, ὀργῶν, ἐν οἰκήματι ζῶν, ἐν ματρυλείοις, ἐν ἀσωτείοις, ἐν κασαυρείοις, εἰ μὴ σφόδρα ποιητικὸν (Aristoph [189] Eq 1282). λέγοιτο δ' ἂν καὶ ὁ δύσερως καὶ ὁ δυσερωτιῶν. καὶ ἐρωτομανῶν, καὶ ὁ ἐρωτομανὴς καὶ ὁ θρήνερως καὶ μισηνερώς. καὶ μισητὸν μέντοι τὸν τοιοῦτον οἱ κωμικοὶ (III p 587 fg 1079 Ko) καλοῦσι, καὶ μισητὴν τὴν μάχλον· ταύτην δ' οὐχ ἑταίραν μόνον ἀλλὰ καὶ πόρνην καὶ χαμαιτύπην καὶ ἀσελγῆ καὶ ἀκόλαστον καὶ ῥᾳδίαν καὶ εὐχερῆ καὶ πρόχειρον καὶ μοιχεύτριαν. τὸ δὲ πρᾶγμα λαγνείαν, ἀσέλγειαν, ἀκολασίαν, εὐχέρειαν, ῥᾳστώνην, μαχλοσύνην, ἑταίρησιν, πορνείαν, μισητίαν.
[190] Δωροδόκος ῥήτωρ, δεδωροδοκημένος, δεδεκασμένος, διεφθαρμένος, ἐπὶ μισθῷ λέγων, ἐπ' ἀργυρίῳ, ἐπὶ χρήμασι πολιτευόμενος, ἐπὶ τῆς τοῦ λαμβάνειν ὢν προαιρέσεως, πρὸς τοῦ διδόντος, ὢν παντὸς τοῦ διδόντος, μισθοδοτούμενος μισθαρνῶν, μισθοφορῶν, μισθοφόρος, μισθωτός, καταμισθοφορῶν, πρὸς ἀργύριον ῥέπων, πρὸς τὸ βαρῦνον, ὑποτιθεὶς τὴν χεῖρα τοῖς λήμμασι, πεπραμένος, [191] παλίμπρατος, ἔμμισθος, τὴν φωνὴν πιπράσκων, ἀποδόμενος, πωλῶν, ἀπεμπολῶν, ἀποκηρύττων, ἀπομισθῶν, κέρδει τὴν εὐδαιμονίαν μετρῶν, φιλοκερδής αἰσχροκερδής. καὶ τὰ πράγματα δωροδοκία, δεκασμός, διαφθορά, μισθαρνία μισθοφορία, μισθοδοσία, πρᾶσις, ἀπόδοσις ἀπεμπόλησις, φιλοκέρδεια αἰσχροκέρδεια. ὁ δ' ἐναντίος ἄδωρος, ἀδωροδόκητος, ἀδέκαστος, ἀμίσθωτος, ἀδιάφθορος, ἀνάργυρος, ἄπρατος ἐλεύθερος, κρείττων λημμάτων, ἀντιβλέπων πρὸς ἀργύριον, οὐ καθελκόμενος ὑπὸ λήμματος, οὐ βαρυνόμενος.
[193] Ταὐτόν ἐστιν ἀναιρεῖν, φονεύειν, κτείνειν ἀποκτείνειν ἀποκτεινύειν ἀποκτεινύναι, σφάττειν ἀποσφάττειν ‑ Θουκυδίδης (VII 84. 5) δὲ καὶ ἔσφαζον λέγει ‑ δολοφονεῖν μιαιφονεῖν, ἀποχρᾶσθαι διαχρᾶσθαι. τὰ δὲ ὀνόματα ἀνδροφόνος φονεύς φονικός, σφαγεύς, μιαιφόνος· ἀπὸ δὲ τῶν ἄλλων μετοχαί. σφαγεὺς μέντοι παρὰ Σοφοκλεῖ (Aias 802) καὶ τὸ ξίφος. τὰ δὲ πράγματα ἀναίρεσις, φόνος, σφαγή, μιαιφονία, ἀνδροφονία. ἐπίρρημα δὲ†καὶ μόνον φονικῶς.
[194] ταὐτόν ἐστιν ἄφνω, ἐξαίφνης, ἐξαπίνης, αἰφνίδιον, ἐξαπίναιον, ‹αἰφνιδίως› ἐξαπιναίως. χρηστέον δ' ἐπὶ τούτου καὶ τῷ ἀπροσδοκήτως, τάχα δὲ καὶ τῷ ἀνελπίστως καὶ ἐξ ἀπροσδοκήτου καὶ ἀνελπίστου.
ταὐτόν ἐστιν ὑποχωρεῖν, ἐκχωρεῖν, ὑπαπιέναι, ὑπαλλάττεσθαι ὑπεξιέναι, ὑπαφίστασθαι ὑπεξίστασθαι, ἐκκλέπτειν ἑαυτὸν καὶ ὑποκλέπτειν ἑαυτούς.
τάχα δ' ἂν εἰς ταὐτὸν συντελοῖ καὶ τὸ σπείρεσθαι διασπείρεσθαι, διασκεδάννυσθαι ἢ ὡς Ξενοφῶν() διασκίδνασθαι, ἢ διαπεφορῆσθαι ὡς Κριτίας (Diels VS 81. 62), καὶ ὑπεκτίθεσθαι δ' ἑαυτὸν ἢ τὰ ἑαυτοῦ.
[195] καὶ τὸ αὐτῶν μέρος, ὅσον ἐστὶν ἐπ' αὐτοῖς, τὸ κατ' αὐτούς, τὸ ἐπ' αὐτοὺς ἧκον, τὸ ἐπ' αὐτοῖς. Κριτίας δέ πού φησιν (Diels VS 81. 63) 'ἐπὶ τόγε, ἐπὶ τὸ χρηστοὺς εἶναι.'
[196] Οὐσία, κλῆρος, κτῆσις, περιουσία, πλοῦτος, βίος, χρήματα εὐχρηματία πολυχρηματία, εὐκτημοσύνη πολυκτημοσύνη, κτήματα, ἐπικαρπία, τὰ ὑπάρχοντα, τὰ ὄντα. εὔκληρος βαθύκληρος, πολυκτήμων, πλούσιος βαθύπλουτος, πολυχρήματος. καὶ ἄβιος, ἔμβιος ὣς Ἀντιφῶν (Diels VS 80. 15) φησί, καὶ εὔβιος Πλάτων() ὡς δὲ καὶ εὐχρημονεῖν τὸ πλουτεῖν καὶ ἀχρημονεῖν τὸ πένεσθαι εἶπεν. τοῦτο δὲ καὶ ἀπορεῖν καὶ πτωχεύειν, [197] μισθαρνεῖν, θητεύειν, ἀγείρειν, προσαιτεῖν. καὶ ὁ πένης ἄπορος, ἀχρήματος, ἀκτήμων, ἄκληρος, ἐνδεῶς πράττων, ἀπόρως πράττων, ἐν πενίᾳ καθεστηκώς, σπανίζων· ἐξ ὧν καὶ πενία, ἀκληρία, ἀπορία, ἀχρημοσύνη ἀχρηματία, ἀκτημοσύνη, σπάνις, ἔνδεια ἔκδεια, ἐπίλειψις. ἰδίως δὲ τοὺς μὲν πλουσίους καὶ τοὺς παχεῖς καὶ τοὺς ὀλίγους καὶ τοὺς ἐνδόξους καὶ τοὺς βελτίους καὶ τοὺς χρηστοὺς καὶ τοῦς ἱππέας ὠνόμαζον, τοὺς δὲ πένητας τοὺς πολλούς, τοὺς δημοτικούς, τὸν δῆμον. ἔνιοι δὲ πένητα τὸν πτωχὸν καὶ πτωχείαν τὴν πενίαν. οἱ δὲ τὸν οὕτω πράττοντα καὶ γυμνὸν καὶ κρίνον ὠνόμαζον.
[198] Ἐξόρους δ' ἐρεῖς ὑπερορίους, ἐκδήμους, διαποντίους, ἐπιστολιμαίους, ἀλλοφύλους ἄνδρας τε καὶ δυνάμεις καὶ πολέμους.
[199] Γέλως ἐρεῖς καὶ μειδιασμὸς καὶ μειδίαμα καὶ μειδίασις, φαιδρότης ὀφθαλμῶν, ἄνεσις προσώπου, καγχασμός· καὶ ἑτέρας χρείας χλευασμός χλευασία, κατάγελως. γελᾶν, μειδιᾶν ὑπομειδιᾶν ἐπιμειδιᾶν, ἀνιέναι τὸ πρόσωπον, φαιδρύνεσθαι τὼ ὀφθαλμώ, καγχάζειν, χλευάζειν ἐπιχλευάζειν καταχλευάζειν ἐκχλευάζειν, καταγελᾶν ἐπιγελᾶν [200] ἐπεγγελᾶν πλατὺς γέλως, καὶ ὡς Πλάτων (357 A) γέλως σαρδόνιος, ἔκγελως παρὰ Πλάτωνι() γελαστικός· οὕτω γὰρ ὁρίζονται τὸν ἄνθρωπον, ὅτι μόνος ἐξ ἁπάντων τῶν ζῴων γελᾷ. χλευαστικός καταχλευαστικός. καταγελαστικῶς χλευαστικῶς· οὐ γὰρ ἂν προσοίμην ἀπὸ τῶν ἄλλων ἐπιρρήματα. τάχα δ' ἂν εἴη τῆς αὐτῆς χρείας τὸ καταμωκᾶσθαι, κατειρωνεύεσθαι, διασύρειν, κωμῳδεῖν διακωμῳδεῖν, τωθάζειν. εἴρων, κωμῳδικός, τωθαστικός· ὁ γὰρ γελοῖος καὶ τὸ γελοιάζειν καὶ τὸ γελοίως ἑτέρας ἐστὶ χρείας, ὥσπερ καὶ ὁ καταγέλαστος καὶ παρὰ τοῖς ποιηταῖς (Aischyl Prom 89) τὸ τῆς θαλάττης γέλασμα.
[201] Κλαίειν δ' ἐρεῖς ἀποκλαίειν ἀνακλαίειν, δακρύειν ἀποδακρύειν, κλαυθμυρίζεσθαι, θρηνεῖν, ὀδύρεσθαι ἐποδύρεσθαι ἀποδύρεσθαι, δεινοπαθεῖν, οἰμώζειν, ὀλοφύρεσθαι κατολοφύρεσθαι, ποτνιᾶσθαι, οἰκτίζεσθαι, καὶ κλαυθμός, δάκρυον, κλαυθμυρισμός, ὀδύρματα, θρῆνος, ὀλόφυρσις, οἶκτος οἰκτισμός, οἰμωγή· τραχὺ γὰρ ἡ ποτνίασις, καὶ εὐτελὲς ἡ δεινοπάθεια.
[202] φιλόδακρυς δὲ καὶ πολύδακρυς καὶ θρηνητικὸς καὶ ὀδυρτικὸς καὶ θρηνώδης, καὶ θρήνων ἔξαρχος, καὶ θρηνῳδός, ὃν καὶ θρῆνον ἐκάλουν. ἐπιρρήματα δὲ οὐκ ἀπὸ πάντων, ἀλλὰ θρηνητικῶς. εἴποις δ' ἂν ὅτι τὸ γυναικεῖον γένος ἐστὶ θρηνῶδες καὶ φιλόθρηνον καὶ φιλόδυρτον καὶ θρηνητικόν.
[203] Ὄνομα, κλῆσις, προσηγορία, πρόσρησις πρόσρημα, ἐπίκλησις ἐπίκλην, ἐπωνυμία ὀνομασία. καὶ τὰ ἀπαρέμφατα ὀνομάζειν, καλεῖν, προσαγορεύειν, ἐπονομάζειν.
[204] Καίριον δ' ἐρεῖς τὸ αὐτὸ καὶ ἔγκαιρον εὔκαιρον ἐπίκαιρον· ἐν καιρῷ, κατὰ καιρόν, ἐπὶ καιροῦ, καιρίως, εὐκαίρως ἐγκαίρως ἐπικαίρως· εὐκαιρία ὡς Πλάτων (Phaedr 272 A). τὸ δ' ἐναντίον ἄκαιρον, ἔξω καιροῦ, ἀκαίρως, ἀκαιρία. ἀπὸ δὲ τούτων τὸ καιροφυλακεῖν καὶ καραδοκεῖν ἔλεγον. τὸ δὲ καίριον καθ' ἑτέραν χρείαν εἴποι ἄν τις καὶ εὔστοχον, ἐπίσκοπον, ἐπιτυχές εὐτυχές, ἀπλανές, [205] ἀσφαλές, τάχα καὶ ἀστραβές, ὡς τὸ ἐναντίον ἄσκοπον, ἄστοχον, ἀτυχές δυστυχές, διημαρτημένον, ἐσφαλμένον· καὶ εὐστοχίαν ἐπιτυχίαν εὐτυχίαν ‑ οὐ γὰρ καὶ ἐπισκοπίαν ‑ καὶ ἀστοχίαν δυστυχίαν διαμαρτίαν ἀτυχίαν· καὶ εὐστόχως καὶ ἐπισκόπως, εὐτυχῶς ἐπιτυχῶς, ἀπλανῶς, ἀσφαλῶς, ἀστραβῶς, ἀστόχως, ἀσκόπως, ἀτυχῶς, διημαρτημένως, ἐσφαλμένως, σφαλερῶς.
[206] Δῆλον ἔνδηλον πρόδηλον ἐπίδηλον ἔκδηλον ‑ ποιητικὸν (Hom B 318, N 244) γὰρ τὸ ἀρίδηλον ‑ προφανές ἐπιφανές ἐκφανές περιφανές καταφανές, σαφές, γνώριμον, ἐληλεγμένον, πολυθρύλητον τεθρυλημένον ἐκτεθρυλημένον, μυριόλεκτον ὡς Ξενοφῶν (Hell V. 2. 17) συμβαίνοι δ' ἂν εἰς ταὐτὸν καὶ τὸ ἔκπυστον, ἔκφαντον, ἔκφορον, [207] καὶ τὸ ἐπίρρητον, ἐπιβόητον περιβόητον, κεκηρυγμένον. καὶ τὰ ἀπαρέμφατα δηλῶσαι, ἐκφῆναι, σαφηνίσαι, γνωρίσαι, θρυλῆσαι, κηρῦξαι ἐκκηρῦξαι, ἐκλαλῆσαι, ἐκβοῆσαι, ἐκθρυλῆσαι, ἐκθροῆσαι, ἐξαγορεῦσαι, ἐλέγξαι, τάχα δὲ καὶ διακαλύψαι καὶ ἐκκαλύψαι καὶ ἀποκαλύψαι. καὶ ἐνδήλως ἐκδήλως προδήλως ἐπιδήλως· τὸ γὰρ καταδήλως καὶ δήλως εὐτελῆ, προφανῶς δὲ καὶ ἐκφανῶς καὶ καταφανῶς καὶ περιφανῶς, γνωρίμως, σαφῶς, πεφασμένως, [208] ἀπαρακαλύπτως, ἀνυποστόλως, πολυθρυλήτως τεθρυλημένως· σκληρὸν γὰρ τὸ ἐληλεγμένως, ἐπιρρήτως δὲ καὶ ἐπιβοήτως καὶ περιβοήτως. τὸ δὲ κεκηρυγμένως ἄηθες. ἐκ δὲ τῶν ἄλλων ἀποκεκαλυμμένως. καὶ δήλωμα δὲ καὶ δήλωσις καὶ περιφάνεια, γνῶσις, σαφήνεια, θροῦς, ἔλεγχος· σκληρὸν γὰρ τὸ ἐπιβόημα. ἀπὸ δὲ τῶν ἄλλων ἢ οὐκ ἔστι τὰ πράγματα, ἢ ἄντικρυς ἄλλα δηλοῖ, τάχα δ' ἂν τούτοις προσαριθμήσαις τὸ διαρρήδην, ἀναφανδόν, διαφάδην [209] ὡμολογημένως. τὰ δ' ἐναντία ἄδηλον, ἀφανές, ἀσαφές, ἄγνωστον, ἀνέλεγκτον, ἀπόρρητον, ἀνέκπυστον, ἄφθεγκτον, σεσιγημένον, ἀνέκφορον, ἐπικεκρυμμένον, κρυπτόν κρυπτόμενον ἐπικρυπτόμενον διακρυπτόμενον, ἀγνοούμενον, λανθάνον, συνεσκιασμένον συγκεκαλυμμένον, παρακεκαλυμμένον ὑπὸ παραπετάσματι. καὶ ἀφανίσαι, κρύψαι κατακρύψαι κατασιγάσαι, ἐπικρύψασθαι διακρύψασθαι, λαθεῖν, ἀγνοηθῆναι, συσκιάσαι, παρακαλύψασθαι προκαλύψασθαι, ὑποστείλασθαι, παραπετάσασθαι. καὶ τὰ ἐπιρρήματα ἀδήλως, ἀφανῶς, ἀσαφῶς, ἀγνώστως, ἀνελέγκτως, ἀπορρήτως ἀρρήτως, κεκρυμμένως, λεληθότως λανθανόντως, στεγανῶς· φορτικὸν γὰ σιγηλῶς, τὰ δ' ἀπὸ τῶν ἄλλων σκληρὰ ἢ εὐτελῆ.
[7]
[1] Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν. τὸν ταῦτα συντιθέντα τὰ βιβλία οὐ πολλοῖς ὡμιληκέναι μόνον ἐχρῆν ἐμμέτροις τε καὶ ἀμέτροις λόγοις, ὥσπερ ἂν εἴποι ὁ Πλάτων (Lg VII 811 D) 'ἔν τε ποιήμασι καὶ χύδην,' ἀλλὰ προσθεῖναί τι αὐτοῖς καὶ συντάξεως σχῆμα καὶ τὸ ἐν τοῖς ἀνομοίοις ὅμοιον, ἔτι δὲ καὶ ἀκρίβειάν τινα ἐπὶ τῆς ψυχῆς ἔχειν εἰς βασάνου κρίσιν. τοῦδε εἵνεκα οὐδὲ συνεργὸν ἐδυνάμην εἰς πάντα παραλαβεῖν οὐδένα· οὔτε γὰρ εἶχον ὅτῳ πιστεύσαιμι ἐοικότι, καὶ ἔδει πάντως ἑκάστῳ προσεῖναι τὸ ἐμοὶ δοκοῦν. ἔρρωσο κύριε.
[6] Καὶ μὴν ἐπί γε τῶν ἑξῆς τεχνῶν εἴποι ἄν τις τέχναι βάναυσοι, ἀγοραῖοι, ἀνελεύθεροι, ἀπειρόκαλοι, ἑδραῖοι, χειροτεχνικαί χειρουργικαί, καὶ ὡς Ξενοφῶν (Oecon IV 2 et 3) βαναυσικαί· εἴποις δ' ἂν κατὰ Πλάτωνα (Lg X 897 A) καὶ δευτερουργοὺς τέχνας χειροτεχνία χειρουργία, βαναυσία βαναυσουργία. χειροτεχνεῖν χειρουργεῖν, βαναυσουργεῖν. χειροτέχνης χειρουργός, βάναυσος βαναυσουργός, [7] ἑδραῖος· τὸ γὰρ ἀποχειροβίοτος καὶ χειρῶναξ καὶ χειρογάστωρ καὶ χειροβοσκός καὶ χειροβάναυσος ἧττον ἄν τις προσοῖτο. καὶ ὁμότεχνοι δὲ καὶ σύντεχνοι· Ἀριστοφάνης γὰρ ἐν Γηρυτάδῃ (183) τούτῳ κέχρηται καὶ ἀντίτεχνοι δ' ἂν εἴποις. ἀντιτέχνησις δὲ παρὰ Θουκυδίδῃ (VII 70. 3) ἐφ' ἑτέρου εἴρηται. τοὺς δὲ βαναύσους καὶ ἐργαστῆρας ἂν κατὰ Ξενοφῶντα (Oecon XIII. 10) εἴποις. τοὺς μέντοι μὴ ἀκριβεῖς τεχνίτας φαυλουργοὺς κατὰ Ἀριστοφάνην (fg 882) λέγε. τὸ δὲ χειροτεχνηθὲν χειροτέχνημα καὶ χειρούργημα καὶ τέχνημα καὶ τέχνασμα καὶ δημιούργημα καὶ ποίημα καὶ ἔργον καὶ πλάσμα καὶ κατασκεύασμα. τέχναι δ' ἔμπυροι καὶ ἄπυροι.
[8] Αἱ μὲν ἐκ τοῦ πωλεῖν, πιπράσκειν, ἀποδίδοσθαι, μεταβάλλειν, ἀμείβειν, ἀντικαταλλάττεσθαι, καπηλεύειν, ἀποκηρύττειν, ἐμπολεῖν, ποιοῦσιν ὀνόματα πωλητάς, πρατῆρας, μεταβολέας, καπήλους· τὰ γὰρ ἀπὸ τῶν ἄλλων σκληρά, Ἰσαῖος (fg 167 Tur) δὲ τῷ πράτῃ ἔφη καὶ Ὑπερείδης (fg 163 Bl) τὸν πράτην. ὁ δὲ πώλης (Aristoph Eq 131. 133. 140) καὶ πρατίας (III p 593. 1122 Ko) εἴρηται ἐν τῇ κωμῳδίᾳ. τὰ δὲ πιπρασκόμενα ὤνια, πώλημα, ἀγώγιμα ‑ πράσιμον δ' Ἰσαῖος (fg 167 Tur) εἴρηκεν, ὥσπερ καὶ Ξενοφῶν (Cyrop IV. 5. 42) ‑ [9] φόρτος, ἐμπολήματα, ῥῶπος, γέλγη. λέγοιτο δ' ἂν καὶ ἀπὸ τῶν μετοχῶν τὰ πωλούμενα, τὰ πιπρασκόμενα, τὰ καπηλευόμενα, τὰ μεταβαλλόμενα, τὰ ἀποκηρυττόμενα, τὰ ἀποδιδόμενα· ἔστι δὲ τοῦτ' ἀμφίβολον. καὶ τὰ πράγματα πρᾶσις, καπηλεία καπηλική, μεταβολή μεταβλητική, ἀπόδοσις, ἀποκήρυξις, ἐμπολή· καὶ πώλησις δέ, ὡς εἴρηκε Ξενοφῶν (Oecon III 9). ἀποκεκήρυκται δὲ καὶ ἀποδέδοται καὶ μεταβέβληται καὶ κεκαπήλευται τὰ πραθένται καὶ πέπραται καὶ [10] ἐκπέπραται λέγοις ἄν. Πλάτων δ' ἐν τῷ Πολιτικῷ (260 D) φησὶ 'πωληθέντα που πρότερον ἔργα ἀλλότρια παραδεχόμενοι δεύτερον πωλοῦσιν.' καὶ ἄξια μὲν πιπράσκεται τὰ εὔωνα καὶ λυσιτελῶς, καὶ ἐπευωνισμένα, καὶ ἀντίπροικα, καὶ ἀντ' οὐδενός· τὰ δὲ τίμια ἔντιμα, ἐπὶ πολλῷ, ἐπιτετιμημένα. λέγοις δ' ἂν καὶ ἐπιτέτανται αἱ τιμαί, καὶ ὁ πιπράσκων ἐπέτεινεν, ἐπετίμα, ἀνετιμᾶτο. τὰ δὲ μήπω πεπραμένα ἄπρατα· οὕτω δ' ἂν λέγοιτο καὶ τὰ μὴ πιπρασκόμενα, [11] ὡς ἄπρατος ἀνὴρ ὁ μὴ πιπράσκων ἑαυτόν. καὶ ὁ μὲν τόπος ὅπου πιπράσκουσι, πωλητήριον ἂν καλοῖτο, καὶ ὡς παρ' Ἡροδότῳ (VII 23) πρατήριον. καὶ κύκλοι δὲ ἐν τῇ νέᾳ κωμῳδίᾳ καλοῦνται ἐν οἷς πιπράσκεται τὰ ἀνδράποδα. ἴσως καὶ τὰ λοιπὰ ὤνια· ἐφ' ὃ δ' ἀναβαίνοντες οἱ δοῦλοι πιπράσκονται, τοῦτο τράπεζαν Ἀριστοφάνης (fg 874) καλεῖ. μονοπώλιον δὲ Ὑπερείδης εἴρηκεν ἐν τῷ κατὰ Ἀριστοφῶντος (fr 43 Bl)· οἱ δ' ἄλλοι λέγουσι μονοπωλίαν. ὁ δὲ τοῖς [12] πιπράσκουσι προξενῶν προπράτωρ, ὡς Δείναρχος (Or inc fr 30 Tur) καὶ Ἰσαῖος (fg 168) εἴρηκεν· προπώλην δ' αὐτὸν Ἀριστοφάνης (fg 707) καλεῖ, προπωλοῦντα δὲ Πλάτων (Lg XII 954 A). Λυσίας (fr 329 Tur) δὲ τούτους μὲν προπράτας, τοὺς δὲ σὺν ἄλλοις πιπράσκοντας συμπράτας λέγει. τὸ δὲ δεύτερόν τι πιπράσκειν ἀναπωλεῖν καὶ ἀναπιπράσκειν λέγουσι καὶ τὸ ἔργον ἀνάπρασιν, καὶ τοὺς τοῦτο ποιοῦντας ἀναπιπράσκοντας καὶ ἀναπωλοῦντας, καὶ τὰ δεύτερον πιπρασκόμενα ἀναπωλούμενα καὶ ἀναπιπρασκόμενα, παλίμπρατα ἢ [13] παλίμβολα, καὶ ὁ ταῦτα πωλῶν παλίμβολος καὶ παλιγκάπηλος. τὸ δὲ μετὰ τὴν πρᾶσιν ἀποδοθὲν ἀνάδοτον ἄν τις εἰπεῖν δύναιτο, εἰπόντος Θουκυδίδου (III 52. 2) 'μὴ ἀνάδοτος εἴη Πλάταια.' τὰ δ' ἐκ τοῦ δεδημεῦσθαι πιπρασκόμενα δημιόπρατα (Aristoph Eq 103 Vesp 659). τὸ δὲ σὺν ἄλλῳ πεπρᾶσθαι προσπεπρᾶσθαι. ὃ δ' οἱ νῦν φασὶ τοὺς οἰκέτας πρᾶσιν αἰτεῖν, ἔστιν εὑρεῖν ἐν ταῖς Ἀριστοφάνους Ὥραις (fg 567)
ἐμοί
κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν,
ἐκεῖ δ', ἕως ἂν πρᾶσιν εὕρωμεν, μένειν.
ἄντικρυς δ' ἐν ταῖς Εὐπόλιδος Πόλεσι (225)
κακὰ τοιάδε
πάσχουσιν οὐδὲ πρᾶσιν αἰτῶ.
[14] τὰ δὲ πραθέντα καὶ ὠνηθέντα λέγουσι, καὶ τὸν πριάμενον ἐωνημένον. τὸ δ' ἀνατιμᾶσθαι καὶ τὸ τῷ πλέον δόντι ἐθέλειν πιπράσκειν πλειστηριάζειν ἂν λέγοις, Ἰσαίου () ἐν τῷ πρὸς Ἀνδοκίδην εἰπόντος 'οὔτε τιμῆς τεταγμένης πωλοῦσιν, ἀλλ' ὡς ἂν δύνωνται πλειστηριάσαντες πλείστου ἀπέδοντο.' ἁλώνητοι δ' ἐκαλοῦντο οἱ μηδενὸς ἄξιοι τῶν οἰκετῶν, ὅτι τῶν Θρᾳκῶν οἱ μεσόγειοι ἁλῶν ἀντικατηλλάττοντο τοὺς [15] οἰκέτας. τὰ δὲ καταβαλλόμενα ὑπὲρ τῶν πιπρασκομένων τέλη ἐπώνια λέγουσιν. τῆς δ' ἰσωνίας Λυσίας εἴρηκεν ἐν τῷ περὶ τοῦ ἀσπιδοποιοῦ (fg 48 Tur). ἐν δὲ τοῖς Ἀττικοῖς ψηφίσμασιν, ἃ τοῖς ξένοις ἐπὶ τιμῇ ἐγράφετο, ἔστιν εὑρεῖν 'εἶναι αὐτῷ καὶ οἰκείαν ὤνησιν.' τὸν δὲ πολλὰ ὠνούμενον ἔξεστιν εἰπεῖν πολλαγόρασον, εἰ καὶ φαῦλον τοὔνομα, ἀλλ' ὅτι Φερεκράτης εἴρηκεν ἐν Πέρσαις (I fg 126 Ko)
τὸ παιδίον
τὸ πολλαγόρασον κἀπὸ πολλῶν τηλιῶν.
τούτων δὲ καὶ θεοὶ ἴδιοι, ἐμπολαῖος Ἑρμῆς καὶ ἀγοραῖος· καὶ ἐμπόλω Διοσκόρω ἐν Ἥρωσιν Ἀριστοφάνους (310).
[16] οἱ μὲν δὴ πάντα πιπράσκοντες καλοῖντ' ἂν πανδοκεῖς καὶ πανδοκεύτριαι, καὶ τὸ χωρίον πανδοκεῖον, καὶ τὸ πρᾶγμα πανδοκεία· οἱ δ' εἰς τὰ πανδοκεῖα καταγόμενοι κατάκται ἂν λέγοιντο. μᾶλλον δ' οἱ πάντα πωλοῦντες παντοπῶλαι, καὶ ὁ τόπος παντοπωλεῖον. τὴν παντοπωλίαν Ἄρχιππος εἴρηκεν ἐν Ἰχθύσιν (I p 685. 31 Ko.) οἱ δὲ τὰ ἀνδράποδα πιπράσκοντες ἀνδραποδοκάπηλοι· οἱ γὰρ λαφυροπῶλαι, κοινὸν τοὔνομα καὶ πρὸς τὰ ἄψυχα, ἀνδραποδώνης δ' εἴρηται ἐν [17] τοῖς Ἥρωσι τοῖς Ἀριστοφάνους (312). τὴν δὲ θεραπαινίδα καὶ θρεπτὴν ἐρεῖ ὅστις βούλοιτο ἕπεσθαι Φερεκράτει εἰπόντι ἐν Μυρμηκανθρώποις (I fg 125 Ko) 'Μανία θρεπτή·' ἔστι δὲ τοὔνομα καὶ ἐν τῷ Λυσίου πρὸς Πυθόδημον ὑπὲρ ἀποστασίου (fg 215 Tur).
Τέχναι δ' ἐπ' ἀνθρώποις παιδοτρίβαι καὶ γυμνασταί, καὶ οἱ σωμασκοῦντες· τάττεται μὲν ἡ κλῆσις ἐπὶ τῶν ἀσκουμένων, οὐδὲν δ' ἂν αὐτὴν κωλύοι κἀπὶ τῶν ἀσκούντων τετάχθαι. τοῦ δ' ἀλείπτου οὐκ ὄντος ἐν χρήσει ἀλείπτριαν εἰρήκασιν οἱ μέσοι κωμικοὶ καὶ Λυσίας ἐν τῷ ὑπὲρ Διοφάντου περὶ χωρίου (fg 88 Tur)· Ἄμφιδος δὲ καὶ δρᾶμα ἔστιν Ἀλείπτρια (II p 236 Ko).
[18] Αἱ δ' ἐπὶ ταῖς τροφαῖς τέχναι σιτηγοὶ σιταγωγοί, σιτοπῶλαι πυροπῶλαι, σιτοκάπηλοι σιτηγεῖν, πυροπωλεῖν σιτοπωλεῖν, πυροκαπηλεύειν, σιτοκαπηλεύειν. σιτομέτραι ὡς Ὑπερείδης (fg 271 a Bl), ἀφ' οὗ τὸ σιτομετρεῖν· προμετρεῖν, καὶ προμέτραι ἢ προμετρηταί. ἡ δ' ἀλφιτοποιία καὶ ἀλφιτεία καλεῖται, καὶ οἱ ἐργαζόμενοι ἀλφιτεῖς, [19] οἱ δὲ πιπράσκοντες τὰ ἄλφιτα ἀλφιταμοιβοί, τὸ δ' ἐργαστήριον ἀλφιτεῖον, μύλων, ζώτιον, ζητρεῖον, χόνδριον χονδροκοπεῖον. καὶ τὰ ἐργαλεῖα ὄνος ὁ ἀλέτων, καὶ ἡ τράπεζα μύλη, καὶ ὁ τῆς ἐργασίας προεστηκὼς μυλωθρός, καὶ ἡ ἔνδον τίφη μυληθρὶς καὶ μυλακρίς ‑ ἔνιοι δὲ μυλακρίδα καὶ τὴν ἀλετρίδα ‑ καὶ τὸ κάλλυντρον μυλήκορον.
[20] τὸν δὲ νῦν μυλοκόπον ὀνοκόπον Ἄλεξις εἴρηκεν ἐν Ἀμφωτίδι (II p 301. 13 Ko)
ὀνοκόπος
τῶν τοὺς ἀλέτωνας τῶνδε κοπτόντων ὄνους.
τό γε μὴν τοῖς οἰκέταις τοῖς ἔνδον ἐργαζομένοις ὑπὲρ τοῦ μὴ κάπτειν τῶν ἀλφίτων περιτιθέμενον παυσικάπη ὀνομάζεται, τροχοειδὲς μηχάνημα τῷ τραχήλῳ περιαρμοζόμενον ὡς ἀδυνατεῖν τῷ στόματι τὰς χεῖρας προσαγαγεῖν.
[21] ἀρτοπῶλαι ἀρτοπώλιδες, ἀρτοπωλεῖν, ἀρτοπωλεῖον, σιτουργοί, ἀρτοποιοί ἀρτοπόποι. Ξενοφῶν (Anab IV 4. 21) δὲ καὶ ἀρτοκόπους ἔφη· τὸ δὲ ῥῆμα τὸ ἀρτοκοπεῖν ἐν Φρυνίχου Μονοτρόπῳ (I 378. 27 Ko), ἐν δ' Ἀριστοφάνους Ἥρωσιν (fg 313) ἀρτοποιία. τῇ δ' ἀρτοπώλιδι ἀνήκει ἄλευρα, ἄλφιτα ὀλῦραι, ζειαί, σεμίδαλις, χόνδρος, κρίμνα, πάλη, ἀφ' ἧς καὶ τὸ πάλημα, σταίς, μᾶζα.
[22] καὶ τὰ ἐργαλεῖα κρίβανος, ἰπνός, πλάθανον, μάκτρα, ὀβελοί· καὶ σπάλαθρον δ' ἐργαλεῖον, ὃ οἱ νῦν σκάλευθρον. τὰ δ' ἔργα δεῦσαι, φυρᾶσαι, τρῖψαι, διαττῆσαι· καὶ ἀρτοστροφεῖν δ' Ἀριστοφάνης (fg 748) λέγει. διαπλάσαι, πέψαι, ὀπτῆσαι ἐξοπτῆσαι, ἐξελεῖν. ὁ δὲ μάττων τὰ ἄλφιτα μαγεύς, καὶ τὸ ἀγγεῖον μαγὶς καὶ μάκτρα καὶ σκάφη καὶ παρὰ Μενάνδρῳ (fg 116) ληνός. 'νεόκοπον δὲ κάρδοπον' εἴρηκεν Εὔπολις (I p 263. 20) τὴν νεωστὶ κεκομμένην. ἄρτους δὲ διπυρίτας [23] εἴρηκεν ἐν Ποαστρίαις Φρύνιχος (I p 380. 38 Ko), Ἀλκαῖος δ' ἐν Γανυμήδει (I p 757. 5 Ko) 'διπύρους τε θερμούς· ‑ οἱ δίπυροι δ' εἰσὶ τίνες; ‑ ἄρτοι τρυφῶντες.' τοῦ γε μὴν ἄρτου αἱ μὲν κατὰ τὸ ἄνω μέρος οἱονεὶ φλύκταιναι ἀττάραγος, αἱ δ' ἐκ τοῦ κάτω ψωθίαι, αἳ δὴ καὶ προσέχεσθαι εἰώθασι τῷ κριβάνῳ ὑπεροπτώμεμαι. τὰ δὲ μέρη τῶν ἄρτων θρύμματα. τὸ μέντοι ὑπερεμπεπλῆσθαι καὶ [24] ὑπερκεκορέσθαι καὶ ὑπερμαζᾶν ἀπὸ τῆς μάζης ἔλεγον οἱ παλαιοί, οἱ δὲ νέοι κριθιᾶν ἀπὸ τῶν ὑποζυγίων· Αἰσχύλος (Ag 1640) μὲν γὰρ εἴρηκε 'σειραφόρον κριθῶντα πῶλον,' Σοφοκλῆς (fg 792) δὲ 'ἕως ὅτε κριθώσης ὄνου.' Τῶν δὲ περὶ ἀρτοπωλίαν ἀθρόα ἐν Ἀριστοφάνους Δράμασιν ἢ Κενταύρῳ (fg 271).
πτίττω, βράττω, δεύω, μάττω, πέττω, καταλῶ. ἔστι δέ που καὶ ὀπτῆσαι. καὶ ἡ πτισάνη τούτοις προσήκει. καὶ τὸ παρ' Ἀριστοφάνει δ' ἐν Ἀχαρνεῦσι (781) περιεπτισμένοι ἀπὸ τούτου ἂν εἴη εἰρημένον·
ἀλλ' ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι. καὶ ἀνεῖν δὲ τὸ πτίσσειν ἐλέγετο, ἀφ' οὗ καὶ ἡ πτισάνη. καὶ μὴν καὶ τὸ φρύγειν καὶ κοδομεύειν τούτοις συνῆπται.
[25] κρεωπώλια καὶ κρεωπῶλαι καὶ κρεωπωλεῖν. τοὺς δ' αὐτοὺς καὶ μαγείρους λέγουσιν. καὶ κρεωδαίτας δ' ἂν εἴποις καὶ κρεουργούς, καὶ τὸ ἔργον κρεουργεῖν καὶ κρεανομεῖν καὶ κρεανομίας, τὰ δ' ἐργαλαῖα κοπίδας καὶ ῥάχετρον καὶ κρεώσταθμον, τάχα καὶ κρεάγραν καὶ κρεωδείραν.
[26] ἰχθυοπῶλαι καὶ ἰχθυοπωλεῖν, καὶ ἰχθύες ἰχθύδια, ὄψον καὶ ὀψοποιὸς δὲ καὶ ὀψαρτυτής, καὶ ὀψοποιεῖν καὶ ὀψοποιία, καὶ ἡδῦναι καὶ ἀρτῦσαι καὶ ζωμεῦσαι· καὶ Ἀριστοφάνης (fg 591)
τὴν χύτραν
ἐν ᾗ τὰ κρεάδι' ἕψεις ἐζωμευμένα.
τὸν δ' ὀψοποιὸν καὶ μάγειρον λέγει.
[27] ταριχοπῶλαι, ταριχοπωλεῖν, τάριχος ὡραῖον, ταρίχους ὡραῖα τεμάχη, ὡραῖαι ταρίχους σαργάναι, ταρίχους δ' ἡμίσειαι, ἐαριναί. πονηρὸν τάριχος, χρηστὸν τάριχος. σαργάναι ὡραῖαι καὶ σαπραί.
[28] Ἐριοπῶλαι, ἐριοπωλεῖν. ἔρια οἰσυπηρὰ Ἀριστοφάνης (Ach 1177), καὶ ἐρίων πιναρῶν πόκον Κρατῖνος (I p 118. 372). καὶ Ἄρχιππος μὲν ἐν Ἰχθύσιν (I p 685. 32 Ko) εἴρηκε νακοτιλτοῦντα· τὸ δ' ὄνομα ὁ νακοτίλτης, εἰ καὶ Φιλήμων αὐτῷ κέχρηται ἐν Ἁρπαζομένῃ (II fg 14 Ko), ἀλλ' οὐκ ἀνεκτόν, εἰ μὴ τὸ ῥῆμα ἦν ἐν χρήσει παλαιοτέρᾳ. καίτοι ὅ γε Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ (I p 25. 41) φησὶ
νακότιλτος ὡσπερεὶ κωδάριον ἐφαινόμην. ἐριουργία ἐριουργεῖν· καὶ ἐριουργεῖον ὁ ἱστὼν ἐν Ὀλυμπιάδος ἐπιστολῇ. διὰ τοῦτο δ' ἀνέχομαι τοῦ ὀνόματος, ὅτι τὸ πρᾶγμα τὸ ἀπ' αὐτοῦ καὶ τὸ ῥῆμα παρὰ τοῖς κεχρονισμένοις ἔστιν εἰρημένον· βέλτιον δ' ὁ ἱστεών. Πλάτων (Crat 389 B) δ' εἴρηκεν 'ἐν ἐρεῷ ἱματίῳ.'
[29] ταλασία, ταλασιουργία ταλασιουργεῖν, τάλαρος. καὶ καλαθίσκος, Εὐπόλιδος εἰπόντος ἐν Πόλεσιν (I p 319. 227 Ko)
ἄνευ καλαθίσκων καὶ πόρων καὶ πηνίων. κατάγειν, κάταγμα· τὸ δ' αὐτὸ καὶ μήρυμα. τῶν δὲ νέων τις κωμικῶν Ἐπιγένης ἐν Ποντικῷ ἔφη (II p 419. 7 Ko)
τρεῖς μόνους ἔχω
σκώληκας, ἔτι τούτους δέ μ' ἔασον καταγαγεῖν.
καὶ κροκυδίζειν δὲ Φιλύλλιος εἴρηκεν (I p 787. 22 Ko).
τὸ κάταγμα κροκυδίζουσαν αὐτὴν κατέλαβον, [30] ὅπερ ἐστὶν ἐκλέγουσαν τὸ τραχύ. ἔξαινε δὲ τῶν ἐρίων Ἀριστοφάνης (fg 717) ἔφη, καὶ καταξῆναι Πλάτων ὁ κωμικός (fg 245), ὁ δὲ φιλόσοφος Πλάτων (Politc 282 A) καὶ τέχνην ξαντικήν, Σοφοκλῆς (fg 969) δὲ ξάσμα. τὸ δὲ καμεῖν ἀπὸ τὴς ἐριουργίας τὰς χεῖρας ξανᾶν ἐλέγετο, καὶ ξάνησιν. νεῖν, κλώθειν, στρέφειν. στήμων κρόκη, στημονονητικὴ καὶ κροκονητική· Πλάτων (Lg 734 E) δ' ἐφυφὴν καλεῖ τὴν κρόκην, τὸν δὲ στήμονα νῆμα (Politc 282 E) καὶ τὸ ἔργον τοῦ νήματος [31] νῆσιν εἴρηκε (Rpb 620 E), 'τὴν τῆς Ἀτρόπου νῆσιν.' ὁ δὲ κωμικὸς Πλάτων (fg 221) ἔφη ἀκλώστους στήμονας. καὶ ἁρπεδόνας δὲ τὰ νήματα Ἡρόδοτος (III 47)· Ἀριστίας δ' ἐν Ἀταλάντῃ (T G F p 726. 2) 'ἁρπεδόνην τε λύσιν ἱστοῦ·' τοῦτο δὲ τραγικώτερον. ἄτρακτος, σφόνδυλος, κλωστήρ. οὕτω δὲ καὶ τὴν περιστροφὴν τοῦ λίνου Εὐριπίδης ὠνόμασεν (fg 1001)
λίνου κλωστῆρα περιφέρει λαβών. πηνίον, ἀγαθίς, ὅθεν καὶ παροιμία 'ἀγαθῶν ἀγαθίδες,' ᾗ πλείστῃ κέχρηνται οἱ κωμικοί. φαίης δ' ἂν καὶ μίτον, καὶ μίσασθαι τὸ μιτώσασθαι, καὶ πολύμιτος, ὡς Κρατῖνος (fg 436) ἔφη. καὶ ἀπὸ πηνίου τὸ πηνίσασθαι· Φιλύλλιος (I p 789. 33 Ko) δ' αὐτὸ εἴρηκεν. τὰς δ' [32] ὁλοστημόνους ταινίας τολύπας Σοφοκλῆς (fg 997) ὠνόμασεν. ἐφ' οὗ δὲ νήθουσιν ἢ νῶσιν ‑ τὸ γὰρ νήθειν οἱ Ἀττικοὶ νεῖν λέγουσιν ‑ ἐπίνητρον καλεῖται καὶ ὄνος. λέγοις δ' ἂν ἄτρακτον ἐπιστρέφειν, ἔριον ἕλκειν, τείνειν, μηρύεσθαι, ἀπισχναίνειν. στήμονα δ' ἐξεσμένον τὸν ἰσχνὸν καὶ λεῖον Ἀριστοφάνης (fg 728) καλεῖ. στῆσαι τὸν στήμονα ἢ τὰ στημόνια, καὶ προφορεῖσθαι· οὕτω γὰρ ἔλεγον οἱ [33] Ἀττικοὶ τὸ νῦν διάζεσθαι. καὶ τὸ διάζεσθαι δ' ἔστιν ἐν αὐτῇ τῇ λέξει παραλαμβανόμενον·
ὁ δ' ἐξυφαινεθ' ἱστός, ὁ δὲ διάζεται, καί που παρὰ Νικοφῶντι ἐν Πανδώρᾳ (I p 776. 5 Ko). τὸ δὲ συνδῆσαι τὸν στήμονα καιρῶσαι λέγειν χρή, καὶ καίρωσιν τὴν σύνδεσιν. ὑφάντης, ὑφαντικός, ὑφαίνειν, ὑφαντικῶς, ὑφή, ὕφασμα, ὑφάντρια. καὶ ὕφανσιν δ' ἂν εἴποις βιαζόμενος, ἐπεὶ Πλάτων εἴρηκε (Politc 310 E) 'βασιλικῆς ξυνυφάνσεως.' καὶ χλαμυδουργίαν δὲ καὶ χλαμυδοποιίαν, ὡς οὐ ταὐτὸν ὂν ἑκάτερον, ἄμφω ἐν τοῖς Ἀπομνημονεύμασι (II. 7. 6) [34] Ξενοφῶν λέγει· εἴδη δ' ἔοικεν εἶναι ταλασιουργίας μὲν ἡ χλαμυδουργία, ὑφαντικῆς δ' ἡ χλαμυδοποιία. καὶ χλανιδουργία δὲ καὶ χλανιδοποιία ὁμοίως ἂν λέγοιτο, καὶ ἐξωμιδοποιία. ποικιλτὴν δ' Αἰσχίνης Τιμάρχου κατηγορῶν ( 97) εἶπεν· ἔστι δὲ καὶ τοῦτο ὑφαντικὸν εἶδος. ἡ δὲ τέχνη ποικιλτική, καὶ ὁ ἀνὴρ ποικιλτικός, καὶ τὸ πρᾶγμα ποίκιλσις κατὰ Πλάτωνα (Lg V 747 A), καὶ τὸ ῥῆμα ποικίλλειν, καὶ τὸ ἐπίρρημα ποικιλτικῶς, ὥσπερ καὶ ἐριουργικῶς καὶ [35] ταλασιουργικῶς καὶ ὑφαντικῶς. ὁ δὲ ποικιλτὴς ὠνόμασται παρ' Ἀλέξιδος (II fg 328 Ko) ποικιλεύς. λέγοις δ' ἂν διάγειν τὴν κρόκην, διαφέρειν, διαβάλλειν, κερκίζειν, πλήττειν, πιέζειν, πυκνοῦν. ὕφασμα δέ ἐστιν εἰπεῖν λεπτόν, εὐυφές, ἰσχνόν, εὐήτριον, εὔπλοκον· τὸ δὲ εὐήτριον Αἰσχύλος ἐν Δικτυουλκοῖς (fg 47), εἰ καὶ μὴ ἐπὶ ἐσθῆτος, ἀλλ' οὖν εἴρηκε 'δικτύου δ' εὐήτρια.' κερκίς κτείς, ἱστός, ἱστουργία ἱστουργεῖν, ἱστουργικός ἱστουργικῶς. κανὼν ἱστοῦ τὸ καλούμενον [36] ἀντίον. πῆχυς. ἱστόπους, ὡς Εὔβουλος (II p 213. 145 Ko) λέγει· καὶ κελέοντες δ' οἱ ἱστόποδες καλοῦνται. ἀγνῦθες δὲ καὶ λεῖαι οἱ λίθοι οἱ ἐξηρτημένοι τῶν στημόνων κατὰ τὴν ἀρχαίαν ὑφαντικήν, σπάθη, ὅθεν καὶ τὸ σπαθᾶν, καὶ τὸ ἀσπάθητον χλαῖναν Σοφοκλῆς (fg 793) λέγει καὶ 'σπαθητοῖς ὑφάσμασιν.' καὶ σπαθίδα ἐκάλουν τὸ σπαθητὸν ἱμάτιον.
[37] πλύνται πλυντικοί πλυνοί πλύντριαι, φαιδρυνταί φαιδρυντικοί φαιδρῦναι, κναφεῖον κναφική κνάψαι, καὶ κναφεὺς καὶ κναφαῖοι καὶ ἄκναφα. καὶ κναφεύειν ἔφη Ἀριστοφάνης (Plut 166), καὶ ἀνακνάψαι Λύσιππος ὁ κωμικός (I p 701. 4 Ko). κνάφος δ' ἡ πρόσφορος αὐτοῖς ἀκούοιτ' ἂν ἄκανθα. τοῦ δὲ κνάπτειν ἡγεῖται τὸ συμπατῆσαι, ὡς Κρατῖνος ὑποδηλοῖ παίζων (fg 275 Ko),
[38] τῇ μάστιγι κνάψειν εὖ μάλα,
πρὶν συμπατῆσαι.
εἰ δὲ χρὴ τούτους καὶ πλύντας λέγειν, ἀπ' αὐτῶν αἱ πλύντριαι. καὶ πλυνέας δ' ἂν αὐτοὺς εἴποις, καὶ τὸν τόπον πλυνούς. ἀφ' οὗ καὶ τὸ λοιδορεῖν πλύνειν (Aristph Ach 359) καὶ 'πλυνόν με ποιεῖς' ἡ κωμῳδία (Aristph Pl 1061) φησίν, ἤγουν ἐξονειδίζεις καὶ αἰσχύνεις· καὶ τὸ οὐδενὸς ἄξιόν τι ἀποπεφάνθαι καταπεπλύσθαι ὁ ῥήτωρ ἔφη Αἰσχίνης (III 178). ὁ δὲ μισθὸς ὁ διδόμενος αὐτοῖς [39] πλύντρα καλεῖται. τὸ δὲ πλύνειν καὶ ῥύπτειν καὶ ἐκρύπτειν καὶ κλύζειν καὶ ἐκκλύζειν ἐρεῖς. καὶ τὸ ἀπὸ τοῦ πλυνοῦ ὕδωρ πλύμα, καὶ ἡ κατατετριμμένη ἑταίρα κλύσμα καὶ πλύμα. ἐν ᾧ δ' ἐξέπλυνον, οὐ μόνον λίτρον καὶ Χαλαστραῖον λίτρον, ἀλλὰ καὶ χαλαίρυπος, ὡς Κρατῖνος (fg 452 Ko) ὠνόμασεν. Ἀριστοφάνης δὲ τῶν πλυντικῶν καὶ τὴν κονίαν καὶ τὴν κιμωλίαν εἶναί φησιν ἐν Λυσιστράτῃ (immo Ran 713), εἰπὼν
ψευδολίτρου κονίας
καὶ κιμωλίας γῆς
[40] καὶ Πλάτων δ' ὁ φιλόσοφος (Rpb IV 430 B) τὴν κονίαν ἕν τι τῶν ῥυπτικῶν· ἔστι δὲ τὸ ἐκ τέφρας καθιστάμενον ὑγρόν. γῆν δὲ σμηκτρίδα Εὔπολις (fg 380) καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ (I p 801 6 Ko) εἴρηκεν. ἰχθύων δὲ πλύμα Πλάτων ἐν Νίκαις εἴρηκεν ὁ κωμικός (I p. 623. 82) ἡ δὲ πλυντρὶς εἴρηται παρὰ Νικοχάρει ἐν Ἡρακλεῖ γαμουμένῳ (I p 771. 4 Ko). τὸ δὲ τῶν ποδῶν νίπτρον νίπτρα μὲν Αἰσχύλος (fg 225), Ἀριστοφάνης (Ach 591) δ' ἀπόνιπτρον, καὶ τὸ φαιδρύνειν δὲ καὶ ἀποπλύνειν καὶ διαπλύνειν τῷ πλύνειν προσήκει, καὶ ἡ παρ' Αἰσχύλῳ (Choeph 759) 'παιδὸς σπαργάνων φαιδρύντρια.' [41] ἔοικε δὲ καὶ τὸ ἰποῦν καὶ τὸ ἰποῦσθαι, ἐπὶ τοῦ ἀποθλίβεσθαι καὶ πιέζεσθαι, κναφεῦσι προσήκειν, οὐκ ἄντικρυς μὲν ἐπὶ τούτου εἰρημένον, ὑποδηλούμενον δέ·
δώσεις ἐμοὶ καλὴν δίκην
ἰπούμενος ταῖς εἰσφοραῖς
Ἀριστοφάνης πού φησι (Eq 923 sq), καὶ Κρατῖνος ἰποῦμεν ἐν Κλεοβουλίνῃ (fg 91 Ko)· καὶ Ἀρχίλοχος (169) δ' ἔφη 'κέαται δ' ἐν ἴπῳ.' ἔστι μὲν οὖν ἶπος καὶ ἡ μυάγρα, ἀλλ' ἔοικε μᾶλλον τῷ τῶν κναφέων ἐργαλείῳ προσήκειν. καὶ θεῖον δὲ τῶν ὑπουργούντων τῷ κναφεῖ, ἀφ' οὗ Λύσιππος (I p 701. 4 Ko)
σὺ δ' ἀνακνάψας καὶ θειώσας τὰς ἀλλοτρίας ἐπινοίας.
[42] ἀκέσται ἀκέστριαι ἀκέσασθαι, ῥάψαι συρράψαι, βελόνη βελονίδες, ῥαφεῖς ῥαφίδες.
Ἐκ δ' ἐσθήτων ὀνόματα ἐσθής ἐσθήματα, ἀμπεχόνη, στολή, ἔνδυμα, ἱμάτιον, ἀμφιέσματα· Λυσίας (fg 318 T) δὲ καὶ ἱματίδια ἔφη. λώπη γὰρ καὶ λόκκη καὶ φάρος καὶ εἷμα καὶ σπεῖρα καὶ λῶπος ποιήσεως ἔστω· καίτοι ὅ γε λωποδύτης καὶ ἡ λωποδυτία ἀπὸ τοῦ λώπους [43] ἐστὶν εἰρημένα, τὰ δὲ ῥήματα ἠσθῆσθαι, ἀμπέχεσθαι, ἐστάλθαι, ἠμφιέσθαι, ἐνδεδυκέναι. ἀλλὰ καὶ αἱ μετοχαὶ ἠσθημένος, ἀμπεχόμενος, ἐσταλμένος, ἠμφιεσμένος, ἐνδεδυμένος ἐνδεδυκώς· ἐνδὺς γὰρ καὶ εἱμένος καὶ ἐπιειμένος, οὐ κατὰ πεζὴν ἂν εἴη ταῦτα τὴν χρῆσιν. ἴσως δὲ καὶ εὐσταλής, καὶ ὁ παρὰ Κρατίνῳ (fg 414) εὐπινὴς τούτοις ἂν ἐνάριθμον εἴη, καὶ τὸ εὐσταλῶς ἐπίρρημα. τὸ δὲ γυμνωθῆναι καὶ ἀποδῦναι ἐρεῖς, καὶ ὁ γεγυμνωμένος καὶ ὁ ἀποδὺς [44] καὶ ὁ ἀποδεδυκώς, ἐκείνοις ὑπεναντία, καὶ ἀποδῦσαι καὶ ἀπολωπίσαι ὡς Σοφοκλῆς (fg 917), καὶ περιλωπίσαι, ὅπερ Ὑπερείδης (fg 263) περιδῦσαι εἴρηκεν. τὸ δ' ἀμεῖψαι ἐσθῆτα καὶ ὑπαλλάξαι ἐρεῖς καὶ μεταβαλεῖν, μετενδῦναι, μεταμφιέσασθαι, μεταμπίσχεσθαι· Ξενοφῶν δ' ἐν Παιδείᾳ (IV 5. 4) καὶ 'μεταλαβεῖν ἔφη ἱμάτιον,' Λυσίας δ' ἐν τῷ κατὰ Αὐτοκράτους (fg 51 T) 'μεταλλαξαμένη χιτῶνα.' [45] χιτών ἐρεῖς χιτωνίσκος χιτώνιον, ἱμάτιον. ἐπεὶ δὲ καὶ ὁ ἐπενδύτης ἔστιν ἐν τῇ τῶν πολλῶν χρήσει, ὅστις βούλοιτο καὶ τούτῳ τῷ ὀνόματι βοηθεῖν φαύλῳ ὄντι, ληπτέον αὐτὸ ἐκ τῶν Σοφοκλέους Πλυντριῶν (fg 406)
πέπλους τε νῆσαι λινογενεῖς τ' ἐπενδύτας.
καὶ Θέσπις δέ πού φησιν ἐν τῷ Πενθεῖ (T G F p 832. 1)
ἔργῳ νόμιζε νεβρίδ' ἔχειν ἐπενδύτην.
ἄντικρυς δὲ δοκεῖ τὸ ἐν τῷ Νικοχάρους Ἡρακλεῖ χορηγῷ (I p 771. 5 Ko)
φέρε νῦν ταχέως χιτῶνα τόνδ' ἐπενδύτην
τῇ νῦν χρείᾳ βοηθεῖν.
[46] εἴδη δ' ἐσθήτων ἀνδρικῶν μὲν χλαμύς, ἡ μὲν ὁλόλευκος, ὡς Φιλέταιρος ὁ κωμῳδοδιδάσκαλος (II p 235. 20) ὠνόμαζεν. ἡ δὲ παρυφὶς καὶ παραπόρφυρος ἢ ὡς ἡ νέα κωμῳδία εὐπάρυφος (Nicostrat II 222. 9 Ko). τὰς δὲ Θετταλικὰς χλαμύδας Θετταλικὰ πτερὰ ὠνόμαζον, καὶ ἐντεθετταλίσμεθα ἔλεγον τὸ χλαμυδοφοροῦμεν. χλαῖνα ἱμάτιον ἐπὶ τῷ χιτῶνι (Hom ξ 154)
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, ἔσθ' ὅτε μέντοι ἐνεύναιον περιβόλαιον, (Hom δ 229)
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
[47] εἰσὶ δὲ χλαῖναι αἱ μὲν ἁπλοΐδες, ὡς Ὅμηρος (Ω 230) 'δώδεκα δ' ἁπλοΐδας,' αἱ δὲ διπλαῖ, 'διπλῆν ἐκταδίην (Hom K 134)·' ταύτας δ' οἱ Ἀττικοὶ ἁπληγίδας καὶ διπληγίδας καὶ διβόλους ὠνόμαζον. χιτὼν δ' ἑτερομάσχαλος καὶ ἀμφιμάσχαλος, ὁ μὲν ἐλευθέρων σχῆμα, ὁ δ' ἑτερομάσχαλος οἰκετῶν. τὸ δὲ ποικίλον Διονύσου χιτὼν βακχικός. ἡ δ' ἐξωμὶς καὶ περίβλημα ἦν καὶ χιτὼν ἑτερομάσχαλος.
[48] πορφυρομιγὴς δὲ ἐσθὴς καὶ χλαμὺς οὐχ ᾗ συνύφαντο ἡ πορφύρα, ἀλλ' ᾗ ἐξ ἐρίου φαιοῦ οὔσῃ κατ' ἀρχὰς ἐμέμικτο. ἄκναπτον δὲ τραχὺ καὶ ἄγροικον ἱμάτιον. χλανὶς δ' ἱμάτιον λεπτόν· καὶ χλανίδια δ' αὐτὰ καὶ χλανιδίσκια ἐκάλουν. κεραυνὸς δὲ εἶδος χιτῶνος. καὶ θήραιον ἱμάτιον, ἤτοι ἀπὸ τῆς νήσου ἢ τὸ ὡς θηρίον ἐνυφασμέμον. κοινὰ δὲ ἀνδρῶν καὶ γυναικῶν λῇδος λῄδιον λῃδάριον, φάρος, [49] χιτὼν ὀρθοστάδιος ὁ μὴ ζωννύμενος ‑ ὀρθοσταδίας δὲ τοὺς τοιούτους χιτωνίσκους Ἀριστοφάνης καλεῖ (Lys 45) ‑ θέριστρον θερίστριον, ξυστίς ξυστόν, ἔνδυμά τε ὁμοῦ καὶ περίβλημα καὶ χιτών. βεῦδος, ὡς Σαπφώ (155), κιμβερικόν· ἔστι δὲ τὸ κιμβερικὸν διαφανής τις χιτωνίσκος. ἀμπεχόνιον μικρὸν περίβλημα. καὶ ἴδια δὲ γυναικῶν ἐπωμίς, διπλοίδιον, ἡμιδιπλοίδιον, κατάστικτος, καταγωγίς [50] καὶ ἐπίβλημα καὶ χιτών· πέπλος· ἔσθημα δ' ἐστὶ διπλοῦν τὴν χρείαν, ὡς ἐνδῦναί τε καὶ ἐπιβαλέσθαι. καὶ ὅτι μὲν ἐπίβλημά ἐστι, τεκμήραιτ' ἄν τις καὶ τῷ τῆς Ἀθηνᾶς πέπλῳ, ὅτι δὲ καὶ χιτών, ὅταν εἴπῃ Ξενοφῶν (Cyrop V 1. 6) 'περικατερρήξατο τε τὸν ἄνωθεν πέπλον·' παραφαίνει γὰρ τότε καὶ τὰ στέρνα ἡ Σουσίς. ὁ δ' αὐτὸς Ξενοφῶν (Cyrop III 1. 13) καὶ ἀνδρεῖον οἴεται φόρημα εἶναι τὸν πέπλον· τὸν γὰρ Ἀρμένιον ἔφη κατασχίσασθαι τοὺς πέπλους, εἰ μὴ ἄρα ὅτι οἱ βάρβαροι καὶ ταῖς [51] θηλυπρεπεστέραις τῶν ἐσθήτων ἔχαιρον. ὁ δ' ἑανὸς ἄντικρύς ἐστι περίβλημα, δοκεῖ δ' ὁ αὐτὸς εἶναι τῷ πέπλῳ· (Hom Ε 734) πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει. ἔνιοι δέ φασι τὰ μὲν ἄνευ ποικιλμάτων ἐσθήματα ἑανοὺς καλεῖσθαι, τὰ δὲ σὺν ποικίλμασι πέπλους. τὸ δὲ ζῶμα ἔστι μὲν ἐπιτήδειον ἐνδῦναι, πέζας δὲ ἔχει, ὡς Αἰσχύλος (fg 246) δηλοῖ, πεζοφόρα τὰ ζώματα ἀποκαλῶν. ὅτι δ' ἐνδῦναι ἦν ἐπιτήδεια, τεκμήραιτ' ἄν τις καὶ τῷ ἐν τῇ Μενάνδρου Ῥαπιζομένῃ (fg 432)
οὐχ ὁρᾶτε τὴν τροφόν
ζῶμ' ἐνδεδυμένην;
[52] ὡς ἐπὶ τὸ πολὺ γὰρ γραῶν τὸ φόρημα ἦν. Ἀντιφάνης δέ πού φησι (II p 128. 297 Ko)
περίνησα καὶ περίλευκα καὶ πεντέκτενα. ἔστι δὲ τὰ μὲν πεντέκτενα χιτωνίσκοι παρὰ τὴν ᾤαν πορφυροῖ, πέντε κτένας ἐνυφασμένοι· τὰ δὲ περίλευκα τοὐναντίον εἴη ἂν ὕφασμα ἐκ πορφύρας ἢ ἄλλου χρώματος ἐν τῷ περιδρόμῳ λευκὸν ἐνυφασμένον. τὰ δὲ περίνησα πρόκροσσόν ἐστι περίβλημα, ἔχον τὰ νήματα ἐξηρτημένα· ἢ πορφύρα κύκλῳ τὰ τέλη τοῦ ὑφάσματος [53] περιέρχεται, νήσου σχῆμα ποιοῦσα τῇ περιρροῇ τοῦ χρώματος. καὶ τοῦτ' ἴσως νῆσον Ἀναξίλας (II p 274. 45 Ko) ἀπεκάλει, εἰ μὴ ἕτερόν τι ὕφασμα δηλοῖ, ὅταν εἴπῃ
καὶ πῶς γυνή,
ὥσπερ θάλαττα, νῆσον ἀμφιέννυται;
τοιοῦτον δ' ἂν εἴη καὶ τὸ ἔγκυκλον. τὸ δὲ παράπηχυ ἱμάτιόν ἐστι λευκόν, πῆχυν πορφυροῦν ἔχον παρυφασμένον. καὶ παρυφὲς δὲ καὶ παραλουργὲς τὸ ἑκατέρωθεν ἔχον παρυφασμένην πορφύραν· Ἴωνες δ' αὐτὸ καλοῦσι πηχυαλές. αἱ μέντοι ἐν τοῖς χιτῶσι πορφυραῖ ῥάβδοι [54] παρυφαὶ καλοῦνται. ἡ δὲ συμμετρία χιτών ἐστι ποδήρης, ἔστε πρὸς τοὺς ἀστραγάλους καθήκων. εἴη δ' ἄν τις καὶ στολιδωτὸς χιτών· στολίδες δέ εἰσιν αἱ ἐξεπίτηδες ὑπὸ δεσμοῦ γινόμεναι κατὰ τὰ τέλη τοῖς χιτῶσιν ἐπιπτυχαί, μάλιστα ἐπὶ λινῶν χιτωνίσκων. ὅταν δ' Ὅμηρος εἴπῃ (Γ 141)
αὐτίκα δ' ἀργεννῇσι καλυψαμένη ὀθόνῃσι,
λευκὸν ἔσθημα λεπτὸν ἐξ ἐρίου ἀλλ' οὐκ ἐκ λίνου ἀκούουσιν. ὁ δὲ σχιστὸς χιτὼν περόναις κατὰ τοὺς ὤμους διεῖρτο καὶ πόρπῃ κατὰ τὰ [55] στέρνα ἐνῆπτο· ἐκαλεῖτο δὲ καὶ ὁ τῶν παρθένων οὕτω χιτωνίσκος, οὗ παραλύσαντες ἄχρι τινὸς τὰς πτέρυγας ἐκ τῆς κάτω πέζης παρέφαινον τοὺς μηρούς, μάλιστα αἱ Σπαρτιάτιδες, ἃς διὰ τοῦτο φανομηρίδας ὠνόμαζον. ὁ δὲ κατάστικτος χιτών ἐστιν ὁ ἔχων ζῷα ἢ ἄνθη ἐνυφασμένα· καὶ ζῳωτὸς δὲ χιτὼν ἐκαλεῖτο ὁ καὶ ζῳδιωτός. αἱ δ' ἀπὸ χρωμάτων ἐσθῆτες καλούμεναι ἁλουργίς, πορφυρίς, φοινικὶς καὶ φοινικοῦς χιτών, βατραχίς, αὗταί μὲν ἀνδρῶν, γυναικῶν δὲ [56] κροκωτὸς κροκώτιον, παραλουργίς, ὀμφάκινον· τούτῳ δὲ τῷ χρώματι καὶ Ἀλέξανδρον ἥδεσθαι λέγουσιν. τὸ δ' ὑγροβαφὲς εἴη ἂν ὃ νῦν ψυχροβαφὲς καλοῦσιν. ἔστι δέ τι καὶ κίλλιον ἐσθῆτος χρῶμα, τὸ νῦν ὀνάγρινον καλούμενον· κίλλον γὰρ τὸν ὄνον οἱ Δωριεῖς καὶ κιλλακτῆρα τὸν ὀνηλάτην λέγουσιν. φαιὸν δὲ καὶ μέλαν ἀλλήλων ἐστὶν ἐγγύς. καὶ ὁ κοκκοβαφὴς δὲ χιτὼν καλεῖται ἀπὸ τοῦ χρώματος.
[57] τὸ δ' ὕφαδρον ἱμάτιον παχεῖαν χλαῖναν κλητέον καὶ σίσυν, ὥσπερ τὸν ἀμφίμαλλον χιτῶνα δασὺν καὶ ἀμφίμιτον. Πλάτων δ' ἐν Ταῖς ἀφ' ἱερῶν (I p 603. 13) καὶ μαλλωτὰς χλανίδας εἴρηκεν, ὥστε οὐδὲν ἂν κωλύοι εἰπεῖν καὶ μαλλωτὸν χιτῶνα. Ἀντιφάνης δέ φησιν ἐν Μηδείᾳ (153)
ἦν χιτὼν ἀμόργινος,
ἕτερος δὲ περιηγητός ἐστιν οὑτοσί·
[58] ἔστιν ἄρα καὶ ὁ περιηγητὸς εἶδος χιτῶνος. ἐν δὲ τῇ τοῦ νεωτέρου Κρατίνου Ὀμφάλῃ εἴρηται (II p 290. 5 Ko)
ὑμεῖς δ' ἐὰν ἱππίσκον ἢ τρίμιτον ἔχητε,
ὡς καὶ ταῦτα εἴδη χιτωνίσκων.
καὶ Περσῶν μὲν ἴδια κάνδυς καὶ ἀναξυρίς,
καὶ τιάρα, ἣν καὶ κυρβασίαν καὶ κίδαριν καὶ πῖλον καλοῦσιν. ὁ δὲ κάνδυς ὁ μὲν βασίλειος ἁλιπόρφυρος, ὁ δὲ τῶν ἄλλων πορφυροῦς, ἔστι δ' ὅτε καὶ ἐκ δερμάτων· ἦν δὲ καὶ χειριδωτὸς χιτών, κατὰ τοὺς ὤμους ἐναπτόμενος.
[59] κάπυρις δὲ Περσικὸς χιτὼν χειριδωτός. ἦ που δὲ καὶ καυνάκης Περσῶν· ἐν γὰρ τοῖς Σφηξὶν (1132) Ἀριστοφάνης λέγει
οἱ μὲν καλοῦσι Περσίδ', οἱ δὲ καυνάκην.
τὰς δ' ἀναξυρίδας καὶ σκελέας καλοῦσιν· τὸ μὲν ὄνομα καὶ παρὰ Κριτίᾳ ἔστιν ἐν ταῖς Πολιτείαις (Diels VS 12), Ἀντιφάνης δ' αὐτὸ ἐν Ἀντείᾳ (II p 25. 36) παρεξηγεῖται,
ταῖς δ' ἐνδύτοις στολαῖσι τετραγῳδημέναις,
σκελέαις, τιάραις.
ἐν δὲ τοῖς Σκύθαις Ἀντιφάνης (II p 97. 201) ἔφη
σαράβαρα καὶ χιτῶνας πάντες ἐνδεδυκότες.
τὰ δὲ τοιαῦτα ὀνόματα μηνύειν με καὶ μὴ κρίνειν νόμιζε. Λυδῶν [60] δὲ χιτών τις βασάρα Διονυσιακὸς ποδήρης. ὁ δὲ κύπασσις λίνου πεποίητο, σμικρὸς χιτωνίσκος, ἄχρι μέσου μηροῦ, ὡς Ἴων (T G F p 744) φησὶ
βραχὺν λίνου κύπασσιν ἐς μηρὸν μέσον
ἐσταλμένος.
Ἀρμενίων δ' ὁ μυωτός, ἢ ἐκ μυῶν τῶν παρ' αὐτοῖς συνυφασμένος, ἢ μυίας ἔχων ἐμπεποικιλμένας. Μασσαλιωτῶν δὲ ὁ χορταῖος, ὡς ἡ ζειρὰ Θρᾳκῶν, εἴτε περίβλημά ἐστιν εἴτε ζῶμα· τὸν δὲ χορταῖον τοὺς τυροπώλας φορεῖν ὡς ἀγοραῖον Ἀριστοφάνης (fg 707) ἔφη. Βαβυλωνίων δ' ἐστὶν ὁ καυνάκης. ἡ δὲ μανδύη ὅμοιόν τι τῷ καλουμένῳ φαινόλῃ· τίνων δέ ἐστιν, ὡς μὴ περιερχώμεθα Κρῆτας ἢ Πέρσας, Αἰσχύλος ἐρεῖ (fg 364)
Λιβυρνικῆς μίμημα μανδύης χιτών.
[61] καὶ αὐτὸς δ' ὁ φαινόλης ἐστὶν ἐν Ῥίνθωνος Ἰφιγενείᾳ τῇ ἐν Ταύροις· (fg 7 Kaib)
ἔχοισα καινὰν φαινόλαν καπαρτίω. ὁ δὲ σάραπις, Μήδων τὸ φόρημα, πορφυροῦς μεσόλευκος χιτών. τὴν δ' ὀνομαζομένην τήβεννον τὰς μὲν τῶν περὶ Βίτωνα καὶ Κλέοβιν εἰκόνας ἐν Ἄργει φορεῖν φασί, τηβεννίδα δ' αὐτὴν καλεῖν ἀξιοῦσιν. αἱ δ' ἐφεστρίδες καὶ ἀμφιεστρίδες περιβόλαια ἂν εἶεν. τὸ μέντοι χειμερινὸν ἱμάτιον χείμαστρον ἂν λέγοις, καὶ χλαῖναν δὲ παχεῖαν, ἣν χειμάμυναν μὲν Αἰσχύλος (fg 449), Ὅμηρος (ξ 529) δ' ἀλεξάνεμον κέκληκεν. ἣν δὲ συρίαν οἱ πολλοί, ταύτην αὐτόποκον ἱμάτιον οἱ κωμικοί (IV p 683. 322 Meineke.)
[62] Μέρη δ' ἐσθήτων πτέρυγες μὲν καὶ πτερύγιον τὸ ἥμισυ τοῦ χιτωνίσκου, χειρῖδες δὲ τὰ περὶ ταῖς χερσίν, ᾤα δὲ τὸ ἐξωτάτω τοῦ χιτῶνος ἑκατέρωθεν, λέγνα δὲ τὰ ἐν τῷ ἱματίῳ ἑκατέρου μέρους, οὐχ ὅπου ἡ ᾤα. τὴν δ' ᾤαν καὶ ὄαν διὰ βραχέως τοῦ ο λέγουσιν· ὄα δὲ καλεῖται καὶ ἡ τοῦ προβάτου δορὰ ἡ σὺν τῷ ἐρίῳ. αἱ δὲ παρὰ τὰς ᾤας παρυφαὶ καλοῦνται πέζαι καὶ πεζίδες, καὶ περίπεζα [63] τὰ οὕτω περιυφασμένα· οἱ δὲ πεζοφόροι χιτῶνες ἢ οἱ ποδήρεις ἢ οἱ πέζας ἔχοντες. Ξενοφῶν (Cyrop VIII 3. 13) δ' ἔφη 'κάνδυν ὁλοπόρφυρον,' Κράτης δ' ἐν Σαμίοις (I fg 31) 'ἱμάτια περιπόρφυρα.' ταύτας δὲ τὰς πορφυροβαφεῖς ἐσθῆτας καὶ κάλλη φίλον τοῖς κωμῳδοῖς καλεῖν, ὡς Εὔπολίς που λέγει (I fg 333)
τὰ κάλλη τὰ περίσεμνα τῇ θεῷ. Ἄρχιππος δ' ἐν Πλούτῳ (I 687. 39 Ko) καὶ πλατυπόρφυρα εἴρηκεν ἱμάτια. καὶ κρόκυς δὲ μέρος ἐσθῆτος· λέγει γοῦν Ἡρόδοτος (III 8) [64] 'λαβὼν κρόκυν ἐκ τοῦ ἱματίου,' Ἀριστοφάνης δὲ (fg 651)
ἀνήσεις κροκύδα μαστιγουμένη. περιῶσαι δ' ἔλεγον τὸ τῶν παλαιῶν ἱματίων τὰς ᾤας ἀφελόντα καινὰς περιθεῖναι. παραιρήματα δὲ Θουκυδίδης (IV 48) ἐκ τῶν ἐσθήτων τὰ πρὸς ταῖς ᾤαις, ἃ παραιρεῖσθαί φησιν ὡς ἰσχυρὰ εἰς ἀγχόνην. θύσανοι δ' οἱ καλούμενοι κροσσοί, ὅθεν καὶ τὰ θυσανωτὰ παρὰ Ξενοφῶντι(). τοὺς δὲ θυσάνους καὶ σίλλυβα οἱ παλαιοὶ [65] καλοῦσιν. καὶ αὐτοὶ δ' οἱ κροσσοὶ δοκοῖεν ἂν ὠνομάσθαι, Ἀραρότος εἰπόντος ἐν Καινεῖ (II p 216. 4 Ko)
παρθένος δ' εἶναι δοκεῖ,
φορῶν κροσωτοὺς καὶ γυναικείαν στολήν·
ἔνιοι γὰρ οὕτω γράφουσιν ἀντὶ τοῦ κροκωτούς. κράσπεδα δ' αἱ τελευταῖαι ὄχθαι. βοῦς δ' ὀνομάζεσθαί φασι τὰς τῶν ἐν τοῖς χιτῶσι ῥαφῶν συμβολάς. τὸ δὲ τῶν μαστῶν τῶν γυναικείων ζῶμα ταινίαν ὠνόμαζον ἢ ταινίδιον, τὸ δὲ περὶ τῇ κοιλίᾳ περίζωμα ἢ [66] περιζώστραν. τὸ δὲ περὶ τοῖς αἰδοίοις, οὐ μόνον γυναικῶν ἀλλὰ καὶ ἀνδρῶν, ὁπότε σὺν ταῖς γυναιξὶ λούοιντο, ᾤαν λουτρίδα ἔοικε Θεόπομπος ὁ κωμικὸς ἐν Παισὶ (I 743. 37) καλεῖν, εἰπὼν
τὴν δὴ περιζωσάμενος ᾤαν λουτρίδα
κατάδεσμον ἥβης περιπέταστον.
ἄντικρυς δὲ τὸν νῦν καλούμενον ὑπὸ τῶν γυναικῶν στηθόδεσμον εὕροις ἂν ὀνομαζόμενον ἀπόδεσμον ἐν Θεσμοφοριαζούσαις Ἀριστοφάνους (fg 325)·
τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου
καὶ τῶν ἀποδέσμων, οἷς ἐνῆν τιτθίδια.
[67] φάριον δὲ τὸν ἐρεοῦν κεκρύφαλον ὠνόμαζον. σύρμα δὲ τραγικόν ἐστι φόρημα ἐπισυρόμενον, ἐπίρρημα δὲ κωμικὸν ταινιῶδες, τὸ μὲν πλάτος κατὰ σπιθαμήν, τὸ δὲ μῆκος κατ' ὀργυιάν. αἱ δὲ Πελληνικαὶ χλαῖναι ἦσαν εὐδόκιμοι ὡς καὶ τοῖς νικῶσιν ἀθληταῖς δίδοσθαι. τὸ μέντοι γυναικεῖον ζώνιον οὕτω τ' ἐκάλουν καὶ στρόφιον ὠνόμαζον, ὡς Ἀριστοφάνης (fg 647)
ἀλλὰ τὸ στρόφιον λυθέν
τὰ κάρυά μου ἐξέπιπτεν.
[68] τὰ δὲ ζώνια ταῦτα καὶ στρογγύλας ὠνόμαζον. ἁρμόττοι δ' ἂν ταῖς ζώναις ταύταις ‑ οὕτω γὰρ Ὅμηρος (λ 245) ὠνόμασεν·
λῦσε δὲ παρθενικὴν ζώνην ‑ τὸ λυσίζωνον εἰπεῖν, ὅ τε τῆς Ἀμαζόνος ζωστήρ, καὶ ἡ ἐν ταῖς Σοφοκλέους Κολχίσιν (fg 318) ἐπιζώστρα· λέγει γοῦν 'ἔχοντας εὐζώνους ἕστασαν ἱματίων ἐπιζώστρας.'
ἡ δὲ κατωνάκη ἐξ ἐρίου μὲν ἦν ἐσθὴς παχεῖα, νάκος δ' αὐτῆ κατὰ τὴν πέζαν προσέρραπτο ἔν τε Σικυῶνι ἐπὶ τῶν τυράννων καὶ Ἀθήνησιν ἐπὶ τῶν Πεισισρατιδῶν, ὅπως αἰσχύνοιντο εἰς ἄστυ κατιέναι. 'κάσσας δὲ ἱππικοὺς' Ξενοφῶν εἴρηκεν ἐν τῇ Παιδείᾳ [69] (VIII 3. 6)· οἱ δ' εἰσὶν ἐσθῆτες πιληταί. συρίαν δὲ ἱμάτιον Κρατῖνός φησι Σεριφίοις· (I fg 207 Ko)
ἐς Συρίαν δ' ἐνθένδ' ἀφικνεῖ μετέωρος ὑπ' αὔρας.
ἱμάτιον μοχθηρόν, ὅταν βορρᾶς καταπνεύσῃ. ὀρθάπτου δὲ μέμνηται Δείναρχος ἐν τῇ τῆς ἱερείας δοκιμασίᾳ· ἔστι δ' ἐξ ἐρίου πίλημα φοινικοῦν, ᾧ φαιδρύνουσι τὰ ἕδη τῶν θεῶν. τὰ δὲ μέλανα ἱμάτια ὄρφνινα ἐκάλουν, τὸ δὲ ἄκναπτον ἱμάτιον ὀρεινὸν οἱ μέσοι κωμικοί (III p 467. 328 Ko), ὥσπερ ἐν ὄρει εἰργασμένον τὸ ἐγναμμένον.
[70] καὶ σκύτιναι δὲ ἦσαν ἐσθῆτες, σίττυβα μὲν χιτὼν ἐκ δέρματος, διφθέρα δὲ στεγαστὸς χιτὼν ἐπίκρανον ἔχων. ἡ δὲ βαίτη ἔστι μὲν προμήκης χιτών, οὕτω δὲ Σοφοκλῆς (fg 928) καὶ τὰς σκηνὰς τὰς βαρβαρικὰς καλεῖ. σίσυρνα δὲ χιτὼν σκύτινος ἔντριχος χειριδωτός· Σκυθικὸν τὸ χρῆμα. ἡ δὲ σισύρα περίβλημα ἂν εἴη ἐκ διφθέρας·
ἐν πέντε σισύραις ἐγκεκορδυλημένος Ἀριστοφάνης (Nub 11) λέγει. σπολὰς δὲ θώραξ ἐκ δέρματος, κατὰ τοὺς ὤμους ἐφαπτόμενος, ὡς Ξενοφῶν (Anab IV 1. 18, III 3. 20?) ἔφη καὶ σπολὰς ἀντὶ θώρακος. Σοφοκλῆς (fg 10) δ' αὐτὴν Λίβυσσαν ὀνομάζει·
σπολὰς Λίβυσσα, παρδαλήφορον δέρος.
[71] ἐκ δὲ λίνου λινοῦς χιτών, ὃν Ἀθηναῖοι πρότερον ἐφόρουν ποδήρη, καὶ αὖθις Ἴωνες. καλάσιρις χιτὼν θυσανωτὸς Αἰγύπτιος. ἔστι δὲ καὶ ὁ φώσων χιτὼν Αἰγύπτιος, ἐκ παχέος λίνου, ἦ που δὲ καὶ τὸ ἡμιφωσώνιον. τὸ δὲ ἡμιτύβιον, ἔστι μὲν καὶ τοῦτο Αἰγύπτιον, εἴη δ' ἂν κατὰ τὸ ἐν τῇ μέσῃ κωμῳδίᾳ (III 466. 325 Ko) καψιδρώτιον καλούμενον, ὃ νῦν σουδάριον ὀνομάζεται· Ἀριστοφάνει γὰρ ἐν Πλούτῳ (729) τοιαύτη τις ἡ δόξα·
ἔπειτα καθαρὸν ἡμιτύβιον λαβών
τὰ βλέφαρα περιέψησεν.
[72] σινδὼν δ' ἔστι μὲν Αἰγυπτία, περιβόλαιον δ' ἂν εἴη καλούμενον· εἴρηται δέ που καὶ τελαμὼν σινδονίτης. τὴν δὲ ἐργαζομένην τὸ λίνον λινουργὸν ἂν εἴποις, Ἀλέξιδος εἰπόντος ἐν Βωμῷ (II p 310. 35 Ko)
γυνὴ λινουργὸς περιτυχοῦσ' ἀφείλετο, καὶ λινουργίαν. καὶ ἡ κάνναβις δ' ὅμοιόν ἐστι λίνῳ, μέμνηται δ' αὐτῆς Ἡρόδοτος (IV 74) εἰπὼν 'λίνου ἢ καννάβεως.' ἐκ ταύτης μέντοι καὶ τὰ στυππεῖα, καὶ ὁ τεχνίτης στυππειοπώλης, καὶ στύππαξ. [73] τὸ δὲ ἐργαλεῖον καθ' οὗ ἔκλωθον ἐξαρτῶντες τὰ στυππεῖα, γέρων ἐκαλεῖτο· ἦν δὲ ξύλου πεποιημένον κιόνιον, χεῖρας Ἑρμοῦ τετραγώνου ἔχον, ᾧ γέροντος ἐπῆν πρόσωπον, ἀφ' οὗ καὶ τοὔνομα. Φερεκράτης δέ φησιν ἐν Μυρμηκανθρώποις (I p 179. 114 Ko)
ἀλλ' ὡς τάχιστα τὸν γέρονθ' ἱστὸν ποίει, ἀφ' οὗ τὸ λίνον ἦν. ἐν δὲ τῷ πέμπτῳ τῶν Σαπφοῦς μελῶν ἔστιν εὑρεῖν (fg 89 B)
ἀμφὶ λάβροις λασίοις εὖ ἐπύκασσεν· [74] καὶ φασὶν εἶναι ταῦτα σινδόνια ἐπεστραμμένα. Θεόπομπος δ' ἐν Ὀδυσσεῦσιν (I 743. 36 Ko) ἐπὶ διακόνου ἔφη 'λάσιον ἐπιβεβλημένος.' οὕτω δὲ καὶ νῦν καλοῦσι τὰ μαλλοὺς ἔχοντα χειρόμακτρα ὡς ἀπὸ τῆς δασύτητος, ὥστ' οὐδὲν ἂν κωλύοι τὰς ὀνομαζομένας μαντήλας οὕτω καλεῖν. τὰ δὲ ἀμόργινα γίνεσθαι μὲν τὰ ἄριστα ἐν τῇ Ἀμοργῷ, λίνου δ' οὖν καὶ ταύτας εἶναι λέγουσιν. ὁ δὲ ἀμόργινος χιτὼν καὶ ἀμοργὶς ἐκαλεῖτο.
[75] καὶ μὴν καὶ τὰ βύσσινα, καὶ ἡ βύσσος λίνου τι εἶδος παρ' Ἰνδοῖς. ἤδη δὲ καὶ παρ' Αἰγυπτίοις ἀπὸ ξύλου τι ἔριον γίνεται, ἐξ οὗ τὴν ἐσθῆτα λινῇ μᾶλλον ἄν τις φαίη προσεοικέναι, πλὴν τὸ πάχος· ἔστι γὰρ παχυτέρα. τῷ δὲ δένδρῳ καρπὸς ἐπιφύεται καρύῳ μάλιστα προσεοικὼς [76] τριπλῷ τὴν διάφυσιν, ἧς διαστάσης ἐπειδὰν αὐανθῇ τὸ ὥσπερ κάρυον, ἔνδοθεν ἐξαιρεῖται τὸ ὥσπερ ἔριον, ἀφ' οὗ κρόκη γίνεται· τὸν δὲ στήμονα ὑφιστᾶσιν αὐτῷ λινοῦν. τὰ δὲ ἐκ βομβύκων, σκώληκές εἰσιν οἱ βόμβυκες, ἀφ' ἑαυτῶν τὰ νήματα ἀνιέντες ὥσπερ ὁ ἀράχνης. ἔνιοι δὲ καὶ τοὺς Σῆρας ἀπὸ τοιούτων ἑτέρων ζῴων ἀθροίζειν φασὶ τὰ ὑφάσματα. καὶ φλοΐνην δὲ ἐσθῆτα Ἡρόδοτος (III 98) εἴρηκεν. καὶ μὴν τό γε ταραντινίδιον διαφανές ἐστιν ἔσθημα, ὠνομασμένον [77] ἀπὸ τῆς Ταραντίνων χρήσεως καὶ τρυφῆς. ἐκαλεῖτο δέ τι καὶ Κρητικόν, ᾧ Ἀθήνησιν ὁ βασιλεὺς ἐχρῆτο. καὶ Σαρδονικὸς δὲ χιτών τις ἐκαλεῖτο καὶ Σικελικός, καὶ Θήραιόν τι ποικίλον, καὶ Φρύγιον γυναικεῖον, ἀπὸ τῆς ἐπὶ πλέον τινῶν χρήσεως ἕκαστα τούτων ὀνομασθέντα. δευτερουργῆ δὲ χλαῖναν ἐκάλουν ἣν οἱ νῦν ἐπίγναφον, καὶ δευτερουργοὺς τοὺς τοῦτο ποιοῦντας. τάχα δὲ τοῦτο ὑποδηλοῖ καὶ Λύσιππος ἐν Βάκχαις (I p 701. 4 Ko)
σὺ δ' ἀναγνάψας καὶ θειώσας τὰς ἀλλοτρίας ἐπινοίας.
[78] οἱ δὲ τὰς ἐσθῆτας πιπράσκοντες ἱματιοπῶλαι Κριτίου (Diels VS 628. 29) τῷ ὀνόματι χρησαμένου· ἐκαλεῖτο δέ τις Ἀθήνησιν ἱματιόπωλις ἀγορά. ἡ δ' αὐτὴ καὶ σπειρόπωλις· σπεῖρα γὰρ οὐ τὰ ῥάκη μόνον ἀλλὰ καὶ τὰς ἀμείνους ἔνιοι καλεῖν ἠξίουν ἐσθῆτας. τοὺς δὲ τὰς ἐσθῆτας ἀπομισθοῦντας τοῖς χορηγοῖς οἱ μὲν νέοι ἱματιομίσθας ἐκάλουν, οἱ δὲ μέσοι ἱματιομισθωτάς. ὅτι μέντοι καὶ τρίμιτα εἰργάζοντο, Αἰσχύλος διδάσκει φήσας (fg 365)
σὺ δὲ σπαθητοῖς τριμιτίνοις ὑφάσμασιν.
[79] εἰς ἃ δὲ κατετίθεντο τὰς ἐσθῆτας ταύτας, χηλοὶ μὲν καθ' Ὅμηρον (φ 51), κοῖται δὲ καὶ κιβωτοὶ καὶ κίσται καὶ ζυγάστρια παρὰ τοῖς νεωτέροις καὶ ῥίσκοι καὶ κανδύτανες, ἴσως καὶ ἀόρται, Μενάνδρου εἰπόντος ἐν Μισογύνῃ (fg 331)
χλαμύδα, καυσίαν,
λόγχην, ἀόρτην, ἱμάτια. ἃ δὲ οἱ παλαιοὶ στρωματόδεσμα, ταῦθ' οἱ νεώτεροι στρωματεῖς ἔλεγον, ἐν οἷς, ὡς μὲν τοὔνομα δηλοῖ, τὰ στρώματα ἀπετίθεντο, δῆλον δὲ ὅτι καὶ τὰς ἄλλας ἐσθῆτας. καὶ φασκώλους δὲ ἔλεγον οἱ παλαιοὶ τὰ τῶν ἱματίων ἀγγεῖα καὶ θυλάκους. Ξενοφῶν (Anab IV 3. 11) δὲ καὶ μαρσίπους ἱματίων εἶπεν.
[80] Ἕποιτο δ' ἄν, οἶμαι, ταῖς περὶ τὰς ἐσθῆτας τέχναις καὶ ἡ τῶν ὑποδημάτων διὰ τὴν χρείαν τὴν ἐπὶ τῷ σώματι. καὶ ἀπὸ μὲν τούτων ὑποδήματα καὶ ὑποδεῖσθαι καὶ ὑποδούμενος καὶ ἀνυπόδητος, οἱ δὲ περὶ ταῦτα τεχνῖται σκυτοδέψαι βυρσοδέψαι, σκυτοπῶλαι βυρσοπῶλαι σκυτοτόμοι σκυτεῖς, σκυτεία, καττύοντες καττυόμενοι. μέρη [81] δὲ ὑποδημάτων γλῶτται καὶ καττύματα καὶ ὕσχλοι· καὶ ζυγὸν δέ τι τὸ περὶ τοῖς ὄνυξι τοῦ κοίλου ὑποδήματος, καὶ τοῦ σανδαλίου τὸ τοὺς δακτύλους συνέχον. εἴποις δ' ἂν ῥάψασθαι ὑποδήματα, καὶ ῥάψαι ὡς Ἡρόδοτος (VI 1) καὶ συρράψαι, σκυτοτομεῖν σκυτοδεψεῖν, βυρσοτομεῖν βυρσοδεψεῖν, ἱμαντοτομεῖν. Ξενοφῶν (Cyrop VIII 2. 5) δ' ἔφη 'ἔστι δ' ἔνθα ὑπόδημα ὁ μὲν νευρορραφῶν μόνον τρέφεται, [82] ὁ δὲ σχίζων.' τοὺς δὲ τὰ ὑποδήματα ῥάπτοντας πισύγγους ἔνιοι τῶν κωμωδῶν καλοῦσι (III 467. 330 Ko), καὶ τὰ ἐργαστήρια αὐτῶν πισύγγια. τὰ δὲ παλαιὰ καττύματα παλίμπηγα ὀνομάζεται, οἱ δὲ τὰ παλαιὰ ἐπιρράπτοντες παλαιουργοί, τὰ δ' ἐπιρραπτόμενα παλινδορία, [83] ἐφ' ὧν λέγεται τὸ ἐπικαττύεσθαι καὶ ἐπικαττύειν. τὰ δὲ ἐργαλεῖα αὐτῶν σμίλη, ἀφ' ἧς καὶ τὰ σμιλεύματα ἐν Βατράχοις (818) Ἀριστοφάνους, καὶ περιτομεύς, ἀφ' οὗ τὸ περιτέμνειν. ὀπήτια δὲ καὶ ὀπητίδια, ἃ καὶ χηλεύματα ἐκάλουν οἱ ποιηταί (Sophocles ). μάλιστα δὲ οὕτως ὠνόμαζον τὰ τῶν σχοίνους πλεκόντων, ὡς καὶ κράνη χηλευτὰ τὰ πλεκτὰ Ἡρόδοτον (VII 89) λέγειν· καὶ Εὔπολις (I p 359. 388 Ko) σκύτινα χηλεύειν. τὰ δὲ ὀπήτια [84] ὅπερ ἐν Κρησὶ Νικοχάρης (I p. 772. 9 Ko) ἐκάλει. τοῖς δὲ βυρσοδέψαις ἢ σκυτοτόμοις προσήκει τὸ κατεβύρσωσαν, ὅ φησιν ὁ Θουκυδίδης (VII 65). λέγοιτο δ' ἂν καὶ ὑποδήματα κοῖλα, βαθέα εἰς μέσην τὴν κνήμην ἀνήκοντα· τὰ δὲ μὴ κοῖλα αὐτὸ μόνον ἀποχρῶν ἐστιν εἰπεῖν ὑποδήματα. περὶ ἃ δὲ τείνεται καὶ περιρράπτεται τὰ κοῖλα ὑποδήματα καλάποδες οὐ κατὰ τὴν νῦν χρείαν μόνον ἀλλὰ καὶ κατὰ τὴν ἀρχαίαν κέκληνται. περὶ πόδα δὲ ὑποδήματα τὰ ἁρμόζοντα.
[85] ὑποδημάτων δὲ εἴδη βασιλίδες· ἐφόρει δὲ αὐτὰς ὁ βασιλεὺς Ἀθήνησιν. κρηπῖδες· τὸ μὲν φόρημα στρατιωτικόν, ἔνιοι δ' αὐτὰς τῶν ποιητῶν (Callimach fg 66) καὶ ἁρπίδας ὠνόμασαν. ἐμβάδες· εὐτελὲς μὲν τὸ ὑπόδημα, Θρᾴκιον δὲ τὸ εὕρημα, τὴν δὲ ἰδέαν κοθόρνοις ταπεινοῖς ἔοικεν. σχισταὶ πολυτελὲς ὑπόδημα καὶ θρυπτικόν· ταύτας δὲ καὶ λεπτοσχιδεῖς ὠνόμαζον. ἀσκέραι ὑπόδημα λάσιον, χειμῶνος [86] χρήσιμον. ἦν δέ τι ὑπόδημα καὶ ἀρβύλη, εὐτελὲς τὴν ἐργασίαν. ἡ δὲ συκχὰς κρηπῖδι μὲν ἔοικεν, ὠνόμασται δὲ ἐκ τοῦ συνέχειν τὸν πόδα. οἱ δὲ κονίποδες λεπτὸν ὑπόδημα πρεσβυτικόν· καὶ τὸ κάττυμα κοῦφον, ὡς ἐγγὺς εἶναι τῆς κόνεως τὸν πόδα. τὸ δὲ σανδάλιον οὐ μόνον Μένανδρος (fg 1062) εἴρηκε καὶ Ἡρόδοτος (II 91), ὥσπερ καὶ τὸ σάνδαλον Εὔπολις ἐν Χρυσῷ γένει (I 338. 295) καὶ σχεδὸν ἅπαντες οἱ κωμικοί, ἀλλὰ καὶ Κρατῖνος ἐν τοῖς Νόμοις [87] (I 54. 731) σανδάλια Τυρρηνικά, καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ (I p 801. 4 Ko)
σανδάλιά τε τῶν λεπτοσχιδῶν,
ἐφ' οἷς τὰ χρυσᾶ ταῦτ' ἔπεστιν ἄνθεμα.
νῦν δ', ὥσπερ ἡ θεράπαιν', ἔχω περιβαρίδας.
Μένανδρος μέντοι ἐν Μισογύνῃ (fg 333) καὶ 'ἐπιχρύσους σανδαλοθήκας' λέγει. ἡ δὲ βλαύτη σανδαλίου τι εἶδος, καὶ ἥρως Ἀθήνησιν ὁ ἐπὶ βλαύτῃ· ἀνέθηκε γάρ τις σκυτοτόμος βλαύτης λίθινον τύπον. ἡ δὲ κρούπεζα ξύλινον ὑπόδημα, πεποιημένον εἰς ἐνδόσιμον χοροῦ· κρουπεζοφόρους δ' τοὺς Βοιωτοὺς Κρατῖνος (I 103.
[88] 310) διὰ τὰ ἐν αὐλητικῇ κρούματα. ἀπὸ δὲ ἐθνῶν ἢ πόλεων λέγονται καὶ ἕτερα. καρβατίνη μὲν ἄγροικον ὑπόδημα, κληθὲν ἀπὸ Καρῶν. Ἀμυκλᾷδες δὲ ἐλευθεριώτερον μὲν ὑπόδημα. δηλοῖ δὲ κλήσει τὸν τόπον. αἱ δὲ Ἀργεῖαι παντὶ δῆλον ὡς Ἀργείων τὸ εὕρημα, καθάπερ αἱ Σκυθικαὶ Σκυθῶν καὶ Ῥοδίων αἱ Ῥοδιακαί. αἱ δὲ Λακωνικαὶ τὸ μὲν χρῶμα ἐρυθραί, τοὔνομα δὲ δηλοῖ τὸν τῆς εὑρέσεως [89] τόπον. καὶ Θετταλὶς δὲ ὑπόδημα μηνῦον τοὺς εὑρετάς· μέμνηται δ' αὐτοῦ Λύσιππος ἐν Βάκχαις (I 701. 2 Ko)
βλαύτῃ, κοθόρνῳ, Θετταλίδι. αὐτοσχεδὲς δὲ ὑπόδημα τὸ ἁπλῶς εἰργασμένον Ἕρμιππος εἴρηκεν ἐν Δημόταις (I 229. 18 Ko). ἀπὸ δὲ τῶν χρησαμένων Ἰφικρατίδες Δεινιάδες Ἀλκιβιάδες Σμινδυρίδια, Μυννάκια ἀπὸ Μυννάκου. ἦν δὲ καί τι ὑπόδημα δημοκοπίδες. ἕπτυσχλοι δὲ πολυτελὲς ἀνδρεῖον, οὗ Ἕρμιππος ἐν Φορμοφόροις (I 245. 67 Ko) μνημονεύει ὥσπερ τῶν [90] καρκίνων Φερεκράτης (I 198. 178 Ko)
καττύομαι τοὺς καρκίνους. μέμνηται δὲ καὶ φαικασίου ἐν τῷ Ἑρμῇ Ἐρατοσθένης (fg 9 H)
πέλμα ποδὶ κρούεσκεν ἐλαφροῦ φαικασίοις· ὁ Ῥίνθων (fg 46 Kaib) δὲ Κολοφωνίου τε καὶ καλτίου καὶ ὄγκου ἐν Ἰφιγενείᾳ τῇ ἐν Αὐλίδι. ἡ δὲ εὔμαρις κοινὸν ἀνδράσι πρὸς γυναῖκας, βαρβαρικὸν μὲν εὕρημα, ἐξ ἐλαφῶν δὲ πεποιημένον. καὶ τὰ [91] διάβαθρα δὲ κοινὰ ἀνδρῶν καὶ γυναικῶν. ὁ δὲ κόθορνος ἁρμόζων ἀμφοῖν τοῖν ποδοῖν, ὅθεν καὶ τὸν Θηραμένην κόθορνον ἐκάλουν διὰ τὸν περὶ τὴν πολιτείαν ἀμφοτερισμόν. ἐμβάται δὲ ὄνομα τοῖς κωμικοῖς ὑποδήμασιν. ὑπόσχισμα δὲ ἀνδρεῖον ὑπόδημα μάλα εὐτελές, καὶ πρόσχισμα πρεσβυτικόν. ἦν δέ τι ὑπόδημα καὶ ὀπισθοκρηπίς. ἃ δὲ ποδεῖα Κριτίας (TGF 774. 7) καλεῖ, εἴτε πίλους αὐτὰ οἰητέον εἴτε περιειλήματα ποδῶν, ταῦτα πέλλυτρα καλεῖ ἐν Φινεῖ Αἰσχύλος (TGF 259)
πέλλυτρ' ἔχουσιν εὐθέτοις ἐν ἀρβύλαις.
[92] τὰ δὲ πέλλυτρα καὶ εἶδος ὑποδήματος, ὥσπερ αὖ τὰ ποδεῖα ταὐτὸν ἦν ταῖς ἀναξυρίσιν, ἃς σκελέας ἔνιοι ὀνομάζουσιν. Κράτης δ' ἐν Ἑορταῖς (I 141. 34 Ko) ἔφη καὶ ποδεῖα τριμίτινα. ἴδια δὲ γυναικῶν ὑποδήματα Περσικαί· λευκὸν ὑπόδημα, μᾶλλον ἑταιρικόν. περιβαρίς· θεραπαινίδων μᾶλλον τὸ ὑπόδημα. Τυρρηνικά· τὸ κάττυμα ξύλινον τετραδάκτυλον, οἱ δὲ ἱμάντες ἐπίχρυσοι· σανδάλιον γὰρ ἦν, ὑπέδησε [93] δ' αὐτὸ Φειδίας τὴν Ἀθηνᾶν. ἐκάλουν δ' αὐτὰ τυρρηνικουργῆ, ὥσπερ καὶ τὰ ἔμβαθρα ῥηνιοεργῆ. τὰ μέντοι Τυρρηνικὰ εἴη ἂν ὁ Σαπφοῦς (fg 19 B) μάσλης·
ποικίλος μάσλης Λύδιον καλὸν ἔργον. αἱ δὲ ἐνδρομίδες, ἴδιον τῆς Ἀρτέμιδος τὸ ὑπόδημα. τὰ δὲ Σικυώνια τὸ ὄνομα δηλοῖ τίνων τὸ εὕρημα. τὰ δὲ πλοιάρια καὶ ἀκάτια ὀνομάζει Ἀριστοφάνης (Lys 64 ?) εἶδος ὄντα γυναικείων ὑποδημάτων.
[94] ῥᾴδια δὲ ποικίλον καὶ πολυέλικτον ὑπόδημα· μνημονεύει δὲ αὐτοῦ Πλάτων (I p 665. 251 Ko) τε καὶ Φερεκράτης (I 206. 227 Ko). αἱ δὲ βαυκίδες καὶ βαυκίδια ἐλέγοντο· πολυτελὲς δ' ἦν ὑπόδημα κροκοειδές. γυναικεῖα δὲ καὶ τὰ ἄφρακτα, ὀπισθοκρηπῖδες, καννάβια, γυμνοπόδια, περίβαρα, νυκτιπήδηκες, μεσοπερσικαί, φιττάκια, Σελευκίδες, νοσσίδες, Ἀμβρακίδες, ἀμφίσφυρα, ἀκροσφύρια.
[95] οὐκ ἂν δ' ἴσως φαῦλον εἴη τούτοις ὑποθεῖναι λέξιν ἐκ Θεσμοφοριαζουσῶν Ἀριστοφάνους (fg 320) ἐπεὶ πολλὰ εἴδη ἐν αὑτῇ περιέχει γυναικείων φορημάτων, ἃ καὶ τοῖς περὶ κόσμων ἴσως ἂν ἐνήρμοσεν.
ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον,
προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα,
ἄγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον,
μύρον, κίσηριν, στρόφον, ὀπισθοσφενδόνην,
κάλυμμα, φῦκος, περιδέραια, ὑπογράμματα,
[96] τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον,
ζῶμ', ἀμπεχόνην, τρύφημα, παρυφές, ξυστίδα,
χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον,
ἕτερα θ' ὅσ' οὐδεὶς μνημονεύσειέν ποτε. ‑
τὰ μέγιστα δ' οὐ λέγεις αὐτῶν ταυτί; ‑
διόπας, διάλιθον πλάστρα, μαλάκιον, βότρυς,
χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας,
σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα,
πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια,
ὑποδέρεις, ἑλικτῆρας, ἄλλ' ἀφ' ὧν
οὐδ' ἂν λέγων λέξαις.
[97] Λέγωμεν τοίνυν τέχνας ὅσαι τὰς ὕλας ὑποβάλλουσι ταῖς λοιπαῖς. μεταλλεία, μέταλλα μεταλλεύς μεταλλεύειν, ἐκμεταλλεύειν ὀρύττειν γεωρυχεῖν, σκάπτειν καὶ ἀνασκάπτειν καὶ διασκάπτειν. χρυσοῦ μεταλλεῖς, χρυσουργοὶ χρυσουργοῦντες χρυσὸν ὀρύττοντες, τὰ χρυσεῖα, τὴν ὑπόχρυσον γῆν, τὴν κατάχρυσον γῆν, χρυσίδα ψάμμον, τὴν ἐπίχρυσον κόνιν, τὴν χρυσῖτιν γῆν μεταλλεύοντες, διασήθοντες διηθοῦντες, διακρίνοντες, ἕψοντες, καθαίροντες πυρὶ βασανίζοντες.
[98] ἄπεφθος χρυσός, ἀκριβής, εἰλικρινής, ἀκήρατος, ἀκραιφνής, Δαρεικός, Γυγάδας. ἀργύρια, ἀργυρῖτις γῆ, ὑπάργυρος ἐπάργυρος, ἀργύρεια μέταλλα. καινοτομίαι μετάλλων. μεσοκρινεῖς κίονες οἱ ἐν τοῖς μετάλλοις ὑφεστηκότες ἀνέχειν τὰ ὀρύγματα. ἄργυρος καθαρός, διαφανής, Ἀρυανδικός. γῆ ὑπόχαλκος· οὐ γὰρ χαλκῖτις, οὐδὲ χαλκεῖα [99] μέταλλα, ὥσπερ καὶ σιδήρου μέταλλα καὶ γῆ σιδηρῖτις. ταύτης δὲ τὸ κάθαρμα σκωρίαν ὠνόμαζον, ὥσπερ τοῦ χρυσοῦ τὸ ἄνθος ἀδάμαντα καὶ τὸν τῶν ἀργυρίων κονιορτὸν κέρχνον. τὴν δὲ σκωρίαν καὶ κίβδον ἐκάλεσαν, ἀφ' ἧς καὶ οἱ μεταλλεῖς κίβδωνες. τὸ δὲ ἀγγεῖον ἐν ᾧ κατεκεράννυσαν τὸν σίδηρον, περίοδος καλεῖται ἐν τῷ περὶ μετάλλων, εἴτε Ἀριστοτέλους (fg 261 R) ἐστὶ τὸ βιβλίον εἴτε Θεοφράστου. πολλὰ δ' ἂν καὶ ἄλλα εἴη μέταλλα, ὥσπερ τὰ ἐν Σάμῳ τὰ καλούμενα γεωφάνεια, ὑπὲρ ὧν ὁ Δείναρχος (p 327. 19 Tur) λέγει, καὶ τὰ ἐν Μήλῳ καὶ τὰ ἐν Νισύρῳ τοῦ θείου. καὶ κιμωλίαν [100] γῆν Ἀριστοφάνης (Ran 712) λέγει. καὶ ἡ ἀμβολὰς δὲ γῆ παρὰ Ξενοφῶντι (Cyrop VII 5. 12) τοῖς ὀρύγμασι προσήκει, καὶ εἰ μὴ τοῖς μετάλλοις. τοὺς δὲ μεταλλέας θυλακοφορεῖν Ἀριστοφάνης (fg 789) ἔφη. καὶ λίθων δὲ μεταλλεῖαι, λιθουργίαι, λιθοτομίαι. πολλὰ δὲ εἴδη λίθων, Φρυγία, Λάκαινα, Λίβυσσα, Εὐβοΐς, Θετταλή, Αἰγυπτία. καὶ τούτων ἰδέαι πλείονες, καὶ κογχυλίας δὲ λίθος ἐν Ἀριστοφάνους Δαιδάλῳ (fg 193), καὶ παρὰ Ξενοφῶντι (An III 4. 10) κογχυλιάτης, λυχνίας δὲ παρὰ Πλάτωνι ἐν τοῖς Σοφισταῖς (I 639. 146 Ko)· τὸ γὰρ τοῦ ὀρειχάλκου μέταλλον οὐδέπω καὶ νῦν εἰς πίστιν ἥκει βεβαίαν. Ἀμειψίου δὲ ἐν Μυχοῖς (I 674. 15 Ko) μιλτωρυχίαν εἰπόντος, εἴη ἂν ἐν τοῖς μεταλλεῦσιν ὁ μιλτωρύχος. καὶ μήκων δὲ ἦν τι ψάμμου εἶδος ἐν τοῖς μετάλλοις.
[101] Ἐκ δὲ τῶν τὰς ὕλας παρασκευαζόντων εἶεν ἂν ὑλουργοί, φυτουργοί, γεωργοί, ὑλοτόμοι, ὑλαγωγοί, ξυλουργοί, πισσουργοί, σμηνουργοί· καὶ ἡ πρᾶξις ὑλουργία, ὑλοτομία, ὑλαγωγία, ξυλουργία, πισσουργία, κηπουργία, σμηνουργία.
[102] καὶ ἀπὸ μὲν χρυσοῦ χρυσοχόοι χρυσοχοεῖον, χρυσοῦν ἀποχρυσοῦν, ἐπίχρυσον, χρυσοχοεῖν, καὶ ἡ τέχνη χρυσοχοϊκή. καὶ χρυσίδες δὲ φιάλαι, καὶ χρυσοῦς τὸ νόμισμα. προσκέοιτο δ' ἂν ὁ στατήρ· εἰ δὲ καὶ 'Δαρεικός' τις εἶπεν, ὁ χρυσοῦς προσηκούετο. χρυσώροφος δὲ οἶκος, καὶ χρυσῆ Ἀφροδίτη. καὶ ἡ βασανίζουσα τὸν χρυσὸν χρυσῖτις [103] λίθος ἢ Λυδία. εἴρηται δέ που καὶ τὰ χρυσία παρὰ τοῖς κωμῳδοῖς ἐπὶ τῶν γυναικείων κοσμημάτων, καὶ τὰ χρυσώματα παρὰ Λυσίᾳ ἐν τῷ περὶ χρυσοῦ τρίποδος (fg 148). ἀπὸ δ' ἀργύρου ἀργυροκόπος, ὡς Φρύνιχος ἐν Ἐφιάλτῃ (I p 371. 5 Ko), ἀργυροκοπεῖον, ὡς Αἰσχίνης ἐν Ῥίνωνι (p 290. 39 Dittmar)· ἀργυροκοπιστῆρας δὲ λόγων ἐν Τροφωνίῳ παίζει Κρατῖνος (I 81. 226 Ko). ἀργυραμοιβός, ἀργυρογνώμων, ἀργυρολόγος ἀργυρολογεῖν, καὶ ἀργύριον [104] τὸ νόμισμα· εἴρηται δὲ καὶ ἀργύρια ἐν Ἀριστοφάνους Νήσοις (fg 397), ἀργυράγχη, ὡς Δημάδης (p 315. 26 Tur) σκώπτων Δημοσθένη συνάγχῃ λέγοντα εἰλῆφθαι καὶ ἐπὶ τοῖς ἀργυρίοις σιωπῶντα. ἀργυρίζεσθαι δέ, καὶ ἀργυρίδες φιάλαι, καὶ σκεῦος ἀργυροῦν. καὶ ἀργυρώματα ὁμοίως παρὰ Λυσίᾳ (p 364 fg 56 Th 2). ὑπάργυρον δὲ τὸ κίβδηλον χρυσίον. ἀπὸ δὲ χαλκοῦ ὑπόχαλκον νόμισμα καὶ χαλκόκρατον, καὶ χαλκοῦς νομίσματος εἶδος, καὶ χαλκοτύπος καὶ χαλκουργὸς [105] καὶ χαλκουργία, καὶ χαλκεὺς καὶ χαλκεύειν καὶ χαλκεῖα ἑορτὴ ἐν τῇ Ἀττικῇ Ἡφαίστου ἱερά. χαλκώματα δὲ Ἀριστοφάνης ἐν Πελαργοῖς (fg 436) καὶ Σφηξὶν (1214) εἴρηκεν, Καλλίας δὲ ἐν Κύκλωψι (I 695. 8 Ko) 'καταχαλκεύεσθαι τοίνυν ἑσπέρας.' καὶ τροχίαν μὲν χαλκὸν τὸν χυτὸν χρὴ καλεῖν, τυπίαν δὲ ὃν ἂν οἱ νῦν εἴποιεν ἐλατόν. χαλκίζειν δὲ παιδιᾶς τι εἶδος, ἐν ᾗ νομίσματι ἠρτίαζον. σιδηρεὺς σιδηρεύειν, σιδήριον, σιδηρουργία, ὀβελοὶ σιδηροῖ, νόμισμα [106] σιδηροῦν τὸ Λακεδαιμονίων καὶ Βυζαντίων. χαλκεύειν δὲ καὶ τὸ σιδηρεύειν ἔλεγον, καὶ χαλκέας τοὺς τὸν σίδηρον ἐργαζομένους. σιδηρῖτιν δὲ τέχνην ἐν Ταξιάρχοις Εὔπολις (I 330. 263 Ko) εἴρηκε τὴν Ξανθίου τοῦ σιδηρέως, οὗ ἐπὶ τῆς εἰκόνος ἐπιγέγραπται σιδηρόφυσα. τὰ δὲ ἐργαλεῖα τούτων φῦσαι ἀκροφύσια, χοάναι, πυράγραι, ἄκμονες, ῥαιστῆρες σφῦραι, ἐσχαρίδες, ἀκόναι θηγάναι, κροταφίδες· σφῦραι δ' [107] εἰσὶ σιδηραῖ, ἐκ θατέρου ὀξεῖαι. τὸ δὲ ἔργον ὑγραίνειν, λύειν, συγχωνεύειν, ἐλαύνειν ἐξελαύνειν, τυποῦν, ἀκονᾶν θήγειν, προσηλοῦν, διαπατταλεύειν προσπατταλεύειν, στομοῦν, ἥλους ποιεῖν, στόμωμα ‑ Κρατῖνος (I 88. 247 Ko) γὰρ ἔφη Χαλυβδικὸν στόμωμα ‑ παττάλους, ἐπίσωτρα πλήμνας κλεῖδας ἀνακλεῖδας παρακλεῖδας βαλανάγρας, ἁλύσεις, βαλάνους, ὕπερα σιδηρᾶ, μοχλούς, γιγγλύμους [108] κορώνας, κλῇθρα, ζυγά. πρὸ δὲ τῶν καμίνων τοῖς χαλκεῦσιν ἔθος ἦν γελοῖά τινα καταρτᾶν ἢ ἐπιπλάττειν ἐπὶ φθόνου ἀποτροπῇ· ἐκαλεῖτο δὲ βασκάνια, ὡς καὶ Ἀριστοφάνης λέγει (fg 592)
πλὴν εἴ τις πρίαιτο δεόμενος
βασκάνιον ἐπικάμινον ἀνδρὸς χαλκέως. τὸ δὲ μόλυβδον ἐργάζεσθαι μολυβδοχοεῖν. τούτοις δ' ἂν προσήκοι καὶ ἀγαλματοποιεῖν καὶ ἀγαλματοποιία, ἀνδριαντοποιεῖν ἀνδριαντοποιία, τοῖς δὲ χρυσουργοῖς καὶ δακτυλιογλύφοι· τὸ ὄνομα παρὰ Κριτίᾳ (p 628. 66 Diels VS) καὶ Πλάτωνι (Alc I 128 C), Φιλύλλιος δὲ ἐν Πόλεσι (I 786. 15 Ko) δακτυλιουργὸν ὠνόμασεν.
[109] Τῶν δὲ ξύλων ὑλοτομηθέντων οἱ ἐργάται ὑλοτόμοι καὶ δρυτόμοι καὶ ὑλαγωγοί, καὶ τὰ ἐργαλεῖα πελέκεις, καὶ τὰ ῥήματα ὑλοτομεῖν καὶ ὑλαγωγεῖν καὶ ὑλάζεσθαι. τὰ μὲν εἴποις ἂν τῶν ξύλων ἐργάσιμα τὰ δὲ καύσιμα. ἀλλὰ καὶ φλοιὸν καὶ φελλὸν καὶ ἀγκαλίδας, ὅθεν καὶ οἱ ἀγκαλιδαγωγοὶ ὄνοι καὶ ἀγκαλιδηφόροι ἄνδρες. καὶ τῶν μὲν καυσίμων εἶεν ἂν καὶ κληματίδες καὶ κορμοί·
(ψ 196) κορμὸν δ' ἐκ ῥίζης προταμὼν ἀμφέξεσε χαλκῷ, καὶ Εὐριπίδης (fg 1002) λέγει κορμοῖσι πεύκης. καὶ φιτροὺς δὲ τούτους λέγει ἡ ποιητικὴ φωνή. ἐκκαύματα δὲ Σοφοκλῆς ἐν Ἡρακλεΐσκῳ σατυρικῷ (fg 205)
[110] συνέλεγον τὰ ξύλ', ὡς ἐκκαυμάτων
μή μοι δεήσειεν. καὶ ἄνθρακες καὶ μαρίλη, καὶ οἱ τεχνῖται ἀνθρακεῖς καὶ μαριλευταί, καὶ μαριλεῦσαι τὸ ῥῆμα, καὶ τὸ ἀγγεῖον τῶν ἀνθράκων λάρκος καὶ φορμός, ἡ δὲ τῶν ἀνθρακίων κάμινος πνιγεύς, οἱ δὲ ἡμίκαυτοι ἄνθρακες θυμάλωπες, οἱ δὲ σπινθῆρες φέψαλοι. ὁ δὲ τοὺς ἄνθρακας πιπράσκων ἀνθρακοπώλης· λέγει γοῦν Φιλύλλιος ἐν Πόλεσιν (I 786. 14 Ko)
ἀνθρακοπώλης, κοσκινοποιός, κηπεύς, κουρεύς. φῷδες δὲ αἱ ἀπὸ τῆς φλογὸς φλύκταιναι, καὶ φλυκτίδες καὶ φαύστιγγες αἱ ἐπὶ ταῖς κνήμαις, μάλιστα δὲ ἐπὶ χαλκέων.
[111] τῶν δὲ ἐργασίμων ναυπηγοὶ ναυπηγία, τέκτονες καὶ τεκτονική, κλινοποιοί θυροποιοί. καὶ τὰ μὲν ναυπηγῶν εἴρηται ἐν τοῖς περὶ νεῶν (I 84), τὰ δὲ κλινοποιῶν ἐν τοῖς συμποτικοῖς (VI 9), τὰ δὲ θυροποιῶν ἐν τοῖς περὶ οἴκων (I 76) ‑ , οἷς προσθετέον ὅτι ἣν Ὅμηρος (α 441) μὲν εἴρηκε κορώνην οἱ δὲ νῦν κόρακα, οὕτως ὠνόμασε καὶ Ποσείδιππος ἐν Γαλάτῃ ὁ νέος κωμικὸς (III 338. 7 Ko) εἰπὼν 'κόρακι κλείεται θύρα·' ἔστι μὲν οὖν οὐ κεκριμένη [112] τοῖς νέοις ἡ φωνή, ληπτέον δὲ καὶ τὰ σπάνια, εἰ καὶ μὴ παρ' αὐτῶν εἴη χρηστέα, ‑ τὰ δὲ τεκτόνων καὶ αὐτὰ ἐν τοῖς συμποτικοῖς (VI 83), ὅπου καὶ τράπεζα καὶ τρίποδες· ταῦτα γὰρ ἐκείνων τὰ ἔργα. καὶ δίφροι δὲ καὶ κλισμοὶ καὶ θρόνοι τῆς ξυλουργικῆς θρανία, σκολύθρια. κάλλιστοι δὲ οἱ Θετταλικοὶ δίφροι, διὸ καὶ ἡ Πυθία ἔφη 'Θετταλὲ ποικιλόδιφρε.' βάθρα, κλίμακες, καὶ οἱ ἀναβασμοὶ [113] τῶν κλιμάκων κλιμακτῆρες. τεκτονικὸν δὲ καὶ τὸ πακτῶσαι θύρας ἐν Ἀριστοφάνους Λυσιστράτῃ (264). τὰ δὲ ἐργαλεῖα τούτων σκέπαρνον, 'πέλεκυς ξυλοκόπος,' ὡς ἔφη Ξενοφῶν (Cyrop VI 2. 36), τρύπανον, τέρετρον, τρυπανοῦχος, ἀρίς ‑ Καλλίας γοῦν ἐν Πεδήταις (I 697. 16 Ko) λέγει 'τῆς πατρικῆς ἀρίδος' ‑ πρίων, πέλεκυς, πρίστης ἡ καλουμένη ῥίνη· καὶ ῥίνη δὲ ὑπὸ Ξενοφῶντος (Cyrop VI [114] 2. 33) εἴρηται. ἐν δὲ τοῖς ἔργοις αὐτοῦ καὶ τὰ Ἀλέξιδος ἂν θείης ... κορμάσαι, πρῖσαι, πελεκίσαι, ἦ που δὲ καὶ ξέσαι καὶ ἁρμόσαι καὶ γομφῶσαι συγγομφῶσαι, τυλῶσαι. πρίειν δὲ λέγεται τὸ πρίζειν, καὶ ἐξέπριον ἔφη Θουκυδίδης (VII 25)· οἱ δὲ πρίσται τομεῖς ἂν καλοῖντο. ἐργάζοιτο δ' ἂν ὁ τέκτων καὶ μυάγρας, ὧν τὸ ἱστάμενόν τε καὶ σχαζόμενον παττάλιον, τὸ δὲ τῇ σπαρτίνῃ προσηρτημένον σκανδάληθρον [115] καλεῖται, ὁ δὲ ἐν ταῖς μείζοσι πάγαις πάτταλος ῥόπτρον, ὥσπερ καὶ τὸ τὴν θύραν ἐπικροῦον. καὶ ἁρματοπηγὸς δὲ καθ' Ὅμηρον (Δ 485) προσήκοι ἂν τεκτονικῇ καὶ ἁμαξοπηγός, καὶ ἁρματοπηγεῖν εἴποις ἂν καὶ ἁμαξοπηγεῖν, καὶ ἁρματοποιεῖν, καὶ ζυγοποιεῖν, ὡς ἐν Πλούτῳ Ἀριστοφάνης (fg 449). καὶ τὰ μὲν ἄλλα εἴρηται [116] περὶ ἁρμάτων τε καὶ ἁμαξῶν (I 253), προσθετέον δὲ ὅτι οὗ ἐν τοῖς ἅρμασιν ἀπετίθεντο τὰς μάστιγας, †ἡ οἱονεὶ τομισάργαλος †ἐκαλεῖτο. δίφρος δὲ διωχὴς ὁ δύο φέρειν δυνάμενος. τὰς δὲ κνήμας οὐ μόνον κνήμους ἀλλὰ καὶ κνημίας ὠνόμαζον· Λυσίας (fg 273) γέ τοι λέγει 'ἁρπάσας τὴν κνημίαν τῆς ἁμάξης.' τὰ δ' ἴχνη τῶν τροχῶν, ἃ Ὅμηρος (Ψ 422) ἁματροχίας εἴρηκεν, ἁμαξοτροχίας λέγει Καλλίας ἐν Κύκλωψιν (I p 696. 10 Ko) τὸ δὲ ὑπὲρ τὴν ἅμαξαν περίφραγμα, ὃ περιλαμβάνεται δικτύοις, μόργον καλεῖται, καὶ μοργεύειν τὸ δράγματα ὑπ' αὐτῷ φέρειν.
[117] Ἐπεὶ δὲ καὶ τοὺς οἰκοδόμους τέκτονας Ὅμηρος (ζ 315) καλεῖ, καὶ ἀρχιτέκτων εἴρηται παρὰ Πλάτωνι (Polit 259 E)· βιαία γὰρ ἡ ἐν τῷ Σοφοκλέους Δαιδάλῳ (fg 162) 'τεκτόναρχος μοῦσα.' τὸ δὲ ἀρχιτεκτονεῖν Ἀριστοφάνης εἴρηκεν ἐν Δαιδάλῳ (195 Ko). φαίης δ' ἂν οἰκοδομία οἰκοδομική ‑ (οἰκοδόμησις γὰρ παρὰ Θουκυδίδῃ III 20) ‑ οἰκοδόμημα οἰκοδομεῖν, οἰκοδομικός οἰκοδομικῶς, οἰκοδόμος· Ἀριστοφάνης γὰρ ἐν Γηρυτάδῃ (180 Ko) εἴρηκε τοὺς οἰκοδόμους, [118] καὶ Πλάτων Πολιτείας δευτέρῳ (370 D). καὶ τειχοδομεῖν δ' ἂν εἴποις τὸν αὐτὸν καὶ τειχοποιεῖν, καὶ λιθολογεῖν καὶ λιθουργεῖν καὶ τειχοδόμον εἶναι καὶ τειχοποιόν, καὶ λιθουργὸν καὶ λιθολόγον, εἰ μὴ τοῦτο φήσεις ὑπηρετικήν τινα εἶναι τῇ τεκτονικῇ τέχνῃ, λιθοφορεῖν δ' εἴρηκε Θουκυδίδης (VI 98). Ξενοφῶν δὲ ἐν τῷ Οἰκονομικῷ (XX 29) καὶ φιλοικοδόμους λέγει. καὶ λατύπους δὲ Σοφοκλῆς (fg 4868), ὅπου καὶ ἐργαλεῖα τῶν λατύπων ὀνομάζει λείας καὶ γλαρίδας. καὶ λιθοτόμον δὲ Ξενοφῶν ἐν τῷ τρίτῳ (2. 11) τῆς Παιδείας εἴρηκεν, ὡς Δημοσθένης ἐν τῷ κατ' Εὐέργου καὶ Μνησιβούλου (XLVII 65) λιθοκόπον· ᾧ προσήκοιεν ἂν αἱ λιθοτομίαι. ἡ δὲ [119] σφῦρα τῶν λατόμων καλεῖται τύκος. τὸ δὲ τῆς οἰκοδομικῆς ἔργον οἰκοδομεῖν συνοικοδομεῖν ἐποικοδομεῖν διοικοδομεῖν, λίθους ἁρμόττειν συναρμόττειν, ἀκριβῶς συμφυῶς ἀπισοῦν, ἀπευθύνειν, ἀποτείνειν, κάμπτειν, περιάγειν. ὑπερῷα ἐπαίρειν, καὶ στέφειν τὰ οἰκήματα εἰς τὴν ὁδόν, καὶ τὰς πλίνθους ἀναβάλλειν πρὸς ἀριθμόν· Ὑπερείδης γὰρ ἐν τῷ πρὸς Ἐπικλέα (fg 120 T) ταῦτ' εἴρηκεν. ὅταν δὲ οἱ ποιηταὶ (Aristoph Av 1110) φῶσιν 'ἐρέψομεν πρὸς ἀετόν,' [120] στεγάσομέν φασι πρὸς ἀέτωμα. τειχίζειν ἀποτειχίζειν, πύργους ἐφιστάναι, μεταπύργια, προμαχεῶνας, ἐπάλξεις προοικοδομεῖν, περιοικοδομεῖν θρίγκους, περιβόλους· καὶ θριγκῶσαι τὸ ῥῆμα. ψαλίδας, πυλίδας, γεῖσα γεισώματα, γεισήποδας γεισηποδίσματα γεισηποδίζειν. στεγάζειν, ἐρέπτειν, τέγος προτέγιον, ὄροφον παρωροφίδα, ὅθεν καὶ ὀροφίας ὄφις. καὶ κρηπιδαῖον δὲ μέρος οἰκοδομήματος, Λυσίου εἰπόντος ἐν τῷ περὶ τοῦ τύπου (fg 185 T) 'τοῦ γείσου συντετελεσμένου [121] καὶ τοῦ κρηπιδαίου.' ἐκ δ' αὐτῶν ἂν εἴη καὶ λιθόστρωτον ἔδαφος καὶ λιθολόγημα καὶ λελιθωμένον. καὶ κιόκρανα αἱ κεφαλαὶ τῶν κιόνων, καὶ στυλοβάτης ἡ τοῦ Δωρικοῦ κίονος βάσις, σπεῖρα δὲ ἡ τοῦ Ἰωνικοῦ. μέρη δὲ οἰκοδομημάτων τοῖχοι· Ὑπερείδης (fg 289 T) δὲ καὶ τοῦ παροδίου τοίχου εἴρηκεν. δόμοι, πτέρυγες, φάρση. στυλοβάτην δ' ἐν τῇ οἰκίᾳ Πλάτων ὁ κωμικὸς εἴρηκεν ἐν Ἑορταῖς (I 610. 42 Ko), ὀρόφοις δὲ καὶ θυρώμασι Θουκυδίδης [122] (I 134, III 68). καὶ κιγκλίδες δὲ εἴδη θυρῶν. τὰ δὲ τῆς θύρας ξύλα τέτταρα ὠνόμαζον, καὶ τὸ ἐντὸς τῶν θυρῶν γενέσθαι ἐντὸς τῶν τεττάρων. τὰ δὲ ὑπέρθυρα ὑπερτόναια. Κρατῖνος δ' ἐν Διονυσαλεξάνδρῳ (I 25. 42 Ko)
παραστάδας καὶ πρόθυρα βούλει ποικίλα. παστάδας δὲ Ξενοφῶν (Mem III 8. 9), ἃς οἱ νῦν ἐξέδρας. καὶ Λέσβιον δὲ καὶ ἐκφατνώμα δὲ καὶ κῦμα μέρη ἔργων ἐν Αἰσχύλου Θαλαμοποιοῖς (fg 78)
ἀλλ' ὁ μέν τις Λέσβιον φατνώματι
κῦμ' ἐν τριγώνοις ἐκπεραινέτω ῥυθμοῖς.
[123] τάχα δὲ καὶ οἱ θαλαμοποιοὶ εἶδος τέχνης. καὶ στεγάσματα μὲν δὴ ὀροφῆς Ἡρόδοτος (II 155) λέγει, κατώρυχες δὲ λίθοι, οὓς Ὅμηρος (ζ 267) κατωρυχέας λέγει, οἱ τοῖς θεμελίοις ἐντιθέμενοι· καὶ θεμελίους δὲ λίθους αὐτοὺς ὠνόμαζον. κατῆλιψ ἡ μεσόδμη. κάπνην δὲ καὶ καπνοδόκην Εὔπολις τὸ μὲν εἴρηκεν ἐν Βάπταις (I 279. 8), τὸ δὲ ἐν Δήμοις (I 292. 133). λέγειν δ' ἔστι καὶ κατάγεια οἰκήματα [124] καὶ ὑπόγεια. ἔνι δ' εἰπεῖν λίθον σκληρὸν καὶ λίθον πώρινον· ὗλαι γὰρ οἰκοδομημάτων λίθοι, χάλικες, πλίνθοι, ξύλα, γύψος, κέραμος στεγαστήρ, ἐρέψιμα ξύλα, ἃ Θουκυδίδης (II 14) εἶπε τὴν ξύλωσιν, πηλός, ἄσβεστος, τίτανος, ἄσφαλτος. καὶ τοῖς μὲν χυτοῖς χρὴ τὰ οἰκοδομήματα συνδεῖν κολλᾶν, συνάπτειν, συναρμόττειν συμπηγνύναι, συμβάλλειν, τιτάνῳ δὲ χρίειν, ἐπαλείφειν καταλείφειν ἐξαλείφειν, ἀπολαμπρύνειν, φαιδρύνειν ἀποφαιδρύνειν, ἐπιλεαίνειν, ἐπιλεπτύνειν.
[125] καὶ κονιάματα δ' ἂν εἴποις, καὶ τὸ ῥῆμα κονιᾶν, καὶ τὸν τοῦτο δρῶντα κονιατήν· Ἄμφιδος δὲ καὶ δρᾶμα Κονιατής (II p 242 Ko). ἔργον δὲ τοῦ οἰκοδόμου καὶ τὸ ὑπερῷα ἐγεῖραι, ὡς Ὑπερείδης (fg 120 T) ἔφη, καὶ περίδρομον ἐργάσασθαι· Ἀριστοφάνης γὰρ ἐν Γήραι (fg 133) ἔφη
ἐκ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας. ἐργαλεῖα δ' αὐτοῦ σὺν τοῖς ξυλουργικοῖς σιδήρια λιθουργά, σιδήρια λιθουργικά, τύκοι, ἀφ' ὧν καὶ τὸ τυκίζειν, ὑπαγωγεύς, ᾧ παρέξεον, πέλεκυς, στάθμη, μολύβδαινα, κανών, διαβήτης· τὸ γὰρ μοχλίον τοιχωρύχων ἐστὶ σιδήριον. ἰκριοποιοὶ δ' εἰσὶν οἱ πηγνύντες τὰ περὶ τὴν ἀγορὰν ἰκρία.
[126] Καὶ μὴν καὶ γραφικὴ τέχνη μία τῶν ἐν κόσμῳ τεχνῶν. ὁ δὲ τεχνίτης γραφεὺς γραφικός, καὶ τὸ ἔργον γράφειν, καὶ τὸ ἐπίρρημα γραφικῶς. ἀλλὰ καὶ ζωγραφία καὶ ζωγράφος καὶ ζωγραφεῖν καὶ ζῷα ποιεῖν· ἐρεῖς δὲ τὴν τέχνην μιμητικὴν ζῴων, ποιητικήν, ὁμοιωτικήν, [127] καὶ τὸν ἄνδρα μιμητήν ‑ ὁμοιωτὴς γὰρ σκληρόν ‑ , τὸ δὲ πρᾶγμα μίμησιν μίμημα, ποίησιν, ὁμοίωσιν, γραφήν, καὶ γράψαι, ποιῆσαι, μιμήσασθαι, ὁμοιῶσαι. καὶ μὴν καὶ εἰκόνα εἴποις ἂν τὸ πρᾶγμα καὶ εἰκασίαν καὶ εἴκασμα, καὶ τὸν ἄνδρα εἰκαστικόν, καὶ τὸ ἐπίρρημα εἰκαστικῶς, καὶ τὸ ῥῆμα εἰκάσαι. ἔξεστι δὲ καὶ σκιαγραφίαν εἰπεῖν τὸ πρᾶγμα, καὶ τὸν ἄνδρα σκιαγράφον καὶ σκιαγραφικόν, καὶ τὸ ἐπίρρημα [128] σκιαγραφικῶς, καὶ τὸ ῥῆμα σκιαγραφεῖν. τὰ δὲ μέρη τῆς τέχνης ὑποτύπωσις ὑπογραφή σκιαγραφή, καὶ τὸ ἐργαλεῖον γραφὶς ἢ ὑπογραφίς, καὶ αἱ ὗλαι πίνακες καὶ πινάκια ὡς Ἰσοκράτης (XV 2), κηρός, χρώματα, φάρμακα, ἄνθη. κηρὸν τήξασθαι μίξασθαι χέασθαι, χρώματα κεράσαι κεράσασθαι μίξαι συμμίξασθαι συγχέαι συγχέασθαι, [129] γραμμὴν ἑλκύσαι, σκιὰν ὑποτυπώσασθαι, σκιὰν περιγράψασθαι περιγράψαι, σκιὰν ὑποβαλέσθαι, σκιὰν περιενεγκεῖν, σκιὰν ὑπερενεγκεῖν, χρῶσαι ἐπιχρῶσαι ἀποχρῶσαι, ἄνθεσι φαιδρῦναι, χρᾶναι ἐπιχρᾶναι ἀποχρᾶναι. ἐφ' οὗ δὲ οἱ πίνακες ἐρείδονται ὅταν γράφωνται, ξύλον ἐστὶ τρισκελές, καὶ καλεῖται ὀκρίβας τε καὶ κιλλίβας. τὰ δὲ χρώματα ἀνδρείκελον, ὄστρεον, πράσινον, κροκοειδές, κυανοῦν, κιννάβαρι, ξανθόν, φαιόν, φλογόλευκον, λευκόφαιον, λευκόν, μέλαν, μελαμβαφές.
[130] Ἔτι τοίνυν οἱ ἐξ ἀγορᾶς ἢ ἐκ λιμένος κομίζοντες ἀχθοφόροι, ἀμφορεαφόροι, καὶ τὰ ῥήματα ἀχθοφορεῖν καὶ ἀμφορεαφορεῖν, ὑδροφόροι, ξυλοφόροι, σκευοφόροι, ὑληφόροι καὶ ὑληφορεῖν, πλινθοφόροι καὶ πλινθοφορεῖν, πηλοφόροι καὶ πηλοφορεῖν, ξυληγοί, ἀφ' ὧν καὶ τὸ ξυληγῶν εἴρηκε Δημοσθένης (XIX 114). φρυγανοφόροι· τὸ δὲ ὄνομα ἐν τῇ Λυσίου πρὸς Μετάνειραν ἐπιστολῇ (fg 256 T).
[131] καὶ ξυλοφορίαν δὲ ἔφη Λυσίας (fg 325 T). τὸ δὲ σύμπαν εἰπεῖν, μισθωτοί, καὶ ὡς Φρύνιχος (I 389. 74 Ko) μισθώτριαι αἱ γυναῖκες. ἔξεστι δ' ἐπ' αὐτῶν καταχρήσασθαι καὶ τῷ φορτηγοί, ἐπεὶ καὶ τὰ κομιζόμενα ὑπ' αὐτῶν εἴποις ἂν φορτία φορήματα ἄχθη. τῷ μέντοι φορτηγῷ ἐπὶ τῶν τὰ φορτία ἀγόντων ἐμπόρων κέχρηται Αἰσχύλος ἐν Φρυξὶν ἢ Λύτροις (fg 263)
ἀλλὰ ναυβάτην
φορτηγόν, ὅστις ῥῶπον ἐξάγει χθονός.
[132] φόρτακας μέντοι ἡ παλαιὰ κωμῳδία (III p 418. 102 Ko) τοὺς ἀχθοφοροῦντας ἐκ τοῦ ἐμπορίου καλεῖ. τὸ δὲ ξύλον ἐφ' οὗ τὰ σκεύη κατηρτημένα ἔφερον, σκευοφόριον ὑπὸ Πλάτωνος ἐν Διὶ κακουμένῳ (I 614. 50 Ko) ὠνόμασται. εἰ δὲ καὶ προυνίκους τοὺς μισθωτοὺς οἱ νέοι κωμῳδοδιδάσκαλοι ὠνόμαζον (III p 468. 333 Ko), τὸ ὄνομα Βυζαντίων ἦν, ὅθεν καὶ Βυζαντίους αὐτοὺς ἀπεκάλουν. οἱ δὲ Κολωνίτας, ὡς Ὑπερείδης (fg 12 T)· δύο γὰρ ὄντων Κολωνῶν ὁ μὲν Ἵππιος ἐκαλεῖτο, οὗ Σοφοκλῆς μέμνηται ὡς Οἰδίποδος εἰς αὐτὸν καταφυγόντος, [133] ὁ δ' ἦν ἐν ἀγορᾷ παρὰ τὸ Εὐρυσάκειον, οὗ συνῄεσαν οἱ μισθαρνοῦντες· ὅθεν καὶ τοῦτ' ἔστιν εἰρημένον,
ὄψ' ἦλθες, ἀλλ' ἐς τὸν Κολωνὸν ἵεσο.
τύλη δ' ἐκαλεῖτο ἡ ἐπὶ τοῖς τραχήλοις αὐτῶν ὑπὸ τῶν ἀχθῶν γινομένη τριβή. τὸ δὲ ἔργον αὐτῶν φορά, καὶ ὁ μισθὸς κόμιστρον· εἴποι δ' ἄν τις αὐτὸν καὶ φέρτρον καὶ φορεῖον. Ἀριστοφάνης δ' ἐν τοῖς Ἥρωσι (300) δοκεῖ τὸ κόμιστρον κατὰ τὸ νῦν ἔθος εἰρηκέναι τὴν φοράν, ὅταν εἴπῃ
ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς.
τούτῳ δ' ἂν ἐοίκοι καὶ τὸ ἐν τοῖς Φίλοις Εὐπόλιδος (I 332. 271 Ko)
τί μισθοῖ; ποῖ; πόση τις ἡ φορά;
[134] τάχα δ' ἂν καὶ κοπροφόροι εἶεν ἐκ τούτων, καὶ κοπραγωγοί· Ἀριστοφάνης (fg 923) μὲν γὰρ εἴρηκε κόπρου ἀγωγάς, καὶ ἀλλαχοῦ (fg 662) 'κοπρολογεῖ κόφινον λαβών,' Πλάτων δὲ ὁ κωμικὸς (I p 661. 222 Ko) 'κοπραγωγοὺς γαστέρας,' ᾧ καὶ ἐπ' ἐκείνου χρηστέον. καὶ κοπρολόγοι δ' ἂν οὗτοι λέγοιντο, καὶ τὰ συλλεγόμενα ὑπ' αὐτῶν κόπρια καὶ κόπρος, ὧν ἀπὸ μὲν τῆς κόπρου οἱ κοπρῶνες, ἀπὸ δὲ τῶν κοπρίων παρὰ τοῖς πλείστοις οἱ βολεῶνες. Στράττις ἐν τῷ Φιλοκτήτῃ φησὶν (I 724. 43 Ko)
οὐδ' ἐν κοπρίᾳ θησαυρὸν ἐκβεβλημένον. ἐκ δὲ τῶν φερόντων καὶ σκατοφόροι.
[135] Αἱ μὲν κυνηγετικαὶ τῶν τεχνῶν πρὸς ταῖς εἰρημέναις, οἱ μὲν δρῶντες θηρευταί, κυνηγέται, καὶ τὸ ῥῆμα κυνηγετεῖν καὶ τὸ θηρᾶν, ὥσπερ ὀρνιθευταὶ καὶ ὀρνιθοθῆραι, τὸ δὲ ῥῆμα ὀρνιθοθηρᾶν Τηλεκλείδης εἴρηκεν ἐν Πρυτάνεσιν· (II 216. 26 Ko)
εὐχροεῖν, ὀρνιθοθηρᾶν, σωφρονεῖν. κυνηγεῖσθαι, ἰξεύεσθαι, τάχα δ' ἂν τούτοις προσήκοιεν καὶ οἱ ἀλεκτρυονοτρόφοι, οὓς ὠνόμασεν ἐν Ἀξιόχῳ Αἰσχίνης (p 275. 14 Dittmar)· [136] Φρύνιχος μὲν γὰρ ἐν Κρόνῳ (I 373. 13 Ko) καὶ ἀλεκτρυοπώλιον εἴρηκεν, ὥστε καὶ ἀλεκτρυοπωλεῖν ἂν εἴποις. ἴσως δὲ καὶ ὀρτυγοτρόφον· ὁ γὰρ ὀρτυγοκόπος ἐστὶν ἐν χρήσει, καὶ ὀρτυγοπώλης. καὶ στυφοκόμπους δ' αὐτοὺς οἱ κωμῳδοὶ καλοῦσιν, ὡς τὸ ἔκοπτον τοὺς ὄρτυγας. καὶ τὸ ἐτρύλιζον καὶ τὸ ἀνεκνάδαλλον τῶν ὀρτυγοκοπικῶν.
[137] ἁλιεῖς, ἀσπαλιευταί, δικτυεῖς δικτυουλκοί· καὶ δικτυοβόλοι δὲ οὗτοι καλοῦνται, ὡς οἱ τῷ πόρκῳ χρώμενοι πορκεῖς. γριπεῖς, ἑρκοθηρευταί, πορφυρεῖς πορφυρευταί, σπογγοθῆραι· καὶ σπογγοκολυμβηταὶ δὲ Λυκοῦργος εἴρηκεν ἐν τῷ κατὰ Μενεσαίχμου (p 271. 17 Tur). κολυμβηταὶ ὕφυδροι, κολυμβηταὶ δυόμενοι· ὁ γὰρ δύτης εὐτελές, [138] εἴρηκε δ' αὐτὸ Ἡρόδοτος (VIII 8) ἐπὶ τοῦ Σκυλλίου. νεῖν δ' ἐξ ὑπτίας μάθημα κολυμβητῶν εἴρηκεν Ἀριστοφάνης (fg 665) καὶ Πλάτων (Rp VII 529C Phdr 264A). ῥητέον τοίνυν νεῖν διανεῖν, παρανεῖν καὶ παρανέοντες, νήχεσθαι παρανήχεσθαι διανήχεσθαι, διακολυμβᾶν κατακολυμβᾶν, ἐπικυματίζειν, ἐπιπολάζειν τῷ ὕδατι, ἐπινήχεσθαι ἐπιφέρεσθαι, κολυμβᾶν, ἀφ' οὗ καὶ κολυμβήθραν ὁ Πλάτων (Rp V 453D), δύεσθαι ὑποδύεσθαι καταδύεσθαι τριόδοντι χρωμένους, [139] πληγῇ, κάμακι, πυρίαις. αἱ τέχναι αὐτῶν θηρευτικὴ θήρα, κυνηγετική, ὀρνιθευτική ὀρνιθεία, ἰξευτική, ἁλιευτική ἁλιεία, ἀσπαλιευτική, ἀγκιστρεία ἀγκιστρευτική δικτυοθηρευτική ἀμφιβληστρευτική ἑρκοθηρευτική κολυμβητική δυτική, τριοδοντία, πληκτική, πορφυρευτική, σπογγοθηρική, πυριευτική. κυβερνῆται δὲ καὶ πρωρᾶται καὶ ναῦται· οἷς προσήκουσι καὶ αἱ παρ' Ἀριστοφάνει (fg 825) ναύτριαι, καὶ πάνθ' ὅσα ἐκ νεῶν ὑπηρετικὰ εἴδη τεχνῶν φθάνει προειρῆσθαι. δίοπος δὲ ὁ ἐπόπτης τῆς νεώς· Ἀριστοφάνης δὲ ἐν Λημνίαις (fg 372) εἴρηκε καὶ ναυφύλαξ.
[140] πρὸς δὲ τούτοις ἔτι γεωργοί, φυτουργοί, ἀμπελουργοί, κηπουροί κηπεῖς, ἀλσοκόμοι, ἐλαιοκόμοι, θριασταί, συκωροί. γεωργία γεωργική, φυτεία φυτευτική φυτουργία φυτουργική, ἀμπελουργία, κηπουρία, ἀλσοκομία ἀλσοποιία ἀλσοκομική, ἐλαιοποιία ἐλαιοκομία ἐλαιοκομική. καὶ τὰ ἔργα γεωργήματα, φυτεύματα, φυτουργήματα ἀμπελουργία ἀμπελουργήματα, κηπεύματα κῆποι, παράδεισοι, [141] ἄλση. καὶ γεωργικοί, φυτουργικοί, ἀμπελουργικοί, κηπουρικοί, ἀλσοκομικοί. καὶ τὰ ἐπιρρήματα γεωργικῶς, φυτουργικῶς, ἀμπελουργικῶς, κηπουρικῶς, ἀλσοκομικῶς. καὶ τὰ ῥήματα γεωργῆσαι, φυτουργῆσαι, ἀμπελουργεῖν καὶ ἀμπελοστατεῖν, κηπουρεῖν, ἀλσοκομεῖν, ἐλαιοκομεῖν· καὶ βωλοκοπεῖν δὲ Ἀριστοφάνης (fg 761) λέγει. τὰ δὲ ἐν μέρει τούτων προείρηται. καὶ ἔριθοι δὲ καὶ τρυγήτριαι καὶ [142] καλαμητρίδες καὶ ποάστριαι καὶ φρυγανίστριαι εἶεν ἂν ἐκ τούτων, καὶ ποάζειν καὶ φρυγανίζειν. Μηδικὴν δὲ πόαν ἔλεγον χόρτου τι εἶδος. ὁ δὲ χόρτος καὶ χιλὸς καὶ βοτάνη καὶ κράστις, ἀφ' οὗ καὶ τὸ ἀγγεῖον ὃ ἐπὶ τῆς φάτνης κατήρτων ἐπὶ τῷ χόρτῳ κραστήριον ὠνόμαζον. 'στίχον δὲ δένδρων' λέγει Ξενοφῶν (Oecon IV 21), καὶ ἐπεργασίαν (Cyrop III 2. 23) τὸ τὴν ἀλλήλων ἐργάζεσθαι. 'καλαμώμενον' δὲ Κρατῖνος (I 125. 420 Ko) εἴρηκεν. τῶν δὲ τοῖς κηπουροῖς [143] ὑπηρετούντων ἐστὶ καὶ τὸ κηλώνειον· οὐ μόνον γὰρ Ἡρόδοτος (I 193) μνημονεύει, ἀλλὰ καὶ Ἀριστοφάνης (fg 679)
ὥστ' ἀνακύπτων καὶ κατακύπτων τοῦ σχήματος εἵνεκα τοῦδε
κηλωνείου τοῖς κηπουροῖς. καὶ συκωροὶ δὲ οἱ τὰ σῦκα φυλάττοντες καλοῖντ' ἄν, καὶ τὸ ἔργον συκωρεῖν. καὶ ἐρινάζειν μὲν τὸ τὰ ἐρινὰ ἀφαιροῦντας εἰς θύλακα κατατίθεσθαι ‑ ἐρινὰ γὰρ τὰ τοῦ ἐρινεοῦ σῦκα ‑ συκάζειν δὲ τὸ [144] τὰ τῆς συκῆς, καὶ θριάζειν τὸ φυλλολογεῖν τὴν συκῆν. τὰ δὲ ζῷα τὰ ἐν τοῖς σύκοις ψῆνες καὶ κνῖπες, Ἀριστοφάνους εἰπόντος (Av 590)
κνῖπες καὶ ψῆνες τὰς συκᾶς οὐ κατέδονται. τρασιὰ δὲ οὐ μόνον τὸ ἄθροισμα τῶν σύκων, ἀλλὰ καὶ τὸ ἐκ καλάμου πλέγμα, ἐφ' οὗ ψύχεται.
πολλῶν δὲ προειρημένων γεωργικῶν καὶ τάδε ῥητέον, ὅτι κεδρίδες [145] μὲν ὁ τῆς κέδρου καρπός, μεμαίκυλα δὲ ὁ τῆς κομάρου. καὶ μετόρχιον μὲν καλεῖται τὸ μεταξὺ τῶν πεφυτευμένων, ὧν ὁ στίχος ὄρχος ὀνομάζεται, σφῦρα δὲ τὸ μεταξὺ τῶν ἀρηρομένων ἀνέχον, καὶ ὑποσφυρίσασθαι οἱ ποιηταὶ τὸ ὑπαρόσαι λέγουσιν. ὁμοίως δὲ τῆς ἀμπέλου τὸ ἀπὸ γῆς ἕως τῆς ἐκφύσεως τῶν κλημάτων καλεῖται ... τῶν δένδρων αἱ παραφύσεις, ἃς εἴποις ἂν καὶ ἀποβλαστήματα [146] κατὰ Πλάτωνα (Conv 208 B) ἢ μᾶλλον παραβλαστήματα, αὐτομολίαι καλοῦνται, καὶ μολεύειν τὸ ταύτας κόπτειν, ὡς τὸ τὰ πρέμνα πρεμνίζειν· ἐν γοῦν τῷ Ἀττικῷ νόμῳ τῷ περὶ τῶν κοινωνικῶν γέγραπται 'μὴ ἀνθρακεύειν μηδὲ μολεύειν μηδὲ πρεμνίζειν.' τὸ μέντοι δρέπεσθαι τὸν τῆς ἐλαίας καρπὸν ἐλαιοῦν ἔλεγον, καὶ τοὺς τοῦτο ποιοῦντας ἐλαϊστῆρας, καὶ τὰς ῥάβδους αἷς καταράσσουσι τὸν καρπὸν ῥακτρίας. τὸ δὲ ἀνατρέφειν τὰ φυτὰ μοσχεύειν ἂν λέγοιτο. καὶ [147] ξυστὰς μὲν καὶ στάσις ἡ ἀμπελόφυτος γῆ, εἰ μὴ κατὰ στοῖχον εἴη πεφυτευμένη, στοιχὰς δὲ ἡ κατὰ στοῖχον, ἡ δὲ ἄλλως δασεῖα δένδροις οὐχ ἡμέροις ὁρκάνη. εἰ δέ τις καύσειε τὴν ὕλην, τὸ χωρίον διὰ τὸ ἔργον ῥωχμοὺς ἐρεῖς. ὡς δὲ ὁ τῆς ἀμπέλου κλάδος κλῆμα καὶ ὁ τῆς ἐλαίας θαλλός, οὕτω καὶ ὁ τοῦ φοίνικος σπάδιξ. ἐπεὶ δὲ τοῖς γεωργικοῖς προσέθεμεν καὶ τὰ μελιττουργικά, ἰστέον ὡς αἱ ὀπαὶ καὶ αἱ καταδύσεις τῶν μελιττῶν καλοῦνται κύτταροι, οἱ δὲ [148] ἐν αὐτοῖς σκώληκες ἢ σχαδόνες ἢ νύμφαι, ἐπειδὰν ἤδη πτεροφυῶσιν. οὓς δὲ σκαπτῆρας καλεῖ Ξενοφῶν(), οὗτοί εἰσιν οἱ σκαπανεῖς. σκαφέας δ' αὐτοὺς Ἄρχιππος καλεῖ (I 688. 44 Ko)
σκαφεῦσι κηπωροῖσι τοῖς τ' ὀνηλάταις,
καὶ ταῖς γυναιξὶ προσέτι ταῖς ποαστρίαις.
τὴν δὲ σμινύην Ἀριστοφάνης (fg 855) σμινύδιον καλεῖ. τῶν δὲ σκαπανέων [149] ἐργαλεῖόν ἐστιν ἡ σκαπάνη. καὶ τὸ μὲν καρποῦσθαι κάρπωσιν λέγει Ξενοφῶν (Cyr IV 5. 16), ἣν οἱ νῦν καρπείαν, αὐτὸ δὲ τὸ καρποῦσθαι καὶ καρπίσασθαι Ὑπερείδης ἐν τῷ πρὸς Λυσίδημον (fg 144 T). καὶ τὸ ῥῆμα καρπεύειν· λέγει γοῦν ἐν τῷ πρὸς Θασίους 'εὐθὺς δὲ καρπεύειν ἀγαθὴν καὶ πλείστην χώραν.' τὰ δὲ καρπεῖα ἐν τῷ Γηρυτάδῃ Ἀριστοφάνης (fg 177) εἰπὼν τὸ [150] εὐκαρπεῖν ἐν Ταγηνισταῖς (fg 517) καρπεύειν λέγει. τὸ μέντοι ῥιζοῦσθαι τὸν σῖτον συγκαρκινοῦσθαι ἔλεγον, ὅθεν καὶ Φερεκράτης ἐν τοῖς Αὐτομόλοις (I 151. 20 Ko) ἔφη 'ἵνα τὰ λῇα συγκαρκινωθῇ.' τὸ δὲ ἀμῆσαι καὶ θερίσαι· καὶ τὸ πρᾶγμα οὐ μόνον θέρος ἀλλὰ καὶ θερισμὸν Αἰσχίνης εἴρηκεν ὁ Σωκρατικός (fg 58 Dittmar), Ἀριστοφάνης δὲ καὶ γυναῖκα θερίστριαν (fg 788) καὶ φρυγανίστριαν (fg 887). τὸ μέντοι τῆς Πραμνίας ἀμπέλου κλῆμα πράμνημα καλεῖται.
[151] καὶ τὸ μὲν ξύλον ἐν ᾧ τοὔλαιον πιέζεται ὄρος, τὸ δὲ σχοινίον ᾧ τὰ ξύλα καταδεῖται τοπεῖον. ὁ δὲ κρατὴρ εἰς ὃν ἀπορρεῖ τοῦ ἐλαίου τὸ πιεζόμενον τριπτήρ, ἐν ᾧ δὲ τὰς σταφυλὰς βάλλουσιν οἱ τρυγῶντες σταφυλοβολεῖον· ὁμοίως δὲ ᾧ ἐμπατοῦνται ληνός. τὰ δὲ ὀνόματα ταῦτ' ἐστὶν ἐν τῷ Ἰσαίου πρὸς Διοκλέα ὕβρεως (p 231. 7 Tur). ὁ μέντοι τὰς μάνδρας καθαίρων, εἴτε ἀνὴρ οὗτος εἴη εἴτε γυνή, σηκοκόρος λέγεται. τὸ δ' ἐκ τῶν στεμφύλων πιεσθέντων ἀπορρεῦσαν τρυγηφάνιον. ἐπίμορτος δὲ γῆ παρὰ Σόλωνι ἡ ἐπὶ μέρει γεωργουμένη, καὶ μορτὴ τὸ μέρος τὸ ἀπὸ τῶν γεωργῶν· [152] τὸ δ' ἐπὶ τετάρτῳ μέρει νέμεσθαι τετραχίζειν. οἱ δὲ καλούμενοι νῦν τῶν ἀμπέλων ἐπίτραγοι θυμάλωπες ἐλέγοντο. καὶ ὁ μὲν πρὸ ὥρας πεπαινόμενος καρπὸς πρῷμος ἐν Λημνίαις Ἀριστοφάνους (fg 373)· καὶ πρῷα δὲ κάρπια ὁ αὐτὸς εἴρηκεν (Vesp 264). σῦκα δὲ τῶν διφόρων ἐν Κραπαταλοῖς Φερεκράτης (I 172. 97 Ko). τὰ δὲ φυτευτήρια τῶν συκῶν συκίδας Ἀριστοφάνης ἐν ταῖς Λημνίαις (fg 374).
[153] Ποιητικαὶ δὲ τέχναι καὶ αἵδε. αὐλοποιός, γλωττοποιός, αὐλοτρύπης, αὐλοποιία γλωττοποιία, γλωττοποιητικῶς αὐλοποιητικῶς αὐλοτρυπητικῶς. καὶ τὸ μὲν ἀγγεῖον τὸ τὰς γλώττας ἔχον γλωττοκομεῖον, ἡ δὲ τῶν αὐλῶν θήκη συβήνη. πάλιν δ' αὖ λυροποιός λυροποιία, λυροποιητική λυροποιητικός λυροποιητικῶς· Ἀριστοφάνης [154] δ' ἐν Δαιταλεῦσι (fg 240) καὶ λυρωνίαν που λέγει. πληκτροποιός πληκτροποιία, πληκτροποιική πληκτροποιικός πληκτροποιικῶς. χορδοποιός χορδοποιία, χορδοποιικός, χορδοποιικῶς, καὶ ἀπ' αὐτῶν χορδοπώλης, ὡς Κριτίας λέγει (Diels VS p 628. 67). νευρορράφος νευρορραφικός, καὶ ἀπ' αὐτοῦ νευροστάται. ὁπλοποιός ὁπλοποιία, καὶ ἀπ' αὐτοῦ ὅπλα, ὅπλισις, ὁπλίτης, ὁπλίζεσθαι, ἐξοπλισία, ὁπλομαχία, [155] ὁπλοφόρος, ὁπλοθήκη, ὁ ἐπὶ τῶν ὅπλων στρατηγός (fg 122 Tur). ἀσπιδοπηγός ἀσπιδοπήγιον· Λυσίᾳ δὲ καὶ λόγος ὑπὲρ τοῦ ἀσπιδοποιοῦ· καὶ ἀπ' αὐτοῦ ἀσπίς, ἀσπιδηφόρος, ὑπασπιστής συνασπιστής, ὑπ' ἀσπίδα, συνασπίζειν προασπίζειν ὑπερασπίζειν, μικράσπιδα. κρανοποιός κρανοποιία, κρανουργός κρανουργία, κράνος. θωρακοποιία θωρακοποιός, θώραξ, θωρακοφόρος, τεθωρακισμένος, [156] ἡμιθωράκια. μαχαιροποιός, μαχαιροπωλεῖον μαχαιροπώλης, μάχαιρα, μαχαιροφόροι, μαχαιρίδες. τοξοποιός τοξοποιία, τόξον, τοξότης, τοξοφόρος, τόξαρχος, ἱπποτοξότης, τοξεῦσαι ἐκτοξεῦσαι, τοξεύματα. βελοποιός βελοποιία, βέλος, βλῆμα, βάλλει. δορυξοῦς, δόρυ ὁλοσίδηρον ‑ καλεῖται δὲ γαισός, καὶ ἔστι Λιβυκόν ‑ δορυφόρος δορυφορία, [157] δουροδόκη, δορυάλωτος, δορύληπτος. Ἀριστοφάνης δ' ἐν Σκηνὰς καταλαμβανούσαις ἔφη (fg 476)
καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων. καὶ λοφοπωλεῖν δὲ ὁ αὐτὸς (fg 812) εἴρηκεν, καὶ σάγμα τὸ ἔλυτρον τὸ τῆς ἀσπίδος (Ach 574), σαγὴν (fg 848) δὲ τὴν πανοπλίαν. ἡ δὲ τοῦ κράνους θήκη λοφεῖον καλεῖται, ὡς ἡ τοῦ ξίφους ἀκμὴ κνώδων. ὁ δ' ἐν τῷ τόξῳ δεσμὸς ποδάκνη, ὥσπερ ὁ κρίκος ὁ πρὸς [158] τῇ ἐπιδορατίδι πόρκης. μέσωρα δὲ ὅπλα τὰ καὶ τοῖς παισὶν ἁρμόσαι δυνάμενα. εἴρηται δὲ καὶ ξιφομάχαιρα ἡ μεγάλη μάχαιρα ἐν Θεοπόμπου Καπήλισιν (I p 739. 25 Ko)
ἐλεφαντοκώπους ξιφομαχαίρας καὶ δόρη·
ἔνιοι γὰρ οὕτως εἰρῆσθαι τὰ δόρατα φασίν. βέλους δ' αἱ ἀκίδες ὄγκοι καὶ πώγωνες καλοῦνται. στεφάνη δὲ εἶδος ἂν εἴη περικεφαλαίας, ὥσπερ καὶ κέρως. τὰ δὲ πολλὰ τούτων ἐν τοῖς περὶ τῶν στρατιωτικῶν, ἐν οἷς καὶ τὰ συνώνυμα τούτων καὶ τὰ μέρη τῶν ὅπλων ὑποδεδηλώκαμεν, ἤδη προείρηται.
[159] ἴωμεν δὴ πάλιν ἐπὶ τὰς εἰρηνικωτέρας τῶν τεχνῶν. ἐξωμιδοποιός ἐξωμιδοποιία ἐξωμίς χλαμυδουργία χλαμυδοποιία χλαμυδουργός. χλανιδοποιία χλανιδουργία χλανιδουργός, χλανίδες χλανίσκια, χλανιδοποιός κλινοποιική κλινοποιός κλινοποιικός, κλινοπήγιον, κλίνη κλινίδιον κλιντήριον, κλινήρης κλινοπετής, κατακλιθῆναι· κλίνην δὲ παράπυξον Κρατῖνος εἶπεν ἐν Διονυσαλεξάνδρῳ (I p 26. 47 Ko). καὶ κιβωτὸς καὶ κιβωτοποιός, ὡς Δείναρχος (p 340. 19 Tur), κιβωτός κιβώτιον, τάχα δ' ἂν καὶ ῥίσκος, κίστη, [160] κοίτη κοιτών κοιτίς. ὁ δ' αὐτὸς Δείναρχος (ll) καὶ βυρσοποιὸν εἴρηκε καὶ κωθωνοποιόν. σοροποιός, σοροπηγός σοροπήγιον, σορός· καλοῖτο δ' ἂν αὕτη καὶ πύελος καὶ κιβωτὸς καὶ ληνός. σχοινιοσυμβολεύς, σχοινιοστρόφος καὶ ἱμονιοστρόφος, σχοινίον, σχοῖνος ὁλόσχοινος, παρασχοίνισμα· τὸ δὲ σχοινίον καὶ κάλως καὶ καλῴδιον.
[161] κοσκινοποιός, κόσκινον, ἱστιορράφος, ἱστίον, πλησίστιος. κεραμεύς, κεράμιον, κεραμεία ἡ τέχνη καὶ κεραμευτική, κέραμος. καὶ κεραμίδες, οὐ μόνον κέραμος, αἱ ἐπὶ τοῦ τέγους· Θουκυδίδης (III 6) δὲ ἄμφω λέγει. κεραμεύειν. κεράμιον οἰνηρὸν Ἡρόδοτος (III 6) καὶ Κρατῖνος (I p 130. 461 Ko), Ἀριστοφάνης (fg 723) δὲ καὶ ὀξηρόν. κεραμοπῶλαι, κεραμοπωλεῖον, κεραμοπωλία ὡς Δείναρχος (p 340. 18 Tur)· καὶ τὸ ῥῆμα κεραμοπωλεῖν Ἄλεξις (II p 405. 320 Ko). καὶ κεραμὶς γῆ ἡ κεραμῖτις καὶ κεραμική. κέραμος δὲ πᾶσα ἡ τῶν κεραμεικῶν [162] ἀγγείων ὕλη. καὶ αὐτὸ δὲ τὸ τέγος οὐ μόνον οἱ νῦν κέραμον ὀνομάζουσιν, ἀλλὰ καὶ Ἀριστοφάνης ἂν ἐοίκοι καλεῖν, εἰπὼν ἐν Κωκάλῳ (fg 349)
κοφίνους δὲ λίθων ἐκέλευες
ἡμᾶς ἐπὶ τὸν κέραμον.
ἀγγεῖα κεράμεα καὶ γήινα, καὶ τὰ εἴδη κεράμια, πίθοι πιθάκναι, ἀμφορεῖς, βίκοι, κώθωνες, σταμνία στάμνοι σταμνίσκοι, ὅθεν εἴρηται ἐν τῇ μέσῃ κωμῳδίᾳ (II p 223. 11 Nicostrat) κατασταμνίζειν τὸν οἶνον τὸ κατερᾶν. λεπρᾶν δὲ κεράμιον ὀξηρόν, ἀντὶ τοῦ μυδᾶν, Ἀριστοφάνης (fg 723) λέγει. πίνακες κεράμεοι, τρύβλια, χύτραι· [163] χύτρας δὲ καὶ τὰ χυτροπωλεῖα ἐκάλουν, ὡς χύτρια τὰ τῶν χυτρῶν ὄστρακα. πλίνθοι, πλινθουργός, πλινθουλκός πλινθουλκεῖν, πλινθεύειν, πλινθοφορεῖν· πλινθευταὶ δ' ἦσαν οἱ τὰς πλίνθους πλάττοντες. χυτροπλάθος, κοροπλάθος· τῶν δὲ κοροπλάθων ἴδιον τὸ τὰ χολοβάφινα βάπτειν, τὰ χρυσοειδῆ. ἰπνοπλάθοι. παροιμία ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν. ἀπὸ δὲ τῶν πίθων ὁ πιθών, Φερεκράτους εἰπόντος ἐν Πετάλῃ (I 185. 138 Ko) 'κἀκ πιθῶνος εἴρυσεν [164] ἄκρατον.' καὶ μέντοι καὶ Εὔπολις ἐν τοῖς Δήμοις (I 287. 111 Ko) ἔφη
ἐνταῦθα τοίνυν ἦν ἐκείνοισιν πιθών. πυριρραγὴς δὲ Κρατίνου εἰπόντος ἐν Ὥραις (I 89. 253 Ko) ἐφαρμοστέον τοὔνομα τῇ κεραμευτικῇ, ἐπεὶ καὶ Ἀριστοφάνης ἐν τοῖς Ἀχαρνεῦσιν (934) εἴρηκε
ψοφεῖ λάλον τι καὶ πυριρραγές. περὶ ὃ δὲ οἱ τοὺς πηλίνους πλάττοντες τὸν πηλὸν περιθέντες πλάττουσι, τοῦτο τὸ ξυλήφιον κάναβος καλεῖται, ἀναχύρωτον δὲ τὸν πηλὸν Ἀριστοφάνης ἐν Ἀναγύρῳ (fg 56) λέγει. πλάσται, πλάττειν [165] διαπλάττειν, πλαστική. καὶ κηροπλάσται κηροπλαστική, κηρὸν τήκειν, ἀλεαίνειν, χεῖν, λύειν, ἀνιέναι, ὀργάζειν, μαλάττειν. λέγεται δὲ καὶ πηλὸν ὀργάζειν.
κουρεύς, κουρίς, κείρειν ἀποκείρειν, ἀπονυχίζειν. κεροπλάστης. κομμωτής κομμώτρια, κομμωτική, κομμοῦν καὶ πέπτειν, ὅθεν καὶ Ὅμηρος (Ξ 167)
ἰδὲ χαίτας
πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινούς.
πιττοκόπος πιττοκοπική, πιττοῦν πιττοῦσθαι, πιττοκοπεῖν, πιττοκοπεῖσθαι, παρατίλτρια, παρατίλλεσθαι παραλέγεσθαι.
[166] βαλανεύς βαλανεύτρια βαλανεῖα βαλανευτική βαλανεύειν βαλανεῖον. μέρος δὲ βαλανείου ἐσχάρα καὶ ἀλειπτήριον· φησὶ γοῦν Ἄλεξις ἐν Καυνίοις (II p 332. 101 Ko)
ἐν τῷ βαλανείῳ μήτε πῦρ ταῖς ἐσχάραις
ἐνὸν καὶ κεκλεισμένον τε τἀλειπτήριον. καὶ τὰ τῶν βαλανείων ἀγγεῖα ἀρύβαλλος ἀρύταινα· ἄμφω δ' Ἀριστοφάνης (Eq 1094, 1087) λέγει. ὁ δ' αὐτὸς (fg 720) καὶ κάμινον βαλανείου φησίν. εἰκότως δ' ἂν βαλανείῳ προσάγοιτο καὶ τὸ ἐν ταῖς Λημνίαις ὑπ' αὐτοῦ εἰρημένον (fg 360)
ἀλλ' ἀρτίως κατέλιπον αὐτὴν σμωμένην
ἐν τῇ πυέλῳ.
[167] τάχα δ' ἂν καὶ τὸ κτενίζεσθαι ἐν τῷ λουτρῷ. προσήκοι δ' ἂν βαλανείῳ λουτρὸν καὶ λοῦσθαι, καὶ λουτρῶνες ὡς Ξενοφῶν (RAthen II 10). καὶ τὸ ὕδωρ τοῦ λουτροῦ λούτριον, ὡς Ἀριστοφάνης ἐν Ἥρωσιν (fg 306)
μήτ' ἀπόνιπτρον θύραζ' ἐκχεῖτε μὴ δὲ λούτριον. ἡ δὲ νέα κωμῳδία καὶ λουτῆρας λέγει. Αἰσχύλος δ' ἂν ἐοίκοι τὰ βαλανεῖα λουτήρια λέγειν (fg 366)·
λοῦταί γε μὲν δὴ λουτρὸν οὐ τὸ δεύτερον,
ἀλλ' ἐκ μεγίστων εὐμαρῶς λουτηρίων.
Ἀναξίλας δὲ οὕτως ὀνομάζει τοὺς νῦν λουτῆρας, ἐν Λουτροποιῷ λέγων (II p 268. 17 Ko)
ἐν τοῖς βαλανείοις οὐ τίθεται λουτήρια
[168] τῶν δὲ ἔτι νεωτέρων τις Εὔπολις καὶ τὴν πύελον τὴν ἐν τῷ βαλανείῳ μάκτραν ὠνόμασεν, ὡς οἱ νῦν· λέγει γοῦν ἐν Διαιτῶντι (I p 293. 136 Ko)
εἰς βαλανεῖον
εἰσελθὼν μὴ ζηλοτυπήσῃς τὸν συνεμβαίνοντά σοι
εἰς τὴν μάκτραν.
τῷ δὲ λοῦσθαι καὶ τὸ ψυχρολουτεῖν ἂν προσήκοι, εἰρημένου τοῦ 'ἐψυχρολουτήσαμεν' ἐν Δαιταλεῦσιν (fg 237) Ἀριστοφάνους. καὶ παραλοῦται δ' ὁ αὐτὸς ἐν Ταγηνισταῖς (fg 524). ἀλουσίαν δὲ Εὔπολις ἐν Ταξιάρχοις (I p 326. 251 Ko)·
ἀντὶ ποικίλου
πιναρὸν ἔχοντ' ἀλουσίᾳ κάρα τε καὶ
τρίβωνα.
βαλανείῳ δ' ἂν καὶ ἡ πυρία ἕποιτο· εἴρηκε δ' Ἡρόδοτος (IV 75) 'πυρία Ἑλληνική,' Φίλιστος (FHG I p 192. 63) δὲ 'λουτρὰ καὶ πυριάματα.'
[169] βαφή, χρῶσις κατάχρωσις, βάπτων καταβάπτων, χρωννύς καταχρωννύς, καλχαίνων· ἴδιον γὰρ ἐπὶ τῶν χρωννύντων τοὔνομα. Εὔπολις (I p 361. 401) δὲ καὶ βάπτριαν εἴρηκεν, καὶ Ἀντιφῶν (fg 158 Bl?) βάψιν χαλκοῦ καὶ σιδήρου. λέγεται δὲ καὶ φαρμάττειν τὰ ἔρια, καὶ μηλοῦν, καὶ καταμηλοῦν τὸ τῷ κυκήθρῳ καταδύειν. καὶ τὰ χρώματα καὶ βάμματα καὶ ἄνθη καὶ φάρμακα, καὶ τὸ ἐργαστήριον ἵνα τοῦτο γίνεται φαρμακών, ὁ δὲ καταβάπτων πορφυροβάφος.
[170] εἴποις δ' ἂν καὶ δολοῦν τὰ ἔρια. Ἀντιφάνης δὲ ἐν Βυζαντίῳ (II p 39. 69 Ko) κατὰ τὴν νῦν χρῆσιν εἴρηκε 'πορφύρας ὀκτὼ κύκλοι.' προείρηται δὲ περὶ δευσοποιοῦ βαφῆς.
τραπεζίτης τραπεζιτεύω, τράπεζα. ἀργυραμοιβός ἀργυραμοιβική, ἀργυρογνώμων, δοκιμαστής, κολλυβιστής, ὡς Λυσίας ἐν τῷ περὶ χρυσοῦ τρίποδος (fg 148 Th). καὶ ὁ νῦν κόλλυβος ἀλλαγή, καὶ τὸ καταλλάττειν τὸ νόμισμα, καὶ τὰ κέρματα δὲ καὶ τὸ κερματίζειν τὸ νόμισμα εἴρηται· Ἀριστοφάνης (fg 208) μὲν
οὐδ' ἀργύριον ἔστιν κεκερματισμένον.
κέρματα δὲ πολλῶν πληθυντικῶς εἰρηκότων, κέρμα ἑνικῶς Ἄμφις εἴρηκεν ἐν Ἀμπελουργῷ (II p 237. 5 Ko) καὶ Ἀντιφάνης ἐν Κύκλωπι (II p 65. 131 Ko). νομισματοπώλης καὶ νομισματοπωλικὴ κατὰ Πλάτωνα (Soph 223 D).
[171] πιλοποιός πιλοποιικός, πιλοποιία πιλευτική, πιλητικός πῖλος πίλινος, πίλημα. 'πιλητὰ ἔσεσθαι κτήματα σώμασιν' ἐν Τιμαίῳ Πλάτων (74 B). πιλῆσαι συμπιλῆσαι, συμπίλησις, πιλίον πιλίδιον. οὐ μόνον δὲ ὁ ἐπὶ τῆς κεφαλῆς ἐπιτιθέμενος πῖλος ἐκαλεῖτο, ἀλλὰ καὶ ὁ περὶ τοῖς ποσίν, ὡς δηλοῖ Κρατῖνος ἐν Μαλθακοῖς λέγων (I p 45. 100 Ko)
λευκοὺς ὑπὸ ποσὶν ἔχων πίλους.
[172] ὁ δὲ Πλάτων ἐν Συμποσίῳ (220 B) καὶ ἀρνακίδας τοῖς πίλοις προστίθησιν· 'ἐνειλιγμένων τοὺς πόδας εἰς πίλους τε καὶ ἀρνακίδας.'
πλοκεύς, πλέκων συμπλέκων, πλεκτική πλεκτικός πλεκτικῶς, πλέγμα, πλοκή συμπλοκή περιπλοκή. περιπλέκει διαπλέκει ἀντιδιαπλέκει. πλόκιον, πλόκανον, περιπεπλεγμένον. χήλινον δὲ ἄγγος, ἔχον πυθμένας ἀγγεοσελίνων, ὅταν εἴπῃ Ἀνακρέων (37 B), [173] τὸ ἐκ σχοινίων πλέγμα δηλοῖ. καὶ ῥῖπας δὲ πλέκειν ἔστιν εἰπεῖν· ἕτερον γὰρ ἡ ῥιπίς. ἀλλὰ καὶ σπυρίδας πλέκειν καὶ φορμίδας καὶ φορμίσκια καὶ φορμίσκους καὶ ταλάρους καὶ καλαθίσκους καὶ ταρσούς, ἔστι δὲ καλάμινον πλέγμα, ἐφ' οὗ τοὺς ὑγροὺς ἐξήραινον τυρούς. τὸ δ' ἐπὶ τῇ ψύξει τῶν σύκων πλέγμα τρασιά. εἴποις δ' [174] ἂν πλέκειν κοφίνους, σωράκους, ἀρρίχους, φερνία, λάρκους, φορμούς, σπυρίδας σπυρίδια σπυρίχνια, ταρπούς τάρπας, συρίσκους. θολία δ' ἐκαλεῖτο πλέγμα τι θολοειδές, ᾧ ἀντὶ σκιαδίου ἐχρῶντο αἱ γυναῖκες. καὶ τὸ σκιάδιον δ' ἐστὶν ἐν χρήσει, καὶ σκιαδοφόροι καὶ ἐσκιαδοφόρει, καὶ σκιάς, ὑφ' ᾗ ὁ Διόνυσος κάθηται, καὶ σκίρα [175] ἑορτή. πλόκαμος πλοκαμίς, πλεκτάνη. καὶ πυτίνας πλέκειν καὶ ταλάρους καὶ τυροκομεῖα· οὕτω δ' ἂν καλοίης τὸν τάλαρον ᾧ ὁ χλωρὸς τυρὸς ἐμπήγνυται, ὥσπερ τὸ ξύλον τὸ ἑκατέρωθεν φέρον τουτὶ τὸ πλέγμα τυροφορεῖον. τὸ δὲ τἆλλα σκεύη φέρον οὐ μόνον σκευοφόριον (fg 852) ἀλλὰ καὶ ἀναφόρον εὕροις ἂν ἐν Βατράχοις Ἀριστοφάνους (8) εἰρημένον καὶ φορμὸν δὲ σχοίνινον Ἀριστοφάνης (Pl 542 [176] et fg 227) λέγει. οἰσυοπλόκος δὲ ὁ τὰς οἰσύας πλέκων· οἰσύαι δὲ αἱ λύγοι, καὶ οἰσύινα σκεύη καὶ οἰσύιναι ἀσπίδες. τὸν δὲ οἰσυοπλόκον οἰσυουργὸν καλεῖ Εὔπολις (I p 355. 433). κάνναι δὲ τὸ ἐκ καννάβων πλέγμα· ῥῖπές τινές εἰσιν ἐν Ἀριστοφάνους Σφηξίν (394)
οὐ μή ποτέ σου περὶ τὰς κάννας οὐρήσω. καὶ τὸ κανοῦν δὲ πλέγμα τι, καὶ τὸ κανίσκιον· ἐν γὰρ τῷ Γηρυτάδῃ φησὶν Ἀριστοφάνης (fg 160) 'πλεκτῷ κανισκίῳ.' καὶ γυργάθους δὲ πλέκειν ἔλεγον· ὁ δὲ γύργαθος ὠνόμασται ἐν τοῖς Ἀριστοφάνους Δαιταλεῦσιν (fg 217).
[177] μυρεψός· Κριτίας (Vorsokr p 628. 68) γὰρ οὕτως ὠνόμασεν. μυροποιός· οὕτω δὲ Ἀνακρέων (30 B). μυροπώλης· μυροπωλεῖν δὲ Ἀριστοφάνης (fg 821) ἔφη. μυροπώλιον, μύρου ἀλάβαστρον, μυρίδα μυρηρὰ λήκυθος, ἀλαβαστροθῆκαι· καὶ τὸν τὰς ἀλαβάστρους φέροντα Αἰσχύλος (fg 409) εἴρηκεν ἀλαβαστροφόρον. μύρῳ χρίσασθαι, μύρου ὄζειν, μυρίσματα μυρίσαι, μυρώσασθαι μυρώματα, μυραλοιφεῖν μυραλοιφοῦσαι μυραλοιφία. σπαθίδα δὲ τὴν καθιεμένην εἰς τὸ μύρον Ἀριστοφάνης εἴρηκεν ἐν Δαιταλεῦσιν (fg 205).
[178] λυχνοποιός λυχνοπώλης, λύχνος λυχνοῦχος, λύχνιον ἐλλύχνιον, λυχνοκαυτεῖν, λυχνοκαΐα παρ' Ἡροδότῳ (II 62). καὶ τὸ κατασβέσαι τὸν λύχνον, ὅπερ οἱ νῦν, κοιμῆσαι καὶ κατακοιμίσαι Φρύνιχος εἴρηκεν ἐν Μονοτρόπῳ (I p 377. 24 Ko)·
ἔπειτ' ἐπειδὰν τὸν λύχνον κατακοιμίσῃ. Εὐριπίδης δ' ἐν Ἰνοῖ (fg 421)
κοίλοις ἐν ἄντροις ἄλυχνος, ὥστε θήρ, μόνος.
[179] στλεγγιδοποιός, στλεγγίς, ἀποστλεγγίσασθαι, ἀπεστλεγγισμένος. ἔστι δὲ καὶ ἕτερόν τι στλεγγίς, δέρμα κεχρυσωμένον, ὃ περὶ τῇ κεφαλῇ φοροῦσιν. δακτυλιογλύφος· δακτυλιουργὸν αὐτὸν εἴρηκε Φερεκράτης (I p 203. 207 Ko). τὸ δὲ γλύφειν Κρατῖνος (fg 398), καὶ τὸ γλύμμα Εὔπολις (fg 406). δακτύλιος δακτυλίδιον· καὶ τοῦ δακτυλίου τὸ μέν τι ὁ κύκλος, τὸ δέ, ἵνα ὁ λίθος ἐναρμόζεται, πύελός τε καὶ πυελίς, ὡς ἔφη Λυσίας (p 359 LIV Th). τὸν δὲ περιφερῆ καὶ ἄλιθον δακτύλιον ἄπειρον καλοῦσιν. δικτυοπλόκος δικτυεύς, δίκτυον δικτύδια. κεκρυφαλοπλόκος, ὡς Κριτίας (Vorsokr 629. 69) ἔφη, κεκρύφαλος κεκρυφάλιον. καρδοπογλύφος, ὡς Κράτης εἴρηκεν ἐν Γείτοσιν (I p 131. 3 Ko)· Μένανδρος (fg 116) δὲ τὴν κάρδοπον καὶ ληνὸν κέκληκεν. φαρμακοτρίβας [180] δὲ εἶπε Δημοσθένης (XLVIII 12). ὀρχηστοδιδάσκαλος, ὀρχηστής ὀρχηστρίς, ὄρχησις, ὀρχήματα ὑπορχήματα. μυλωθρός, μύλων μύλη, ἐπιμύλιος ᾠδή, καὶ προμυλαία θεὸς καὶ εὔνοστος. καὶ ζῷον τὸ ἔνδον τρεφόμενον μυλακρὶς καὶ μυλαβρίς· οἱ δὲ μυλακρίδα τὴν ἀλοῦσαν γυναῖκα ἔλεγον. στρέφειν τὴν μύλην, περιάγειν περιφέρειν περιελαύνειν, ἀλεῖν τοὺς πυροὺς ἐπιτρίβειν, λεαίνειν, ἐρείκειν [181] κατερείκειν· Ἀριστοφάνης γὰρ ἐν μὲν τῷ Ἀμφιάρεῳ (fg 22) φησὶν
ἔπειτ' ἔρειξεν ὡς ἐπιβαλοῦσ' ὁμοῦ πίσοις, ἐν δὲ τοῖς Σφηξὶ (649) 'θυμοὺς κατερεῖξαι.' ἐκ δὲ τούτων ἂν εἴη καὶ κοδομὴ καὶ κοδομεύειν καὶ κοδομεῖον, καὶ φρύττειν καὶ φρύγειν καὶ φρύγετρον καὶ φρύξαι καὶ φρυγεῦσαι. ἀγγεῖον δὲ ᾧ ἐνέφρυγον ὁ φρυγεύς· Θεόπομπος γοῦν ἐν Σειρῆσι (I p 747. 53 Ko) 'φρυγεύς' φησι 'θυΐα λήκυθος.' ὁ δὲ φρυγεὺς καὶ σείσων καλεῖται· ὀνομαστέον δὲ καὶ τὸν ἄνδρα τὸν φρύττοντα φρυγέα. σπαρτοπλόκος σπαρτοπώλης, σπάρτη σπάρτος. σπαρτίνη ἡ μήρινθος. [182] θρονοποιός, διφροποιός, θρόνος δίφρος, ἕδρα, θᾶκος, θρῆνυς θρανίον, σκολύθριον. ληκυθοποιός ληκυθοπώλης, λήκυθος ληκύθιον, ληκυθίζειν.
ἐν μέντοι τοῖς ἄλλοις τεχνίταις ὁ Πλάτων ἐν τῷ δευτέρῳ τῆς Πολιτείας (373 C) καὶ τοὺς ἐργολάβους καταλέγει· 'ῥαψῳδοί, χορευταί, ὑποκριταί, ἐργολάβοι.' νῦν μὲν οὖν τοὺς περὶ τὴν σκηνὴν λέγει. ἐργολάβους δὲ καὶ πάντας τοὺς ἐργολαβοῦντας τι ἔργον ἔστιν εἰπεῖν, ὡς τοὺς ἐναντίους, τοὺς ἐκδιδόντας, ἐργοδότας εἴρηκε Ξενοφῶν (Cyrop VIII 2. 5). τοὺς δὲ ἐργολάβους καὶ ἐργολήπτας Τηλεκλείδης ὁ κωμικός (I p 223. 56 Ko). οἱ μέντοι ῥήτορες τὸ [183] ἐργολαβεῖν ἐπὶ τοῦ ἐπηρεάζειν λέγουσιν. τοὺς δὲ ἐφεστηκότας τῇ τῶν ἔργων ἐπιμελείᾳ οἱ μὲν Ἀττικοὶ ἐπιστάτας ἔργων λέγουσιν, Ἐπίχαρμος (fg 212 Kaib) δὲ καὶ ἐργεπιστάτας.
κολλέψης κολλοπώλης, κόλλα κολλᾶν. κρηπιδουργὸς ὡς Δείναρχος (p 340. 20 Tur), κρηπῖδες. ὀρεοκόμος ὀρεοκομεῖν, ὀρεῖς, ὀρικὸν ζεῦγος. ἡνίοχος, ἡνία, ἡνιοχεῖν ἡνιόχησις ἡνιοχούμενοι.
[184] νομή νομεῖς, νέμειν κατανέμειν ἐπινέμειν. μηλόβοτος γῆ, εὔβοτος καὶ εὔνομος καὶ εὔχιλος, καὶ εὔχορτα πεδία, ὡς οἱ ποιηταί. ποάστριον δὲ τὸ νῦν χορτοκόπιον. ἐπινομίαν δὲ Ξενοφῶν (Cyrop III 2. 23) ἔφη τὸ ἐν τῇ ἀλλήλων ἐξεῖναι νέμειν. προβατεῖς προβατευταί, προβατεία προβατευτική, πρόβατα, προβατοκάπηλος. καὶ αἱ προβάτων ἡλικίαι· τὸν μὲν ἀπὸ γονῆς εἴποις ἂν μοσχίον, τὸν δ' ἔτειον ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, ὃς καὶ ἀρὴν παρὰ τοῖς [185] ποιηταῖς (Hom Γ 103) καλεῖται, εἶτα λιπογνώμονα. ποιμένες αἰπόλοι, ποίμνια αἰπόλια, ποιμαίνειν αἰπολεῖν, ποιμνῖται κύνες, αἰπολικοὶ κύνες. ἱπποφορβοί ἱπποφορβία, καὶ ὡς Σοφοκλῆς (fg 954) ἱπποβουκόλοι ἱπποφορβεῖς βοηλάται ἐλάται βουφορβοί, βουκάπηλοι, ζευγηλάται. Σοφοκλῆς (fg 794) δ' ἔφη 'ποππύζεται ζευγηλατρίς.' ἀστραβηλάται, καὶ παρὰ τοῖς Δωριεῦσιν ὀνοκίνδιοι καὶ [186] κιλλακτῆρες. ὄνος, ἡμίονος, ἀστράβη, νωτεῖς ἡμίονοι καὶ ζύγιοι· καὶ ἀγὼν δέ τις ἡμιόνων ἤγετο πάλαι ἐν Ὀλυμπίᾳ, καὶ τὸ μὲν τῶν νωτέων ἡμιόνων ἀγώνισμα ἐκαλεῖτο κάλπη, τὸ δὲ τῶν ζυγίων ἀπήνη. τὸ δὲ τὸν ὄνον σάξαι στρωματίσαι ἔλεγον, ἐπισάξαι δὲ Ἡρόδοτος (I 194)· Ξενοφῶν (Cyrop III 3. 27) δὲ καὶ ἐφ' ἵππων τὸ ἐπισάξαι. τὸ δὲ τοῦ ἀστραβηλάτου ῥῆμα ἀστραβεύειν Πλάτων εἴρηκεν ἐν Ἑορταῖς (I p 610. 39 Ko). τὸ μέντοι τοῖς ἀπηγορευκόσι τῶν ἵππων ἐπιβαλλόμενον σημεῖον τρυσίππειον ἐκαλεῖτο. Ἀριστοφάνης [187] δὲ καὶ βοηλατεῖν (fg 758) καὶ ὀνηλατεῖν (fg 833) εἶπεν ὑοπῶλαι ὑοφορβοί, συβῶται συφορβοί συβώτριαι, χοιροπῶλαι, ὡς Ἀριστοφάνης ἐν Ὥραις (fg 578). καὶ ὕες σύες, χοῖροι χοιρίδια, δελφάκια, καὶ τὰ ὀψίγονα καὶ σμικρὰ μετάχοιρα. συφεός ὑφεός συφός, χοιροκομεῖον· χοιροτροφεῖον δὲ ὅ τε συφὸς καὶ πλέγμα τι ἐν ᾧ χοῖροι τρέφονται.
[188] ἀγύρται μηναγύρται, μητραγύρται ἀγυρτική, ἀγερμός, ἀγείρειν. τέρας τερασκόποι, τερασκοπική, τερατοσκολία τερατοσκοπία τερατολογία, τερατολόγῳ φύσει (εἴποις δ' ἂν καὶ τερατολόγῳ ἀνδρί), τερατογονία, τερῶν ὑποκριταί, ἀφ' ὧν καὶ τὸ τερατεύεσθαι. μάντεις, ἀλφιτομάντεις, ἀστρομάντεις, νυκτομάντεις, στερνομάντεις, σφονδυλομάντεις, ἀλευρομάντεις· κοσκινομάντεις δὲ εἴρηκε Φιλιππίδης (III p 311. 37 Ko), Μάγνης δὲ ἐν Λυδοῖς (I p 8. 4 Ko) 'ὀνειροκρίταισιν ἀναλύταις.' καθάρτριαι ὀνειροπόλοι, ὀνειράτων ὑποκριταί. ὀρνεοσκόποι οἰωνισταί, ὀρνιθοσκόποι, οἰωνοπόλοι. θύται, φιλοθύται, μάγοι, γόητες, ἐξηγηταί, καθαρταί, τελεσταί ἀπομάκται ἀπομάκτριαι, καὶ τὸ ῥῆμα ἀπομάξομαι. θαυματοποιός [189] θαυματοποιία, θαυμάτων δημιουργοί.
μηχανοποιός μηχανοποιία μηχανήματα μηχαναί, εὐμήχανοι εὐμηχανία, πολυμήχανοι πολυμηχανία, ἀμήχανοι ἀμηχανία, βιομήχανοι ὡς Ἀντιφῶν (fg 154 Bl). τοὺς δὲ μηχανοποιοὺς (Aristoph P 174) καὶ σκηνοποιοὺς ἡ παλαιὰ κωμῳδία (III p 417. 98 Ko) ὠνόμαζεν.
[190] γελωτοποιὸς καὶ γελωτοποιεῖν, καὶ γελωτοποιοῦντες ὡς Ξενοφῶν (Memorab III 9. 9). Ἐκπωματοποιὸς δὲ δρᾶμα Ἀλέξιδος, καὶ Γραμματειδιοποιὸς Ἀπολλοδώρου (III p 279 Ko). κυβερνῆται, πρωρᾶται, ἐρέται, ναῦται. καὶ στρογγυλοναύτας Ἀριστοφάνης (fg 861) λέγει, Θεόπομπος (I p 753. 79 Ko) δὲ γυναῖκας ναυτίδας. πορθμεῖς πορθμίον. νεωλκοί· τὰ δὲ τῶν νεωλκῶν ξύλα, οἷς ὑποβληθεῖσιν ἐφέλκονται αἱ νῆες, φάλαγγες καὶ φαλάγγια.
[191] αἱ δὲ καλούμεναι χαμουλκοὶ μηχαναὶ δι' ὧν εἵλκοντο ὁλκοί. καὶ ἡ μὲν οὐκέτι πλέουσα ναῦς νενεωλκημένη, διαψυχομένη, ἀνειλκυσμένη. τὰ δὲ μέρη τούτων προείρηται (I 102 sqq. σακχυφάντας δὲ Δημοσθένης εἴρηκεν ἐν τῷ κατ' Ὀλυμπιοδώρου (48. 12). καὶ σάκον μὲν καὶ σακίον ἡ κωμῳδία (Aristoph Ach 710), Ὑπερείδης δὲ ἐν τῷ ὑπὲρ Μίκας (fg 125 Bl) ἔφη 'ἐμισθώσατο τυλυφάντας,' Σοφοκλῆς (fg 277) [192] δ' ἔφη 'λινορραφῆ τυλεῖα,' Εὔπολις δὲ Κόλαξι (I p 305. 170 Ko) 'κεκρύφαλοί τε καὶ τύλη,' Ἀντιφάνης δὲ ἐν Φάωνι (II p 104. 214 Ko) 'στρώματα κλίνας τύλας.' καὶ φρεωρύχος δὲ εἴη ἂν τέχνης τι εἶδος· Φιλυλλίῳ μὲν γὰρ δρᾶμά τι ὁ Φρεωρύχος (I p 786 Ko), τὸ δὲ φρεωρύχων ἐργαλεῖον παρ' αὐτῷ καλεῖται τορεύς. ἴσως δ' ἂν καὶ βύρσαν γλευκαγωγόν τινα φαίης· ἐπίπρασκον δ' οὗτοι τὸ γλεῦκος, ἐφ' ἁμαξῶν εἰς τὴν ἀγορὰν κομίζοντες. [193] Φερεκράτης δ' εἴρηκεν ἐν Ἀγρίοις (I 150. 16 Ko) 'βύρσης γλευκαγωγοῦ.'
κάπηλοι δὲ οὐ μόνον οἱ μεταβολεῖς, ἀλλὰ καὶ οἱ τὸν οἶνον κεραννύντες· ὅθεν καὶ Σάραμβον ὁ Πλάτων (Gorg 518 B) κάπηλον ὠνόμασεν, ἐπαινῶν αὐτὸν ἐπ' οἰνουργίᾳ. τὸ δὲ τῶν καπήλων ἐργαστήριον καπηλεῖον εἰρήκασιν οἱ κωμῳδοδιδάσκαλοι (Aristoph Eccl 154), καὶ τὸ κωμῳδούμενον ἐν Σοφοκλέους Φινεῖ (fg 645)
βλέφαρα κέκλῃταί δ' ὡς καπηλείου θύρα.
[194] Ἕρμιππος (I p 250. 83) δὲ ἐπὶ τοῦ προπιστευθέντος ἄνευ ἀργυρίου πίνειν ἐκ καπηλείου 'πρόδοσιν πίνειν' εἴρηκεν. κάπηλιν δ' ἔλεγον, ὡς Ἀριστοφάνης (Plut 436)
ἄρ' ἐστὶν ἡ κάπηλις ἡ ἐκ τῶν γειτόνων,
ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται.
καὶ τὸ κοτυλίζειν εἴρηται μὲν καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ μέρος πιπρασκομένων ἀλλ' οὐκ ἀθρόως, ἴσως δὲ καταχρωμένων τῶν λεγόντων, ὥσπερ καὶ τὸ καπηλεύειν, οὕτω καὶ τὸ πιπράσκειν λέγουσιν· [195] ἴδιον δ' ἂν εἴη τῶν τὸν οἶνον πιπρασκόντων. καὶ Φερεκράτης (I p 197. 188 Ko) μὲν εἴρηκε
μηδὲν κοτυλίζειν, ἀλλὰ καταπάττειν χύδην,
Ἀριστοφάνης δὲ (fg 683)
κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν.
ὅτι μέντοι οἱ κοτύλη καὶ ὑγρῶν ἦν καὶ ξηρῶν μέτρον, Θουκυδίδης (VII 87. 2) ἀρκεῖ εἰπὼν 'κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου.' εἶεν δ' ἄν τινες καὶ νεκροφόροι καὶ ταφεῖς. τὰ δ' ἐπὶ τούτοις ἀπὸ τοῦ πιπράσκειν. ἔστιν δ' εἰπεῖν ἐπ' αὐτῶν τὸ τιμιοπῶλαι, εἰρηκότος Φρυνίχου ἐν Τραγῳδοῖς (I p 383. 52 Ko)
σὺ δὲ τιμιοπώλης ὥς γ' Ἀχιλλεὺς οὐδὲ εἷς.
[196] καὶ ἡ παμπρασία δὲ ἐπὶ τῶν πάντα πωλούντων λέγεται.
τὰ δ' ἐφεξῆς τὰ μὲν πλεῖστα Κριτίας (Vorsokr p 629. 70 D) λέγει, πολλοὶ δὲ καὶ τῶν μᾶλλον αὐτοῦ κεκριμένων τὴν εὐφωνίαν. χαλκοπῶλαι, σιδηροπῶλαι, λαχανοπῶλαι τυροπῶλαι· ἔθος ἦν ἐπερωτᾶν τούτους πότερα κνῆν ἢ ἐπεσθίειν. συρμαιοπῶλαι, στυππειοπῶλαι, ἐριοπῶλαι, λιβανωτοπῶλαι· λιβανωτοπωλεῖν δὲ Ἀριστοφάνης [197] (fg 807) ἔφη. ῥιζοπῶλαι, σιλφιοπῶλαι, καυλοπῶλαι σκευοπῶλαι, σπερμολόγοι σπερματοπῶλαι, χυτροπῶλαι. τὴν δ' Αἴγιναν χυτρόπωλιν ἐκάλουν (Com III p 527. 669 Ko). φαρμακοπῶλαι, καὶ τὸ ῥῆμα φαρμακοπωλεῖν, καὶ φαρμακοτρίβαι παρὰ Δημοσθένει (XLVIII 12). βελονοπῶλαι βελονοπώλιδες· πινακοπῶλαι· ἐκάλουν δ' οὕτως οἱ ποιηταὶ τῆς κωμῳδίας (Aristoph Av 14) οὐ μόνον τοὺς πίνακας πιπράσκοντας ἀλλὰ καὶ τοὺς ὄρνις, ἃς προυτίθεσαν ἐπὶ πινάκων κεραμέων. τούτους δ' ὀρνιθοκαπήλους Κριτίας (Vorsokr p 629.
[198] 70 D) καλεῖ. οὗ δ' ἐπιπράσκοντο οἱ ὄρνιθες, ὀρνιθοπωλεῖον. ὀρνεῶται, ὀρνιθοπῶλαι. κτενοπῶλαι, ἀγκιστροπῶλαι, σκοροδοπῶλαι, κρομμυοπῶλαι. ἰσχαδοπώλιδες, ἰσχαδοπῶλαι δὲ Φερεκράτης ἐν τοῖς Ἀγαθοῖς (I 146. 4 Ko) καὶ ἰσχαδωνῶν ἔφη. μελιτοπῶλαι μελιτοπώλιδες μελιτοπωλοῦσαι. λεκιθοπώλης, ἐλαιοπῶλαι, ὀξοπῶλαι, γελγοπῶλαι γελγόπωλις· εἴρηται γὰρ ἡ γελγόπωλις ἐν Διονυσαλεξάνδρῳ Κρατίνου (I p 26. 48 Ko), ὥσπερ ἐν [199] Ἀρτοπώλισιν Ἑρμίππου (I p 218. 13 Ko) τὸ γελγοπωλεῖν. ἐν δ' Ἀριστοφάνους Δαναΐσι (fg 265 et 256) συρμαιοπῶλαι καὶ ἐγκριδοπῶλαι, ὥσπερ ἐν ταῖς Φοινίσσαις (fg 562) θεατροπώλης ὁ θέαν ἀπομισθῶν. χιδροπῶλαι, λυροπῶλαι στεφανοπῶλαι στεφανοπώλιδες στεφανοπωλήτριαι. στεφάνων δὲ εἴδη ἐκκύλιστος, ὥσπερ Ἀρχίππῳ εἴρηται ἐν Ῥίνωνι (I p 687. 40)
ἀπέρχεται
στέφανον ἔχων τῶν ἐκκυλίστων·
καὶ κυλιστὸν δὲ εἴρηκεν Ἀντιφάνης (II p 31. 51 Ko). λαχανοπῶλαι, λαχανοπωλίδες, λαχανοπωλήτριαι. τὰς δὲ βελόνας βελονίδας εἴρηκεν Ἕρμιππος ἐν Μοίραις (I p 239. 49 Ko). ἔξεστι δὲ καὶ τἆλλα [200] ἐπὶ τὸ θῆλυ σχηματίζειν. συνθηματιαίους δὲ στεφάνους εἴρηκεν Ἀριστοφάνης (Thesm 458) τοὺς ἠργολαβημένους, οὓς οἱ νῦν ἐκδοσίμους λέγουσιν· φατέον δὲ ἐπὶ μὲν τοῦ ἐκδιδόντος ἔργον ὁτιοῦν τὸ ἐργοδοτεῖν, ἐπὶ δὲ τοῦ ἐργαζομένου τὸ ἐργολαβεῖν. εἰ δὲ Λυσίου ὁ κατ' Αὐτοκλέους (p 181. 50 Tur) λόγος, ἐν ᾧ γέγραπται 'ψηφοπαιστοῦσι [201] τὸ δίκαιον,' εἴη ἂν καὶ ὁ ψηφοπαίστης ἔντεχνον. τὸ δὲ ὄνομα τοῦτο εἴρηκέ τις τῶν νέων κωμῳδῶν Εὔδοξος ἐν Ναυκλήρῳ δράματι (III p 332. 1 Ko).
εἰ δὲ χρὴ καὶ τὰς αἰσχίους πράξεις τέχνας ὀνομάζειν, ἐρεῖς πόρναι πόρνοι, ἑταῖραι ἑταιροῦντες, πορνεῖα οἰκήματα ματρυλεῖα, πορνοβοσκοί προαγωγοί μαστροποί. τὴν δὲ πόρνην καὶ χαμαιτύπην ἐρεῖς, καὶ χαμαιτυπεῖον τὸ ἐργαστήριον, καὶ στεγῖτιν καὶ πορνίδιον.
[202] πορνεύτριαν δὲ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης (fg 121) ἔφη, Φιλωνίδης δὲ ἐν τοῖς Κοθόρνοις (I p 255. 5 Ko) πορνοτελώνας. Ἕρμιππος δὲ ἐν Ἀρτοπώλισι (I p 227. 10 Ko) φησὶν
ὦ σαπρὰ καὶ πᾶσι πόρνη καὶ κάπραινα, Ἀριστοφάνης δὲ ἐν Σκηνὰς καταλαμβανούσαις (fg 478)
τὴν πόρδαλιν καλοῦσι τὴν κασαλβάδα. τὸ δὲ πορνεύεσθαι ῥῆμα ἐν τῷ πρώτῳ Εὐπόλιδος Αὐτολύκῳ (I p 273. 67 Ko), ὡς τὸ πορνοβοσκῆσαι ἐν τῇ Πλάτωνος Συμμαχίᾳ (I p 642.
[203] 159) καὶ ἡ πορνοβοσκία ἐν τῷ Αἰσχίνου κατὰ Κτησιφῶντος. ἐν δὲ Φρυνίχου Μούσαις (I p 379. 33 Ko)
ὦ κάπραινα καὶ περίπολε καὶ δρομάς. καὶ φορβάδας δ' ἂν τὰς πόρνας λέγοις, ὥσπερ καὶ μάχλους.
κυβεία, κυβεύτρια κυβευταί, κυβευτήρια. πεττεία ἢ πεσσεία, ὡς Σοφοκλῆς (fg 977) σκιράφια· καὶ τὸν σκιραφευτὴν Ἄμφις εἴρηκεν ἐν τοῖς Κυβευταῖς (II p 243. 25 Ko). τηλία, κημοί, φιμοί, κηθίς κηθίδιον κόσκινον, ἀβάκιον, κύβοι, διάσειστοι κύβοι, πεττοί, ἀφ' ὧν καὶ τὸ πεττεύειν καὶ πεττευτὴς παρὰ Πλάτωνι [204] (Rp 292 C). τὸ δὲ πεσσοῖς παίζειν πεσσονομεῖν Κράτης εἴρηκεν ἐν Γείτοσιν (I 131. 7 Ko.) ψῆφοι, γραμμαί, βόλοι. βόλων δὲ ὀνόματα τῶν μὲν φαύλων τε καὶ δυσβόλων ἐφ' οἷς τὸ δυσκυβεῖν, Μίδας, Μάνης, πάτριλος, πάταινα, μάγνης, σάγλη, ἄμπλια, ἄβολα, ἄθετος, ὑπτιάζων, κρύψασος, κάγχασος, τριχίας, ἐκδύνων, χῖος, ὃν καὶ κεινὸν καὶ οἴνην ἐκάλουν ‑ ἔστι δὲ οἴνη παρὰ τοῖς Ἴωσι μονάς ‑ · οἱ δὲ βελτίους, ἐφ' οἷς καὶ τὸ εὐκυβεῖν ἐλέγετο, βόλος [205] πρανής, ἐπακοντιστής, καλλίβολος, φύσκων, ὅροι, συνωρὶς κεῖος ἢ κῷος. ὁ μέντοι Μίδας καὶ τῶν μέσων βόλων ἦν. καὶ ἄλλοι δὲ πολλοί εἰσιν, οὓς ὀνομάζει Εὔβουλος ἐν τοῖς Κυβευταῖς (II p 184. 58 Ko)
κεντρωτός, ἱερός, ἅρμ' ὑπερβάλλων πόδας,
κήρυννος, εὐδαίμων, κυνωτός, ἄρτια,
Λάκωνες, ἀντίτευχος, Ἀργεῖος, δάκνων,
Τιμόκριτος, ἐλλείπων, πυαλίτης, ἐπίθετος,
σφάλλων, ἀγύρτης, οἶστρος, ἀνακάμπτων, δορεύς,
λάμπων, Κύκλωπες, ἐπιφέρων, Σόλων, Σίμων.
[206] κυβείας δὲ εἴδη καὶ ἡ πλειστοβόλινδα παιδιά, καὶ τὸ ἀρτιάζειν, καὶ διαγραμμίζειν καὶ διαγραμμισμός καὶ χαλκίζειν καὶ χαλκισμός, καὶ ἱμαντελιγμός καὶ ναυμαχία. ἐνῇ τις καὶ ἱερὰ γραμμή, ἀφ' ἧς ἡ παροιμία 'κινήσω τὸν ἀφ' ἱερᾶς.'
δύναιτο δ' ἄν τις, εἰ βούλοιτο, καὶ τὰς ὑπὸ τοῦ Πλάτωνος ὀνομασθείσας τέχνας ταύταις ἐπαριθμεῖν, καὶ τὰ σὺν αὐταῖς ὀνόματα, εἴτε σπουδάζων ἐχρῆτο τοῖς ὀνόμασιν εἴτε καὶ μή· λέγω δὲ [207] διὰ τὸ ἐν ἐνίοις τῶν ὀνομάτων βιαιότερον. διακριτική συγκριτική, διακριτικός, διακριτικῶς, διακρῖναι, διελεῖν, διατεμεῖν διχοτομεῖν, χωρίσαι διαχωρίσαι ἀποχωρίσαι, ἀποστῆσαι διαστῆσαι ἀπομερίσαι διαμερίσαι, διαλαβεῖν, διχοτομεῖν, ἀφαιρεῖν καὶ ἀφαιρετά, συγκριτικὸς συγκριτικῶς συγκρῖναι, συστῆσαι, συναγαγεῖν, μῖξαι συμμῖξαι, συμπλέξαι, καὶ τέχνη οὐ πλεκτικὴ μόνον ἀλλὰ καὶ συμπλεκτική, [208] προβληματουργική προβληματουργικός. προβλήματα, σκεπάσματα, παραπετάσματα, στεγάσματα, ὁπλίσματα, ἀμφιέσματα, φράγματα, περικαλύμματα, ὑποπετάσματα. τρητά ἄτρητα, σύνθετα σύνδετα, νεύρινα τρίχινα. περιβολή ὑποβολή ἐπιβολή. ἱματιουργική, πιλητική. τρῆσις, ῥαφή. ὀλοσχίστων δερματουργική, ῥευμάτων [209] στατική, ἐπιθηματουργία, διακωλυτικὰ ἔργα, γομφωτική, ὁπλοποιική, μαγγανευτική, ἀμυντικὴ χειμῶνος, ἐργαστική. ξαντική ξάντης, κναφευτική, ὑφαντική ὑφάντης ὑφάσματα ὑφή, πλυντική, θεραπευτική, κοσμητική, προητική, νηστική, στρεπτική στρεπτικόν, συμπλεκτικόν, ἄστροφον, κάταγμα, στημονονητική, κροκονητική, πλαστική, νῆμα, ἐμπλέξαι, εὐθυπλοκία. χαλκοτυπική, κεραμική, φλοιστική, φελλοί, βίβλοι, πρωτογενές, ἀσύνθετον. γλυπτικὴ σφραγίδων, δρυοτομική. τροφική, ἀγελαιοκομική ἀγελαιοτροφική. ὑπηρετική, ἀργυραμοιβική ἀργυραμοιβός, ἐμπορευτικοί. τὸ κηρυκικὸν [210] πᾶν γένος, ἑρμηνευταί. ἱερεωτική, κριτική, ἐπιστατική. σκευουργική σκευουργία. ἱπποφορβία, διακονική. πεττεία, πειστική πειστικόν, ἀρκτική, μισθαρνητική. ἀγκιστρευτική ἀγκιστρεία, ἁλιευτική, πλεκτική, πυριευτική, ἀσπαλιευτική, τριοδοντία καὶ πολλὰ ἄλλα σὺν τούτοις ὀνόματα.
ἵνα δὲ μηδὲ τῶν βιβλίων ἀμελεῖν δοκῶμεν, εἴποις ἂν βίβλοι, βιβλίον· παρὰ δὲ Ἀριστοφάνει (fg 756) καὶ βιβλιδάριον. καὶ χάρτας δὲ τοὺς γεγραμμένους Πλάτων εἴρηκεν ὁ κωμικός (I p 656. 194 Ko)
τὰ γραμματεῖα τούς τε χάρτας ἐκφέρων.
[211] ἐκ δὲ τῶν ἐναντίων ἐπὶ ἀγράφου τὸ βιβλίον εἴρηκεν Ἡρόδοτος (I 125), εἰπὼν 'γράψας ἐν βιβλίῳ.' καὶ βιβλιοπώλην μὲν παρὰ Ἀριστομένει εὑρήσεις ἐν Γόησιν (I p 691. 9 Ko), βιβλιαγράφον δὲ παρὰ Κρατίνῳ ἐν Χείροσιν (I p 88. 249 Ko), βιβλιογράφος δὲ παρὰ Ἀντιφάνει ἐν Σαπφοῖ (II p 96. 197 Ko). παρὰ δὲ τῷ νεωτέρῳ Κρατίνῳ ἐν Ὑποβολιμαίῳ (II p 292. 11) βιβλιοθήκη. Ἀντιφάνης δὲ ἐν τῷ Μύλωνι (II p 77. 162 Ko) εἴρηκε βιβλιδίου κόλλημα. Ἡρόδοτος (V 58) δὲ τοὺς Ἴωνάς φησι τὰς βίβλους διφθέρας λέγειν ἀπὸ τοῦ παλαιοῦ. τὰς δὲ διφθέρας καλοῦσι καὶ ἰττέλας.
[8]
[1] Κομμόδῳ Καίσαρι Ἰούλιος Πολυδεύκης χαίρειν. ταῦτα ἐγὼ μὲν συνελεξάμην, ὅτι μὲν διὰ ταχέων, αὐτὸ δηλοῖ, πλὴν οὐκ ἔστιν ὅτε ἀποστὰς δι' αὐτὰ τῆς συνουσίας τῆς πρὸς τοὺς νέους καὶ τῶν δι' ἔθους ἀγώνων ὁσημέραι δύο λόγους ἐξειργασάμην τὸν μὲν ἐκ τοῦ θρόνου λέγων, τὸν δὲ ὀρθοστάδην· ἔδει δέ, ὡς εἰκός, κἀκείνοις παρασκευῆς καὶ τούτοις σχολῆς.
[6] Δικαστικὰ ὀνόματα εἴη ἄν, ὡς ἐγᾦμαι, τάδε. δίκη μὲν ἥ τε θεὸς καὶ τὸ πρᾶγμα οὗ προέστηκεν ὁ δικάζων, καὶ ἡ ἀμφισβήτησις καὶ ἡ διαδικασία καὶ ἡ τιμωρία, τὸ δὲ συνέχον τὴν δίκην δίκαιον καὶ ἄδικον, ὁ δὲ δικάζων δικαστής, τὸ δὲ χωρίον δικαστήριον. τὰ δὲ ἀπ' αὐτῶν ὀνόματα δίκαιος δικαίως, δικαιοσύνη δικαιοπραγία, δικαιότης [7] δικαιοδότης. τὸ δὲ δίκαιον καὶ θεμιτόν, τὸν δὲ δίκαιον εἴποις ἂν καὶ νόμιμον, εὐγνώμονα, σώφρονα, τοῖς οὖσιν ἀρκούμενον, οὐδενὸς τῶν ἀλλοτρίων ἐφιέμενον, δικαιοπραγοῦντα, εὐγνωμονοῦντα, σωφρονοῦντα. καὶ εὐγνωμοσύνη καὶ σωφροσύνη. νομίμως, εὐγνωμόνως, σωφρόνως. δικαιοπραγεῖν, εὐγνωμονεῖν, σωφρονεῖν. ἄδικος ἀδίκως, ἀδικία, ἀδικοπραγία. τὸν δὲ ἄδικον φαίης ἂν πλεονέκτην, ἄνομον παράνομον, βίαιον, τῶν ἀλλοτρίων ἐπιθυμητήν, τῶν οὐδὲν προσηκόντων ἐφιέμενον. καὶ ἀδικεῖν, ἀδικοπραγεῖν, πλεονεκτεῖν, ἀνομεῖν παρανομεῖν, βιάζεσθαι. καὶ πλεονεξία, ἀνομία, βία. καὶ πλεονεκτικῶς, ἀνόμως παρανόμως, βιαίως.
[8] ὁ δὲ δικαστὴς ὀνομασθείη ἂν ὁ δικάζων, ὁ κλήρῳ λαχών, ὁ κληρωθείς, ὁ τῆς ψήφου κύριος, ὁ τὴν ψῆφον παρειληφώς, ὁ τὸν ὅρκον ὀμωμοκώς, ὁ τοῦ δικαίου προστάτης, ὁ τῶν νόμων φύλαξ, ὁ τὰ ἀμφισβητήσιμα διαιρῶν, ὁ κρίνων, ὁ διακρίνων, ὁ τοὺς ἀδικοῦντας κολάζων, μετιών, καταδικάζων, ἐξαίρων, νουθετῶν, σωφρονίζων, ὁ τιμωρούμενος.
[9] καὶ τὸ ἔργον αὐτοῦ θέσθαι τὴν ψῆφον, ἐξενεγκεῖν γνῶσιν, κρῖναι διακρῖναι τὰ δίκαια, διελεῖν, δικάσαι καταδικάσαι ἀποδικάσαι, καταψηφίσασθαι ἀποψηφίσασθαι καταγνῶναι ἀπογνῶναι τιμωρήσασθαι κολάσαι μετελθεῖν, ἀφεῖναι ἀπαλλάξαι· τὸ γὰρ ἀπολῦσαι ἰδιωτικόν. τὸ δὲ ὄνομα τοῦ πράγματος κρίσις, γνῶσις κατάγνωσις [10] ἀπόγνωσις, καταδίκη ἄφεσις. καὶ ἐπαινῶν μὲν ἂν δικαστὴν εἴποις δίκαιος, ἔνδικος, ἀκριβής, ἄδωρος, ἀδιάφθορος, ἀνεξαπάτητος, δυσπαράγωγος, δυσπαράτρεπτος ἀπαράτρεπτος, ἀπαράπειστος, ἀπλανής, στάσιμος, ἀσφαλής, ἴσος ἰσοστάσιος ἰσόρροπος, ἀκλινής ἄτρεπτος, πρὸς τὸ δίκαιον ῥέπων, οὐ πρὸς ὀργὴν ἐκφερόμενος, οὐ πρὸς χάριν ἐνδιδούς, ἀκριβέστερος ζυγοῦ τὴν ῥοπήν, μισοπόνηρος, φιλάνθρωπος, [11] ἥμερος, πρᾶος, ἐπιεικής, ἐλεήμων, φιλοικτίρμων. καὶ τὰ ἐπιρρήματα δικαίως, ἐνδίκως ἀκριβῶς, ἀδώρως, ἀδιαφθόρως, ἀνεξαπατήτως, ἀπλανῶς, στασίμως, ἀσφαλῶς, ἴσως· τὸ γὰρ ἰσοστασίως σκληρόν. καλὸν δὲ τὸ ἰσορρόπως, ἀκλινῶς, ἀτρέπτως, μισοπονήρως· ἀφιλανθρώπως· ἡμέρως· πράως ἐπιεικῶς· ἐλεημόνως δὲ καὶ φιλοικτιρμόνως σκληρά. τὰ δὲ τῶν ἔργων ὀνόματα δικαιοσύνη, εὐδικία εὐθυδικία, ἀκρίβεια, ἀδωρία ἀσφάλεια, ἰσότης, μισοπονηρία, φιλανθρωπία, ἡμερότης, πραότης, ἐπιείκεια ἰσορροπία, ἔλεος· ἀπὸ δὲ τῶν ἄλλων οὐκέτι. ῥήματα δὲ ἀπὸ τούτων μόνα [12] ἰσορροπεῖν, φιλανθρωπεύεσθαι, ἐλεεῖν, οἰκτείρειν. ψέγων δ' ἂν εἴποις δικαστὴς ἄδικος, ἔκνομος παράνομος, ῥᾴδιος ῥᾳδιουργός, προπετής, εὐχερής δωροδόκος, εὐεξαπάτητος, εὔτρεπτος εὐπαράτρεπτος εὐπαράπειστος, εὐπαράγωγος, πεπλανημένος, σφαλερός, σκαιός, ἀπάνθρωπος, ἀνεπιεικής, ὑβριστής, ἑτερόρροπος, ἄνισος, ἀνηλεής, ἄγριος, ἄνοικτος εἰ μὴ τραγικώτερον, πρὸς χάριν ὑποκατακλινόμενος, δυσόργητος, πρὸς ὀργὴν ἔκφορος, πρὸς ἀργύριον βλέπων, πρὸς τὸ πλεῖον βαρυνόμενος, δεκαζόμενος, φενακιζόμενος.
[13] καὶ τὰ ἐπιρρήματα ἀδίκως, ἐκνόμως παρανόμως, ῥᾳδίως, προπετῶς, εὐχερῶς, εὐεξαπατήτως, πεπλανημένως, σφαλερῶς, σκαιῶς, ἀπανθρώπως, ὑβριστικῶς, ἀνίσως, ἀγρίως, ἀνηλεῶς, ἀνεπιεικῶς, ἑτερορρεπῶς, ἀνοίκτως· τὰ γὰρ ἀπὸ τῶν λοιπῶν δυσφθεγκτότερα. τὰ δὲ πράγματα ἀδικία, παρανομία ἀνομία, [14] ῥᾳστώνη ῥᾳδιουργία, προπέτεια, εὐχέρεια, ἀπάτη, σφάλμα, ἀπανθρωπεία, ἀνεπιείκεια, ὕβρις, ἀνισότης, ἀγριότης, δωροδοκία, παραγωγή, ἑτερορρέπεια, σκαιότης, πλάνη. καὶ τὰ ῥήματα ἀδικεῖν, παρανομεῖν, ῥᾳδιουργεῖν, ἀπατᾶσθαι ἐξαπατᾶσθαι, τρέπεσθαι παρατρέπεσθαι, παράγεσθαι, σφάλλεσθαι, ὑβρίζειν δωροδοκεῖν, παραπείθεσθαι, ἀπανθρωπεύεσθαι, ἑτερορρεπεῖν, ἀγριαίνειν, φενακίζεσθαι καὶ τὸ ὄνομα φενακισμός. Πλάτων (Leg 983 B) δὲ καὶ γραφὰς εἶναι κακοδικίας ἠξίωσεν.
[15] κοινὰ δ' ἐπὶ δικαστῶν, ὁμόψηφοι ἐγένοντο, σύμψηφοι, συνεψηφίσαντο, τὴν ἐναντίαν γνώμην ἔθεντο, τὴν καταδικάζουσαν, τὴν καθαίρουσαν, τὴν καταγινώσκουσαν, τὴν ἀφιεῖσαν. ἴσας τὰς ψήφους ἔθεντο, ἴσαι αἱ ψῆφοι ἠνέχθησαν· τὸ δ' ἰσόψηφοι παρὰ Θουκυδίδῃ (I 141. 6) ἐπ' ἄλλης ἐστὶ χρείας. ἔστι δ' εἰπεῖν ἐκάθισε δικαστήριον καὶ ἀπεκληρώθη δικαστήριον.
[16] σκεύη δὲ δικαστικὰ σύμβολον, βακτηρία, πινάκιον τιμητικόν, μάλθη, ᾗ καταλήλιπτο τὸ πινάκιον, ἐγκεντρίς, ᾗ εἷλκον τὴν γραμμήν· μακρὰ δὲ ἐκαλεῖτο ἣν καταδικάζοντες εἷλκον. κημός, καδίσκος, ἐχῖνος, ψῆφος, κλεψύδρα, χοιρίναι· πάλαι γὰρ χοιρίναις ἀντὶ ψήφων [17] ἐχρῶντο, αἵπερ ἦσαν κόγχαι θαλάττιοι· αὖθις δὲ καὶ χαλκᾶς ἐποιήσαντο κατὰ μίμησιν. καὶ σφόνδυλοι δὲ ἐκαλοῦντο αἱ ψῆφοι αἱ δικαστικαί, χαλκοῦ πεποιημέναι. καδίσκος μὲν οὖν ἐστὶ τὸ ἀγγεῖον ᾧ τὰς ψήφους ἐγκαθίεσαν, κημὸς δὲ δι' οὗ κατῄεσαν αἱ ψῆφοι ἐπικειμένου τῷ καδίσκῳ, ἐχῖνος δὲ οὗ αἱ μαρτυρίαι ἐμβληθεῖσαι κατεσημαίνοντο. τάχα δὲ τῶν τοῦ δικαστηρίου μερῶν ἐστὶ καὶ κιγκλὶς καὶ δρύφακτος. ἔνιοι δ' οἴονται καὶ ἀνάγκην σκεῦος εἶναι δικαστικόν, εἰπόντος Ἀριστοφάνους (fg 584)
οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα
καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί;
[18] καὶ φρυκτοὶ δὲ ἐκαλοῦντο αἱ ψῆφοι αἱ δικαστικαί· ὅθεν καὶ φρυκτή τις ψῆφος, ᾗ εἰς τὰ ἐναντία ἐχρῶντο. φύλλοις δ' ἐψηφίζοντο οἱ κατὰ δήμους δικάζοντες, οἷς ἐπέγραφον εἴ τις ὡς παρέγγραπτος ἐκρίνετο. καὶ τὸ καταγνῶναι ἐκαλεῖτο ἐκφυλλοφορῆσαι, καὶ ὁ κατεγνωσμένος ἐκπεφυλλοφορημένος. ὠνομάζετο δὲ ταὐτὸν τοῦτο ἀποψηφίσασθαι καὶ ἀπεψηφισμένος ὑπεναντίως τῷ παρὰ τοῖς δικασταῖς· [19] ἐκεῖ γὰρ τὸ ἀποψηφίσασθαι τὸ ἀφεῖναι ἐστίν, ἐν δὲ τοῖς κατὰ δήμους δικαστηρίοις ἀντὶ τοῦ καταψηφίσασθαι τάττεται. αἱ δ' ἐν τοῖς δήμοις αὗται κρίσεις ἐκαλοῦντο διαψηφίσεις. καὶ ἡ βουλὴ δὲ ἡ τῶν πεντακοσίων φύλλοις ἀντὶ ψήφων ἐχρῶντο. κοινῇ μέντοι πᾶς ὁ δῆμος ὀστράκοις ἐψηφίζετο, καὶ τὸ ἔργον ἐκαλεῖτο ὀστρακοφορία, καὶ τὸ πάθος ὀστρακισμός, καὶ τὸ ῥῆμα ἐξοστρακίσαι καὶ ἐξοστρακισθῆναι.
[20] περισχοινίσαντας δέ τι τῆς ἀγορᾶς μέρος ἔδει φέρειν εἰς τὸν περιορισθέντα τόπον Ἀθηναίων τὸν βουλόμενον ὄστρακον ἐγγεγραμμένον τοὔνομα τοῦ μέλλοντος ἐξοστρακίζεσθαι· ὅτῳ δὲ ἑξακισχίλια γένοιτο τὰ ὄστρακα, τοῦτον φυγεῖν ἐχρῆν, οὐχ ὡς κατεγνωσμένον ἀλλ' ὡς τῇ πολιτείᾳ βαρύτερον, δι' ἀρετῆς φθόνον μᾶλλον ἢ διὰ κακίας ψόγον.
τῶν μὲν δικαστικῶν ὀνομάτων ἐστὶν αὐτὸ τοῦτο, δικαστικόν· ἦν δὲ τοῦτο τὸ τριώβολον ὁ τῷ δικαστῇ διδόμενος μισθός.
[21] εἰ δὲ τὴν δίκην καὶ τιμωρίαν χρὴ λέγειν, ῥητέον δίκη, τιμωρία, κόλασις, ζημία ἐπιζήμιον, τίμημα προστίμημα ἐπιτίμημα καὶ ὡς Ἀντιφῶν (III α 4) ἐπιτίμιον, ἐπιβολή, εὔθυνα, ὄφλημα, καταδίκη, κατάγνωσις. καὶ τὰ ῥήματα τιμωρεῖσθαι, κολάζειν, ζημιοῦν, τιμᾶσθαι προστιμᾶν ἐπιτιμᾶν, καταδικάζειν, καταγινώσκειν, ἐπιβολὴν [22] ἐπιβάλλειν. τὸ δὲ καταδικάζειν Πλάτων (Lg 945 A) κατευθύνειν εἶπεν. τὸ δὲ πάθος καταδεδικάσθαι, κεκολάσθαι, ἐζημιῶσθαι, προστετιμῆσθαι, ὀφλεῖν, κατεγνῶσθαι· καὶ ὁ τοιοῦτος κατάδικος ὑπόδικος, ὑπεύθυνος, ὀφλών, κεκολασμένος, ἐζημιωμένος, ἐγγεγραμμένος, κατεγνωσμένος. οὐ χρὴ δ' ἀγνοεῖν ὅτι ζημίαν οὐ τὴν εἰς χρήματα μόνον ἐκάλουν, ἀλλὰ καὶ τὴν εἰς τὸ σῶμα. τὰ μέντοι προστιμήματα [23] Σόλων ἐπαίτια καλεῖ. εἴη δ' ἂν ἐκ τούτων καὶ τὸ ἠτιμῶσθαι, πεφυγαδεῦσθαι, τεθανατῶσθαι, κεχιλιῶσθαι· τὸ δὲ καταλελιθῶσθαι ἄλλης ἐστὶ χρείας.
καὶ μὴν καὶ τάδε ἀπὸ δίκης ὀνόματα. ἐπίδικος κλῆρος ἢ ἐπίκληρος. καὶ ἐπιδικάσασθαι ἐπιδικασάμενος, καὶ ἀνεπίδικος. καὶ ἐπιδικασία καὶ διαδικασία, καὶ διαδικάσασθαι καὶ ἀντίδικος καὶ ἀντιδικία καὶ ἠντιδίκησεν ὡς Δημοσθένης (XLI 10), καὶ ὑπόδικος καὶ κατάδικος καὶ καταδίκην ὡς Θουκυδίδης (V 50. 1), [24] καὶ ἀνάδικος δίκη, καὶ ἀναδικία ὡς Λυσίας (fg 304 Tur), καὶ ἀναδικάζεσθαι ὡς Ἰσαῖος (fg 145 Tur). καὶ Δείναρχος καὶ ἀδίκημα καὶ ἀδικία καὶ δικογράφος ὡς Ὑπερείδης (fg 234 Bl), καὶ δικογραφικῶς ὡς Ἰσοκράτησ(). καὶ ἀντεδικάσατο ὡς Λυσίας (fg 298 Tur). καὶ σύνδικος συνδικάζειν συνδικαζόμενος. πρόδικος προδικεῖν, προδικάσασθαι προδικασία ὡς Ἀντιφῶν (VI 42). καὶ εὐδικία εὐθυδικία, καὶ αὐτοδικεῖν. καὶ ἐκδικάζεσθαι, καὶ προκαταδικάζεσθαι ὡς Δείναρχος (p 340. 29 Tur). καὶ καταδικάσαι, καὶ καταδικάσασθαι ἐπὶ τῶν ἑλόντων. καὶ ἀποδικάζων ὡς Λυσίας (fg 300 [25] Tur) καὶ δικαιωτήρια τὰ βασανιστήρια ὡς Πλάτων (249 A). ὁ δ' αὐτὸς καὶ δικαιούμενον τὸν κολαζόμενον. Κριτίας (p 629. 10 Vorsokr Diels) δὲ ἀποδικάσαι ἔφη τὴν δίκην τὸ ἀπολῦσαι ἢ νικῶσαν ἀποφῆναι, ὡς ἂν ἡμεῖς ἀποψηφίσασθαι. ὁ δ' αὐτὸς (l l 12) καὶ διαδικάζειν τὸ δι' ὅλου τοῦ ἔτους δικάζειν. εἴποις δ' ἂν καὶ φιλόδικόν τινα, καὶ ἔνδικον οὐ μόνον ἄνδρα ἀλλὰ καὶ ἡμέραν ἐν ᾗ δικάζουσιν· τὸ γὰρ [26] ἄδικον εἰπεῖν ἐν ᾗ οὐ δικάζουσι, βιαιότερον. εἰσὶ δὲ καὶ παρὰ Μενάνδρῳ (fg 969) δικάσιμοι ἡμέραι. καὶ ἐφυγοδίκουν εἴρηκε Δημοσθένης, (XL 10), Κράτης (I 143. 51 Ko) δὲ ὁ κωμικὸς παλίνδικον τὸν πολλάκις δικαζόμενον. ἔνιοι δὲ καὶ τὸ στρεψοδικεῖν τὸ παρὰ τοῖς κωμικοῖς (Aristoph N 433) ἢ τὸ φυγοδικεῖν νομίζουσιν ἢ τὸ ἀναστρέψαντα κατηγορεῖν ἢ τὸν πολλάκις εἰς τὴν αὐτὴν στρεφόμενον δίκην. ὑπέρδικον δὲ τὸν ὑπὲρ τοῦ δέοντος ἀγῶνα ἔλεγον.
[27] τῶν δὲ δικαστικῶν ὀνομάτων γραμματεῖα, διαμαρτυρία, διαθῆκαι, ἀντίγραφα, κατασεσημασμένα, καὶ σημήνασθαι κατασημήνασθαι, σημηνάμενος, ἐπισημηνάμενος δὲ Ἰσαῖος (fg 82 Tur) εἶπεν· τὸ γὰρ παρασημηνάμενος ὁ Θουκυδίδης (I 132. 5) ἐπὶ τοῦ παρατυπώσασθαι [28] τὴν σφραγῖδα λέγει. εἴποι δ' ἄν τις καὶ ἀπογράψασθαι καὶ ἀντιγράψασθαι καὶ ἐνσημήνασθαι. ὀνόματα δὲ τῶν ἐκ δικαστηρίου καὶ τὸ μεσεγγυῆσαι, ἐμεσεγγύησαν, ἐν μεσεγγυήματι ἐποιήσασθε· μεσέγγυον τὴν μείρακα καταθέσθαι Ἀριστοφάνης (fg 650) λέγει, καὶ μεσεγγύημα μὲν Ξενοφῶν(), μεσεγγυήματα δὲ Ὑπερείδης καὶ μεσεγγυησαμένη Δημοσθένης (XXXIX 3). ἔστι δέ τις καὶ λῆξις δίκης, καὶ δίκην λαχεῖν καὶ ἐνστήσασθαι, ἐνεγκεῖν, ἐπαγαγεῖν, συστήσασθαι καὶ διαλύσασθαι δίκην.
[29] καὶ δίκης μὲν λῆξις εἴη ἂν ὁ νῦν καλούμενος τύπος, τὸ ἰδιωτικῶς ἀμφισβήτημα (ἀνέκρινον δὲ τὰς λέξεις οἱ ἄρχοντες), γραφῆς δὲ ἐπὶ τῶν δημοσίων ἀδικημάτων, ὅπερ νῦν λέγεται ἐγγραφὴ καὶ ἐγγράψασθαι. ἀποθέσθαι γραφήν, ἀπενεγκεῖν, ἀπενέγκασθαι ἐπενεγκεῖν, ἐπαγαγεῖν, ἐπαγγεῖλαι· ἀποθέμενος, ἀπενεγκών, ἐπαγγείλας, ἀπενέγκας ἐπενεγκάμενος, ἐπαγαγών, γραψάμενος. κοινῇ δὲ ταῦτα πάντα [30] φαίης ἂν ἐγκλήματα καὶ ὡς Πλάτων() ἐπικλήματα, καὶ ἐγκαλεῖν καὶ ἐπικαλεῖν. καὶ κατηγορία δ' ἂν εἴη ταὐτὸ τοῦτο, καὶ αἰτία καὶ ὡς Πλάτων() αἰτιάσεις, καὶ διώξεις· κατηγορεῖν, αἰτιάσασθαι, διώκειν. καὶ εὐθύνειν δὲ καὶ εὔθυνα. τῶν δὲ ἐκ δικαστηρίου ὀνομάτων καὶ τὸ συκοφαντεῖν, ἐργολαβεῖν ἐνεργολαβεῖν, ἐπηρεάζειν ἐνεπηρεάζειν [31] καταψεύδεσθαι, καταψευδομαρτυρεῖν· Δημοσθένης (XXIX 6) γὰρ ἔφη καταψευδομαρτυροῦμαι. Ὑπερείδης (fg 243 Bl) δὲ ἐπισυκοφαντεῖν ἔφη. καὶ τὸ πρᾶγμα συκοφαντία, ἐπηρεασμός ἐπήρεια, ψευδολογία, ψευδομαρτυρία· Κρατῖνος (I p 129. 454) δὲ καὶ ψευδομαρτύριον εἴρηκεν. καὶ τὸ ὄνομα συκοφάντης, καὶ ἐργολαβῶν καὶ ἐπηρεάζων, καὶ ὁ τὰ ψευδῆ μαρτυρῶν ἢ καταμαρτυρῶν, τάχα δὲ καὶ πολυπραγμονῶν, ἀντὶ τῶν ὀνομάτων φαύλων ὄντων μετοχαί. λογογράφος· δικογράφος καὶ παρ' Ὑπερείδῃ (fg 248 Bl) κακοπράγμων.
καὶ ἰδιωτικὰ μὲν δικῶν ὀνόματα αἰκίας, κακηγορίας, βλάβης, παρακαταθήκης, ἀποπομπῆς καὶ ὡς Λυσίας (fg 307 Tur) ἀποπέμψεως, κακώσεως, κλοπῆς, χρέως, συμβολαίων, συνθηκῶν παραβάσεως, διαδικασίας, ἐπιδικασίας μισθώσεως οἴκου, ἐπιτροπῆς, ἀχαριστίας, σίτου, καρποῦ, ἐνοικίου, ἀδικίου, φορᾶς ἀφανοῦς, μεθημερινῆς. ἀμφισβήτησις, παρακαταβολή, διαμαρτυρία, ἐπίσκηψις, ἀμφισβήτησις μέν, [32] ὅστις ἀμφισβητοῖ κλήρου κατὰ γένος ὡς οὐκ ὄντος υἱοῦ τῷ τεθνεῶτι, παρακαταβολὴ δέ, ὅστις ἀντιλέγοι ὡς αὐτὸς δικαιότερος ὢν ἔχειν τὸν κλῆρον ἐξ ἀγχιστείας ἢ διαθηκῶν· παρακατέβαλλε δὲ τῆς οὐσίας τὸ δέκατον, ὡς προσεισοίσων ἐὰν ἡττηθῇ. διαμαρτυρία δέ, ὅστις διαμαρτυροῖτο [33] μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ὄντος υἱοῦ. ἐπίσκηψις δέ, εἴ τις τὴν διαμαρτυρίαν ὡς ψευδῆ αἰτιῷτο· Ἰσαῖος (fg 137 Tur) δὲ καὶ τὸ ἐπὶ φόνῳ προειπεῖν εἰς Ἄρειον πάγον· 'ἐπίσκεψαι, ἔφη, εἰς Ἄρειον πάγον· αὐτῷ ἐπέσκημμαι.' ἀντιγραφὴ δὲ ἐκαλεῖτο ἐπὶ τῶν κατὰ γένος ἀμφισβητούντων. τὰς δ' ἐπὶ τῷ σίτῳ δίκας ἐν ᾠδείῳ ἐδίκαζον· σῖτος δέ ἐστιν αἱ ὀφειλόμεναι τροφαί. ἦν δὲ δίκη καὶ εἰς ἐμφανῶν κατάστασιν καλουμένη, ὁπότε τις ἐγγυήσαιτο ἢ αὐτόν τινα ἢ τὰ χρήματα, οἷον τὰ κλοπαῖα, ἃ καὶ κλέμματα καὶ κλοπιμαῖα [34] καὶ φώρια, παρὰ δὲ Πλάτωνι (Lg 955 B) καὶ κλεμμάδια. Σόλων μέντοι τὸ κλέμμα κλέπος ἐν τοῖς νόμοις ὠνόμασεν. τὸν δὲ κλέπτην εἴποις ἂν καὶ κλεπτίσκον ὡς Εὔπολις (I p 364. 420 Ko)· Φερεκράτης (I p 204. 219 Ko) δ' εἴρηκε καὶ κλεπτίδης. ἡ δὲ βεβαιώσεως δίκη, ὁπότ' ἄν τις πριάμενος οἰκίαν ἢ χωρίον ἀμφισβητοῦντός τινος ἀνάγῃ ἐπὶ τὸν πρατῆρα· τὸν δὲ προσήκει βεβαιοῦν, ἢ μὴ βεβαιοῦντα ὑπεύθυνον [35] εἶναι τῆς βεβαιώσεως. εἰ δ' ὁ ἀνάγων ἐπὶ τὸν πρατῆρα ἡττηθείη, τὸ μὲν ἀμφισβητηθὲν τοῦ κρατήσαντος ἐγίνετο, ὁ δ' ἡττηθεὶς τὴν τιμὴν παρὰ τοῦ συκοφαντήσαντος ἐκομίζετο. ἀποστασίου δὲ δίκη κατὰ τῶν ἀφισταμένων ἀπελευθέρων, ἀπροστασίου δὲ κατὰ τῶν οὐ νεμόντων προστάτην μετοίκων. ἀλλ' αὕτη μὲν δημοσία, ὥσπερ καὶ ἡ τῆς ἐπιτροπῆς· ἐξῆν γὰρ τῷ βουλομένῳ γράφεσθαι τὸν ἐπίτροπον [36] ὑπὲρ τῶν ἀδικουμένων ὀρφανῶν. μαρτυρία δὲ καλεῖται, ὅταν τις αὐτὸς ἰδὼν μαρτυρῇ, ἐκμαρτυρία δέ, ὅταν τις παρὰ τοῦ ἰδόντος ἀκούσας λέγῃ. καὶ κατὰ μὲν τῶν τὰ ψευδῆ μαρτυρούντων δίκη ψευδομαρτυριῶν, ὃ καὶ ἐπισκήψασθαι ψευδομαρτυριῶν ἐλέγετο· λιπομαρτυρίου δὲ κατὰ τῶν ἰδόντων μὲν καὶ μαρτυρήσειν ὁμολογησάντων, ἐν δὲ τῷ καιρῷ τὴν μαρτυρίαν ἐκλιπόντων. τὸν δ' οὐ βουλόμενον [37] μαρτυρεῖν ἐκλήτευον, ἀνάγκην τοῦ μαρτυρῆσαι προστιθέντες· ἔδει δὲ αὐτὸν ἢ μαρτυρεῖν, ἢ ἐξομόσασθαι ὡς οὐκ εἰδείη ἢ μὴ παρείη ἢ χιλίας ἀποτίνειν. κλητεύεσθαι μὲν οὖν ἐστὶ τὸ καλεῖσθαι εἰς μαρτυρίαν, ἐκκλητεύεσθαι δὲ τὸ δίκην ὀφείλειν ἐπὶ τῷ τὰς χιλίας καταβαλεῖν. Λυσίας (fg 317 Tur) δὲ κακοτεχνίου δίκην φησὶν εἶναι. καὶ μὴν καὶ ἐρανικαὶ δίκαι καὶ νόμος ἐρανικὸς καὶ κοινὸν ἐρανιστῶν.
ἦν δέ τις καὶ παράστασις, ἐπωβελία πρυτανεῖα, παρακαταβολή.
[38] τὰ μὲν πρυτανεῖα ὡρισμένα, ὅ τι ἔδει καταβαλεῖν πρὸ τῆς δίκης τὸν διώκοντα καὶ τὸν διωκόμενον· εἰ δὲ μή, διέγραφον τὴν δίκην οἱ εἰσαγωγεῖς. ὁ δ' ἡττηθεὶς ἀπεδίδου τὸ παρ' ἀμφοτέρων δοθέν, ἐλάμβανον δ' αὐτὸ οἱ δικασταί. καὶ οἱ μὲν ἀπὸ ἑκατὸν δραχμῶν ἄχρι χιλίων δικαζόμενοι τρεῖς δραχμὰς κατετίθεντο, οἱ δὲ ἀπὸ χιλίων μέχρι μυρίων τριάκοντα. οἱ δὲ οἴονται πρυτανεῖα εἶναι τὸ ἐπιδέκατον τοῦ τιμήματος, κατατίθεσθαι δ' αὐτὸ τοὺς γραψαμένος ἐπὶ [39] μισθοδοσίᾳ τῶν δικαστῶν. παρακαταβολὴ δ' ἦν ἐπὶ μὲν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητημάτων τὸ πέμπτον, ἐπὶ δὲ τῶν ἰδιωτικῶν τὸ δέκατον. ἐπωβελία δ' ἦν τὸ ἕκτον τοῦ τιμήματος μέρος, ὃ ὤφειλεν ὁ μὴ ἑλών, προσώφειλεν ὁ αἱρεθείς· ὠνόμασται δὲ ὅτι ὀβολὸς ἦν τὸ ἕκτον τῆς δραχμῆς. ἡ δὲ παράστασις δραχμὴ ἦν, ἣν ὁ διώκων παρὰ διαιτητῇ προσεισέφερεν· ἀφ' ἧς ἴσως καὶ Πλάτων (Rp 555 B) 'παραστήσασθαι εἰς κρίσιν' εἴρηκεν ὃ προσκαλέσασθαι οἱ ῥήτορες.
[40] γραφαὶ δὲ φόνου καὶ τραύματος ἐκ προνοίας, καὶ πυρκαϊᾶς καὶ φαρμάκων καὶ μοιχείας καὶ ὕβρεως, ἱεροσυλίας, ἀσεβείας, προδοσίας, δώρων, δεκασμοῦ, λιποστρατίου, λιποταξίου, ἀστρατείας, λιποναυτίου, ἀναυμαχίου, τοῦ ῥῖψαι τὴν ἀσπίδα, ἀφ' οὗ ῥίψασπις Κλεώνυμος, ἀγαμίου, παρὰ δὲ Λακεδαιμονίοις καὶ ὀψιγαμίου καὶ κακογαμίου, ἀργίας, ἑταιρήσεως, ψευδεγγραφῆς, ψευδοκλητείας, [41] ξενίας, δωροξενίας, παρανόμων, παραπρεσβείας· δοκιμασία, εὔθυνα, προβολή, φάσις, ἔνδειξις, ἀπαγωγή, ἐφηγεῖσθαι, ἀνδρολήψιον, εἰσαγγελία. ταύτας τὰς δίκας ἢ ὅσαι τοιαῦται ‑ ἐκαλοῦντο γὰρ αἱ γραφαὶ καὶ δίκαι, οὐ μέντοι καὶ αἱ δίκαι γραφαί ‑ ἐξῆν τῷ βουλομένῳ γράφεσθαι, καὶ ἐπὶ μὲν πασῶν τούτων ὁ μὴ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων προσωφλίσκανε χιλίας· ὁ δὲ τῆς ἀσεβείας γραψάμενος καὶ [42] οὐχ ἑλὼν ἐθανατοῦτο. καὶ τῆς μὲν ὕβρεως τὸ τίμημα οὐκ ἦν τοῦ παθόντος ἀλλὰ δημόσιον, δώρων δὲ κατὰ τοῦ ἐπὶ δώροις δικάσαντος ἦν ἡ γραφή, δεκασμοῦ δὲ κατὰ τοῦ διαφθείραντος· καὶ ὁ μὲν δεκάζεσθαι ὁ δὲ δεκάζειν ἐλέγετο. τῆς δὲ ἀργίας ἐπὶ μὲν Δράκοντος ἀτιμία ἦν τὸ τίμημα· ἐπὶ δὲ Σόλωνος, εἰ τρίς τις ἁλῴη, ἠτιμοῦτο. καὶ [43] λιποναυτίου μὲν ἐκρίνετο ὁ τὴν ναῦν ἐκλιπών, ὥσπερ ὁ τὴν τάξιν λιποταξίου, ἀναυμαχίου δὲ ὁ τὴν ναῦν μὲν μὴ λιπών, μὴ μέντοι ναυμαχήσας. ἑταιρήσεως δ' ἦν γραφὴ καὶ δοκιμασία καὶ ἐπαγγελία· καὶ ταῦτα τῆς κατὰ τῶν ἑταιρηκότων κατηγορίας τὰ ὀνόματα. ψευδεγγραφῆς δ' ἦν δίκη κατὰ τῶν ὡς ὀφείλοντάς τινας ἐνδειξαμένων, εἰ [44] ψευδῶς σεσυκοφαντηκότες ἁλῷεν. κατὰ δὲ τούτου ἦν καὶ ἐπιβουλεύσεως γραφή, ψευδοκλητείας δὲ κατὰ τῶν οὐ δικαίως κεκλητευκότων. δωροξενίας δέ, εἴ τις ξενίας κρινόμενος δῶρα δοὺς ἀποφύγοι. παρανόμων δέ, εἴ τις ψήφισμα γράψαι ἢ νόμον παράνομον· ὑπομοσάμενος γάρ τις τὸ γραφέν, οὗ ἡ κατηγορία ὑπωμοσία ἐκαλεῖτο, διήλεγχεν ὅτι ἔστι παράνομον ἢ ἄδικον ἢ ἀσύμφορον. δοκιμασία δὲ τοῖς ἄρχουσιν ἐπηγγέλλετο, καὶ τοῖς κληρωτοῖς καὶ τοῖς αἱρετοῖς [45] εἴτ' ἐπιτήδειοί εἰσιν ἄρχειν εἴτε καὶ μή, καὶ τοῖς δημαγωγοῖς, εἰ ἡταιρηκότες εἶεν ἢ τὰ πατρῷα κατεδηδοκότες ἢ τοὺς γονέας κεκακωκότες ἢ ἄλλως κακῶς βεβιωκότες· ἀτίμους γὰρ αὐτοὺς ἐχρῆν εἶναι καὶ μὴ λέγειν. εὔθυνα δὲ κατὰ τῶν ἀρξάντων ἢ πρεσβευσάντων ἦν μὲν περὶ χρημάτων πρὸς τοὺς εὐθύνους καὶ λογιστάς (οἱ δ' ἦσαν δέκα), ἦν δὲ περὶ ἀδικημάτων πρὸς τοὺς δικαστάς. ἡ δ' εὔθυνα [46] χρόνον εἶχεν ὡρισμένον, μεθ' ὃν οὐκέτ' ἐξῆν ἐγκαλεῖν. ἰδίως δὲ ἡ κατὰ τῶν πρεσβευτῶν γραφὴ παραπρεσβείας ἐλέγετο. προβολὴ δὲ ἦν κλῆσις εἰς δίκην κατὰ τῶν κακόνως πρὸς τὸν δῆμον διακειμένων. προβολαὶ δ' ἐγίνοντο τοῦ δήμου ψηφισαμένου καὶ τῶν εὐνουστάτων τῇ πόλει, ὡς Λυσίας ἐν τῷ κατὰ Θεοδοτίδου (59 Th) περὶ ἀμφοῖν λέγων προβολαὶ δὲ ἦσαν καὶ αἱ τῆς συκοφαντίας γραφαί· Λυσίας ἐν τῷ πρὸς Ἱπποκράτην αἰκίας (fg 126 Tur). ἐγίνοντο δὲ καὶ περὶ τῶν ἐξυβρισάντων ἢ ἀδικησάντων ἢ ἀσεβησάντων περὶ τὰς ἑορτάς, [47] ὡς ἡ κατὰ Μειδίου προβολή. φάσις δὲ ἦν τὸ φαίνειν τοὺς περὶ τὰ μέταλλα ἀδικοῦντας, ἢ περὶ τὸ ἐμπόριον κακουργοῦντας ἢ περὶ τὰ τέλη, ἢ τῶν δημοσίων τι νενοσφισμένους, ἢ συκοφαντοῦντας, ἢ περὶ τοὺς ὀρφανοὺς ἐξαμαρτάνοντας. ἐφαίνοντο δὲ πρὸς τὸν ἄρχοντα. κοινῶς δὲ φάσεις ἐκαλοῦντο πᾶσαι αἱ μηνύσεις τῶν λανθανόντων ἀδικημάτων. ἐδίδοσαν δὲ ἐν γραμματείῳ γράψαντες τὴν φάσιν, τά θ' ἑαυτῶν καὶ τὸ τοῦ κρινομένου ὄνομα προσγράψαντες [48] καὶ τίμημα ἐπιγραψάμενοι· ὁ δὲ ἄρχων παρεδίδου τὴν κρίσιν δικαστηρίῳ. καὶ τὸ μὲν τιμηθὲν ἐγίνετο τῶν ἀδικουμένων, εἰ καὶ ἄλλος ὑπὲρ αὐτῶν φήνειεν· ὁ δὲ μὴ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων τὴν ἐπωβελίαν προσωφλίσκανεν. ἦν δὲ ἕκτον τοῦ τιμήματος, ὡς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην (fg 63 Tur) περὶ χωρίου. εἰσήγετο δὲ τὰ μὲν ἐντὸς χιλίων εἰς ἕνα καὶ διακοσίους, τὰ [49] δὲ ὑπὲρ χιλίας εἰς ἕνα καὶ τετρακοσίους. ἔδει δὲ καὶ κλητῆρας προσεπιγράφεσθαι τὸν φαίνοντα, εἰ εἰσὶ μάρτυρες. ἔνδειξις δὲ ἦ πρὸς τὸν ἄρχοντα ὁμολογουμένου ἀδικήματος μήνυσις, οὐ κρίσεως ἀλλὰ τιμωρίας δεομένου. ὁ δ' ἐνδεικνύμενος ἐν γραμματείῳ πρὸς τὸν ἄρχοντα τὴν ἔνδειξιν ἀποφέρει, ἵν' ὑπεύθυνος ᾖ τῆς ψευδοῦς ἐνδείξεως. καὶ αὕτη μὲν γίνεται περὶ τῶν οὐ παρόντων, ἡ δὲ ἀπαγωγή, ὅταν τις ὃν ἔστιν ἐνδείξασθαι μὴ παρόντα, τοῦτον παρόντα [50] ἐπ' αὐτοφώρῳ λαβὼν ἀπαγάγῃ. ὁ δὲ κίνδυνος ἐν χιλίαις. μάλιστα δὲ τοὺς ὀφείλοντας τῷ δημοσίῳ ἐνεδείκνυσαν, ἢ τοὺς κατιόντας ὅποι μὴ ἔξεστιν, ἢ τοὺς ἀνδροφόνους. ἐφηγεῖσθαι δέ ἐστιν, ὅταν τις δι' ἀσθένειαν ἀπαγαγεῖν οὐ θαρρῶν ἐπάγῃ τὸν ἄρχοντα ἐπ' οἰκίαν οὗ τις τούτων ἀποκρύπτεται. ἀνδρολήψιον δέ· ὅταν τις τοὺς ἀνδροφόνους καταφυγόντας ὥς τινας ἀπαιτῶν μὴ λαμβάνῃ, [51] ἔξεστιν ἐκ τῶν οὐκ ἐκδιδόντων ἄχρι τριῶν ἀπαγαγεῖν. ὁ δὲ ἀδίκως ἀνδροληψίᾳ κεχρημένος οὐκ ἀνεύθυνος ἦν. ἡ δ' εἰσαγγελία τέτακται ἐπὶ τῶν ἀγράφων δημοσίων ἀδικημάτων. κατὰ τὸν νόμον τὸν εἰσαγγελτικόν .... (ἀμφοτέρως γὰρ λέγουσιν), ὃς κεῖται .... περὶ ὧν οὐκ εἰσὶ νόμοι, ἀδικῶν δέ τις ἁλίσκεται ἢ ἄρχων ἢ ῥήτωρ, εἰς τὴν βουλὴν εἰσαγγελία δίδοται κατ' αὐτοῦ, κἂν μὲν μέτρια ἀδικεῖν δοκῇ, ἡ βουλὴ ποιεῖται ζημίας ἐπιβολήν, [52] ἂν δὲ μείζω, παραδίδωσι δικαστηρίῳ· τὸ δὲ τίμημα, ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι. ἐγίνοντο δὲ εἰσαγγελίαι καὶ κατὰ τῶν καταλυόντων τὸν δῆμον ῥητόρων, ἢ μὴ τὰ ἄριστα τῷ δήμῳ λεγόντων, ἢ πρὸς τοὺς πολεμίους ἄνευ τοῦ πεμφθῆναι ἀπελθόντων, ἢ προδόντων φρούριον ἢ στρατιὰν ἢ ναῦς, ὡς Θεόφραστος ἐν τῷ πρώτῳ περὶ Νόμων. ὅτι δὲ ὁ εἰσαγγείλας καὶ οὐχ ἑλὼν ἀζήμιος ἦν, Ὑπερείδης [53] ἐν τῷ ὑπὲρ Λυκόφρονος (III) φησίν. καίτοι γε ὁ Θεόφραστος τοὺς μὲν ἄλλας γραφὰς γραψαμένους χιλίας τ' ὀφλισκάνειν, εἰ τὸ πέμπτον τῶν ψήφων μὴ καταλάβοιεν, καὶ προσατιμοῦσθαι, τοὺς δὲ εἰσαγγέλλοντας μὴ ἀτιμοῦσθαι μέν, ὀφλεῖν δὲ τὰς χιλίας· ἔοικε δὲ τοῦτο διὰ τοὺς ῥᾳδίως εἰσαγγέλλοντας ὕστερον προσγεγράφθαι. Δημοσθένης δὲ ἐν τῷ κατὰ Μέδοντος (fg 7 Tur) καὶ κατὰ τῶν μὴ προσηκόντως τῇ ἐπικλήρῳ συνοικούντων γίνεσθαι τὰς εἰσαγγελίας λέγει. χίλιοι δὲ κατὰ μὲν τὸν Σόλωνα τὰς εἰσαγγελίας [54] ἔκρινον, κατὰ δὲ τὸν Φαληρέα καὶ πρὸς πεντακόσιοι. ἀγραφίου δὲ κατηγοροῦνται οἵτινες ἂν ἑαυτοὺς ἐκ τῶν ἐγγεγραμμένων ἐξαλείφωσιν. καὶ ἀλογίου δὲ δίκη ἦν κατὰ τῶν οὐκ ἀποδιδόντων λογισμοὺς ὧν ἂν διαχειρίσωσιν.
ἔστι δὲ ἐκ τῶν δικαστικῶν ὀνομάτων προωμοσία ἀντωμοσία διωμοσία, ἐξωμοσία ἀπωμοσία, ὑπωμοσία, παραγραφή, ἀντιγραφή ἀντιλαχεῖν, ἐξούλης δίκη, μὴ οὖσα δίκη, ἐρήμην ὀφλεῖν, ἐνεπισκήψασθαι, πρόσκλησις, ἔφεσις, ἔκκλητοι δίκαι, ἀπὸ συμβόλων δικάζεσθαι, ἐμπορικαὶ [55] δίκαι, ἀτίμητος δίκη, διαψήφισις. προωμοσία μὲν ὅρκος ὃν ὁ κατήγορος προομνύει, ἦν μὴν ἀληθῆ κατηγορεῖν, ἀντωμοσία δὲ ὅρκος ὃν ὁ κατηγορούμενος ἀντομνύει, ἦ μὴν μὴ ἀδικεῖν, διωμοσία δὲ ὁ παρ' ἑκατέρου ὅρκος. ἐξωμοσία δέ, ὅταν τις ἢ πρεσβευτὴς αἱρεθεὶς ἢ ἐπ' ἄλλην τινὰ δημοσίαν ὑπηρεσίαν, ἀρρωστεῖν ἢ ἀδυνατεῖν φάσκων ἐξομνύηται αὐτὸς ἢ δι' ἑτέρου. ἐξώμνυντο, δὲ καὶ οἱ κληθέντες μάρτυρες, εἰ φάσκοιεν μηδὲν ἐπίστασθαι τούτων [56] ἐφ' ἃ ἐκαλοῦντο. ἡ δ' ἀπωμοσία ἐγίνετο παρὰ τῶν ἀντιλεγόντων πρὸς τοὺς ἐξομνυμένους ἐπὶ προφάσει ἀρρωστίας ἢ ἀπουσίας. συνισταμένης δὲ περὶ τούτου δίκης, τὸ παρὰ τοῦ κρίνοντος ἔργον ἀπωμοσία ἐκαλεῖτο. ὑπωμοσία δέ ἐστιν, ὅταν τις ἢ ψήφισμα ἢ νόμον γραφέντα γράψηται ὡς ἀνεπιτήδειον· τοῦτο γὰρ ὑπομόσασθαι λέγουσιν. καὶ οὐκ ἦν μετὰ τὴν ὑπωμοσίαν τὸ γραφέν, πρὶν [57] κριθῆναι, κύριον. παραγραφὴ δ' ἦν ἡ αὐτὴ καὶ διαμαρτυρία, ὅταν τις μὴ εἰσαγώγιμον λέγῃ εἶναι τὴν δίκην ἢ ὡς κεκριμένος ἢ διαίτης γεγενημένης ἢ ὡς ἀφειμένος, ἢ ὡς τῶν χρόνων ἐξηκόντων ἐν οἷς ἔδει κρίνεσθαι .... οἷον οὐκ εἰσαγγελίας ἀλλὰ παρανόμων, οὐ δημοσίᾳ ἀλλ' ἰδίᾳ, ἢ ὡς οὐ παρὰ τούτοις κρίνεσθαι δέον, οἷον οὐκ ἐν Ἀρείῳ πάγῳ ἀλλ' ἐπὶ Παλλαδίῳ. ἄγραπτος δὲ δίκη ἐκαλεῖτο ἡ ὑπὸ τῆς παραγραφῆς ἀναιρεθεῖσα καὶ διαγραφεῖσα.
[58] ἀντιγραφὴ δέ, ὅταν τις κρινόμενος ἀντικατηγορῇ. καὶ ἡ παραγραφὴ δὲ ἀντιγραφῇ ἔοικεν· διὸ καὶ προεισέρχεται. ὁ δ' ἀντιγραψάμενος μὴ κρατήσας τὴν ἐπωβελίαν προσωφλίσκανεν. τίθενται δὲ τὸ τῆς ἀντιγραφῆς ὄνομα καὶ κατὰ τῶν ἀπαντώντων πρὸς τὰς γραφάς, καὶ ἔστι πρὸς τὴν γραφὴν τὸ τοῦ φεύγοντος γράμμα ἀντιγραφή, οἷον 'τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος, γράψας τὰ ἐν τῷ γραμματείῳ' [59] (Demosth XLV 46). ἡ δὲ τῆς ἐξούλης δίκη γίνεται, ὅταν τις τὸν ἐκ δημοσίου πριάμενον μὴ ἐᾷ καρποῦσθαι ἃ ἐπρίατο, ἢ τὸν νικήσαντα ἃ ἐνίκησεν, ἀλλ' ἢ ἔχοντα ἐκβάλλῃ ἢ σχεῖν κωλύσῃ, ἢ αὐτὸς ὁ ὀφλὼν ἢ ἄλλος ὑπὲρ αὐτοῦ. καὶ μὴν καὶ εἰ ὁ μὲν ὡς ἐωνημένος ἀμφισβητεῖ κτήματος, ὁ δὲ ὡς ὑποθήκην ἔχων, ἐξούλης ἡ [60] δίκη. ἡ δὲ μὴ οὖσα δίκη οὕτως ὠνομάζετο· ὁπόταν τις παρὰ διαιτηταῖς παραγραψάμενος, καὶ ὑπομοσάμενος νόσον ἢ ἀποδημίαν, εἰς τὴν κυρίαν μὴ ἀπαντήσας ἐρήμην ὄφλῃ, ἐξῆν ἐντὸς δέκα ἡμερῶν τὴν μὴ οὖσαν ἀντιλαχεῖν, καὶ ἡ ἐρήμη ἐλύετο, ὡς ἐξ ἀρχῆς ἐλθεῖν ἐπὶ διαιτητήν. εἰ δὲ μὴ ἕλοι τὴν μὴ οὖσαν, ὀμόσας μὴ ἑκὼν ἐκλιπεῖν τὴν δίαιταν, κύρια τὰ διαιτηθέντα ἐγίνετο· ὅθεν ἐγγυητὰς καθίστασαν [61] τοῦ ἐκτίσματος. ἀντιλαχεῖν δὲ δίκην ἐξῆν, ὁπότε τις μὴ παρὼν ἐν δικαστηρίῳ κατακηρυχθεὶς καὶ μὴ ὑπακούων ἐρήμην ὄφλοι. ἀντιλαχεῖν δὲ δύο ἐντὸς μηνῶν ὑπῆρχεν. εἰ δὲ μὴ τοῦτο σχοίη, τὸ ἐγγεγραμμένον ὦφλε καὶ ἄτιμος ἦν. ἐνεπισκήψασθαι δ' ἦν, ὁπότε τις ἐν τοῖς δημευθεῖσιν ἑαυτῷ τι ὀφείλεσθαι ἢ προσήκειν [62] λέγοι· καὶ τὸ πρᾶγμα ἐνεπίσκημμα ἐκαλεῖτο. πρόσκλησις δ' ἐστὶν ἐπὶ τῶν ἀμφισβητούντων κλήρου ἢ ἐπικλήρου· ὁ γὰρ ἀμφισβητῶν προσκαλεῖται τὸν ἐπιδεδικασμένον πρὸς τὸν ἄρχοντα· εἰ δὲ μὴ προσκαλέσαιτο, ἀτελὴς ἡ δίκη. αὗται δὲ ἐλέγοντο ἀπρόσκλητοι δίκαι. πρόκλησις δ' ἐστὶ λύσις τῆς δίκης ἐπί τινι ὡρισμένῳ ὅρκῳ ἢ μαρτυρίᾳ ἢ βασάνῳ ἢ ἄλλῳ τινὶ τοιούτῳ. ἔφεσις δέ ἐστιν, ὅταν τις ἀπὸ διαιτητῶν ἢ ἀρχόντων ἢ δημοτῶν ἐπὶ δικαστὴν ἐφῇ, ἢ ἀπὸ βουλῆς ἐπὶ δῆμον, ἢ ἀπὸ δήμου ἐπὶ δικαστήριον, ἢ ἀπὸ δικαστῶν [63] ἐπὶ ξενικὸν δικαστήριον· ἐφέσιμος δ' ὠνομάζετο ἡ δίκη. αὗται δὲ καὶ ἔκκλητοι δίκαι ἐκαλοῦντο. τὸ δὲ παρακαταβαλλόμενον ἐπὶ τῶν ἐφέσεων, ὅπερ οἱ νῦν παραβόλιον καλοῦσι, παράβολον Ἀριστοφάνης (Vesp 992) λέγει. ἐμπορικαὶ δὲ δίκαι ἔμμηνοι αἱ τῶν ἐμπόρων ἢ τῶν περὶ τὸ ἐμπόριον. ἀπὸ συμβόλων δ' ἔστιν ὅτε οἱ σύμμαχοι ἐδικάζοντο. ἀτίμητος δὲ δίκη, ἣν οὐκ ἔστιν ὑποτιμήσασθαι, ἀλλὰ τοσούτου [64] τετίμηται ὅσου ἐπιγέγραπται. διαψήφισις δ' ἦν τὸ τοὺς δημότας τὴν ψῆφον ὑπὲρ τῶν παρεγγεγράφθαι δοκούντων ἐνεγκεῖν.
προσθετέον δὲ τοῖς εἰρημένοις καὶ τάδε, δίαιτα, διαιτητής, συνδιαιτητὴς ὡς Δημοσθένης (XXXIII 19. 20). διαιτᾶν διαιτᾶσθαι, διῄτησεν δεδιῃτημένον, κατεδιῄτησεν ἀποδεδιῃτημένη, διαιτήσιμον ὡς Ἰσαῖος (fg 155 Tur), κατεδιῃτησάμην ὡς Λυσίας (fg 319 Tur) ἐπὶ τοῦ ἑλόντος ἐν τῇ διαίτῃ.
[65] δόρυ ἐπὶ τῇ ἐκφορᾷ ἐπὶ τῶν βιαίως ἀποθανόντων ἐπεφέρετο. καὶ αἱ προθέσεις δὲ διὰ τοῦτο ἐγίνοντο, ὡς ὁρῷτο ὁ νεκρός, μή τι βίαιον πέπονθεν. κῆδος δὲ τὸ πένθος, καὶ οἱ ἐπὶ τὴν οἰκίαν τοῦ πενθοῦντος ἀφικνούμενοι ἐξιόντες ἐκαθαίροντο ὕδατι περιρραινόμενοι· [66] τὸ δὲ προύκειτο ἐν ἀγγείῳ κεραμέῳ, ἐξ ἄλλης οἰκίας κεκομισμένον τὸ ὕδωρ, τὸ δ' ὄστρακον ἐκαλεῖτο ἀρδάνιον. ἡ δ' ἐπὶ τῷ πένθει σύνοδος περίδειπνον. τῶν δ' ἀγάμων λουτροφόρος τῷ μνήματι ἐφίστατο, κόρη ἀγγεῖον ἔχουσα ὑδροφόρον, ὑδρίαν ἢ πρόχουν ἢ κρωσσὸν ἢ κάλπιν. τὴν δὲ ἐφισταμένην εἰκόνα, εἴτε λουτροφόρος εἴη εἴτε ἄλλη τις, ἐπίστημα Ἰσαῖος (fg 159 Tur) κέκληκεν. εἴργοντο δὲ ἱερῶν καὶ ἀγορᾶς οἱ ἐν κατηγορίᾳ φόνου ἄχρι κρίσεως· καὶ τοῦτο προαγόρευσις ἐκαλεῖτο.
[67] λέγεται δ' ὁ κατήγορος καὶ διώκων, κρίνων, κατηγορῶν, εὐθύνων, αἰτιώμενος, γραψάμενος, καὶ ἡ κατηγορία δίωξις, εὔθυνα, αἰτία, κρίσις, γραφή, ἐπαγγελία. καὶ Ἰσαῖος (fg 157 Tur) ἐπιδιώκειν ἔφη τὸ πάλιν δικάζεσθαι. ὁ δὲ κατηγορούμενος κρινόμενος, διωκόμενος, εὐθυνόμενος, ἀπολογούμενος, ὁ ἐν αἰτίᾳ, γραφείς, φεύγων. καὶ φεύγειν τὸ κρίνεσθαι, κατηγορεῖσθαι, ἀπολογεῖσθαι, γραφῆναι, ἐν αἰτίᾳ εἶναι.
[68] καὶ ἐπὶ μὲν τοῦ κατηγοροῦντος εἴποις ἂν εἷλεν, ἤλεγξε διήλεγξεν ἐξήλεγξεν, ἀπέδειξεν παρέστησε τοῖς δικάζουσιν, ἐπὶ δὲ τοῦ ἀπολογουμένου ἀπελογήσατο, ἀπελύθη ὡς Ἀντιφῶν (fg 153 Bl), ἀπέφυγεν, ἀπελύσατο τὰς αἰτίας· κἀκεῖνος μὲν ἀπέφηνεν ὑπαίτιον ὑπόδικον ὑπεύθυνον, ἔνοχον ὕποχον, ἠδικηκότα, κεκακουργηκότα, ὁ δὲ ἑαυτὸν ἀπέδειξεν ἀνεύθυνον ἀναίτιον ἀνυπαίτιον, σεσυκοφαντημένον, καθαρόν, ἔξω τῆς αἰτίας, ἀνεπίληπτον, ἀνεπίκλητον ὡς Ξενοφῶν (Cyrop II 1. 22), [69] ἀφ' οὗ τὸ ἀνεπικλήτως Θουκυδίδης (I 92). Δημοσθένης (Epist II 13, XIII 2) δὲ ἀνέγκλητον καὶ ἀνεγκλήτως· ταῦτα δὲ καὶ ἐπὶ τῶν οὐδὲ τὴν ἀρχὴν ἐγκληθέντων ἁρμόττει. ἐπὶ μὲν οὖν τοῦ ἄντικρυς ἐλεγχθέντος εἰρήσεται ἐπ' αὐτῇ τῇ φωρᾷ, ἐπ' αὐτοφώρῳ, ἐλήφθη, κατεφωράθη· ἐπὶ δὲ τοῦ ὑποπτευθέντος, ἐξ ὑπονοίας, ἐξ ὑποψίας, εἰκότων, σημείων, τεκμηρίων, συμβόλων.
[70] τὰ δὲ τιμήματα ζημία, φυγή, ἀτιμία, θάνατος, δεσμός, στίγματα, στήλη. καὶ ἀπὸ μὲν τῆς ζημίας ζημιοῦν ἐζημίωσαι ζημιῶδες ἐπιζήμιον· ἀπὸ δὲ τοῦ φυγὴ φυγάς φεύγειν φυγαδευθῆναι, διωχθῆναι (Ὑπερείδης (fg 238 Bl) δέ που καὶ ἐξεδιώχθη λέγει, καὶ Δείναρχος (fg 16 Tur) ἐδίωξεν), ὑπερορισθῆναι, ἐκπεσεῖν· ἀπὸ δὲ ἀτιμίας ἠτίμωσεν ἀτιμωθείς, ἄτιμος ἀτίμως, ὥσπερ τἀναντία ἐπιτιμία ἐπίτιμος ἐπιτίμως· ἀπὸ δὲ θανάτου ἐθανατώθη ἐθανάτωσαν, ἀπέκτειναν, ἀνεῖλον, ἀπέσφαξαν, ἀπῆγξαν, ἀπετυμπάνισαν, κατεκρήμνισαν, κατὰ κρημνοῦ [71] ὦσαν. ἐκ δὲ τούτου ἂν εἴη καὶ τὸ νηποινὶ τεθνάναι. ὁ δὲ παραλαμβάνων τοὺς ἀναιρουμένους καλεῖται δήμιος, δημόκοινος, ὁ πρὸς τῷ ὀρύγματι ὁ ἐπὶ τῷ ὀρύγματι· καὶ τὰ ἐργαλεῖα αὐτοῦ ξίφος, βρόχος, τύμπανον, φάρμακον, κώνειον. ἀπὸ δὲ δεσμοῦ δῆσαι, δεσμοῦ προστιμῆσαι, δεδέσθαι, δεσμώτης δεσμά, δεσμωτήριον, ἐμβληθῆναι εἰς τὸ δεσμωτήριον, ἐμπεσεῖν εἰσαχθῆναι ἀπαχθῆναι, κατατεθῆναι, καὶ ἐμβαλεῖν, εἰσαγαγεῖν ἀπαγαγεῖν, εἶρξαι, κατακλεῖσαι, καταθέσθαι, δεῖν [72] καταδεῖν, δεσμεύειν ὡς Ἰσαῖος (fg 153 Tur)· Δείναρχος (p 340. 15 Tur) δὲ καὶ δοῦσαν τὴν δεσμεύουσαν, Αἰσχίνησ() δὲ ἐδεδέμεθα. εἰρχθῆναι ἐν ξύλῳ, ἐν τῇ ποδοκάκῃ. εἰργμός εἰρκτή, δεσμωτήριον, οἴκημα, φρουρά φρούριον φρουρεῖσθαι. τῷ δεδέσθαι δ' ἂν προσήκοι καὶ τὸ παρὰ Δημοσθένει (XXIV 169) ἄδετοι, καὶ τὸ παρὰ Θουκυδίδῃ (III 34. 3) ἀδέσμῳ φρουρᾷ. ἐν δὲ τῷ δεσμωτηρίῳ καὶ πεντεσύριγγον τι ξύλον ἐκαλεῖτο. καὶ στροφαῖος ἐν τῷ οἰκήματι θεὸς παρὰ τὸν στροφέα ἱδρυμένος· θεός ἐστι δ' Ἑρμῆς. καὶ σφαλὸς δὲ τὸ δεσμωτικὸν ξύλον ἐκαλεῖτο, [73] ἁλλόμενον, ᾧ ἐδίσκευον ἐκ καλῳδίου ἠρτημένῳ. ἀπὸ δὲ τοῦ στίζειν στίγματα, στίξας στιχθείς, στιγματίας. ἀπὸ δὲ τῆς στήλης ἐνέγραψαν, ἐστηλίτευσαν, ἐστηλιτευμένος κατεστηλιτευμένος, ἐστηλοκοπημένος· οὕτω γὰρ Ὑπερείδης (fg 239 Bl).
καὶ ἐπὶ μὲν τοῦ καταδικασθέντος ἥλω ἑάλω, ᾑρέθη καθῃρέθη, ἁλώσιμος ἁλούς, ἁλίσκεσθαι ἁλισκόμενος, κατεδικάσθη, ἡττήθη, κατεγνώσθη, καὶ τὰ πράγματα αἵρεσις, καταδίκη, κατάγνωσις, καὶ ὁ ἀνὴρ [74] κατάδικος· ἀπὸ μὲν τούτου μόνου ὄνομα, τὰ δ' ἄλλα μετοχαί. ἐπὶ δὲ τοῦ κατηγόρου κρατήσαντος εἷλε καθεῖλε, κατεδικάσατο, ἐξήλεγξεν. ἐπὶ δὲ τοῦ κρινομένου νικήσαντος ἀπέφυγεν, ἀφείθη, ἀπέγνω αὐτοῦ τὸ δικαστήριον, ἀπεψηφίσατο, ἀφῆκεν, ἀπήλλαξεν, ἀνέλεγκτος ἔμεινε, καθαρὸς εἶναι ἐγνώσθη, ἀναίτιος.
κἀπὶ μὲν τοῦ ἀνελόντος ῥητέον ἀνεῖλεν, ἀπέκτεινεν ἀπέκτονεν, ἀπέσφαξεν, ἀπεχρήσατο διεχρήσατο, καθεῖλεν, ἐδολοφόνησεν, ἀνελών, ἀποσφάξας, ἀποκτείνας, ἀποχρησάμενος διαχρησάμενος, καθελών, [75] δολοφονήσας· ἐπὶ δὲ τοῦ ἀναιρεθέντος ἀνῃρέθη, ἀπεσφάγη, καθῃρέθη, ἐδολοφονήθη, καὶ ἀναιρεθείς, ἀποσφαγείς, καθαιρεθείς, δολοφονηθείς. τὸ δ' ἔργον σφαγή, ἀναίρεσις, φόνος, μιαιφονία. ἐπὶ δὲ τοῦ ὑβρίσαντος ὑβριστής, ὑπερήφανος, ὑπερόπτης, ἀσελγής, ἐπαχθής, ἀφειδής, πρόχειρος, προπετής, πάροινος, βαρύς, ὑβρίζων ἐξυβρίζων καθυβρίζων ὑπερυβρίζων, ἀσελγαίνων ἐνασελγαίνων, παροινῶν, ὑβριστικός, [76] αἰκιστικός, ὑπεροπτικός. καὶ ὑβριστικῶς, ὑπεροπτικῶς, ἀσελγῶς, παροίνως, βαρέως, αἰκιστικῶς, ἀφειδῶς, προχείρως, προπετῶς. ὕβρισεν ἐξύβρισεν, ἠσέλγησεν, ἐπαρῴνησεν, ᾐκίσατο, ἐτύπτησε, πληγαῖς ἔκοψε, κατηλόησε, πληγὰς ἐνετρίψατο, ἔπαισεν, ἐπάταξεν, ἦγξεν, ἤραξεν, πὺξ ἐπάταξε, λὰξ ἐνήλατο. Ὑπερείδης (fg 78 Bl) δὲ καὶ κονδυλίζειν ἔφη, καὶ τὸ παθεῖν κονδυλίζεσθαι· ὁ δ' αὐτὸς καὶ πρὸς τὸ πρόσωπον [77] προσπτύειν. καὶ ἀποστρέφειν τὰς χεῖρας. Πλάτων (v. n.). πατῶν ἐμπηδῶν, πλήττων, τύπτων, συγκόπτων, παίων, πατάσσων, ἀράσσων, ὑποσκελίζων, ἐναλλόμενος, αἰκιζόμενος, τοὺς ὀφθαλμοὺς ἐξορύττων, τὸ πρόσωπον συντρίβων, τὰς γνάθους παραρρηγνύς, ἄγχων, ἀποπνίγων, λακτίζων. τὸ χεῖλος διέσχισε, διέκοψε τὸ βλέφαρον. καὶ λόγῳ ἐπὶ τοῦ ὑβριστοῦ, οὐ δυνάμενος κατέχειν παρ' ἑαυτῷ τὼ χεῖρε, τῶν χειρῶν ἀκρατής, οὐδενὸς φειδόμενος, οὐδενὸς ἀπεχόμενος, κονδύλοις παίων, ἐπὶ κόρρης τύπτων, πὺξ παίων, λὰξ ἐναλλόμενος, οὐ κατέχων τὸν λογισμόν, ἐπιτρέπων πάντα τῷ θυμῷ, τὴν ἐξουσίαν τῷ βούλεσθαι μετρῶν, ἀπερίσκεπτος τῶν νόμων, ἐπεγγελῶν [78] καταγελῶν, ἐπιχλευάζων, ἐπικαταμωκώμενος. καὶ τὰ πράγματα γέλως κατάγελως, χλευασμός χλευασία· χλεύη γὰρ λέγεται μὲν παρὰ πολλοῖς, ἐγὼ δ' οὐκ οἶδ' εὑρών. καὶ κατ' ἄλλην ἰδέαν τὰ ὑβρισμένα αὐτῷ ἐξυβρισμένα τὰ πεπαρῳνημένα, τὰ ἠσελγημένα τὰ παρηνομημένα. ἔστι δ' ἐπὶ τοῦ παθόντος εἰπεῖν ὕβρισται, ἠσέλγηται ἐνησέλγηται, πεπαρῴνηται ἐμπεπαρῴνηται, ᾔκισται κατῄκισται, τετύπτηται, διακέκοπται, [79] ἐπ' ὀλίγης τῆς ῥοπῆς ἐστίν, ἐξώρυκται τὼ ὀφθαλμώ, παρατέθραυσται τὰς πλευράς, ὕφαιμός ἐστιν, ἐξαίμων, ὑπερῳδηκώς, ὑπώπιος, ὑποπέλιδνος, ἔχων ἐπὶ τοῦ προσώπου τὰ ἴχνη τῶν πληγῶν, τὰ σημεῖα τῆς ὕβρεως, τὰ δείγματα, τὰ σύμβολα, τὰ τεκμήρια. οὐκ οἶδ' εἰ βιώσιμός ἐστιν· ὀλίγας ἐλπίδας ἔχει τοῦ ζῆν, ἐπὶ θανάτῳ τυγχάνει διακείμενος. καὶ ὑβρισμένος, ἠσελγημένος, πεπαρῳνημένος συγκεκομμένος, κατῃκισμένος. τὰ δὲ τοῦ πράγματος ὀνόματα ὕβρις ὑβρίσματα, ἀσέλγεια, παροινία, ὑπερηφανία, ὑπεροψία, προπέτεια βαρύτης, πληγαί, αἰκίαι αἰκισμός, προπηλακισμός.
[80] κακήγορος, κακολόγος αἰσχρολόγος, βλάσφημος, λοίδορος φιλολοίδορος, κακορρήμων αἰσχρορρήμων. κακηγορία, κακολογία, βλασφημία, κακορρημοσύνη αἰσχρορρημοσύνη, λοιδορία κακῶς εἰπεῖν, κακῶς ἀγορεῦσαι, βλασφημῆσαι, κακηγορῆσαι ὡς Ὑπερείδης (fg 246 Bl), λοιδορῆσαι λοιδορήσασθαι, τὰ αἴσχιστα εἰπεῖν. καὶ ὁ τοιοῦτος γλώττης οὐ κρατῶν, ἀκρατὴς γλώττης, πρόχειρος τὴν γλῶτταν, καὶ γλῶττα κακήγορος, οὐδενὸς ῥήματος φειδόμενος, [81] οὐδὲν ῥῆμα αἰσχυνόμενος, ἀφειδὴς τὴν γλῶτταν εὐχερής, ῥᾴδιος, ὀλισθηρός. καὶ τὰ ἐπιρρήματα κακηγόρως, βλασφήμως, φαυλορρημόνως. φιλολοιδόρως φιλογέλως κακορρημόνως αἰσχρορρημόνως· τὸ δὲ κακολόγως καὶ αἰσχρολόγως σκληρά, ὡς λοιδόρως εὐτελές. ὁ δ' ἀδικηθεὶς κακῶς ἀκούσας, κακολογηθείς, κακηγορηθείς, τὰ χείριστα ἀκούσας, τὰ αἴσχιστα.
Σκυρίαν δὲ δίκην ὀνομάζουσιν οἱ κωμῳδοδιδάσκαλοι (III p 564. 92 Ko) τὴν τραχεῖαν, οἱ γὰρ φυγοδικοῦντες ἐσκήπτοντο εἰς Σκῦρον ἢ Λῆμνον ἀποδημεῖν.
[82] Ἀρχή, ἄρχων ἄρχειν, ἔξαρχος, ἀρχηγός, ἀρχικός. ἐξάρχων ἐξάρχειν, συνάρχων συνάρχειν. ἀρχηγέτης καὶ θηλυκῶς ἡ ἀρχηγέτις. ἀρχαιρεσίας καὶ ἀρχαιρεσιάζοντα ὡς Ἰσαῖος (fg 149 Tur). ἀναρχία. ἀρχιθεωρός, ἀρχιθεωρία καὶ ἡ ἀρχιθεώρησις [83] ὡς Ἰσαῖος (fg 150 Tur), ἀρχιθεωροῦντα, ἀρχιθεωρεῖν, καὶ ἀρχιθεωρήσειν ὡς Ἰσαῖος (ll) ἀρχιτέκτων. ἀρχεῖα ἀρχιδίοις ὡς Δημοσθένης (XVIII 261) διῆρξα ὡς Λυσίας (fg 177 Tur). ἐπάρχειν ἐπάρξασθαι, κατάρχειν· κατάρχεσθαι δὲ ἐπὶ θυσίας. ἀπαρχάς, ἀπάργματα. Δεινάρχου (p 341. 34 Tur) δὲ τὸ συγκατήρξατο. ἐνῆρκται τὰ κανᾶ. ὕπαρχος. Δημοσθένης δὲ ἐξ ἀρχῆς καὶ ἀπ' ἀρχῆς καὶ κατ' [84] ἀρχάς. εἴποις δ' ἂν ἐπὶ μὲν τῆς ἀρχῆς καὶ ἡγεμονία, προστασία, βασιλεία, δεσποτεία, δυναστεία, μοναρχία, τυραννίς, ἐπιμέλεια, στρατηγία. τὸν δὲ ἄρχοντα ἔξαρχον, ἡγεμόνα προηγεμόνα, προστάτην, δεσπότην, βασιλέα, ἐπιμελητήν, ἁρμοστήν, ὕπαρχον, σατράπην, στρατηγόν, αὐτοκράτορα, τύραννον, δυνάστην, μόναρχον, ἔφορον ἐπόπτην ἐπίσκοπον, καὶ τὸ ἄρχειν ἡγεῖσθαι, κρατεῖν, δεσπόζειν, προστατεῖν.
[85] ἀρχόντων δὲ τῶν Ἀθήνησιν ὀνόματα οἱ ἐννέα ἄρχοντες. εἰσὶ δὲ ὁ τοῦ ἐνιαυτοῦ ἐπώνυμος, ἄρχων βασιλεύς, πολέμαρχος καὶ θεσμοθέται ἕξ· ἐκ τούτων γὰρ οἱ ἐννέα συμπληροῦνται ἐκαλεῖτο δέ τις θεσμοθετῶν ἀνάκρισις, εἰ Ἀθηναῖοί εἰσιν ἑκατέρωθεν ἐκ τριγονίας, καὶ τῶν δήμων πόθεν, καὶ εἰ Ἀπόλλων ἔστιν αὐτοῖς πατρῷος [86] καὶ Ζεὺς ἕρκιος, καὶ εἰ τοὺς γονέας εὖ ποιοῦσι, καὶ εἰ ἐστράτευνται ὑπὲρ τῆς πατρίδος, καὶ εἰ τὸ τίμημα ἔστιν αὐτοῖς. ἐπηρώτα δ' ἡ βουλή, ὤμνυον δ' οὗτοι πρὸς τῇ βασιλείῳ στοᾷ, ἐπὶ τοῦ λίθου ἐφ' ᾧ τὰ ταμιεῖα, φυλάξειν τοὺς νόμους καὶ μὴ δωροδοκήσειν, ἢ χρυσοῦν ἀνδριάντα ἀποτίσειν. εἶτα ἐντεῦθεν εἰς ἀκρόπολιν ἀνελθόντες ὤμνυον ταὐτά. μυρρίνῃ δὲ ἐστεφάνωντο, καὶ κοινῇ μὲν ἔχουσιν ἐξουσίαν [87] θανάτου, ἐάν τις κατίῃ ὅποι μὴ ἔξεστι, καὶ κληροῦν δικαστὰς καὶ ἀθλοθέτας, ἕνα κατὰ φυλὴν ἑκάστην, καὶ στρατηγοὺς χειροτονεῖν ἐξ ἁπάντων, καὶ καθ' ἑκάστην πρυτανείαν ἐπερωτᾶν εἰ δοκεῖ καλῶς ἄρχειν ἕκαστος ‑ τὸν δ' ἀποχειροτονηθέντα κρίνουσιν ‑ καὶ ἱππάρχους δύο καὶ φυλάρχους δέκα καὶ ταξιάρχους δέκα καὶ κοινῇ μὲν ταῦτα· ἰδίᾳ δὲ οἱ μὲν θεσμοθέται προγράφουσι πότε δεῖ δικάζειν τὰ δικαστήρια, καὶ τὰς εἰσαγγελίας εἰσαγγέλλουσιν εἰς τὸν δῆμον καὶ τὰς χειροτονίας, καὶ τὰς προβολὰς εἰσάγουσι καὶ τὰς τῶν παρανόμων [88] γραφάς, καὶ εἴ τις μὴ ἐπιτήδειον νόμον γράψειεν, καὶ στρατηγοῖς εὐθύνας. γίνονται δὲ πρὸς αὐτοὺς χραφαὶ ξενίας, δωροξενίας δώρων, συκοφαντίας, ψευδοκλητείας, ψευδεγγραφῆς, βουλεύσεως, ἀγραφίου, μοιχείας. εἰσάγουσι δὲ καὶ δοκιμασίας ταῖς ἀρχαῖς, καὶ τοὺς ἀπεψηφισμένους, καὶ τὰς ἐκ τῆς βουλῆς καταγνώσεις, καὶ δίκας ἐμπορικὰς καὶ μεταλλικάς, καὶ ἐὰν δοῦλος κακῶς ἀγορεύῃ τὸν ἐλεύθερον, καὶ ταῖς ἀρχαῖς ἐπικληροῦσι τὰ δικαστήρια τά τε ἴδια καὶ τὰ δημόσια, καὶ τὰ σύμβολα τὰ πρὸς τὰς πόλεις κυροῦσι, καὶ δίκας τὰς ἀπὸ συμβόλων εἰσάγουσι, καὶ τὰς τῶν ψευδομαρτυριῶν τῶν ἐξ Ἀρείου [89] πάγου. ὁ δὲ ἄρχων διατίθησι μὲν Διονύσια καὶ Θαργήλια μετὰ τῶν ἐπιμελητῶν, δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται κακώσεως, παρανοίας, εἰς διαιτητῶν αἵρεσιν, ἐπιτροπῆς ὀρφανῶν, ἐπιτρόπων καταστάσεις, κλήρων καὶ ἐπικλήρων ἐπιδικασίαι. ἐπιμελεῖται δὲ καὶ τῶν γυναικῶν αἳ ἂν φῶσιν ἐπ' ἀνδρὸς τελευτῇ κύειν, καὶ τοὺς οἴκους ἐκμισθοῖ τῶν ὀρφανῶν. ἔστι δ' ἐπώνυμος οὗτος, καὶ ἀπ' αὐτοῦ ὁ χρόνος ἀριθμεῖται.
[90] ὁ δὲ βασιλεὺς μυστηρίων προέστηκε μετὰ τῶν ἐπιμελητῶν καὶ Ληναίων καὶ ἀγώνων τῶν ἐπὶ λαμπάδι, καὶ τὰ περὶ τὰς πατρίους θυσίας διοικεῖ· δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται ἀσεβείας, ἱερωσύνης ἀμφισβητήσεως. καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι πᾶσιν αὐτὸς δικάζει, καὶ τὰς τοῦ φόνου δίκας εἰς Ἄρειον πάγον εἰσάγει, καὶ τὸν στέφανον ἀποθέμενος σὺν αὐτοῖς δικάζει. προαγορεύει δὲ τοῖς ἐν αἰτίᾳ ἀπέχεσθαι μυστηρίων καὶ τῶν ἄλλων νομίμων. δικάζει δὲ καὶ τὰς τῶν [91] ἀψύχων δίκας. τὴν δὲ συνοικοῦσαν αὐτῷ βασίλισσαν καλοῦσιν. ὁ δὲ πολέμαρχος θύει μὲν Ἀρτέμιδι ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δὲ τὸν ἐπιτάφιον ἀγῶνα τῶν ἐν πολέμῳ ἀποθανόντων, καὶ τοῖς περὶ Ἁρμόδιον ἐναγίζει. δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται μετοίκων ἰσοτελῶν προξένων· καὶ διανέμει τὸ λαχόν, ἑκάστῃ φυλῇ μέρος, τὸ μὲν διαιτηταῖς παραδιδούς, εἰσάγων δὲ δίκας ἀποστασίου ἀπροστασίου κλήρων μετοίκων.
[92] πάρεδροι δ' ὀνομάζονται οὓς αἱροῦνται ἄρχων καὶ βασιλεὺς καὶ πολέμαρχος, δύο ἕκαστος οὓς βούλεται. δοκιμασθῆναι δ' αὐτοὺς ἐχρῆν ἐν τοῖς πεντακοσίοις, εἶτ' ἐν δικαστηρίῳ. προσαιροῦνται δὲ καὶ γραμματέα, ὃς ἐννόμῳ δικαστηρίῳ κρίνεται.
[93] εἰσαγωγῆς· ἀρχῆς κληρωτῆς ὄνομα· οὗτοι δὲ τὰς δίκας εἰσῆγον πρὸς τοὺς διαιτητάς.
ἀθλοθέται δέκα μέν εἰσιν, εἷς κατὰ φυλήν, δοκιμασθέντες δὲ ἄρχουσιν ἔτη τέτταρα ἐπὶ τῷ διαθεῖναι τὰ Παναθήναια, τόν τε μουσικὸν καὶ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν.
[94] ἵππαρχοι δὲ δύο ἐξ ἁπάντων Ἀθηναίων αἱρεθέντες ἐπιμελοῦνται τῶν πολέμων. οἱ δὲ φύλαρχοι δέκα, εἷς ἀπὸ φυλῆς ἑκάστης, τῶν ἱππέων προΐστανται, καθάπερ οἱ ταξίαρχοι τῶν ὁπλιτῶν.
νομοφύλακες ἐστεφάνωνται μὲν στροφίῳ λευκῷ, τὴν δὲ πομπὴν πέμπουσι τῇ θεῷ, τοῖς δὲ προέδροις ἐν ἐκκλησίαις συγκαθίζουσιν, διακωλύοντες ἐπιχειροτονεῖν ὅσα μὴ συμφέρει.
[95] πρυτάνεις. οὗτοι τὴν βουλὴν συνάγουσιν ὁσημέραι, πλὴν ἄν τις ἄφετος ᾖ, τὸν δὲ δῆμον τετράκις ἑκάστης πρυτανείας· καὶ προγράφουσι πρὸ τῆς βουλῆς καὶ πρὸ τῆς ἐκκλησίας ὑπὲρ ὧν δεῖ χρηματίζειν. τῶν δ' ἐκκλησιῶν ἡ μὲν κυρία, ἐν ᾗ τὰς ἀρχὰς ἐπιχειροτονοῦσιν, εἰ καλῶς ἄρχουσιν, ἢ ἀποχειροτονοῦσιν· ἐν ᾗ καὶ τὰς εἰσαγγελίας ὁ βουλόμενος εἰσαγγέλλει, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων [96] ἀναγινώσκουσιν οἱ πρόδικοι, καὶ τὰς λήξεις τῶν κλήρων. ἡ δὲ δευτέρα ἐκκλησία ἀνεῖται τοῖς βουλομένοις, ἱκετηρίαν θεμένοις, λέγειν ἀδεῶς περί τε τῶν ἰδίων καὶ τῶν δημοσίων· ἡ δὲ τρίτη κήρυξι καὶ πρεσβείαις ἀξιοῖ χρηματίζειν, οὓς δεῖ πρότερον τοῖς πρυτάνεσιν ἀποδοῦναι τὰ γράμματα, ἡ δὲ τετάρτη περὶ ἱερῶν καὶ ὁσίων. ὁ δ' ἐπιστάτης καλούμενός ἐστιν εἷς τῶν πρυτάνεων, ὁ κλήρῳ λαχών· δὶς δ' οὐκ ἔξεστι γενέσθαι τὸν αὐτὸν ἐπιστάτην. ἔχει δὲ οὗτος τὰς κλεῖς τῶν ἱερῶν ἐν οἷς τὰ χρήματα καὶ τὰ γράμματα. καὶ ὅταν οἱ πρυτάνεις τὸν δῆμον ἢ τὴν βουλὴν συναγάγωσιν, οὗτος ἐξ ἑκάστης φυλῆς πρόεδρον ἕνα κληροῖ, μόνην τὴν πρυτανεύουσαν ἀφιείς.
[97] ἀποδέκται δὲ ἦσαν δέκα, οἳ τούς τε φόρους καὶ τὰς εἰσφορὰς καὶ τὰ τέλη ὑπεδέχοντο, καὶ τὰ περὶ τούτων ἀμφισβητούμενα ἐδίκαζον. εἰ δέ τι μεῖζον εἴη, εἰσῆγον εἰς δικαστήριον.
ταμίαι τῆς θεοῦ κληρωτοὶ μὲν ἐκ πεντακοσιομεδίμνων ἦσαν, τὰ δὲ χρήματα παρελάμβανον τῆς βουλῆς παρούσης. ἐκαλοῦντο δ' οὗτοι κωλακρέται. εἶχον δ' ἐξουσίαν καὶ ζημίαν ἀφελεῖν, εἰ ἀδίκως ὑπὸ τῶν ἀρχόντων ἐπιβληθείη.
[98] γραμματεὺς ὁ κατὰ πρυτανείαν κληρωθεὶς ὑπὸ τῆς βουλῆς ἐπὶ τῷ τὰ γράμματα φυλάττειν καὶ τὰ ψηφίσματα, καὶ ἕτερος ἐπὶ τοὺς νόμους ὑπὸ τῆς βουλῆς χειροτονούμενος. ὁ δ' ὑπὸ τοῦ δήμου αἱρεθεὶς γραμματεὺς ἀναγινώσκει τῷ τε δήμῳ καὶ τῇ βουλῇ. ἀντιγραφεὺς πρότερον μὲν αἱρετὸς αὖθις δὲ κληρωτὸς ἦν, καὶ [99] πάντα ἀντεγράφετο παρακαθήμενος τῇ βουλῇ. δύο δ' ἦσαν, ὁ μὲν τῆς βουλῆς ὁ δὲ τῆς διοικήσεως. λογισταί. καὶ τούτους ἡ βουλὴ κληροῖ κατ' ἀρχὴν ὡς παρακολουθεῖν τοῖς διοικοῦσιν.
ἀποστολεῖς οἱ προνοούμενοι τῶν ἀποστόλων καὶ τοῦ ἔκπλου τῶν τριήρων.
πωληταὶ τὰ τέλη πιπράσκουσι μετὰ τῶν ἐπὶ τὸ θεωρικὸν ᾑρημένων, καὶ τὰς τῶν ἐξ Ἀρείου πάγου μετὰ τὸν πρότερον λόγον φυγόντων οὐσίας, καὶ τὰ δεδημευμένα. πρυτανεύει δ' ἐξ αὐτῶν εἷς, ὃς τὰ πωλούμενα βεβαιοῖ. ἀπήγοντο δὲ πρὸς τούτους καὶ οἱ μετοίκιον μὴ τιθέντες.
[100] οἱ δὲ εὔθυνοι, ὥσπερ οἱ πάρεδροι, τοῖς ἐννέα ἄρχουσι προσαιροῦνται. οὗτοι δ' εἰσπράσσουσι καὶ τοὺς ἔχοντας.
οἱ δὲ τεσσαράκοντα πρότερον μὲν ἦσαν τριάκοντα, οἳ περιιόντες κατὰ δήμους τὰ μέχρι δραχμῶν δέκα ἐδίκαζον, τὰ δὲ ὑπὲρ ταῦτα διαιτηταῖς παρεδίδοσαν· μετὰ δὲ τὴν τῶν τριάκοντα ὀλιγαρχίαν μίσει τοῦ ἀριθμοῦ τοῦ τριάκοντα τεσσαράκοντα ἐγένοντο.
χίλιοι καὶ διακόσιοι. ἀπὸ τούτων ἦσαν οἱ λειτουργοῦντες· Δημοσθένης δὲ νόμον γράψας ἀντὶ τῶν τοσούτων τριακοσίους τοὺς πλουσιωτάτους ἐποίησεν.
[101] εἰσαγωγεῖς οἱ τὰς ἐμμήνους δίκας εἰσάγοντες· ἦσαν δὲ προικός, ἐρανικαί, ἐμπορικαί.
νομοθέται δ' ἦσαν χίλιοι, οἷς ἐξῆν λῦσαι νόμον παλαιόν, ἀλλ' οὐ θεῖναι νέον· τοὺς γὰρ νέους ἐδοκίμαζεν ἡ βουλὴ καὶ ὁ δῆμος καὶ τὰ δικαστήρια.
πάρεδροι οὗτοι ...οὗτοι γὰρ παρεφύλαττον μή τις ἐντὸς τοῦ Πελασγικοῦ κείρει ἢ †καταπλέα ἢ ἐξορύττει, καὶ τῷ ἄρχοντι παρεδίδοσαν. τὸ δὲ τίμημα ἦν τρεῖς δραχμαὶ καὶ ἁπλοῦν τὸ βλάβος.
[102] οἱ ἕνδεκα εἷς ἀφ' ἑκάστης φυλῆς ἐγίνετο, καὶ γραμματεὺς αὐτοῖς συνηριθμεῖτο. νομοφύλακες δὲ κατὰ τὸν Φαληρέα Δημήτριον μετωνομάσθησαν. ἐπεμελοῦντο δὲ τῶν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἀπῆγον κλέπτας ἀνδραποδιστὰς λωποδύτας, εἰ μὲν ὁμολογοῖεν, θανατώσοντες, εἰ δὲ μή, εἰσάξοντες εἰς τὰ δικαστήρια, κἂν ἁλῶσιν, ἀποκτενοῦντες. τοῦ δὲ δεσμοφυλακίου θύρα μία χαρώνιον ἐκαλεῖτο, δι' ἧς τὴν ἐπὶ θανάτῳ ἀπήγοντο.
[103] ἐπιγραφῆς· οὗτοι τὰ ὀφειλόμενα ὑφ' ἑκάστου ἑκάστῳ ἐπέγραφον, καὶ τοὺς οὐκ εἰσφέροντας εἰσῆγον εἰς τὸ δικαστήριον, ἐπέγραφον δὲ καὶ τὰ τιμήματα ἑκάστοις κατὰ τὴν ἀξίαν. καὶ ἐν ταῖς σιτοδοσίαις ἐγίνοντο σίτου ἐπιγραφῆς, ὡς Ἀντιφῶν (fg 166 Bl) εἶπεν.
κῆρυξ ὁ μέν τις τῶν μυστικῶν, ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ καὶ Πανδρόσου τῆς Κέκροπος, ὁ δὲ περὶ τοὺς ἀγῶνας, οἱ δὲ περὶ τὰς πομπὰς ἐκ τοῦ Εὐνειδῶν γένους, οἱ δὲ κατ' ἀγορὰν τὰ ὤνια ἀποκηρύττοντες.
[104] ληξίαρχοι ἓξ καθίσταντο τῶν πολιτῶν ἐγγεγραμμένων ἐν λευκώματι, καὶ τριάκοντα ἀνδρῶν αὐτοῖς προσαιρεθέντων τοὺς ἐκκλησιάζοντας ἐξήταζον καὶ τοὺς μὴ ἐκκλησιάζοντας ἐζημίουν καὶ σχοινίον μιλτώσαντες διὰ τῶν τοξοτῶν συνήλαυνον τοὺς ἐκ τῆς ἀγορᾶς εἰς τὴν ἐκκλησίαν. ὁ δὲ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον ἐγγραφεὶς ἤδη τὰ πατρῷα παρελάμβανεν· ἡ δὲ πατρῴα οὐσία καὶ λῆξις ἐκαλεῖτο.
περιεστίαρχοι. ἐκάθαιρον χοιριδίοις μικροῖς οὗτοι τὴν ἐκκλησίαν καὶ τὸ θέατρον. καθάρσιον δὲ τοῦτο χοιρίδιον ἐκαλεῖτο.
[105] περίπολοι. ἔφηβοι περιῄεσαν τὴν χώραν φυλάττοντες, ὥσπερ μελετῶντες τὰ στρατιωτικά. καὶ εἰς μὲν τοὺς ἐφήβους εἰσῄεσαν ὀκτωκαίδεκα ἔτη γενόμενοι, δύο δὲ εἰς περιπόλους ἠριθμοῦντο, εἰκοστῷ δὲ ἐνεγράφοντο τῷ ληξιαρχικῷ γραμματείῳ, καὶ ὤμνυον ἐν Ἀγραύλου 'οὐ καταισχυνῶ τὰ ὅπλα, οὐδὲ καταλείψω τὸν παραστάτην, ᾧ ἂν στοιχῶ, ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὑπὲρ ὁσίων καὶ μόνος [106] καὶ μετὰ πολλῶν, καὶ τὴν πατρίδα οὐκ ἐλάττω παραδώσω, πλεύσω δὲ καὶ καταρόσω ὁπόσην ἂν παραδέξωμαι. καὶ συνήσω τῶν ἀεὶ κρινόντων, καὶ τοῖς θεσμοῖς τοῖς ἱδρυμένοις πείσομαι, καὶ οὕστινας ἄλλους ἱδρύσεται τὸ πλῆθος ἐμφρόνως· καὶ ἄν τις ἀναιρῇ τοὺς θεσμοὺς ἢ μὴ πείθηται, οὐκ ἐπιτρέψω, ἀμυνῶ δὲ καὶ μόνος καὶ μετὰ πάντων. καὶ τὰ ἱερὰ τὰ πάτρια τιμήσω. ἵστορες θεοί, Ἄγραυλος, Ἐνυάλιος, Ἄρης, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγεμόνη.'
[107] ἱεροποιοί. δέκα ὄντες οὗτοι ἔθυον θυσίας τὰς πεντετηρίδας, τὴν εἰς Δῆλον, τὴν ἐν Βραυρῶνι, τὴν τῶν Ἡρακλείων, τὴν Ἐλευσινάδε.
ὀργεῶνες οἱ κατὰ δήμους ἐν τακταῖς ἡμέραις θύοντες θυσίας τινάς.
φράτορες. εἰς τούτους τούς τε κόρους καὶ τὰς κόρας εἰσῆγον, καὶ εἰς ἡλικίαν προελθόντων ἐν τῇ καλουμένῃ κουρεώτιδι ἡμέρᾳ ὑπὲρ μὲν τῶν ἀρρένων τὸ κούρειον ἔθυον, ὑπὲρ δὲ τῶν θηλειῶν τὴν γαμηλίαν.
[108] γεραραί. αὗται ἄρρητα ἱερὰ Διονύσῳ ἔθυον μετ' ἄλλης θεωρίας. καθίστη δὲ αὐτὰς ὁ βασιλεὺς οὔσας τεσσαρασκαίδεκα.
δήμαρχοι οἱ κατὰ δήμους ἄρχοντες. ἐκαλοῦντο δὲ τέως ναύκραροι ὅτε καὶ οἱ δῆμοι ναυκραρίαι. ναυκραρία δ' ἦν τέως φυλῆς δωδέκατον μέρος, καὶ ναύκραροι ἦσαν δώδεκα, τέτταρες κατὰ τριττὺν ἑκάστην. τὰς δ' εἰσφορὰς τὰς κατὰ δήμους διεχειροτόνουν οὗτοι, καὶ τὰ ἐξ αὐτῶν ἀναλώματα. ναυκραρία δ' ἑκάστη δύο ἱππέας [109] παρεῖχε καὶ ναῦν μίαν, ἀφ' ἧς ἴσως ὠνόμαστο. τῆς τριττύος μέντοι ὁ ἄρχων τριττύαρχος ἐκαλεῖτο, τριττύος δ' ἑκάστης γένη τριάκοντα. καὶ αἱ φυλαὶ τέως μὲν ἐπὶ Κέκροπος ἦσαν τέτταρες, Κεκροπὶς Αὐτόχθων Ἀκταία Παραλία, ἐπὶ δὲ Κραναοῦ μετωνομάσθησαν Κραναῒς Ἀτθὶς Μεσόγαια Διακρίς, ἐπὶ δὲ Ἐριχθονίου Διὰς Ἀθηναῒς Ποσειδωνιὰς Ἡφαιστιάς, ἀπὸ δὲ τῶν Ἴωνος παίδων ἐπὶ Ἐρεχθέως Τελέοντες [110] Ὅπλητες Αἰγικόρεις Ἀργάδεις· ἐπὶ δὲ Ἀλκμαίωνος δέκα ἐγένοντο, ἐκ πολλῶν ὀνομάτων ἑλομένου τὰ παλαιὰ τοῦ Πυθίου, Ἐρεχθηὶς Κεκροπὶς Αἰγηὶς Πανδιονὶς Ἀκαμαντὶς Ἀντιοχὶς Λεοντὶς Οἰνηὶς Ἱπποθωντὶς Αἰαντίς. προσετέθησαν δ' αὐταῖς δύο, Ἀντιγονὶς καὶ Δημητριάς, ἃς ὕστερον μετωνόμασαν Ἀτταλίδα καὶ Πτολεμαΐδα. ἀπὸ δὲ φυλῶν τὸ φυλοκρινεῖν ὠνομάσθη, καὶ ὁμόφυλος ἀλλόφυλος, φυλέτης, φυλίων θεῶν ἱερά, ἐμφύλιον αἷμα, ἐμφύλιος πόλεμος.
[111] οἱ φυλοβασιλεῖς· ἐξ εὐπατριδῶν δὲ ὄντες, μάλιστα τῶν ἱερῶν ἐπεμελοῦντο, συνεδρεύοντες ἐν τῷ βασιλείῳ τῷ παρὰ τὸ βουκολεῖον. ὅτε μέντοι τέτταρες ἦσαν αἱ φυλαί, εἰς τρία μέρη ἑκάστη διῄρητο, καὶ τὸ μέρος τοῦτο ἐκαλεῖτο τριττὺς καὶ ἔθνος καὶ φρατρία. ἑκάστου δὲ ἔθνους γένη τριάκοντα ἐξ ἀνδρῶν τοσούτων, ἃ ἐκαλεῖτο τριακάδες. καὶ οἱ μετέχοντες τοῦ γένους γεννῆται καὶ ὁμογάλακτες, γένει μὲν οὐ προσήκοντες, ἐκ δὲ τῆς συνόδου οὕτω προσαγορευόμενοι. τρία δ' ἦν τὰ ἔθνη πάλαι, Εὐπατρίδαι Γεωμόροι Δημιουργοί.
[112] γυναικονόμοι δὲ ἀρχὴ ἐπὶ τοῦ κόσμου τῶν γυναικῶν. τὰς δὲ ἀκοσμούσας ἐζημίουν, καὶ τὰς ζημίας αὐτῶν γράφοντες ἐξετίθεσαν ἐπὶ τῆς πλατάνου τῆς ἐν Κεραμεικῷ.
οἱ εἴκοσι. τούτους εἵλοντο μετὰ τοὺς τριάκοντα τῆς πολιτείας καὶ τῶν νόμων ἐπιμελητάς, ἀριστίνδην ἐπιλεξάμενοι.
[113] ἦν μέντοι καὶ κρηνοφυλάκιον ἀρχή, δηλούσης τὸ ἔργον αὐτῆς τῆς ἐπικλήσεως. καὶ λέων δέ τις ἐκαλεῖτο κρηνοφύλαξ, χαλκοῦ πεποιημένος ἐπὶ κρήνης τινός, δι' οὗ τὸ ὕδωρ ἐφέρετο ἐν ταῖς πρὸς ὕδωρ δίκαις· ἐπιμελητὴς δέ τις κληρωτὸς ἐγίνετο, ὃς καὶ ἐκαλεῖτο ὁ ἐφ' ὕδωρ, ὁ παραφυλάττων τὴν ἰσότητα τῆς κλεψύδρας.
θεωρικὰ δὲ χρήματα τὰ εἰς τὰς ἑορτὰς καὶ θεῶν τιμὰς τῷ πλήθει νεμόμενα· καὶ τὸ διδόμενον ἐκαλεῖτο θεωρικὸν ὥσπερ καὶ τὸ ἐκκλησιαστικὸν καὶ τὸ δικαστικόν, ὅπερ καὶ τριώβολον καὶ δύ' ὀβολὼ καὶ ὀβολὸς ἦν Ἀττικός.
ὁ δὲ ἐπὶ τῆς διοικήσεως αἱρετὸς ἦν ἐπὶ τῶν προσιόντων καὶ ἀναλισκομένων.
[114] καὶ στρατηγοὶ δέ, ἵππαρχοι φύλαρχοι λοχαγοὶ ταξίαρχοι, καὶ ὅσα στρατιωτικὰ ἀρχῶν ὀνόματα. καὶ ἑλληνοταμίαι οἱ τοὺς φόρους ἐκλέγοντες, καὶ ἐπὶ νήσων οἱ τὰ παρὰ τῶν νησιωτῶν εἰσπράττοντες καὶ τὰς πολιτείας αὐτῶν ἐφορῶντες. καὶ τειχοποιοὶ δὲ καὶ ἱεροποιοὶ καὶ βοῶναι ὑπηρεσιῶν ὀνόματα· καὶ ἀποδέκται οἱ τὸν σῖτον ἀπομετρούμενοι, σιτῶναι δὲ οἱ συνωνούμενοι. τάχα δ' ἂν καὶ πρακτῆρες εἴη ὄνομα ὑπηρεσίας, ἢ πράκτορες, ὡς Δημοσθένης [115] (LVIII 49) 'οὐδεὶς παρέδωκε τοῖς πράκτορσι τὸ ὄνομα.' ὁμοίως δὲ καὶ ζητητὰς ἄν τις παρ' αὐτοῦ λάβοι ὄνομα δημοσίας διακονίας, οἳ τὰ λανθάνοντα ἀνεζήτουν. οἱ μέντοι ταξίαρχοι ἀναγεγραμμένους ἔχοντες τοὺς ἐκ τοῦ καταλόγου, παρεσημαίνοντο τὰ τῶν ἀφυστερούντων ὀνόματα· καὶ τοῦτο παραστίζειν ἐκαλεῖτο.
πρυτανεία δέ ἐστι ὁ χρόνος ὃν ἑκάστη φυλὴ πρυτανεύει· καὶ ὅτε μὲν δέκα ἦσαν, πλείους ἑκάστῃ φυλῇ αἱ ἡμέραι, ἐπεὶ δὲ δώδεκα ἐγένοντο, ἑκάστη φυλὴ μηνὸς πρυτανείαν ἔχει.
[116] πυρφόρος παῖς αἱρετὸς ἐκ καθαρευούσης οἰκίας ὑπὸ χλανίδι καὶ στροφίῳ περιέρχεται, πῦρ ἐπὶ τοὺς βωμοὺς ἐπιτιθείς.
σύγκλητος ἐκκλησία, ἣν ἐξαίφνης ἐποίουν μείζονος χρείας ἐπιλαβούσης. ἐκαλεῖτο δὲ καὶ κατακλησία, ὅτι καὶ τοὺς ἐκ τῶν ἀγρῶν κατεκάλουν.
ταμίας ἐκάλουν τοὺς ταῖς ἱεραῖς τριήρεσι λειτουργοῦντας, ἄλλους ἢ τριηράρχους, τούς τε ἐκ τῆς Παράλου καὶ τῆς Σαλαμινίας. ἐκαλοῦντο δὲ οἱ ναῦται οἱ μὲν οὐ πάραλοι μόνον ἀλλὰ καὶ παραλῖται, οἱ δὲ καὶ Σαλαμίνιοι.
[117] Δικαστήρια τὰ Ἀθήνησιν. Ἄρειος πάγος· ἐδίκαζε δὲ φόνου καὶ τραύματος ἐκ προνοίας, καὶ πυρκαϊᾶς, καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς. ἐγίνετο δὲ διωμοσία, καὶ μετὰ τὴν διωμοσίαν κρίσις· προοιμιάζεσθαι δὲ οὐκ ἐξῆν, οὐδ' οἰκτίζεσθαι. μετὰ δὲ τὸν πρότερον λόγον ἐξῆν φυγεῖν, πλὴν εἴ τις γονέας εἴη ἀπεκτονώς. καθ' ἕκαστον δὲ μῆνα τριῶν ἡμερῶν ἐδίκαζον ἐφεξῆς, τετάρτῃ φθίνοντος, [118] τρίτῃ, δευτέρᾳ. οἱ δ' ἐννέα ἄρχοντες οἱ καθ' ἕκαστον ἐνιαυτὸν μετὰ τὸ δοῦναι τὰς εὐθύνας ἀεὶ τοῖς Ἀρεοπαγίταις προσετίθεντο. ὑπαίθριοι δ' ἐδίκαζον. φόνου δὲ ἐξῆν ἐπεξιέναι μέχρις ἀνεψιῶν, καὶ ἐν τῷ ὅρκῳ ἐπερωτᾶν τίς προσήκων ἐστὶ τῷ τεθνεῶτι· κἂν οἰκέτης ᾖ, ἐπισκήπτειν συγκεχώρηται. τὸ ἐπὶ Παλλαδίῳ. ἐν τούτῳ λαγχάνεται περὶ τῶν ἀκουσίων φόνων· μετὰ γὰρ Τροίας ἅλωσιν Ἀργείων τινὰς τὸ Παλλάδιον ἔχοντας Φαληρῷ προσβαλεῖν, ἀγνοίᾳ δὲ ὑπὸ τῶν ἐγχωρίων ἀναιρεθέντας ἀπορριφῆναι. καὶ τῶν μὲν οὐδὲν προσήπτετο ζῷον, [119] Ἀκάμας δὲ ἐμήνυσεν ὅτι εἶεν Ἀργεῖοι τὸ Παλλάδιον ἔχοντες. καὶ οἱ μὲν ταφέντες ἀγνῶτες προσηγορεύθησαν τοῦ θεοῦ χρήσαντος, αὐτόθι δ' ἱδρύθη τὸ Παλλάδιον, καὶ περὶ τῶν ἀκουσίων ἐν αὐτῷ δικάζουσιν. τὸ ἐπὶ Δελφινίῳ ἱδρῦσθαι μὲν ὑπὸ Αἰγέως λέγεται Ἀπόλλωνι Δελφινίῳ καὶ Ἀρτέμιδι Δελφινίᾳ, ἐκρίθη δὲ ἐν αὐτῷ πρῶτος Θησεὺς ἀφοσιούμενος τὸ ἄγος τῶν ὑπ' αὐτοῦ ἀνῃρημένων λῃστῶν καὶ τῶν Παλλαντιδῶν, οὓς ὡμολόγει μὲν ἀποκτεῖναι, δικαίως δ' ἔφη [120] τοῦτο δεδρακέναι. τὸ ἐπὶ Πρυτανείῳ δικάζει περὶ τῶν ἀποκτεινάντων, κἂν ὦσιν ἀφανεῖς, δικάζει δὲ καὶ περὶ τῶν ἀψύχων τῶν ἐμπεσόντων καὶ ἀποκτεινάντων. προειστήκεσαν δὲ τούτου τοῦ δικαστηρίου οἱ φυλοβασιλεῖς, οὓς ἔδει τὸ ἐμπεσὸν ἄψυχον ὑπερορίσαι. τὸ ἐμ Φρεαττοῖ. ἐν τούτῳ ἐκρίνετο εἴ τις τῶν φευγόντων ἐπ' ἀκουσίου φόνου αἰτίᾳ δευτέραν αἰτίαν ἑκουσίου προσλάβοι. ἦν δ' ἐπὶ θαλάττῃ τὸ δικαστήριον, καὶ τὸν ἐν αἰτίᾳ προσπλεύσαντα τῆς γῆς οὐ προσαπτόμενον ἀπὸ τῆς νεὼς ἐχρῆν ἀπολογεῖσθαι, μήτ' ἀποβάθραν μήτ' ἄγκυραν εἰς τὴν γῆν βαλλόμενον.
[121] γνώριμα δικαστήρια ἡ Ἡλιαία, τὸ τρίγωνον, οὗ μέμνηται Δείναρχος (p 341. 35 Tur), μέσον παράβυστον, μεῖζον παράβυστον· καὶ μείζονος μέμνηται Λυσίας (fg 322 Tur)· ἐν μέντοι τῷ παραβύστῳ οἱ ἕνδεκα ἐδίκαζον. τὸ Μητίχου κάλλιον, οὗ μνημονεύει Ἀνδροτίων. τὸ ἐπὶ Λύκῳ, ἀφ' οὗ καὶ ἡ Λύκου δεκάς· καὶ ἥρως δὲ ἵδρυτο αὐτόθι ἔχων τοῦ θηρίου μορφήν, πάλαι δ' ἐκεῖ συνῄεσαν οἱ συνδεκάζοντες τὰ δικαστήρια. τὸ δὲ Μητίχου δικαστήριον μέγα, οὕτω κληθὲν ἀπὸ ἀρχιτέκτονος Μητίχου.
[122] ἐδίκαζον δ' οἱ ὑπὲρ τριάκοντα ἔτη ἐκ τῶν ἐπιτίμων καὶ μὴ ὀφειλόντων τῷ δημοσίῳ. ὤμνυσαν δὲ ἐν Ἀρδήττῳ δικαστηρίῳ Ἀπόλλω πατρῷον καὶ Δήμητρα καὶ Δία βασιλέα· ὁ δὲ Ἄρδηττος Ἰλισσοῦ μέν ἐστι πλησίον, ὠνόμασται δὲ ἀπό τινος ἥρωος, ὃς στασιάζοντα τὸν δῆμον ὑπὲρ ὁμονοίας ὥρκισεν. ὁ δ' ὅρκος ἦν τῶν δικαστῶν, περὶ μὲν ὧν νόμοι εἰσί, κατὰ τοὺς νόμους ψηφιεῖσθαι, περὶ δὲ ὧν μὴ εἰσί, γνώμῃ τῇ δικαιοτάτῃ· ὀμοσάντων δὲ καὶ τῶν δικαζομένων, τὸ πᾶν ἐκαλεῖτο [123] ἀμφιορκία. ἡ Ἡλιαία πεντακοσίων· εἰ δὲ χιλίων δέοι δικαστῶν, συνίστατο δύο δικαστήρια, εἰ δὲ πεντακοσίων καὶ χιλίων, τρία. ψήφους δ' εἶχον χαλκᾶς δύο, τετρυπημένην καὶ ἀτρύπητον, καὶ κάδον, ᾧ κημὸς ἐπέκειτο, δι' οὗ καθίετο ἡ ψῆφος. αὖθις δὲ δύο ἀμφορεῖς, ὁ μὲν χαλκοῦς ὁ δὲ ξύλινος, ὁ μὲν κύριος ὁ δ' ἄκυρος· τῷ δὲ χαλκῷ ἐπῆν ἐπίθημα μιᾷ ψήφῳ χώραν ἔχον ... οὗ ὕστερον μυστικῶς δικάζοντες ἦσαν ἐκ τῶν ἐπωπτευκότων. τὸ δὲ δικαστήριον περιεσχοινίζετο, τοῦ μὲν βασιλέως παραγγείλαντος, τῶν δὲ θεσμοθετῶν πληρούντων τὸ δικαστήριον.
[124] τὸ δὲ περισχοίνισμα ἀπὸ πεντήκοντα ποδῶν ἐγίνετο· καὶ οἱ ὑπηρέται ὑφειστήκεισαν, ὅπως μηδεὶς ἀνεπόπτευτος προσίῃ. αἱ μὲν οὖν τῶν δικαστηρίων θύραι κιγκλίδες ἐκαλοῦντο, ἃς οἱ Ῥωμαῖοι καγκελλωτὰς λέγουσιν· ἀνίστατο δὲ τὰ δικαστήρια, εἰ γένοιτο διοσημεῖα· ἐξηγηταὶ δ' ἐκαλοῦντο οἱ τὰ περὶ τῶν διοσημειῶν καὶ τὰ τῶν ἄλλων ἱερῶν διδάσκοντες.
[125] ἐφέται τὸν μὲν ἀριθμὸν εἷς καὶ πεντήκοντα, Δράκων δ' αὐτοὺς κατέστησεν ἀριστίνδην αἱρεθέντας· ἐδίκαζον δὲ τοῖς ἐφ' αἵματι διωκομένοις ἐν τοῖς πέντε δικαστηρίοις. Σόλων δ' αὐτοῖς προσκατέστησε τὴν ἐξ Ἀρείου πάγου βουλήν. κατὰ μικρὰ δὲ κατεγελάσθη τὸ τῶν ἐφετῶν δικαστήριον. δοκοῦσι δ' ὠνομάσθαι, ὅτι πρότερον τοῦ βασιλέως τοὺς ἐπ' ἀκουσίῳ φόνῳ κρινομένους ἐξετάζοντος ὁ Δράκων τοῖς ἐφέταις παρέδωκε τὴν κρίσιν, ἐφέσιμον ἀπὸ τοῦ βασιλέως πεποιηκώς.
[126] οἱ δὲ ναυτοδίκαι, οὗτοι ἦσαν οἱ τὰς τῆς ξενίας δίκας εἰσάγοντες. ὑβριστοδίκαι δὲ ἐκαλοῦντο, εἴ τι χρὴ Κρατερῷ πιστεύειν τῷ τὰ ψηφίσματα συναγόντι, οἱ μὴ βουλόμενοι τὰς δίκας εἰσαγαγεῖν· ἐπεπόλασε δὲ τὸ τοιοῦτον ἐν Σικελίᾳ.
διαιτηταὶ δ' ἐκ τῶν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότων ἐκληροῦντο, καὶ ἐπεκληροῦντο αὐτοῖς αἱ δίαιται, καὶ ἀτιμία ἀφώριστο τῷ μὴ διαιτήσαντι τὴν ἐπικληρωθεῖσαν δίαιταν. διῄτων δ' ἐν ἱεροῖς. πάλαι δ' οὐδεμία δίκη πρὶν ἐπὶ διαιτητὰς ἐλθεῖν εἰσήγετο. ἔλεγον [127] δὲ ἐπιτρέψαι δίαιταν, καὶ ἡ δίαιτα ἐκαλεῖτο ἐπιτροπή. ἡ δ' ἔφεσις αὐτῶν εἰ εἰς δικαστήριον γένοιτο, εἰς ἐχῖνον τὰς ψήφους ἐμβαλόντες ἰδίᾳ ἑκατέρας τὰς τοῦ φεύγοντος καὶ διώκοντος κατεσημαίνοντο. ἐλάμβανον δὲ οἱ διαιτηταὶ δραχμὴν παρὰ τοῦ κρίνοντος, τὴν καλουμένην παράστασιν, ἐγγράψαντος αὐτοῦ ἐν γραμματείῳ τὸ ἔγκλημα καὶ τὸ τίμημα καὶ παραθέντος δραχμήν· ἐλάμβανον δὲ καὶ ἑτέραν ὑπὲρ τῆς ἀντωμοσίας.
[128] δέλτοι χαλκαῖ, αἷς ἦσαν πάλαι ἐντετυπωμένοι οἱ νόμοι οἱ περὶ τῶν ἱερῶν καὶ τῶν πατρίων. κύρβεις δὲ τρίγωνοι σανίδες πυραμοειδεῖς, οἷς ἦσαν ἐγγεγραμμένοι οἱ νόμοι. ἄξονες δὲ τετράγωνοι χαλκοῖ ἦσαν, ἔχοντες τοὺς νόμους. ἀπέκειντο δὲ οἵ τε κύρβεις καὶ οἱ ἄξονες ἐν ἀκροπόλει πάλαι· αὖθις δ' ἵνα πᾶσιν ἐξῇ ἐντυγχάνειν, εἰς τὸ πρυτανεῖον καὶ τὴν ἀγορὰν μετεκομίσθησαν· διὰ τοῦτο ἔλεγον τὸν κάτωθεν νόμον ἀντιτιθέντες πρὸς τὴν ἀκρόπολιν.
[129] ὀνόματα δ' ἀπὸ διαιτητῶν διαιτητής δίαιτα, διαιτῆσαι διαιτῶν ἐδιῄτησεν ἀπεδιῄτησεν διαιτήσασθαι, καταδεδιῃτημένοι ἀποδεδιῃτημένοι, συνδιαιτητής συνδιαιτήσας καταδιαιτησάμενος οἱονεὶ ἐν διαίτῃ κρατήσας, συνδιαιτῆσαι· τὸ γὰρ συνδιαιτηθῆναι καὶ διαίτημα καὶ ἐνδιαίτημα ἑτέρας ἐστὶ χρείας.
Τιμήματα δ' ἦν τέτταρα, πεντακοσιομεδίμνων ἱππέων ζευγιτῶν [130] θητῶν. οἱ μὲν ἐκ τοῦ πεντακόσια μέτρα ξηρὰ καὶ ὑγρὰ ποιεῖν κληθέντες· ἀνήλισκον δ' εἰς τὸ δημόσιον τάλαντον· οἱ δὲ τὴν ἱππάδα τελοῦντες ἐκ μὲν τοῦ δύνασθαι τρέφειν ἵππους κεκλῆσθαι δοκοῦσιν, ἐποίουν δὲ μέτρα τριακόσια, ἀνήλισκον δὲ ἡμιτάλαντον. οἱ δὲ τὸ ζευγήσιον τελοῦντες ἀπὸ διακοσίων μέτρων κατελέγοντο, ἀνήλισκον δὲ μνᾶς δέκα· οἱ δὲ τὸ θητικὸν οὐδεμίαν ἀρχὴν ἦρχον, οὐδὲ ἀνήλισκον [131] οὐδέν. Ἀνθεμίων δὲ ὁ Διφίλου καλλωπίζεται δι' ἐπιγράμματος ὅτι ἀπὸ τοῦ θητικοῦ τέλους εἰς τὴν ἱππάδα μετέστη, καὶ εἰκὼν ἔστιν ἐν ἀκροπόλει ἵππος ἀνδρὶ παρεστηκώς· καὶ τὸ ἐπίγραμμα
Διφίλου Ἀνθεμίων τόνδ' ἵππον ἀνέθηκεν θεοῖς,
θητικοῦ ἀντὶ τέλους ἱππάδ' ἀμειψάμενος.
Οἱ μέντοι πρὸ τῶν δικαστηρίων καὶ τῶν ἄλλων συνόδων οἱ δημόσιοι ὑπηρέται, οἷς ἐπέταττον ἀνείργειν τοὺς ἀκοσμοῦντας καὶ [132] τοὺς ἃ μὴ δεῖ λέγοντας ἐξαιρεῖν, καὶ Σκύθαι ἐκαλοῦντο καὶ τοξόται καὶ σπευσίνιοι, ἀπὸ τοῦ πρώτου συντάξαντος τὴν περὶ αὐτοὺς ὑπηρεσίαν.
Τέλη δ' ἦν τὰ παρὰ τοῖς πεντηκοστολόγοις ἢ ἐλλιμενισταῖς· ταῦτα δ' ἐκαλεῖτο ἐλλιμένια καὶ ἐμπορικά. καὶ δεκατευτήρια δέ ποτε κατέστησαν, καὶ δεκάτη τὸ τέλος ἦν. καὶ ζευγήσιόν τι τέλος οἱ ζευγοτροφοῦντες ἐτέλουν.
Ἐνεκλησίαζον δὲ πάλαι μὲν ἐν τῇ Πυκνί· Πνὺξ δὲ ἦν χωρίον πρὸς τῇ ἀκροπόλει, κατεσκευασμένον κατὰ τὴν παλαιὰν ἁπλότητα, [133] οὐκ εἰς θεάτρου πολυπραγμοσύνην. αὖθις δὲ τὰ μὲν ἄλλα ἐν τῷ Διονυσιακῷ θεάτρῳ, μόνας δὲ τὰς ἀρχαιρεσίας ἐν τῇ Πυκνί, ἀφ' ἧς τὸν τοῦ δήμου θόρυβον πυκνίτην φασὶν οἱ κωμικοί. ἐκάλουν δὲ τὴν προεδρίαν καὶ πρῶτον ξύλον, καὶ μάλιστα ἐν τῷ δικαστηρίῳ τὴν πρώτην καθέδραν. τὰ δ' ὑποστορνύμενα τοῖς δικασταῖς ἐπὶ τῶν ἑδρῶν ψιάθια ἰδίως ὠνομάζετο.
Ἀνδροφόνος, φονεύς, σφαγεύς, φαρμακεύς, φονῶν φονικός, μιαιφόνος· ἔκτεινεν, ἀνεῖλεν, ἐφόνευσεν, ἀπέσφαξεν, ἐδολοφόνησεν, [134] ἐμιαιφόνησεν. ἐπὶ δὲ τούτου ἐναγής, μιαρός, παμμίαρος, αἵματι προσεχόμενος, αἵματος μεστός. τὸ δὲ πρᾶγμα φόνος, ἀναίρεσις, μιαιφονία, σφαγή.
Εἴη δ' ἂν ἐκ τῶν περὶ τὰ δικαστήρια κοινωνοί, κοινωνία, κοινωνικὰ χρήματα παρὰ Δημοσθένει (XIV 16)· οἱ γὰρ κοινῶνες Ξενοφῶντος (Cyrop VII 5, 35. VIII 1) ἴδιον. καὶ ἀνέμητα χρήματα, καὶ [135] κοινά ἐπίκοινα, οὐ διῃρημένα· τὰ γὰρ ἀδιαίρετα εὐτελέστερον. καὶ τὸ ῥῆμα κοινωνῆσαι, καὶ κοινῶσαι τὰ χρήματα, μίξασθαι τὴν οὐσίαν, συνάψασθαι τὸν πλοῦτον, συνερανίσαι, συναγαγεῖν, ἀθροίσασθαι, συνενεγκεῖν εἰς ταὐτὸ τὴν οὐσίαν, συστήσασθαι, συμβαλεῖν καὶ κοινῇ κοινῶς, κοινωνικῶς, κοινωνικὸς ἀνὴρ καὶ ἀξιοκοινώνητος καὶ ἀκοινώνητος. τὰ δὲ ἐναντία διελέσθαι, διακληρώσασθαι, διαλαχεῖν, δάσασθαι, νείμασθαι, τὸ γὰρ ἀνανείμασθαι ἑτέρας χρείας, [136] καὶ τὸ μερίσασθαι εὐτελέστερον, τὸ δὲ μοιρολογχεῖν τραγικώτερον. καὶ νέμησις οὐσίας, διαίρεσις, διακλήρωσις· ὁ γὰρ διαμερισμὸς ὑπόφαυλον καὶ ἡ δάτησις ὑπομόχθηρον, βέλτιον δ' ὁ δασμός. καὶ οἱ διανεμόμενοι νεμηταὶ καὶ μερῖται καὶ μοιρόλογχοι, οἱ δὲ διανέμοντες δατηταί· καὶ εἰς δατητῶν αἵρεσιν ἔλεγον οἱ ῥήτορες. ὡς ἐπὶ τὸ πλεῖστον δὲ οἱ μοιρόλογχοι καὶ τὸ μοιρολογχεῖν ἐλέγετο ἐπὶ τῶν μετεχόντων κακουργήματος. ἐγγὺς δὲ τούτων κληροῦχοι, κληρουχοῦντες κατακληρουχοῦντες, κατανεμόμενοι, κατὰ κλήρους νεμόμενοι καὶ τὸ πρᾶγμα κληρουχία, καὶ τὸ ῥῆμα κληρουχεῖν κατακληρουχεῖν, καὶ κληρουχικὰ χρήματα ὡς Δημοσθένης (XIV 16).
[137] Πρέσβεις πρεσβευταί, πρεσβεία πρέσβευσις, πρεσβεῦσαι, διαπρεσβεύσασθαι, ἐπιπρεσβεῦσαι, διαπρεσβεῦσαι, παραπρεσβεῦσαι, ἐπιπρεσβεύσασθαι, παραπρεσβεύσασθαι, ᾧ μᾶλλον κέχρηται Δημοσθένης (XXIV 127) καὶ Πλάτων (Lg 941 A)· παραπρεσβείας δ' ἦν κατ' αὐτῶν ἡ δίκη. ὁ δὲ πρεσβευτὴς εἴη ἂν καὶ ἄγγελος διάκονος· ἑτέρας δὲ χρείας [138] κῆρυξ καὶ σπονδοφόρος. τὸ δὲ κηρύκειον φόρημα ἦν τῶν πρέσβεων, καὶ εἰς τὸ πρυτανεῖον ἐπὶ ξένια ἐκαλοῦντο εἴποι δ' ἄν τις τοὺς πρέσβεις ὑπαλλάττων τὴν πρεσβείαν· ὅθεν εἴρηται τὸ κήρυκι καὶ πρεσβείᾳ χρηματίζειν. καὶ τὰ ῥήματα πρεσβεῦσαι, διακονήσασθαι, ἀποπρεσβεύσασθαι, ἀντιπρεσβεῦσαι. ἀπὸ δὲ κηρύκων κηρῦξαι ἐρεῖς καὶ ἀποκηρῦξαι καὶ ἐπικηρῦξαι καὶ προκηρῦξαι, ἀνακηρῦξαι, ἀνειπεῖν καὶ ἀναγορεῦσαι, ἐπικηρυκεύσασθαι διακηρυκεύσασθαι [139] ἐκεχειρίαν ἀπαγγεῖλαι. καὶ τὸ πρᾶγμα κήρυγμα κηρυκεία ἐπικηρυκεία, καὶ τὸ ἐναντίον ἀκήρυκτοι πόλεμοι καὶ ἀκηρυκτὶ ἐπιόντες. ἄσυλοι δ' ἦσαν, καὶ ἐξῆν αὐτοῖς πανταχόσε ἀδεῶς ἰέναι. ἀσυλία καὶ ἀσπονδία· σπονδοφορῆσαι, καὶ σπονδὰς ὑπενεγκεῖν, σπείσασθαι, σπονδὰς αἰτῆσαι· ἔνσπονδοι, ὑπόσπονδοι.
χρυσῷ στεφάνῳ στεφανωθῆναι, θαλλῷ, ἀναγορευθῆναι, ἀνακηρυχθῆναι ἀναγγελθῆναι· καὶ τὰ πράγματα ἀναγόρευσις, ἀνακήρυξις, [140] ἀνάρρησις, ἀναγγελία καὶ μὴν καὶ αἱ λοιπαὶ τιμαί, δωρεαί, γέρα, προτιμήσεις, χάριτες, σιτήσεις, σιτηρέσιον, σύσσιτον εἶναι, πορφύρα, προεδρία, χαλκοῦν ἑστάναι, ἀτέλεια, χρήματα, τοῖς δὲ ξένοις καὶ πολιτεία.
Συγγραφή, συνάλλαγμα, συμβόλαιον, γραμματεῖον, συνθήκη, ἔγγραφος, ὁμολογία ἔγγραφος. ἀπὸ δὲ τῆς συγγραφῆς τὸ συνεγράψατο, καὶ κατὰ συγγραφὴν ἐπόρνευσεν, καὶ ναυτικὴ συγγραφή· καὶ παρασυγγραφὴ παρὰ Δημοσθένει (LVI 28. 34) τὸ ἔξω τι ποιῆσαι τῶν ἐν τῇ συγγραφῇ συμβαθέντων. ἀπὸ δὲ συναλλάγματος συναλλάσσειν, ὥσπερ ἀπὸ συμβολαίου συμβαλεῖν συμβαλόντες. καὶ συμβόλαιον συμβεβλημένον ἤδη λέγουσι, καὶ ἔχθρας συμβόλαιον καὶ χαρᾶς συμβόλαιον καὶ φιλίας συμβόλαιον.
[141] δάνεισμα, χρεωφείλημα, ἔγγυον ναυτικόν, κατ' ἐκδόσεις, ἑτερόπλουν ἀμφοτερόπλουν, ἐπικίνδυνον, ἐπίτοκον ἄτοκον.
Παρισχοινίσαι τὰ ἱερὰ ἔλεγον ἐν ταῖς ἀποφράσι τὸ παραφράξαι, οἷον Πλυντηρίοις καὶ ταῖς τοιαύταις ἡμέραις· περισχοινίσαι δὲ τὸ δικαστήριον, ὁπότε περὶ μυστικῶν δικάζοιεν, ἵνα μὴ προσίῃ μηδεὶς ἀνεπόπτευτος ὤν.
[142] τρεῖς θεοὺς ὀμνύναι κελεύει Σόλων, ἱκέσιον καθάρσιον ἐξακεστῆρα.
ἐντιμήσασθαί ἐστιν, ὅταν τις προῖκα διδοὺς τιμήσηται ὁπόσου δεῖ· ἀποτίμημα δ' ἐστὶν οἷον ὑποθήκη, κυρίως μὲν πρὸς τὴν προῖκα, ἤδη δὲ καὶ πρὸς τὰς μισθώσεις. καὶ τὸ ῥῆμα ἀποτιμήσασθαι. θεῖναι μὲν οἰκίαν ἐστὶ τὸ δοῦναι εἰς ὑποθήκην, θέσθαι δὲ τὸ λαβεῖν εἰς ὑποθήκην· καὶ τὸ μὲν ἔθηκεν τὸ δ' ἔθετο, καὶ ὁμοίως ὑπέθηκε καὶ ὑπέθετο. Ὑπερείδης δὲ ἐν τῷ πρὸς Χάρητα (fg 193 Bl) ἔφη ἀποδόμενος ἀντὶ τοῦ ὑποθείς.
[143] δίκαι δ' ἦσαν καὶ καθυφέσεως, καὶ ἔστιν εἰπεῖν καθυφῆκε καθυφήκατο, προύδωκεν ἐνέδωκεν, καταπροήκατο τὴν κατηγορίαν, κατεχαρίσατο, ἀπέδοτο, ἐξέδωκεν, ἀνείλετο τὴν γραφήν, διεγράφη διεγράψατο, ἐξέλιπε τὸν ἀγῶνα οὐκ ἐπεξελθών, ἐγκατέλιπεν, ἀπέστη ἐξέστη, κατὰ συνθήκας εἶπεν, ἐθελοκακῶν, ὑποχωρῶν, κατακλινόμενος, καὶ ὡς Ὑπερείδης κατηγόρησεν ἐνδόσιμα (fg 241 Bl) καὶ Δημοσθένησ() ὡσαύτως.
[144] ἔρανοι, ἐρανισταί, κοινὸν ἐρανιστῶν, ἐρανικαὶ δίκαι, ἐρανικὸς νόμος, ἐράνου φορά, ἐράνου καταβολή· κατενεγκεῖν τὸν ἔρανον, πληρώσασθαι τὸν ἔρανον, ἐκλιπεῖν τὴν φοράν. ἐοίκοιεν δ' ἂν τοῖς ἐρανισταῖς καὶ οἱ συμμορῖται, καὶ συμμορία καὶ τὸ παρ' Ὑπερείδῃ (fg 149 Bl) μετοικικῆς συμμορίας ταμίας.
Βουλὴ συνεκάθισε, συνῆλθε, συνέστη, συνελέγη, συνετάχθη, ἠθροίσθη συνήδρευσεν προήδρευσεν, ἐχρημάτισεν, ἐβούλευσεν προεβούλευσεν, [145] βουλῆς ἦν ἕδρα, συναγηγερμένοι ἦσαν οἱ βουλευταί, εἰς ταὐτὸν ἦλθον, ἐπληρώθη τὸ βουλευτήριον, μεστὸν ἦν. ταῦτα καὶ περὶ δήμου ἄν τις εἴποι καὶ δικαστῶν.
Δημεῦσαι οὐσίαν, ἀπογράψαι, δημοσίᾳ ἀπογραφῆναι δημοσίαν ἀποφῆναι. ἀποστῆναι τῆς οὐσίας, ἐκστῆναι, παραστῆναι παραχωρῆσαι τῶν χρημάτων, τῶν ὄντων, τῶν ὑπαρχόντων, τοῦ κλήρου, τῶν πατρῴων, τῆς κτήσεως, τῆς περιουσίας, τῶν περιόντων ἁπάντων· ἄκληρον γενέσθαι τῶν πατρῴων.
[146] Προθέσεις, ἐκφοραί, τρίτα ἔνατα τριακάδες, ἐναγίσματα, χοαί, τὰ νενομισμένα. ἐπαμήσασθαι τῆς γῆς, ὑφάπτειν τὴν πυράν. περίδειπνον, ταφή, ἐντάφια, μνῆμα, τάφος, χῶμα, στήλη, ἐλεγεῖον, ἐπίστημα, ληνοί τε καὶ σοροὶ καὶ πύελοι.
[147] Βλάβη βλάβος βλάμμα, ζημία βλαβερά ἐπιβλαβής καὶ τὰ ὅμοια ἐπιζήμιος ζημιώδης, βλαβερῶς ἐπιβλαβῶς ἐπιζημίως· τὸ γὰρ ζημιωδῶς δύσφθεγκτον, εἰσενεγκεῖν ζημίαν, ἀποδοῦναι, διαλῦσαι, [148] ἀποτῖσαι ἐκτῖσαι, καταθέσθαι καταθεῖναι. καὶ τὰ πράγματα εἰσφορά, ἀπόδοσις, διάλυσις, ἔκτισις, θέσις· εὐτελέστερα γὰρ τὰ λοιπά. ὀνόματα δὲ οὐκ ἔστιν οὐδὲ ἐπιρρήματα. τὰ δ' ἐναντία εἰσπράττειν, ἐνεχυράζειν κατενεχυράζειν, ἀπαιτεῖν. καὶ τὸ πρᾶγμα εἴσπραξις, ἀπαίτησις· ὁ γὰρ κατενεχυρασμὸς φαῦλον ὄνομα.
Ἐρεῖς δὲ ἐκληρώθη τὸ δικαστήριον, ἐκάθισε ἐνεκληρώθη, συνέστη, συνῆλθε συνήδρευσεν, ἔκρινεν, ἐδίκασεν, ἔγνω, ψῆφον [149] ἔθετο ἐψηφίσατο, γνῶσιν ἐξήνεγκεν, κατεψηφίσατο, κατέγνω, κατεδίκασεν, προσετίμησεν ἐπετίμησεν, ἐζημίωσεν, ἀπέγνω, ἀπεψηφίσατο, ἀφῆκεν, ἀπελύσατο, ἀπεδίκασεν. κλήρωσις κλῆρος, σύστασις, σύνοδος, γνῶσις κατάγνωσις, καταδίκη, κρίσις, διαψήφισις καταψηφισμός, τίμημα τίμησις προστίμημα ἐπιτίμιον, ζημία ζημίωμα ἐπιζημίωμα, ἐπιζήμιον, ὄφλημα, τιμωρία, ἐπιβολή, δίκη, ἄφεσις, [150] ἀπαλλαγή. τιμᾶσθαι ἀντιτιμᾶσθαι ἀνθυποτιμᾶσθαι. ἀναστῆναι τοὺς δικαστάς, ἀπαναστῆναι, ἀπαλλαγῆναι τοῦ δικαστηρίου καὶ τῆς βουλῆς καὶ τοῦ δήμου.
Οὐκ εἶξα, οὐχ ὑπεχώρησα, οὐκ ἐνέδωκα, οὐκ ἐφοβήθην, οὐκ ἐξεπλάγην, οὐχ ὑποκατεκλίθην, οὐκ ἐξέστην, οὐκ ἐξετράπην, οὐκ ἐξηπατήθην, οὐ παρεκρούσθην, οὐχ ὑπήχθην, οὐ παρήχθην. ἐξιδιώσατο, προσηγάγετο, ὑπηγάγετο, κατεκτήσατο, κατηγωνίσατο.
[151] Συμφρονεῖν, συμφωνεῖν, συννοεῖν, συμβουλεῦσαι, συνῆφθαι, συνηνῶσθαι, συγκεκρᾶσθαι ἀνακεκρᾶσθαι, μεμίχθαι, συνηρτῆσθαι, συνδεδέσθαι, ἐξηρτῆσθαι ἀλλήλων, εἰλῆφθαι, ἔχεσθαι, μίαν γνώμην ἔχειν, ἴσα βαίνειν, ἴσα πνεῖν, ἕνα θυμὸν ἔχειν, ἑνὶ θυμῷ χρῆσθαι, τοῖς αὐτοῖς χαίρειν, ταὐτὰ λυπεῖσθαι, ταὐτὰ φιλεῖν, ταὐτὰ μισεῖν, τῶν αὐτῶν ἔχεσθαι, ἕνα δῆμον εἶναι. καὶ τὰ πράγματα [152] ὁμοφροσύνη, ὁμόνοια, ὁμογνωμοσύνη, ὁμολογία, συμφωνία ὁμοφωνία, ἀνάκρασις, σύνδεσμος. ταῦτα μόνα· ἡ γὰρ σύνδεσις σκληρόν, κἂν Πλάτωνος (Tim 43 D) ᾖ. τὰ δ' ἐναντία τούτων ἀπερρῆχθαι, ἀπερρίφθαι ἀπεσχίσθαι, ἀπηλλάχθαι, ταράσσεσθαι, θορυβεῖσθαι, νοσεῖν, ἀπ' ἀλλήλων ἀφεστάναι, διεστάναι, διαφωνεῖν, διχονοεῖν, διχοφρονεῖν, ἀλλοφρονεῖν, ἀπ' ἀλλήλων λελύσθαι, ἀπηρτῆσθαι, διακεκόφθαι κατὰ μοίρας, διακεχαράχθαι ἐπιδιακεχωρίσθαι μεμερίσθαι, [153] διανενεμῆσθαι, διχογνωμονεῖν. καὶ τὰ πράγματα στάσις στασιασμός, διάστασις ἀπόστασις, ταραχή, θόρυβος, νόσος, διαφωνία, διχόνοια, διχοφροσύνη ἀλλοφροσύνη, διχογνωμοσύνη, διανομή, ἀπέχθεια· τὰ γὰρ ἄλλα φαυλότερα. ὀνόματα δ' οὐκ ἔστιν ὅτι μὴ στασιαστικός· ὁ γὰρ στασιώδης καὶ στασιαστὴς ὑπόφαυλα, καὶ τὸ ταραχῶδες εὐτελές, ὥσπερ καὶ ὁ θορυβώδης. ἀπὸ δὲ τῆς ἀπεχθείας ὁ φιλαπεχθήμων· τὸ γὰρ χωρὶς τῆς προσθήκης, οὐκ ἔστιν ἐν χρείᾳ τοὔνομα ὁ ἀπεχθήμων, [154] ἀλλὰ μᾶλλον ὁ ἀπεχθής· καὶ ὁ διχογνώμων βίαιον. ἐπιρρήματα δὲ στασιαστικῶς, ἐξεστασιασμένως, διχογνωμόνως, καὶ τὰ πράγματα θορυβῶδες καὶ ταραχῶδες· ἀμείνω γὰρ ταῦτα τῶν ἀπ' αὐτῶν ἐπιρρημάτων· ἀπὸ δὲ τῆς ἀπεχθείας ἀπεχθῶς καὶ φιλαπεχθημόνως.
Ὑποκρούειν, ὑποσκελίζειν, ἐμποδίζειν, ἐπιστομίζειν, ταράττειν, καταθορυβεῖν, ἐκκρούειν, ἐνοχλεῖν, διακόπτειν, ἐπέχειν καὶ ἀνέχειν, κατακρούειν, κατακολούειν, κατασιγάζειν, καταστασιάζειν, καταβοᾶν [155] περιβοᾶν, καταθροεῖν, καταθρυλεῖν, ἀποστρέφειν τὴν γλῶτταν, ἐπιφράττειν τὸ στόμα, μόνον οὐκ ἀφαιρεῖσθαι τὴν φωνήν, ἐκκόπτειν, ἐξαιρεῖν, ἐμποδὼν ἵστασθαι, μόνον οὐ τὰς ἀκοὰς ἡμῶν ἐπιλαμβάνειν, ἐπέχειν, ἐπιφράττειν. ἐπῃνεῖτε, ἀπεδέχεσθε, προσίεσθε, ἠνείχεσθε, ἐχαίρετε, συνῃνεῖτε, ὁμογνώμονες ἦτε, ᾑρεῖσθε, ἐπενεύετε, ἐπεχειροτονεῖτε, ἐπεκυροῦτε, ἐπεψηφίζεσθε.
Ἡ θόλος ἐν ᾗ συνεδείπνουν ἐφ' ἑκάστης ἡμέρας πεντήκοντα τῆς τῶν πεντακοσίων βουλῆς, ἡ πρυτανεύουσα φυλή.
Ἀτελὴς ὁ τῆς ἀτελείας τυχών, ἰσοτελὴς ὁ μέτοικος ὁ τιμηθεὶς μὴ ταὐτὰ τοῖς μετοίκοις τελεῖν, ὑποτελὴς πᾶς ὅτῳ μὴ τὸ ἀτελὲς [156] ὑπῆρξεν ἐκ δωρεᾶς, συντελὴς ὁ σὺν ἄλλῳ λειτουργῶν. καὶ ὁ μὲν ἀτελὴς ἀφειμένος τῶν τελῶν, ἀπηλλαγμένος, ὃς ἐπανεῖται τὰ τέλη, ἔξω τοῦ τέλους, οὐ λειτουργῶν· καὶ τὸ πρᾶγμα ἀτέλεια, ἄφεσις, ἀπαλλαγή, ἀπραγμοσύνη, ἄνεσις· ἡ γὰρ ἀλειτουργησία εὐτελές, ἀλειτούργητον δὲ οὐσίαν Δείναρχος (fg 340. 5 Tur) εἴρηκεν. ὁ δ' ἰσοτελὴς καὶ ἰσοπολίτης, ἰσότιμος καὶ ὁμότιμος, καὶ τοῦ μετοικίου ἀφειμένος· καὶ τὸ πρᾶγμα ἰσοτέλεια καὶ ἰσοπολιτεία καὶ ἰσοτιμία. ὁ δ' ὑποτελὴς [157] καὶ ὑπεύθυνος τελῶν ὑποτελῶν, καταβάλλων, εἰσφέρων, λειτουργῶν, ἐπιδιδούς· καὶ τὸ πρᾶγμα τέλος, καταβολή, εἰσφορά, λειτουργία, ἐπίδοσις. ὁ δὲ συντελὴς συντελῶν, συνεισφέρων, συνερανίζων, καταβαλλόμενος, συγκαταβάλλων, συγκατατιθείς, συνεπιδιδούς· καὶ τὰ ῥήματα ἀπὸ τούτων τῶν μετοχῶν, καὶ τὸ πρᾶγμα συντέλεια, συνεισφορά, συμβολή, ἔρανος.
[9]
[1] Κομμόδῳ Καίσαρι Ἰούλιος Πολυδεύκης χαίρειν. ὀνομαστικόν τι βιβλίον πεποίηται Γοργίᾳ τῷ σοφιστῇ, οὑτωσὶ μὲν ἀκοῦσαι παιδευτικόν, εἰς δὲ πεῖραν ἐλθεῖν ὀλίγου λόγου. τούτῳ τῷ συγγράμματι πάλαι μὴ προσομιλήσας, ἀλλὰ νῦν ἐντυχὼν ἠρξάμην περὶ τούτων τῶν βιβλίων ὥς τι ὄντων φρονεῖν· τά τε γὰρ ἄλλα τὴν χρείαν αὐτῶν ἀποδέχομαι, καὶ ὅτι τὸν τῶν ὀνομάτων κατάλογον, ἔχοντά τι τῇ φύσει προσκορές, τῷ τρόπῳ τῆς διαθέσεως σεσόφισται πρὸς τὸ ἄλυπον ἐν τῷ τῆς συντάξεως σχήματι, ὡς μηδένα θᾶττον τῷ γνωσθέντι προκαμεῖν, τῷ τὸ μέλλον ἀκοῦσαι ποθεῖν. εὐτύχει κύριε.
[6] Ἵν' οὖν καὶ περὶ πόλεώς τι καὶ τῶν τῆς πόλεως μερῶν ὑπείπωμεν, οὕτω λέγομεν. οἰκιστής, οἰκίζων, πολίζων, οὐ μὴν καὶ πολιστὴς καὶ κτίζων καὶ κτίστης· καίτοι παρ' Ἡροδότῳ (V 46) ἔστιν ὁ συγκτίστης. ἐπὶ τούτῳ δὲ καὶ ὁ οἰκίζων καὶ τεκταινόμενος καὶ ὑποβαλλόμενος τὴν πόλιν, καὶ κατασκευάζων καὶ κατασκευαζόμενος, καὶ ἐργαζόμενος καὶ ἐξεργαζόμενος, καὶ ποιῶν καὶ οἰκοδομούμενος [7] καὶ μηχανώμενος. καὶ τὸ πρᾶγμα οἰκισμὸς καὶ παρὰ Θουκυδίδῃ (V 11. 1) οἴκισις καὶ (II 15. 6) κατοίκισις· τὰ γὰρ ἀπὸ τῶν ἄλλων τὰ μὲν σκληρὰ τὰ δὲ κοινὰ καὶ πρὸς ἕτερον. τὸ δὲ ῥῆμα οἰκίζειν καὶ πολίζειν καὶ κτίζειν καὶ κατοικίζειν, καὶ ἐπίρρημα μόνον τὸ οἰκιστικῶς. τὸ δ' ἔργον πόλις καὶ ἄστυ καὶ συνοικία καὶ συνοικισμός· Ξενοφῶν δὲ (Cyrop V 4. 37) καὶ τεῖχος οὐ τὸν περίβολον ἔφη μόνον, ἀλλὰ [8] καὶ τὸ ἐν τῷ περιβόλῳ πᾶν. ὁ δ' ἀνὴρ πολίτης, ἀστός, οἰκήτωρ, ἔνοικος, ἔντοπος, ἐγχώριος, ἐγγενής, καὶ τὸ πλῆθος δῆμος, ὄχλος, δημόται, φυλέται, γένη, ἔθνη. καὶ τὰ μέρη τῆς πόλεως τὰ μὲν ἔξω πόλεως ὅροι, ἐφορία ἀγορά, δῆμοι, κῶμαι, ἀγροί, ἐσχατιαί, χῶραι, κῆποι, παράδεισοι, προάστεια, ἐνηβητήρια, ἐνδιαιτήματα· ὧν ἔνια καὶ ἐν πόλει ἂν γένοιτο. καὶ ἀπὸ μὲν τῶν ὅρων Ζεὺς ὅριος καὶ στήλη ἐφορία καὶ ποταμὸς μεθόριος, καὶ ὅμορος πόλις καὶ πρόσορος τόπος καὶ ἐνόριος χῶρος καὶ ὑπερόριος πόλεμος καὶ διωρισμένον πρᾶγμα, καὶ προσορίσαι γῆν καὶ ἀφορίσασθαι χώραν καὶ ὑπερορίσαι ἄνδρα, καὶ ἐξόριστον γενέσθαι, [9] καὶ ὅρια ἀνασπάσαι. ὁ δ' ὁρίζων ὁριστής, καὶ τὸ ὑπόχρεων χωρίον ὡρισμένον, καὶ ἡ ἐνεστηκυῖα στήλη ὅρος, καὶ ὡρισμένη ἡμέρα ἡ εἰρημένη, ἀπὸ δὲ δήμων οἱ κατὰ δήμους οἰκοῦντες καὶ οἱ δημοτευόμενοι καὶ τὸ ἔνδημον πλῆθος· τάχα δὲ καὶ τὸ ἐπιδημεῖν καὶ ἀποδημεῖν, καὶ ἐπιδημία καὶ ἀποδημία, καὶ ἔκδημοι πόλεμοι, καὶ [10] παρὰ Θουκυδίδῃ (I 70. 4) 'ἀποδημηταὶ πρὸς ἐνδημοτάτους,' καὶ πάνδημον πλῆθος καὶ πανδημεὶ καὶ πανδημία καὶ δημοσίᾳ καὶ δημοθοινία καὶ δημοτελεῖς ἑορταὶ καὶ δημόσιον πρᾶγμα καὶ δημόσιος οἰκέτης, καὶ δημεῦσαι καὶ δημοσιεῦσαι, καὶ δήμαρχος καὶ δημιοπράτης καὶ δημεραστὴς καὶ δημεραστία καὶ δημαγωγὸς καὶ δημαγωγία, καὶ δημοτικός, καὶ φιλόδημος καὶ μισόδημος, καὶ δημοκρατία καὶ δημοκρατικός. ἀπὸ δήμων δ' ἂν εἴη κεκλημένος καὶ ὁ δήμιος καὶ ὁ δημόκοινος [11] ὡς ἔξω πόλεως κατοικῶν. ἀπὸ δὲ κωμῶν κωμήτης καὶ κωμῆτις καὶ κώμαρχος, καὶ κωμοδρομεῖν καὶ κωμῳδεῖν, ἦ που δὲ καὶ κωμῳδία καὶ κωμῳδοδιδάσκαλος καὶ κωμῳδοποιὸς καὶ κωμῳδοποιητής, καὶ κωμῳδῶν, καὶ κωμικὸν δρᾶμα καὶ κωμῳδικὸν πρᾶγμα, ἐπεὶ κατὰ κώμας ἔστησαν τὴν πρώτην οἱ χοροί. τάχ' ἂν οὖν ἀπὸ τούτου καὶ ὁ κῶμος εἴη εἰρημένος, καὶ τὸ κωμάζειν καὶ ὁ κωμαστὴς [12] παρὰ Πλάτωνι (212 C), καὶ ὁ ἡδύκωμος τὸ ᾆσμα. ἀπὸ δ' ἀγρῶν οἱ μὲν Ἀττικοὶ σχηματισμοὶ ἀγρόνδε ἐλθεῖν καὶ ἀγρόθι οἰκεῖν καὶ ἀγρόθεν ἥκειν, καὶ εὐθὺ τῶν ἀγρῶν ἀπελθεῖν, καὶ ἔστε πρὸς τὸν ἀγρόν. ἀγροικία δέ, καὶ ἄγροικος ὁ σκαιός, καὶ ἀγροῖκος ὁ ἐν ἀγρῷ ζῶν· ἐπὶ δ' ἀμφοῖν ὁ ἄγριος, καὶ μᾶλλον ἐπὶ τοῦ σκαιοῦ. ἴσως δὲ καὶ ἡ ἄγρα καὶ τὸ ἀγρεύειν καὶ ὁ ἀγρευτὴς κύων, ἐπεὶ καὶ ταῦτα ἔξω πόλεως γίνεται, καί που τὰ ἄγρια θηρία, καὶ τὸ πάναγρον λίνον καὶ ἡ ἀγροτέρα θεὸς καὶ τὸ τῆς Ἀγροτέρας τέμενος. εἴποις δ' ἂν καὶ ἄγροικον μέλος, καὶ ἄγροικον μοῦσαν τὴν τῶν αἰπόλων τε καὶ ποιμένων· ὁ γὰρ ἀγροιώτης ποιητικόν. οὐ φαῦλον δ' ἂν εἴη προσειπεῖν ὅτι καὶ Νίνος ὁ Βήλου τὸν αὑτοῦ παῖδα ἐν ἀγρῷ τεχθέντα [13] Ἄγρωνα ὠνόμασεν. ἀπὸ δὲ χώρας χῶρος ἱερός, χωρίτης λεὼς καὶ χωριτικὸν πρᾶγμα καὶ χωριτικῶς ἐβίω, καὶ χωρικὸν καὶ χωρικῶς, καὶ κατὰ χώραν ἔμεινεν, καὶ φιλοχωρεῖν καὶ φιλοχωρία, καὶ χωροφιλεῖν παρὰ Ἀντιφῶντι (V 78), ἦ που δὲ καὶ ἐπιχώριος καὶ ἐγχώριος καὶ πρόσχωρος καὶ ὁμόχωρος, εἰ μὴ καὶ τὸ χωρίζειν καὶ ἐπιχωρεῖν καὶ συγχωρεῖν καὶ πάνθ' ὅσα τοιαῦτα τῇ χώρᾳ προσήκει. ἀπὸ δὲ κήπων κηπουρός κηπουρεῖν καὶ κηπεύειν καὶ κηπεία, καὶ κηπαία θύρα, καὶ κῆπος ἡ κουρά. οἱ δὲ παράδεισοι, βαρβαρικὸν εἶναι δοκοῦν τοὔνομα ἥκει κατὰ συνήθειαν εἰς χρῆσιν Ἑλληνικήν, ὡς καὶ ἄλλα πολλὰ τῶν Περσικῶν.
[14] τὰ μὲν δὴ μέρη τῶν ἔξω πόλεως, καὶ ὅσα κατ' ἀγρούς, ἔχεις ἐν τοῖς γεωργικοῖς (I 12) προειρημένα· τῶν δὲ προαστείων ἂν εἴη καὶ φρούρια, ἃ καὶ φυλακτήρια ἂν λέγοις καὶ φρυκτώρια καὶ πυρσούργια καὶ σκοπάς, καί που καὶ προτειχίσματα καὶ χάραξ καὶ χαρακώματα, τάφροι, σταυροὶ καὶ σταυρώματα, σκηνώματα καὶ σκηναὶ καὶ σκηνήματα, καλύβαι, στρατόπεδα, καὶ πάνθ' ὅσα ἐπὶ φρουρᾷ τῶν ἔξω προμεμηχάνηται.
[15] παίζοντι δὲ τὸ στρατόπεδον ἔξεστι κατὰ τὴν τῶν πολλῶν χρῆσιν καὶ παρεμβολὴν ὀνομάσαι, παρεχόμενόν τινα τῶν νεωτέρων Θεόφιλον ἐν Παγκρατιαστῇ εἰρηκότα (II p 476. 9 Ko)
εἶτ' ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ· καὶ Κρίτων' ἐν Αἰτωλοῖς (III p 354. 1 Ko)
ἐκεῖ γὰρ ἡμῖν ἐστὶν ἡ παρεμβολή.
μέρη δὲ τῶν πρὸ πόλεως καὶ κατὰ δήμους ἱερά,
τελεστήρια, μέγαρα, ἀνάκτορα, χρηστήρια, ἡρῷα, ἠρία, μνήματα, πολυάνδρια, τάφοι· παρὰ δὲ Θουκυδίδῃ (I 138. 5, VII 11) μόνῳ τῶν κεκριμένων καὶ μνημεῖα [16] ἄν τις εἰρημένα εὕροι τὰ μνήματα. ἔξω δὲ πόλεως καὶ ἄντρα καὶ σπήλαια καὶ σπηλαιώδεις ὑποφυγαί· καὶ Θεόπομπος ἐν Πανταλέοντι (I p 746. 46 Ko) καὶ σπηλάδιον εἴρηκεν. ἐκ δὲ τούτων ἄλση, τεμένη, αὐλαὶ αὔλια προαύλια, σταθμοί, αἰπόλια, ποίμνια, σηκοί, μάνδραι, συφοὶ συφεοί, συβόσια, τάχα δὲ καὶ γερανοβοσίαι καὶ χηνοβοσίαι κατὰ Πλάτωνα (Politic 264 C), καὶ περιστερεὼν εἰρημένος ἐν Θεαιτήτῳ (197 CD, 198 B). ἐν δὲ τοῖς προαστείοις καὶ τὰ περιπόλια εἴη ἄν, εἰ μὴ χωρίου ὄνομα αὐτὸ νοοῖμεν παρὰ Θουκυδίδῃ (VII 48. 5), ὅταν φῇ 'ἐν περιπολίοις τισὶν ἐλήφθη.'
[17] ἐπεὶ δὲ ἀπὸ τῶν προαστείων εἰς ἄστυ ἰτέον, ἀπὸ μὲν τοῦ ἄστεως οὐχ ὁ ἀστὸς μόνον καὶ ἡ ἀστή, ἀλλὰ καὶ ὁ ἀστικὸς καὶ ὁ ἀστεῖος καὶ τὸ ἀστεΐζεσθαι καὶ ἀστυπολεῖν καὶ ἀστυνόμος, καὶ παρὰ Κριτίᾳ (VS p 629. 13 D) ὁ ἀστύτριψ. ἡ δὲ κωμῳδία (III p 540. 745 Ko) καὶ ἀστῆς ἐλαίας εἴρηκε τῆς ἐμ πόλει. πόλιν δ' ἂν εἴποις ἠπειρῶτιν, νησιῶτιν, χερσαίαν, ἀπὸ θαλάττης, μεσόγειον, ἔφαλον, πάραλον παράλιον, παραθαλαττίδιον ἐπιθαλαττίδιον, ἀγχιθάλαττον· ἡ γὰρ ἀγχίαλος ποιητῶν. ἡ δὲ ἑκατέρωθεν [18] ἔχουσα θάλατταν ἀμφιθάλαττος ὡς ἡ Κόρινθος. καὶ ἡ μὲν ἐν μέσῳ τῆς θαλάττης ἑκατέρωθεν παρήκουσα γῆ ἀμφιπλήξ καὶ ἀμφοτερόπλους καὶ αὐχὴν καὶ ἰσθμός· ἵνα δ' ἡ θάλαττα ἑκατέρωθεν οὖσα τὴν γῆν διαιρεῖ, τοῦτο θαλάττης αὐλῶνα καὶ εὔριπον καὶ πορθμὸν δεῖ καλεῖν ὡς Εὐριπίδης (Hec 1106) καὶ Ἡσίοδος (nov). εἴποις δ' ἂν πόλιν τὴν μὲν ἔναγχος κτισθεῖσαν νέαν, πρόσφατον, καινήν, νεόκτιστον νεοποίητον νεουργόν νεοκατάστατον, ὑπόγυον, ἡλικιῶτιν τῶν οἰκητόρων, τὴν δὲ πρὸ πολλοῦ ἀρχαίαν, παλαιάν παμπάλαιον, ἀρχαιόπλουτον παλαιόπλουτον, ὠγυγίαν, πρεσβῦτιν, γηρῶσαν ὑπεργήρων ὑπεργηρῶσαν· [19] καὶ τὸν μὲν ταύτης δῆμον ἀρχαῖον, αὐτόχθονα, γηγενῆ, γνήσιον, ἐγγενῆ, τὸν δὲ ἐκείνης ἔπηλυν ἐπηλύτην, ἔποικον, ἀλλοδαπόν. καὶ εἰς μὲν μέγεθος ἐπαινῶν τὴν πόλιν εἴποις ἂν εὐρεῖαν, πλατεῖαν, προμήκη ὑπερμήκη μηκίστην, μεγάλην μεγίστην ὑπερμεγέθη παμμεγέθη, ὑπέρογκον, ἡπλωμένην, ἐκτεταμένην, ἀνακεχυμένην. καὶ τὴν μὲν ἐν ὁμαλεῖ πεδιάδα, ἰσόπεδον, ἱππήλατον ἁμαξήλατον, λεωφόρον, [20] ἐπὶ πολλῆς εὐρυχωρίας οὖσαν, ἀναπεπταμένην, ἀνεῳγμένην καὶ καθ' Ὅμηρον (Δ 52) εὐρυάγυιαν ‑ ἡ γὰρ κητώεσσα ἐπὶ πλέον ἐστὶ ποιητικόν (Hom B 581) ‑ · τὴν δὲ ἐν ὄρει ὄρειον ὀρείαν, ὑψηλήν ὑπερύψηλον, εὐερκῆ, δυσάλωτον, δυσπρόσοδον δυσπρόσβατον δυσπρόσιτον, ἐπιφανῆ ὑπερφανῆ, ὑπερλάμπουσαν, προσανιοῦσαν προσαναβαίνουσαν, τοῖς ὄρεσι προσαμιλλωμένην, ὑπερδέξιον πᾶσαν, ἀκροπόλει ἐοικυῖαν, μικροῦ ὑπερνέφελον, ταῖς κορυφαῖς ἁμιλλωμένην τῷ ἐλευθέρῳ αἰθέρι, ὀλίγου ψαύουσαν τῶν νεφελῶν, ἐγγυτάτω τῶν νεφῶν, φαιδρῷ ἀέρι [21] περιρρεομένην, ἐλευθέρῳ τῷ ἀέρι. εἰ δὲ ψέγοις τὴν μείζω πόλιν, ἔκμετρον ὑπέρμετρον, ἀνάρμοστον, δυσφύλακτον, δυσπρόσιτον δυσπλήρωτον, δυσοίκητον, πεπλανημένην, διερριμμένην, διεσπασμένην, ἐγγενοῦς δήμου ἐνδεᾶ, πλήθους ἐπιδεᾶ, πολυγενῆ πολύδημον, ἄκοσμον, ἄκριτον, θορύβου μεστήν, θορύβου πλέαν, ἀκολασίας, ἀκοσμίας, πάμφυλον παγγενῆ, ἠρανισμένην, ξένου λεὼ μεστήν, πολύξενον, ξενίζουσαν, ἀλλοφύλου δήμου πλέαν [22] στήν, πανδημίας ὑπόπλεων, ἐπεισάκτου τροφῆς δεομένην, οὐκ ἀρκοῦσαν τρέφειν τοὺς οἰκήτορας, εἰσαγωγῆς χρῄζουσαν, εἰσαγωγίμων σιτίων, ἐπεισάκτων τροφῶν· ἣν ἡ θάλαττα μᾶλλον τῆς γῆς τρέφει, ἣν ἔμποροι μᾶλλον τῶν γεωργῶν τρέφουσιν. ὁμοίως δὲ καὶ τὴν πεδιάδα ψέγων εἴποις ἂν κοίλην, ὑπτίαν, ἑλώδη, εὐέφοδον, εὐάλωτον, ἣν ἐξ ἐπιδρομῆς ἄν τις ἕλοι· τὴν δ' ὄρειον ψέγων δύσμικτος ἐρεῖς, δύσοδος, ἀτριβής, ἀπρόσμικτος ἀπροσπέλαστος, δύσξενος, δύσβατος [23] δύσπορος, ἀνάντης, ἄγροικος, χαράδρα, φάραγξ, θηρίων μᾶλλον ἢ ἀνθρώπων πόλις, αἰγίβοτος μᾶλλον ἢ ἀστική, δυσχείμερος δύσθερος, δυσχερὴς χειμῶνος ὑπὸ τῶν νιφετῶν, θέρους ἄσκιος. καὶ ἄλλως δ' ἐπαινῶν ἐρεῖς εὐανδρουμένην, ἀκμάζουσαν, εὐθηνοῦσαν· κἂν ψέγῃς, φλεγμαίνουσαν, ὀχληράν ὀχλώδη, θλιβομένην, ἀχλυώδη, βαρεῖαν, πολυπράγμονα, φορτικὴν διὰ πλήθους, θορύβου πλέα, ὠθισμοῦ, στενοχωρίας, ταραχώδης. ἐν ᾗ δὲ ὀλίγον τὸ πλῆθος, ὀλιγάνθρωπος, ἐν [24] εὐρυχωρίᾳ, ἐν σχολῇ, ἐν ἡσυχίᾳ, ἀπράγμων, ἄλυπος· εἰ δὲ σκώπτοις, ἔρημον, φορτικήν, ὀλιγάνθρωπον, ἔρημον οἰκητόρων, ἀπάνθρωπον, ἐξηρημωμένην, ἀοίκητον, κενήν. ὁμοίως δὲ μικρὰν ἐπαινῶν ἐρεῖς ἀρκοῦσαν, ἀποχρῶσαν, σύμμετρον, οὐχ ὑπέρογκον συμμετρικήν συμμεμετρημένην, μετρίαν μεμετρημένην, οἰκήσιμον, εὐδίαιτον· ψέγων δὲ ἐρεῖς στενήν, βραχεῖαν, ἀθλίαν, ταλαίπωρον πόλισμα πολισμάτιον, [25] πολίχνη πολίχνιον, κώμη. καὶ πολλὰ ἄλλα ἂν εὕροις ἐκ τῶν ἐν τοῖς πρὸ τούτου βιβλίοις προειρημένων ἐπαινῶν μὲν τὴν φιλάνθρωπον καὶ εὔξενον πόλιν, πάλιν δὲ ψέγων τὴν ἀπάνθρωπόν τε καὶ ἄξενον· εἰ γὰρ καὶ μὴ ἐπὶ πόλεών ἐστιν ἀλλ' ἐπὶ ἀνδρῶν εἰρημένα, τὴν γοῦν χρῆσιν ἔστιν ἄγειν ἐπὶ τὰς πόλεις, ὥσπερ αὖ καὶ ὅσα ἐπὶ χωρίων ἐστὶν ὑγιεινῶν τε καὶ νοσερῶν, καὶ πάνθ' ὅσα τοιαῦτα, προσακτέον δὲ καὶ ταῦτα ταῖς πόλεσιν.
ἀλλ' ὁ μὲν μεγάλης πόλεως πολίτης μεγαλοπολίτης ἂν λέγοιτο, ὁ δὲ μικρᾶς μικροπολίτης, ὅθεν καὶ Ἀριστοφάνει (fg 819) εἴρηται [26] τὸ μικροπολιτικόν, ὁ δὲ νέας Νεαπολίτης κατὰ Πλάτωνα (comic?), καὶ κατ' Ἐπίχαρμον λέγοντα ἐν Ἁρπαγαῖς (12 Kaib) νέοικος, καὶ κατ' Εὔπολιν λέγοντα ἐν Χρυσῷ γένει (I p 339. 300 Ko) νεοκάτοικος.
τὰ δ' ἀπὸ πόλεως ὀνόματα πολίτης, πολιτεία, πολιτευόμενοι πολιτεύεσθαι, πολιτεύειν πολιτοκοπεῖν καὶ πολιτοκοπία ὡς Σαννυρίων Γέλωτι (I p 794. 7 Ko), πολιτικὴ σοφία καὶ πολιτικὸς ἀνήρ καὶ λόγος πολιτικός, καὶ πολιεῖς θεοὶ καὶ πολιοῦχοι, καὶ φιλόπολις τὸ ἦθος παρὰ Θουκυδίδῃ (VI 92. 3), καὶ πολιτοκοπεῖν [27] παρ' Ἀντιφῶντι (fg 177 Bl), καὶ πολλὰ τοιαῦτα. τὸν δὲ ἀστὸν Εὔπολις ἐν τῇ Διάδι (I p 293. 137 Ko) ἔμπολιν εἴρηκεν, οἷον ἐγχώριον· εἴποι δ' ἄν τις, οἶμαι, καὶ τὸν ἐντόπιον, Πλάτωνος Phaedr 262 D) εἰπόντος ἐντοπίους θεούς. ἡ δ' ἰσθμῷ ἢ πορθμῷ προσοικοῦσα πόλις ἀμφίπολις, καὶ ἡ πολλὰς ἔχουσα πόλεις χώρα πολύπολις· πέρα γὰρ τοῦ δέοντος φιλότιμον τὸ τὴν οἰκουμένην εἰπεῖν εὔπολιν. καὶ αἱ μὲν πολλαὶ πόλεις εἰς ἓν συντελοῦσαι ἔθνος, αἱ δὲ πολλαὶ κῶμαι εἰς ἓν ὄνομα συμφέρουσαι πόλις· τοῖς γὰρ ποιηταῖς καὶ τὰς κώμας λέγουσι πόλεις οὐ προσεκτέον, ὡς παρ' Εὐριπίδῃ ἐν Ἰξίωνι (immo Ἴωνι 294)
Εὔβοι' Ἀθήναις ἔστι τις γείτων πόλις,
καὶ πάλιν ἐν Τημενίδαις (fg 730)ἅπασα Πελοπόννησος εὐτυχεῖ πόλις. τρία δὲ πόλεων ἐν οἰκήσει σχήματα, ἤπειρος νῆσος χερρόνησος.
[28] μέρη δὲ πόλεως τὰ μὲν ἐκ θαλάττης αἰγιαλός, ἀκτή, ᾐών, λιμὴν καὶ λιμένος στόμα καὶ βάθος καὶ μυχός, καὶ ὅρμος δὲ καὶ κρηπίς, νεώρια, νεώσοικοι καὶ ὡς Ἀριστοφάνης ἐν Βαβυλωνίοις (fg 78) ναυλόχιον. καὶ δὴ καὶ τελώνια· εἴρηται δὲ τὸ τελώνιον ἐν Ποσειδίππου Κώδωνι· (III p 339. 13 Ko)
τὸν παῖδ' ἄνω σπεύδοντα πρὸς τὸ τελώνιον δεκατηλόγια, δεκατευτήρια, πεντηκοστολόγια, φυλακτήρια. ἀλλὰ καὶ [29] δεκατώνια· κέχρηται δὲ τῷ ὀνόματι Ἀντιφάνης ἐν Ἁλιευομένῃ· (II p 22. 27 Ko) καὶ οἱ τούτοις ἐφεστηκότες τελῶναι, ἐκλογεῖς, ἐλλιμενισταί, δεκατηλόγοι ὡς Δημοσθένης (XXIII 177), ὡς δὲ Ἀναξίλας ἐν Γλαύκῳ (II p 265. 8 Ko) δεκατῶναι, εἰκοστολόγοι, πεντηκοστολόγοι· καὶ πεντηκοστολογεῖν ἐν Φιλωνίδου Κοθόρνοις ἔστιν εἰρημένον (III p 306. 17 Ko).
παναγεῖς γενεάν, πορνοτελῶναι, Μεγαρεῖς δεινοί, πατραλοῖαι.
[30] τὸ δὲ τέλος ἐλλιμένιον, ὡς Εὔπολις Αὐτολύκῳ (I p 269. 48 Ko)
ἐλλιμένιον ὁδοῦναι πρὶν εἰσβῆναί σε δεῖ, καὶ δεκάτη καὶ εἰκοστὴ καὶ πεντηκοστή, καὶ κατὰ τὸ μέρος τῆς ἑκασταχοῦ εἰσπράξεως τὸ ὄνομα. ἦ που δὲ καὶ παραγώγιον τέλους ὄνομα, εἰ δεῖ πρὸς ἀπολογίαν τῆς κοινῆς χρήσεως παρέχεσθαι τὸ ἐν τῇ Φιλιππίδου Συνεκπλεούσῃ (III p 306. 17 Ko) εἰρημένον 'ὅταν [31] ἑξῆς παραγώγιον ἂν ἐκφέρῃς, εἰσπράξομαι.' τὸ δὲ πρᾶγμα τελωνία, καὶ τελωνεῖν τὸ ῥῆμα, καὶ εἰσπράττειν τέλη, πράττειν, ἀπαιτεῖν, ἐκλέγειν. καὶ τὸ τελούμενον παρ' αὐτῶν τελῶν ἀπογραφή, τὸ δὲ μὴ ἀπογραφὲν ἀναπόγραφον. καὶ ὡς Ἀριστοφάνης ἐν Πολυείδῳ (fg 455)
ἐλλιμενίζεις ἢ δεκατεύεις; καταβολὴ τέλους, τέλος καταβαλεῖν, καταθεῖναι, διαλῦσαι, ἀποδοῦναι, ἀπαριθμῆσαι, ἀποτῖσαι, εἰσενεγκεῖν. καὶ τὸ ὑπεύθυνον τέλει ὑποτελές, καὶ φιλοτιμούμενος τάχα καὶ ἐντελὲς καὶ ἐπιτελὲς ἐρεῖς. τὸ δ' [32] ἀνυπεύθυνον ἀτελές καὶ τὸ πρᾶγμα ἀτέλεια, καὶ οὐ μόνον ἄνθρωπος ἀτελὴς ἀλλὰ καὶ λιμήν, ὅπου μηδὲν εἰσπράττεται. καὶ κακίζων μὲν τελώνην εἴποις ἂν βαρύς, φορτικός, ἄγχων, λῃστεύων ληιζόμενος, παρεκλέγων, θαλάττης ἀγριώτερος, χειμῶνος βιαιότερος, καταδύων τοὺς καταχθέντας, ἀπάνθρωπος, ἐπαχθής, ἄπληστος, ἄμετρος, αἰσχροκερδής, βίαιος, ἀποπνίγων, πιέζων, λωποδυτῶν, ἀποδύων, ἁρπάζων, ἀφαιρούμενος, παρεισπράττων, ἰταμός, ἀναίσχυντος, ἀπηρυθριακώς, δυσχερής, ἀνήμερος, ἄγριος, ἄξενος, θηριώδης, ἕρμα, πρόβολος πέτρα, ναυάγιον, θηρίον ἄμικτον, καὶ ὅσα ἐν ταῖς ἤθους [33] λοιδορίαις ἔχεις· φιλοτιμουμένῳ δὲ ἔξεστιν εἰπεῖν Σαλμυδησσός, Καφηρεύς, καὶ ὅσα ἐν θαλάττῃ δύσμικτα καὶ ἄξενα χωρία. εἰ δ' ἐπαινεῖς τελώνην, εἴποις ἂν ἔννομος, εὔξενος, δίκαιος, ἐνδοτέρω τοῦ νόμου, πραότερος τοῦ λίαν ἀκριβοῦς, κρείττων τοῦ βίου, εἰδὼς αἰδεῖσθαι, παραμυθούμενος τὴν τοῦ πλοῦ δυσχέρειαν, εἰς ὃν ἄν τις ἀναπαύσαιτο, ᾧ τις ἂν ἡδέως προσορμίσαιτο. τὸ μέντοι τὰ τέλη [34] παραλαβεῖν εἴποις ἂν πρίασθαι καὶ μισθώσασθαι, καὶ τοὺς ἄρχοντας ἐκδιδόναι τὰ τέλη, πιπράσκειν, κηρύττειν, ἀπομισθοῦν.
τὰ δὲ περὶ τοὺς λιμένας μέρη δεῖγμα, χῶμα, ἐμπόριον, καὶ ὡς Ὑπερείδης (fg 186 Bl) φησίν, ἐξαίρεσις, ὅπου τὰ φορτία ἐξαιρεῖται, ὥσπερ καὶ τὸ δεῖγμα τοὔνομα ἀπὸ τοῦ δείγματα τῶν ἀγωγίμων τοῖς ὠνητιῶσι δίδοσθαι, παρ' Ὑπερείδῃ ἐν τοῖς ὑπὲρ τοῦ ταρίχους (fg 186 Bl). τοῦ δ' ἐμπορίου μέρη καπηλεῖα καὶ πορνεῖα, ἃ καὶ οἰκήματα ἄν τις εἴποι· καὶ τὸ πλῆθος οὐ ναυτικὸν μόνον, ὅσον ἐν τοῖς περὶ νεῶν ἐστὶν εἰρημένον, ἀλλ' ἔμποροι καὶ κάπηλοι, καὶ ὅσα ἔχεις ἐν τοῖς περὶ τὰς τέχνας.
[35] τὰ δὲ τῆς πόλεως μέρη τεῖχος καὶ τὰ τείχους μέρη, ἃ τοῖς στρατιωτικοῖς ἐνέγραψα, καί που πύλαι καὶ πυλίδες καὶ οἱ ἐφεστηκότες τούτοις πυλωροί, ὡς οἱ ἐν τοῖς τείχεσι τειχοφύλακες· καὶ τὰ μέρη τῶν πυλῶν ἃ καὶ τῶν θυρῶν, σανίδες πτύχες θαιροὶ στροφεῖς, καὶ ὅσα εὑρήσεις ἐν τοῖς περὶ οἰκιῶν (I 76). εἴσω δὲ παρελθόντων τὸ μὲν σύμπαν ὁ ἐντείχιος τόπος, εἴσω τείχους, ἐντὸς τειχῶν· τὰ δ' ἔνδον ἀγυιαὶ μὲν κατὰ Ξενοφῶντα (Cyrop II 4. 3) καὶ καθ' Ὅμηρον (E 642 s), ἀφ' ὧν ἡ εὐρυάγυια Ὁμήρῳ (Δ 52) [36] πεποίηται, καὶ Ἀπόλλων ἀγυιεύς. ταῦτα δὲ καὶ ἄμφοδα ἔστιν εὑρεῖν κεκλημένα οὐ παρ' Ἀριστοφάνει μόνον, εἰπόντι ἐν Θεσμοφοριαζούσαις (fg 327)
ἄμφοδον ἐχρῆν αὐτῷ τεθεῖσθαι τοὔνομα, ἀλλὰ καὶ παρ' Ὑπερείδῃ ἐν τῷ περὶ ἀντιδόσεως πρὸς Πασικλέα (fg 137 Bl)· 'τὴν οἰκίαν τὴν μεγάλην τὴν Χαβρίου καλουμένην καὶ τὸ ἄμφοδον'. καλοῖτο δ' ἂν καὶ κῶμαι ταῦτα, ὅθεν καὶ κωμήτας τοὺς γείτονας καὶ κωμήτιδας ὠνόμαζον· Ἀριστοφάνης γοῦν ἐν μὲν Δράμασιν ἢ Κενταύρῳ (fg 274) ἔφη 'ἐν κωμήτισι καπηλοῖς ἐπίχαρτον,' ἐν δὲ Λυσιστράτῃ (5)
πλὴν ἥ γ' ἐμὴ κωμῆτις· [37] Ἴων δὲ ἐν Φοίνικι (fg 37) σαφέστερον
ἀλλ' ὦ θυρέτρων τῶνδε κωμῆται θεοί. δοκεῖ δέ μοι καὶ ὁ κῶμος ἀπὸ ταύτης ὠνομάσθαι τῆς κώμης, καὶ τὸ ἐγκώμιον ἐπὶ ταῖς νίκαις ἐπᾳδόμενον. τοὺς μὲν δὴ γείτονας καὶ προσοίκους καὶ συνοίκους καὶ παροικοῦντας καὶ προσοικοῦντας, τάχα δὲ καὶ παροίκους καὶ ἀγχιθύρους ἐρεῖς, Εὔπολις δὲ ἐν Κόλαξι (I p 306. 177 Ko) καὶ συμπαροίκους εἴρηκεν. ἐπὶ δὲ τούτοις τὰς μὲν εὐρυτέρας ὁδοὺς λεωφόρους ἂν καὶ ἁμαξιτοὺς καλοίης καὶ ἁμαξηλάτους [38] καὶ ἱππηλάτους, τὰς δὲ στενὰς στενωποὺς καὶ λαύρας, Ὁμήρου εἰπόντος (X 128)
ἔκτοσθεν δ' ἐυσταθέος μεγάροιο
ἦν ὁδὸς ἐς λαύρην. τάχα δ' ἂν εὕροις καὶ ῥύμην εἰρημένην καὶ πλατεῖαν, ὡς οἱ νῦν λέγουσι, Φιλήμονος μὲν ἐν Πανηγύρει εἰπόντος (II p 492. 58 Ko)
τὴν πλατεῖάν σοι μόνον
ταύτην πεποίηκεν ὁ βασιλεύς,
Φιλιππίδης δὲ ἐν Φιλευριπίδῃ (III p 307. 73 Ko)
πόστην ὑφ' ὁδοῦ ὡς εἶναι παιδάριον ῥύμην; τρίτην
ὁ γὰρ στενωπὸς οὗτος ἐν Ἀθήναις ἦν·
καὶ Λακιάδαις (III p 305. 22)
ὀρθῶς γε τὴν ῥύμην ὁδοιπορήκαμεν.
[39] καὶ τὸ μὲν πλῆθος τῶν οἰκοδομημάτων οἰκίαι καὶ συνοικίαι, καὶ οἰκίας περίδρομος, ὡς ἐν τῷ Γήραι Ἀριστοφάνους (fg 133)
ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας. καὶ περιοίκιον δέ τι μικρὸν καὶ οἰκίδιον, καὶ οἰκίσκην Δημοσθένης ἐν τῷ κατὰ Ὀλυμπιοδώρου (LXVIII 13) λέγει 'καὶ εἵλετο τοὺς φαρμακοτρίβας καὶ τὴν οἰκίσκην, ἐγὼ δ' ἔλαβον τοὺς σακχυφάντας καὶ τὴν οἰκίαν,' ὡς εἶναι τὴν οἰκίσκην μικρὸν οἰκίδιον. ἐν δὲ τῷ Λυσίου πρὸς Φίλωνα ὑπὲρ Θεοκλείδου (fg 244 Tur) φόνου ἔστιν εὑρεῖν οἰκάριον· 'ἀλλ' εἰς τὸ οἰκάριον τὸ ὄπισθε τῆς [40] γυναικωνίτιδος'. καί που καὶ ἐργαστήριον καὶ καταγωγαί. τὰ δὲ δημόσια ἀκρόπολις, ἣν καὶ ἄκραν ἂν εἴποις καὶ πόλιν, καὶ τοὺς ἐν αὐτῇ θεοὺς ἀκραίους καὶ πολιεῖς, καὶ τὸ κατόπιν τῆς ἀκροπόλεως ὀπισθόδομον. τάχα δὲ τὴν ἀκρόπολιν καὶ βασίλειον ἄν τις εἴποι καὶ τυραννεῖον. εἰσὶ δ' ἐν αὐτῇ πρυτανεῖον καὶ ἑστία τῆς πόλεως, παρ' ᾗ ἐσιτοῦντο οἵ τε κατὰ δημοσίαν πρεσβείαν ἥκοντες καὶ οἱ διὰ πρᾶξίν τινα σιτήσεως ἀξιωθέντες, καὶ εἴ τις ἐκ τιμῆς ἀείσιτος ἦν. ἱερὰ δὲ καὶ νεῲ καὶ ἄλση καὶ τεμένη καὶ ἕρκη ἐν τοῖς ἱεροῖς προείρηται (I 1).
[41] τὰ μέντοι ἐνηλύσια, οὕτως ὠνομάζετο εἰς ἃ κατασκήψειε βέλος ἐξ οὐρανοῦ· ὃ καὶ ἐνσκῆψαι καὶ ἐγκατασκῆψαι καὶ κατελθεῖν ἔλεγον, καὶ τὸν Δία τὸν ἐπ' αὐτῷ καταιβάτην. περιειρχθέντα δὲ τὰ ἐνηλύσια ἄψαυστα ἀνεῖτο.
πόλεως δ' αὖ μέρη καὶ στοαὶ καὶ δρόμοι καὶ στρατήγια καὶ ἀρχεῖα καὶ γραμματεῖα καὶ διδασκαλεῖα, ἃ καὶ παιδαγώγια καὶ φωλεοὺς ὠνόμαζον. ἐκάλουν δὲ τὸ διδασκαλεῖον καὶ χορόν, ὁπότε καὶ τὸν διδάσκαλον χορηγὸν καὶ τὸ διδάσκειν χορηγεῖν, καὶ μάλιστα οἱ Δωριεῖς, [42] ὡς Ἐπίχαρμος ἐν Ὀδυσσεῖ αὐτομόλῳ (104 Kaib), ἐν δ' Ἁρπαγαῖς (13) χορηγεῖον τὸ διδασκαλεῖον ὠνόμασεν. εἰ μέντοι τὸ διδασκαλεῖον καὶ διατριβὴν κατὰ τὴν τῶν πολλῶν χρῆσιν ἐθέλεις καλεῖν, ὅρα μή σε βιάζηται καὶ τὸ παρ' Αἰσχίνῃ (I 175) 'καὶ σεμνυνόμενον ἐν τῇ τῶν μειρακίων διατριβῇ.' ἔστι δὲ καὶ νόμος Ἀττικὸς κατὰ τῶν φιλοσοφούντων γραφείς, ὃν Σοφοκλῆς Ἀμφικλείδου Σουνιεὺς εἶπεν, ἐν ᾧ τινὰ κατὰ αὐτῶν προειπὼν ἐπήγαγε μὴ ἐξεῖναι μηδενὶ τῶν σοφιστῶν διατριβὴν κατασκευάσασθαι.
[43] καὶ μὴν οὐκ ἄδοξα πόλεως μέρη γυμνάσια καὶ βαλανεῖα ἴσως δὲ καὶ πυριατήρια, Εὐπόλιδος εἰπόντος ἐν Δήμοις (I p 291. 128 Ko) 'ὅ τι; τὸ πυριατήριον.' καὶ δὴ καὶ τὸ παρὰ Πλάτωνι (Lys 206 E Euthyd 272 E) ἀποδυτήριον καὶ οἱ παρὰ Ξενοφῶντι ἐν Ἀθηναίων πολιτείᾳ (II 10) λουτρῶνες, ἐφ' οἷς καὶ παλαῖστραι καὶ δρόμοι ξυστοί. Ξενοφῶν δὲ καὶ χωρὶς τοῦ δρόμου τῷ ξυστῷ κεχρῆσθαι δοκεῖ ἐν τῷ Οἰκονομικῷ (XI 15) εἰπὼν 'ἢ εἰ ἐν τῷ ξυστῷ περιπατοίην.' εἴρηται δὲ καὶ ἐν τῷ Ἀριστίου Ὀρφεῖ (TGF p 727. 5 N)
ἦν μοι παλαίστρα καὶ δρόμος ξυστὸς πέλας.
[44] προσαριθμητέον δὲ τοῖς δημοσίοις θέατρον, καὶ θεάτρου μέρος πρὸς τοῖς προειρημένοις (IV 121) κερκίδα, ὡς ἔστιν εὑρεῖν ἐν Ἀλέξιδος Γυναικοκρατίᾳ (II p 312. 41 Ko)
ἐνταῦθα περὶ τὴν ἐσχάτην δεῖ κερκίδα
ὑμᾶς καθιζούσας θεωρεῖν ὡς ξένας.
ἐπὶ θεάτρῳ δὲ καὶ στάδιον, ἱππόδρομον, ᾠδεῖον, βουλευτήριον, ἀγοράν· δικαστήρια βασίλειον αὐλήν, βασίλειον στοάν, βασίλειον δικαστήριον· λογιστήριον, ἵνα οἱ λογισταὶ συνεκάθιζον, κληρωτήριον, ἵνα οἱ κληρωταί. ἀλλὰ μὴν καὶ ὁπλοθῆκαι ἦσαν, ἵνα τὰ ὅπλα ἀπέκειτο, καὶ [45] δὴ καὶ θησαυροὶ καὶ ταμιεῖα, ἵνα τὰ χρήματα καὶ οἱ πυροί. ἐν δὲ Μενάνδρου Εὐνούχῳ (fg 193) καὶ σιτοβόλια· ταῦτα δὲ ῥογοὺς Σικελιῶται ὠνόμαζον, καὶ ἔστι τοὔνομα ἐν Ἐπιχάρμου Βουσίριδι (22 Kaibel). ἦ που δὲ καὶ πομπεῖον εἴη ἂν οἴκημα κοινόν, Δημοσθένους εἰπόντος ἐν τῷ πρὸς Φορμίωνα (39) περὶ δανείου 'καὶ ταῦτα δὲ ἐν τῷ πομπείῳ διαμετρούμενα.'
ἦν δὲ τῶν δημοσίων οἰκοδομημάτων καὶ εἱρκτή, ὃ καὶ δεσμωτήριον καὶ οἴκημα καὶ γοργύρα, ὡς οἱ Ἴωνες ἔλεγον. οὐ μόνον δὲ τὸ δεσμωτήριον οἴκημα παρὰ τοῖς Ἀττικοῖς ἔστιν εἰρημένον, ἀλλὰ [46] καὶ τὸ πορνεῖον, καὶ δὴ καὶ ἁπλῶς τὸ οἰκήσιμον· ὅ τε γὰρ Πλάτων ἐν τῷ Πρωταγόρᾳ (315 D) ἔφη 'ἦσαν δ' ἐν οἰκήματί τινι, ᾧ πρὸ τοῦ μὲν ὡς ταμιείῳ ἐχρῆτο,' καὶ πάλιν ἐν τοῖς Νόμοισ() δημοσίοις οἰκήμασιν ὑποδέχεσθαι ἔφη, καὶ Θουκυδίδης ἐν τῷ τρίτῳ βιβλίῳ (in cdd II 4. 5) 'εἰς οἴκημα ὃ ἦν τοῦ τείχους.'
τῶν δὲ πόλεως μερῶν καὶ ἀνδρῶνες παστάδες, συσσίτια, συμπόσια, ὑδρεῖα, ὑδρορρόαι, λίβηθρα, κρῆναι, προεξέδραι θρόνοι θῶκοι καὶ ὡς Σώφρων (153 Kaibel) φησὶ σύνθωκοι. τὸ δὲ καλούμενον ὡρολόγιον ἦ που πόλον ἄν τις εἴποι, φήσαντος Ἀριστοφάνους ἐν Γηρυτάδῃ (I fg 163)
πόλος τοῦτ' ἐστίν; ἕκαστα πόστην ἥλιος τέτραπται;
[47] ἓν δὲ τῶν κοινῶν καὶ βιβλιοθῆκαι, ἢ ὡς Εὔπολίς (I p 339. 304 Ko) φησιν 'οὗ τὰ βιβλί' ὤνια.' καὶ αὐτὸ ἐφ' αὑτοῦ· οὕτω γὰρ τὸν τόπον 'τὰ βιβλία' οἱ Ἀττικοὶ ὠνόμαζον, ὥσπερ καὶ τοὺς ἄλλους τόπους ἀπὸ τῶν ἐν αὐτοῖς πιπρασκομένων, ὡς εἰ φαῖεν 'ἀπῆλθον ἐς τοὖψον καὶ ἐς τὸν οἶνον καὶ ἐς τοὔλαιον καὶ ἐς τὰς χύτρας,' καὶ κατὰ τὸν Εὔπολιν (I p 339. 304)
περιῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμμυα
καὶ τὸν λιβανωτόν, κεὐθὺ τῶν ἀρωμάτων,
καὶ περὶ τὰ γέλγη.
[48] εἴη δ' ἂν καὶ μαγειρεῖα τῶν πόλεως μερῶν, οὐχ ᾗπερ τὰ λοιπὰ τῶν ὑπὸ ταῖς τέχναις ἐργαστηρίων, ἀλλ' ὁ τόπος ὅθεν μισθοῦνται τοὺς μαγείρους, ὡς Ἀντιφάνης ἐν Στρατιώτῃ (II p 98. 203 Ko) ὑποδηλοῦν ἔοικεν·
ἐκ τῶν μαγειρείων βαδίζων, ἐμβαλών
εἰς τοὖψον.
μεμνόνεια δὲ ἐκάλουν οὗ τὰ τῶν ὄνων κρέα ἐπιπράσκετο, ἴσως τῶν ὀνείων ἐνόντων τῷ ὀνόματι.
καὶ ταῦτα δέ, εἰ καὶ αἰσχίω, ἀλλὰ μέρη πόλεως, ἀσωτεῖα, πεττεῖα, κυβεῖα κυβευτήρια, σκιραφεῖα, ματρυλεῖα.
[49] μέρη δὲ πόλεων καὶ κατάγειοι οἰκήσεις καὶ σειροὶ καὶ φρέατα καὶ λάκκοι, τάχα δὲ καὶ λίμναι καὶ προλιμνάδες καὶ ποταμοὶ καὶ ἄνδηρα ποταμῶν καὶ ὄχθαι καὶ γέφυραι καὶ πυλίδες καὶ ψαλίδες. ἔστι δὲ ἡ ψαλὶς εἶδος οἰκοδομήματος· ἦ που καὶ Σοφοκλῆς ἐν Λακαίναις (fg 338) λέγει
στενὴν δ' ἔδυμεν ψαλίδα κοὐκ ἀβάρβαρον. ἀλλὰ μὴν καὶ Πλάτων ἐν τοῖς Νόμοις (947 D)· 'θήκην δ' ὑπὸ γῆς αὐτοῖς εἰργασμένην εἶναι ψαλίδα προμήκη λίθον.'
ἐκ δὲ τῶν τῆς πόλεως μερῶν καὶ λέσχαι καὶ πιθῶνες, ὡς Εὔπολις (I p 366. 437 Ko) ὠνόμαζε, καὶ οἰνῶνες, ὡς Ξενοφῶν (Hellen IV 2. 6).
[50] τὰ μὲν οὖν πολλὰ ἐργαστηρίων, οἷς ἀπὸ τέχνης ἑκάστης πρόσκειται τοὔνομα, ἐν τοῖς περὶ τεχνῶν ἔστι προειρημένα (VI 15)· μέρη δὲ πόλεως καὶ πανδοκεῖον καὶ ξενὼν καὶ ὡς ἐν Ἰνάχῳ (fg 252) Σοφοκλῆς 'πανδόκος ξενόστασις' καὶ στάσις ἵππων, ὡς Εὐριπίδης ἐν Ἱππολύτῳ καλυπτομένῳ (fg 442)
πρὸς ἵππων εὐθὺς ὁρμήσας στάσιν. Λυσίας δὲ ἐν τῷ ὑπὲρ Ἀχιλλείδου (p 182. 56 Tur) φόνου εἴρηκεν ἱπποστάσιον. καὶ σταθμὸς δ' ἂν καλοῖτο ἡ τῶν ὑποζυγίων στάσις, καὶ κλείσιον παρὰ τὸ κεκλεῖσθαι· ἀφ' οὗ καὶ αἱ θύραι κλεισιάδες.
[51] Οὐ φαῦλον δ' ἂν εἴη βραχέα καὶ περὶ νομισμάτων εἰπεῖν· τὰ μὲν γὰρ περὶ τραπεζίτας κίβδηλόν τε καὶ ἐπίσημον νόμισμα ἔχεις προειρημένα (III 86), κωλύοι δ' ἂν οὐδὲν εἴδη τε καὶ μέρη νομισμάτων ὁρίσασθαι. Πλάτωνι (Soph 223 D) μὲν γὰρ καὶ τέχνη [52] τις ἔστι νομισματοπωλική, καὶ νομισματοπωλικὸν πρᾶγμα· εἰ δὲ τὸ τάλαντον μέγιστόν ἐστι χρυσίου καὶ ἀργυρίου μέρος, ἐναρμόσαι ἂν ἴσως εἰς τοῦτο καὶ ἡ Δημοσθένους (fg 57) πεντηκονταταλαντία. ῥᾴδιον δὲ αὐτὴν κατὰ τὸ προκείμενον σχῆμα αὔξειν τε καὶ ἐλαττοῦν· καὶ γὰρ ἑκατονταλαντίαν ἔστιν εἰπεῖν κατὰ ὑφήγησιν τοῦ προειρημένου καὶ δεκαταλαντίαν καὶ ἀπὸ παντὸς ἀριθμοῦ πλείονός τε καὶ ἐλάττονος, ὅπου μὴ τὸ δύσφθεγκτον καὶ τὸ τραχὺ πρὸς τὴν ἀκοὴν ἐμποδίζοι. τὸ δὲ τάλαντον ἦν μὲν καὶ σταθμοῦ τι ὄνομα, ὅθεν καὶ παρὰ Ἀριστοφάνει ἔστιν εἰρημένον (Ran 796)
ἀλλ' ἦ ταλάντῳ μουσικὴ κριθήσεται, καὶ τὸ Ὁμηρικὸν (Θ 69 Χ 209)
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα.
[53] τοῦτο μὲν αὐτῶν τῶν σταθμῶν τοὔνομα· τὸ δὲ ἐν ταῖς Κράτητος Τόλμαις (I p 140. 32 Ko)
πρῶτα μὲν ταλαντιαῖος ὅστις ἔστ' αὐτῶν λέγε ἄδηλον εἴτε τιμὴν εἴτε ῥοπὴν λέγει, ὥσπερ ὅταν Ἀλκαῖος ὁ κωμικὸς ἐν Ενδυμίωνι (I p 759. 12 Ko) εἴπῃ νοσημάτων ταλαντιαίων. ἡ μὲν γὰρ Ἀντιφῶντος ταλάντωσις (fg 179 Bl) τὸ βάρος δηλοῖ, καὶ ὁ Ἀριστοφάνους ἐν Δράμασιν ἢ Κενταύρῳ (fg 276) λίθος δεκατάλαντος. ἠδύνατο δὲ τὸ τοῦ χρυσίου τάλαντον τρεῖς χρυσοῦς [54] Ἀττικούς, τὸ δὲ τοῦ ἀργυρίου ἑξήκοντα μνᾶς Ἀττικάς. ἦν δὲ καὶ ἀριθμοῦ τοὔνομα, ὅπου καὶ πολυτάλαντος ὁ πλούσιος καὶ πολυτάλαντον πρᾶγμα τὸ πολλοῦ ὤνιον· καὶ παρ' Ὁμήρῳ (Σ 507)
κεῖτο δ' ἄρ' ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα. διτάλαντον δ' ἂν εἴποις κατὰ Δημοσθένην (XXVII 64) καὶ τριτάλαντον καὶ δεκατάλαντον, καὶ ἡμιτάλαντον, ὡς Ὅμηρος (Ψ 796)
ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω. ἀρχαία δ' ἡ χρῆσις καὶ ἡ τοῦ 'πέμπτον ἡμιτάλαντον καὶ τρίτον ἡμιτάλαντον καὶ ἕβδομον ἡμιτάλαντον·' τὸ δ' ἦν τέτταρα ἥμισυ τάλαντα ἢ δύο ἥμισυ ἢ ἓξ ἥμισυ· καὶ ὅλως ὁπόστον φήσει τις εἶναι [55] τὸ ἡμιτάλαντον, τὸν πρὸ αὐτοῦ ἀριθμὸν ὁλόκληρον εἶναι δεῖ, ἐὰν μὲν ἕβδομον, τὸν ἕξ, ἂν δὲ τρίτον, τὸν δύο, σὺν δὲ τούτῳ τὸ ἥμισυ πάντως ἐπαριθμεῖν. φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν, ὡς καὶ τρία ἡμίμναια τὴν μίαν ἡμίσειαν μνᾶν. ὅτι δὲ παρὰ τοῖς ἐφ' Ὁμήρου ὀλίγον τὸ τάλαντον ἠδύνατο, μάθοις ἂν ἐκ τῆς ἱπποδρομίας, ἐν ᾗ τῷ μὲν τρίτῳ τὸ ἆθλόν ἐστι λέβης (Ψ 267), τῷ δὲ τετάρτῳ δύο χρυσοῖο τάλαντα (269).
[56] ἡ μνᾶ δ' ἐστὶ τὸ μέγιστον τῶν τοῦ ταλάντου μερῶν, ὡς εἰς ὄνομα κατακερματίσαι λύσαντα τὸ τάλαντον, ἐπεὶ καὶ τρίτον ἂν εἴποις ταλάντου καὶ τέταρτον, καὶ τριτημόριον ταλάντου καὶ τεταρτημόριον· τὰ δὲ τοιαῦτα μέρη ἐστὶν ἐξ ἀριθμοῦ δηλούμενα, ἀλλ' οὐκ ἐξ ὀνόματος. ἦν δὲ καὶ ἡ μνᾶ σταθμοῦ τε ὁμοῦ καὶ νομίσματος ὄνομα· οὗ τὸ ἥμισυ ἡμίμναιον· κἂν τρίτον ἡμίμναιον εἴπῃς, δύο καὶ ἡμίσειαν μνᾶν ἐρεῖς· καὶ συντιθέντες δὲ τὴν μνᾶν ἔλεγον, ὥσπερ [57] Ἡρόδοτος μὲν ἐν τῷ πέμπτῳ βιβλίῳ (77) δίμνως εἴρηκεν, ὁ δὲ Λυσίας ἐν τῷ κατὰ Αὐτοκράτους (p 181. 52 Tur) 'τετύχηκε δέ μοι καὶ εἰκοσίμνως ἔρανος.'
ὁ δὲ χρυσοῦς στατὴρ μνᾶν ἠδύνατο· καὶ γὰρ ἐν τοῖς ἱσταμένοις τὴν μνᾶν τῆς ῥοπῆς στατῆρα ὀνομάζουσιν, καὶ ὅταν εἴπωσι πενταστάτηρον, πεντάμνουν δοκοῦσι λέγειν, ὡς ἐν τῇ Σωσικράτους Παρακαταθήκῃ· (III p 391. 1 Ko)
ὅταν γάρ, οἶμαι, λευκὸς ἄνθρωπος παχύς
ἀργὸς λάβῃ δίκελλαν, εἰδὼς τρυφᾶν,
πενταστάτηρον, γίγνεται τὸ πνεῦμ' ἄνω.
[58] ἔστι μέντοι καὶ νόμισμα στατήρ, ὡς ὅταν εἴπῃ Ἀριστοφάνης (Plut 817)
στατῆρσι δ' οἱ θεράποντες ἠρτιάζομεν· τὸ γὰρ ἐν τοῖς Βατράχοις (immo Eccles 412/3) Ἀριστοφάνους ἀμφίβολον, 'σωτηρίας τετραστατήρου,' εἴτε ῥοπὴν εἴτε ἀριθμὸν λέγει. Εὔπολις δ' ἐν μὲν Δήμοις τὸ νόμισμα δηλοῖ λέγων (I p 287. 112 Ko)
ἔχων στατῆρας χρυσίου τρισχιλίους, ἐν δὲ Ταξιάρχοις τὴν ῥοπὴν λέγει· (I p 327. 252 Ko)
ὅτ' ἦν μέντοι νεώτερος, κρόκης
πέντε στατῆρας εἶχε, ναὶ μὰ τὸν Δία,
νῦν δὲ ῥύπου γε δύο τάλαντα ῥᾳδίως.
[59] καὶ οἱ μὲν Δαρεικοὶ ἐκαλοῦντο στατῆρες, οἱ δὲ Φιλίππειοι, οἱ δ' Ἀλεξάνδρειοι, χρυσοῖ πάντες ὄντες. καὶ εἰ μὲν χρυσοῦς εἴποις, προσυπακούεται ὁ στατήρ, εἰ δὲ στατήρ, οὐ πάντως ὁ χρυσοῦς. Ἀναξανδρίδης δ' ἐν Ἀγχίσῃ (II p 137. 5 Ko) καὶ ἡμιχρύσους λέγει. τὰ δὲ στατῆρος ἄξια στατηριαῖα φαίης ἄν, ὡς Θεόπομπος ἐν Καλλαίσχρῳ (I p 738. 21 Ko)
οὔ φησιν εἷναι τῶν ἑτέρων τὰς μέσας
στατηριαίας.
ἡ μνᾶ δ' εἶχεν ἡ Ἀττικὴ δραχμὰς ἑκατόν, ὡς ἀκριβέστατα ἔστιν ἐν τοῖς Εὐπόλιδος Κόλαξιν (I p 298. 149 Ko)
δεῖπνον θὲς ἑκατὸν δραχμάς. ἰδού· εἶτα ἐπιφέρει
κόλαξιν οἶνον θὲς ἑτέραν μνᾶν·
[60] δῆλον ὅτι μνᾶν εἴρηκεν καὶ τὰς ἑτέρας ἑκατὸν δραχμάς. ἡ μέντοι δραχμὴ εἶχεν ὀβολοὺς ἕξ· ὅθεν καὶ ἐπωβελία τὸ ἕκτον τοῦ τιμήματος. καὶ τὸ δραχμῆς ἄξιον δραχμιαῖον, ὡς ἐν Ἀριστοφάνους Ὁλκάσιν (fg 425). ἦν δὲ οὐ δραχμὴ νόμισμα μόνον, ἀλλὰ καὶ πεντηκοντάδραχμον καὶ πεντάδραχμον παρὰ Κυρηναίοις καὶ τετράδραχμον ἐκαλεῖτο καὶ τρίδραχμον καὶ δίδραχμον. τὸ παλαιὸν δὲ τοῦτ' ἦν Ἀθηναίοις νόμισμα, καὶ ἐκαλεῖτο βοῦς, ὅτι βοῦν εἶχεν ἐντετυπωμένον. εἰδέναι δ' αὐτὸ καὶ Ὅμηρον (Ζ 236) νομίζουσιν εἰπόντα 'ἑκατόμβοι' [61] ἐννεαβοίων.' καὶ μὴν κἀν τοῖς Δράκοντος νόμοις ἔστιν ἀποτίνειν εἰκοσάβοιον· καὶ ἐν τῇ παρὰ Δηλίοις θεωρίᾳ τὸν κήρυκα κηρύττειν φασίν, ὁπότε δωρεά τινι δίδοται, ὅτι βόες τοσοῦτοι δοθήσονται αὐτῷ, καὶ δίδοσθαι καθ' ἕκαστον βοῦν δύο δραχμὰς Ἀττικάς· ὅθεν ἔνιοι Δηλίων ἀλλ' οὐκ Ἀθηναίων ἴδιον εἶναι νόμισμα τὸν βοῦν νομίζουσιν. ἐντεῦθεν δὲ καὶ τὴν παροιμίαν εἰρῆσθαι τὴν 'βοῦς ἐπὶ γλώσσῃ βέβηκεν,' [62] εἴ τις ἐπ' ἀργυρίῳ σιωπήσειεν. ἦν μέντοι, ὡς Ἀριστοτέλης (fg 529) φησίν, ἐν Κυρήνῃ καὶ τετραστάτηρον καὶ ἡμιστάτηρον χρυσᾶ νομίσματα. τῆς δὲ δραχμῆς τὸ ἥμισυ ἡμίδραχμον καλεῖται, καὶ τρίτον ἡμίδραχμον αἱ δύο ἥμισυ δραχμαί.
τὸ δ' ἡμίδραχμον, καὶ τριώβολον ἂν καλοῖς. οἱ μέντοι ὀκτὼ ὀβολοὶ ἡμίεκτον ἂν ὀνομάζοιντο, ὡς φησὶν ἐν Λαμίᾳ Κράτης (I 136. 20 Ko)
ἡμίεκτόν ἐστι χρυσοῦ, μανθάνεις, ὀκτὼ ὀβολοί, [63] ἦν δὲ καὶ τριώβολον καὶ διώβολον εἴδη νομισμάτων Ἀττικῶν, τὸ μὲν διώβολον ἔχον ἐντετυπωμένην γλαῦκα καὶ ἐκ θατέρου πρόσωπον Διός, τὸ δὲ τετρώβολον τὸ μὲν πρόσωπον ὁμοίως, δύο δὲ τὰς γλαῦκας. ἀλλὰ τὸ μὲν τετρώβολον καὶ τριώβολον ἐν τῇ χρήσει τέτριπται· τὸ δὲ διώβολον ὡς ἐπὶ πολὺ λύοντες ἔλεγον, ὡς Δημοσθένης (XVIII 28) 'ἀλλ' ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἄν, εἰ μὴ τοῦτ' ἐγράφη.' ἔστι δὲ καὶ τὸ διώβολον ἐν Αἰολοσίκωνι Ἀριστοφάνους (p 393. 3)
ὅπερ λοιπὸν μόνον ἦν ἐν τῇ γνάθῳ
διώβολον, γένοιταί μοι δικόλλοικον.
[64] παρὰ μέντοι Θεοπόμπῳ ἐν Στρατιώτισι (I p 748. 55 Ko) καὶ τὸ τετρώβολον λαμβάνειν τετρωβολίζειν ὠνόμασται.
καίτοι τίς οὐκ ἂν εἰκὸς εὖ πράττει τετρωβολίζων,
εἰ νῦν γε διώβολον φέρειν ἀνὴρ τρέφειν γυναῖκα;
τὸ δὲ τοῦ ὀβολοῦ ἥμισυ ἡμιωβόλιον, καὶ ἡμιωβολιαῖον τὸ τοσούτου ὤνιον, ὡς ἐν τοῖς Βατράχοις Ἀριστοφάνης (554)
καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ' εἴκοσιν
ἀν' ἡμιωβολιαῖα. ἐν δὲ τῷ Ἀναγύρῳ (fg 48) τὰ τρία ἡμιωβόλια τριημιωβόλιον εἴρηκεν·
ἐν τῷ στόματι τριημιωβόλιον ἔχων.
[65] ὁ μέντοι ὀβολὸς ὀκτὼ χαλκοῦς εἶχεν, καὶ οἱ μὲν δύο χαλκοῖ τεταρτημόριον καὶ κατὰ ἀποκοπὴν ταρτημόριον ὠνομάζετο, οὗτοι δ' ἂν εἶεν καὶ δίχαλκον ‑ ὅτι ἦν τοῦ ὀβολοῦ τέταρτον, οἱ δὲ τέτταρες χαλκοῖ ἡμιωβόλιον, οἱ δ' ἓξ χαλκοὶ τριτημόριον, ὅτι τὰ τρία μέρη ἐστὶ τοῦ ὀβολοῦ· οἱ δὲ καὶ τριταρτημόριον αὐτοὺς ὠνόμαζον ὡς τρία τεταρτημόρια ἔχοντας. ὅτι δὲ τοὺς ἓξ χαλκοῦς τριτημόριον ὠνόμαζον, ἔστιν εὑρεῖν ἐν τῷ Φιλήμονος Σαρδίῳ· (II p 498. 74 Ko)
χαλκοῦς ὀφείλεις πέντε μοι· μέμνησο; ἐγώ
σοὶ πέντε χαλκοῦς, σὺ δέ μοι τριτημόριον.
τοὺς ἓξ ἀποδοὺς τοὺς πενταχάλκους ἀπόλαβε.
[66] καὶ ἔτι σαφῶς ἐν τῷ Πιττοκοπουμένῳ (II p 494. 63 Ko)
ἰδοὺ πάρεστιν, ὡς ὁρᾷς. τριτημόρου
ἕκαστος ὑμῶν ἦλθεν· εἰς τέτταρες
εἴληφεν ἡμῖν οὑτωσὶ τριώβολον.
τεττάρων γὰρ καὶ εἴκοσι χαλκῶν ὄντων ἐν τῷ τριωβόλῳ, ἓξ ἑκάστῳ γίνονται χαλκοῖ τέτταρσιν οὖσιν, οὓς εἴρηκεν τριτημόριον. ὅταν μέντοι Θουκυδίδης (II 98. 4) εἴπῃ 'τριτημόριον δὲ μάλιστα ἱππικόν,' τὴν τρίτην μοῖραν εἴρηκεν. ὁ δὲ Ἡρόδοτος (I 211) τριτημορίδα. τὸ δὲ παρὰ Φιλήμονι (II p 498. 74 Ko) τριτήμορον τεταρτημόριον καλεῖ [67] ἐνίοτε Πλάτων (I p 666. 258 Ko). ὅτι δὲ οἱ τέτταρες χαλκοῖ ἡμιωβόλιον εἰσίν, ἐν τῷ αὐτῷ δράματι Φιλήμονος ἔστιν· (II p 494. 64 Ko)
ὀβολοῦ τὸ πρῶτον ἡμῖν ἐνεχθὲν
καὶ τεττάρων χαλκῶν μετὰ ταῦτα. καὶ μάλα
τρί' ἡμιωβόλι' ἐστί· χαλκοῦ θερμὸν ἦν.
ἐν τούτῳ καὶ πολλὴν ἀπορίαν τις ἂν ἐπιλύσαιτο, ὑπὲρ ἧς οἶδα πολλάκις ἀμφισβητήσας, εἰ παρά τινι τῶν ἀρχαίων θερμῷ χρωμένους ἐπὶ τῷ πιεῖν ἔστιν εὑρεῖν καὶ τὰ μὲν παρ' Ὁμήρῳ πολλὴν εἶχε τὴν [68] ἀσάφειαν. καὶ γὰρ εἴ τις τοὺς αἴθωνας λέβητας (I 123) παρὰ τοὺς ἀπύρους λέβητας ἀντιτιθεὶς οἴοιτο τούτους ἐπὶ θερμοῦ ὕδατος παρασκευῇ εὐτρεπίζεσθαι, ταὐτὸν ἂν εἶεν οὗτοι τῷ ἐμπυριβήτῃ τρίποδι (Ψ 202), ὃς ἐπὶ λουτροῖς ἐθερμαίνετο, ὧν ἡ χρῆσις ἦν οὐκ ὀλίγη· παρ' Ὁμήρῳ μὲν γὰρ οὐδὲ κρέα ἑφθὰ τῶν ἡρώων τινὲς ἤσθιον, καίτοι αὐτοῦ γε τὴν τοιαύτην ὀψοποιίαν εἰδότος, ὅταν φῇ (Φ 362)
ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ,
κνίσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο.
[69] περὶ μέντοι τοῦ πότου, παρ' Ὁμήρῳ μὲν οὐχ οἷόν τ' ἦν ἀνευρεῖν θερμὸν ὕδωρ ἐπὶ πότῳ, παρὰ δὲ τοῖς ἀρχαίοις ἰατροῖς· καὶ γὰρ ὅταν Ἱπποκράτης (Aphorism V 18) εἴπῃ 'τὸ ψυχρὸν πολέμιον νεύροισιν ὀστέοισιν ὀδοῦσιν ἐγκεφάλῳ,' δῆλον ὡς οἶδε τὴν τοῦ θερμοῦ προσφορὰν τοῖς ὀδοῦσιν. ἐγὼ δὲ τὸ ἐν ταῖς Θεσμοφοριαζούσαις (fg 330) Ἀριστοφάνους εἰρημένον 'τὸ χαλκίον θερμαίνεται' οὕτω πως ἤκουον ὡς εἰς πότον εὐτρεπιζομένων τῶν γυναικῶν. ταὐτὸν δὲ τοῦτο καὶ ἐν τοῖς Εὐπόλιδος Δήμοις (I p 286. 108 Ko) ἔστιν εἰρημένον. ἀλλ' ὅτι οὐδὲ τοῦτο ἀποχρῶν ἐστὶν εἰς πίστιν τῆς τοῦ θερμοῦ πόσεως, ὑπηναντιοῦτό μοι τὸ ἐν τοῖς Ἀριστοφάνους Γεωργοῖς (fg 107) σαφῶς ἐπὶ λουτροῦ εἰρημένον,
ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν, ὡς πάλαι δι'
ἡμᾶς ἐκεῖ τῷ χαλκῷ ἐν λουσαμένῳ κολάζειν.
[70] τουτὶ μέντοι τὸ παρὰ τῷ Φιλήμονι (II p 494. 64. 3 Ko) 'χαλκοῦ θερμὸν ἦν' συνταττόμενον τῷ πιεῖν ἄντικρυς δηλοῖ τὴν τοῦ θερμοῦ πόσιν· καὶ γὰρ τὸ λεπτὸν τοῦ νομίσματος οὐ λουτροῦ ἐστὶν ἀλλὰ πότου μέτρον.
καὶ πεντέχαλκον δὲ τοὺς πέντε χαλκοῦς ὠνομασμένους εὕρομεν ἐν ταῖς Ἀριστοφῶντος Διδύμαις ἢ Πυραύνῳ (II p 276. 2 Ko)
ἔπειθ' ἡπάτια καὶ νῆστίν τινα
προσέθηκεν, οἶμαι, πεντέχαλκον προσλαβών.
εἴη δ' ἂν καὶ σύμβολον βραχὺ νόμισμά τι ἢ ἡμίτομον νομίσματος.
[71] ὁ γοῦν Ἕρμιππος ἐν μὲν Φορμοφόροις (I p 242. 61 Ko) λέγει
παρὰ τῶν καπήλων λήψομαι τὸ σύμβολον, ἐν δὲ τοῖς Δημόταις (I p 228. 14 Ko)
οἴ μοι, τί δράσω σύμβολον κεκαρμένος; κεκάρθαι ἔοικε τὸ ἥμισυ, ὥστε ἢ ἐκ θατέρου μόνου τετυπῶσθαι τοῦτο δεῖ τὸ νομισμάτιον νοεῖσθαι, ἢ διαιρεῖσθαι ὡς ἔχειν τὸ μέρος ἑκάτερον, τόν τε πιπράσκοντα καὶ τὸν ὠνούμενον, ἐπὶ συμβόλῳ τοῦ τὸν μέν τι προειληφέναι, τῷ δὲ ἐνοφείλεσθαι. διελέγχουσι δ' αὐτὸ [72] σμικρόν τι δύνασθαι Ἀριστοφάνης μὲν ἐν Ἀναγύρῳ λέγων (fg 44)
τοῦτ' αὐτὸ πράττω, δύ' ὀβολὼ καὶ σύμβολον
ὑπὸ τῷ πικλίντρῳ. μῶν τις αὔτ' ἀνείλετο; Ἄρχιππος δ' εἰπὼν ἐν Ἡρακλεῖ γαμοῦντι (I p 680. 8 Ko)
ἀνδρῶν ἄριστος καὶ μάλιστ' ἐμοὶ ξένος,
ἀτὰρ παρ' ἐμοί γ' ὢν εἶχεν οὐδὲ σύμβολον.
εἴη δ' ἂν καὶ κόλλυβον λεπτόν τι νομισμάτιον· Καλλίμαχος (fg 85) γοῦν ἔφη, περὶ τῶν ἐν ᾅδου λέγων,
ἐκ τῶν ὅκου βοῦν κολλύβου πιπρήσκουσιν,
ὡς ἂν εἴποι τις τοῦ προστυχόντος. ἔλεγον δέ τι καὶ τρικόλλυβον οἱ ποιηταὶ σμικρὸν νόμισμα (Comic III p 599. 1167 Ko).
[73] οἱ μέντοι τὸν βοῦν, τὸ ἐκ τοῦ τυπώματος οὕτω κληθὲν νόμισμα καὶ Ὅμηρον εἰδέναι νομίζοντες ἐν τῷ 'ἑκατόμβοι' ἐννεαβοίων' (Ζ 236), ὡς πρὸς ἀριθμὸν δραχμῶν τὴν ἀξίαν τῶν ὅπλων ἀντιτιμώμενον, ὑπό τι εὔηθες τοῦτο ὑπολαμβάνουσιν Ὁμήρῳ μάρτυρι, τὴν ἀλλαγὴν οὐ νομίσματι γίνεσθαι τὸ παλαιὸν ἡγουμένῳ ἀλλ' ἀντιδόσει τινῶν, ὡς ὅταν φῇ (Η 472)
ἔνθεν ἄρ' οἰνίζοντο καρηκομόωντες Ἀχαιοί
ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ' αἴθωνι σιδήρῳ,
ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτῇσι βόεσσιν·
[74] τὰς γὰρ βοῦς πρὸς τὰς ῥινοὺς ἀντιτιθείς, φανερός ἐστι τὸ ζῷον ἀλλ' οὐ τὸ νόμισμα δηλῶν.
καὶ μὴν τὸ Πελοποννησίων νόμισμα χελώνην τινὲς ἠξίουν καλεῖν ἀπὸ τοῦ τυπώματος· ὅθεν ἡ μὲν παροιμία
τὰν ἀρετὰν καὶ τὰν σοφίαν νικᾶντι χελῶναι, ἐν δὲ τοῖς Εὐπόλιδος Εἵλωσιν (I p 295. 141) εἴρηται 'ὀβολὸν τὸν καλλιχέλωνον.'
ἀλλὰ μέντοι καὶ κόρη νόμισμα παρ' Ἀθηναίοις ἦν, ὡς Ὑπερείδης φησίν (fg 199 Bl), τῷ παιδίῳ τῆς ἐν Βραυρῶνι ἱερείας τῶν ἀναθημάτων τι λαβόντι παραβληθῆναι λέγων ἐπὶ πείρᾳ συνέσεως [75] κόρην καὶ τετράδραχμον, κἀπειδὴ τὸ τετράδραχμον εἵλετο, δόξαι διακρίνειν ἤδη τὸ κέρδος δύνασθαι. τάχα δ' ἂν εἴη κόρη, ὡς Εὐριπίδης ὠνόμασε παρθένον ἐν Σκίρωνι, (fg 675) λέγων περὶ τῶν ἑταιρουσῶν ἐν Κορίνθῳ (fg 675)
καὶ τὰς μὲν ἄξῃ, πῶλον ἂν διδῷς ἕνα,
τὰς δὲ ξυνωρίδ'· αἱ δὲ κἀπὶ τεττάρων
φοιτῶσιν ἵππων ἀργυρῶν. φιλοῦσι δέ
τὰς ἐξ Ἀθηνῶν παρθένους, ὅταν φέρῃ
πολλάς.
τὰς μὲν οὖν παρθένους λέγοι ἂν τὰς κόρας, αἷς ἐνεκεχάρακτο Ἀθηνᾶς [76] πρόσωπον, ὅθεν τὸ νόμισμα τοῦτ' Εὔβουλος ἐν Ἀγχίσῃ (II p 165. 6 Ko) καλεῖ Παλλάδας, πῶλον δὲ τὸ νόμισμα τὸ Κορίνθιον, ὅτι Πήγασον εἶχεν ἐντετυπωμένον.
ἀλλὰ μὴν τὴν μὲν Αἰγιναίαν δραχμὴν μείζω τῆς Ἀττικῆς οὖσαν ‑ δέκα γὰρ ὀβολοὺς Ἀττικοὺς ἴσχυεν ‑ Ἀθηναῖοι παχεῖαν δραχμὴν ἐκάλουν, μίσει τῶν Αἰγινητῶν Αἰγιναίαν καλεῖν μὴ θέλοντες· τὸ δὲ χρυσίον, ὅτι τοῦ ἀργυρίου δεκαπλάσιον ἦν, σαφῶς ἄν τις ἐκ τῆς Μενάνδρου Παρακαταθήκης (fg 383) μάθοι· προειπὼν γὰρ
ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον,
ἕστηκα τηρῶν, [77] ἐπάγει μετὰ ταῦτα περὶ ταὐτοῦ λέγων (fg 384)
μακάριος ἐκεῖνος δέκα τάλαντα καταφαγών.
τὸ μέντοι τῶν ὀβολῶν ὄνομα οἱ μὲν ὅτι πάλαι βουπόροις ὀβελοῖς ἐχρῶντο πρὸς τὰς ἀμοιβάς, ὧν τὸ ὑπὸ τῇ δρακὶ πλῆθος ἐδόκει καλεῖσθαι δραχμή, τὰ δ' ὀνόματα καὶ τοῦ νομίσματος μεταπεσόντος εἰς τὴν νῦν χρείαν ἐνέμεινεν ἐκ τῆς μνήμης τῆς παλαιᾶς· Ἀριστοτέλης δὲ ταὐτὸν λέγων ἐν Σικυωνίων πολιτείᾳ (fg 580) σμικρόν τι καινοτομεῖ, ὀφελοὺς αὐτοὺς τέως ὠνομάσθαι λέγων, τοῦ μὲν ὀφέλλειν δηλοῦντος τὸ αὔξειν, αὐτῶν δὲ διὰ τὸ εἰς μῆκος ηὐξῆσθαι [78] ὧδε κληθέντων. ὅθεν καὶ τὸ ὀφείλειν ὠνομάσθαι φησὶν οὐκ οἶδ' ὅπως· ἐπὶ μέντοι τῶν ὀβελῶν ὑπηλλάχθαι τὸ φ εἰς τὸ β κατὰ συγγένειαν.
Βυζαντίων γε μὴν σιδήρῳ νομιζόντων ἦν οὕτω καλούμενος σιδάρεος νόμισμά τι λεπτόν, ὥστε ἀντὶ τοῦ 'πρίω μοι τριῶν χαλκῶν' λέγειν 'πρίω μοι τριῶν σιδαρέων·' ὅθεν καὶ ἐν τοῖς Στράττιδος Μυρμιδόσιν εἴρηται (I p 721. 36 Ko)
ἐν τοῖς βαλανείοις προκέλευθος ἡμέρα,
ἁπαξάπασα γῆ στρατιαὶ σιδαρέων.
[79] σιδηρῷ δὲ νομίσματι καὶ Λακεδαιμόνιοι χρῶνται, ἐκ πολλοῦ ὄγκου ὀλίγον δυναμένῳ· ὄξει δ' αὐτοῦ τὴν ἀκμὴν εἰς τὸ ἄτομον κατασβεννύουσιν. τοὺς μέντοι Συρακουσίους καττιτέρῳ ποτὲ ἀντ' ἀργυρίου νομίσαι Διονύσιος κατηνάγκασεν· καὶ τὸ νομισμάτιον τέτταρας δραχμὰς Ἀττικὰς ἴσχυεν ἀντὶ μιᾶς.
ὁ δὲ νοῦμμος, δοκεῖ μὲν εἶναι Ῥωμαίων τοὔνομα τοῦ νομίσματος, ἔστι δὲ καὶ Ἑλληνικὸν τῶν ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ Δωριέων· Ἐπίχαρμός τε γὰρ ἐν ταῖς Χύτραις (136 Kaib) φησὶν
ἀλλ' ὅμως ὁκαιαι καὶ ποιάρνες, εὑρήσουσι δέ μοι
καὶ νούμμους· παλατιᾶς γὰρ ἐνῆ τᾶς ματρός· [80] καὶ πάλιν (137)
κῆρυξ ἰών
εὐθὺς πρίω μοι δέκα νούμμων μόσχον καλήν·
καὶ Ἀριστοτέλης ἐν τῇ Ταραντίνων πολιτείᾳ (fg 590) φησὶ καλεῖσθαι νόμισμα παρ' αὐτοῖς νοῦμμον, ἐφ' οὗ ἐντετυπῶσθαι Τάραντα τὸν Ποσειδῶνος δελφῖνι ἐποχούμενον. καὶ μὴν ἐν Ἀκραγαντίνων πολιτείᾳ φησὶν Ἀριστοτέλης (fg 476) ζημιοῦσθαί τινας τριάκοντα λίτρας, δύνασθαι δὲ τὴν λίτραν ὀβολὸν Αἰγιναῖον. ἀλλὰ μέντοι παρ' αὐτῷ τις ἂν ἐν τῇ Ἱμεραίων πολιτείᾳ (fg 510) καὶ ἄλλα εὕροι Σικελικῶν [81] νομισμάτων ὀνόματα, οἷον οὐγκίαν, ὅπερ δύναται χαλκοῦν ἕνα, καὶ διζᾶντα, ὅπερ ἐστὶ δύο χαλκοῖ, καὶ τριᾶντα, ὅπερ τρεῖς, καὶ ἡμίλιτρον, ὅπερ ἕξ, καὶ λίτραν, ἣν εἶναι ὀβολόν· τὸ μέντοι δεκάλιτρον δύνασθαι μὲν δέκα ὀβολούς, εἶναι δὲ στατῆρα Κορίνθιον. ὅτι δὲ καὶ τῶν κωμῳδῶν τινὲς τῆς λίτρας μνημονεύουσιν, ἐν τοῖς περὶ στατικῆς προείρηται (IV 173 et 174)· οὐ γὰρ οἱ Δωριεῖς μόνον ἀλλὰ καὶ Ἀττικῶν τινές, ὡς Δίφιλος ἐν Σικελικῷ (II p 564. 71 Ko)
οἷον ἀγοράζειν πάντα, μηδὲ ἓν δ' ἔχειν
εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν.
σὺν δὲ τῇ λίτρᾳ καὶ ἄλλα ὠνόμασε νομισμάτων ὀνόματα Ἐπίχαρμος ἐν Ἁρπαγαῖς (9 K)
[82] ὥσπερ αἱ πονηραὶ μάντιες,
αἵθ' ὑπονέμονται γυναῖκας μωρὰς ἂμ πεντόγκιον
ἀργύριον, ἄλλαι δὲ λίτραν, αἱ δ' ἀν' ἡμιλίτριον
δεχόμεναι, καὶ πάντα γιγνώσκοντι τῷ λόγῳ καὶ πάλιν (10 K)
ἐγὼ γὰρ τό γε βαλάντιον λίτρον
κεδεκάλιτρος στατήρ, ἑξάντιόν τε καὶ πεντόγκιον.
ἔχει μὲν δή τι καὶ φιλόκαλον ἡ τούτων γνῶσις· ἴσως δὲ οὐδὲ ἡ χρῆσις ἄτοπος, εἰ μηδὲ τοὺς σίγλους ὁ Ξενοφῶν (Anab I 5. 6) ὄνομα βαρβαρικοῦ νομίσματος εἰπεῖν ἐφυλάξατο. καὶ μὴν καὶ τὸν [83] δανάκην εἶναί τινές φασι νόμισμά τι Περσικόν. ὄνομα δὲ νομίσματος καὶ κραπαταλοί, εἴτε παίζων εἴτε σπουδάζων Φερεκράτης (I 168 Ko) ὠνόμασεν ἐν τῷ ὁμωνύμῳ δράματι· λέγει δὲ τὸν μὲν κραπαταλὸν εἶναι ἐν ᾅδου δραχμήν, ἔχειν δ' αὐτὸν ὀκτὼ ψωθίας, τὴν δὲ ψωθίαν εἶναι τριώβολον καὶ δύνασθαι ὀκτὼ κικκάβους.
τάχα δ' ἄν τις φιλότιμον εἶναι νομίζοι καὶ τὸν ἐπὶ τῷ νομίσματι λόγον ἐπιζητεῖν, εἴτε Φείδων πρῶτος ὁ Ἀργεῖος ἔκοψε νόμισμα, εἴτε Δημοδίκη ἡ Κυμαία συνοικήσασα Μίδᾳ τῷ Φρυγί ‑ παῖς δ' ἦν Ἀγαμέμνονος Κυμαίων βασιλέως ‑ εἴτε Ἀθηναίοις Ἐριχθόνιος καὶ Λύκος, εἴτε Λυδοί, καθά φησι Ξενοφάνης (fg 4 Vorsokr D), εἴτε [84] Νάξιοι κατὰ τὴν Ἀγλωσθένους δόξαν· οὐ γὰρ ἀξιώσει τις ἡμᾶς ἐν τῷ παρόντι πολυπραγμονεῖν, εἰ Μιτυληναῖοι μὲν Σαπφὼ τῷ νομίσματι ἐνεχαράξαντο, Χῖοι δὲ Ὅμηρον, Ἰασεῖς δὲ παῖδα δελφῖνι ἐποχούμενον, Δαρδανεῖς δὲ ἀλεκτρυόνων μάχην, Ἀσπένδιοι δὲ παλαιστάς, καὶ Ῥηγῖνοι μὲν λαγών, Κεφαλλῆνες δὲ ἵππον, Θάσιοι δὲ Πέρσην, Ἀργεῖοι δὲ μῦν· οὔτε γὰρ κατὰ τὴν ὑπόθεσιν τῶν βιβλίων ἡ πολυπραγμοσύνη, καὶ ἄλλοις ἤδη τὰ τοιαῦτα ἔστι συνειλεγμένα. ἴσως δὲ τῶν ὀνομάτων καταλόγῳ προσήκουσιν οἱ Κροίσειοι στατῆρες [85] καὶ Φιλίππειοι καὶ Δαρεικοί, καὶ τὸ Βερενίκειον νόμισμα καὶ Ἀλεξάνδρειον καὶ Πτολεμαϊκὸν καὶ Δημαρέτειον, ὧν τοὺς ἐπωνύμους γνωριζόντων ἁπάντων, ἡ Δημαρέτη Γέλωνος οὖσα γυνή, κατὰ τὸν πρὸς τοὺς Λίβυας πόλεμον ἀποροῦντος αὐτοῦ τὸν κόσμον αἰτησαμένη παρὰ τῶν γυναικῶν, συγχωνεύσασα νόμισμα ἐκόψατο.
τοῦτό γε μὲν οὐκ ἄκαιρον, ὅτι τὸ μὲν Ἀττικὸν τάλαντον ἑξακισχιλίας [86] ἐδύνατο δραχμὰς Ἀττικάς, τὸ δὲ Βαβυλώνιον ἑπτακισχιλίας, τὸ δὲ Αἰγιναῖον μυρίας, τὸ δὲ Σύρων πεντακοσίας καὶ τετρακισχιλίας, τὸ δὲ Κιλίκων τρισχιλίας, τὸ δὲ Αἰγυπτίων πεντακοσίας καὶ χιλίας, ὡς πρὸς τὸν τῆς Ἀττικῆς δραχμῆς λογισμόν, ὥσπερ οὖν καὶ τὰς μνᾶς τὰς Ἀττικάς· τὸ μὲν Ἀττικὸν ἑξήκοντα μνᾶς εἶχε, τὸ δὲ Βαβυλώνιον ἑβδομήκοντα, τὸ δὲ Αἰγιναῖον ἑκατόν, καὶ τἆλλα ἀνάλογον. ἡ μνᾶ δὲ ὡς παρ' Ἀθηναίοις ἑκατὸν εἶχε δραχμὰς Ἀττικάς, οὕτω καὶ παρὰ τοῖς ἄλλοις τὰς ἐπιχωρίους, δυναμένας πρὸς λόγον τοῦ παρ' ἑκάστοις ταλάντου κατά τε προσθήκην καὶ ὑφαίρεσιν.
[87] τὸ μέντοι Σικελικὸν τάλαντον ἐλάχιστον ἴσχυεν, τὸ μὲν ἀρχαῖον, ὡς Ἀριστοτέλης λέγει (fg 589 R), τέτταρας καὶ εἴκοσι τοὺς νούμμους, τὸ δὲ ὕστερον δυοκαίδεκα· δύνασθαι δὲ τὸν νοῦμμον τρία ἡμιωβόλια.
κωλύοι δ' ἂν οὐδὲν προσθεῖναι τῷ περὶ νομισμάτων λόγῳ καὶ διότι χρήματα μὲν εἴποιεν ἂν οἱ Ἀττικοί, τὸ δὲ χρῆμα παρὰ μὲν αὐτοῖς ἐπὶ τοῦ πράγματος ἢ κτήματος, παρὰ δὲ τοῖς Ἴωσι κἀπὶ [88] τῶν χρημάτων. ὥσπερ καὶ κέρματα ἀλλ' οὐ κέρμα λέγειν Ἀττικόν, παρὰ μέντοι τοῖς Δωριεῦσι καὶ τὸ κέρμα ἔστιν εἰρημένον· εὕροι δ' ἄν τις αὐτὸ καὶ παρὰ τοῖς Ἀττικοῖς, ὥσπερ ἐν τῷ Ἄμφιδος Ἀμπελουργῷ (II p 237. 5 Ko) 'μικρόν τι κέρμα' καὶ παρ' Ἀντιφάνει ἐν τῷ Κύκλωπι (II p 65. 131 Ko) 'κέρμα γάρ τι τυγχάνω.' ἐν μέντοι τῷ Φιλιππίδου Φιλευριπίδῃ (III p 308. 23 Ko)
οὗτος οἴεται
περισπάσειν κερμάτιον αὐτοῦ. καὶ κατακεκερματίσθαι μὲν ἐπὶ λόγου Πλάτων (Parm 144 B), ἐπὶ δὲ ἀργυρίου Ἀριστοφάνης ἐν Δαιταλεῦσιν (fg 208)
οὐδ' ἀργύριον ἔστιν κεκερματισμένον, [89] καὶ ἐν τοῖς Σφηξὶ (789)
δραχμὴν μετ' ἐμοῦ πρώην λαβών,
ἐλθὼν διεκερματίζετ' ἐν τοῖς ἰχθύσιν.
ἐν μέντοι τῷ Αἰολοσίκωνι (fg 15) τὸ μὴ ἔχειν κέρματα ἀκερματίαν ὠνόμασεν. ὡς δ' ἐπὶ τῶν κερμάτων οἱ ἀρχαῖοι Ἀττικοὶ ἥκιστα τῷ ἑνικῷ ἐχρῶντο, οὕτως ἐπὶ τῷ ἀργυρίῳ τῷ πληθυντικῷ· τἀργύρια γὰρ ἐπὶ τοῦ ἀργυρίου σπανίως ἄν τις εὕροι παρ' αὐτοῖς, ἐγὼ δ' εὗρον ἐν ταῖς Νήσοις Ἀριστοφάνους (fg 397). εἰ δὲ ὑποπτεύεται τὸ [90] δρᾶμα ὡς Ἀριστοφάνους οὐ γνήσιον, ἀλλ' οὔτι γε καὶ οἱ Κόλακες Εὐπόλιδος, ἐν οἷς εἶπε (I p 300. 155 Ko)
φοροῦσιν ἁρπάζουσιν ἐκ τῆς οἰκίας
τὸ χρυσίον, τἀργύρια πορθεῖται.
ἐν δὲ τῷ Τριφάλητι Ἀριστοφάνης καὶ ἀργυρίδιον εἴρηκεν·
ᾔτουν τι τὰς γυναῖκας ἀργυρίδιον. τὸν δὲ νῦν χαλκὸν οἱ Ἀττικοὶ χαλκίον εἰώθασι καλεῖν, ὡς ἀπὸ τοῦ ἀργύρου ἀργύριον καὶ ἀπὸ τοῦ χρυσοῦ χρυσίον· ὥσπερ Ἀριστοφάνης μὲν ἐν Βατράχοις (721) ἔφη
οὗτοι γὰρ τούτοισιν, οὖσιν οὐ κεκιβδηλευμένοις
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
[91] καὶ μόνοις ὀρθοσκοπεῖσι καὶ κεκωδωνισμένοις,
χρώμεθ' οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις,
χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
σαφέστερον δ' Εὔβουλος ἐν Παμφίλῳ (II p 193. 83 Ko)
πρῶτον μὲν αὐτοῦ παραλαβὼν τὼ χαλκίω
τὸν ἰὸν ἐκ τῆς χειρὸς ἐξεσπόγγισεν. οὕτω δ' ἂν καὶ ὁ Κρατῖνος ἐν ταῖς Θρᾴτταις (I p 35. 73 Ko) εἰρηκὼς εἴη τὸν χρυσὸν χρυσία·
ὅτι τοὺς κόρακας τἀξ Αἰγύπτου χρυσία κλέπτοντας ἔπαυσαν.
[92] οἱ μὲν οὖν χαλκοῖ νομισμάτιον ἦν λεπτόν, ὡς ὅταν εἴπῃ Δημοσθένης (XXI 91) 'οὐδὲ χαλκοῦν οὐδέπω καὶ τήμερον οὐδένα·' ἡ δὲ τῶν πολλῶν καὶ ἰδιωτῶν χρῆσις τὸν χαλκὸν τὸ ἀργύριον λέγει, οἷον 'οὐκ ἔχω χαλκόν' καὶ 'ὀφείλω χαλκόν.' εἴρηται δὲ καὶ τοῦτο ἐν Ἐπιχάρμου Πέρσαις, (fg 111 Kaibel)
χρυσὸν καὶ χαλκὸν ὀφείλων· ἴσως δὲ καὶ παρὰ τοῖς Ἀττικοῖς, ὅστις βιάζοιτο· καὶ γὰρ εἰ τὸ παρ' Ἀριστοφάνει ἐν ταῖς Ἐκκλησιαζούσαις τὸ νόμισμα δηλοῖ, ὅταν φῇ (818)
μεστὴν ἀπῆρε τὴν γνάθον χαλκῶν ἔχων, [93] ἀλλὰ τὸ μετὰ ταῦτά ἐστ' ἀμφίβολον (821),
ἀνέκραγ' ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
χαλκὸν τὸ λοιπόν· ἀργυρίῳ γὰρ χρώμεθα.
Θουκυδίδης (IV 52. 2) μὲν δὴ καὶ στατῆράς τινας Φωκαΐτας κέκληκεν, ἦν δέ τι καὶ νομίσματος εἶδος οὕτως ὀνομαζόμενον· φησὶ γοῦν ἐν τοῖς Ἀποφθέγμασιν ὁ Καλλισθένης ὑπ' Εὐβούλου τοῦ Ἀταρνείτου τὸν ποιητὴν Περσῖνον ἀμελούμενον εἰς Μιτυλήνην ἀπελθόντα θαυμάζοντι γράψαι διότι τὰς Φωκαΐδας, ἃς ἔχων ἦλθεν, ἥδιον ἐν Μιτυλήνῃ μᾶλλον ἢ ἐν Ἀταρνεῖ καταλλάττει.
[94] Ἐπεὶ δὲ καὶ περὶ τῶν ἐν συμποσίοις παιδιῶν, οἷον κοττάβων καὶ γρίφων καί που καὶ περὶ κύβων προειρήκαμεν, οὐκ ἂν φαῦλον εἴη διὰ βραχέων ὀνόματα παιδιῶν ἐπιδραμεῖν, παρεξηγούμενον τὴν ἐν αὐτοῖς ἀσάφειαν. ἐν μέντοι γε τοῖς κύβοις, ὅπου τὸ δυσκυβεῖν τε καὶ εὐκυβεῖν ὀνομάζεται καί που καὶ τὸ δύσβολον [95] καὶ εὔβολον εἶναι, ἰστέον ὅτι κύβος αὐτό τε τὸ βαλλόμενον καλεῖται καὶ ἡ ἐν αὐτῷ κοιλότης, τὸ σημεῖον, ὁ τύπος, ἡ γραμμή, τὸ δηλοῦν τὸν ἀριθμὸν τῶν βληθέντων· καὶ μάλιστα ἥ γε μονὰς ἡ ἐν αὐτοῖς ὄνομα εἶχε κύβος καλεῖσθαι, καθάπερ καὶ ὁ παροιμιώδης λόγος μηνύειν ἔοικεν, 'ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι.' τῷ τρυπήματι δὲ τούτῳ, ὃν κύβον ἐπωνομάσθαι φαμέν, ἀργυρίου τινὰ ἀριθμὸν ἐπιφημίσαντες καθ' ἑκάστην μονάδα διῃρημένην, δραχμὴν ἢ στατῆρα ἢ μνᾶν ἢ [96] ὁποσονοῦν, ἔπαιζον τὴν πλειστοβολίνδα καλουμένην παιδιάν· ὁ δ' ὑπερβαλλόμενος τῷ πλήθει τῶν μονάδων ἔμελλεν ἀναιρήσεσθαι τὸ ἐπιδιακείμενον ἀργύριον. ἐν δὲ τῇ Ἀμειψίου Σφενδόνῃ (I p 675. 20 Ko) ὅ τε τρόπος δεδήλωται τῆς κυβείας καὶ προσείρηται ὅτι εἴη τὸ τρῆμα μνααῖον, ὡς μνᾶν αὐτῶν ἐπιδιατεθειμένων ἑκάστῳ κύβῳ. παρὰ δὲ τοῖς Δωριεῦσιν οἱ ταύτῃ τῇ παιδιᾷ χρώμενοι τρηματίκται τὴν προσηγορίαν εἶχον, καὶ τρηματίζειν τὸ πρᾶγμα. σκιραφεῖα δὲ τὰ κυβευτήρια ὠνομάσθη, διότι μάλιστα Ἀθήνησιν ἐκύβευον ἐπὶ σκίρῳ ἐν [97] τῷ τῆς σκιράδος Ἀθηνᾶς νεῷ. τὰ μὲν οὖν ἐργαλεῖα τὰ κυβευτικὰ ἐν τοῖς περὶ τεχνῶν (VII 204) ἔστι προειρημένα, τὸ δὲ πεττεύειν καὶ ἡ πεττεία καὶ τὸ πεσσονομεῖν καὶ ὁ πεττευτής, καὶ ταῦτα μὲν ἐπ' ἐκείνοις προείρηται· ἐπεὶ δὲ ψῆφοι μέν εἰσιν οἱ πεττοί, πέντε δ' ἑκάτερος τῶν παιζόντων εἶχεν ἐπὶ πέντε γραμμῶν, εἰκότως εἴρηται Σοφοκλεῖ (fg 396)
καὶ πεσσὰ πεντέγραμμα καὶ κύβων βολαί.
[98] τῶν δὲ πέντε τῶν ἑκατέρωθεν γραμμῶν μέση τις ἦν ἱερὰ καλουμένη γραμμή· καὶ ὁ τὸν ἐκεῖθεν κινῶν πεττὸν παροιμίαν 'κίνει τὸν ἀφ' ἱερᾶς.'
ἡ δὲ διὰ πολλῶν ψήφων παιδιὰ πλινθίον ἐστί, χώρας ἐν γραμμαῖς ἔχον διακειμένας· καὶ τὸ μὲν πλινθίον καλεῖται πόλις, τῶν δὲ ψήφων ἑκάστη κύων· διῃρημένων δὲ εἰς δύο τῶν ψήφων κατὰ τὰς χρόας, ἡ τέχνη τῆς παιδιᾶς ἐστὶ περιλήψει δύο ψήφων ὁμοχρόων τὴν ἑτερόχρων ἀνελεῖν· ὅθεν καὶ Κρατίνῳ (I p 29. 56 Ko) πέπαικται
[99] Πανδιονίδα πόλεως βασιλέως
τῆς ἐριβώλακος, οἶσθ' ἣν λέγομεν,
καὶ κύνα καὶ πόλιν, ἣν παίζουσιν.
ἐγγὺς δέ ἐστι ταύτῃ τῇ παιδιᾷ καὶ ὁ διὰ γραμμισμὸς καὶ τὸ διαγραμμίζειν, ἥντινα παιδιὰν καὶ γραμμὰς ὠνόμαζον.
τὸ μὲν οὖν ἀστραγάλοις παίζειν καὶ ἀστραγαλίζειν καὶ ἀστρίζειν ἔνιοι τῶν ποιητῶν εἰρήκασιν, ὅτι τοὺς ἀστραγάλους καὶ ἀστρίας εἰσὶν οἳ ὠνόμαζον, Ἀντιφάνης (II p 48. 92 Ko) δὲ καὶ ἀστρίχους. τὸ δὲ σχῆμα τοῦ κατὰ τὸν ἀστράγαλον πτώματος [100] ἀριθμοῦ δόξαν εἶχεν, καὶ τὸ μὲν μονάδα δηλοῦν καλεῖται κύων, τὸ δὲ ἀντικείμενον χιάς, καὶ Χῖος οὗτος ὁ βόλος. δυὰς δὲ καὶ πεντὰς ἐν ἀστραγάλοις, ὥσπερ ἐν κύβοις, οὐκ ἔνεστιν. οἱ δὲ πλείους τὸν μὲν ἑξίτην Κῷον, τὸν δὲ κύνα Χῖον καλεῖσθαι λέγουσιν. καὶ μὴν καὶ Στησίχορος ἐκαλεῖτό τις παρὰ τοῖς ἀστραγαλίζουσιν ἀριθμός, ὃς ἐδήλου τὰ ὀκτώ· τὸν γὰρ ἐν Ἱμέρᾳ τοῦ ποιητοῦ τάφον ἐξ ὀκτὼ πάντων συντεθέντα πεποιηκέναι τὴν 'πάντ' ὀκτώ' φασι [101] παροιμίαν. ἐπεὶ δὲ τοῖς τετταράκοντα τοῖς μετὰ τοὺς τριάκοντα προστᾶσιν Ἀθήνησι συνῆρξεν Εὑριππίδης, εἰ τετταράκοντα συνήθροιζεν ἀστραγάλων βολή, τὸν ἀριθμὸν τοῦτον Εὑριππίδην ὠνόμαζον. καὶ μὴν καὶ ἀρτιάζειν ἀστραγάλους ἐκ φορμίσκων κατερωμένους ἐν τῷ ἀποδυτηρίῳ τοὺς παῖδας ὁ Πλάτων (Lys 206 E) ἔφη· τὸ δ' ἀρτιάζειν ἐν ἀστραγάλων πλήθει, κεκρυμμένων ὑπὸ ταῖν χεροῖν, μαντείαν εἶχε τῶν ἀρτίων ἢ καὶ περιττῶν. ταὐτὸν δὲ τοῦτο καὶ κυάμοις ἢ καρύοις ἢ ἀμυγδάλαις, οἱ δὲ καὶ ἀργυρίῳ πράττειν ἠξίουν, εἰ πιστὸς Ἀριστοφάνης ἐν Πλούτῳ (816) λέγων
στατῆρσι δ' οἱ θεράποντες ἀρτιάζομεν.
[102] εἰ μὲν οὖν κύκλου περιγραφέντος ἀφιέντες ἀστράγαλον ἐστοχάζοντο τοῦ μεῖναι τὸν βληθέντα ἐν τῷ κύκλῳ, ταύτην εἰς ὤμιλλαν τὴν παιδιὰν ὠνόμαζον. καίτοι με οὐ λέληθεν ὅτι καὶ ὄρτυγα ἐνιστάντες τῷ περιγραπτῷ κύκλῳ, ὁ μὲν ἔκοπτε τὸν ὄρτυγα τῷ δακτύλῳ, ὁ δὲ πρὸς τὴν πληγὴν ἐνδοὺς ἀνεχαίτισεν ἔξω τοῦ κύκλου, καὶ ἥττητο ὁ τοῦ ὄρτυγος δεσπότης· ἐν γοῦν Ταξιάρχοις Εὔπολις (I p 326. 250 Κο) τοῦ Φορμίωνος εἰπόντος
οὐκοῦν περιγράψεις ὅσον ἐναριστᾶν κύκλον; ἀποκρίνεται
[103] τί δ' ἔστιν; εἰς ὤμιλλαν ἀριστήσομεν;
ἢ κόψομεν τὴν μᾶζαν ὥσπερ ὄρτυγα; ἡ δὲ τρόπα καλουμένη παιδιὰ γίνεται μὲν ὡς τὸ πολὺ δι' ἀστραγάλων, οὓς ἀφιέντες στοχάζονται βόθρου τινὸς εἰς ὑποδοχὴν τῆς τοιαύτης ῥίψεως ἐξεπίτηδες πεποιημένου· πολλάκις δὲ καὶ ἀκύλοις καὶ βαλάνοις ἀντὶ τῶν ἀστραγάλων οἱ ῥίπτοντες ἐχρῶντο.
ἦν δὲ τῆς ἐν σφαίρᾳ παιδιᾶς ὀνόματα ἐπίσκυρος, φαινίνδα, [104] ἀπόρραξις, οὐρανία. καὶ ἡ μὲν ἐπίσκυρος καὶ ἐφηβικὴ καὶ ἐπίκοινος ἐπίκλην ἔχει, παίζεται δὲ κατὰ πλῆθος διαστάντων ἴσων πρὸς ἴσους, εἶτα μέσην γραμμὴν λατύπῃ ἑλκυσάντων, ἣν σκῦρον καλοῦσιν, ἐφ' ἣν καταθέντες τὴν σφαῖραν, ἑτέρας δύο γραμμὰς κατόπιν ἑκατέρας τῆς τάξεως καταγράψαντες, ὑπὲρ τοὺς ἑτέρους οἱ προανελόμενοι ῥίπτουσιν, οἷς ἔργον ἦν ἐπιδράξασθαί τε τῆς σφαίρας φερομένης καὶ ἀντιβαλεῖν, ἕως ἂν οἱ ἕτεροι τοὺς ἑτέρους [105] ὑπὲρ τὴν κατόπιν γραμμὴν ἀπώσωνται. ἡ δὲ φαινίνδα εἴρηται ἢ ἀπὸ Φαινίνδου τοῦ πρώτου εὑρόντος ἢ ἀπὸ τοῦ φενακίζειν, ὅτι ἑτέρῳ προδείξαντες ἑτέρῳ ῥίπτουσιν, ἐξαπατῶντες τὸν οἰόμενον· εἰκάζοιτο δ' ἂν εἶναι ἡ διὰ τοῦ μικροῦ σφαιρίου, ὃ ἐκ τοῦ ἁρπάζειν ὠνόμασται· τάχα δ' ἂν καὶ τὴν ἐκ τῆς μαλακῆς σφαίρας παιδιὰν οὕτω τις καλοίη. ἡ δὲ ἀπόρραξις, ἔδει τὴν σφαῖραν πρὸς τοὔδαφος εὐτόνως ῥήξαντα, ὑποδεξάμενον τὸ πήδημα τῆς σφαίρας τῇ χειρὶ πάλιν ἀντιπέμψαι, καὶ τὸ πλῆθος τῶν πηδημάτων ἠριθμεῖτο.
[106] ἡ δ' οὐρανία, ὁ μὲν ἀνακλάσας αὑτὸν ἀνερρίπτει τὴν σφαῖραν εἰς τὸν οὐρανόν· τοῖς δ' ἦν ἁλλομένοις φιλοτιμία, πρὶν εἰς γῆν αὐτὴν πεσεῖν, ἁρπάσαι, ὅπερ ἔοικε καὶ Ὅμηρος ἐν Φαίαξι (θ 373) ὑποδηλοῦν. ὁπότε μέντοι πρὸς τὸν τοῖχον τὴν σφαῖραν ἀντιπέμποιεν, τὸ πλῆθος τῶν πηδημάτων διελογίζοντο. καὶ ὁ μὲν ἡττώμενος ὄνος ἐκαλεῖτο καὶ πᾶν ἐποίει τὸ προσταχθέν, ὁ δὲ νικῶν βασιλεύς [107] τε ἦν καὶ ἐπέταττεν. εἴποις ἂν οὖν τὸν σφαιρίζοντα σφαίρᾳ παίζειν, σφαῖραν ῥίπτειν, βάλλειν, ἀφιέναι, πέμπειν προσπέμπειν ἐκπέμπειν ἀντιπέμπειν, ἀνταφιέναι, ἀνταποφέρειν· σφαιριστικὸν εἶναι, εὔρυθμον, εὐσχήμονα, εὔσκοπον ἐπίσκοπον, εὔτονον· ἔξεστι δὲ καὶ σφαιρομαχίαν εἰπεῖν τὴν ἐπίσκυρον τῆς σφαίρας παιδίαν.
καὶ μέντοι καὶ τὸ ὀρτυγοκοπεῖν παιδιά, καὶ τὸ πρᾶγμα ὀρτυγοκοπία, καὶ οἱ παίζοντες ὀρτυγοκόποι καὶ στυφοκόποι ἐκαλοῦντο.
[108] καὶ τὸ κόπτειν τοὺς ὄρτυγας καὶ ἀνακναδάλλειν καὶ ἀνερεθίζειν, ἀνεγείρειν, παροξύνειν, καὶ ταῦτα ἐκ τῶν ὀρτυγοκοπικῶν ὀνομάτων. καὶ τηλίᾳ μὲν ὁμοίᾳ τῇ ἀρτοπώλιδι κύκλον ἐμπεριγράψαντες ἐνίστασαν τοὺς ὄρτυγας ἐπὶ ταῖς μάχαις ταῖς πρὸς ἀλλήλους· ὁ δὲ ἀνατραπεὶς καὶ ἐκπεσὼν τοῦ κύκλου ἥττητο αὐτός τε καὶ ὁ τοῦ ὄρτυγος δεσπότης. καὶ ποτὲ μὲν ἐπ' αὐτοῖς διετίθεντο τοῖς ὄρτυξι, [109] ποτὲ δὲ καὶ ἐπ' ἀργυρίῳ. ἔσθ' ὅτε δὲ ὁ μὲν ἵστη τὸν ὄρτυγα, ὁ δὲ ἔκοπτε τῷ λιχανῷ ἢ τὰ ἐκ τῆς κεφαλῆς πτερὰ ἀπέτιλλεν· καὶ εἰ μὲν ἐγκαρτερήσειεν ὁ ὄρτυξ, ἡ νίκη μετὰ τοῦ θρέψαντος αὐτὸν ἐγίνετο, ἐνδόντος δὲ καὶ ὑποφυγόντος ὁ κόπτων ἢ τίλλων ἐνίκα. τοὺς δὲ ἡττηθέντας ὄρτυγας ἐμβοήσαντες κατὰ τὸ οὖς αὐτοῖς ἐξιῶντο, λήθην ἐνεργαζόμενοι τῆς τοῦ νενικηκότος φωνῆς· καὶ τὸ ἐμβοᾶν ἐντρυλίζειν ὠνόμαζον.
[110] ἐρῶ δὲ καὶ ἄλλων παιδιῶν ὀνόματα ταὐτὸν ἐχουσῶν σχῆμα τῇ καταλήξει τῶν ὀνομάτων· βασιλίνδα, ὀστρακίνδα, διελκυστίνδα, μυΐνδα, χυτρίνδα, φρυγίνδα, κυνητίνδα, ἀκινητίνδα σχοινοφιλίνδα σκαπέρδα, ἐφεντίνδα, στρεπτίνδα, πλειστοβολίνδα, ἀποδιδρασκίνδα. βασιλίνδα μὲν οὖν ἐστὶν ὅταν διακληρωθέντες ὁ μὲν βασιλεύς τις ὢν τάττῃ τὸ πρακτέον, ὁ δ' ὑπηρέτης εἶναι [111] λαχὼν πᾶν τὸ ταχθὲν ὑπεκπονῇ. ὀστρακίνδα δέ, ὅταν γραμμὴν ἑλκύσαντες οἱ παῖδες ἐν μέσῳ καὶ διανεμηθέντες, ἑκατέρα μερὶς ἡ μὲν τὸ ἔξω τοῦ ὀστράκου πρὸς αὑτῆς εἶναι νομίζουσα ἡ δὲ τὸ ἔνδον, ἀφέντος τινὸς κατὰ τῆς γραμμῆς τὸ ὄστρακον, ὁπότερον ἂν μέρος ὑπερφανῇ, οἱ μὲν ἐκείνῳ προσήκοντες διώκωσιν, οἱ δ' ἄλλοι φεύγωσιν ὑποστραφέντες· ὅπερ εἶδος παιδιᾶς αἰνίττεται καὶ Πλάτων [112] ἐν τοῖς εἰς τὸν Φαῖδρον ἐρωτικοῖς (241 B). ὁ μὲν τοίνυν ληφθεὶς τῶν φευγόντων, ὄνος οὗτος κάθηται· ὁ δὲ ῥίπτων τὸ ὄστρακον ἐπιλέγει 'νὺξ ἡμέρα·' τὸ γὰρ ἔνδοθεν αὐτοῦ μέρος καταλήλιπται πίττῃ καὶ τῇ νυκτὶ ἐπιπεφήμισται. καλεῖται δὲ καὶ ὀστράκου περιστροφὴ τὸ εἶδος τοῦτο τῆς παιδιᾶς. ἡ δὲ διελκυστίνδα παίζεται μὲν ὡς τὸ πολὺ ἐν ταῖς παλαίστραις, οὐ μὴν ἀλλὰ καὶ ἀλλαχόθι· δύο δὲ μοῖραι παίδων εἰσὶν ἕλκουσαι τοὺς ἑτέρους οἱ ἕτεροι, ἔστ' ἂν καθ' ἕνα [113] μεταστήσωνται παρ' αὑτοὺς οἱ κρατοῦντες. ἡ δὲ μυΐνδα, ἤτοι καταμύων τις 'φυλάττου' βοᾷ, καὶ ὃν ἂν τῶν ὑποφευγόντων λάβῃ ἀντικαταμύειν ἀναγκάζει· ἢ μύσας τοὺς κρυφθέντας ἀνερευνᾷ μέχρι φωράσῃ· ἢ καὶ μύσας, ἄν τις προσάψηται ἢ ἐάν τις προσδείξῃ, μαντευόμενος λέγει, ἔστ' ἂν τύχῃ. ἡ δὲ χυτρίνδα, ὁ μὲν ἐν μέσῳ κάθηται καὶ καλεῖται χύτρα, οἱ δὲ τίλλουσιν ἢ κνίζουσιν ἢ καὶ παίουσιν αὐτὸν περιθέοντες· ὁ δ' ὑπ' αὐτοῦ περιστρεφομένου [114] ληφθεὶς ἀντ' αὐτοῦ κάθηται. ἔσθ' ὅτε ὁ μὲν ἔχεται τῆς χύτρας κατὰ τὴν κεφαλὴν τῇ χειρὶ τῇ λαιᾷ, περιθέων ἐν κύκλῳ, οἱ δὲ παίουσιν αὐτὸν ἐπερωτῶντες 'τί ἡ χύτρα;' κἀκεῖνος ἀποκρίνεται 'ἀναζεῖ.' ἢ 'τίς περὶ χύτραν;' κἀκεῖνος ἀποκρίνεται 'ἐγὼ Μίδας·' οὗ δ' ἂν τύχῃ τῷ ποδί, ἐκεῖνος ἀντ' αὐτοῦ περὶ τὴν χύτραν περιέρχεται. ἡ δὲ φρυγίνδα, ὄστρακα τῶν λείων μεταξὺ τῶν τῆς ἀριστερᾶς χειρὸς δακτύλων διαθέντες, ἐπικρούουσι τὰ ὄστρακα τῇ δεξιᾷ κατὰ ῥυθμόν. ἡ δὲ κυνητίνδα ἀπὸ τοῦ κυνεῖν, ὅ ἐστι καταφιλεῖν, ὠνόμασται, ᾗπερ ὑποδηλοῦν ἔοικε Κράτης ἐν Παιδιαῖς [115] (I 137. 23). σχεδὸν δὲ καὶ περὶ τῶν πλείστων ὁ ποιητὴς οὗτος εἴρηκεν ἐν τῷδε τῷ δράματι· φησὶ δ' οὖν
παίζει δ' ἐν ἀνδρικοῖς χοροῖσι
τὴν κυνητίνδ', ὥσπερ εἰκός,
τοὺς καλοὺς φιλοῦσα.
ἡ δ' ἀκινητίνδα ἅμιλλαν τοῦ ἀκινητὶ μένειν εἶχεν. ἡ δὲ σχοινοφιλίνδα, κάθηται κύκλος, εἷς δὲ σχοινίον ἔχων λαθὼν παρά τῳ τίθησι· κἂν μὲν ἀγνοήσῃ ἐκεῖνος παρ' ᾧ κεῖται, περιθέων περὶ τὸν [116] κύκλον τύπτεται, εἰ δὲ μάθοι, περιελαύνει τὸν θέντα τύπτων. ἡ δὲ σκαπέρδα, δοκὸν ἐν μέσῳ τρυπήσαντες καταπηγνύουσιν· διὰ δὲ τοῦ τρυπήματος διεῖρται σχοινίον, οὗ ἑκατέρωθεν εἷς ἐκδέδεται, οὐ πρὸς τὴν δοκὸν βλέπων ἀλλ' ἀπεστραμμένος· ὁ δὲ τὸν ἕτερον πρὸς βίαν ἑλκύσας ὡς τὰ νῶτα αὐτοῦ τῇ δοκῷ προσαγαγεῖν, νικᾶν οὗτος δοκεῖ· καὶ τοῦτο σκαπέρδαν ἕλκειν λέγουσιν. ἔσθ' ὅτε μέντοι καὶ τὰ νῶτά τινες προσθέντες ἀλλήλοις ἀνθέλκουσιν ἑνὶ δεσμῷ δεθέντες.
[117] ἡ δὲ ἐφεντίνδα, ὡς ἔστιν εἰκάζειν, ὄστρακον ἐφέντα ἐς κύκλον ἐχρῆν συμμετρήσασθαι, ὡς ἐντὸς τοῦ κύκλου στῇ. ἡ δὲ στρεπτίνδα, ὄστρακον ὀστράκῳ ἢ νόμισμα νομίσματι τῷ βληθέντι τὸ κείμενον ἔστρεφον. ἡ δὲ πλειστοβολίνδα, οὐ μόνον ἡ διὰ τῶν κύβων ἀλλὰ καὶ ἡ διὰ τῶν ἀστραγάλων, ἐπὶ τῷ πλεῖστον ἀριθμὸν βαλεῖν. ἡ δ' ἀποδιδρασκίνδα, ὁ μὲν ἐν μέσῳ καταμύων κάθηται, ἢ καὶ τοὺς ὀφθαλμούς τις αὐτοῦ ἐπιλαμβάνει, οἱ δ' ἀποδιδράσκουσιν· διαναστάντος δ' ἐπὶ τὴν ἐξερεύνησιν, ἔργον ἐστὶν ἑκάστῳ εἰς τὸν τόπον τὸν ἐκείνου φθάσαι.
[118] καὶ μὴν καὶ ἄλλαι παιδιαὶ αἵδε, παρεοικυῖαι τῷ σχήματι τῆς λέξεως, χαλκισμὸς ἱμαντελιγμὸς ἐφεδρισμὸς ἐποστρακισμὸς ἀσκωλιασμός. ὁ μὲν χαλκισμός, ὀρθὸν νόμισμα ἔδει συντόνως περιστρέψαντας ἐπιστρεφόμενον ἐπιστῆσαι τῷ δακτύλῳ· ᾧ τρόπῳ μάλιστα τῆς παιδιᾶς ὑπερήδεσθαί φασι Φρύνην τὴν ἑταίραν. ὁ δ' ἱμαντελιγμὸς διπλοῦ ἱμάντος λαβυρινθώδης τις ἐστὶ ἐπιστροφή, καθ' ἧς ἔδει καθέντα παττάλιον τῆς διπλόης τυχεῖν· εἰ γὰρ μὴ λυθέντος [119] ἐμπεριείληπτο τῷ ἱμάντι τὸ παττάλιον, ἥττητο ὁ καθείς. ὁ δ' ἐφεδρισμός, λίθον καταστησάμενοι πόρρωθεν αὐτοῦ στοχάζονται σφαίραις ἢ λίθοις· ὁ δ' οὐκ ἀνατρέψας τὸν ἀνατρέψαντα φέρει, τοὺς ὀφθαλμοὺς ἐπειλημμένος ὑπ' αὐτοῦ, ἕως ἂν ἀπλανῶς ἔλθῃ ἐπὶ τὸν λίθον, ὃς καλεῖται δίορος. ὁ δ' ἐποστρακισμός, ὄστρακον τῶν θαλαττίων κατὰ τοῦ ὕδατος ἐπιπολῆς ἀφιᾶσιν, ἀριθμοῦντες αὐτοῦ τὰ πρὸ τοῦ καταδῦναι πηδήματα ἐν τῇ ὑπὲρ τὸ ὕδωρ ἐπιδρομῇ· ἐκ [120] γὰρ τοῦ πλήθους τῶν ἁλμάτων ἡ νίκη τῷ βάλλοντι. ὁ δὲ κυνδαλισμὸς διὰ πατταλίων ἐστὶ παιδιά· κύνδαλα γὰρ τοὺς παττάλους ὠνόμαζον. ἦν δ' ἔργον οὐ μόνον αὐτῷ τινὶ καταπῆξαι τὸν πάτταλον κατὰ τῆς διύγρου, ἀλλὰ καὶ τὸν καταπαγέντα ἐκκροῦσαι πλήξαντα κατὰ τὴν κεφαλὴν ἑτέρῳ παττάλῳ· ὅθεν καὶ ἡ παροιμία (III p 500. 494 Ko)
ἥλῳ τὸν ἧλον, παττάλῳ τὸν πάτταλον. ἔνιοι δὲ τῶν Δωριέων ποιητῶν τὸν ὧδε παίζοντα κυνδαλοπαίκτην [121] ἐκάλεσαν. ὁ δ' ἀσκωλιασμὸς τοῦ ἑτέρου ποδὸς αἰωρουμένου κατὰ μόνου τοῦ ἑτέρου πηδᾶν ἐποίει, ὅπερ ἀσκωλιάζειν ὠνόμαζον. ἤτοι εἰς μῆκος ἡμιλλῶντο, ἢ ὁ μὲν ἐδίωκεν οὕτως, οἱ δ' ὑπέφευγον ἐπ' ἀμφοῖν θέοντες, ἕως τινὸς τῷ φερομένῳ ποδὶ ὁ διώκων δυνηθῇ τυχεῖν. ἢ καὶ πάντες ἐπήδων, ἀριθμοῦντες τὰ πηδήματα· προσέκειτο γὰρ τῷ πλήθει τὸ νικᾶν. ἀσκωλιάζειν δ' ἐκαλεῖτο καὶ τὸ ἐπιπηδᾶν ἀσκῷ κενῷ καὶ ὑπόπλεῳ πνεύματος, ἀληλιμμένῳ ἵνα περιολισθαίνοιεν περὶ τὴν ἀλοιφήν.
[122] εἰσὶ δὲ καὶ ἄλλαι παιδιαί, ἐν κοτύλῃ, χαλκῆν μυῖαν, ἔξεχ' ὦ φίλ' ἥλιε, τρυγοδίφησις, μηλολάνθη, χελιχελώνη, σκανθαρίζειν, ῥαθαπυγίζειν, πεντάλιθα, ψίττα Μαλιάδες ψίττα Ῥοιαί ψίττα Μελίαι, πλαταγώνιον, τηλέφιλον, κρίνα, σπέρμα μήλων, λάταγες, κολλαβίζειν. ἡ μὲν ἐν κοτύλῃ, ὁ μὲν περιάγει τὼ χεῖρε εἰς τοὐπίσω καὶ συνάπτει, ὁ δὲ κατὰ τὸ γόνυ ἐφιστάμενος αὐταῖς φέρεται, ἐπιλαβὼν ταῖν χεροῖν τὼ ὀφθαλμὼ τοῦ φέροντος. ταύτην καὶ ἱππάδα καὶ [123] κυβησίνδα καλοῦσι τὴν παιδιάν. ἡ δὲ χαλκῆ μυῖα, ταινίᾳ τὼ ὀφθαλμὼ περισφίγξαντες ἑνὸς παιδός, ὁ μὲν περιστρέφεται κηρύττων (PLG III p 662. 20 B) 'χαλκῆν μυῖαν θηράσω,' οἱ δ' ἀποκρινόμενοι 'θηράσεις, ἀλλ' οὐ λήψει' σκύτεσι βυβλίνοις αὐτὸν παίουσιν, ἕως τινὸς αὐτῶν λάβηται. ἡ δ' ἔξεχ' ὦ φίλ' ἥλιε παιδιὰ κρότον ἔχει τῶν παίδων σὺν τῷ ἐπιβοήματι τούτῳ, ὁπόταν νέφος ἐπιδράμῃ τὸν θεόν· ὅθεν καὶ Στράττις ἐν Φοινίσσαις (I p 725. 46 Ko)
εἶθ' ἥλιος μὲν πείθεται τοῖς παιδίοις,
ὅταν λέγωσιν 'ἔξεχ' ὦ φίλ' ἥλιε.' [124] ἡ δὲ τρυγοδίφησις τοῦ γελοίου χάριν ἐξεύρηται· δεῖ γάρ τι ἐς τρυγὸς λεκάνην καταδεδυκός, περιαγαγόντα ὀπίσω τὼ χεῖρε, τῷ στόματι ἀνελέσθαι. ἡ δὲ μηλολάνθη ζῷον πτηνόν ἐστιν, ἣν καὶ μηλολόνθην καλοῦσιν, ἤτοι ἐκ τῆς ἀνθήσεως τῶν μήλων ἢ σὺν τῇ ἀνθήσει γινόμενον· οὗ ζῴου λίνον ἐκδήσαντες ἀφιᾶσιν, τὸ δὲ ἑλικοειδῶς [125] ἐν τῇ πτήσει τὸ λίνον διελίσσεται· ὅπερ Ἀριστοφάνης ἔοικε λέγειν (Nub 763)
λινόδετον, ὥσπερ μηλολόνθην, τοῦ ποδός.
ἡ δὲ χελιχελώνη, παρθένων ἐστὶν ἡ παιδιά, παρόμοιόν τι ἔχουσα τῇ χύτρᾳ· ἡ μὲν γὰρ κάθηται, καὶ καλεῖται χελώνη, αἱ δὲ περιτρέχουσιν ἀνερωτῶσαι (PLG III p 662. 21 B)
χελιχελώνη, τί ποιεῖς ἐν τῷ μέσῳ;
ἡ δὲ ἀποκρίνεται
ἔρια μαρύομαι καὶ κρόκην Μιλησίαν.
εἶτ' ἐκεῖναι πάλιν ἐκβοῶσιν
ὁ δ' ἔκγονός σου τί ποιῶν ἀπώλετο;
ἡ δέ φησι
λευκᾶν ἀφ' ἵππων εἰς θάλασσαν ἅλατο.
[126] τὸ δὲ σκανθαρίζειν ἐστὶ τῷ μέσῳ τῆς χειρὸς δακτύλῳ ὑπὸ τοῦ μείζονος ἀφεθέντι τὴν ῥῖνα παίειν, τὸ δὲ ῥαθαπυγίζειν σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίειν. τὰ δὲ πεντάλιθα, ἤτοι λιθίδια ἢ ψῆφοι ἢ ἀστράγαλοι πέντε ἀνερριπτοῦντο, ὥστ' ἐπιστρέψαντα τὴν χεῖρα δέξασθαι τὰ ἀναρριφθέντα κατὰ τὸ ὀπισθέναρ, ἢ εἰ μὴ πάντα ἐπισταίη, τῶν ἐπιστάντων ἐπικειμένων ἀναιρεῖσθαι τὰ λοιπὰ τοῖς δακτύλοις. τὸ δὲ ῥῆμα τὸ πεντελιθίζειν ἔστιν ἐν τοῖς Ἑρμίππου Θεοῖς (I p 233. 34 Ko), τὸ δ' ὄνομα πεντέλιθα ἐν ταῖς Ἀριστοφάνους Λημνίαις· (fg 366)
πεντελίθοισί θ' ὁμοῦ λεκάνης παραθραύμασιν.
[127] γυναικῶν δὲ μᾶλλον ἡ παιδιά, ὥσπερ καὶ ἡ ψίττα Μαλιάδες ψίττα Ῥοιαί ψίττα Μελίαι παρθένων ἦν· τὰς γὰρ νύμφας εὐφημοῦσαι θέουσι, παροξύνουσαι ἀλλήλας εἰς τάχος. τὸ δὲ πλαταγώνιον οἱ ἐρῶντες ἢ αἱ ἐρῶσαι ἔπαιζον· καλεῖται μὲν γὰρ οὕτω καὶ τὸ κρόταλον καὶ τὸ σεῖστρον, ᾧ καταβαυκαλῶσιν αἱ τίτθαι ψυχαγωγοῦσαι τὰ δυσυπνοῦντα τῶν παιδίων. ἀλλὰ καὶ τὰ τοῦ τηλεφίλου καλουμένου φύλλα ἐπὶ τοὺς πρώτους δύο τῆς λαιᾶς δακτύλους εἰς κύκλον συμβληθέντας ἐπιθέντες, τῷ κοίλῳ τῆς ἑτέρας χειρὸς ἐπικρούσαντες, εἰ κτύπον ποιήσειεν εὔκροτον ὑποσχισθὲν τῇ πληγῇ τὸ φύλλον, μεμνῆσθαι τοὺς ἐρωμένους αὑτῶν ὑπελάμβανον.
[128] καὶ μὴν καὶ τὸ κρίνον διπλοῦν ὂν καὶ διάκενον ἔνδοθεν ἐκφυσήσαντες ὡς ὑποπλῆσαι πνεύματος, πρὸς τὰ μέτωπα ῥηγνύντες ἐσημαίνοντο τὰ παραπλήσια τῷ κτύπῳ. ἔτι τοίνυν τὸ σπέρμα τῶν μήλων, ὅπερ ἔγκειται τοῖς μήλοις ἔνδοθεν, ἄκροις τοῖς πρώτοις τῆς δεξιᾶς δύο δακτύλοις συμπιέζοντες ἔτι διάβροχον καὶ ὀλισθηρὸν ὄν, εἰ πρὸς ὕψος ἐκπηδήσειεν, ἐσημαίνοντο τὴν εὔνοιαν τούτῳ τὴν παρὰ τῶν παιδικῶν, ὥσπερ καὶ τῷ κτύπῳ τῶν λατάγων, [129] εἰ τὸ λείψανον τοῦ ποτοῦ κοτταβισάντων κτυπήσειεν. τὸ δὲ κολλαβίζειν ἐστίν, ὅταν ὁ μὲν πλατείαις ταῖς χερσὶ τὰς ὄψεις ἐπιλάβῃ τὰς ἑαυτοῦ, ὁ δὲ παίσας ἐπερωτᾷ ποτέρᾳ τετύπτηκεν.
Τοσαῦτα μὲν περὶ παιδιῶν· τὰ δ' ἐπὶ τούτοις προσθήσομεν εἰς συμπλήρωσιν τοῦ βιβλίου κατὰ συνωνυμίαν ἢ ὁμοιότητα.
[130] Εἴποις ἂν ἐπὶ τοῦ ὅμοιος ἐοικώς, προσόμοιος ‑ ὁ γὰρ παρόμοιος παρ' ὀλίγον ὅμοιός ἐστι ‑ παρεοικώς, παραπλήσιος, ἐμφερής προσφερής προσφέρων. Ἀριστοφάνης δὲ ἐν Πολυείδῳ (fg 460) καὶ προσεμφερὴς εἶπε, Πλάτων (Politic 261 D) δὲ προσεοικώς. ἀλλὰ μὴν καὶ εἰκόνα ἄν τις εἴποι καὶ σφραγῖδα καὶ τύπον καὶ μίμημα καὶ ἐκτύπωμα καὶ τύπωμα καὶ ἐκμαγεῖον καὶ ἐκμεμαγμένον· [131] οὕτω γὰρ καὶ Κρατῖνος ἐν ταῖς Ὥραις (I p 90. 255 Ko)
ἐκεῖνος αὐτὸς οὕτως ἐκμεμαγμένος. Ἀριστοφάνης δὲ ἐν ταῖς Θεσμοφοριαζούσαις (514) καὶ ἔκμαγμα εἶπεν
λέων σοι γέγονεν, αὐτὸ ἔκμαγμα σόν. τὰ δὲ ῥήματα ὡμοιῶσθαι προσωμοιῶσθαι παρωμοιῶσθαι, ἐοικέναι παρεοικέναι προσεοικέναι, καὶ προσφέρειν προσεμφέρειν, μεμιμῆσθαι, ἐκτετυπῶσθαι, ἀπεσφραγίσθαι, ἐκμεμάχθαι. καὶ τὰ ἐπιρρήματα ὁμοίως προσομοίως· τὸ γὰρ παρομοίως εὐτελές, εἰκότως δὲ καὶ ἐοικότως παρεοικότως, παραπλησίως, ἐμφερῶς προσφερῶς· τὰ γὰρ ἀπὸ [132] τῶν ἄλλων δυσφθεγκτότερα. τὰ δὲ πράγματα ὁμοίωσις, εἰκασία, τύπωσις. τὸ δ' ἐναντίον ἀνόμοιον καὶ ἀπεοικός, καὶ ὅσα ἄν τις εἴποι λόγῳ ἄρνησιν τοῖς ῥήμασιν προστιθείς· ῥῆμα δὲ μόνον τὸ ἀπεοικέναι, ἀφ' οὗ οὐκ ἔστι πρᾶγμα, ὥσπερ οὐδ' ἀπὸ τοῦ ἀνόμοιος ῥῆμα, πρᾶγμα δὲ ἡ ἀνομοιότης. καὶ ἐπίρρημα δὲ ἀπ' ἀμφοῖν, ἀνομοίως καὶ ἀπεοικότως.
[133] ἀπάτη ἐξαπάτη, στροφή ὑποστροφή, διάδυσις, παραλογισμός, παραγωγή, πλάσμα, φενακισμός, καὶ καθ' ἑτέραν χρείαν σόφισμα, τέχνη τέχνασμα, γοητεία, ἐπιβουλή, δόλος, κλοπή, παρατροπή, παραφορά, σκευωρία· καὶ τὰ ῥήματα ἀπατᾶν ἐξαπατᾶν, στρέφεσθαι ὑποστρέφεσθαι, διαδύεσθαι, παράγειν, πλάττειν, παραλογίζεσθαι, φενακίζεσθαι, σοφίζεσθαι, τεχνάζειν, γοητεύειν, δολοῦν, κλέπτειν, παρατρέπειν, σκευωρεῖσθαι. ἀλλὰ καὶ παρακρούεσθαι, ἀφ' οὗ ῥήματος [134] οὐκ ἔστι τὸ πρᾶγμα· ἡ γὰρ παράκρουσις βίαιον. ἴσως δὲ καὶ παραποδίζεσθαι, Πλάτωνος εἰπόντος ἐν τῷ δευτέρῳ τῶν Νόμων (652 B) 'μή πῃ παραποδισθῶμεν,' οἷον παρατραπῶμεν ἢ ἐξαπατηθῶμεν· οὐ μὴν οὐδὲ ἀπὸ τούτου εὔφωνον τὸ πρᾶγμα. ἐν δὲ τῷ αὐτῷ βιβλίῳ (655 C) ἔστι καὶ τὸ 'τί ποτ' ἂν οὖν λέγοιμεν τὸ πεπλανηκὸς ἡμᾶς εἶναι,' ἵν' ᾖ οἷον ἐξηπατηκός, ὥστε ἐπὶ τούτου λέγοιτ' ἂν καὶ ἡ πλάνη· καὶ γὰρ μικρὸν προελθὼν ὁ Πλάτων (Lg 655 D) ἔφη [135] 'τόδε δὲ μᾶλλον εἰκὸς πλανᾶν ἡμᾶς.' τῆς δ' αὐτῆς ἂν εἴη δυνάμεως καὶ τὸ φηλοῦν. ὀνόματα δὲ ἀπὸ τῶν εἰρημένων ἀπατεών, φέναξ, γόης, ἐπίβουλος· τὰ δ' ἀπὸ τῶν ἄλλων ἢ δύσφθεγκτά ἐστιν ἢ ἄλλο δηλοῖ· ἢ μετοχαῖς οὖν χρηστέον ἢ κτητικῷ σχήματι τῆς λέξεως, οἷον ἀπατητικὸν καὶ παραλογιστικόν· οὐδὲ γὰρ ταῦτα ἀπὸ πάντων δυνατὸν εὑρεῖν. ἐπιρρήματα δὲ μόνον, ἀφ' ὧν καὶ ταυτὶ τὰ ὀνόματα, [136] ἀπατηλῶς, παραλογιστικῶς καὶ φενακιστικῶς καὶ γοητευτικῶς· οὐ μὴν ἀλλὰ καὶ πλαστῶς, Πλάτωνος εἰπόντος (Soph 216 C) 'οἱ μὴ πλαστῶς ἀλλ' ὄντως φιλοσοφοῦντες.'
μέλλειν διαμέλλειν, ὀκνεῖν κατοκνεῖν, στρέφεσθαι, διάγειν, ἀναβάλλεσθαι ὑπερβάλλεσθαι, βραδύνειν, διατρίβειν ἀποδιατρίβειν, ὑπερτίθεσθαι ἀνατίθεσθαι. καὶ στραγγεύεσθαι δὲ ἐν ταῖς Ἀριστοφάνους Νεφέλαις (132)· φαῦλον γὰρ τὸ λογγάζειν ἐν τοῖς Κήρυξι τοῖς Αἰσχύλου (fg 112). τοῦ δ' ἀναβάλλεσθαι καὶ ἡ ἐνέργεια ἔστι παρὰ Δημοσθένει (III 52, IX 14), 'οἷς ἀναβάλλουσιν ὑμᾶς.' οἴονται δέ τινες [137] ταὐτὸν τῷ διατρίβειν νοεῖν καὶ τὸ τευτάζειν παρά τε Πλάτωνι (Ph 59 E) καὶ ἄλλοις εἰρημένον· ἀλλ' οὐ προσίεμαι τοὔνομα. τὰ δὲ πράγματα μέλλησις μελλησμός, βραδυτής, ὄκνος, στροφή ὑποστροφή, ἀναβολή ὑπερβολή, διαγωγή, διατριβή τριβή, ἀνάθεσις· ἡ γὰρ ὑπέρθεσις ὕποπτος εἰς εὐτέλειαν, ἡ δὲ στραγγεία παμπόνηρος, νωθεία δὲ καὶ νωθρότης καὶ ἀμβλύτης, ὧν οὐκ ἔστι τὰ ῥήματα ὅτι μὴ παρ' Ὑπερείδῃ τὸ νωθρεύεσθαι ἐν τῷ ὑπὲρ Λυκόφρονος (p 28 Bl), ὅπερ [138] ἔγωγε οὐ πάνυ ἐπαινῶ. ὀνόματα δὲ μελλητής μελλητικός, καὶ ἴσως ὀκνηρός, καὶ βραδὺς καὶ νωθὴς καὶ νωθρός· ἔστι γὰρ καὶ τοῦτο παρὰ Πλάτωνι ἐν τῷ Φαίδρῳ (immo Theaet 144B), 'νωθροί πως ἐκβαίνουσι πρὸς τὰς μαθήσεις·' ἐν δὲ τῇ Ἀμειψίου Σαπφοῖ (I p 674. 16 Ko) καὶ νωθρότερον εὑρήκαμεν. ἀπὸ μέντοι τῶν ἄλλων ἀντὶ ὀνομάτων μετοχαῖς χρηστέον. τὰ δ' ἐπιρρήματα πάντα φαῦλα.
[139] νουθετῆσαι, ἐπιπλῆξαι, σωφρονίσαι, ἐπιτιμῆσαι, Δημοσθένους εἰπόντος (I 16) 'τὸ μὲν οὖν ἐπιτιμᾶν φαίη τις ἂν ῥᾴδιον καὶ παντὸς εἶναι' καὶ Πλάτωνος (Phaedr 237 C) 'μὴ πάθωμεν ὃ ἄλλοις ἐπιτιμῶμεν.' ἴσως δ' ἂν ἐοίκοι τούτοις τὸ ἐπανορθώσασθαι καὶ κατακοσμῆσαι καὶ καθαρμόσαι καὶ ἐπιστρέψαι καὶ θεραπεῦσαι καὶ ἰάσασθαι καὶ ἐξιάσασθαι καὶ καθῆραι καὶ ἀναλαβεῖν καὶ ἀνενεγκεῖν καὶ ἀνασώσασθαι καὶ ἀναβιώσασθαι. Ἀριστοφάνης δ' ἐν Πλούτῳ (fg 448) καὶ τῷ ἐπικρούσασθαι ἐπὶ τοῦ νουθετῆσαι κέχρηται. τὰ δὲ πράγματα νουθεσία καὶ ὡς Πλάτων () νουθετεία· φαῦλος γὰρ ὁ Μενάνδρου (III p 258.
[140] 1042 Ko) νουθετισμός, ἐπίπληξις δὲ καὶ σωφρονισμὸς καὶ ἐπιτίμησις καὶ ἐπανόρθωσις καὶ κατακόσμησις καὶ ἁρμονία καὶ ἐπιστροφὴ καὶ θεραπεία καὶ ἴασις καὶ καθαρμός· τὰ δ' ἀπὸ τῶν ἄλλων οὐκ ἔστιν ἐπὶ τῆς αὐτῆς ἐννοίας μένοντα. ὀνόματα δ' ἀπ' αὐτῶν ὁ σωφρονιστὴς καὶ ἐπανορθωτής· ἀπὸ γὰρ τῶν λοιπῶν τὰ μὲν σκληρὰ τὰ δὲ μᾶλλον πρὸς ἕτερα, πλὴν τοῦ ἐπιτιμητοῦ, ᾧ κέχρηται Σοφοκλῆς, εἰπὼν ἐν τῇ Πρόκριδι (fg 490) 'κολασταὶ κἀπιτιμηταὶ κακῶν.'
[141] κρατεῖν, περιγίνεσθαι, νικᾶν, ὑπεραίρειν, ὑπερθεῖν, καταγωνίζεσθαι, κατακρατεῖν ἐπικρατεῖν, καθαιρεῖν· τὸ γὰρ καταπολεμεῖν καὶ καταδουλοῦσθαι ἑτέρας ἐστὶ χρείας, ὥσπερ καὶ τὸ χειρώσασθαι καὶ παραστήσασθαι καὶ ὑπαγαγέσθαι. καὶ κατὰ εἴδη καταναυμαχεῖν καταπεζομαχεῖν καθιππομαχεῖν καθιπποκρατεῖν. ἀφ' ὧν τὰ πράγματα [142] κράτος καὶ νίκη μόνα καὶ αἵρεσις καὶ καθαίρεσις· βιαιοτέρα γὰρ ἡ ἐπικράτησις παρὰ Θουκυδίδῃ (I 41. 2), ᾗ παρομοίαν ἄν τις εἶναι φαίη τὴν κατακράτησιν, καὶ τὸν καταγωνισμόν, ἐκείνου (VII 70. 3) ἀγωνισμὸν εἰπόντος, καὶ τὴν καταπολέμησιν, τὴν διαπολέμησιν εὑρών· ὑπαγωγὴ γὰρ καὶ προσαγωγὴ ἀνεκτά, τῆς δὲ δουλώσεως εἰρημένης ἡ καταδούλωσις βίαιος. μοχθηρὰ δὲ ἀπ' ἐνίων τὰ ἐπιρρήματα· ἀπὸ γὰρ τῶν πλείστων οὐδὲ ἔστιν.
ταὐτὸν ἂν ἐν χρήσει δύναιτο ὄχλος, πλῆθος, δῆμος, σύνοδος, σύλλογος, ἄθροισμα, ἀγερμός συναγερμός, σύστασις, τάχα δὲ καὶ [143] συναγωγὴ καὶ συλλογὴ καὶ θίασος καὶ χορός, ὡς εἰ λέγοι τις ἀνδρῶν ὄχλος καὶ γυναικῶν πλῆθος καὶ παίδων σύνοδος καὶ ξένων σύλλογος καὶ μετοίκων δῆμος καὶ δούλων ἄθροισμα ‑ βιαιότερον γὰρ ὁ ἀθροισμός ‑ καὶ ἐμπόρων ἀγερμὸς καὶ καπήλων σύστασις καὶ ναυτῶν συναγωγὴ καὶ κυβερνητῶν συνδρομὴ καὶ παιδευόντων θίασος καὶ παιδευομένων χορός. ἐπὶ δὲ τῶν αὐτῶν καὶ συνῆλθον πανδημεί παγγενεί [144] πασσυδί ‑ ὑπομίαρον γὰρ τὸ πανσυρεί ‑ κατ' ἀγέλας, καθ' ἡλικίας, κατὰ τέλη, κατὰ ἔθνη, κατὰ γένη, κατὰ τύχας, κατὰ τέχνας, κατὰ ἴλας, ἵνα τὸ Ὁμήρου (B 93) ἰλαδὸν ὡς ποιητικὸν παραιτώμεθα. καὶ ἑτέρως δ' ἄν τις εἴποι πάντα γένη, καὶ ὅσα γένη καὶ ὅσαι ἡλικίαι, καὶ ὅσα ἔθνη, καὶ ὅτι παῖς καὶ γυνή. καὶ μὴν καὶ καθ' ἕτερον σχῆμα, οὐδεὶς τῶν ὄντων ἀπῆν, οὐδεὶς ἦν ὃς ἀπῆν, οὐδεὶς ἀπεῖναι ὑπέμενεν, οὐδεὶς ἦν ὃς οὐ παρῆν, οὐδεὶς οὕτω γέρων ἢ παῖς ὅστις [145] αὑτὸν οἴκοι κατεῖχεν· ἐκ τῶν οἰκιῶν ἐξεχέοντο, συνῄεσαν, συνελέγοντο, συνηγείροντο, συνηθροίζοντο, συνέθεον, συνέρρεον, συνεωθοῦντο, συνεφέροντο, συνέσπευδον, εἰς ταὐτὸν ᾔεσαν, εἰς ἓν ἔσπευδον, ἐν ταὐτῷ ἦσαν, πάντα ἐπεπλήρωτο, πάντα ἐξεπέπληστο, ἐστενοχωρεῖτο, ἐθλίβετο. καιρὸν δὲ ἔχει καὶ τὰ ποιητικά, ὑπὲρ τὴν ψάμμον, ὑπὲρ τὰ κύματα, ὅσα φύλλα καὶ ἄνθη, καὶ τὰ τοιαῦτα.
αὐχεῖν, ἀλαζονεύεσθαι, κομπάζειν, σεμνύνεσθαι σεμνολογεῖσθαι, μεγαληγορεῖν μεγαλορρημονεῖν, μεγαλύνεσθαι, αἴρεσθαι μετεωρίζεσθαι, [146] πεφυρῆσθαι, ὑψηλοφρονεῖν ὑπερφρονεῖν, ὑπερορᾶν, τερατεύεσθαι· ἐν δ' Εὐπόλιδος Δήμοις (I p 293. 134 Ko) ἔστι καὶ τὸ καυχήσασθαι. ὧν τὰ πράγματα αὔχημα, ἀλαζονεία, κόμπος, σεμνολογία, μεγαληγορία μεγαλορρημοσύνη, ὑπερφρόνησις, ὑπεροψία, τερατεία. ἡ δὲ ὑπερηφανία, τὸ μὲν πρᾶγμα ἔστι, τὸ δὲ ῥῆμα τὸ ὑπερηφανεῖν οὐκ ἐπαινῶ. τὰ δὲ ὀνόματα, ἀπὸ μὲν τοῦ αὐχεῖν κατὰ μετοχὴν ῥητέον ὁ αὐχῶν ‑ ὁ γὰρ αὐχητὴς βίαιον, ‑ ἀπὸ δὲ τῶν ἄλλων ἀλαζών κομπαστής [147] κομπαστικός κομπώδης ὑπέρκομπος, σεμνολόγος, μεγαληγόρος μεγαλορρήμων, μεγαλυνόμενος, αἰρόμενος μετεωριζόμενος, πεφυσημένος, καὶ αἱ αὐταὶ ἀντὶ ὀνομάτων μετοχαί· ὑψηλόφρων δὲ καὶ ὑπέρφρων καὶ ὑπερόπτης καὶ ὑπεροπτικός· ὁ γὰρ ὑπερορατικὸς βιαιότερον, βέλτιον δὲ ὁ ὑπερορῶν, καὶ ὑπερήφανος καὶ μετέωρος, καὶ ἀπὸ τῆς τερατείας ὁ τερατευόμενος, καὶ τερατολόγος ἐκ τοῦ Πλάτωνος (Phaedr 229 E). τὰ δ' ἐπιρρήματα ἀπ' ἐνίων, ἀλαζονικῶς, κομπαστικῶς, μεγαληγόρως μεγαλορρημόνως, ἠρμένως μετεώρως, πεφυσημένως· ὑπερφρόνως [148] γὰρ καὶ ὑψηλοφρόνως τραχύτερα, ὑπερόπτως δὲ καὶ ὑπεροπτικῶς καὶ ὑπερηφάνως. καλὸν δὲ καὶ τὸ παρὰ Θουκυδίδῃ (V 68. 1) κομπῶδες.
κωμῳδεῖν διακωμῳδεῖν, διασύρειν, σκώπτειν διασκώπτειν χλευάζειν, φαυλίζειν, τωθάζειν, γέλωτα τίθεσθαι· σκληρότερον γὰρ τὸ γελωτοποιεῖν, καὶ εὐτελέστερον τὸ γελοιάζειν, καὶ φορτικώτερον τὸ γλοιάζειν, καὶ ποιητικώτερον τὸ σιλλαίνειν καὶ σιλλοῦν καὶ διασιλλοῦν. τὰ δὲ πράγματα κωμῳδία, σκῶμμα σκωπτική, χλευασμός [149] χλευασία, τωθασμός τωθαστική, γελωτοποιία, καὶ τὰ ὀνόματα κωμῳδός κωμῳδικός, σκωπτικός, χλευαστής χλευαστικός· ὁ γὰρ χλεῦαξ κωμῳδικώτερον (III p 603. 1195 Ko), τωθαστὴς δὲ καὶ τωθαστικὸς καὶ γελωτοποιός. ἐπὶ τοῦ αὐτοῦ δ' εἴρηται καὶ ὁ φλύαξ· ἀλλὰ οὐδὲ τοῦτο ἐπαινεῖται πρὸς ἐμοῦ τοὔνομα, καίτοι τὸ φλυαρεῖν ἕτερόν ἐστιν. πάντα δὲ ἀπὸ τῶν μετοχῶν ἀμείνω. τὰ δ' ἐπιρρήματα κωμῳδικῶς, σκωπτικῶς, τωθαστικῶς· τὸ γὰρ γελοίως ἐφ' ἑτέρου, καὶ τὸ γελωτοποιικῶς βιαιότερον.
[150] ἐπὶ τοῦ αὐτοῦ φαίη τις ἂν πρᾶγμα, χρῆμα, ἔργον, σπούδασμα, ἐπιτήδευμα, ἐπιχείρημα ἐγχείρημα, μάθημα, τέχνημα, μεταχείρισις. καὶ ὁ πράττων ἐργαζόμενος, σπουδάζων, ἐπιτηδεύων, ἐπιχειρῶν ἐγχειρῶν, μανθάνων, μεταχειριζόμενος· τεχνάζων γὰρ ἢ τεχνώμενος ἕτερόν τι δηλοῖ, ἄμεινον δὲ τὸ τέχνῃ μετιών.
καὶ ταῦτα παραπλήσια, εἰδέναι, γινώσκειν, ἐπίστασθαι, καθορᾶν, [151] κατανοεῖν, μανθάνειν καταμανθάνειν, ἐφικνεῖσθαι· ἕτερα γάρ ἐστι τὸ εἰκάζειν, τεκμαίρεσθαι, ἀμφιγνοεῖν, ὑποτεκμαίρεσθαι, στοχάζεσθαι, ὑποπτεύειν, ὑπονοεῖν, τοπάζειν, εἰκοβολεῖν. τὰ δὲ πλεῖστα ἀντὶ ὀνομάτων μετοχὰς ἔχει ἢ κατὰ τὴν κτητικὴν ἰδέαν παρηγμένας προσηγορίας, εἰδώς· ὁ γὰρ εἰδήμων ὑπομόχθηρον, γινώσκων δὲ καὶ γνωστικός· ὁ γὰρ παρὰ Ξενοφῶντι (Cyrop VI 2. 39) γνωστὴρ ἕτερόν τι δηλοῖ, ἐπιστήμων δὲ καὶ ἐπιστάμενος καὶ ἐπιστημονικός, καὶ ὁρῶν καὶ καθορῶν καὶ καθορατικός, καὶ κατανοῶν καὶ κατανοητικός, καὶ [152] μανθάνων καὶ μαθητικός. καταμανθάνων δὲ καὶ καταμαθητικὸς δυσχερέστερα τῷ μήκει, ἐφικνούμενος μέντοι, ὥσπερ καὶ ἀπὸ τῶν ἑτέρων εἰκάζων εἰκαστικός, τεκμαιρόμενος· ὁ γὰρ τεκμαρτικὸς δυσχερές, στοχαζόμενος δὲ καὶ στοχαστικός, ὥσπερ ὁ Πλάτων καὶ ψυχήν πού (Gorg 463 A) φησι στοχαστικήν. ὑπονοῶν δὲ καὶ ὑπονοητικός, καὶ ἀμφιγνοῶν καὶ ὑποπτεύων καὶ τοπάζων.
Ἐκ τοῦ αὐτοῦ ταὐτὸν δηλοῦντες οἵδε οἱ σχηματισμοί, ταχύ, ταχέως, διὰ ταχέων, ὅτι τάχιστα, ὡς τάχιστα, ὡς εἶχε τάχους, ἐν τάχει, ἀπτέρῳ τάχει. καὶ οἵδε ὁμοίως, ὡς τὸ πολύ, ὡς ἐπὶ τὸ πολύ, ὡς τὸ ἐπίπαν, ὡς ἐπὶ τὸ πλεῖστον, ἐκ τοῦ ἐπὶ [153] πλεῖστον, ἐπὶ τὸ πλῆθος, ἐπὶ τὸ πολύ, ὡς ἐπὶ τὸ πλῆθος, ὡς ἐπὶ τὰ πολλά· τοῦτο μὲν γὰρ Ἄλεξις ἐν Ποιητρίᾳ εἴρηκεν, (II p 365. 184 Ko)
ὡς ἐπὶ τὰ πολλὰ τοῦτο ποιῶ, τὸ δὲ ὡς ἐπὶ τὸ πλῆθος Ἄλεξις ἐν Διδύμαις (II p 316. 54 Ko), τὰ δ' ἄλλα οἱ κεκριμένοι.
ἐπὶ τοῦ ἀναιρεῖν κτεῖναι ἀποκτεῖναι, φονεῦσαι, ἀποσφάξαι, καθελεῖν, διαχρήσασθαι. ἐπὶ δὲ τούτου Ξενοφῶν (Cyrop IV 6. 4) μὲν ἔφη 'κατειργάσατο τὸν λέοντα,' Ἀριστοφάνης (I p 486. 358 Ko) δὲ 'τοὺς ἄνδρας ἀπεχρήσαντο,' Θουκυδίδης (I 126. 11) δὲ ἀνεχρήσατο. καὶ τὸ πέπρακται δὲ ἐπὶ τοῦ αὐτοῦ τάττουσιν. Ἡρόδοτος (IX 53) [154] δὲ ἔφη 'ἐπεὶ δέ σφι πάντες κατέστρωντο' ἐπὶ τοῦ ἀνῄρηντο· ὅθεν οὕτως ἀκούουσι καὶ τὸ παρ' Ἀριστοφάνει ἐν Ἱππεῦσιν (481)
ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
Ἐφ' οὗ εἴποις ἂν ἀμφιβάλλειν, ἀμφισβητεῖν, ἐνδοιάζειν, ἀμφιγνοεῖν, διστάζειν, ἐπὶ τούτου ἴσως καὶ τὸ εἰκοβολεῖν, Ἀριστοφάνους εἰπόντος (I p 560. 689 Ko)
εἰκοβολοῦντες καὶ πλάττοντες.
ἐφ' οὗ ῥητέον ἀρκεῖ ἐξαρκεῖ ἀπαρκεῖ, ἀπόχρη, ἀποχρῶν, ἀποχρώντως ἔχει, ἱκανῶς, αὐτάρκως, ἀρκούντως ἀπαρκούντως, ὑπεραποχρώντως, δαψιλῶς, ἐπὶ τούτου τὸ ἐκποιεῖ εἴρηκεν ἐν τῷ ὑπὲρ Ἀχιλλείδου φόνου Λυσίας (p 182. 57 Tur).
[155] Ταὐτὸν δ' ἂν εἴη ἐκπλήττειν, θορυβεῖν, ἀπειλεῖν ἐπαπειλεῖν, δεδίττεσθαι, ταράττειν ἐκταράττειν, ἀνατείνεσθαι, ἀνασείειν, ἐπαρτᾶν, ἐκφοβεῖν.
καὶ τάδε ἐοικότα, ὑπεκθέσθαι, ὑπεξελέσθαι, ὑπεκκομίσαι ἐκκομίσαι, ὑπεκκλέψαι, ἀποσκευάσασθαι ἐκσκευάσασθαι· Δημοσθένης γὰρ εἴρηκεν (XXX 30) 'ἡ δὲ γεωργία ἐξεσκευάσθη μετὰ τὴν δίκην.' ὥσπερ οὖν καὶ τάδε, καίειν, φλέγειν διαφλέγειν ἐκφλέγειν καταφλέγειν, ὑποπρῆσαι καταπρῆσαι ἐμπρῆσαι, ὑφεῖναι πῦρ, ὑφάψαι, ἐκτρῖψαι φλόγα, ἀνεῖναι, ἐκριπίσαι, ἀνερεθίσαι, ἐγεῖραι διεγεῖραι.
[156] τὸ δὲ πρᾶγμα Ὅμηρος μὲν ἔφη (Φ 337) 'φλέγμα κακὸν φορέουσα,' καὶ καῦμα δ' ἂν ὁμοίως εἴποι τις βιαζόμενος, βέλτιον δὲ ἐμπρησμὸς καὶ πυρκαϊά· ἐν μέντοι τῷ Ὑπερείδου ὑπὲρ Λυκόφρονος (p 26 Bl) εὗρον γεγραμμένον 'ἢ νεωρίων προδοσίαν ἢ ἀρχείων ἐμπυρισμὸν ἢ κατάληψιν ἄκρας,' καὶ οὕτως ἐγέγραπτο ἐν πλείοσι βιβλίοις. ὁ δ' ἐμπρήσας τάχ' ἂν πυρκαεὺς ὀνομάζοιτο, κατ' Αἰσχύλον καὶ Σοφοκλέα οὕτως ἐπιγράψαντας τὰ δράματα, τὸν μὲν τὸν Προμηθέα, τὸν δὲ τὸν Ναύπλιον.
Ἔστι δ' εἰπεῖν ἐπράχθη ἐξεπράχθη κατεπράχθη, εἰργάσθη, κατειργάσθη, ἐτελέσθη ἐξετελέσθη συνετελέσθη, ἐτελεσιουργήθη συνετελεσιουργήθη, ἐκβέβηκεν ἀποβέβηκε, διῳκήθη· τὸ γὰρ ἐδράσθη [157] καὶ ἐτολμήθη ἑτέρας ἐστὶ χρείας. τὸ δὲ πρᾶγμα πρᾶξις, τέλεσμα τέλος συντέλεια, τελεσιουργία συντελεσιουργία, τὸ ἐκβάν, τὸ ἐκβεβηκός τὸ ἀποβεβηκός, τὸ διῳκημένον. καὶ ὁ ἀνὴρ πράττων καταπράττων· ἔστι δ' εἰπεῖν καὶ δρῶν, ἐργαζόμενος ἀπεργαζόμενος, τελῶν συντελῶν, τελεστικός, τελεσιουργῶν τελεσιουργός τελεσιουργικός, διοικητής διοικητικός.
καὶ μὴν καὶ τάδε ἂν εἴποις, ἐδίωξεν, ἤλασεν ἀπήλασεν, ἐξήλασεν, ἐφυγάδευσεν, μετεστήσατο, ἐξεπέμψατο, ὑπερώρισεν ‑ Δημοσθένης (XXV 95) δὲ καὶ ἐξώρισεν εἶπε καὶ Ὑπερείδης (fg 232 Bl) ἀφώρισεν ‑ ἐξέβαλεν, ἀπέρριψεν ἐξέρριψεν· Θουκυδίδης (I 24. 5) δὲ καὶ τὸ [158] ἐξεδίωξεν εἴρηκεν. τὸ δὲ πρᾶγμα δίωξις, ἔλασις, φυγή, ὑπερορισμός, ἐκβολή, μετάστασις, πλάνη. καὶ ὁ ἀνὴρ φυγάς, ἐξόριστος, ἀλήτης, πλανήτης πλάνης. ἐκ δὲ τῶν λοιπῶν μετοχαί· ‑ τραγικὸς γὰρ ὁ παρὰ Σοφοκλεῖ (fg 939) διωκτός ‑ ἐληλαμένος δὲ καὶ ἐξεληλαμένος καὶ ἀπεληλαμένος, καὶ πεφυγαδευμένος, καὶ ὑπερωρισμένος, καὶ ἐκβεβλημένος, καὶ ἀπερριμμένος καὶ ἐξερριμμένος καὶ μεθεστηκώς, καὶ πεπλανημένος.
Προσόμοια καὶ ταῦτα, εἰσῆλθεν ἐπῆλθεν ἐπεισῆλθεν, εἰσέδραμεν ἐπεισέδραμεν, εἰσκεκώμακεν ἐπεισκεκώμακε, εἰσεφθάρη, ἐπεισεφθάρη εἰσήρρηκεν ἐπεισήρρηκεν, εἰσπεπήδηκεν ἐπεισπεπήδηκεν, [159] εἰσεβλήθη εἰσεκυκλήθη ἐπεισεκυκλήθη, κατέλαβε τὴν πόλιν, κατέσχεν, ἐπεισέπεσεν εἰς τὴν πόλιν, ἐπαφείθη τῇ πόλει ὥσπερ πνεῦμα ἢ πῦρ ἢ σκηπτὸς ἢ νέφος ἢ χάλαζα ἢ χιὼν ἢ νόσημα, καὶ καθ' ἕτερον σχηματισμόν, τῇ πόλει προσέβαλε, προσέρριψεν, ἐπαφῆκε, προσήνεγκε, προσέρρηξε, προσήραξεν.
ἀράμενος, ἐνεγκών ἀνενεγκών, ἀναθέμενος, ἀνακουφίσας, ἐπαράμενος, βαστάζων, φορῶν, ἀχθοφορῶν, φέρων ἀναφέρων. καὶ τὸ φερόμενον ἄχθος καὶ φορτίον καὶ φόρημα, ὁ δὲ μισθὸς φορεῖον καὶ φέρετρον καὶ κόμιστρον καὶ φορά, ὥσπερ καὶ τὸ πρᾶγμα ἀχθοφορία καὶ φορά· τὰ γὰρ ἀπὸ τῶν ἄλλων εὐτελέστερα ἢ σκληρότερα.
[160] Ταῦτα τῇ διανοίᾳ διάφορα σημαίνοντα προσέοικε τῷ τῆς λέξεως σχήματι, εὐαρμοστία, εὐρυθμία, εὐήθεια, εὐτραπελία, εὐπραγία, εὐπρέπεια, εὐταξία, εὐτυχία, εὐπορία, εὐχρηματία, εὐποτμία, εὐθηνία, εὐετηρία, εὐαισθησία, εὐβουλία, εὐλογία, εὐμαθία, εὐφωνία, εὐστοχία, εὐστομία, εὐνομία, εὐδικία, εὐπαιδία, εὐγαμία, εὐτεκνία, εὐγένεια, εὐλάβεια, εὐγλωττία, εὐφημία, εὐσέβεια, εὐμένεια, εὐμουσία, [161] εὐτέλεια, εὐερμία, εὐκολία, εὐχέρεια, εὐωδία, καὶ ἡ παρὰ Ξενοφῶντι (REq I 3) εὐποδία, καὶ ἡ παρ' Εὐριπίδῃ εὐπαιδευσία (fg 1100), καὶ ἡ παρὰ Κριτίᾳ (TGF p 774. 6) εὐξυνεσία, καὶ ἡ παρ' Ἀριστοφάνει (Ran 1528) εὐοδία. ὥσπερ αὖ καὶ τάδε, εὐρημοσύνη, εὐσχημοσύνη, εὐγνωμοσύνη, εὐφροσύνη, καὶ ἡ παρὰ τῷ ποιητῇ() εὐθημοσύνη. καὶ δὴ καὶ τάδε, εὐαίσθητα, εὔπρακτα εὐκατάπρακτα, εὐεξαπάτητα, εὐανάκλητα, εὐκόμιστα, εὔτακτα, εὐσύνθετα, εὐσύντακτα, εὐπόριστα, [162] εὐδιοίκητα, εὐκατέργαστα, εὐδίδακτα, εὐκαταγώνιστα, εὐκαθαίρετα. καὶ ταῦτα δέ, εὐάγγελον, εὔωνον, εὔζωνον, εὔρωστον, εὐδίαιτον εὔσημον, εὔπυρον, εὔσιτον, εὔοινον, εὔδουλον εὔβουλον εὐλόγιστον, εὐσύνετον, εὐκάρδιον, εὐπρόσωπον, εὐτράπελον, εὐόφθαλμον, εὔκομον, εὐπάρειον, εὔμηρον, καί που καὶ εὐπαλές, εὐσταλές, εὐεπές, εὐμελές, εὐπινές. ὥσπερ εὐαισθήτως, εὐπρεπῶς, εὐπετῶς καὶ τὸ παρ' Ἀριστοφάνει (fg 783) εὐκόπως. ἔστι δὲ καὶ ἀπὸ τῶν ἄλλων τῶν πλείστων ἐπιρρήματα, καὶ οἱ εἰς ἀλλήλους ἀπ' ἐνίων σχηματισμοί.
[10]
[1] Κομμόδῳ Καίσαρι Ἰούλιος Πολυδεύκης χαίρειν. ἐνέτυχόν ποτε βιβλίῳ τῳ τὸν Ξενοφῶντος Ἱππικῶν ἐξηγεῖσθαι λέγοντι. εὑρὼν δὲ ὀνόματος κρίσει τοῦτο Ἐρατοσθένην ἐν τῷ Σκευογραφικῷ λέγειν, ἐπῆλθέ μοι ζητεῖν τὸ τοῦ Ἐρατοσθένους βιβλίον διὰ τὸ προσαγωγὸν τῆς χρήσεως· ὡς δ' εὗρον μόλις, οὐδὲν εἶχεν ὧν ἤλπισα. τὸ τοίνυν ὑπ' ἐμοῦ μὲν ἐλπισθέν, ὑπ' ἐκείνου δ' οὐ πληρωθὲν ἔγνων αὐτὸς ἐκτελέσαι. καὶ οἶμαί σοι πειρωμένῳ φανεῖσθαι τουτὶ τὸ βιβλίον [2] ὑπὲρ πάντα τῇ χρείᾳ· καὶ γὰρ εἰ μηδὲ τῶν ἄλλων μηδὲν ἔξω τοῦ χρησίμου, τοῦτο γοῦν διὰ τῶν συνηθεστάτων ἥκει καὶ ὧν ἑκάστοτε χρῄζομεν. διὰ τοῦτο καὶ πλείους ἐπηγαγόμην ἐνταῦθα τοὺς μάρτυρας, ὅτι τὰ πλείω τῶν ὀνομάτων ἀπολογίας ἢ θράσους ἐδεῖτο. εἰ δέ τινα τῶν νῦν εἰρημένων κἀν τούτῳ γέγραπται, μὴ πάνυ θαυμάσῃς· ἀθροίζοντα γὰρ τὰς τῶν σκευῶν προσηγορίας οὐκ ἐκ τῶν παλαιῶν συλλέγειν μόνον ἀλλὰ κἀκ τῶν ἰδίων ἔδει. εὐτύχει κύριε.
[10] Σκεύη τὰ κατ' οἰκίαν χρήσιμα καὶ κατ' ἀγροὺς ἢ τέχνας ἔδοξέ μοι καλῶς ἔχειν συναγαγεῖν, ἵν' ἔχῃς, ὅτου ἂν ἑκάστοτε χρῄζῃς, ὥσπερ ἐκ σκευοθήκης λαβών· αὐτὸ μὲν γὰρ τοὔνομα τῆς σκευοθήκης εὕροις ἂν ἐν τοῖς Αἰσχύλου Ψυχαγωγοῖς (fg 274)
καὶ σκευοθηκῶν ναυτικῶν τ' ἐρειπίων, καὶ παρ' Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος (25), 'σκευοθήκην δὲ ᾠκοδόμουν·' Θουκυδίδης (VI 97. 5) δὲ ἀποθήκην αὐτὴν καλεῖ, φήσας 'τοῖς τε χρήμασι καὶ τοῖς σκεύεσιν ἀποθήκην.' αὐτὰ δὲ τὰ σκεύη καλοῖτ' ἂν ἔπιπλα ἤγουν ἡ κούφη κτῆσις, τὰ ἐπιπολῆς ὄντα τῶν κτημάτων· ὁ γοῦν Εὔπολις ἐν τοῖς Κόλαξι προειπὼν (I p 299. 151 Ko)
ἄκουε δὴ σκεύη τὰ κατ' οἰκίαν,
ἐπήγαγε
παραπλησίως τε συγγέγραπται τοῖς τὰ ἔπιπλα.
Ἡρόδοτος (I 94) δὲ αὐτὰ ἐπίπλοα εἴρηκεν, οἷον ἃ καὶ πλέων ἄν τις [11] ἐπικομίζοιτο, ὡς ἔγγειος καλεῖται κτῆσις ἡ λοιπή. Ἰσαῖος δὲ ἐν τῷ πρὸς Διοκλέα περὶ χωρίου (fg 28 Tur) κατὰ τὴν ἑνικὴν χρῆσιν ἔπιπλον εἶπεν. δύναιτο δ' ἂν ταῦτα καὶ ἀπόθετα σκεύη καλεῖσθαι, καὶ ἡ κατ' οἶκον κατασκευή· νεώτερον γὰρ ἂν εἴη μᾶλλον ἡ ἀποσκευή. εἴποις δ' ἂν αὐτὰ καὶ οἰκητήρια σκεύη καὶ χρηστήρια, τὸ μὲν Ἀλκαίου τοῦ ποιητοῦ εἰπόντος ἐν Πασιφάῃ (I p 762. 27 Ko)
καὶ ναὶ μὰ Δί' ἄλλα σκευάρι' οἰκητήρια, τὸ δὲ ἀπὸ τῆς χρήσεως ὀνομάσας. καίτοι με οὐ λέληθεν ὅτι τὰ πρὸς θεωρίαν ἢ θυσίαν σκεύη ὠνόμαζον χρηστήρια, ὡς καὶ Πλάτων ἐν τῇ Ἑλλάδι εἴρηκεν ὁ κωμικός (I p 607. 27 Ko)· ἀλλὰ ἐγὼ κρίνω καὶ ἐπὶ τῶν κατ' οἰκίαν χρησίμων καταχρῆσθαι τῷ ὀνόματι. ἐκαλεῖτο [12] δὲ ταῦτα ὑπὸ τῶν νεωτέρων καὶ μαλακὰ οἷον εὐμεταχείριστα, ὡς εἶπε Μένανδρος ἐν τῇ Περινθίᾳ (fg 395)
ὡσ' ἐστὶ μαλακὰ συλλαβών
ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπηδᾷ θᾶττον, καὶ Δίφιλος ἐν Ἀπολιπούσῃ (II p 546. 19 Ko)
εἴ τι μαλακὸν ὦ δύστην' ἔχεις,
σκευάριον ἐκπωμάτιον ἀργυρίδιον;
ἐκδραμεῖ λαβὼν τόδε, δώσεις ἐμοί
παρακαταθήκην;
τὴν δὲ τοιαύτην κατασκευὴν ἐνδομενίαν οἱ πολλοὶ καλοῦσιν· ἐγὼ δὲ οὐκ ἐπαινῶ μὲν τοὔνομα, μηνύω δέ, ὅστις εἰπὼν αὐτὸ ἀπολογεῖσθαι βούλοιτο ὡς ἔστιν ἔν τινι βιβλίῳ, ὅτι ἐν Ὀλυμπιάδος ἀπογραφῇ, τῇ κατ' ὄνομα περὶ τῶν φαμένων ἀφῃρῆσθαι τὰς δόσεις, οὕτως ἐγγέγραπται. κάλλιον δὲ ταύτην τὴν ἐνδομενίαν παγκτησίαν ἢ παμπησίαν ὀνομάσαι, ὡς ἐν Ἐκκλησιαζούσαις Ἀριστοφάνης (878)· [13] τραγικώτερον γὰρ ἡ παγκληρία. τὰ δὲ σκεύη καὶ σκευάρια φίλον τοῖς κωμῳδοῖς καλεῖν. ὠνομάζετο δέ τινα σκεύη ἔμπυρα καὶ ἄπυρα, ὥσπερ καὶ σκεύη τριηρικὰ καὶ σκεύη ναυτικά, ἐφ' ὧν ὁ μὲν Ξενοφῶν (Oeson VIII 12) σκεύη ξύλινα καὶ κρεμαστά, ὁ δὲ Δημοσθένης (L 28) ἀποτριβὴν τῶν σκευῶν. ὀνόματα δὲ ἀπ' αὐτῶν πεποίηται τὸ κατασκευάσασθαι τὴν οἰκίαν τοῖς σκεύεσιν ἢ τὸν ἀγρὸν ἢ ὁτιδήποτε.
[14] καὶ μέντοι ἡ σκευή, εἴτε ἡ ὁπλιτικὴ εἴτε ἡ τῶν ὑποκριτῶν εἴτε ἡ τῶν ὑποζυγίων, ἀφ' ἧς εἴρηται τὸ 'ἐπεσκευασμένα ἦν τὰ ὑποζύγια' (Xenoph Hell VII 2. 18) οἷον ἐστρωματισμένα· καὶ σκευαγωγοὶ δ' ἅμαξαι, καὶ τὰ σκευοφόρα καὶ ἐν Βατράχοις Ἀριστοφάνους (498) σκευοφόρος, καὶ τὸ ῥῆμα σκευαγωγεῖν καὶ σκευοφορεῖν, καὶ τὸ ἀνασκευάζεσθαι τὰ ἐκ τῶν ἀγρῶν, καὶ τὸ ἐνεσκευάσθαι τινὰ σκευήν, καὶ τὸ ἐνσκευάσαι τι πρᾶγμα, καὶ οἱ παρὰ Θουκυδίδῃ ὅμοροι τοῖς Σκύθαις καὶ ὁμόσκευοι (II 96. 1. III 95. 3), καὶ αὐτόσκευος ὁ αὐτουργός, [15] καὶ ἄσκευος ὁ ψιλός, καὶ ἀκατάσκευος ὁ εὐτελής. τάχα δ' ἀπὸ τούτων καὶ ἡ σκευωρία καὶ ἡ σκευοποιία καὶ τὸ ἐσκευοποιημένον πρᾶγμα, ὡς Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀρχεπόλιδος κλήρου (fg 8 Tur) 'διαθηκῶν δὲ τεττάρων ὑπ' αὐτῶν ἐσκευοποιημένων.' ὁ δ' αὐτὸς ῥήτωρ ἐν τῷ πρὸς Λυσίβιον (fg 89 Tur) ἔφη 'τοιαῦτα μέντοι οὗτοι ἐπὶ τῷ τεθνεῶτι σκευοποιοῦντες.' σκευοποιήματα δὲ Ὑπερείδης ἐν τῷ πρὸς Δημέαν (fg 93 Bl) καὶ σκευασίαν δὲ Ὑπερείδης (nov) καὶ σκευάσαι, καὶ συσκευασάμενοι τὰ πλείστου ἄξια, καὶ ἀσυσκεύαστον [16] ὡς Ξενοφῶν (Oecon VIII 13), καὶ σκευοποιοί, καὶ διασκευασάμενος τὴν οὐσίαν, ὡς φησὶ Δημοσθένης (XXIX 3)· καὶ σκευασάμενοι, ὡς Δείναρχος (p 340. 31 Tur), τὰ ἐκ τῆς οἰκίας· καὶ ἀπεσκευασμένος τὰ χρήματα, καὶ ἀνασκευασθῆναι τὴν τράπεζαν, καὶ ἐπισκευάσαι τὸ τεῖχος, καὶ πομπείων ἐπισκευαστής. Κρατῖνος δ' ἐν Πανόπταις (I p 62. 159 Ko) τὸν σκευοφύλακα ἔοικε σκευωρὸν καλεῖν. τοῦτον δὲ καὶ σκοῖδόν τινες ὠνόμαζον, τὸν ἐπὶ τῶν σκευῶν ἐν ταῖς βαρβαρικαῖς ἀποσκευαῖς· ἕτεροι δὲ οὕτως οἴονται κεκλῆσθαι τὸν ἐπὶ τῶν σιτίων. τὸ μέντοι ἥψηται ἐσκεύασται ἐν τῷ ἕκτῳ (2. 28) Παιδείας Ξενοφῶν ἔφη· 'καὶ τὰ ἑφθὰ πάντα μεθ' ὕδατος τὰ πλεῖστα ἐσκεύασται.' Δημοσθένης δ' ἔφη (XXXII 9. 11) σκευωρούμενον.
[17] ὅτῳ δὲ τὰ σκεύη ἐκομίζετο, σκευοφόριον μὲν τοῦτ' Ἀριστοφάνης (fg 852) καλεῖ τὸ ξύλον, Πλάτων δὲ ἐν Διὶ κακουμένῳ (I p 614. 50 Ko) καὶ τὸ τόξον ἐν παιδιᾷ παρεικάζων ἔφη
κεράτινον εἶχε σκευοφόριον καμπύλον. ἀλλὰ μὴν καὶ ἀνάφορον κατὰ τὴν τῶν πολλῶν χρῆσιν εἴη ἂν ταὐτὸ τοῦτο εἰρημένον ἐν Ἀριστοφάνους Φοινίσσαις (fg 559)
καὶ τὸν ἱμάντα μου
ἔχουσι καὶ τἀνάφορον· ἔτι δὲ σαφέστερον ἐν Βατράχοις,
μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς. τὸν μέντοι σκευοφόρον ἐν Ταξιάρχοις Εὔπολις (I p 330. 264 Ko) σκευοφοριώτην παίζων ἐκάλεσεν.
[18] ἵνα δ' ἐπιπράσκετο τὰ σκεύη, τῆς ἀγορᾶς τὸ μέρος τοῦτο ὠνομάζοντο κύκλοι, ὡς Ἄλεξις ὑποδηλοῦν ἔοικεν ἐν Καλασίριδι (II p 331. 99 Ko)
ποῖ δή μ' ἄγεις διὰ τῶν κύκλων; σαφέστερον δὲ ἐν τῷ Μαινομένῳ Δίφιλος (II p 559. 55 Ko)
καὶ προσέτι τοίνυν ἐσχάραν καινὴν κάδον
στρώματα συνὸν ἀσκοπήραν θύλακον,
ὥς που στρατιώτην ἄν τις ἀλλὰ καὶ κύκλον
ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι·
τοσοῦτός ἐσθ' ὁ ῥῶπος ὅσον σὺ περιφέρεις.
καὶ μὴν εἰ γυναικείαν ἀγορὰν τὸν τόπον οὗ τὰ σκεύη τὰ τοιαῦτα πιπράσκουσιν ἐθέλοις καλεῖν, εὕροις ἂν ἐν ταῖς Συναριστώσαις Μενάνδρου (fg 456) τὸ ὄνομα. εἴποις δ' ἂν τὴν πρᾶσιν τῶν ἐπίπλων τὴν ὑπὸ κήρυκι γιγνομένην, ἣν νῦν ἀπαρτίαν καλοῦσιν, ἀγορὰν καὶ παμπρασίαν. τοὔνομα δὲ ἡ ἀπαρτία ἔστι μὲν Ἰωνικόν, ὠνομασμένων [19] οὕτω παρ' αὐτοῖς τῶν κούφων σκευῶν, ἃ ἔστι παραρτήσασθαι, ᾗ διανοίᾳ καὶ τὰ ἔπιπλα ὠνομάσθαι φαμέν· ἀπὸ μέντοι τῶν σκευῶν ἤδη καὶ τὸ πρᾶγμα τῆς πράσεως αὐτῶν καὶ τὸν τόπον οὕτω κεκλήκασιν, ὥσπερ οἱ Ἀττικοὶ ἀπὸ τῶν πιπρασκομένων καὶ τὰ χωρία ὠνόμαζον, λέγοντες εἰς τοὖψον καὶ εἰς τὰ μύρα καὶ εἰς τὸν χλωρὸν τυρὸν καὶ εἰς τὰ ἀνδράποδα. εἰ μέντοι καὶ ἐν βιβλίῳ τινὶ τοὔνομα τὴν ἀπαρτίαν εὑρεῖν ἐθέλοις, ὡς ὑπὲρ τῶν λεγόντων ἀπολογοῖο, εὑρήσεις ἔν τε τῷ δευτέρῳ τῶν Ἱππώνακτος ἰάμβων (fg 26)
ἀκήρατον δὲ τὴν ἀπαρτίαν ἔχει, καὶ παρὰ Θεοφράστῳ ἐν τῷ δεκάτῳ Νόμων.
[20] Τὸν μὲν οὖν τοῦ παντὸς οἴκου δεσπότην ὅτι καὶ ναύκληρον καὶ ἱστιοπάμονα Δωρικῶς καὶ στέγαρχον καὶ στεγανόμον κλητέον, ἐπεὶ καὶ τὸ ἐνοίκιον οὐ ναῦλον μόνον ἀλλὰ καὶ στεγανόμιον, ἔχεις προειρημένον (I 74). παίζων δ' εἰ καὶ σταθμοῦχον ἐθέλοις αὐτὸν καλεῖν, ἐρεσχηλῶν τινὰ ἢ ἐκπειρώμενος, ὁ δὲ δεινὸς ὢν εἰς ὀνομάτων χρῆσιν λαμβάνοιτο τοῦ ῥήματος ὡς οὐκ ἂν εἴη δόκιμον, οὐδὲ σὺ μὲν ἂν αὐτὸ πάντῃ δόκιμον εἶναι νομίζοις, οὐ μέντοι οὐδὲ παντελῶς ἀδόκιμον· ὅτι δὲ ἔστιν εἰρημένον εἰ γνωρίζοις, φιλότιμος εἶναι δόξεις. εἴρηται τοίνυν ἐν Αἰσχύλου Σισύφῳ (fg 226)
σὺ δ' ὁ σταθμοῦχος εὖ κατιλλώψας ἄθρει.
[21] Ἀντιφάνης δὲ ἐν Ὀβρίμῳ φησὶν (II p 86. 171 Ko)
ἂν κελεύῃ με σταθμοῦχος. ‑ ἡ σταθμοῦχος δ' ἔστι τίς;
ἀποπνίξεις γάρ με καινὴν πρός με διάλεκτον λαλῶν.
ἤτε τάκτοιμι στεγάρχον.
ἀλλὰ μὴν τὸ κοινότατον τουτὶ καὶ μᾶλλον τεθρυλημένον, τὸν οἰκοδεσπότην καὶ τὴν οἰκοδέσποιναν, οὐκ ἀποδέχομαι μὲν τοὔνομα, ὡς δὲ ἔχῃς εἰδέναι, μηνύω σοι ὅτι καὶ ταῦτα ἄμφω εὗρον ἐν Θεανοῦς τῆς Πυθαγόρου γυναικὸς ἐπιστολῇ πρὸς Τιμαρέταν γραφείσῃ. ὁ δὲ οἰκοδεσπότης ἔστι καὶ Ἀλέξιδος ἐν Ταραντίνοις (II p 380. 225 Ko).
[22] Τῶν δὲ σκευῶν εἰ πρῶτα τὰ περὶ τὰς θύρας ῥητέον, μοχλοὶ καὶ ὀχλεῖς καὶ κλεῖδες εἰσὶν καὶ κληῖδες, καὶ βάλανοι καὶ βαλανάγραι, καὶ κλεῖθρα καὶ κλῇθρα καὶ ἐπίσπαστρον καὶ ῥόπτρον ‑ τὸ γὰρ ἐπικροῦον τὴν θύραν οὕτως ὠνόμαζον ‑ καί που καὶ στρόφιγγες καὶ γιγγλύμοι καὶ κορῶναι καὶ κόρακες Ποσείδιππος γοῦν ἐν Γαλάτῃ (III 338. 7 Ko) φησὶ 'κόρακι κλείεθ' ἡ θύρα. παρὰ δὲ τοῖς νεωτέροις (III p 465. 317 Ko) τούτοις καὶ ἀντίκλειδες εἴρηνται· παρὰ δὲ Ἀριστοφάνει ἐν Σφηξὶ (154) κατάκλειδες τὰ κατακλείοντα τὰς [23] θύρας. παρὰ δὲ Ἡροδότῳ καὶ ἐπισπαστῆρες· φησὶ γοῦν ἐν τῷ ἕκτῳ βιβλίῳ (91) 'ἐπιλαβόμενος δὲ τῶν ἐπισπαστήρων εἴχετο.' ἐν δὲ τοῖς Δημιοπράτοις καὶ ἐμμόχλια σιδηρᾶ. οἱ μὲν οὖν ἀκριβέστερον ἑρμηνεύειν πειρώμενοι τὰς κλεῖς οἴονται προσήκειν λέγειν, ὅτι καὶ παρὰ Δημοσθένει (XVIII 67) ἐπὶ τοῦ ἐν τῷ σώματι μέρους εἴρηται 'τὴν κλεῖν κατεαγότα·' ὁμώνυμον δ' ἐστὶν ἑκάτερον ἑκατέρῳ τοὔνομα, τό τε μέρος τῷ σκεύει καὶ τὸ σκεῦος τῷ μέρει. ἐν δὲ τῷ Λυσίου πρὸς Φίλιππον (fg 239 Tur) ἐπιτροπῆς τὰς κλεῖδας εὑρήκαμεν, [24] παρὰ δὲ Ἀριστοφάνει ἐν Αἰολοσίκωνι (fg 16 Ko) καὶ κλειδίον, ἐν μέντοι τοῖς Πλάτωνος τοῦ κωμικοῦ Μετοίκοις (I p 622. 77 Ko)
σημεῖα παρασημεῖα, κλεῖν παρακλείδιον. αἱ μὲν οὖν θύραι καὶ σανίδες καὶ πτύχες ὀνομάζονται· θύραι δ' αὐτὸ τὸ χάσμα ἐστὶ τῆς θύρας. ἐν δὲ τοῖς Δημιοπράτοις πέπραται θύρα [25] διάπριστος καὶ θύραι συνδρομάδες· ἐν δὲ Κρατίνου Διονυσαλεξάνδρῳ (I p 25. 42 Ko) εἴρηται
παραστάδας καὶ πρόθυρα βούλει ποικίλα. ἡ δὲ ὀπὴ εἴρηται ἐν Αἰολοσίκωνι Ἀριστοφάνους (fg 11)
καὶ δι' ὀπῆς κἀπὶ τέγους. καὶ ἀπὸ μὲν τῶν μοχλῶν τὸ 'μόχλωσον τὴν θύραν' ἐν Λημνίαις Ἀριστοφάνους (fg 369), ἀπὸ δὲ τῶν κλειδῶν τὸ κλεῖσαι συγκλεῖσαι παρακλεῖσαι ἐπικλεῖσαι, ἐφ' οὗ καὶ τὸ προσθεῖναι τὴν θύραν καὶ συναγαγεῖν καὶ ἐπισπάσασθαι καὶ ἐπιβαλεῖν καὶ ἐπιφράξαι καὶ ἐπαγαγεῖν [26] καὶ κατακλῖναι καὶ ἐπικλῖναι, ὥσπερ καὶ τῷ ἀνοῖξαι ταὐτόν ἐστι τὸ ἀνακλῖναι ἀνεῖναι ἐκπετάσαι ἀναπετάσαι, παρὰ δὲ τοῖς κωμῳδοῖς (Aristoph fg 654) καὶ τὸ ἀναζυγῶσαι ταὐτὸν τῷ ἀνοῖξαι σημαίνει, ὥσπερ τῷ κλεῖσαι τὸ ἐπιζυγῶσαι. καὶ τὸ ζυγώθρισον (Aristoph Nub 735) δὲ ἐπὶ τοῦ κλεῖσον εἰώθασι τάττειν. καὶ μὴν καὶ βαλανῶσαι (Aristoph Av 1159) τὴν θύραν ἐκεῖνοι λέγουσι, καὶ (Aristoph Eccl 361)
οὐδεὶς βεβαλάνωκε τὴν θύραν [27] ἐν ταῖς Δαναΐσιν (fg 251) ἔφη Ἀριστοφάνης. ὁ δὲ Θουκυδίδης (II 4. 3) στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου ἔφη κεχρῆσθαί τινα ἐς τὸν μοχλόν. τῷ δὲ κλεῖσαι ἴσον καὶ τὸ πακτοῦν καὶ τὸ ἐπιπακτοῦν τὰς θύρας ἐστίν, ὥσπερ τῷ ἀνοίγειν ταὐτὸν τὸ λύειν, ὡς ἔφη Εὐριπίδης (fg 1003) 'λῦε πακτὰ δωμάτων·' ὡς τοὐναντίον Ἀριστοφάνης (Lysistr 265) 'προπύλαια πακτοῦν' ἢ πάλιν (fg 721) 'καὶ ἐπιπακτοῦν τὰς θύρας·' ἢ ὡς Ἀρχίλοχος (fg 187) πακτῶσαι τὸ κλεῖσαι.
[28] Ἐπεὶ δὲ τῷ πυλωρῷ τὸ καθαίρειν καὶ καταρραίνειν τὴν οἰκίαν ἀναγκαῖόν ἐστιν, εἴπωμεν τὰ πρόσφορα τούτῳ τῶν σκευῶν, οἷον τὸ κόρημα· καλεῖται δ' οὕτω καὶ τὸ σκεῦος καὶ τὸ κάθαρμα τὸ κορούμενον. τὸ δὲ ῥῆμα κορεῖν ἂν λέγοις. καὶ τὸ μὲν σκεῦος κόρημα ὑπὸ Εὐπόλιδος εἴρηται ἐν τοῖς Κόλαξι (I p 301. 157 Ko)
τουτὶ λαβὼν τὸ κόρημα τὴν αὐλὴν κόρει· [29] τὸ δὲ κορούμενον ἐν Σκηνὰς καταλαμβανούσαις Ἀριστοφάνους (474)
ὥσπερ ἐν Καλλιππίδῃ
ἐπὶ τοῦ κορήματος καθέζομαι χαμαί.
εἰ δὲ καὶ καλλύνειν φαίης ἂν τὸ κορεῖν, ἦ που καὶ τὸ κόρημα κάλλυντρον. εἰ δὲ καὶ σαίρειν φήσεις τὸν θυρωρόν, τί κωλύει κἀκεῖνο καλεῖν σάρον; ἡ χρῆσις γὰρ ἀπὸ τῆς ἅλω καὶ ἐπὶ τὰς οἰκίας ἄγει τοὔνομα, ὥσπερ καὶ μυλήκορον ἄν τις αὐτὸ καλέσειεν· καίτοι σαφὲς ὅτι τοῦτο μύλωνι προσήκει· ἀλλ' ὅμως Ἄρχιππος εἴρηκεν ἐν Ἰχθύσι (I p 683. 22 Ko)
τὴν ἀγορὰν μυληκόρῳ.
[30] τὸ δὲ ῥαίνειν καὶ διαρραίνειν καὶ καταρραίνειν καὶ ψεκάζειν καὶ ῥανίζειν ἔστιν εἰπεῖν, τὸ δ' ἀγγεῖον ἐν ᾧ τοῦτο ποιεῖ κρωσσόν, ὑδρίαν ὑδρεῖον, ἀμφορέα ἀμφορίσκον ἀμφορείδιον, κεράμιον, κώθωνα, στάμνον, κάλπιν, ἄγγος ἀγγεῖον ἀγγείδιον, τεῦχος κεραμεοῦν γήινον χυτρεῖον χαλκοῦν. δι' ὧν δὲ τὸ ὕδωρ φέρεται, ἀμάραι, ὑδρορρόαι, ὀχετοί, σωλῆνες. ὀχετόκρανα δ' ἂν εἴποις τὰς τῶν ὀχετῶν ἀρχάς, ὡς [31] Ὑπερείδης ἐν τῷ περὶ ὀχετοῦ (fg 132 Bl). δι' ὧν δὲ ἐκφέρεται τὸ ὕδωρ, κρουνοί. εἰ δὲ καὶ ἐκ φρεάτων ἢ λάκκων τὸ ὕδωρ ἀπαντλεῖς, δέοιτ' ἂν σκευῶν ἀντλητῆρος, ἀντλίας, ἱμονιᾶς, ἱμάντος, κάλου, σχοινίου, κάδου, τροχαλίας, τάχα δὲ καὶ κηλωνείου. μέρη δὲ τροχαλίας τονία τοπεῖα ἀξόνια. τῷ δὲ προσδεῖ καὶ ἁρπάγης καὶ κρεάγρας καὶ λύκου· οὕτω γὰρ ἐκάλουν τὰ σκεύη οἷς τοὺς ἐκπεσόντας τῶν κάδων ἐκ τῶν φρεάτων ἀνέσπων· ὅτι γὰρ καὶ κρεάγραν καλοῦσι τὴν ἁρπάγην, δηλοῖ ἐν Ἐκκλησιαζούσαις (1037) Ἀριστοφάνης λέγων
τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνοίμεθ' ἄν;
[32] Πρὸ μὲν οὖν τοῦ κοιτῶνος ἐπὶ ταῖς θύραις παραπετασμάτων σοι δεῖ, εἴτε ἁπλοῦν εἴη τὸ παραπέτασμα λευκὸν ἐξ ὀθόνης, εἴτε καὶ τρίχαπτόν τι βαπτόν, εἴτε πολύχρουν, ἐφ' οὖ Ἀριστοφάνης ἂν εἴποι (fg 611)
τὸ παραπέτασμα τὸ Κύπριον τὸ ποικίλον. ἐν δὲ τῷ κοιτῶνι δεῖ μὲν εἶναι καὶ κλίνην τινὰ ἢ κλινίδιον ὡς ἐν Λυσιστράτῃ (916) Ἀριστοφάνης, ἢ κλινάριον ὡς ἐν Δαιταλεῦσιν [33] (fg 239), ἢ κλινίδα ὡς ἐν Ὀδυσσεῦσι Κρατῖνος (I p 56. 137). ἐπὶ δὲ τῶν κλινῶν ἀκουστέον, ὅταν φῇ
οἱ δ' ἀλυσκάζουσιν ἐπὶ ταῖς κλινίσιν· οὐ μέντοι ἀγνοῶ ὅτι κλινὶς ἐκαλεῖτο τὸ ἐπὶ τῆς ἁμάξης καταστορνύμενον, ὅταν μετίωσι τὰς νύμφας, ἐφ' οὗ κάθηται ἡ νύμφη μεταξὺ τοῦ παρόχου τε καὶ τοῦ νυμφίου. καλεῖται δὲ τὸ κλινίδιον καὶ κλιντήριον, ὡς ἐν Διονύσῳ ναυαγῷ Ἀριστοφάνης ἔφη (fg 266)
τί ὦ πονηρέ μ' ἐξορίζεις ὥσπερ
κλιντήριον; [34] μέρη δὲ κλίνης ἐνήλατον καὶ ἐπίκλιντρον, ὑπὸ Ἀριστοφάνους εἰρημένον. Σοφοκλῆς δ' ἐν Ἰχνευταῖς σατύροις (fg 293) ἔφη 'ἐνήλατα τρίγομφα διάτορος ἐρείδεται.' εἴδη δὲ κλίνης ἀργυρόπους, παράπυξος, ὡς ἐν τῷ Διονυσαλεξάνδρῳ Κρατίνου (I p 26. 47 Ko) 'κλίνην τε παράπυξον,' καὶ ἀμφίκολλος· οὕτω γὰρ τὴν κατακεκολλημένην ὠνόμασεν ἐν ταῖς Ἑορταῖς Πλάτων (I p 609. 34 Ko)
ἔπειτα κλίνην ἀμφίκολλον πυξίνην.
[35] σὺ δὲ κἂν ἐλεφαντίνην εἴποις καὶ χελώνης καὶ σφενδάμνου καὶ σφενδαμνίνην· Ἀριστοφάνης γὰρ ἐν Ἀχαρνεῦσιν (181) εἴρηκε σφενδάμνινοι. ἀλλὰ καὶ σκίμπους τῶν ἔνδον σκευῶν, ὃς καὶ ἀσκάντης ἐστὶν εἰρημένος καὶ σκιμπόδιον. ἐν δὲ τῇ Κρίτωνος Μεσσηνίᾳ (III p 354. 2 Ko) καὶ τῷ Ῥίνθωνος Τηλέφῳ (Com Gr Fg p 181. 11 Kaibel) καὶ κράββατον εἰρῆσθαι λέγουσιν· ἐγὼ δ' οὐκ ἐντετύχηκα τοῖς δράμασιν. τῶν γὰρ ἀδοξοτέρων ἡ χαμεύνη καὶ τὸ χαμεύνιον· ἐν γοῦν τῷ σατυρικῷ Σκίρωνι Εὐριπίδης φησὶ (fg 676)
σχεδὸν χαμεύνῃ σύμμετρος Κορινθίας
παιδός, κνεφάλλου δ' οὐχ ὑπερτείνεις πόδα.
[36] ἐν δὲ τοῖς Δημιοπράτοις πέπραται Ἀλκιβιάδου χαμεύνη παράκολλος καὶ κλίνη ἀμφικνέφαλλος. καὶ μὴν τό γε τῇ κλίνῃ ἢ τῷ σκίμποδι ἐντεταμένον ὡς φέρειν τὰ τυλεῖα, σπάρτα σπαρτία, τόνος, κειρία, τάχα δὲ καὶ σχοῖνος καὶ σχοινία καὶ κάλοι· ὧν ἐπὶ τὰ ἄλλα κοινῇ κειρία ἔστιν ἐν Ὄρνισιν Ἀριστοφάνους (815), παραδηλοῦντος αὐτοῦ καὶ τὰ σπάρτα, ὅταν φῇ
[37] Σπάρτην δ' ἐγὼ θείμην ἂν ὄνομα τἠμῇ πόλει;
οὐδ' ἂν χαμεύνῃ πάνυ γε κειρίαν ἔχων.
ὁ δὲ τόνος ἐν τῇ Λυσιστράτῃ (923). καὶ Θουκυδίδης (IV 48. 3) μέν φησιν 'ἐκ κλινῶν τοῖς σπάρτοις ἀπαγχόμενοι,' Φιλιππίδης δ' ἐν Λακιάδαις (III p 305. 12 Ko)
κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι,
τὸν δίφρον, ἄχρηστα παντελῶς οὕτως ἔχει τὰ σπάρτα,
ἕτερον δὲ καινὸν ἐμβαλεῖν αὐτῷ τόνον.
[38] ἑπέσθω δὲ τῇ κλίνῃ τυλεῖα, κνέφαλλα, δάπιδες, τάπητες ἀμφιτάπητες· Δίφιλος γοῦν φησὶν ἐν Κιθαρῳδῷ (II p 558. 51 Ko)
ἐξανίσταμαι
τὸν ἀμφιτάπητα συστορέσας,
καὶ Ἀλκιβιάδου δὲ ἀμφιτάπης τις πέπραται. Ὁμήρου (O 309) δὲ τὴν αἰγίδα ἀμφιδάσειαν εἰπόντος, ἔστι καὶ τὴν ἀμφίμιτον στρωμνὴν ἀμφιδάσειαν καλεῖν. πρὸς δὲ τούτοις ἑπέσθω προσκεφάλαια πτιλωτά, προσκεφάλαια ὑπαρχένια. εἴποις δ' ἂν οἶμαι καὶ χνοῦν καὶ μνοῦν ἐπὶ τῶν μαλακῶν, Ἀριστοφάνους εἰπόντος ἐν μὲν Βαβυλωνίοις (fg 76) 'ἔχεις ἄχυρα καὶ χνοῦν,' ἐν δὲ Δαναΐσι (fg 258) 'τῶν [39] χειρῶν ἔργα μνοῦς ἐστιν.' τὰ μὲν οὖν τυλεῖα καὶ τὰ κνέφαλλα οὐ μόνον παρὰ τοῖς κωμῳδοῖς ἔστιν, ἀλλὰ καὶ ἐν τοῖς Δημιοπράτοις πέπραται κνέφαλλον καινὸν καὶ κνέφαλλον παλαιόν. καὶ τύλη δὲ παρ' Εὐπόλιδι ἔστιν ἰάζοντι ἐν τοῖς Κόλαξιν (I p 305. 170). ἀλλὰ καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ Ἰοκλεῖ (fg 277) λέγοντι 'ἀλλὰ καὶ λινορραφῆ τυλεῖα·' ὧν καὶ τοὺς τεχνίτας ἔοικεν Ὑπερείδης ἐν τῷ ὑπὲρ [40] Μίκας (fg 125 Bl) ὀνομάζειν, εἰπὼν 'ἐμισθώσατο τυλυφάντας.' ἐν δὲ Ἀμφιάρεῳ Ἀριστοφάνους (fg 19)
κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν, δῆλον ὅτι ὡς καὶ σκυτίνων καὶ ἐρεῶν γινομένων, ὡς καὶ ἐν τοῖς Ἀλκιβιάδου πέπραται προσκεφάλαιον σκύτινον καὶ λινοῦν καὶ ἐρεοῦν. ἐν δὲ Ἀντιφάνους Φάωνι (II p 104. 214 Ko) κατὰ τὴν κοινὴν χρῆσιν ἔστιν εὑρεῖν τὰς τύλας 'στρώματα κλίνας τύλας' ὥσπερ καὶ παρὰ Σαπφοῖ. οὐ μὴν φαῦλον τετηρηκέναι ὅτι τὸ ναυτικὸν ὑπηρέσιον ἰδίως Κρατῖνος ἐν ταῖς Ὥραις (I p 93. 269 Ko) προσκεφάλαιον ...
[41] τοῦτο μὴ καλεῖσθαι νομιζόντων, ἀλλὰ ὑπηρέσιον μόνον. ἡ μέντοι καλουμένη λυχνὶς ἀνθήλη ἐκαλεῖτο. εἰ δὲ καὶ τὸ κνέφαλλον μὴ ἐπὶ τοῦ τυλείου τις ἀκούειν βούλοιτο, ὥσπερ ἡ πολλὴ χρῆσις ἔχει, ἀλλ' ἐπὶ τοῦ ἐμβαλλομένου πληρώματος, ὃ γνάφαλον καλοῦσι, προσχρήσεται τῷ ῥηθέντι ἐν Πανταλέοντι Θεοπόμπου (I p 745. 45 Ko), εἰ καὶ ἀμφισβητεῖται τὸ δρᾶμα· προειπὼν γὰρ ὁ ποιητὴς 'ὠνητιῶν τὸ δέρμα τοῦ θηρός' ἐπήγαγε 'ῥάψας ὅλον σάξαι κνεφάλλων.' ἔστι [42] δ' εἰπεῖν ἁπαλὴ στρωμνὴ καὶ μαλακὴ καὶ βαθεῖα. τὰ δὲ στρώματα ἐπιβλήματα, περιβόλαια, ἐφεστρίδες, χλαῖναι, δάπιδες, ξυστίδες, τάχα δὲ καὶ περιστρώματα· εἴρηται γὰρ παρά τε Φιλίστῳ ἐν τῇ ἕκτῃ (FHG I 188. 28) καὶ ἐν τῇ Σιμύλου Μεγαρικῇ (II p 444. 1 Ko). ἐπαινῶν δ' ἂν εἴποις στρωμνὴ λεπτή, εὐυφής εὐήτριος, ὑγρά, περιρρέουσα, στιλπνή στίλβουσα, εὔχρως, ἀνθοῦσα εὐανθής πολυανθής, ποικίλη παμποίκιλος πολύμορφος, πορφυρᾶ, ἁλουργίς ἁλιπόρφυρος, πρασεῖος, ὑσγινοβαφής, ἰοειδής, κροκοειδής κόκκῳ ἀνθοῦσα, κοκκοβαφής, ὀρφνίνη, ἐπιπόρφυρος περιπόρφυρος πορφυρομιγής παραπόρφυρος [43] καὶ κατὰ Ξενοφῶντα (Cyrop VIII 3. 13) ὁλοπόρφυρος, ἐπίχρυσος χρυσοειδής χρυσοβαφής χρυσόπαστος· ζῷα ἐνύφαντο, ἄνθη ἐνεπεποίκιλτο, θηρία ἐνεγέγραπτο, ἄστρα ἐνήστραπτεν.
καὶ μὴν τοῖς μὲν οἰκέταις ἐν κοιτῶνι ἢ προκοιτῶνι ἀναγκαῖα σκεύη χαμεύνια καὶ ψίαθοι καὶ φορμοὶ καὶ σάμαξ· ἔστι δ' ὁ σάμαξ ῥὶψ καλάμου τοῦ καλουμένου σάκτου, μάλιστα δὲ ἐπὶ στρατείας αὐτῷ ἐχρῶντο, ὡς Χιωνίδης ἐν Ἥρωσιν (I p 4. 1 Ko)
πολλοὺς ἐγᾦδα κοὐ κατὰ σὲ νεανίας
φρουροῦντας ἀτεχνῶς κἀν σάμακι κοιμωμένους.
[44] τοῖς δὲ δεσπόταις, τῷ μὲν ἀνδρὶ καὶ λάσανα ἀναγκαῖα καὶ ἁμίς, ἣν Σοφοκλῆς ἐν Πανδώρᾳ (fg 444) ἐνουρήθραν καλεῖ καὶ Αἰσχύλος (fg 180. 2) οὐράνην. ὅτι δὲ οὐ μόνον ἐπὶ τοῦ ἀκινήτου ἀποπάτου τὰ λάσανα ὀνομαστέον ἀλλὰ καὶ ἐπὶ τοῦ τιθεμένου καὶ ἀναιρουμένου μαρτυροῦσιν Ἀριστοφάνης μὲν ἐν Προάγωνι εἰπὼν (fg 462)
οἴ μοι τάλας, τί μου στρέφει τὴν γαστέρα;
βάλ' ἐς κόρακας· πόθεν ἂν λάσανα γένοιτό μοι; [45] εἰ δὲ τοῦτο ἀμφίβολον, ἀλλὰ Φερεκράτης ἐν τοῖς Κραπατάλλοις (I 169. 88)
πρὸς τῇ κεφαλῇ μου λάσανα καταθεὶς πέρδεται. καὶ δίφρον δ' ἂν εἴποις τὰ λάσανα εὐφημότερον, καὶ διφρίσκον. τῇ δὲ γυναικὶ σκάφιον, ὡς ἐν Αὐτολύκῳ Εὔπολις (I p 269. 46)
τί δῆτ' ἄν, εἰ μὴ τὸ σκάφιον αὐτῇ παρῆν; ἄμφω δὲ παράλληλα ἐν Πολυίδῳ Ἀριστοφάνης (immo Thesmoph 633)
σκάφιον Ξένυλλ' ᾔτησεν· οὐ γὰρ ἦν ἁμίς.
[46] ἐξαναστάντι δ' ἐξ ὕπνου τὸ πρόσωπον ἀπονίπτεσθαι δέον, ὁ παῖς πρόχουν τινὰ ἔχων προσοίσει, νεαροῦ τοῦ ὕδατος ἐπιχέων κατὰ λέβητος ἢ λουτηρίου τινός, ἐπεὶ καὶ τοῦτο τοὔνομα ἐπὶ μὲν τῶν λουτρῶν Αἰσχύλος (fg 366) εἴρηκεν, ἐπὶ δὲ τῶν νῦν λουτήρων Ἀναξίλας ἐν Λουτροποιῷ, (II p 268. 17 Ko)
ἐν τοῖς βαλανείοις οὐ τίθεται λουτήρια, ἐπὶ δὲ τῶν παρὰ τοῖς ἰατροῖς ἐκλούτρων ὀνομαζομένων Ἀντιφάνης ἐν Τραυματίᾳ (II p 401. 208 Ko)
κατεσκευασμένος
λαμπρότατον ἰατρεῖον εὐχάλκοις παντολουτηριδίοις ἐξαλείπτροις, κυλικέσσι
σικιέσσιν, ὑποθέτοισιν.
οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς Δημιοπράτοις εὑρίσκομεν λουτήριον καὶ ὑπόστατον.
[47] κείσθωσαν δ' ἐν τῷ κοιτῶνι θρόνοι, κλισμοί, δίφροι διφρίσκοι ‑ οὕτω γὰρ ἐν Νεφέλαις (31) Ἀριστοφάνης ἐπὶ τοῦ ἁρματίου δίφρου ‑ δίφροι ὀκλαδίαι, δίφροι διωχεῖς ἐν Φερεκράτους Ἀγαθοῖς (I 146. 3 Ko) εἰρημένοι, οἷον οἱ δύο ὀχοῦντες, δίφροι Θετταλικοί, ὡς ἐν Αὐτολύκῳ Εὐπόλιδος (I p 272. 58 Ko) 'δίφρος Θετταλικὸς τετράπους,' θρᾶνοι θρανία θρανίδια ἐν Νήσοις Ἀριστοφάνους (fg 399), [48] βάθρα βαθράδια ὡς ἐν Ταγηνισταῖς (fg 513), σκολύθρια, ἅπερ ἐστὶ μικροὶ τρίποδες Θετταλικοὶ δίφροι· τὸ δὲ ὄνομα καὶ ἐν Εὐθυδήμῳ Πλάτωνος (217 F). καὶ θρᾶνοι δὲ δίφροι ἂν εἶναι δοκοῖεν, εἰπόντος ἐν Πλούτῳ (545) Ἀριστοφάνους
ἀντὶ δὲ θράνου στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας
πιθάκνης πλευρὰν ἐρρωγυῖαν.
[49] καὶ θρανίον δὲ ὑποκορισάμενος ἂν εἴποις. καίτοι με οὐ λέληθεν ὅτι θρανίον καὶ ἄλλως ξυλήφιόν τι ἐστίν· Ἀριστοφάνης γοῦν τῷ ὀνόματι ἐπὶ πατταλίου κέχρηται ἐν τοῖς Βατράχοις (121), περὶ τοῦ δεῖν ἀπάγξασθαι λέγων
μία μὲν γάρ ἐστιν ἀπὸ κάλω καὶ θρανίου. ἐπιθράνους δ' ἐκάλουν τὰ ξύλα τὰ κατακλείοντα τοὺς πλινθίνους τοίχους.
παρακεῖσθαι δέ σοι χρὴ βλαύτας βλαυτία, ὑποδήματα· καί που καὶ σανδάλια ἄν τις εἴποι καὶ διάβαθρα. καὶ τὰ μὲν εἴδη τῶν ὑποδημάτων προείρηται (VII 85), τά τ' ἀνδρεῖα καὶ τὰ γυναικεῖα· προσθετέον δ' ὅτι Θεόπομπος ὁ κωμικὸς ἐν Παμφίλῃ (I p 745. 44 Ko) [50] σανδάλια εἴρηκεν, ἀλλ' ἐπὶ γυναικὸς Μένανδρος δὲ ἐν Μισογύνῃ (fg 333) καὶ σανδαλοθήκας οἶδε. ὑπεῖναι δὲ δεῖ ποδεῖα, πίλους, πέλλυτρα· οὕτω γὰρ τὰ ποδεῖα Σοφοκλῆς (fg 976) καλεῖ, τοὺς δὲ περὶ τοῖς ποσὶ πίλους οὐ Πλάτων μόνον ἐν Συμποσίῳ (220 B) φήσας 'ἐνειλιγμένων τοὺς πόδας εἰς πίλους καὶ ἀρνακίδας,' ἀλλὰ καὶ Κρατῖνος ἐν Μαλθακοῖς (I p 45. 100 Ko)
λευκοὺς ὑπὸ ποσσὶν ἔχων πίλους. ἔξεστι δ' εἰπεῖν καὶ πλεκτοὺς πίλους, καὶ ἐπὶ τῶν ὀνομαζομένων οὐδώνων πίλους τριμίτους, Λυσίππου εἰπόντος ἐν Βάκχαις (I p 701. 3 Ko) 'ἀλλὰ τρίμιτός ἐστι ἐπίπλεκτος.'
[51] τὰ δὲ τῆς ἐσθήσεως εἴδη προειρηκώς, οὐκ ἂν δέοι μοι ἐνταῦθα πολυλογεῖν· οὐ τοίνυν οὐδὲ δακτυλίους καὶ σφραγῖδας καὶ σφραγίδια χρὴ νῦν ἐπιλέγειν. ἀλλ' εἰ μὲν αἰωρήσει τῇ δι' ὀχημάτων χρῷτό τις περὶ τὴν ἕω, θέρους ὄντος, πρὶν ἢ τὸν ἥλιον περιφλέγειν, τὰ εἴδη τῶν ὀχημάτων ἰστέον, εἴθ' ἅρματα εἴτ' ὄχους εἴθ' ἁμάξας [52] εἴτε ἀπήνας εἴτε λαμπήνας αὐτὰ προσήκει καλεῖν· ἔστι δὲ τοὔνομα ἡ λαμπήνη ἐν τῇ Σοφοκλέους Ναυσικάᾳ (fg 408) καὶ ἐν τοῖς Μενάνδρου Ἁλιεῦσιν (fg 29). ἀλλὰ τὰ μὲν τῶν ὀχημάτων σκευοφόρα ἂν εἴη, τὰ δὲ ἐνθρόνια, τὰ δὲ εἰς τὸ ἐγκατακλῖναι ἐνεύναια, τὰ δὲ κατάστεγα καὶ στεγαστὰ καὶ καμάραι· οὕτω γὰρ Ἡρόδοτος (I 199) ὠνόμασεν, Ξενοφῶν δὲ ἐν τῇ Παιδείᾳ (VI 4. 11) τὸ ἐστεγασμένον μέρος τῆς ἁμάξης ὑποσημαίνων ἔφη 'κατέκλιναν κατεκάλυψαν τὴν σκηνήν.' καὶ τὰ μὲν τετράκυκλα τὰ δὲ δίκυκλα. καὶ οὐδὲν [53] δεῖ περὶ μερῶν ἐπιλέγειν, οἷον σῶτρα ἐπίσωτρα ἁψῖδας πλήμνας κνήμας παραξόνια κερκίδας παρακύκλους ἄξονας καὶ πάνθ' ὅσα τοιαῦτα, ἀλλὰ περὶ τούτων καθ' ἕκαστον προείρηται (I 144)· μηνύειν δὲ ὅτι ζεῦγος πᾶν ἂν καλοῖτο τὸ ἐζευγμένον, καὶ εἰ τριῶν ὑποζυγίων ἢ καὶ τεττάρων εἴη, λέγοιτο δ' ἂν ζεύγη ὀρικὰ καὶ ζεύγη ἡμιονικὰ καί που καὶ ἱππικά. καὶ μονίππῳ δ' ἄν τις χρῷτο ἀνδρειοτέρᾳ κινήσει ἐπινεάζων. ἀλλὰ τοῖς μὲν ὀχήμασι ταπήτων δεῖ ἢ ἀμφιταπήτων ἢ προσκεφαλαίων ἢ στρωμάτων, ὡς καὶ τοῖς ἡνιόχοις κέντρων μαστίγων [54] μυώπων ἐγκεντρίδων ‑ καὶ γὰρ ἐγκεντρίδας ἐπὶ τῇ τῶν ὑποζυγίων χρήσει Πλάτων ὁ κωμικὸς εἴρηκεν ἐν Ἑορταῖς (I p 610. 40 Ko) ‑ ἐπὶ δὲ τοῖς μονίπποις δέοιτ' ἄν τις ἔχειν σάγην, ἔποχον, ἔφιππον, κημούς, φιμούς, ψάλια, χαλινούς, πνιγέας ‑ καὶ γὰρ τὸν πνιγέα ἐπὶ ἵππου Ἀριστοφάνης ἐν Ἀναγύρῳ (fg 60) λέγει ‑ φάλαρα, παρώπια, ἀνθήλια. καὶ ἐγκεντρίδας δὲ, ἃς τοῖς ποσὶ κατὰ τὰς πτέρνας οἱ ἱππεύοντες περιεδοῦντο· Φερεκράτης εἴρηκεν ἐν Δουλοδιδασκάλῳ (I 158. 48 Ko). παρὰ δὲ Κράτητι ἐν ταῖς Τόλμαις (I 141. 35 Ko) καὶ 'ἀστραγαλωτή τις μάστιξ' ὠνόμασται.
[55] τῶν δ' ἱππικῶν σκευῶν ψήκτρα, σωρακίς, ἡνία, φορβειά, κεκρύφαλος, ῥυτήρ ῥυταγωγεύς, ἀγωγεύς· ὁ γοῦν Στράττις ἐν Χρυσίππῳ λέγει (I p 726. 52 Ko)
πρόσαγε τὸν πῶλον ἀτρέμα, προσλαβών
τὸν ἀγωγέα βραχύτερον· οὐχ ὁρᾷς ὅτι
ἄβολός ἐστιν;
τὴν δὲ ψήκτραν οὐ μόνον Ἀριστοφάνης ἐν Ἀναγύρῳ (fg 62) εἴρηκεν, ἀλλὰ καὶ Σοφοκλῆς ἐν Οἰνομάῳ (fg 434)
διὰ ψήκτρας σ' ὁρῶ
ξανθὴν καθαίρονθ' ἵππον αὐχμηρᾶς τριχός.
[56] ὁ μέντοι Πλάτων ὁ κωμικὸς ἐν Κλεοφῶντι (I p 617. 63 Ko) μάραγναν τὴν μάστιγα ὠνόμασεν. ἐκαλοῦντο δέ τινες καὶ αὐλωτοὶ φιμοὶ διὰ τὸ κώδωνας ἔχειν προσηρτημένους, οἷς ἐγχρεμετίζοντες οἱ ἵπποι ἦχον ἐποίουν προσόμοιον αὐλῷ. καὶ σπάθην μὲν καὶ χιλωτῆρα καὶ στόμια καὶ ὑποστόμια καὶ στομίδας καὶ ἐχίνους καὶ τρόχους καὶ δακτυλίους καὶ σκληροὺς καὶ μαλακοὺς χαλινοὺς ἔχεις ἐν τοῖς ἱππικοῖς, στόμια δὲ πριονωτὰ ἐν Ἀναγύρῳ ἔφη Ἀριστοφάνης (fg 58).
[57] Εἰ δὲ ἀπὸ τῆς αἰωρήσεως ἢ καὶ ἀπό τινος περιπάτου ἐν στοᾷ ἢ δρόμῳ ἢ ἄλσει γενόμενος ἐπὶ τὴν πρὸς τὰ βιβλία συνουσίαν τις τρέποιτο, ὥρα αὐτῷ ἔχειν βιβλία, χάρτας, ἰττέλας, διφθέρας, γραμματεῖα γραμματείδια, δέλτους δελτία, ὡς εἰπεῖν γραμματείδιον δίθυρον ἢ [58] τρίπτυχον ἢ καὶ πλειόνων πτυχῶν, ἢ καθ' Ὅμηρον (Ζ 169) πίνακα πτυκτόν· καὶ Ἀριστοφάνης δὲ ἐν Θεσμοφοριαζούσαις (779) ἔφη
πινάκων ξεστῶν
δέξασθε σμίλης ὁλκούς,
κήρυκας ἐμῶν μόχθων.
καὶ πινακίδας ἂν εὕροις εἰρημένας ἐν ταῖς Φιλυλλίου Πόλεσιν (I p 785. 11 Ko)· λέγει γέ τοι δωρίζων
ἐς τὰς πινακίδας διαμπερέως, ὅτι κἂν λέγοι
τὰ γράμματα ἑρμηνεύς. ὁ δὲ ἐνὼν τῇ πινακίδι κηρὸς ἢ μάλθη ἢ μάλθα· Ἡρόδοτος (VII 239) μὲν γὰρ κηρὸν εἴρηκεν, Κρατῖνος δὲ ἐν τῇ Πυτίνῃ (I p 75. 204 Ko) [59] μάλθην ἔφη, Ἀριστοφάνης δὲ ἐν τῷ Γηρυτάδῃ (fg 157)
τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον. οὐ μὴν ἀγνοητέον ὅτι τὸν ἐπιτήδειον εἰς τὸ κατασημαίνεσθαι κηρὸν οἱ παλαιοὶ ῥύπον ὠνόμαζον, καὶ ῥύπους ἐν Λυσιστράτῃ Ἀριστοφάνης (1199)·
καὶ μηδὲν οὕτως εὖ σεσημάνθαι τὸ μὴ οὐχί
τοὺς ῥύπους ἀνασπάσαι. τῷ δὲ παιδὶ δέοι ἂν προσεῖναι γραφεῖον, παραγραφίδα, καλαμίδα, πυξίον· εἴρηται μὲν γὰρ καὶ ἐπὶ ζῳγράφου τοὔνομα ἐν Ἀναξανδρίδου Ζῳγράφοις ἢ Γεωγράφοις (II p 140. 13 Ko) ‑ ἑκατέρως γὰρ ἐπιγράφεται [60] τὸ δρᾶμα ‑ 'πυξίον λαβὼν κάθου,' οὐδὲν δὲ κωλύει καὶ εἰς ταύτην αὐτὸ τὴν χρῆσιν τὴν ἐπὶ τῷ γράφειν ὑφ' ἡμῶν ἄγεσθαι, ἐπεὶ καὶ Ἀριστοφάνης (fg 845/6) οὕτω κέχρηται. προσθετέον δὲ τοῖς εἰρημένοις μέλαν, μελανοδόχον, καλάμους. εἰ δὲ καὶ τὸ ἀναλογεῖον ἐθέλοις προσονομάζειν, οὕτω μὲν ἐπὶ τοῦ τοῖς βιβλίοις ὑποκεισομένου παρ' οὐδενὶ τῶν κεκριμένων εὗρον, Ἀθήνησι δὲ ἦν ὑπὲρ ὑδρείου τινός, οὗ τὸ ὕδωρ ἐπεξεχεῖτο, ποίημα καὶ ἀνάθημα Διογένους, ὃ καὶ Διογένειον ἀναλογεῖον ἐκαλεῖτο. παρὰ μέντοι Ἐρατοσθένει ἐν τοῖς περὶ κωμῳδίας, ὡς ἔχοιμέν τινα τοῦ ὀνόματος τοῦδε ἀποστροφήν, εὕροις ἂν τοὔνομα ἐπὶ τοῦ σκεύους τοῦ τοῖς βιβλίοις χρησίμου.
[61] Δικάζειν μὲν οὖν ὁπότε δέοι, σκεύη ἂν εἴη δικαστικὰ κλεψύδρα καὶ προχοίδιον καὶ δίσκοι καὶ ψῆφοι, καὶ ἡλίσκος ἐπικρούειν τὴν κλεψύδραν· τὸν γὰρ ἧλον καὶ ἡλίσκον ἐν Ἥρωσιν Ἀριστοφάνης (fg 314) κέκληκεν. οὕτω γὰρ τὰ Ἀττικά· κημοὶ καὶ καδίσκοι καὶ ἐχῖνοι. κιβώτια δ' ἴσως γραμματοφόρα καὶ γραμματεῖα καὶ κάλαμοι γραφεῖς, καὶ κληρωτήριον· εἰ γὰρ καὶ ἐπὶ τοῦ τόπου ἔοικεν εἰρῆσθαι τοὔνομα ἐν τῷ Γήραι Ἀριστοφάνους (fg 146), ἀλλὰ καὶ ἐπὶ τοῦ ἀγγείου ἂν ἐναρμόσειεν.
[62] Ἐπὶ δὲ γυμνάσιον ἐντεῦθεν τραπομένῳ λήκυθος ἐλαιηρά τις ἔστω ἢ καὶ ληκύθιον, καὶ στλεγγίδες. καὶ ξυστίδας δ' αὐτὰς ἄν τις εἴποι· ἔν τε γὰρ ταῖς Ἐπιχάρμου Νήσοις (97 K) εὕρηται τοὔνομα, καὶ Δίφιλός που ἐν Κιθαρῳδῷ ἀνδρὶ εἴρηκεν (II p 558. 52 Ko)
λήκυθον ξύστιν τ' ἔχεις; ‑
ἐγὼ δὲ καὶ ξύστραν. καὶ αὐτοληκύθους δέ τινας Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος (54. 14) ὀνομάζει, οὓς σαφέστερον ἄν τις ἐν τῷ Ἀντιφάνους Ἀθάμαντι κεκλῆσθαι λέγοι, εἰπόντος (II p 16. 16 Ko)
χλαμύδα καὶ λόγχην ἔχων,
ξυνακόλουθος, ξηρός, αὐτολήκυθος.
[63] Καὶ μέντοι τῶν ἐν αὐτῷ τῷ βαλανείῳ σκευῶν ὀνόματα ἀσάμινθος, πύελος, κρουνός, ἀρύταινα, ἀρύβαλλος, κατάχυτλον, Ἀριστοφάνους μὲν εἰπόντος (fg 435)
βαλανεὺς δ' ὠθεῖ ταῖς ἀρυταίναις, καὶ αὖ πάλιν
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ, Εὐπόλιδος δ' ἐν Χρυσῷ γένει (I p 335. 283 Ko)
ἀλλ' ὦ φίλε Ζεῦ κατάχυτλον τὴν ῥῖν' ἔχεις. πύελον δ' ὁμοίως ἐν Ταξιάρχοις (I p 328. 256 Ko)
ὅστις πύελον ἥκεις ἔχων καὶ χαλκίον
ὥσπερ λεχὼ στρατιώτης ἐξ Ἰωνίας·
καὶ γὰρ τὸ χαλκίον ἕν τι τῶν λουτρῶν, ὥσπερ καὶ λέβης καὶ [64] τρίπους ὁ ἐμπυριβήτης. ἀσάμινθον δ' Ὅμηρος, (K 576 δ 48 ρ 87)
ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο· καίτοι ἔν γε τοῖς Κρατίνου Ἥρωσι (I p 84. 234) τὴν ἀσάμινθον κιβωτὸν νοοῦσιν, ἔνιοι δὲ ἔκπωμα.
τῶν δὲ γυμνασίοις προσηκόντων σκευῶν καὶ σάκτας ἐστὶ καὶ μάρσιπος καὶ σάκκος, καὶ κυνοῦχος ὑποδέξασθαι τὰ ἱμάτια, καί που καὶ συρία καὶ σύρα ἡ ἄκναπτος, καὶ κύνεως σπυρίς, καὶ ἁλτῆρες καὶ τροχοὶ καὶ δίσκοι καὶ ἀποτομάδες καὶ ὠμόλινον, οὐ Κρατίνου (I p 14. 9) μόνον εἰπόντος τὸ ὠμόλινον, ἀλλὰ καὶ Αἰσχύλου ἐν Προμηθεῖ Πυρκαεῖ (fg 205)
λινᾶ δέ, πίσσα καὶ ὁμολίνου μακροὶ τόνοι.
[65] Εἰσελθόντι δὲ μετὰ γυμνάσιον, εἰ καὶ πρὸ τοῦ πιεῖν θυτέον τε καὶ σπειστέον, θυμιατήριον ἄν τις σοι προσκομίζοι· τὸ δ' αὐτὸ καὶ ἐσχάριον, οἶμαι, καλεῖται, ὥς που ἀμέλει ὁ μείζων βωμὸς ἐσχάρα. καί που καὶ σπονδεῖον, ᾧ τὸν οἶνον ἐπισπένδεις, καὶ λοιβεῖον, ᾧ τοὔλαιον· καὶ σφαγεῖον, εἰ θύεις, ὃ ὑφέξει τις τῷ τῶν ἱερείων αἵματι. καὶ κανοῦν δὲ ἀναγκαῖον ὑπεῖναι καὶ χέρνιβας καὶ χερνιβεῖον, εἰπόντος Ἀντιφάνους ἐν Βουσίριδι (II p 38. 66 Ko)
καὶ τὸ χερνίβιον πρῶτον· ἡ πομπὴ σαφής.
[66] Τραπομένῳ δ' ἐπὶ τὸ πίνειν, ἵνα μὲν τὸ ὕδωρ θερμαίνεται, θερμαντῆρες θερμαστρίς θέρμαυστρις, χαλκία θερμαντήρια, ἐσχαρίδες, λέβητες λεβητάρια ἰπνολεβήτια· ἐκπώματα δὲ καὶ ἐκπωμάτια καὶ ποτήρια καὶ κώθωνες καὶ κότυλοι καὶ κοτυλίσκοι καὶ φιάλαι καὶ κύλικες καὶ κυλίσκαι καὶ κυλίσκια καὶ σκύφοι καὶ τὰ πολλὰ εἴδη τῶν ἐκπωμάτων [67] ἐστὶ προειρημένα (VI 95). προσθετέον δὲ τὰς ἐν Θρᾴτταις Κρατίνου (I p 38. 83 Ko) πέλικας, ἢ κύλικας ἢ προχοίδια εἶναι δοκούσας, καὶ τὴν ἐν Ἀριστοφάνους Σκηνὰς καταλαμβανούσαις (fg 472)
λήκυθον
τὴν ἑπτακότυλον, τὴν χυτρίαν, τὴν καλὴν
ἣν ἐφερόμην ἵν' ἔχοιμι συνθεάτριαν·
εἴρηται γὰρ νῦν ἐπὶ ἐκπώματος, ὥσπερ καὶ τὸ παρὰ τῷ Κρατίνῳ ἐν Πυτίνῃ (II p 70. 167 Ko) οἰνηρὸν ὀξύβαφον, καὶ τὸ ἐν Ἀντιφάνους Μύστιδι,
ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν.
[68] ἐν δὲ Ἀχαρνεῦσιν Ἀριστοφάνους (74)
ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων. τὸ δὲ καλούμενον κυρίλλιον πρὸς τῶν Ἀσιανῶν βομβύλιον μὲν Ἀντισθένης εἴρηκεν ἐν τῷ Προτρεπτικῷ (20. 1 Winckelm), οἱ δὲ καὶ σύστομον αὐτὸ ὀνομάζουσιν. τὸ δὲ σύστομον ὄνομα φιλήματός ἐστιν ἐν τοῖς Τηλεκλείδου Ἀψευδέσι (II p 213. 12 Ko) μετ' ἄλλων πολλῶν εἰρημένον· μήποτ' οὖν βέλτιον στενόστομον αὐτὸ καλεῖν, εἴρηται δὲ τοὔνομα ἐπὶ ἀμφορέως ἐν σατυρικῷ δράματι Κήρυξι τοῖς Αἰσχύλου (fg 108)
στενόστομον τὸ τεῦχος.
[69] ἔξεστι δὲ τὴν τράπεζαν, ἐφ' ᾗ τὰ ἐκπώματα κατάκειται, τετράπουν τε τράπεζαν εἰπεῖν καὶ μονόπουν, καὶ εἴ τις βούλοιτο φιλοτιμεῖσθαι πρὸς τὴν καινότητα τῆς χρήσεως, τραπεζοφόρον. ‹οὐκ› ἐπὶ τούτου μὲν γὰρ εὗρον τοὔνομα ἐν τοῖς Ἀριστοφάνους Γεωργοῖς (fg 124)· ἐπεὶ δ' οὖν εἴρηται ὁ τραπεζοφόρος, ἔστι καταχρῆσθαι τῷ ὀνόματι ἐκεῖ ῥηθέντι ἐπὶ τοῦ τὴν τράπεζαν φέροντος, ᾗ ἐπῆσαν τοῖς ἄρχουσιν αἱ μυρρίναι.
[70] τούτοις δὲ προσακτέον τὰ τῶν οἴνων ἀγγεῖα, οἰνοφόρα, ἀκρατοφόρα, ἀμφορεῖς καὶ ἀμφορίσκους, κάδους καὶ καδίσκους· Ἀνακρέων γοῦν ἔφη (fg 17. 2 B)
οἴνου δ' ἐξέπιον κάδον, καὶ Ἡρόδοτος (III 20) 'καὶ φοινικηίου οἴνου κάδον, Κρατῖνος δ' ἐν Πυτίνῃ (I p 72. 193 Ko)
τοὺς μὲν ἐκ προχοιδίου,
τοὺς δ' ἐκ καδίσκου.
ἀλλὰ μὴν καὶ μετρητὴν τὸν ἀμφορέα κεκλῆσθαί φησιν ἐν τῇ Δωδεκάτῃ Φιλύλλιος (I p 783. 7 Ko)
σοὶ μὲν οὖν τήνδ' ἀμφορεῦ
[71] δίδωμι τιμήν, πρῶτα μὲν τοῦτ' αὔτ' ἔχειν
ὄνομα μετρητὴν μετριότητος οὕνεκα. καὶ Δημοσθένης δὲ ἐν τῷ πρὸς Φαίνιππον (XLII 19) οἴνου μετρητὰς ἔφη. Φιλόχορος δὲ ἐν τῇ Ἀτθίδι (FHG I 155a) παρὰ τοῖς παλαιοῖς φησὶ τὸν ἀμφορέα καλεῖσθαι κάδον καὶ τὸ ἡμιαμφόριον ἡμικάδιον· Ἐπίχαρμος μέντοι ἐν Φιλοκλίνῃ (fg 133 Kaib) διακρίνειν ἔοικε κάδον καὶ ἀμφορέα, εἰπὼν
οὔτ' ἐν κάδῳ δηλοίμην οὔτ' ἐν ἀμφορεῖ. ἐκ δὲ τῶν οἰνοφόρων ἀγγείων ἀσκὸς καὶ ἀσκίδιον, ὡς ἐν Ἀχαρνεῦσιν [72] Ἀριστοφάνης (immo Eccl 307) ἔφη, καὶ πυτίνη, καὶ λάγυνος καὶ λαγύνιον· Δίφιλος δ' ἄμφω λέγει, τὸ μὲν ἐν τῇ Ἑκάτῃ (II p 548. 29 Ko) πολλάκις, τὸ δὲ λαγύνιον ἐν Ἀδελφοῖς (p 541. 3). καὶ κρατὴρ καὶ κρατηρίδιον καὶ κρατήριον, καὶ στάμνος καὶ σταμνίον. καὶ ἔνιοι μὲν οὕτως οἴονται καλεῖσθαι μόνον τὸ Θάσιον, Ἀριστοφάνης δὲ ἐν Τελμισσεῦσι λέγει (fg 531)
οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον· καὶ οὐ μόνον ἐπὶ τοῦ Χίου τὸν στάμνον εἴρηκεν, ἀλλὰ καὶ ἐπὶ τοῦ Θασίου ἐν τοῖς Ἀχαρνεῦσι ... 'τὰ Θάσι' ἀμφορείδια (Eccl [73] 1119).' Εὔπολις δ' ἐν τῷ Μαρικᾷ (I p 313. 204 Ko) καὶ σταμνάριον εἴρηκεν. ἐν δὲ τούτοις ὀνομάζεται καὶ βίκος καὶ κοτύλη καὶ χοῦς· ἔνιοι μέντοι τὸν χοῦν καὶ πελίκην κεκλῆσθαι νομίζουσι, καὶ εἶναι τοὔνομα Βοιωτιόν. ἀλλὰ καὶ ἀσκοπυτίνη· καὶ γὰρ τοῦτ' ἄν τις εὕροι ἐν Ἀντιφάνους Μελεάγρῳ (II p 72. 150 Ko). 'ἀσκοπυτίνην τινὰ δίψους ἀρωγόν·' καὶ Μένανδρος δ' ἐν Καρχηδονίῳ (fg 266) κέχρηται τῷ ὀνόματι. ἐν δὲ τοῖς ἀγγείοις τάττοιντ' [74] ἂν καὶ ἃς εἴρηκεν Ἀριστοφάνης ἐν Ὁλκάσιν (fg 423) ὕρχας οἴνου ἐν δὲ τῷ Γήραι (fg 136)
ἐφ' ὑδρίαν δανείζειν πεντέχουν ἢ μείζονα, ὥστ' οὐ μόνον ὕδατος ἀλλὰ καὶ οἴνου ἂν εἴη ἀγγεῖον ἡ ὑδρία, ἣν καὶ φιδακνίδα ἄν τις εἴποι καὶ φενακνίδα, ὡς ἐν τοῖς Δημιοπράτοις, τάχα δὲ καὶ πλημοχόην· ἔστι δὲ κεραμεοῦν ἀγγεῖον, οὐκ ἔχον ὀξὺν τὸν πυθμένα ἀλλ' ἑδραῖόν τε καὶ στάσιμον, ᾧ χρῶνται τῇ τελευταίᾳ τῶν μυστηρίων, ἣν ἀπ' αὐτοῦ καλοῦσι πλημοχόην. ἐν τούτοις δ' [75] ἔστι καὶ ψυκτήρ. ᾧ δὲ δεῖ ἀρύεσθαι τὸν οἶνον, ἔστιν ἀρυστὴρ καὶ ἀρύστιχος καὶ κύαθος καὶ οἰνοχόη καὶ οἰνήρυσις καὶ ἔφηβος καὶ λεπαστή· ὅτι δὲ ἡ λεπαστὴ οὐκ ἔκπωμα μόνον ἐστὶν ἀλλὰ καὶ οἰνοχόη, σαφὲς Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ (fg 165) ποιεῖ· 'περιέφερε δὲ κύκλῳ λεπαστὴν ἡμῖν ταχὺ προσφέρων παῖς, ἐνέχει τε.' ἔστι δ' ἐν τούτοις καὶ ὁ σίφων, καὶ τὸ παρ' Ἀριστοφάνει γευστήριον· (fg 299)
τρέχ' ἐς τὸν οἶνον ἀμφορέα κενὸν λαβών
τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον. ἐκ δὲ τούτων καὶ ἡ χώνη, ὅταν εἴπῃ Φερεκράτης ἐν Πετάλῃ (I 175. 108, 30 Ko)
κύλικα τοίνυν μέλανος ἀνθοσμίου
ἤντλουν διὰ χώνης· καὶ ὁ τρύγοιπος, καὶ ὁ σάκος ἐπὶ τοῦ τρυγοίπου εἰρημένος, καὶ ὁ ὑλιστήρ. Ἱππῶναξ δέ φησι (fg 57)
στάζουσιν ὡσπερεὶ τροπηίον σάκκος.
[76] Καὶ μὴν ὅτῳ φίλον ἀποβλύζειν πιόντι καὶ ἐξεμεῖν, ὅπερ οἱ πολλοὶ ἀποκοτταβίζειν καλοῦσιν, εὐτρεπιστέα τούτῳ λεκάνη τις ὑποδέξασθαι τὸ ἐπαναπλέον τοῦ ποτοῦ· καὶ γὰρ ἵνα ἐξεμοῦσι, καὶ τοῦτο λεκάνην ὠνόμαζον, ὡς Κρατῖνος μὲν ἐν Ὥραις ἔφη (I p 89. 251 Ko)
μῶν βδελυγμία σ' ἔχει;
πτερὸν ταχέως τις καὶ λεκάνην ἐνεγκάτω. Πολύζηλος δὲ ἐν Δημοτυνδάρεῳ (I p 791. 4 Ko)
λεκανίῳ γάρ
πρῶτον μὲν ἐναπονίψεις,
ἐνεξεμεῖς, ἐνεκπλυνεῖς,
ἐναποβάσεις κυανία.
ὥστε καὶ λεκάνιον τουτὶ τὸ ἀγγεῖον κλητέον. ἔξεστι δ' αὐτὸ καὶ λέβητα καὶ λεβήτιον καλέσαι. καὶ σκάφην εἶπεν ἐν τῷ Ἀναγύρῳ Ἀριστοφάνης (fg 49)· 'καὶ ἡμισκάφης δ' ὡς ἐν τι ἐμποδιλονίων ἐμοῦμαι.'
[77] ταὐτὸν δ' ἄν τις εἴποι τοῦτο καὶ περὶ ἐκείνου τοῦ σκεύους ᾧ τοὺς πόδας ἐναπονιπτόμεθα· λεκάνην τε γὰρ αὐτὸ ὀνομαστέον καὶ λέβητα, Ὁμήρου εἰπόντος (τ 386)
γρηῢς δὲ λέβηθ' ἕλε παμφανόωντα,
τῷ πόδας ἐξαπένιπτε. ἔξεστι δὲ καὶ σκάφην ὀνομάσαι κατ' Αἰσχύλον που σκάφην εἰπόντα ἐν Σισύφῳ (fg 225)
[78] καὶ νίπτρα δὴ χρὴ θεοφόρων ποδῶν φέρειν.
λεοντοβάμων ποῦ σκάφη χαλκήλατος; καλεῖται μέντοι καὶ ποδανιπτὴρ οὐ παρ' Ἡροδότῳ (II 172) μόνον ἀλλὰ καὶ ἐν Διοκλέους Βάκχαις· (I p 766. 1 Ko)
ὑδρία τις ἢ χαλκοὺς ποδανιπτὴρ ὁ λέβης. τὸ δὲ ἀπ' αὐτοῦ ὕδωρ νίπτρον ἢ λούτριον ἢ ποδάνιπτρον, ὡς ἐν Ἥρωσιν (fg 306) Ἀριστοφάνης λέγει. ἰστέον δὲ ὅτι τὴν λεκάνην πέλλην οἱ τραγῳδοὶ (adesp 595) καλοῦσιν, οἱ δ' Αἰολεῖς πελίκαν, μάλιστα τὴν ξυλίνην, ἀπὸ τοῦ πεπελεκῆσθαι· ἵνα δὲ ἀποπλύνεται [79] τὰ ἐκπώματα, ὁλκαῖον, τάχα δὲ καὶ λουτήριον. τὸ δ' ὑπόθημα αὐτοῦ τάχα καὶ ὑπόστατον κλητέον, ὡς ἐν τοῖς Δημιοπράτοις εὑρίσκεται τοὔνομα ἐπὶ πάντων ὑποθημάτων, ἴσως δὲ καὶ καθ' Ὅμηρον ὑπόκυκλον, εἰπόντα (δ 31)
χρυσέα δέ σφ' ὑπόκυκλα ἑκάστῳ πυθμένι θῆκεν. τὸν δὲ πυθμένα καὶ πύνδακα ἄλλοι τε καὶ Φερεκράτης ἐν Λήροις· (I 173. 105)
λαβοῦσα μὲν τῆς χοίνικος τὸν πύνδακ' εἰσέκρουσεν. Ἀριστοφάνης γοῦν ἐν Δράμασιν ἢ Κενταύρῳ (fg 270) 'ἐκκρουσαμένους τοὺς πύνδακας' εἴρηκεν, τὴν δ' ἀπύθμενον κύλικα ἐν Τριπτολέμῳ Σοφοκλῆς (fg 554) ἀπυνδάκωτον ὠνόμασεν·
ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ.
[80] Ἡ δὲ ὑποκειμένη τοῖς ὄψοις τράπεζα καὶ τρίπους ἂν καλοῖτο· εἴρηκε γοῦν Ἀριστοφάνης ἐν Τελμισσεῦσι (fg 530)
καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
καὶ ἐν Ἐκκλησιαζούσαις (744)
καὶ τὼ τρίποδ' ἐξένεγκε καὶ τὴν λήκυθον. εἴρηνται δὲ οἱ τρίποδες καὶ παρὰ Ξενοφῶντι ἐν τῇ Ἀναβάσει (VII 3. 21), ὥσπερ καὶ τριπόδια, ὡς ἐν Ἱπποκόμῳ Μενάνδρου (fg 250)
τὰ δ' ἐκ μέσου τριπόδια καὶ τραγήματα.
[81] τὸ δ' ἐπίθημα τοῦ τρίποδος κύκλον καὶ ὅλμον προσήκει καλεῖν, ἐπεὶ καὶ τοῦ Δελφικοῦ τρίποδος τὸ ἐπίθημα, ᾧ ἐγκάθηται ἡ προφῆτις, ὅλμος καλεῖται, ὡς τὰ μέσα τοῦ ἐμπύρου τρίποδος γάστρα καθ' Ὅμηρον (υ 25), ἐν δὲ τοῖς Δημιοπράτοις καὶ τράπεζά τις μονόκυκλος πέπραται. καὶ μὴν καὶ τὰ ἐπιτιθέμενα τοῖς τρίποσι τράπεζαι καλοῦνται, καὶ μαγίδες, ὅστις χρῆσθαι βούλοιτο τῷ ὀνόματι κυρίως ῥηθέντι ἐπὶ τῆς μάκτρας ἢ ἐπὶ τῆς τὰ ἱερὰ δεῖπνα ἢ τὰ πρὸς θυσίαν φερούσης, ὡς παρὰ Σοφοκλεῖ (fg 668) εἴρηται 'τὰς Ἑκαταίας μαγίδας [82] δόρπων.' Κρατῖνος δ' ἐν Βουσίριδι (I p 19. 21 Ko) εἴρηκεν
ὁ βοῦς ἐκεῖνος χἡ μαγὶς καὶ τἄλφιτα.
παρὰ μέντοι Ἐπιχάρμῳ ἐν Πύρρᾳ ἢ Προμηθεῖ (fg 118 Kaibel) καὶ κατὰ τὴν ἀνθρωπίνην χρῆσιν εἴρηται, 'κύλικα μαγίδα λύχνον.' σκεύη δὲ τραπεζῶν τὰ πρὸς τροφῆς ὑπηρεσίαν κύκλοι, τεύχη, χεύματα, κοῖλοι πίνακες, πίνακες ἐκπέταλοι ἢ ὕπτιοι ἢ κυκλοτερεῖς, καί που καὶ πινακίσκοι τινὲς ἰχθυηροί. Ἀριστοφάνης δ' ἔοικε διαιρεῖν τινὰς ἀπύρους καὶ ἐμπύρους πινακίσκους, ὡς ὅταν φῇ ἐν Τελμισσεῦσι (fg 532) [83] 'πινακίσκον ἄπυρον ἰχθυηρόν.' τάχα δ' εἴποι τις ἂν καὶ πινάκια· οὐ φαῦλον γὰρ χρῆσθαι τούτῳ τῷ ὀνόματι. ἐπὶ μὲν γὰρ τῶν ὀψοφόρων σκευῶν οὐ μέμνημαι παρά τινι εὑρών, ἐπὶ δὲ τῶν παρὰ ζῳγράφοις Ἰσοκράτους εἰπόντος (XV 2) τὰ πινάκια, οὐδὲν κωλύει ὑποκόρισμα τῶν πινάκων εἶναι δοκοῦν τοὔνομα κατὰ τὴν ὑπὸ τῆς συνηθείας γνῶσιν εἰς χρῆσιν ἐλθεῖν, ἐπεὶ καὶ οἱ πίνακες αὐτοὶ οὐ μόνον τὸ ὑπὸ τοῖς ὄψοις δηλοῦσιν ἀγγεῖον, ἀλλὰ καὶ δέλτον παρ' Ὁμήρῳ [84] (Ζ 169) καὶ σανίδα ἄλυτον καί που καὶ τὰ τῶν ζῳγράφων πινάκια, ὡς καὶ ἐν τοῖς Δημιοπράτοις ἔστιν εὑρεῖν, 'καὶ πίναξ ποικίλος ἀπ' ὀροφῆς, καὶ πίναξ ἕτερος γεγραμμένος.' ἐκεῖ δέ που καὶ πίνακες μαζηροὶ πέπρανται, ἐν δ' Ἀντιφάνους Ἀφροδίτης Γοναῖς (II p 33. 55. 8 Ko) καὶ πινακίσκιον ἔστιν εἰρημένον. τοῖς δ' ἀγγείοις προσαριθμητέον λεκάνας λεκάνια λεκανίδια λεκανίδας λεκανίσκας, κάναστρα, μαζονομεῖα, τὰ μὲν μαζονομεῖα Ἀριστοφάνους εἰπόντος [85] ἐν Ὁλκάσι (fg 417), τὰ δὲ κάναστρα τοῦ ποιήσαντος τοὺς Κεραμέας, οὕς τινες Ἡσιόδῳ (Homeri vita Herodotea p 17. 22 Wilam) προσνέμουσιν· λέγει γοῦν
εὖ δὲ περανθεῖεν κότυλοι καὶ πάντα κάναστρα· γίνεται δ' οὐ κεράμεα μόνον ἀλλὰ καὶ ἄλλης ὕλης, ὥσπερ οἱ κότυλοι ὅτι καὶ ἀργυροῖ ἐγίνοντο, ἱκανὸς μηνῦσαι Ἀριστοφάνης ἐν Βαβυλωνίοις εἰπὼν (fg 71)
δεῖ διακοσίων δραχμῶν. ‑
πόθεν οὖν γένοιντ' ἄν; ‑ τὸν κότυλον τοῦτον φέρε. τὰ μέντοι κάναστρα φελλώδεις τινὲς πινακίσκοι εἶναι δοκοῦσιν, ἀφ' ὧν καὶ τὸ ἐκκενῶσαι ἢ ἐκπιεῖν κανάξαι λέγουσι καὶ ἐκκανάξαι, ὡς [86] καὶ Εὔπολις ἐν τοῖς Φίλοις (I p 332. 272 Ko) 'τὴν δ' αὐτὸς ἐκκανάξει.' ἐν δὲ τοῖς Δημιοπράτοις οὐ κάναστρον μόνον ἀλλὰ καὶ κάνυστρον εὑρίσκομεν. ἐμβάφια, λεκάνια, τρύβλια, ὀξύβαφα ὀξυβάφια· οὐ γὰρ μόνον ἐπὶ τῶν κοτταβικῶν εἴρηται τὰ ὀξύβαφα, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς τὴν ἐδώδιμον χρείαν, ὡς ἐν Ὄρνισιν Ἀριστοφάνης (361)
ὀξύβαφον ἐντευθενὶ προσθοῦ λαβὼν ἢ τρύβλιον, κἀν ταῖς Φρυνίχου Μούσαις (I p 379. 34 Ko)
κἀν ὀξυβάφω χρεῖσθαι τρεῖς χοίνικας ἢ δύ' ἀλεύρων. καὶ λεκίδα δὲ Ἐπίχαρμος εἴρηκεν ἐν Ἥβης γάμῳ (fg 70 Kaibel), [87] 'λεκίδα κἐμβάφια δύο,' ἐν δὲ Σκίρωνι (126) καὶ πηλίνων λεκίς· ἐν δὲ τοῖς Δημιοπράτοις λέκος εὑρίσκομεν, Ἱππώνακτος (PLG II p 481. 58 B) εἰπόντος
κἄλειφα ῥόδινον ἡδὺ καὶ λέκος πυροῦ.
Ἱπποκράτης δὲ ἐν τῷ πρὸς τὰς Κνιδίας δόξας λεκίσκον εἴρηκεν. τὰς δὲ παροψίδας, ἡ μὲν πλείστη χρῆσις ἐλέγχει τοὔνομα ἐπὶ μάζης ἢ ζωμοῦ τινὸς ἢ ἐδέσματος εὐτελοῦς, ὃ ἔστι παροψήσασθαι, τεθέν· [88] οὐ μὴν ἀλλὰ κἀπὶ τὸ ἀγγεῖον ἑλκτέον τὴν κλῆσιν· οὐ γὰρ ἄχθομαι τὰ συνήθη τῶν ὀνομάτων, κἂν παρά τινι τῶν ἧττον κεκριμένων εὕρω, παράγων εἰς χρῆσιν, ἐπειδὰν ἔχω τὴν πρὸς τὸν εἰπόντα ἀποστροφήν. τὸ μὲν γὰρ ἐν τῷ Μεταγένους Φιλοθύτῃ (I p 708. 14 Ko)
ὡς ἄν
πολλαῖσι παροψίσι καὶ καιναῖς εὐωχήσω τὸ θέατρον οἶδ' ὅτι ἔστιν ἀμφίβολον· τὸ δὲ ἐν τῇ Ἀντιφάνους Βοιωτίᾳ (II p 36. 60 Ko) σαφέστατα ἐπὶ τοῦ ἀγγείου ἐστὶν εἰρημένον,
καλέσας τε παρατίθησιν ἐν παροψίσιν
βολβούς.
καὶ κυλίχνας δὲ ἀγγεῖον ὀψοφόρον ἐν Ταγηνισταῖς δόξειεν ἂν Ἀριστοφάνης λέγειν εἰπὼν (fg 498)
τὸ δ' ἔτνος ἐν ταῖς κυλίχναις τουτὶ θερμὸν καὶ τοῦτο παφλάζον.
[89] χρηστέον δὲ καὶ μυστίλαις ἢ μυστίλοις ἢ γλώτταις ἢ μυστιλαρίοις ἢ κοχλιωρύχοις ἢ λιστρίοις, καὶ μαχαίρᾳ ἢ μαχαιρίῳ ἢ μαχαιρίδι. ἡ μαχαιρὶς μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῆς κουρίδος· ἀλλ' ὅταν Φερεκράτης ἐν Κραπαταλοῖς φῇ (I p 168. 82)
μαχαιρίδ' ἆρ' ἐνέθηκας; ‑ οὔ. ‑ τί μ' εἴργασαι;
ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα,
ἀνὴρ γέρων ἀνόδοντος, [90] ἀπὸ τῆς μαχαίρας τῷ μαχαιρίῳ καὶ τῇ μαχαιρίδι χρηστέον· ἐν δὲ τοῖς Δημιοπράτοις εὑρήκαμεν μαχαίρια ἐλεφάντινα καὶ μαχαίρια κεράτινα.
καὶ χέρνιβα δὲ καὶ λέβητας καὶ πρόχους καὶ χερνίβιον, ἀναγκαῖα καὶ ταῦτα, ἐκ τῆς παρ' Ὁμήρῳ (Ω 304) χρήσεως,
χέρνιβα δ' ἀμφίπολος πρόχοόν τ' ἐν χερσὶν ἔχουσα. ῥητέον δ' αὐτὸ καὶ χειρόνιπτρον, Εὐπόλιδος εἰπόντος ἐν Κόλαξι (I p 305. 168) 'φροῦδον τὸ χειρόνιπτρον.' οἷς ἐπακτέον καὶ σπόγγους καὶ σπογγίας. ἐπὶ δὲ τούτοις κανᾶ καὶ κάνητα καὶ κανήτια. καὶ κανίσκια μὲν Φερεκράτης ἐν Ἥρωσιν εἶπεν (I p 133. 12 Ko)
ὁ κάνης δὲ τῆς κοίτης ὑπερέχειν μοι δοκεῖ· [91] Ἀριστοφάνης δ' ἐν μὲν Ἀχαρνεῦσι () κάνητος, ἐν δὲ Γηρυτάδῃ (fg 160) 'ἄλλος δ' εἰσέφερε πλεκτῷ κανισκίῳ ἄρτων περίλοιπα θρύμματα.' καὶ κανοῦν δὲ ἀρτοφόρον. εἴποις ἂν καὶ κίστην ὀψοφόρον, ὅθεν καὶ (ζ 76)
μήτηρ δ' ἐν κίστῃ ἐτίθει περικαλλέ' ἐδωδήν. καί που καὶ κοίτην, ὡς ἔν τε τοῖς Βάπταις Εὐπόλιδος (I p 276. 76 Ko)
ἀλλὰ τὰς κοίτας γ' ἔχουσι πλουσίως σεσαγμένας, καὶ ἐν Φερεκράτους Μυρμηκανθρώποις (I 180. 122 Ko)
ἀλλὰ καὶ τὰς κοίτας οἱ ἐν ἐμοῖν ἀποβανθ' ἃ μέλλομεν
ἀριστῆσιν.
[92] ἐν δὲ τῇ Ἴωνος Ἀλκμήνῃ (fg 7) ὁ εἰς τὴν τῆς τροφῆς παρασκευὴν θύλακος σάγη ὠνόμασται. καὶ σπυρίδα δὲ ὀψωνιοδόκον πλεκτὴν ὄψων σχοῖνον ἐν Ἀμφιάρεῳ Ἀριστοφάνης (fg 34) ἔφη· ἐν δὲ Ἀχαρνεῦσι (453 sq.) σπυρίδιον, ὃ καὶ πλέκος εἴρηκε παρατραγῳδῶν.
καὶ τὰ μὲν τῶν ἡδυσμάτων ἀγγεῖα ἐρεῖς κυψέλας, ὀξίδας, καὶ τὴν ἐλαιηρὰν ἐπίχυσιν, ἣν Εὔπολις (I p 359. 384) μακρὸν χαλκίον ὠνόμασεν. καὶ Ἀριστοφάνης δ' ἐν Ἀχαρνεῦσιν (1128) ἔφη
κατάχει σύ, παῖ, τοὔλαιον ἐκ τοῦ χαλκίου. τὸ δὲ ὄνομα ἡ ἐπίχυσις εἴρηται ἐν Ἀριστοφάνους Δαιταλεῦσιν [93] (fg 214)· ἐν δὲ Ταγηνισταῖς (fg 511) ὠνόμασταί τι καὶ μελιτηρὸν ἄγγος. εἴποις δ' ἂν καὶ τὴν ἡδυσματοθήκην κυμινοδόκον, Νικοχάρους εἰπόντος ἐν Γαλατείᾳ (I p 770. 2 Ko)
σοφαῖς παλάμαις τεκτόνων εἰργασμένον,
πόλλ' ἐν αὑτῷ λέπτ' ἔχον καδίσκια.
κυμινοδόκον, καὶ κυμινοδόκη καὶ κυμινοθήκη τῶν εἰρημένων ἐστίν. καὶ κυμινοθήκη δ' ἐν τοῖς Δημιοπράτοις, ἐν δὲ τῷ τοῦ Γελῴου Ἀπολλοδώρου Γραμματειδιοποιῷ (III p 279. 2 Ko) κυμινοδόκη·
μεταξὺ τῶν λόγων δέ, τουτί μοι δοκεῖ
κυμινοδόκην, οὐ γραμματεῖον περιφέρειν.
[94] εἰ δὲ ἐπὶ ταῖς ἑστιάσεσιν ἕν τι τῶν ἀναγκαίων καὶ ἡ ῥιπίς, εἴρηται μὲν ἐπὶ τῆς ῥιπιζούσης τοὺς ἄνθρακας ἐν Ἀχαρνεῦσιν Ἀριστοφάνους (888)
τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα, οὐδὲν μὴν κωλύει καὶ ἐπὶ τῆς τὰς μυίας ἀποσοβούσης καταχρῆσθαι τῷ ὀνόματι· καίτοι καὶ τὴν μυιοσόβην ἔν τε ταῖς Μενάνδρου Φιλαδέλφοις (fg 503 Ko) ἔστιν εὑρεῖν καὶ ἐν Ἀναξίππου Κιθαρῳδῷ, (III p 301. 7 Ko)
μυιοσόβην λαβὼν παράστηθ' ἐνθάδε.
[95] Προσαριθμητέον δὲ τούτοις καὶ τὰ τοῦ μαγείρου σκεύη, χύτρας χυτρίδια χυτρίδας ‑ ζετραίαν δὲ τὴν χύτραν οἱ Θρᾷκες καλοῦσι ‑ λοπάδας λοπάδια, ἐχίνους ἐχινίσκους, χαλκία χαλκίδια, ἐσχάρας, ἐσχάρας ἰχθυοπτρίδας, ἐσχαρίδας, λέβητας λεβήτια λεβητάρια, ὀβελοὺς καὶ ὀβελοὺς βουπόρους καὶ ὀβελίσκους, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν (1007)
φέρε τοὺς ὀβελίσκους, ἵνα πήξω τὰς κίχλας· [96] ἐν δὲ τοῖς Δημιοπράτοις γέγραπται καὶ ἄρτημα ὀβελίσκων. καὶ κρατευτὰς δὲ καὶ κρατευτήρια ἐρεῖς, καὶ ὡς ἐν τοῖς Δημιοπράτοις ἔστιν εὑρεῖν, μολυβδοκρατευτάς. τὰ μὲν οὖν δημιόπρατα, οὐ μόνον τοὔνομα παρ' Ἀριστοφάνει ἐν τοῖς Ἱππεῦσιν ἔστιν (103)
ἐπίπαστα λείχων δημιόπραθ' ὁ βάσκανος, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις κωμῳδοδιδασκάλοις (III p 537. 172 Ko)· [97] πρὸς δὲ καὶ Λυσίᾳ λόγος ἔστιν ὑπὲρ τῶν δημιοπράτων πρὸς Εὐθίαν (p 187. 99 Tur). ἐν δὲ ταῖς Ἀττικαῖς στήλαις, αἳ κεῖνται ἐν Ἐλευσῖνι, τὰ τῶν ἀσεβησάντων περὶ τὼ θεῶ δημοσίᾳ πραθέντα ἀναγέγραπται· ἐν αἷς ἄλλα τε πολλὰ σκεύη ἐστὶν ὠνομασμένα καὶ μολυβδοκρατευταί· καὶ Εὔπολις δὲ ἐν τοῖς Κόλαξιν (I p 305. 171) ἔφη μολυβδίνους κρατευτάς.
τῶν δὲ μαγείρου σκευῶν καὶ κοπίδες καὶ σφαγίδες, καὶ σφάγιον, ᾧ ὑποδέχονται τὸ αἷμα τῶν ἱερείων· τὸ γὰρ σφάκτρον τέλους ὄνομα ἦν ἐπὶ τοῦ καταβαλλομένον ὑπὲρ τῶν θυομένων οὕτως ἐπονομασθέν. μαγείρου δ' ἐστὶ σκεῦος καὶ τορύνη καὶ ἐόργη [98] καὶ εὐέργη· τὸ δὲ ῥῆμα τὸ τετορύνηκας ἔστιν ἐν Εὐβούλου Παρμενίσκῳ (II p 194. 86 Ko). ἐκ δὲ τῶν σκευῶν καὶ ἐτνήρυσις καὶ ζωμήρυσις, καὶ κρεάγρα καὶ ἁρπάγη καὶ λύκος καὶ ἐξαυστήρ, καὶ λίστρον καὶ λιστρίον, ὅ τινες ταγηνοστρόφιον, καὶ τάγηνον δέ. ἀλλὰ μὴν καὶ τήγανον ἂν ἔχοις εὑρεῖν εἰρημένον ἐν Εἵλωσιν Εὐπόλιδος (I p 296. 44 Ko), καὶ ἐν Τηλεκλείδου Ἀψευδέσιν (I p 212. 10 Ko)
τὰ δὲ τήγανα
ζέοντά σοι μολύνεται. ὑπόφαυλοι γὰρ οἱ ἐν Ἱπποκόμῳ Μενάνδρου (fg 251) τηγανισμοί. τὸ μέντοι ῥῆμα τὸ τηγανίζεσθαι ἔστιν ἐν Ἀποκλειομένῃ Ποσειδίππου [99] (III p 337. 5 Ko)· καίτοι τό γε δρᾶμα Ἀριστοφάνους Ταγηνισταί. τὸν δὲ καλούμενον χυτρόποδα ἔστι μὲν καὶ λάσανα κεκλημένον εὑρεῖν, ὡς Διοκλῆς ἐν Μελίτταις (I p 768. 8 Ko)
ἀπὸ λασάνων θερμὴν ἀφαιρήσω χύτραν· ἐν δὲ τῷ πρώτῳ τῶν Ἱππώνακτος ἰάμβων (fg 15) εἴρηται χυτροπόδιον, ὥσπερ καὶ παρ' Ἡσιόδῳ (OD 750)
μηδ' ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀφελόντα. ἀλλὰ τοῦτο μὲν ἕτερόν τι δηλοῖ. ὅταν δὲ Δίφιλος ἐν Ἐπικλήρῳ (II p 553. 41 Ko) λέγῃ 'χύτρον μέγαν παρὰ τοῦ μαγείρου,' δῆλον ὅτι τὴν [100] χύτραν λέγει ἀλλ' οὐ τὸν χυτρόποδα. εἰδέναι δὲ οὐ φαῦλον ὅτι χύτρα καὶ φιλήματος εἶδος ἦν, ὁπότε τὰ παιδία φιλοίη τῶν ὤτων ἐπιλαμβανόμενα· ὑποδηλοῖ δὲ Εὔνικος ἐν Ἀντείᾳ (I p 781. 1 Ko)
λαβοῦσα τῶν ὤτων φίλησον τὴν χύτραν. οὐ μὴν ἀλλὰ καὶ βαῦνον ἂν εἴποις τὸν χυτρόποδα, καί που καὶ ἀνθράκιον, Ἀλέξιδος εἰπόντος ἐν Λημνίᾳ (II p 345. 134 Ko)
καὶ μὴν παρῆν ἀνθράκιον ἡμῖν ἐν μέσῳ
σείσων τε καὶ κυάμων μεστός·
καὶ γὰρ ὁ σείσων ἀγγεῖον ᾧ κυάμους ἢ ἄλλο τι τοιοῦτον ἐνέφρυγον.
[101] καὶ μὴν καὶ ἐσχάραν εἴποις ἂν τὸ ἀνθράκιον τοῦτο, καὶ ἐσχάριον, Ἀριστοφάνους ἐν Ταγηνισταῖς (fg 516) εἰπόντος ἐσχάρια, καί που (fg 777) καὶ ἐσχαρίδα. ὁ δὲ Στράττις ἐν Ψυχασταῖς φησὶ (I p 727. 55)
πῶς ἂν κομίσειέ μοί τις
θυμαλώπων ὧδε μεστὴν ἐσχάραν.
καὶ εἰσὶν οἱ θυμάλωπες οἱ ἡμίκαυτοι ἄνθρακες· οὐ γὰρ ἂν εἴη πρὸς τοῦ βιβλίου τοῦδε παραδηλοῦν ὅτι καὶ οἱ καλούμενοι τῶν ἀμπέλων ἐπίτραγοι.
τῶν δὲ μαγειρικῶν καὶ ἐλεόν, ξάνιον, ἐπίξηνον, τράπεζα μαγειρική, ἣν οἱ νεώτεροι ἐπικόπανον· ἔστι δὲ τοὔνομα παρὰ Μενάνδρῳ ἐν [102] Μεσσηνίᾳ (fg 33 Ko), 'ἡγεῖται μὲν ὅλως ἐπικόπανόν τι.' ἔτι δὲ μάκτρα, σκάφη, μαγίς, σκαφίς, κάρδοπος, κάνεον. καὶ νεόκοπον μὲν κάρδοπον Εὔπολις ἐν Αἰξὶν (I p 263. 20 Ko) εἴρηκεν, ὡς Ἀριστοφάνης ἐν Σφηξὶ (648) νεόκοπτον μύλην· Μένανδρος δὲ ἐν Δημιουργῷ (fg 116 Ko) ληνὸν εἴρηκε τὴν κάρδοπον. ταὐτὸν δὲ τοῦτο καὶ θυΐα καὶ ἀντλία· τὴν γὰρ σκάφην οὕτως ὠνόμασεν Ἀριστοφάνης ἐν Εἰρήνῃ (18). καὶ σκαφίδα δὲ τὴν σκάφην ταύτην ἐν ταῖς Ὁλκάσιν (fg 417) ἂν λέγοι, συντάξας [103] οὕτω, 'σκαφίδας μάκτρας.' ἐν δὲ τοῖς Δημιοπράτοις εὑρίσκεται σκάφη μακρὰ καὶ σκάφη στρογγύλη. τὴν δὲ θυΐαν καὶ θυΐδιον εἴποις ἂν κατ' Ἀριστοφάνην ἐν Πλούτῳ (710) λέγοντα· καὶ ἴγδιν δὲ αὐτὴν κεκλήκασι Σόλων τε ἐν τοῖς ἰάμβοις λέγων (fg 39)
σπεύσι δ' οἱ μὲν ἴγδιν, οἱ δὲ σίλφιον,
οἱ δ' ὄξος, καὶ ἔτι σαφέστερον Ἀντιφάνης Κοροπλάθῳ (II p 62. 127)
γύναι, πρὸς αὐλὸν ἦλθες. ὀρχήσει πάλιν
τὴν ἴγδιν.
ἔστι μὲν οὖν ἴγδις καὶ ὀρχήσεως σχῆμα· ὁ δὲ παίζων πρὸς τοὔνομα [104] κωμικῶς ἐπήγαγε 'τὴν θυΐαν ἀγνοεῖς;' τοῦτ' ἔστιν ἴγδις ἡ θυία. τὸ δὲ πύραυνον, ᾧ τοὺς ἐμπύρους ἄνθρακας κομίζουσιν, εἴποις ἂν ἐμῇ δόξῃ καὶ πυρφόρον.
μαγειρικὰ δὲ καὶ κοπίδες καὶ δορίδες καὶ μαχαιρίδες. Ἀριστοφάνους γοῦν ἐν Ἱππεῦσιν (410) ὁ μάγειρος λέγει 'μαχαιρίδων τε πληγάς,' ὥσπερ καὶ ἐν τῷ Γήραι (fg 138) ὁ αὐτὸς ποιητὴς εἴρηκεν 'κοπίδι τῶν μαγειρικῶν.' ἐκ δὲ τούτων καὶ τυρόκνηστις, ἣν καὶ κύβηλιν καλοῦσιν· ὧν ἡ μὲν τυρόκνηστις ἔστιν ἐν Πλάτωνος Ἀδώνιδι (I p 602. 8 Ko) καὶ ἐν Ἀριστοφάνους Αἰολοσίκωνι, (I p 394 fg 7 Ko)
δοῖδυξ, θυΐα, τυρόκνηστις, ἐσχάρα, ἡ δὲ κύβηλις ἐν Φιλήμονος Ἁρπαζομένῳ (II p 428. 13 Ko)
ὁρῶ μαγείρου καὶ κύβηλιν καὶ σκάφην.
[105] προσονομαστέον δὲ τούτοις καὶ πέλυκα καὶ δοίδυκα καὶ ἀλετρίβανον. γαστρόπτης δὲ ἐν τοῖς Δημιοπράτοις πέπραται, καὶ δευτήρ, κοινὸν ἀρτοποιῷ καὶ μαγείρῳ σκεῦος, ἀπὸ τοῦ δεύειν ὠνομασμένον. ἄβακα δ' εἰ βούλοιό τι τῶν τοῦ μαγείρου σκευῶν καλεῖν, προσχρηστέον σοι Κρατίνῳ ἐν Κλεοβουλίναις λέγοντι (I p 39. 86 Ko)
ἐπέδωκε βαλάνων ἄβακα τῶν ἐκ φιττέως. καὶ ἀβάκιον δ' ἂν αὐτὸ εἴποις· ἐφ' ἑτέρου μὲν γὰρ εἴρηται ὑπὸ Λυσίου ἐν τῷ ὑπὲρ Καλλαίσχρου (fg 134), 'μετ' ἀβακίου δὲ καὶ τραπεζίου [106] πωλῶν ἑαυτόν,' χρῆσθαι δ' ἔξεστι τῷ ὀνόματι καὶ ἐπὶ τοῦ ὀψοφόρου σκεύους, ὥσπερ καὶ κακκάβην τὴν λοπάδα ἐρεῖς, εἰπόντος Ἀριστοφάνους ἐν Σκηνὰς καταλαμβανούσαις (fg 479)
τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου. ἐν δ' Εὐβούλου Ἴωνι εἴρηται (II p 177. 38 Ko)
τρύβλια δὲ καὶ πατάνια καὶ κακκάβια καί
λοπάδια ὡς ἕτερον ὂν παρὰ τὴν λοπάδα τοῦτο τῷ σχήματι. καὶ κάκκαβον δὲ τὴν κακκάβην κατὰ τὴν τῶν πολλῶν χρῆσιν Ἀντιφάνης κέκληκεν εἰπὼν ἐν Παρασίτῳ (II p 85. 182 Ko)
κάκκαβον λέγω,
σὺ δ' ἴσως ἂν εἴποις λοπάδ'. ἐμοὶ δὲ τοὔνομα
οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες
χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον;
[107] καὶ Νικοχάρης δὲ ἐν Λημνίαις (I p 773. 14) εἴρηκε κακκάβους. καὶ πατάνη δὲ καὶ πατάνιον τὸ ἐκπέταλον λοπάδιον, ὅ τινες καλοῦσι, πατέλλιον, ἡ μὲν πατάνη Σώφρονος εἰπόντος ἐν Νυμφοπόνῳ (13 Kaib) 'πατάνα αὐτοποίητος,' τὸ δὲ πατάνιον Εὐβούλου ἐν Κατακολλῶντι (II p 180. 47 Ko)
καὶ πνικτὰ Σικελικὰ πατανίων σωρεύματα καὶ Ἀντιφάνους ἐν Εὐθυδίκῳ (II p 49. 95 Ko)
πολύπους τετμημένος
ἐν πατανίοισιν ἑφθός.
[108] Ἄλεξις δὲ ἐν Ἀσκληπιοκλείδῃ (II p 306. 24 Ko) πατάνια εἴρηκεν· ἐν δὲ ταῖς Ἱππάρχου Παννυχίσιν (III p 274. 5 Ko) εὑρῆσθαί φασι κατὰ τὴν τῶν ἰδιωτῶν συνήθειαν εἰρημένον βατάνιον. οἷς μέντοι τὰς κριθὰς φρύγοντες μετέβαλλον ἢ καὶ τοὺς κυάμους, πατάλλια ταῦτα ἐκαλεῖτο. εἰ δὲ καὶ κρεωστάθμην ἐν τούτοις θετέον, ἰστέον ὅτι τὸ σπαρτίον, οὗ λαβόμενός τις ἀνέλκει τὸν ζυγόν, ἀρτάνην ὠνόμαζον. σκεῦος δὲ μαγειρικὸν καὶ ἡθμός, Εὐριπίδου ἐν Εὐρυσθεῖ σατυρικῷ (374) εἰπόντος
ἢ κύαθον ἢ χαλκήλατον
ἡθμὸν προσίσχων τοῖσδε τοῖς ὑπωπίοις.
ἐν μέντοι τοῖς Δημιοπράτοις καὶ ἡθμός τις ἐπικρητηρίδιος πέπραται, [109] ὃς ἴσως τοῖς περὶ τὸν οἶνον μᾶλλον προσήκει. καὶ μὴν καὶ ἐπίχυσις χαλκίου ἓν τῶν μαγείρου σκευῶν· Ἀριστοφάνης δὲ αὐτὸ εἴρηκεν ἐν Δαιταλεῦσιν (I p 495 fg 214 Ko)
οὔκ, ἀλλὰ ταῦτά γ' ἐπίχυσις τοῦ χαλκίου. ἦ που δὲ καὶ φρυγεὺς καὶ φρύγετρον, τὸ μὲν φρύγετρον Πολυζήλου εἰρηκότος ἐν Διονύσου γοναῖς, (I p 791. 6 Ko)
οὗπερ αἱ χύτραι κρέμανται καὶ τὸ φρύγετρόν γε πρός καὶ γὰρ εἰ τὸ φρύγετρον ταῖς κοδομαῖς προσήκειν δοκεῖ καὶ ἔστι ταὐτὸν τῷ κοδομείῳ ἢ τῷ κατὰ τοὺς πολλοὺς φωγάνῳ, ἀλλὰ νῦν ἔοικεν ὡς μαγείρου σκεῦος συντετάχθαι· τὸν δὲ φρυγέα καὶ αὐτὸν ὡς σκεῦος μαγειρικόν, εἴτε τὸ ἀγγεῖον ἐν ᾧ ἔφρυγον, εἴτε τὸ φρύγετρον, ἐν Σειρῆσι ὁ κωμικὸς Θεόπομπος (I p 747. 53 Ko) [110] ὑποδηλοῖ λέγων 'φρυγεὺς θυΐα λήκυθος.' καὶ μὴν καὶ Κηφισοδώρου ἐν Ὑὶ (I p 802. 10 Ko) εἰπόντος 'σπονδὴ δὲ παρὰ τῶν ὁλκάδων καὶ καταφαντισγός' καὶ μάτταν ἀγγεῖον ἀκούοντες ἐντεῦθεν εἰρῆσθαι νομίζουσι καὶ τὴν παρὰ Ῥωμαίοις ματέλλαν. τῶν τε μαγειρικῶν ἰπνοὶ καὶ κρίβανοι, καὶ βόες κριβανῖται ἐν Ἀριστοφάνους Ἀχαρνεῦσιν (87).
προσθετέον δὲ τῷ μαγείρῳ καὶ ξύλα καύσιμα καὶ κληματίδας καὶ ἐκκαύματα, εἰπόντος Σοφοκλέους ἐν Ἡρακλεῖ σατυρικῷ (fg 205)
συνέλεγον τὰ ξύλ' ὡς ἐκκαυμάτων,
μή μοι μεταξὺ προσδεήσειεν.
[111] προσθετέον δὲ τούτοις καὶ δᾷδας καὶ δᾳδία, καὶ κορμοὺς καὶ σχίζας καὶ σχιζία, καὶ πεύκας καὶ λαμπάδας καὶ ἰπνοὺς καὶ πανούς, καὶ ἄνθρακας καὶ μαρίλην· καὶ μαρίλαν δ' ἐκάλουν τὸν χνοῦν τῶν ἀνθράκων. τάχα δὲ καὶ λάρκους τούτοις προσονομαστέον καὶ λαρκία καὶ λαρκίδια τὰ ἀγγεῖα τῶν ἀνθράκων Ἀριστοφάνους εἰπόντος ἐν Ἀχαρνεῦσιν (350, 340). Εὐριπίδης μὲν γὰρ εἴρηκεν ἐν Αὐτολύκῳ σατυρικῷ (fg 283)
τοὺς ὄνους τοὺς λαρκαγωγοὺς οἴσειν ἐξ ὄρους ξύλα· ἐν δὲ τῷ Ἀλέξιδος Σπονδοφόρῳ (II p 373. 208 Ko) ἔστιν εἰρημένον
Ἀριστογείτονα
τὸν ῥήτορ' εἶδον λάρκον ἠμφιεσμένον
τῶν ἀνθρακηρῶν.
[112] Εἰ δὲ ἐπὶ τοῖς μαγειρικοῖς σκεύεσι καὶ τὰ τῶν ἀρτοποιῶν προσρητέον, ἀρτοπτεῖον μὲν τὸ ἐργαστήριον τινῶν ὀνομαζόντων οὐδὲν κωλύει καὶ τὸ σκεῦος ἐν ᾧ τοὺς ἄρτους ἐνοπτῶσιν οὕτω καλεῖν, ὃν νῦν ἀρτόπτην καλοῦσι, πλάθανον δὲ ἑκάτερον ῥητέον, ᾧ τε καὶ ἐφ' ᾧ τοὺς ἄρτους ἔπλαττον. ἐκ δὲ τῶν ἀρτοποιικῶν ὄνος ἀλέτων, καὶ μύλη καὶ μύλη σιτοποιὸς καὶ μυλήκορον, καὶ παυσικάπη, ἣν καὶ [113] καρδοπεῖον ὠνόμαζον, ὡς ἐν Ἥρωσιν Ἀριστοφάνης (fg 301)
ἢ καρδοπείῳ περιπαγῇ τὸν αὐχένα. ἐκ δὲ τούτων ὀβελοί, σπάλαθρον, ἀπομάκτρα, σκυτάλη, περιστροφίς, μαγίς, χοῖνιξ, μέδιμνος ἡμιμέδιμνος, ἑκτεύς, καὶ παρ' Ἀλκαίῳ τῷ μελοποιῷ ἐν δευτέρῳ μελῶν (141) κύπρος, καὶ παρ' Ἱππώνακτι ἐν πρώτῳ ἰάμβων (24) ἡμίκυπρον, διχοίνικον δὲ καὶ ἡμίεκτον ἐν Ἀριστοφάνους Νεφέλαις (643, 645). καὶ κοτύλη δὲ μέτρον οὐχ ὑγρῶν μόνον ἀλλὰ καὶ ξηρῶν, ὅταν φῇ Θουκυδίδης ἐν τῷ ἑβδόμῳ βιβλίῳ (87. 2) 'κοτύλην [114] ὕδατος καὶ δύο κοτύλας σίτου·' δύναται δὲ καὶ τριτημόριον χοίνικος. ἀρτοποιικὸν δὲ καὶ κοδομεῖον καὶ τηλία καὶ μάκτρα καὶ σκάφη, καὶ εἴ τινα τῶν μαγειρικῶν κοινὰ τοῖς ἀρτοποιοῖς, ἦ που δὲ καὶ ὅλμος καὶ τὸ ὑπόθημα τοῦ ὅλμου ὑφόλμιον, ὡς Ἀριστοφάνης ἐν Ἀναγύρῳ (fg 61). καὶ ὕπερον δὲ καὶ κόσκινον, καὶ κρησέρα καὶ κρησέριον, καὶ ἀλευρότησις, καὶ ὡς ἐν τοῖς Δημιοπράτοις ἀναγέγραπται, κόσκινον κριθοποιόν. ὁ δὲ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις (fg 480) ἔφη 'ὥσπερ κόσκινον αἰρόπινον τέτρηται.'
[115] Λύχνοιδ' ἐπὶ τούτοις, καὶ λύχνοι δίμυξοι, Φιλωνίδου μὲν ἐν τοῖς Κοθόρνοις (I p 255. 4 Ko) εἰπόντος 'ὥσπερ οἱ δίμυξοι τῶν λύχνων,' Μεταγένους (I p 708. 12 Ko) δὲ 'δίμυξον ἢ τρίμυξον, ὡς ἐγὼ δοκῶ.' καὶ κατὰ Ἡρόδοτον (II 62) λύχνα. οὗτος μὲν γὰρ καὶ 'λυχνοκαΐαν' εἴρηκεν, καὶ λυχνοκαυστεῖν μὲν ἔφη Κρατῖνος ἐν τῷ Τροφωνίῳ (I p 81. 227 Ko) Μένανδρος δὲ ἐν Θεττάλῃ (fg 234 Ko) λύχνων ἀφάς. καὶ λύχνιον μὲν ἐφ' οὗ ἐντίθεται ὁ λύχνος, ἡ καλουμένη λυχνία· τοῦ δὲ λυχνίου τὸ ἀπευρυνόμενον, ᾧ ἐπιτίθεται ὁ λύχνος, πινάκιον ἢ πινακίσκιον· τὸ δὲ ἐντιθέμενον τῷ λύχνῳ θρυαλλίς, ἐλλύχνιον, φλόμος. [116] ὁ δὲ νῦν φανὸς καὶ λυχνοῦχος, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν ἔφη (937) 'φαίνειν ὑπευθύνοις λυχνοῦχος.' ἐν δὲ τῷ Λυσίου πρὸς Σμικρίνην (fg 252 Tur) 'ἐξαίφνης τοῦ συνακολουθοῦντος οἰκέτου λίθον τις λαβὼν ἔκρουσε τὸν λυχνοῦχον. ἀποσβεσθέντος δὲ τοῦ λύχνου,' ἐν δὲ τῷ Ἀριστοφάνους Αἰολοσίκωνι (I p 391. 8 Ko)
καὶ διαστίλβονθ' ὁρῶμεν,
ὥσπερ ἐν καινῷ λυχνούχῳ,
πάντα τῆς ἐξωμίδος.
ἐκαλεῖτο δὲ καὶ λαμπτὴρ ὁ λυχνοῦχος· ἐν γοῦν τῷ δευτέρῳ τῶν Φιλίστου βιβλίων (FHG I p 186. 15) εἴρηται 'καὶ τὰς νύκτας ἐπαίρεσθαι [117] λαμπτῆρας ἀντιπεφραγμένους·' ὑποδηλοῖ δὲ τὸν ἐκ κέρατος φανόν. πανὸς μέντοι καὶ φανὸς ἡ λαμπάς, ὡς ὅταν φῇ ἐν τῇ Ἀλκμήνῃ Εὐριπίδης (90)
πόθεν δὲ πεύκης πανὸν ἐξεῦρες λαβεῖν; καὶ γὰρ δᾷδες καὶ λαμπάδες εἰσὶ τῶν φωσφόρων. τὰς μέντοι λαμπάδας καὶ κάμακας εἴρηκεν ἐν Ξαντρίαις Αἰσχύλος (fg 71)·
κάμακες πεύκης οἱ πυρίφλεκτοι.
[118] τὸ δὲ ὀβελισκολύχνιον, στρατιωτικὸν μέν τι τὸ χρῆμα, εἴρηται δὲ ὑπὸ Θεοπόμπου τοῦ κωμικοῦ ἐν Εἰρήνῃ (I p 735. 7 Ko)·
ἡμᾶς δ' ἀπαλλαχθέντας ἐπ' ἀγαθαῖς τύχαις
ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς. ὅταν δ' εἴπῃ ἐν τῷ Αἰολοσίκωνι Ἀριστοφάνης (fg 14) 'δυοῖν λυχνιδίοιν,' δῆλον ὅτι λύχνια εἴρηκεν ἀλλ' οὐ λύχνους μικρούς, ὥσπερ καὶ ὅταν Κράτης φῇ ἐν τοῖς Γείτοσιν (I p 131. 3 Ko) 'οὐκ ἔστι [119] μοι λυχνίδιον.' σαφέστερον δ' ἐν τοῖς Ἀριστοφάνους Δράμασιν ἢ Νιόβῳ (I p 464. 281 Ko)
ἀλλ' ὥσπερ λύχνος
ὁμοιότατα καθηῦδ' ἐπὶ τοῦ λυχνιδίου. Ἀριστοφάνους δ' ἐν ταῖς Φοινίσσαις εἰπόντος (I p 531. 561 Ko)
στίλβη θ' ἣ κατὰ νύκτα μοι
φλογάνας ἠράζεις ἐπὶ τῷ
λυχνίῳ,
οὐκ ἀφανὲς ὅτι καὶ ἡ στίλβη λύχνου τι εἶδος.
καὶ μὴν εἰ μύροις ἐπὶ τούτῳ χρηστέον, ὅτι μὲν καὶ μυρίδιον εἴρηκε τὸ μύρον Ἀριστοφάνης ἐν Ταγηνισταῖς (fg 521) ἰστέον, εἴρηται δ' ὑπ' αὐτοῦ ἐν Δαιταλεῦσι (fg 234) καὶ ἄγγη μυρηρά. λέγοιτο δ' ἂν καὶ λήκυθος μυρηρά· σὺ δ' ἂν εἴποις καὶ μυροφορεῖον.
[120] ἐν δὲ Βατράχοις Ἀριστοφάνους (1200) εἴρηται καὶ τὸ ληκύθιον. Σοφοκλῆς δ' ἐν Ἀνδρομέδᾳ (fg 126) 'αὐτοχείλεσι ληκύθοις' ἔφη, δηλῶν ἀλαβάστους μονολίθους. καὶ τὸ μὲν εἰς τὰς ληκύθους καθιέμενον ἐπινεύματι τοῦ μύρου σπαθίδα καὶ σπάθην κλητέον, Ἀριστοφάνους μὲν εἰπόντος ἐν Δαιταλεῦσιν (fg 205)
τῆς μυρηρᾶς ληκύθου
πρὶν καταχέαι τὴν σπαθίδα, γεύσασθαι μύρου (καὶ γὰρ Εὔβουλος ἐν ταῖς Στεφανοπώλισιν (II p 199. 100 Ko) τοῦτο μὲν σπαθίδα, τοὺς δὲ ἀλαβάστους ἀλαβάστια εἴρηκεν·
λῦε τἀλαβάστια
θᾶττον σύ, καὶ τῇ σπαθίδι τὸν πώγωνά μου
καὶ τὴν ὑπήνην μύρισον,)
[121] Ἀλέξιδος μέντοι ἐν τῷ Δρωπίδῃ (II p 317. 60 Ko) σπάθην τὴν σπαθίδα εἰπόντος, 'τὴν σπάθην ἐν τῷ μύρῳ καθῆκεν.' τὸ δὲ ἀγγεῖον εἰς ὃ ἐξεχεῖτο τὸ μύρον, ἐξάλειπτρον ἐκαλεῖτο, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν (1063), οὗ δὲ ἔγκεινται αἱ ἀλάβαστοι, ταῦτα τὰ σκεύη ἀλαβαστοθήκας τῶν ἄλλων λεγόντων Ἀριστοφάνης ἐν Τριφάλητι (fg 548) ἀλαβαστροθήκας ἔφη·
ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς.
[122] κοινῇ δὲ κεραμέων σκευῶν ὀνόματα ἐν Ἀξιονίκου Χαλκιδικῷ (II p 415. 7 Ko),
τρύβλια, χύτρα, λοπάδιον, ὀξίς, χοῦς, ἁμίς, λεκάνη, θυΐα, κάνθαρος, σείσων, λύχνος.
ὑπηρεσία σοι παντελής, γραῦ, κεραμίων. τὰ πλείω δὲ τούτων καὶ ἄλλης ἂν ὕλης γένοιτο, ἐπεὶ καὶ Ἕρμιππος ἐν Φορμοφόροις (I p 245. 65 Ko) τὸν κύαθον καὶ τὴν οἰνοχόην καὶ τὸ λύχνιον καὶ τὰ τοιαῦτα σκεύη χαλκίδια καὶ χαλκία καλεῖ ὡς ἐκ χαλκοῦ πεποιημένα.
[123] Δειπνήσαντι δὲ καὶ πρὸς κοίτην τραπομένῳ τὰ μὲν στρώματα καὶ ἐπιβλήματα προείρηται, ἐν καιρῷ δ' ἂν εἴη τὸ παρ' Ὁμήρῳ (ν 51) ἱμάτιον ἐνεύναιον καὶ παρεύναιον μέγα καὶ δασύ, καὶ ὁ παρὰ τοῖς κωμῳδοῖς (III p 556. 920 Ko) χιτὼν εὐνητήρ, ὃς τοῦ νῦν ἐγκοιμήτωρ ἡδίων, ἦ που δὲ καὶ 'χλαῖναι καὶ ῥήγεα σιγαλόεντα' καὶ οἱ παρὰ Μενάνδρῳ (fg 972) καυνάκαι, καὶ χειμῶνος σίσυραι καὶ τὸ παρ' Ἀριστοφάνει (fg 888) χείμαστρον. τὴν χλαῖναν δὲ οὕτως ἐκάλουν οἱ τῆς κωμῳδίας ποιηταί, μόνα τὰ παχέα ἱμάτια ταύτης τῆς προσηγορίας [124] ἀξιοῦντες, ὥσπερ καὶ Θεόπομπος ἐν Εἰρήνῃ (I p 735. 10 Ko)
χλαῖναν σοι
λαβὼν παχεῖαν ἐπιβαλῶ Λακωνικήν· Ὅμηρος (ω 276) δὲ καὶ τὰ λεπτὰ χλαίνας καλεῖ. οἱ μέντοι Ἀττικοὶ τὸ λεπτὸν χλανίδα, καὶ τὸ ἱππικὸν χλαμύδα, ὡς Θετταλῶν. πρώτην δέ φασι χλαμύδα ὀνομάσαι Σαπφὼ (84) ἐπὶ τοῦ ἔρωτος εἰποῦσαν
ἐλθόντ' ἐξ ὀρανῶ πορφυρίαν ἔχοντα προιέμενον χλαμύν.
Καὶ τὰ μὲν ἐπὶ πλεῖστον ἀναγκαῖα τῇ καθ' ἡμέραν χρήσει σκεύη προείρηται· συναπτέον δὲ δι' ὀλίγων καὶ τὰ λοιπά, οἷον τὰ τῆς [125] γυναικωνίτιδος, ταλάρους καὶ καλάθους, οὓς καὶ καλαθίσκους ἐροῦμεν, καὶ ταλάρια δὲ καὶ καλάθια, καὶ μὴν καὶ ὄνον ἐφ' οὗ νῶσι, καὶ ἐπίνητρον καὶ ἄτρακτον καὶ σπόνδυλον καὶ κλωστῆρα καὶ κερκίδας καὶ κτένας καὶ ἱστὸν καὶ ἱστοῦ ἀντίον καὶ κανόνα καὶ πῆχυν, καὶ κελέοντας τοὺς καὶ ἱστόποδας, καὶ λείας τὰς καὶ ἀγνῦθας, καὶ [126] σπάθας· Φιλύλλιος γὰρ ἐν Πόλεσι (I p 785. 12 Ko) καὶ τὸ ἱστουργικὸν ἐργαλεῖον σπάθην ὠνόμασεν, εἰπὼν 'σπαθᾶν τὸν ἱστὸν οὐκ ἔσται σπάθη·' προσθήσεις δὲ τούτοις καὶ σταθμὰ καὶ τάλαντα, ζυγόν, πλάστιγγας, τρυτάνην. καὶ σταθμία δὲ χαλκᾶ ἐν τῇ ἐπ' Ἀλκιβιάδου ἄρχοντος ἀναγραφῇ τῶν ἐν ἀκροπόλει ἀναθημάτων ἀναγέγραπται· στάσιμα δὲ τὰ σταθμία Κηφισόδωρος (I 802. 13 Ko) κέκληκεν. τῶν δὲ γυναικείων σκευῶν κτένιον, ξάνιον, κομμώτριον, ξυρόν, κάτοπτρον, [127] οὗ τὴν θήκην λοφεῖον καλοῦσι, ψαλίς, παρωπίς, προσωπίς καὶ ὡς ἐν Δαναΐσιν (fg 264) Ἀριστοφάνης προσωπίδιον, θολία πλέγμα τι θολοειδὲς ἐπὶ σκιᾷ, καὶ ῥιπίς, καὶ σκιάδιον, ὃ καὶ σκιάδα ἂν εἴποις· οὕτω γὰρ τὸ Διονύσου σκιάδιον καλεῖται. καὶ πτερὸν δὲ τὸ σκιάδιον οἱ κωμῳδοποιοὶ (III p 594. 1129 Ko) καλοῦσιν. ὁ δὲ Στράττις ἐν Ψυχασταῖς (I 728. 56 Ko) προειπὼν ῥιπίδα, ἐπήγαγεν 'εἴτε σκιάδιον.' τὰ δὲ πολλὰ τούτων ἐν ἐσθῆσιν ἢ ὑποδήμασιν ἢ κόσμοις γυναικείοις ἤδη προείρηται (VII 95, V 101), ὥσπερ καὶ ἀλαβαστοθῆκαι καὶ παρὰ Μενάνδρῳ ἐν Μισογύνῃ (fg 333) σανδαλοθῆκαι. ἐν δὲ Ἀριστοφάνους Αἰολοσίκωνι (fg 17) καὶ σμηματοφορεῖον.
[128] Τῶν δ' ἐν ἀγρῷ σκευῶν τὰ ἀναγκαῖα ἄροτρα καὶ ἀρότρου μέρη, καὶ ἅμαξα καὶ ἁμάξης μέρη. τὰ δὲ λοιπὰ πτέον, ὡς οἱ Ἀττικοὶ λέγουσιν, ἢ πτύον, ὡς Ὅμηρος· οὕτω γὰρ λέγει, ὅταν φῇ (N 588)
ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωήν. καὶ θρῖναξ δὲ καὶ δρέπανον καὶ δρεπάνη, καὶ ὡς Φερεκύδης (fg 110) ὠνόμασε, κρώπιον· περὶ γὰρ τοῦ Κόδρου λέγων ὅτι ὡς ἐπὶ φρυγανισμὸν ἐξῆλθεν ἐν ἀγροίκῳ τῇ σκευῇ βουλόμενος λαθεῖν, φησὶν ὅτι τῷ κρωπίῳ τινὰ παίσας ἀπέκτεινεν. καὶ πλόκανον δὲ καὶ κόσκινον, [129] καὶ σκαπάνη καὶ σκάφιον, καὶ σκαλὶς καὶ μακέλη καὶ ἄμη καὶ ἀξίνη καὶ δίκελλα, καὶ σμινύη καὶ σμινύδιον, καὶ λίστρον καὶ σφῦρα βωλοκόπος καὶ πέλεκυς ξυλοκόπος. καὶ τὰ ἀγγεῖα τὰ ὑποδεχόμενα τὴν ὀπώραν, τρασιά, κόφινος, σύρισσος, ἄρριχος, σταφυλοβολεῖον· τάχα δὲ καὶ σώρακος, εἰ καὶ παρὰ τοῖς κωμῳδοποιοῖς οὕτως ὀνομάζεται, [130] τὸ ἀγγεῖον ἐν ᾧ τὰ σκεύη τῶν ὑποκριτῶν. Ἀριστοφάνης δὲ ἐν Δαναΐσιν ἔφη (fg 248)
κακῶν τοσούτων ξυνελέγη μοι σώρακος· Ἀλέξιδος δὲ καὶ δρᾶμα Σώρακοι (II p 376 Ko). τῶν δὲ γεωργικῶν καὶ χάρακες καὶ κάμακες, καὶ τῶν ἐλαϊστῶν ῥάβδοι ῥάκτριαι, καὶ ὄρος τὸ τρῖβον τοὔλαιον ξύλον, καὶ τοπεῖον τὸ περιδονούμενον αὐτῷ σχοινίον, καὶ τριπτὴρ ὁ κρατὴρ εἰς ὃν ἀπορρεῖ τοὔλαιον. ἀλλὰ καὶ ληνὸς καὶ ὑπολήνιον, ὡς ἐν τοῖς Δημιοπράτοις πέπραται. ἦ που δὲ καὶ φορμὸς τῶν γεωργικῶν, καὶ γαῦλοι καὶ σκαφίδες, καὶ ταρσοὶ καὶ [131] ταρροὶ καὶ τάλαροι, καὶ τυροκομεῖον καὶ τυροφορεῖον, καὶ πολλὰ τῶν μαγείρου καὶ ἀρτοποιοῦ σκευῶν. τάχα δὲ καὶ σχοῖνος καὶ βάτος καὶ ὁρκάνη καὶ ῥάχος καὶ κόνυζα καὶ κνάφος, καὶ πάνθ' ὅσα ἀκανθώδη τοῖς καρποῖς ἐπὶ φρουρὰν περιβάλλεται. καὶ καλαύροπες δὲ καὶ κορῦναι καὶ σκυτάλαι καὶ σκίπωνες καὶ βακτηρίαι προσήκουσι γεωργοῖς, καὶ πίθοι καὶ πιθάκναι καὶ πιθακνίδες, καὶ σιπύαι καὶ σιροί, καὶ διφθέρα καὶ αἰγῆ καὶ κυνῆ Σικυωνική.
[132] τὰ δὲ ἁλιέως σκεύη φέρνιον, σπυρίς σπυρίδιον σπυρίχνιον, λίνον πάναγρον, δίκτυον, ἀμφίβληστρον· Μένανδρος δὲ ἔφη ἐν Ἁλιεῖ (fg 27) 'ἀμφιβλήστρῳ περιβάλλεται.' καὶ ἕρκη δὲ καὶ πόρκοι καὶ κύρτοι καὶ γρῖφοι καὶ γάγγαμον, ἀφ' οὗ καὶ Αἰσχύλος (Ag 361) τὸ δύσλυτον κακὸν [133] ἢ δυσεξάλυκτον ἔφη 'γάγγαμον ἄτης παναλώτου.' τούτοις δὲ προσθετέα φελλοί, κάλαμοι, ῥάβδοι, κάμαξ, ὁρμιά, ἄγκιστρα ἀγκίστρια ἀκιδωτά, τρίχες, λίνα, σπάρτα σπαρτίναι, μολύβδαιναι, πυρία, τριόδους τρίαινα, ἰχθύκεντρον.
τὰ δὲ ναυτικὰ σκεύη κάλοι, ἱστία, κρίκοι, ἡνία, κωπίς κῶπαι, οἴακες, πηδάλια, πλῆκτρα, ὡς Σοφοκλῆς ἐν Ἀχαιῶν συλλόγῳ (fg 143)
ὡς ναοφύλακες νυκτέρου ναυκληρίας
πλήκτροις ἀπευθύνουσιν οὐρίαν τρόπιν.
[134] καὶ ὁλκία δὲ τὰ πηδάλια ἐν Ναυπλίῳ (405) ὠνόμασε παρὰ τὸ Ὁμήρου (ξ 350) ξεστὸν ἐφόλκαιον. σκαλμοί, τροπωτῆρες, ὑπηρέσια, ἀσκώματα, κοντοί, κάλοι, ἀντλία, κάδοι, ἀπόγυα, ἐπίγυα, πείσματα, ἄγκυραι, ὁλκοί, ἕρματα, οὖροι, ἀποβάθρα, θρανία, δέρρεις, διφθέραι, δακτύλιοι· οὕτω δὲ τοὺς τετρημένους λίθους ὠνόμαζον, ὧν τὰ πείσματα ἐξέδουν. ὀρθίαξ δὲ τὸ κάτω τοῦ ἱστοῦ καλεῖται, ὡς τὸ ἄνω καρχήσιον· καὶ ἔστι τοὔνομα τὸ ὀρθίας ἐν Ἐπιχάρμου Ὀδυσσεῖ Ναυαγῷ (fg 106 Kaibel).
[135] τὰ δὲ περὶ θεραπείαν τῶν ἐσθήτων σκεύη πλυνοὶ καὶ πλυντήρια, καὶ γῆ σμηκτρὶς†κατὰ Νικοχάρην (I 771. 4 Ko), καὶ λίτρον καὶ Χαλέστραιον λίτρον κατὰ Πλάτωνα (Rpb 430 A), κονία καὶ Κιμωλία γῆ κατὰ Ἀριστοφάνην (Lys 470, Ran 713), καὶ κνάφος, καὶ ἶπος τὸ πιέζον τὰς ἐσθῆτας ἐν τῷ γναφείῳ, ὡς Ἀρχίλοχος (fg 169) 'κέαται δ' ἐν ἴπῳ.' καὶ περιστροφίδα δ' ἂν εἴποις τὸ ξύλον τὸ τὸν ἶπον περιστρέφον, ἐναρμόσαι δ' ἂν τούτοις καὶ τὸ ἐν τοῖς Δημιοπράτοις ἐκπιεστήριον. δεῖ δ' ἐπὶ ταῖς ἐσθῆσι καὶ ῥαμμάτων· εἴρηται δὲ τοὔνομα ἐν Πλάτωνος Ἑορταῖς (I p 609. 36 Ko), 'ἐφέρεσθε δὲ [136] τὰ ῥάμματα,' καὶ ἐν Ἑρμίππου Μοίραις (I p 238. 48 Ko) 'ῥάμμ' ἐπέκλωσας.' προσδεῖ δὲ καὶ ῥαφίδος, ἣν Ἕρμιππος καὶ Ἄρχιππος ἐν Πλούτῳ ὠνόμασεν (I 687. 38 Ko)
ῥαφίδα καὶ λίνον λαβὼν τὰ ῥήγματα σύρραψον. καὶ βελόνης δὲ τοὔνομα ἐν Εὐπόλιδος Ταξιάρχοις (I 329. 259 Ko)
ἐγὼ δέ γε στίξω σε βελόναισιν τρισίν. καὶ βελονίδες, ὡς Ἕρμιππος ἐν Μοίραις (I 239. 49 Ko). ἵνα δὲ ἀποτίθενται αἱ ἐσθῆτες, χηλοί, κιβωτοί κιβώτια, κίσται κιστίδες ὡς ἐν [137] Ἀχαρνεῦσιν Ἀριστοφάνης (1138), κοῖται κοιτίδες, καὶ φάσκωλοι ὡς ἐν Θεσμοφοριαζούσαις (fg 319), θύλακοι, στρωματόδεσμα. ἐν δὲ τοῖς Δημιοπράτοις κιβωτὸς θυριδωτή, παρὰ δὲ τοῖς νεωτέροις ῥίσκοι, ὡς Ἀντιφάνης ἐν Κυβευταῖς (II 64. 130 Ko) 'ῥίσκος ἦν ὃν εἶπεν.' ὡμοίωται δὲ τῷ κιβωτίῳ παραπλήσιόν τι σκεῦος κανδύτανες, οὗ μέμνηται καὶ Μένανδρος ἐν Ἀσπίδι (fg 82) καὶ Δίφιλος ἐν Ἐπιδικαζομένῳ (II 553. 40 Ko)·
ὁ δὲ κανδύτανες
οὗτος τί δύναται καὶ τί ἔστιν; ὥσπερ
εἴποις ἀορτάς. ἐμοὶ μὲν οὖν δοκεῖ τὸ σκεῦος Περσικόν, ἀπὸ τοῦ κάνδυος κληθέν, [138] εἰς χρῆσιν δ' αὐτὸ ἤγαγον Μακεδόνες. καὶ ζύγαστρα δὲ καὶ ζυγάστρια. καὶ στρωματεῖς δὲ Ἀπολλόδωρός τε ὁ Γελῷος ἐν Ψευδαίαντι (III 280. 5 Ko) ἔφη, 'μάχαιρα λόγχη στρωματεύς,' καὶ ὁ Καρύστιος Ἀπολλόδωρος ἐν Ἀντευεργετοῦντι (III 280. 2 Ko) 'τοὺς στρωματεῖς λύοντα.' κέχρηται δὲ τῷ ὀνόματι καὶ Ἀντιφάνης ἐν Ἀποκαρτεροῦντι (II 25. 38 Ko). καὶ θολίαν δὲ κίστην εἶναι λέγουσιν ἔχουσαν θολοειδὲς τὸ πῶμα. Ξενοφῶν δὲ ἐν τῇ Ἀναβάσει (IV 3. 11) [139] ἔφη καὶ μαρσίπους ἱματίων. αἱ δὲ ἀορταὶ εἴρηνται ἐν Ποσειδίππου Ἐπιστάθμῳ (III 338. 10 Ko)·
σκηνὰς ὄχους
ῥίσκους ἀορτὰς τάχανα λαμπήνας ὄνους· τὸ γὰρ ἐν Μισογύνῃ Μενάνδρου (fg 331)
χλαμύδα καυσίαν
λόγχην ἀορτὴν ἱμάτια ἀμφίβολον, ὅτι ἔνιοι καὶ ἀορτῆρα γράφουσιν. ἐν δὲ τῷ τρίτῳ περὶ ζῴων Ἀριστοτέλους (p 513 A 20) τῶν πρὸς τῇ ῥάχει δύο φλεβῶν ἡ ἀριστερὰ ἀορτὴ καλεῖται. παρὰ δὲ Φερεκύδει (FHG 26) εἷς τῶν Κυκλώπων.
[140] τὰ δὲ κουρέως σκεύη κτένες, κουρίδες, μαχαιρίδες· ἐν μὲν γὰρ Κρατίνου Διονυσαλεξάνδρῳ (I p 23. 37) εἴρηται
ἔνεισι δ' ἐνταυθοῖ μάχαιραι κουρίδες,
αἷς κείρομεν τὰ πρόβατα καὶ τοὺς ποιμένας,
ἐν δὲ Χρυσῷ γένει Εὐπόλιδος (I p 334. 278 Ko)
ἔπειθ' ὁ κουρεὺς τὰς μαχαιρίδας λαβών
ὑπὸ τῆς ὑπήνης κατακερεῖ τὴν εἰσφοράν.
καὶ ψαλὶς δὲ τῶν κουρέως σκευῶν, ἣν καὶ μίαν μάχαιραν καλοῦσιν, καὶ ξυρὸν καὶ ξυροδόχη, ὡς ἐν Θεσμοφοριαζούσαις Ἀριστοφάνης (219)
χρῆσόν τι ἡμῖν ξυρόν. ‑ αὐτὸς λάμβανε
ἐντεῦθεν ἐκ τῆς ξυροδόχης. καὶ ὀνυχιστήρια δὲ λεπτὰ εἴρηται ἐν Ποσειδίππου Πορνοβοσκῷ καὶ ξυστήρια (III 347. 38 Ko).
[141] τὰ δὲ σκυτοτόμου σκεύη τομεὺς ἐν Πλάτωνος Ἀλκιβιάδῃ (129 C) εἰρημένος, καὶ σμίλη ἐν τῇ Πολιτείᾳ (333 A), καὶ καλάπους ἐν τῷ Συμποσίῳ (191 A). καὶ περιτομεὺς δ' ἂν ῥηθείη καὶ χηλεύματα καὶ ὄπεαρ καὶ ὀπήτιον, εἴρηται ἐν Νικοχάρους Κρησίν (I p 772. 9 Ko)
τοῖς τρυπάνοις ἀντίπαλον ὅπερ ἀρχίλιον.
τὰ δὲ κυνηγέτου σκεύη λίνα, δίκτυα, ἄρκυες, ἐνόδια, ἐμβόλια, στάλικες, στήριγγες, κάμακες, δίκρα, κάλοι, ἱμάντες, κυνοῦχοι, σχαλίδες σχαλιδώματα, ξίφη, δόρατα, ἀκόντια, δρέπανα, τόξα, προβόλια, ποδάγραι, [142] ἁρπεδόναι, σειραί σειρίδες, πλεκταί· πλεκτὴν γὰρ οἱ Ἀττικοὶ τὴν σειρὰν ὠνόμαζον, ὡς Πλάτων ἐν Ἑλλάδι (I 605. 21)
βούλει τήνδε σοι πλεκτὴν καθῶ,
κἄπειτ' ἀνελκύσω σε δεῦρο; πελέκεις, δέραια περιδέραια, στελμονίαι, ῥόπαλα, σκυτάλαι, ξυῆλαι, ἀρνακίδες, ἧλοι, ἐγκεντρίδες.
στρατιώτου δὲ σκεύη ἀσπὶς πέλτη, θώραξ ἡμιθωράκιον σπολάς, κράνος κόρυς περικεφαλαία, λόφος τριλοφία, χεῖρες, κνημῖδες, πῖλοι, τόξα, βέλη τοξεύματα ὀιστοί, φαρέτρα ὀιστοδόκη ὀιστοθήκη γωρυτός φαρετρεῶνες, καὶ τῆς ἀσπίδος τὸ ἔλυτρον σάγμα, καὶ τοῦ κράνους [143] ἡ θήκη λοφεῖον, δόρατα, ἀκόντια ἀκοντίσματα, κοντοί, καὶ τοῦ δόρατος τὸ ἱστάμενον σαυρωτήρ στύραξ στυράκιον, καὶ τὸ προῦχον σιδήριον λόγχη αἰχμή ἐπιδορατίς, θήκη δὲ δουροδόκη. καὶ ξυστὰ δ' εἴποις ἂν καὶ κάμακας καὶ παλτὰ καὶ σαρίσσας καὶ σαυνία· τὸ μὲν γὰρ ὄνομα ἐπ' ἀνδρείου αἰδοίου ἐστὶ παρὰ Κρατίνῳ (I 127. 443), ἐπὶ δὲ τοῦ δόρατος ἐν Φιλαδέλφοις Μενάνδρου· (fg 508)
ὥστ' ἔγωγ' ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος.
[144] καὶ Ἀριστοφάνης μὲν ἔφη ἐν Ὁλκάσιν (404)
λόγχαι δ' ἐκαυλίζοντο καὶ ξυστὴ κάμαξ, ἐν δὲ Σκηνὰς καταλαμβανούσαις (477)
καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκόντων· Ἄλεξις δ' ἐν Λευκαδίᾳ (II 344. 131)
φέρε τὴν σιβύνην καὶ πλατύλογχα, Ἀμειψίας δ' ἐν Σφενδόνῃ (I 674. 17)
τὸ μὲν δόρυ
μετὰ τῆς ἐπιχάλκου πρὸς Πλαταιαῖς ἀπέβαλεν.
προσθετέον δὲ τούτοις ξίφη καὶ μαχαίρας καὶ κοπίδας καὶ ἀκινάκας καὶ ξυήλας καὶ δρέπανα καὶ δορυδρέπανα καὶ ἐγχειρίδια, καὶ λαβὴν [145] ξίφους καὶ προλαβὴν καὶ κώπην, καὶ τὴν θήκην κολεόν. καὶ Εὐριπίδης μὲν ἐν Παλαμήδῃ (fg 587) λέγει κώπην χρυσόκολλον, Μένανδρος δὲ ἐν Ἁλιεῦσι (20) 'καὶ χρυσολαβὲς καλὸν πάνυ ἐγχειρίδιον,' Θεόπομπος δὲ ἐν Πόλεσιν (I 739. 25.) ἐλεφαντοκώπους ξιφομαχαίρας.' ὅτι δὲ καὶ τὴν σπάθην ἐπὶ τοῦ ξίφους εἰρήκασιν, εὕροις ἂν ἐν Εὐριπίδου Εὐρυσθεῖ σατυρικῷ· (fg 373)
πᾶς δὲ φασγάνῳ ἐξεθέρισεν ὥστε πύρινον
σπάθῃ κολούων φασγάνου μελανδέτου. εἰ δὲ τοῦτο ἀμφίβολον, Φιλήμων ἐν Ῥοδίαις (II 469. 90 Ko) σαφέστερον αὐτὸ ποιεῖ λέγων
σπάθην παραφαίνων δηλαδὴ χρυσένδετον, [146] καὶ ἐν τῷ Μισουμένῳ Μένανδρος (fg 346), ὅταν λέγῃ 'ἀφανεῖς γεγόνασιν αἱ σπάθαι.' τούτοις δ' ἐπακτέον σφενδόνας, λίθους, μολυβδίδας, πελέκεις, σαγάρεις, πυρεῖα, δέρρεις, διφθέρας, σκηνάς, μακέλλας, κάλους, ἱμάντας, ἁλύσεις, γυλιούς, στρωματόδεσμα. καὶ τελαμῶνα δ' ἂν καὶ ζωστῆρα εἴποις καὶ ὄχανα, καὶ κιλλίβαντας, Ἀριστοφάνους (Ach 1087) εἰπόντος
τοὺς κιλλίβαντας οἶσε, παῖ, τῆς ἀσπίδος.
τέκτονος σκεύη σκέπαρνον, πρίων, σφῦρα, τέρετρον τρύπανον τρυπανοῦχος ἀρίς, ῥίνη, πέλεκυς καὶ καθ' Ὅμηρον (N 612) πέλεκκος. ἐν δὲ τῇ ἐν Ὀλυμπίᾳ στήλῃ ἀναγέγραπται τρύπανα τρυπανίας [147] ἔχοντα, ἴσως τὴν ἀρίδα. χαλκέως σκεύη ἄκμων ἀκμοθέτης, ῥαιστήρ, πυράγρα, φῦσαι φυσητήρ ἀκροφύσιον, χοάναι, ἀκόναι θηγάναι, ἐσχαρίδες, κροταφίδες. οἰκοδόμου σκεύη λεῖαι, γλαρίδες ὡς Σοφοκλῆς ἐν Πριάμῳ (fg 486, 488), τύχοι, κανών, διαβήτης, πῆχυς, στάθμη, μολύβδαινα, ὑπαγωγεύς, τάχα δὲ καὶ μοχλίον, εἰ καὶ τοῖς τοιχωρύχοις τοῦτο προστιθέασιν οἱ κωμῳδοποιοί (III p 588. 1084 Ko). καὶ μοχλίσκον δὲ τὸ τοιοῦτον Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις [148] (fg 481) ὠνόμασεν, εἰπὼν 'τοῖχον μοχλίσκῳ καλαύειν.' οἷς προσαριθμητέον καὶ τὰ ἐν Βατράχοις (799) Ἀριστοφάνους,
καὶ πλαίσια ξυμπτυκτὰ πλινθεύσουσί γε
καὶ διαμέτρους καὶ σφῆνας. ἐν δὲ ταῖς Ἀττικαῖς στήλαις ἀναγέγραπται πρίων λιθοπρίστης καὶ καρκίνος λίθους ἔχων. εἴποις δ' ἂν καὶ μηχανὴν λιθαγωγόν. ζωγράφου σκεύη πίνακες πινάκια, κιλλίβαντες καὶ ὀκρίβαντες, γραφίδες [149] ὑπογραφίδες, πυξία. νεωλκοῦ σκεύη φάλαγγες φαλάγγια, ὁλκοί, οὐροί. μεταλλέως σκεύη θύλακες, περίοδος, σάλαξ· καὶ θυλακοφορεῖν μὲν τοὺς μεταλλέας οἱ κωμῳδοὶ (Aristoph fg 789) λέγουσι, περίοδον δὲ καὶ σάλακα Θεόφραστος ἐν τῷ Μεταλλικῷ, (Aristotel fg 261), περίοδον μὲν τὸ ἀγγεῖον ᾧ κατακεραννύουσι τὸν σίδηρον, σάλακα δὲ τὸ τῶν μεταλλέων κόσκινον. ὁ δὲ τορεὺς φρεωρύχων ἐργαλεῖον. ἰατροῦ σκεύη σμίλη, ὑπογραφίς, ὠτογλυφίς, ψαλίς, μηλωτρίς μήλη, ὀδοντοξέστης ὀδοντάγρα, ἐξάλειπτρον, λουτήριον, σικύα, ὑπόθετον, λεκανίς, σπογγία, ἐπίδεσμα, σπληνίον, λαμπάδιον, ποδοστράβη, [150] κλυστήρ· ἔστι γὰρ παρ' Ἡροδότῳ (II 87) τοὔνομα. τάχα δὲ καὶ βάλανος· ἐπὶ γὰρ τοῦ ἐκ στέατος καὶ λίτρου προμήκους πλάσματος, ᾧ ἀντὶ κλυστῆρος χρῶνται, βαλανίσαι Ἱπποκράτησ() λέγει. ἐν δὲ τοῖς Δημιοπράτοις καὶ ῥάκια καὶ κηρωτὴ γέγραπται. κυβευτοῦ σκεύη ἄβαξ ἀβάκιον, κόσκινον, κύβοι, διάσειστοι κύβοι, ἀστράγαλοι, φιμοί, κημοί, τηλία, κήθια κηθίδια, ψῆφοι, πεττοί. σοροποιοῦ σκεύη σορός, πύελος, κιβωτός, ληνός. οἵ τε γὰρ περὶ Ἔραστον καὶ Κορίσκον Πλάτωνι ἐπιστέλλοντες γράφουσι 'ληνὸν Ἀσσίαν τῆς σαρκοφάγου λίθου,' καὶ ἐπάγουσι περὶ τοῦ αὐτοῦ λέγοντες 'σορῷ·' ὅ τε Φερεκράτης ἐν τοῖς Ἀγρίοις ἔφη (I 146. 5 Ko)
ἦ μὴν σὺ σαυτὸν μακαριεῖς, ὅταν
οὗτοί σε κατορύττωσιν. οὐ δῆτ', ἀλλ' ἐγώ
τούτους πρότερον, οὗτοι δὲ μακαριοῦσί με.
καίτοι πόθεν ληνοὺς τοσαύτας λήψομαι;
[151] καὶ μιξάμενοι δ' ἂν εἴποιμεν σκεύη, βαλάντια καὶ βαλαντίδια ὡς ἐν Αἰξὶν Εὔπολις (I 263. 23 Ko). καὶ θυλάκιον δὲ καὶ θυλακίσκον· Ἀριστοφάνης γοῦν ἐν Τριφάλητι (fg 545) τοῦτο ὑποδηλοῖ, ὅταν φῇ
ἔπειτ' ἐπὶ τοὖψον ἧκε, τὴν σπυρίδα λαβών
καὶ θυλακίσκον καὶ τὸ μέγα βαλάντιον.
[152] ἐπὶ τοῦ αὐτοῦ δὲ κύστιν ὑείαν ἐν Ταγηνισταῖς (fg 504)·
ὁ δὲ λύων κύστιν ὑείαν
κἀξαιρῶν τοὺς δαρεικούς.
ἐπὶ τοῦ αὐτοῦ δὲ καὶ σακίον, ὅταν φῇ ἐν Θεσμοφοριαζούσαις (fg 328)
σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται. καὶ πόδα δὲ βαλαντίου ὁ αὐτὸς εἴρηκεν ἐν Βαβυλωνίοισ(89). ἀργυροθήκην δὲ Ἀντιφάνης ἐν Μίδωνι (II 75. 157) εἴρηκεν. εἰ δὲ καὶ τῷ μαρσιπίῳ τις χρῆσθαι βούλοιτο, βοηθήσει αὐτῷ Ἀπολλόδωρος ὁ Καρύστιος εἰπὼν ἐν τῇ Ἐνέα (III 284. 13) 'μαρσίπιόν τι μικρόν.' ἀρύβαλλος δὲ ἐπὶ τοῦ συσπάστου βαλαντίου ἐν Ἀντιφάνους Αὑτοῦ ἐρῶντι (II p 31. 50 Ko) καὶ ἐν Στησιχόρου Κερβέρῳ (fg 11).
[153] γλωττοκομεῖον ἡ θήκη τῶν αὐλῶν· καὶ συβήνην δὲ τὴν τῶν αὐλῶν θήκην καλοῦσιν. καὶ αὐλοὺς ὀστεΐνους, καὶ καλαμίνους αὐλοὺς Ἀριστοφάνης (fg 144) ἔφη. καὶ φορβειὰν τὴν αὐλητικήν (Vesp 582).
[154] καὶ κρουπέζια τὰ τῶν αὐλητῶν ὑποδήματα. τὸ μέντοι γλωττοκομεῖον εἴρηκε Λύσιππος ἐν Βάκχαις (I 702. 5 Ko)·
αὐτοῖσιν αὐλοῖς ὁρμᾷ καὶ γλωττοκομείῳ. ὠνόμασται γὰρ ἀπὸ τῶν γλωττῶν, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τοῦ ἀγγείου γλωττοκομεῖον παρὰ τοῖς νεωτέροις ἔστιν εὑρεῖν, ὡς ἐν τῷ Τιμοκλέους Βαλανείῳ (II p 451. 2 Ko), 'καὶ τὸ γλωττοκομεῖον βαλανεύεται.' καὶ ἐν Ἀπολλοδώρου τοῦ Καρυστίου Διαβόλῳ (III 283. 7 Ko)
μέγα
ὦ Φορμίων γλωττόκομον· οὐκ ὀφθαλμιῶ.
[155] ἐκ δὲ τῶν σκευῶν καὶ γαλεάγρα· τὸ δὲ ὄνομα ἐν τοῖς ἐπιγραφομένοις Δημοσθένους πρὸς Ἀριστογείτονα (fg 53). καὶ μυάγρα· Ἀριστοφάνης δὲ ἐν Φοινίσσαις (fg 563) κέχρηται τῷ ὀνόματι. ἐν δὲ [156] Πλούτῳ (815?) ἶπον τὴν μυάγραν καλεῖ. καὶ Καλλίμαχος δὲ ἔφη (fg 233)
ἶπον τ' ἀνδίκτην τε μάλ' εἰδότα μακρὸν ἁλέσθαι, ὡς καὶ τὸν ἀνδίκτην ὄντα εἶδος μυάγρας. τὸ μέντοι ἐνιστάμενον ταῖς μυάγραις παττάλιον σκανδάληθρον καλεῖται, ὡς ὁ ἐν ταῖς μείζοσι πάγαις πάτταλος ῥόπτρον, τὸ δὲ σπαρτίον ᾧ συνέχεται μήρινθος. τὴν δὲ Ἀνδρομέδαν Κρατῖνος ἐν τοῖς Σεριφίοις (I p 78. 216 Ko) δελεάστραν καλεῖ. Νικοφῶν δὲ τὰς τοιαύτας πάγας ἐν Ἀφροδίτης Γοναῖς (I p 776. 4 Ko) δελέαστρα εἴρηκεν. πέτευρον δέ, οὗ τὰς ἐνοικιδίας ὄρνιθας ἐγκαθεύδειν συμβέβηκεν, Ἀριστοφάνης λέγει (fg 839), ὥσπερ καὶ κρεμάστραν ἐν ταῖς Νεφέλαις (218).
[157] σὺν δὲ τούτοις λεγέσθωσαν δοκοί δοκίδες, ἰκρία, στρωτῆρες, καλυμμάτια. καὶ μετὰ τοῦ κεράμου ἐν τοῖς Δημιοπράτοις καλυπτῆρες κορινθιουργεῖς καὶ ἰκριωτῆρες. ἀκτηρίδα δὲ τὴν βακτηρίαν Ἀχαιὸς ἐν Ἴριδι (TGF 21) ὠνόμασεν· καλεῖται δὲ οὕτως καὶ τὸ τὸν ῥυμὸν τοῦ ἅρματος ἢ τῆς ἁμάξης ἀνέχον ξύλον, ὅταν ἄζευκτος ᾖ, ὃ στήριγγα καλεῖ Λυσίας (fg 330 Tur), ὥσπερ καὶ τὴν κνήμην τῆς ἁμάξης ὁ αὐτὸς (fg 273) ὠνόμασε κνημίαν.
[158] προσθετέον δὲ τούτοις τράπεζαν λογιστηρίαν, πιλίον πῖλον πιλίδιον, τάρπην, ἥ ἐστι πλέγμα ἐκ λύγων, ἔτι δὲ καὶ γύργαθον καὶ θωμόν, Ἀριστοφάνους ἐν Δαιταλεῦσιν εἰπόντος (fg 217)
ἢ μὴ δικῶν τε γύργαθος ψηφισμάτων τε θωμός.
[159] καὶ οἰκίσκον δὲ ὀρνίθειον καὶ οἰκίσκον περδικικὸν Ἀριστοφάνης ἐν Ὁλκάσιν (fg 405, 406) ἔφη. εἰ δὲ μὴ ψευδὴς ὁ Ὑπερείδου λόγος ὑπὲρ Ἁρπάλου (fg 45 Bl), ἐν αὐτῷ γέγραπται 'ἐκπηδήσαντες ἐκ τῶν περδικοτροφείων.' χοιροτροφεῖον δὲ ἐν ᾧ χοῖροι τρέφονται, ὡς Εὔπολις (fg 453) καὶ ἐν Ποαστρίαις Φρύνιχος (I p 381. 41 Ko), τὸ δ' αὐτὸ καὶ χοιροκομεῖον ἐν Ἀριστοφάνους Λυσιστράτῃ (1073).
[160] καὶ γρυμέα δὲ ἀγγεῖόν τι εἰς ἀπόθεσιν, ὃ ἔνιοι πήραν νομίζουσιν. καὶ θύλακος καὶ ἀσκοθύλακος, ὡς ἐν τῷ Ἀριστοφάνους Γηρυτάδῃ (fg 174), καὶ ἀσκοπήρα, ὡς ἐν ταῖς Ὥραις Ἀριστοφάνους (fg 577). καὶ κέστρα δὲ σφύρας τινὸς εἶδος σιδηρᾶς, ὡς ἐν Αἰγεῖ Σοφοκλῆς (fg 19)
κέστρᾳ σιδηρᾶ πλευρὰ καὶ κατὰ ῥάχιν
ἤλαυνε παίων.
ἀλλὰ μὴν καὶ κύρτη σιδηρᾶ ἀγγεῖόν τι, οἷον οἰκίσκος ὀρνίθειος, παρὰ Ἡροδότῳ (I 191) καὶ Ἀρχιλόχῳ (fg 177). καὶ καλιὰ δὲ καὶ καλιὸς ὁ τοιοῦτος οἰκίσκος, ὡς Κρατῖνος Θρᾴτταις (I p 35. 72 Ko)
ἐς τὸν καλιόν, ἢν τύχῃ, καθείργνυται.
[161] ἤδη δὲ καὶ τὸν πρὸς οἰκήσεις ἐπιτήδειον οὕτω λέγουσιν, ὡς ἐν Ἐλπίδι Ἐπιχάρμου εἴρηται (fg 39 Kaibel)
τὸν τοῦ γείτονος καλιόν. ἐν δὲ Εὐπόλιδος Αὐτολύκῳ (I p 268. 42 Ko)
οἰκοῦσι δ' ἐνθάδ' ἐν τρισὶν καλιδίοις,
οἴκημ' ἔχων ἕκαστος.
σάγματα μὲν οὖν ὑποζυγίων κατὰ τοὺς πολλοὺς ἐν τῇ πέμπτῃ τῶν Φιλιππικῶν (Theopompi FHG IV p 643 B) ἔστιν εὑρεῖν, σακκοπήραν δέ, ὡς εἴθισται τοῖς ἰδιώταις λέγειν, ἐν Ἀπολλοδώρου τοῦ Καρυστίου Ἀμφιαράῳ· (III p 280 Ko)
ἐμβαλόντες, ὦ πονηρὲ σύ,
εἰς σακκοπήραν αὐτὸν ἐπιθήσουσί που
ἐφ' ὑποζύγιον.
[162] σίφνιν δ' ἐν τοῖς Ἀττικοῖς ὕμνοις οὐ τὴν γῆν ἔνιοι ἀκούουσιν, ἀλλὰ τὴν σιπύαν, ἐξ ἧς ἡ Δημήτηρ προυκόμιζε τὰς τροφάς. ἀορτῆρα δὲ τὸν ζωστῆρα Φερεκράτης ἐν Γραυσὶ (I 155. 37 Ko) κέκληκεν. ἡ δὲ καυσία πῖλος Μακεδονικὸς παρὰ Μενάνδρῳ (fg 331), ὡς τιάρα Περσικός. καὶ κυρβασίαν δ' Ἀριστοφάνης ἐν Τριφάλητι εἴρηκεν· (fg 546)
καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς· [164] Ἡρόδοτοσ() δὲ καὶ κίταριν. τὸ δὲ τῶν ἐφήβων φόρημα πέτασος· Φιλήμων ἐν Θυρωρῷ (II 487. 34 Ko)
ἐγὼ γὰρ ἐς τὴν χλαμύδα κατεθέμην ποτέ
καὶ τὸν πέτασον.
Τηλεκλείδου δ' ἐν Ἀμφικτύοσιν (I p 211. 3 Ko) εἰπόντος 'δουλοπόνηρον ῥυπαρὸν σκόλυθρον' κάνυστρον ἔνιοι ἀκούουσιν. καὶ ὅταν μὲν ἐν Ἀχαρνεῦσιν εἴπῃ Ἀριστοφάνης (108) ἀχάνας χρυσίου, τὸ [165] ἀγγεῖον ἴσως Περσικόν· ἔνιοι δὲ τὴν θεωρικὴν κίστην οὕτω κεκλῆσθαι νομίζουσιν, ἐν δὲ Ἀριστοτέλους Ὀρχομενίων πολιτείᾳ (fg 566) μέτρον ἐστὶν Ὀρχομένιον τετταράκοντα πέντε μεδίμνους χωροῦν Ἀττικούς. οἱ δὲ κοιτίδας τὰς τῶν Πυθῶδε ἰόντων, ὅτε καὶ τὰ λεβητάρια καλοῦσι παναγρίδας. ξίφους δὲ ὄνομα ἔοικεν εἶναι βαρβαρικὸν ἡ σκάλμη, Σοφοκλέους εἰπόντος ἐν Τρωίλῳ (fg 563)
σκάλμῃ γὰρ ὄρχεις βασιλὶς ἐκτέμνουσ' ἐμούς. τὸ δὲ ὄγκιον σκεῦος πλεκτὸν εἰς ἀπόθεσιν σιδήρου ἢ ἄλλων τινῶν, παρὰ δ' Ὁμήρῳ (φ 61) τῶν Ὀδυσσέως πελέκεων· Ἕρμιππος δ' ἐν [166] Δημόταις (I 229. 16 Ko) ἔφη 'ἔχοντες ἴσον ἀσπίδιον ὀγκίῳ.' παρὰ δὲ Βοιωτοῖς τὸν κάδον σκύφον κεκλῆσθαι λέγουσιν. ἡ δὲ σμινύη καττύς, δερμάτιον ἐντιθέμενον τῇ σμινύῃ, ὅταν ὁ στέλεχος ἀραιὸς ᾖ· καὶ ἔστι τοὔνομα ἐν τοῖς Ἀριστοφάνους Δράμασιν ἢ Νιόβῳ (fg 285). πτανάκα δ' ἐστὶ ψίαθος ἡ ἐν τοῖς ἀκατίοις, ἣν καὶ κάνναν καλοῦσι. κραστήριον δὲ τέτταρα ξύλα εἰς ἄλληλα ἐνηρμοσμένα, τόνῳ ἐνδεδεμένα, ἃ κατήρτων πρὸ τῆς φάτνης τῶν ὑποζυγίων φέρειν αὐτοῖς τὸν χιλόν, ὃν καὶ χόρτον καὶ πόαν καὶ κρᾶστιν τινες ἐκάλουν. ἐκφατνίσματα δὲ αἱ σανίδες αἱ ἀναιρούμεναι ἐκ τῆς φάτνης ὡς καθαίρεσθαι τὰ περιττά.
[167] ἐκ δὲ τῶν σκευῶν ἔστω καὶ προσωπεῖον καὶ μορμολυκεῖον καὶ γοργεῖον καὶ προσωπίς, καὶ ὡς ἐν τοῖς Σοφισταῖς Πλάτων (I p 638. 142 Ko) ὀθόνιον πρόσωπον, καὶ κλῳὸς καὶ κλοιὸς καὶ ἅλυσις καὶ μονάλυσις. ἡ δὲ ἅλυσις οὐ μόνον ἐπὶ τοῦ δεσμοῦ ἀλλὰ καὶ ἐπὶ τοῦ γυναικείου κόσμου ὠνόμασται παρὰ Ἀριστοφάνει, (fg 320. 12) 'σφραγῖδας ἁλύσεις·' Φιλιππίδης δὲ ἔφη (III 310. 33 Ko)
ἁλύσιον εἶχε τετταράκοντα δραχμὰς ἄγον. δεσμὸς μέντοι σιδηροῦς καὶ σκύλαξ, οὗ μέμνηται Πλάτων ἐν Ἑλλάδι (I 606. 23 Ko)
λαβὼν οὖν
τὸν σκύλακα τὸν τοῦ προξένου, κἄπειτα δῆσον αὐτόν.
[168] ἐκ δὲ σκευῶν καὶ ἀναξυρίδες καὶ σκελέαι καὶ ποδίδες καὶ Περσικαί, ὡς Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις (151) τὰς ἀναξυρίδας ἔοικε καλεῖν, Ἀντιφάνης δ' ἐν Σκύθαις ἢ Ταύροις (II 97. 201 Ko) 'σαράβαρα καὶ χιτῶνας πάντες ἐνδεδυκότες.' ἡ δὲ ἁμαξὶς ἁμάξιον μικρόν, καὶ παίζειν τοῖς παιδίοις. καὶ κώδων δὲ ἔστι τῶν σκευῶν καὶ τρυτάνη καὶ ὑστριχίς, τάχα δὲ καὶ κῴδιον καὶ κῳδάριον καὶ ἀρνακίς, καὶ βακτήριον, καὶ σάκκος, καὶ λυχνίς, καὶ πυξίς, καὶ ἕτερόν τι τοιοῦτον καλαμίσκος ὡς ὅταν φῇ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν (1034)
σὺ δ' ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα
εἰς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.
[169] καὶ ἁλία δὲ σκεῦός τι ἦν πύξινον, ᾧ τοὺς ἅλας ἐντρίβουσιν· Ἄρχιππος μέν γε ἐν Ἡρακλεῖ γαμοῦντί (I 680. 13 Ko) φησιν 'ἁλία πυξίνη,' Στράττις δ' ἐν Κινησίᾳ (I 715. 14 Ko)
ἁλμυρόν θ' ὕδωρ,
ἕτερον τε λεπτὸν ἐν ἁλίᾳ κεκομμένον. καὶ ἴσως ἂν ἐοίκοι τούτῳ τῷ ἀγγείῳ ἐν ᾧ τὸ πέπερι λεαίνουσιν. ἀλλὰ μὴν καὶ φορμός φορμίον φορμίσκος φορμίς· ἐν δὲ τῷ Γηρυτάδῃ ὁ Ἀριστοφάνης λέγει (fg 172) 'φορμῷ σχοινίνῳ,' ἐν δὲ τοῖς Δημιοπράτοις καὶ ἁλῶν τρία ἡμιφόρμια πέπραται, ὥσπερ καὶ σησάμων [170] ἡμισάκιον. τάχα δὲ κἂν ὄροφόν τις ὀνομάσειεν, ὅς ἐστι στεγαστὴρ κάλαμος, ὃν καὶ Ὅμηρος (Ω 451) ὀνομάζειν ἔοικεν ἐπὶ τῆς Ἀχιλλέως σκηνῆς. καὶ ἐν Ἀριστοτέλους (fg 268) δὲ ἢ Θεοφράστου Φυσικοῖς γέγραπται 'καλάμου, ὀρόφου, θρυαλλίδος, στροβίλου, πίτυος.' εἴποις δ' ἂν καὶ ὠλένας καὶ ὠλενίδας, καὶ παρωλενίδας ἐν τοῖς Δημιοπράτοις εἰρημένας. καὶ πηνήκην δὲ καὶ προκόμιον, καὶ ὡς Ἀριστοφάνης ἐν Γηρυτάδῃ (fg 181) περίθεσιν· καὶ περιθέτην δέ, ὡς ἐν Ἄμφιδος Ἀλκμαίωνι (II 236. 2 Ko) καὶ Μενάνδρου Ὀλυνθίᾳ (fg 359).
[171] σκεῦος δὲ καὶ ἡ κλῖμαξ· καὶ οἱ ἀναβασμοὶ τῆς κλίμακος κλιμακτῆρες, ὡς ἐν Ἀριστοφάνους Δράμασιν ἢ Κενταύρῳ (fg 277)· ἐν δὲ τοῖς Δημιοπράτοις κλιμάκιον, ἐν δὲ Ἀμειψίου Κόννῳ (I 673. 12 Ko) κλιμακίδα. ἦ που δὲ καὶ τύμπανα καὶ κύμβαλα, σκευῶν ἂν καὶ ταῦτα εἴη καὶ παρδαλῆ καὶ λεοντῆ, καὶ σανὶς καὶ λεύκωμα. καὶ οἷς ἂν ὀρνιθοθῆραι χρῶνται, παγίδες καὶ νεφέλαι καὶ δίκτυα· ἐν Ὄρνισι (194) δ' αὐτῶν Ἀριστοφάνης μνημονεύει.
[172] τὴν δὲ πήραν πηρίδιον εἴποις ἂν ὡς ἐν Σκηνὰς καταλαμβανούσαις Ἀριστοφάνης (fg 486), καὶ θύλακα καθ' Ὅμηρον(), καὶ θύλακον καὶ θυλάκιον καὶ θυλακίσκιον, ὡς ἐν Δαιταλεῦσιν (fg 238) Ἀριστοφάνης, καὶ κώρυκον καὶ κωρύκιον καὶ κωρυκίδα, ὡς ἐν ταῖς Ὁλκάσιν Ἀριστοφάνους (415). καὶ βύσμα δ' ἂν εἴη τῶν χρησίμων, Ἀριστοφάνους εἰπόντος (fg 299. 2) 'βύσμα καὶ γευστήριον.' τοῦτο δὲ βύστραν ἕτεροι κεκλήκασιν, ὡς Ἀναξανδρίδης Κιθαριστρίᾳ (II 143. 23 Ko) καὶ Ἀντιφάνης Ὀρφεῖ (II 85. 180 Ko) 'βύστραν τιν' ἐκ φύλλων τινῶν.' ἀλλὰ μὴν τῷ στεγαστῆρι ὀρόφῳ προσήκοιεν ἂν [173] καὶ οἱ στρωτῆρες καὶ τὰ καλυμμάτια· ἄμφω δὲ ἐν Ἀριστοφάνους Βαβυλωνίοις (fg 72)
πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί. καὶ αὖ πάλιν (fg 73)
ὡς οὐ καλυμματίοις τὸν οἶκον ἤρεφεν. φαίης δ' ἂν κατ' Ἀριστοφάνην λέγοντα ἐν Ὁλκάσι καὶ παττάλους (fg 421) ἐγκρούειν, καὶ σκύταλον ὑποσίδηρον (fg 422) καὶ σμινύδας (fg 402) καὶ ἀγκαλίδας (fg 418), καὶ ὡς ἐν Ταγηνισταῖς νεβρίδα (fg 522) καὶ λίθους πωρίνους (fg 510) καὶ κηρύκιον (fg 518), καὶ ὡς ἐν Ἥρωσιν (fg 303)
ἴθι δή, λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον, καὶ ὡς ἐν Γήραι (fg 127) 'πτωχικοῦ βακτηρίου,' καὶ (fg 128)
βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης καὶ (fg 144) 'καλαμίνους αὐλούς.' τοὺς δὲ κάλως καὶ σχοινία καὶ ὅπλα ἂν εἴποις· Ὅμηρος δὲ καὶ ὅπλον βύβλινον (φ 391).
[174] φαίης δ' ἂν καὶ χρυσώματα καὶ ἀργυρώματα καὶ χαλκώματα ἐν μέρει τῶν σκευῶν, οὐ μόνον ἐν τῇ Ἀναβάσει (IV 18) Ξενοφῶντος εἰπόντος χαλκώμασιν, ἀλλὰ καὶ Ἀριστοφάνους ἐν Πελαργοῖς (fg 436) 'χαλκώματα προσκεφάλαια.' Λυσίας δὲ ἐν τῷ πρὸς Κλέωνα (fg 148 Tur) καὶ ἀργυρώματα καὶ χρυσώματα εἴρηκεν.
[175] καὶ βαίτας δὲ τὰς τῶν ἀγροίκων διφθέρας ἐν τοῖς γυναικείοις μίμοις ὁ Σώφρων (fg 38 Kaibel) ἐκάλεσεν. εἶεν δ' ἂν καὶ ἀμφωτίδες ἐκ τῶν σκευῶν, Πλάτωνός (I p 662. 230 Ko) τε εἰπόντος καὶ ἐν Κερκυόνι Αἰσχύλου (102)
ἀμφωτίδες τοι τοῖς ἐνωτίοις πέλας· Ἀλέξιδος δὲ καὶ δρᾶμα Ἀμφωτίς (II 301 Ko). καὶ ῥιπίδα δ' ἄν τις φαίη πλέγμα τι ψιάθῳ ἢ φορμῷ παραπλήσιον· Κράτης δ' ἐν τοῖς Ἥρωσιν (I 133. 13) ἔφη 'ῥιπίδι κοπραγωγῷ' ἐν δὲ τοῖς Δημιοπράτοις ἀναγέγραπται 'ῥιπαικὰ παγκτόν.' Ὅμηρος δ' ἔφη (ε 256) [176] 'ῥίπεσσι διαμπερὲς οἰσυΐνοισι·' καὶ γὰρ οἰσύα, καὶ οἰσύινα σκεύη, παρὰ δὲ Θουκυδίδῃ (IV 9) καὶ ἀσπίδες οἰσύιναι. καὶ λίνον δ' ἂν εἴποις καὶ στυππεῖον, καὶ κάνναβον καὶ κάνναβιν, καὶ τὸν ἱστὸν τῶν ταῦτ' ἐργαζομένων γέροντα. καὶ ὁλκεῖον ἀγγεῖον ὑγρῶν τε καὶ ξηρῶν, ὡς ἐπὶ τὸ πολὺ χαλκοῦν, ὡς ἐν Ἀρρηφόρῳ Μενάνδρου (fg 73) 'ἢ χαλκοῦν μέγα ὁλκεῖον·' ἐν δὲ Φιλήμονος Γάμῳ (II 485. 25 Ko)
ὁλκεῖον εἶδον ἐπὶ τραπέζῃ κείμενον
πυρῶν τι μεστόν. εἴποις δ' ἂν καὶ μηλωτὴν τὴν τοῦ προβάτου δοράν, Φιλήμονος εἰπόντος ἐν Εὐρίπῳ (II 483. 17 Ko) 'στρῶμα μηλωτήν τ' ἔχει.' καὶ σκεῦός τι ὁλοσίδηρον, ὡς ἐν Ἀντιφάνους Φιλίσκῳ (II 104. 216 Ko), [177] καὶ ἄλλο μονόξυλον, ὡς ἐν Πλάτωνος Νόμοις (956 A). Κρατίνου δ' εἰπόντος ἐν Νεμέσει (fg 115) 'ἐν τῷ κυφῶνι τὸν αὐχέν' ἔχων' ἦ που νοητέον ὡς σκεῦος ἦν τι ἀγορανομικόν, ᾧ τὸν αὐχένα ἐνθέντα δεῖ μαστιγοῦσθαι τὸν περὶ τὴν ἀγορὰν κακουργοῦντα. καὶ νάρθηκα δ' ἂν εἴποις, Πλάτωνος (Phdon 69 C) μὲν καὶ ναρθηκοφόρους ὀνομάσαντος, Ἴωνος δὲ ἐν τῷ Μεγάλῳ δράματι (TGF 15) εἰπόντος 'ψαθαρὸν νάρθηκα.' ζυγὸν δὲ εἴποις ἂν ὑποζυγίων, καὶ τὸ τῆς τρυτάνης καὶ τὸ τῆς νεὼς καὶ τὸ τοῦ ὑποδήματος καὶ τὸ τοῦ χοροῦ· Δεινόλοχος δ' ἐν Ἀμαζόσιν (CGF 149. 2 Kaibel) ἔφη καπηλικοῦ ζυγοῦ. τὸ δὲ ξυρὸν πολλῶν εἰρηκότων, παρατηρητέον ὅτι Ἄρχιππος ἐν τῷ Ῥίνωνι (I 688. 42 Ko) ἀρρενικῶς αὐτὸ εἴρηκεν.
[178] φλοΐνην δὲ ἐσθῆτα Ἡροδότου (III 98) εἰπόντος, σοὶ τοῦτο ὑπάρχει λέγειν καὶ ἐπὶ τῶν ἄλλων πλεγμάτων, οἷον φλοΐνην σπυρίδα ἢ ψίαθον ἢ ὁτιδήποτε, μάλιστα καὶ Εὐριπίδου ἐν Αὐτολύκῳ σατυρικῷ (fg 284) εἰπόντος 'σχοινίνας γὰρ ἵπποισι φλοΐνας ἡνίας πλέκει.' ἡ δὲ ὕλη ὅθεν ἐπλέκετο, φλοῦς μὲν κατὰ τοὺς Ἴωνας, φλέως [179] δὲ κατὰ τοὺς Ἀττικούς. εἴη δ' ἂν καὶ κόιξ ἕν τι τῶν πλεγμάτων, ὃν οἱ μὲν Δωριεῖς κόιν καλοῦσιν, ὡς Ἐπίχαρμος Πίθωνι (fg 113 Kaibel)
ἢ θύλακον βόειον ἢ κόιν φέρειν
ἢ κωρυκίδα, οἱ δὲ Ἀττικοὶ κόικα, ὡς Φερεκράτης Κοριαννοῖ (I 166. 78 Ko)
πᾶς δ' ἀνὴρ ἔσαττε τεῦχος ἢ κόικ' ἢ κωρύκους. σαφῶς δὲ αὐτὸ Ἀντιφάνης ἐν Βομβυκιῷ (II 37. 63 Ko) δηλοῖ, εἰπὼν
ἀγγεῖον ἀλφιτήριον ἢ κόιξ ἐστίν. εἴη δ' ἂν καὶ φείδων τι ἀγγεῖον ἐλαιηρόν, ἀπὸ τῶν Φειδωνείων μέτρων ὠνομασμένον, ὑπὲρ ὧν ἐν Ἀργείων πολιτείᾳ Ἀριστοτέλης [180] (fg 483) λέγει. καὶ στέγαστρον δὲ ὅστις ἐθέλοι ὀνομάζειν, ᾗπερ ἡ πολλὴ χρῆσις, τὴν στεγαστρίδα διφθέραν, τὸν σκύτινον τοῦτον χιτῶνα, καταφευγέτω ἐπὶ τὸν Αἰσχύλον (fg 367) εἰπόντα, 'ὀστέων στέγαστρον.' κίσται δ' οὐ μόνον ὀψοφόροι, οὐδ' ἄλλως ἀγγεῖα εἰς ἐσθήτων ἀπόθεσιν, ἀλλὰ καὶ αἱ τῶν φαρμακοπωλῶν ἂν καλοῖντο, ὡς ἐν Ἀμφιαράῳ Ἀριστοφάνης (fg 28)
καὶ τοὺς μὲν ὄφεις, οὓς ἐπιπέμπεις,
ἐκ κίστῃ που κατασήμηναι,
καὶ παῦσαι φαρμακοπωλῶν·
ὥσπερ που καὶ Θεόπομπος ἐν Ἀλθαίᾳ (I p 733. 2 Ko)
τὴν οἰκίαν γὰρ εὗρον εἰσελθὼν ὅλην
κίστην γεγονυῖαν φαρμακοπώλου Μεγαρικοῦ.
[181] τὸ μέντοι δέρμα ᾧ ὑποζώννυνται αἱ λουόμεναι γυναῖκες ἢ οἱ λούοντες αὐτάς, ᾤαν λουτρίδα ἔξεστι καλεῖν, Θεοπόμπου εἰπόντος ἐν Παισὶν (I 743. 37 Ko)
τὴν δὲ περιζωσάμενος ᾤαν λουτρίδα,
κατάδεσμον ἥβης περιπέτασον. Φερεκράτης δὲ ἐν Ἰπνῷ (I 169. 62 Ko) καταλέγων τὰ ἐργαλεῖα τῆς παιδοτριβικῆς,
ἤδη μὲν ᾤαν λουμένω προζώννυται.
[182] οὕτω δὲ τὴν μηλωτὴν ἐκάλουν, ἴσως ἀπὸ τῆς ὄιος. τοῖς δὲ στρατιώταις καὶ ἀντὶ μάκτρας ὑπουργεῖ· ὅπερ ἐν Στρατιώταις Ἕρμιππος (I p 241. 57 Ko) ὑποδηλοῖ, λέγων 'νικᾷ δ' ᾤα λιθίνην μάκτραν.' καὶ κέραμον δ' ἂν εἴποις, καὶ κέραμον στεγαστῆρα· ἐν δὲ τοῖς Δημιοπράτοις καὶ κέραμον Ἀττικὸν καὶ κέραμον Κορίνθιον. κεραμίδα δὲ Θουκυδίδου εἰπόντος ἐν τῇ Πλαταϊκῇ πολιορκίᾳ (III 22. 4), κεράμια τὰς κεραμίδας Ἀριστοφάνης ἐν Σφηξὶ (205) καλεῖ, λέγων
[183] ὑποδυόμενός τις οὑτοσί
ὑπὸ τῶν κεραμίων ἡλιαστὴς ὀροφίας· οἱ δὲ καὶ κεραμίδων γράφουσιν. καὶ σφύρᾳ μέν τι ὅμοιον ἢ κροταφίδι σιδηρᾷ εἴη ἂν ἡ κέστρα, δεσμῷ δ' ἂν ἐοίκοιεν αἱ στραγγαλίδες, Στράττιδος ἐν Φοινίσσαις εἰπόντος (I 726. 48 Ko) 'οὐδὲ σχοινί' οὐδὲ στραγγαλίδες εἰσίν.' κάνναι δὲ πλεγμάτιόν τι ἐστίν, οὗ μέμνηται ἐν Σφηξὶν Ἀριστοφάνης (394)·
οὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω. καὶ Φερεκράτης ἐν Ἰπνῷ (I 161. 62 Ko)
σκηνὴ περίερκτος περίβολος κάνναισι.
[184] μάλιστα δ' ἐχρῶντο τῷ πλέγματι τούτῳ ἐς τὰ περιφράγματα, ὡς ἐν τῇ Πυτίνῃ ὁ Κρατῖνος (I 73. 197 Ko) περὶ τῶν τριήρων λέγει
οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν
οὐδὲ κάννης. τὸν μέντοι ταύτας πλέκοντα καννηνοποιὸν Ἱππῶναξ (fg 116) κέκληκεν. ἐν δὲ τοῖς μέτροις τοῖς τῶν ὑγρῶν εἴη ἂν καὶ μάρις, Ἀριστοτέλους ἐν τῷ ὀγδόῳ περὶ ζῴων ἱστορίας (p 596. 6) εἰπόντος 'οἴνου πέντε μάρεις. ἔστι δὲ ὁ μάρις ἓξ κοτύλαι.'
[185] καὶ γῆν δὲ κεραμῖτιν εἴποις ἂν καὶ γῆν κεραμίδα, ἢ ὡς Σαννυρίων ἐν Γέλωτι (I 793. 4 Ko), 'κεραμικὴν γαῖαν στρέφων.' οὗ μέντοι οἱ κεραμεῖς τὰς πλίνθους ἔπλαττον, πλινθεῖον καλεῖ τὸν τόπον ἐν Δράμασιν ἢ Νιόβῳ Ἀριστοφάνης (fg 283), περὶ τοῦ Κυκλοβόρου τοῦ ποταμοῦ λέγων
ὁ δ' ἐς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε. τοῖς δὲ σκεύεσιν εἰ βούλοιτό τις προσαριθμεῖν καὶ κάδον πίττινον ἔξεστιν, Ἀριστοφάνους ἐν Δράμασιν ἢ Κενταύρῳ εἰπόντος (fg 269)
ἀλλ' εἰς κάδον λαβών τιν' οὔρει πίττινον.
[186] καὶ στόμωμα μὲν σιδηροῦν ὅστις ἐν τοῖς ἀποθέτοις σκεύεσιν ἀριθμοῖ, Κρατῖνος ἂν αὐτῷ συναινοῖ, λέγων ἐν Χείρωσι (I 88. 247 Ko) 'Χαλυβδικὸν στόμωμα.' εἰ δὲ καὶ πλέγμα τι σπάρτινον ἢ σάκον σπάρτινον ἐθέλοις καλεῖν, καὶ πρὸς τοῦτο Κρατῖνός σοι βοηθεῖ ἐν Νεμέσει λέγων (I 49. 110 Ko)
σπάρτην λέγω γε σπαρτίδα τὴν σπάρτινον. φαίης δ' ἂν καὶ σίσυρναν, Αἰσχύλου μὲν ἐν Κήρυξι (fg 109) σατύροις λέγοντος 'καὶ τῆς σισύρνης τῆς λεοντέας,' Σοφοκλέους δ' ἐν Μούσαις (fg 379)
ψαλίδας τιάρας καὶ σισυρνώδη στολήν.
[187] ἐπεὶ δὲ καὶ ἀσκὸν καὶ ἀσκίδιον καὶ τὰ τοιαῦτα προειρήκαμεν, οὐδὲν κωλύει καὶ μολγὸν εἰπεῖν, ὅς ἐστι κατὰ τὴν τῶν Ταραντίνων γλῶτταν βόειος ἀσκός· ὅθεν καὶ Θεοδωρίδας (Jacobs Antholg Gr III 3 p 960) τὸν Ἥφαιστον ἔφη φυσητῆρσι μολγίνοις χρῆσθαι. καὶ Ἀριστοφάνης γε χρησμόν τινα παίζει (fg 694)
μή μοι Ἀθηναίους ἀνεῖτ', οἱ μολγοὶ ἔσονται, τὸ ἄπληστον αὐτῶν ὑπαινιττόμενος. τῶν δὲ ἐν οἰκίᾳ σκευῶν καὶ σκῦτος καὶ μάστιγες καὶ τροχοὶ καὶ πέδαι καὶ στρέβλαι. καὶ ἐπὶ ἐκπώματος δ' ἂν εἴποις, ἢ ἄλλου κατασκευάσματος, ὅτι λιθοκόλλητον ἦν, ὡς ἐν τῷ Μενάνδρου Παιδίῳ (fg 372)
χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν.
καλὸν ἦν ἂν οὕτως.
[188] ἐπεὶ δὲ ἥλους οἱ πολλοὶ καὶ ἡλίσκους οἱ κωμῳδοὶ λέγουσιν, ἰστέον ὅτι καὶ κυνδάλους τοὺς ἥλους ὀνομάζουσιν· ἐν γοῦν τῇ τοῦ νεὼ ποιήσει, ἣν ἢ Φίλων ἢ Θεόδωροσ() συνέθηκε, γέγραπται 'κυνδάλους δὲ ἐχέτω ζυγὸν ἕκαστον.' φαίης δ' ἂν ἐπὶ τοῦ αὐτοῦ καὶ πῶμα καὶ ἐπίθημα, οἷον πίθου ἢ λέβητος ἢ φαρέτρας. ἐν γοῦν τῇ Ἀριστοφάνους Εἰρήνῃ γέγραπται (fg 295)
τὴν δ' ἀσπίδα
ἐπίθημα τῷ φρέατι παράθες εὐθέως· Ὅμηρος (I 314) δ' ἔφη 'ὡς εἴτε φαρέτρῃ πῶμ' ἐπιθείη.'
[189] τὸ μὲν δὴ ξύλον ᾧ περιπλάττουσι τὸν πηλὸν οἱ κοροπλάθοι, κάναβος καλεῖται· ὅθεν καὶ Στράττις ἐν τῷ Κινησίᾳ (I p 716. 20 Ko) τὸν Σαννυρίωνα διὰ τὴν ἰσχνότητα κάναβον καλεῖ· αὐτὸ δὲ τὸ πήλινον, ὃ περιείληφε τὰ πλασθέντα κήρινα, ἃ κατὰ τὴν τοῦ πυρὸς προσφορὰν τήκεται καὶ πολλὰ ἐκείνῳ τρυπήματα ἐναπολείπεται, μίλιγδος [190] καλεῖται· ὅθεν καὶ Σοφοκλῆς ἔφη ἐν Αἰχμαλώτισιν (fg 32)
ἀσπὶς μὲν ἡ μίλιγδος ὣς πύκνωμά τι. ἐπιπόρπαμα δὲ κιθαρῳδοῦ σκευή, ὡς Πλάτων ἐν Ταῖς ἀφ' ἱερῶν (I 603. 10)
δότω τὴν κιθάραν τις ἔνδοθεν
καὶ τοὐπιπόρπαμα. ἔξεστι δὲ καὶ ἀγγεῖα ὀστράκινα τὰ κεράμεα ἢ γήινα εἰπεῖν· ἐν γοῦν τῷ Ποιητῇ Πλάτων φησὶ (I 632. 114 Ko)
θαυμάζω τὸν τὴν δαπιθάκνην
πότερον ὀστρακίνην ἢ βίβλον ἔχων τὴν δήποτε. Ἡρόδοτος (IV 70) δὲ καὶ κεραμίνην κύλικα ἔφη, καὶ ὁ Ἀναξίλας Βοτρυλίωνι (II 265. 5 Ko)
κοὐκ ἄν γέ μοι τουτὶ γένοιτο κεράμινον.
[191] ἔστι δὲ καὶ ἑλένη πλεκτὸν ἀγγεῖον σπάρτινον, τὰ χείλη οἰσύινον, ἐν ᾧ φέρουσιν ἱερὰ ἄρρητα τοῖς Ἑλενηφορίοις. εἰ δὲ βούλει καὶ ἄλλα τῶν ἱερῶν σκευῶν, ἔστι μὲν ὑφάσματα, καλεῖται δὲ ἰστριανόν, προτόνιον, ἡμίμιτρον. ποδώνυχον ἡ ἐσθὴς ἡ τῆς ἱερείας [192] τῆς Πανδρόσου. τὰ μὲν ἄλλα καλύμματα ἱερῶν τὰ δὲ ἐπίπομπα παραπόμπεια καλεῖται. ὅταν δὲ Δημοσθένης (XLVIII 12) εἴπῃ σακχυφάντας, τοὺς πλέκοντας ταῖς γυναιξὶ τοὺς κεκρυφάλους ἀκούουσιν. σκευῶν δὲ ἐν Εὐπόλιδος Πόλεσι κατάλογος, (I 320. 228)
καρδόπους τε καὶ
κρατῆρας ὀκτὼ δὲ χύτρας δύο τρυβλίω,
κνέφαλλα δέκα, θέρμαυστριν, ἓξ θρόνους, χύτραν,
κάννας ἑκατόν, κόρημα, κιβωτόν, λύχνον.