639 48 0 2 2 0 II-III d. C. Storiografia Cassius Dio XX Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae XX

[66]   ὅτι ὁ Περσεὺς παντελῶς τοὺς Ῥωμαίους ἐκ τῆς Ἑλλάδος ἐκβαλεῖν ἤλπισεν, τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φειδωλίᾳ καὶ τῇ δι' αὐτὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αὖθις ἐγένετο. ἐπειδὴ γὰρ τά τε τῶν Ῥωμαίων ὑπεδίδου καὶ τὰ ἐκείνου ἐπηύξετο, κατεφρόνησεν ὡς οὐδὲν ἔτι τῶν συμμαχικῶν δεόμενος, ἀλλ' ἤτοι καὶ προῖκά οἱ αὐτῶν βοηθησόντων, ἢ καὶ καθ' ἑαυτὸν κρατήσων, καὶ οὔτε τῷ Εὐμενεῖ οὔτε τῷ Γεντίῳ τὰ χρήματα ἃ ὑπέσχητο ἀπέδωκε, νομίσας οἰκείαν αὐτοὺς αἰτίαν ἔχθρας πρὸς Ῥωμαίους ἔχειν. τούτων τε οὖν καὶ τῶν Θρᾳκῶν (οὐδὲ γὰρ οὐδ' ἐκεῖνοι ἐντελῆ τὸν μισθὸν ἐλάμβανον) ἀπροθύμων γενομένων ἐς τοσοῦτο αὖθις ἀπογνώσεως ἀφίκετο ὥστε καὶ σπονδῶν δεηθῆναι. V. 57 (p. 610).

[2]    ὅτι ὁ Περσεὺς σπονδῶν ἐδεήθη παρὰ Ῥωμαίοις, κἂν ἔτυχεν αὐτῶν, εἰ μὴ οἱ Ῥόδιοι συνεπρέσβευσαν αὐτῷ δέει τοῦ μὴ Ῥωμαίοις τὸν ἀντίπαλον ὑπεξαιρεθῆναι. μέτριον μὲν γὰρ οὐδέν, οἷα δεομένους εἰκὸς ἦν εἰπεῖν, ἔλεξαν· καὶ τῆς εἰρήνης οὐκ αἰτηταὶ μᾶλλον τῷ Περσεῖ ἢ δόται ὄντες, ἄλλα τε πολλὰ ὑπερήφανα διελέχθησαν, καὶ τέλος ἠπείλησαν τοῖς αἰτίοις τοῦ μὴ συμβῆναί σφας γενομένοις μετὰ τῶν ἑτέρων πολεμήσειν. κἀκ τούτου οὐδὲ τὸ πρὶν ἀνύποπτοι τοῖς Ῥωμαίοις ὄντες μᾶλλον διεβλήθησαν, καὶ τὸν Περσέα τῶν σπονδῶν τυχεῖν ἐκώλυσαν. U4G 13 (p. 382) et v. 14. 15 Suid. s. v. αἰτηταί.

[3]    ὅτι ὁ Περσεὺς ἐν Σαμοθρᾴκῃ ὢν ἐν τῷ ἱερῷ, καὶ ἐξαιτηθεὶς Εὔανδρόν τινα, γένος μὲν Κρῆτα, πιστότατον δὲ ὄντα καὶ ἄλλα τε πολλὰ ἑαυτῷ κατὰ τῶν Ῥωμαίων ὑπουργηκότα καὶ τὴν τοῦ Εὐμενοῦς ἐπιβουλὴν τὴν ἐν τοῖς Δελφοῖς γενομένην συνεσκευακότα, οὐκ ἐξέδωκε ‹μέν›, φοβηθεὶς μὴ κατείπῃ ὅσα αὐτῷ συνῄδει, λάθρᾳ δὲ ἀποκτείνας διέδωκε λόγον ὅτι ἑαυτὸν προαπεχρήσατο. οἱ δὲ συνόντες οἱ φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ καὶ τὴν μιαιφονίαν μεθίστασθαι ἤρξαντο. V. 58 (p. 610).

[4]    ὅτι ὁ Περσεὺς ἐθελοντὴς εὑρέθη, καὶ αὐτὸν ἐς τὴν Ἀμφίπολιν ἀχθέντα ὁ Παῦλος οὐδὲν οὔτε ἔργῳ οὔτε λόγῳ δεινὸν ἔδρασεν, ἀλλὰ καὶ προσιόντι οἱ ὑπαναστὰς τά τε ἄλλα ἐδεξιώσατο καὶ ὁμόσιτον ἐποιήσατο, ἔν τε [ἐν] φυλακῇ ἀδέσμῳ καὶ ἐν θεραπείᾳ πολλῇ ἦγε. V. 59 (p. 613).

[67]

[1]    ὅτι ὁ Παῦλος οὐ στρατηγῆσαι μόνον ἦν ἀγαθὸς ἀλλὰ καὶ χρημάτων ἀδωρότατος. τεκμήριον δέ· δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ὥστε χαλεπῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι. τοιοῦτος [2] μὲν οὖν ἦν καὶ τοιαῦτα ἔπραξεν· τοῦτο δὲ μόνον ὥσπερ τινὰ κηλῖδα [ἐν] τῷ τούτου βίῳ προστετρῖφθαι νομίζουσι, τὸ διαρπάσαι τοῖς στρατιώταις τὰ χρήματα ‹ἐπιτρέψαι›, τἆλλα οὐκ ἄμοιρον χαρίτων ἄνδρα γενόμενον, καὶ μέτριον μὲν ἐν ταῖς εὐπραγίαις, εὐτυχέστατον δὲ ἅμα καὶ εὐβουλότατον ἐν τοῖς πολεμίοις ὀφθέντα. μαρτύριον δὲ τὸ μήτε πρὸς τὸν Περσέα ὑπέρογκον καὶ ἀλαζόνα δειχθῆναι, μήτε τὸν πρὸς αὐτὸν πόλεμον κακῶς καὶ ἀπροβούλως ἀγωνίσασθαι. V. 60 (p. 613).

[68]

[1]    ὅτι οἱ Ῥόδιοι φρόνημα πολὺ πρότερον σχόντες ὡς καὶ αὐτοὶ τόν τε Φίλιππον καὶ τὸν Ἀντίοχον νενικηκότες τῶν τε Ῥωμαίων κρείττους ὄντες, ἐς τοσοῦτον δέους ἀφίκοντο ὥστε καὶ πρεσβευτὴν πρὸς τὸν Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα σταλέντα Ποπίλιον μεταπέμψασθαι, καὶ παρόντος αὐτοῦ καταψηφίσασθαι πάντων τῶν τἀναντία τοῖς Ῥωμαίοις φρονησάντων, τούς τε συλληφθέντας αὐτῶν ἐπὶ τιμωρίαν πέμψαι. U4G 14 (p. 382) 6 Suid. s. v. φρόνημα,

[2]    ὅτι οἱ αὐτοὶ πρεσβευσάμενοι πρὸς αὐτοὺς πολλάκις, ὥς που καὶ ἐδέοντό τινος, οὐδὲν ἔτ' αὐτοῖς προσέφερον ὧνπερ καὶ πρότερον, ἀλλ' ὅσα ἐς τὸ παραιτήσασθαι μὴ μνησικακεῖν σφισιν αὐτοὺς χρήσιμα ἐξ ὧν ὑπούργησάν ποτε αὐτοῖς λαβεῖν ἐδύναντο, μόνα [3] ἔλεγον, καὶ τήν γε πρόσρησιν τῆς συμμαχίας τῆς πρὸς αὐτοὺς μὴ προσδεχόμενοι πρόσθεν, ἵνα ὡς καὶ μετατάξασθαί ποτε ἀπ' αὐτῶν ἐκ τοῦ μηδεμίαν ἔνορκον ἀνάγκην φιλίας ἔχειν δυνάμενοι φοβεροί τε αὐτοῖς ὦσι καὶ πρὸς τῶν ἀεὶ πολεμούντων σφίσιν ἐπιθεραπεύωνται, τότε καὶ πάνυ προσθέσθαι ἐσπούδαζον, τήν τε παρὰ τῶν Ῥωμαίων εὔνοιαν ἅμα βεβαιούμενοι, καὶ τιμὴν ἐκ τούτου καὶ παρὰ τῶν ἄλλων θηρώμενοι. U4G 15 (p. 382).

[69]

[1]    ὅτι ὁ Προυσίας αὐτὸς ἔς τε τὴν Ῥώμην καὶ ἐς τὸ βουλευτήριον ἐσελθὼν τόν τε οὐδὸν αὐτοῦ κατεφίλησε καὶ τοὺς βουλευτὰς θεοὺς ἐπωνόμασε καὶ προσεκύνησεν. ἐξ οὗπερ καὶ ἠλεήθη ὅτι μάλιστα, καίτοι καὶ τῷ Ἀττάλῳ παρὰ τὴν τῶν Ῥωμαίων γνώμην πολεμήσας. ἐλέγετο γὰρ καὶ οἴκοι τοὺς πρέσβεις αὐτῶν, ὁσάκις ἀφίκοιντό τινες, προσκυνεῖν, ἀπελεύθερόν τε ἑαυτὸν τοῦ δήμου ἐπεκάλει, καὶ πιλίον πολλάκις ἐπετίθετο. U4G 16 (p. 383).