13189 807 6 55 60 0 II d. C. ? Psicologia Artemidorus IV Onirocriticon Pack, R.A., Leipzig, Teubner, 1963. 0

Artemidorus - Onirocriticon IV

IV

Αρτεμίδωρος Ἀρτεμιδώρῳ τῷ υἱῷ χαίρειν

[prol]    Ἐπειδὴ κατὰ δαίμονα καὶ τὴν τοῦ κρατίστου Κασσίου Μαξίμου σπουδὴν προετράπην ὀνειροκριτικὰ βιβλία ποιῆσαι, ὅπως τῷ ἑταίρῳ χαρισαίμην καὶ τὴν ἐμαυτοῦ σοφίαν μὴ σιγῇ παραδοὺς καὶ ὄκνῳ ματαίως ἀναλώσαιμι, καὶ ταῦτα, ὅπως εἶχον δυνάμεως, ὥς γε ἐμαυτὸν εἰδέναι οὔτε τοῦ μεγαλείου τῆς τέχνης ἀποδέοντα οὔτε πρὸς αὐτάρκειαν ἐνδεῶς ἔχοντα τοῖς γε μὴ παντελῶς ἀνοήτοις ἐποίησα συναγαγὼν ἕκαστα τῶν ὁρᾶσθαι δυναμένων καὶ ἐν χρήσει ὄντων ἐνυπνίων, τάξει τινὶ καὶ ἀκολουθίᾳ χρησάμενος ὁμοίᾳ βίῳ ἀνθρωπίνῳ, ἀπὸ γενέσεως ἄχρι θανάτου καθ' ἕκαστον τῶν πραττομένων ἐμπεριλαβὼν καὶ πρὸς ὅ τι τὴν ἀναφορὰν ἕκαστον ἔχειν καὶ εἰς ὅ τι ἀποβαίνειν δύναται, οὐχὶ ψιλῇ εἰκασίᾳ ἀλλὰ πείρᾳ καὶ τῇ τῶν ἀποτελεσμάτων μαρτυρίᾳ πειθόμενος. καὶ ὅσα σπερματωδέστερα καὶ οὐκ ἐξειργασμένα οἱ παλαιοὶ συνέγραψαν, ἐξειργασάμην εἰς λεπτὴν καὶ ἀληθῆ διαίρεσιν, καὶ ὅσα καινοτέρας ἔχοντα τὰς ἐκβάσεις ἢ καὶ αὐτὰ καινὰ ὄντα ὑπέπιπτε συμπεριέλαβον. καὶ ἐδόκουν ἀποχρώντως ἔχειν τὴν πραγματείαν δυσὶ περιωρισμένην βιβλίοις. ἔπειτα μέντοι διαπεφευγότα τινὰ τὴν πραγματείαν ηὑρίσκετο, μικρὰ μὲν καὶ οὐ πολλῆς ἄξια φροντίδος, ὅμως δὲ ἐπιζητούμενα ὑπὸ τῶν ὀνυχιζόντων πάντα καὶ μηδὲν ἀβασάνιστον εὑρίσκειν πειρωμένων. ἀθροίσας οὖν, ὡς ἐνῆν, τὰ πλεῖστα καὶ ‹μάλιστ'› ἀξιόλογα οὐχὶ καθ' ὑποθέσεως μιᾶς λόγον (οὐδὲ γὰρ οὐδὲ ἐνεδέχετο τά γε οὕτως ἀλλήλων κεχωρισμένα σωματοποιεῖν καὶ εἰς ἓν συνάγειν) ἀλλ' ὡς ἐν ἐπιδρομῇ λόγων τρίτον βιβλίον τὸ Φιλάληθες ἢ Ἐνόδιον ἐποίησα. ἦν δὲ ἄρα τις ἐν ἀνθρώποις Μῶμος ἀπεληλαμένος θεῶν καὶ δαιμόνων οὐκ ἀγαθός, ᾧ χρὴ κατὰ τὸ καρτερὸν ἐνίστασθαι ἐπιστάμενον ὅτι πλείοσιν ὅπλοις πρὸς τὰ κρείττονα τῶν ἔργων ἀγωνίζεται. καὶ γὰρ νῦν αἰσθάνομαί τινων τοῖς βιβλίοις ἐγκαλούντων ὡς τῶν μὲν ἐν αὐτοῖς γεγραμμένων ἀληθείας μὲν οὐδ' ὁτιοῦν ἀποδεόντων, οὐ πάντων δὲ ἐξειργασμένων οὐδὲ ᾐτιολογημένων, ἔστι δὲ ὧν καὶ παραλελειμμένων ἀναγκαίων ὄντων τῇ ὑποθέσει. διὸ μετὰ πολλῆς ἐπιστροφῆς ὑπέρ τε ἐμαυτοῦ καὶ σοῦ ὡρμήθην ἐπὶ τὴν συγγραφὴν τοῦδε τοῦ βιβλίου, ὅπως ἂν ἔχῃς πρὸς ἕκαστα ἐπιβόλως τε, εἰ αὐτὸ μόνον δέοι κρίνειν, καὶ πρὸς τοὺς ζητητικοὺς τῶν ἀνθρώπων εὐκόλως πρὸς ἀπόκρισιν, μεμνημένος ὅτι σοι προσπεφώνηται τὸ βιβλίον, ὅπως ἂν αὐτὸς ἔχῃς χρῆσθαι καὶ μὴ πολλοῖς κοινωνῇς ἀντιγραφῶν. τὰ γὰρ ἐνταῦθα γραφησόμενα μένοντα μὲν παρὰ σοὶ πάντων ὑπέρτερον ἢ οὐδενός γε λειπόμενον ὀνειροκριτικόν σε ποιήσει, κοινωθέντα δὲ οὐδέν τι μᾶλλον ἑτέρων σε ἐπιστάμενον ἐπιδείξει. εὖ γὰρ ἴσθι ὅτι τῶν λόγων τῶν ἡμετέρων ἥττονές εἰσι πολλοὶ καὶ σχεδὸν πάντες, οἷς ἐπιμελές ἐστι τὸ κατορθοῦν ἐν μαντικῇ. κανονικῶς οὖν καὶ ὁρικῶς [περὶ] τῶν ζητουμένων ἕκαστά σοι κατὰ τὴν ὑπόθεσιν τὴν ἐν τοῖς πρώτοις δυσὶ βιβλίοις ἀπ' ἀρχῆς ἀναγράφω.

   Πρὸς μὲν οὖν τοὺς μὴ πάντα ᾐτιολογῆσθαι λέγοντας ὀρθῶς ἐρεῖς τὸ ἐκ τοῦ προοιμίου τοῦ πρώτου βιβλίου ῥητόν, πλὴν εἰ μὴ τοῦτο οὕτω σαφὲς εἴη, ὡς περιττὴν ἡγεῖσθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν· πρὸς δὲ τοὺς μὴ πάντα ἐξειργάσθαι λέγοντας καὶ τούς τινα παραλελεῖφθαι ἐρεῖς ὅτι ἔνιά τισιν ὅμοια ὄντα ὡς εὔγνωστα παραλέλειπται ἢ οὐκ ἐξείργασται, ὡς στρόφιον διαδήματι καὶ λαγὼς ἐλάφῳ καὶ κάμηλος ἐλέφαντι καὶ κρόκος μύροις καὶ ὅσα ἄλλα ἐστὶν εὐώδη, καὶ ὅτι χοῖρος καὶ ὄρνιθες ταῖς ἑαυτῶν σαρξὶ τὸν αὐτὸν ἔχουσι λόγον. πρὸς δὲ τοὺς πυνθανομένους περὶ ὀνείρου καὶ ἐνυπνίου διαφορᾶς ἐπιμελῶς προεῖπον ὅτι ἕτερόν ἐστι τοῦ ὀνείρου τὸ ἐνύπνιον καὶ οὐ ταὐτόν. ἀλλὰ καὶ τὸν ὄνειρον ἐνύπνιον καλῶς εἴποι τις ἄν· ὅταν δὲ τεχνικῶς λέγῃ τις, κυρίως ἕκαστον χρὴ καλεῖν, καὶ τὸ μὲν ἀσήμαντον καὶ οὐδενὸς προαγορευτικὸν ἀλλ' ἐν μόνῳ τῷ ὕπνῳ τὴν δύναμιν ἔχον, γινόμενον δὲ ἐξ ἐπιθυμίας ἀλόγου ἢ ὑπερβάλλοντος φόβου ἢ πλησμονῆς ἢ ἐνδείας [τροφῆς], ἐνύπνιον χρὴ καλεῖν, τὸ δὲ μετὰ τὸν ὕπνον ἐνεργὲς ὂν καὶ ἀποβησόμενον ἐς ἀγαθὸν ἢ κακὸν ὄνειρον δι' ἃς αἰτίας ἐκεῖ προείρηκα. ὅταν δὲ κοινῶς τις λέγῃ, καταχρηστέον τοῖς ὀνόμασιν, ὡς καὶ ὁ ποιητής

   κλῦτε, φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.

φίλον γὰρ αὐτῷ τὸ ἰσοδυναμοῦσι χρῆσθαι ὀνόμασι καὶ ῥήμασι καὶ πᾶσι τοῖς τοῦ λόγου μέρεσιν, ὡς καὶ 'ἀμφὶ περὶ κρήνην' καὶ 'εἰ δ' Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτο' καὶ ἄλλα ἄττα πολλά [οὕτως καὶ 'θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος'].

   Μέμνησο δὲ ὅτι τοῖς ἐνστάσει χρωμένοις ἀγαθῇ καὶ εὐπροαιρέτῳ ἐνύπνια οὐ γίνεται οὐδὲ ἄλλαι τινὲς ἄλογοι φαντασίαι, ἀλλὰ πάντα ὄνειροι καὶ ὡς ἐπὶ τὸ πλεῖστον θεωρηματικοί· οὐ γὰρ ἐπιθολοῦται αὐτῶν ἡ ψυχὴ οὔτε φόβοις οὔτε ἐλπίσιν, καὶ μέντοι καὶ τῶν τοῦ σώματος ἡδονῶν ἄρχουσι. τὸ δὲ κεφάλαιον εἰπεῖν, [ἐν] τῷ σπουδαίῳ ἐνύπνιον οὐ φαίνεται οὐδέ τις ἄλλη ἄλογος φαντασία. ἵνα δὲ μή ποτε ἐξαπατηθῇς, οὐ ταὐτὰ τοῖς πολλοῖς ἐνύπνια καὶ τοῖς δυναμένοις αὐτὰ διακρίνειν· οἱ μὲν γὰρ πολλοί, οἷα βούλονται ἢ οἷα φοβοῦνται, τοιαῦτα καὶ κατὰ τὸν ὕπνον ὁρῶσιν, οἱ δὲ αὖ σοφοὶ περὶ ταῦτα καὶ δεινοί, οἷα βούλονται, τοιαῦτα σημαίνουσιν. ἢν δέ τις τῶν ἀπείρων ἴδῃ, χρὴ πιστεύειν οὐχ ὡς ἐνυπνίοις ἀλλ' ὡς ὀνείροις. οἷον ‹ὁ› δυνάμενος διακρίνειν τὰ τοιαῦτα ἢ διὰ τὸ βιβλίοις ἐντετυχηκέναι ὀνειροκριτικοῖς ἢ διὰ τὸ ὀνειροκρίταις συναναστρέφεσθαι ἢ διὰ τὸ εὐεπιβόλως ἔχειν πρὸς τὰς κρίσεις εἰ μὲν τύχοι ἐρῶν γυναικός, οὐ τὴν ἐρωμένην ὄψεται ἀλλ' ἵππον ἢ κάτοπτρον ἢ ναῦν ἢ θάλασσαν ἢ θηρίον θῆλυ ἢ ἐσθῆτα γυναικείαν ἢ ἄλλο τι τῶν σημαινόντων γυναῖκα. εἰ δὲ πρὸς ἀποδημίαν γένοιτο, οὐχὶ ὀχήματα ὄψεται οὐδὲ ναῦς οὐδὲ στρωματοδέσμους οὐδὲ σκεύη συνειλεγμένα ἢ παρασκευὴν ἀποδημίας, ἵπτασθαι δὲ δόξει καὶ σεισμὸν ἢ πόλεμον ἢ κεραυνὸν ὄψεται καὶ εἴ τι ἄλλο ἀποδημίας ἔσται σύμβολον. καὶ εἰ φοβοῖτό τινα ἢ φεύγοι, οὐκ αὐτὸν ἐκεῖνον ὄψεται, ἀλλὰ θηρίον ἐκφεύγειν νομίσει καὶ δεσμὰ διαρρήσσειν καὶ λῃστὰς ἀναιρεῖν καὶ θεοῖς θύειν καὶ ὅσα ἰδόντες οἱ ἄλλοι ἄνθρωποι ἔξω δέους καὶ ταραχῆς γίνονται. ὡς καὶ ἐν Κορίνθῳ ὁ ζωγράφος ‹ὃς› τὸν δεσπότην κατορύττειν πολλάκις ἐδόκει ‹καὶ› τοῦτο μὲν τὴν ὀροφὴν τοῦ οἰκήματος ἐν ᾧ διέτριβεν ἀπόλλυσθαι, τοῦτο δὲ καὶ τὴν ἑαυτοῦ κεφαλὴν ἀποτετμῆσθαι. καὶ οὐδὲν ἧττον περιῆν αὐτῷ ὁ δεσπότης καὶ ἔτι νῦν περίεστιν. ἀλλ' ἐπειδὴ κριτικῶς εἶχε τῶν τοιούτων, τεχνικώτερον αὐτῷ προσέπαιζεν ἡ ψυχή· αὐτὰ γὰρ ταῦτα ἄλλῳ ἰδόντι τοῦ δεσπότου ὄλεθρον προεμαντεύετο. ἵνα δὲ μὴ ἄπορόν σοι φαίνηται τὸ τοιοῦτον, εὖ ἴσθι ὅτι πολλοὶ μὲν καὶ σχεδὸν οἱ πλεῖστοι, ἵνα μὴ λέγω πάντες, εἰσὶν οἱ τὰ κοινὰ ἐνύπνια ὁρῶντες, παντελῶς δὲ ὀλίγοι καὶ μόνοι οἱ ὀνειροκριτικοὶ τῶν ἀνθρώπων τὰ ἕτερα, περὶ ὧν ὁ προγεγραμμένος λόγος εἴρηται.

[1]    Τῶν δὲ ὀνείρων πάντων οὓς μὲν θεωρηματικοὺς οὓς δὲ ἀλληγορικοὺς καλοῦμεν· καὶ θεωρηματικοὺς μὲν τοὺς οὕτως ἀποβαίνοντας ὡς θεωροῦνται, ἀλληγορικοὺς δὲ τοὺς τὰ σημαινόμενα δι' αἰνιγμάτων ἐπιδεικνύντας. ἐπειδὴ δὲ καὶ ἐν τούτοις γίνεταί τις πλάνη ἀμφιβαλλόντων πότερον χρὴ τὰ θεωρηθέντα αὐτὰ προσδέχεσθαι ἢ ἕτερόν τι ἐκ τούτων ἀποβησόμενον, οὐκ ἄπορόν σοι τὸ διακρίνειν δύνασθαι. πρῶτον μὲν γὰρ ὅσα θεωρηματικά ἐστι, παραχρῆμα καὶ αὐτίκα μάλα ἀποβαίνει· ὅσα δὲ ἀλληγορικά, πάντως χρόνου διαλείποντος ἢ πολλοῦ ἢ ὀλίγου [ἢ τὸ ἔσχατον ἡμέρας μιᾶς]. ἔπειτα καὶ εὔηθες ἂν εἴη τὰ τεράστια καὶ οὐδαμῶς ἐνδεχόμενα ἐγρηγορότι συμβαίνειν ταῦτα οὕτως ὡς θεωρηματικὰ προσδέχεσθαι. οἷον εἴ τις ὑπολάβοι θεὸς γεγονέναι ἢ πέτεσθαι ἢ κέρατα ἔχειν ἢ εἰς Ἅιδου καταβεβηκέναι· ἢ ὑπὸ κυνὸς δεδῆχθαι ἢ παρακαταθήκην λαβεῖν ἢ φίλον ἰδεῖν ἢ δραπέτην εὑρεῖν ἢ δειπνεῖν παρ' ἑαυτῷ ἢ πίνειν ἢ συντείνειν ἢ ἀπολέσαι τι· ταῦτα γὰρ καὶ ὅσα τούτοις ὅμοια πῇ μὲν οὕτως ἀποβαίνει ὡς θεωρεῖται, πῇ δὲ καὶ ἀλληγορικῶς. εἰ μὲν οὖν παραυτίκα ἀποβαίνει, περισσὸν αὐτὰ κρίνειν· εἰ δὲ μή, ἐφάρμοζε ἑκάστῳ τὴν προσήκουσαν κρίσιν ἐκ τῶν προτέρων βιβλίων. ὅσα μέντοι σπάνιά ἐστι καὶ ἅπαξ που γινόμενα, ταῦτα ὡς τεράστια καὶ ἔκφυλα τῶνδε τῶν λόγων παραδέχου μὲν ὡς ἐνδεχόμενα γενέσθαι, μὴ χρῶ δὲ ὡς πάντῃ καὶ πάντως καθολικοῖς. καὶ γὰρ Δρούσων ὁ Λαοδικεὺς τὴν τοῦ φίλου οἰκίαν ὠνήσασθαι δόξας μετὰ τριετίαν ὠνήσατο. ἀλλὰ τοῦτο μόνον θεωρηματικὸν ἦλθεν εἰς ἡμᾶς ὀψὲ καὶ μὴ αὐτίκα ἀποβάν, τῶν δὲ ἰδίων τε καὶ κοινῶν καὶ ἀλλοτρίων καὶ δημοσίων καὶ κοσμικῶν ὀνείρων τὸν λόγον ἠκριβωμένον καὶ σφόδρα γε ἔχεις ἐν τῷ πρώτῳ βιβλίῳ. ὅμως δὲ καὶ ἐν τούτῳ τῷ θεωρήματι οἱ τὰς αὐτὰς [ἔν] τισι τέχνας ἔχοντες, καὶ εἰ πάνυ εἶεν γνώριμοι, τῶν τεχνῶν αὐτῶν εἰσι σημαντικοί. τοιγαροῦν γραμματικὸν γραμματικῷ οὐδὲν ἄλλο ἢ τὴν γραμματικὴν εἶναι τέχνην καὶ ῥήτορα ‹ῥήτορι› ῥητορικήν, οὕτω δὲ καὶ ἐπὶ τῶν βαναύσων χαλκέα χαλκεῖ καὶ τέκτονα τέκτονι τὴν χαλκευτικὴν καὶ τεκτονικὴν τέχνην σημαίνειν. οἷον Φίλαγρος ὁ ῥήτωρ Οὐᾶρον τὸν ῥήτορα νοσοῦντα ἐθεάσατο, καὶ ἐπὶ πολὺ παρὰ προαίρεσιν τὴν ἑαυτοῦ ἐσίγησε. καὶ ἐν Κυζίκῳ τέκτων τὸν ἀγχίθυρον τέκτονα ἀποθανόντα καὶ ἐκφερόμενον ἰδὼν διὰ δανειστὰς ἐξεχώρησε τοῦ ἐργαστηρίου καὶ μετανέστη τῆς πόλεως.

[2]    Περὶ δὲ τῶν ἓξ στοιχείων πρὸς τοὺς ἐπιφθόνως εἰρῆσθαι δοκοῦντας ὅπως ἔχῃς ἀποκρίνασθαι ‹καὶ› ἅμα καὶ αὐτὸς μὴ ἐξαπατηθῇς ὑπὸ τῶν πλείονα λεγόντων εἶναι, οὗτος ὁ λόγος ἁρμόσει. τῶν ὄντων ἃ μὲν φύσει ἐστὶν ἃ δὲ νενόμισται· ἔστι δὲ πρῶτα μὲν ταῦτα καὶ ἡγεμονικὰ δύο στοιχεῖα. τὰ μὲν οὖν φύσει δεῖ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, τῶν δὲ νενομισμένων ἃ μὲν συνθέμενοι ἀλλήλοις οἱ ἄνθρωποι αὐτοὶ ἑαυτοῖς προστάττουσι, καὶ καλεῖται τὸ τοιοῦτον ἔθος· ἔστι δὲ, ὡς ἡ Φημονόη λέγει, νόμος ἄγραφος· ἃ δὲ φόβῳ τοῦ παραβαίνεσθαι γραψάμενοι νόμους καλοῦσι παρὰ τὸ νενομικέναι ταῦτα οὕτω δεῖν ἔχειν. κοινῇ μὲν οὖν ἑαυτοῖς ὡμολογήκασι μυστήρια καὶ τελετὰς καὶ πανηγύρεις καὶ ἀγῶνας καὶ στρατείαν καὶ γεωργίαν καὶ πόλεων συνοικήσεις καὶ γάμους καὶ παίδων ἀνατροφὰς καὶ ὅσα ἄλλα τούτοις ὅμοια, ἑαυτῷ δὲ ἕκαστος ὁμολογήσας ἐνστάσει χρῆται ἰδίᾳ καὶ ἐσθῆτι καὶ ὑποδέσει καὶ τροφῇ καὶ κουρᾷ καὶ ἄλλῳ τῷ περὶ τὸ σῶμα κόσμῳ καὶ ἐπιτηδεύματι καὶ προαιρέσει, ἣν ἂν μάλιστα ἐπαινῇ, 'ἄλλα δ' ἄλλοισιν νόμιμα, σφετέραν δ' αἰνεῖ δίκαν ἕκαστος' φησὶν ὁ Πίνδαρος. τῶν δὲ γεγραμμένων νόμων δύναμις μένει ἡ αὐτή, ‹καὶ› πράττοντι μὲν κατὰ τὴν γραφὴν ἔπαινοι καὶ τιμαὶ καὶ δόξα ἀγαθὴ καὶ ἀσφάλεια πολλή, παραβαίνοντι δὲ τοὺς γεγραμμένους νόμους ζημίαι τε καὶ κολάσεις καὶ κίνδυνοι. τὸ μὲν οὖν κατὰ τὸν νόμον ἀδιαίρετον πλὴν ὅσον [ἐν] χρόνῳ, τὸ δὲ ἔθος ἀποσχέσεις ἔσχηκε τήν τε τοῦ χρόνου καὶ τὴν τῆς τέχνης καὶ τὴν τῶν ὀνομάτων· πάντα γὰρ τὰ πραττόμενα κατὰ νόμον καὶ ἄνευ νόμου πάντως ἔν τινι χρόνῳ γίνεται ἢ γέγονεν ἢ ἔσται, χρόνου δὲ ἀποσχέσεις καιροὶ καὶ ὧραι. πράττουσι δὲ ἕκαστα ἄνθρωποι ἤτοι τεχνικῶς ἢ ἀτεχνῶς· τεχνικῶς μὲν οἱ ἐπιστάμενοι, ἀτεχνῶς δὲ οἱ μή. [τὴν τέχνην σύστημα ἐκ καταλήψεων πρός τι τέλος εὔχρηστον ὁρίζονταί τινες εἶναι.] δεῖ δὲ τῇ τέχνῃ ἐργαλείων τε καὶ μηχανημάτων καὶ τῶν ὅσα ἑκάστῃ πρόσφορα καὶ οἰκεῖα νενόμισται. ὅτι δὲ οὐδὲν τῶν ὄντων ἀνώνυμόν ἐστι, περισσὸν καὶ λέγειν. τῶν δὲ ὀνομάτων ἃ μὲν εὔφημα ἃ δὲ δύσφημα νενόμισται. ὥστε ἐάν τι λέγῃ τις παρ' αὐτὰ τὰ ἓξ στοιχεῖα, δυνάμει μέν τινος τούτων ἴδιον ἐρεῖ, φωνῇ δὲ οὐκ ἴδιον. οἷον χαρὰ καὶ λύπη καὶ ἔχθρα καὶ φιλία καὶ νόσος καὶ ὑγεῖα καὶ ἔκκρισις καὶ πρόσχρησις σωμάτων καὶ κάλλος καὶ αἰσχρότης καὶ αὔξησις καὶ μείωσις καὶ γένεσις καὶ τελευτὴ καὶ ὅσα ἄλλα τούτοις ὅμοια κατὰ φύσιν πάντα· οὐδὲ γάρ ἐστιν ἕτερα τῆς φύσεως οὐδὲ ὡς στοιχεῖα· οὐδὲ γάρ ἐστιν ἡ φύσις ψιλὸν ὄνομα, ἀλλ' ἡ τῶν πάντῃ καὶ πάντως ἐσομένων τε καὶ οὐκ ἐσομένων περιφορὰ φύσις ὠνόμασται. οὕτω δὲ καὶ ὁ νόμος καὶ τὸ ἔθος οὐκ αὐτὰ καθ' ἑαυτά ἐστιν ὀνόματα, ὡς τὸ βλίτυρι καὶ ‹ὁ› σκινδαψός, ἀλλά τινος νόμος καί τινος ἔθος, ὥσθ' ὅταν τις εἴπῃ γάμον καὶ μοιχείαν καὶ λῃστείαν καὶ παρακαταθήκην καὶ ὕβριν καὶ πάλιν αὖ κουρὰν καὶ ἐσθῆτα καὶ ποιὰν τροφήν, λέληθεν ἑαυτὸν νόμου ὄνομα ἢ ἔθους λέγων, ὥσπερ ἄλλο τι στοιχεῖον. οὕτω καὶ ὅταν σκεῦος ἢ μηχάνημά τι ἢ ἐργαλεῖον ὥσπερ τι στοιχεῖον λέγῃ, ἢ τέχνην λέγει ἢ ὄνομα ἢ χρόνον· τέχνην μέν, ὅταν τὴν δι' ἐργαλείων ἐργασίαν· ὄνομα δέ, ὅταν μηχάνημα ἢ σκεῦος· χρόνον δέ, ὅταν ἀμφότερα, οἷον δρέπανον ἢ δίκελλαν [ἢ ἀμᾶν γεώργια]. ἐν ὡρισμένοις γὰρ χρόνοις καὶ δρεπάνου καὶ δικέλλης δεῖ τοῖς ἀνθρώποις. κοινὸς μὲν οὖν λόγος ἐστίν, ὅτι πάντα τὰ κατὰ φύσιν ἢ νόμον ἢ ἔθος ἢ τέχνην ἢ ὀνόματα ἢ χρόνον βλεπόμενα ἀγαθά, τὰ δὲ ἐναντία τούτοις πονηρὰ καὶ ἀλυσιτελῆ. μέμνησο δὲ ὅτι οὐ πάντως καθολικὸς οὗτος ὁ λόγος ἀλλ' ὡς ἐπὶ τὸ πλεῖστον [μᾶλλον] οὕτως ἔχων· πολλὰ γὰρ καὶ παρὰ τὰς ὑποστάσεις τῶν πραγμάτων ἀνακολούθως τῇ φύσει καὶ τῶν ἄλλων στοιχείων τινὶ ὁρώμενα ἀγαθὰ γίνεται. οἷον ἔδοξέ τις τὴν μητέρα τύπτειν. ἦν μὲν οὖν παράνομον, ἀλλ' οὐδὲν ἧττον ἐλυσιτέλησεν αὐτῷ, ἐπειδὴ κεραμεὺς ἔτυχεν ὤν· μητέρα δὲ τὴν γῆν καλοῦμεν, ἣν ὁ κεραμεὺς τύπτων ἐργάζεται. τοιγαροῦν εἰργάσατο πολλά. μέμνησο δὲ ὅτι μεῖζον ἔθος μικροτέρου κρατεῖ. ὡς Ἀριστείδης ὁ νομικὸς καίτοι ἔθος ἔχων ἐν λευκοῖς προϊέναι νοσῶν ἔδοξε λευκὰ φορεῖν ἱμάτια, καὶ οὐδὲν ἀπώνατο τοῦ ἔθους· οὐ γὰρ εἰς μακρὰν ἀπέθανεν· ἦν γὰρ μεῖζον ἔθος τὸ ἐπεῖγον, καθ' ὃ οἱ νεκροὶ ἐν λευκοῖς ἐκφέρονται. καὶ τῶν τεχνῶν δὲ αἱ δυνάμεις ὅμοιαι, καὶ εἰ τῇ ἐνεργείᾳ εἶεν ἀνόμοιοι, εἰς ταὐτὸν ἀποβαίνουσιν. ὡς Ἀπολλωνίδης ὁ χειρουργὸς ὁμηρίζειν νομίσας καὶ πολλοὺς τιτρώσκειν πολλοὺς ἐχείρισε. καὶ γὰρ οἱ ὁμηρισταὶ τιτρώσκουσι μὲν καὶ αἱμάσσουσιν, ἀλλ' οὐκ ἀποκτεῖναί γε βούλονται· οὕτω δὲ καὶ ὁ χειρουργός. καὶ τοῖς τρόποις δὲ τοῖς εἰρημένοις ἐν τῷ πρώτῳ βιβλίῳ ὡς ἀληθέσι πρόσεχε, καὶ οὐχ ἁμαρτήσει. σαφῶς δὲ αὐτῶν ἐκεῖ καὶ διδασκαλικῶς ἡρμηνευμένων περισσὸν ἐνθάδε σοι λέγειν. μεριμνηματικοὺς δὲ ὀνείρους ἡγοῦ εἶναι περὶ ὧν ἂν μεριμνήσαντες πραγμάτων ἢ ἀλόγῳ τινὶ ὁρμῇ ‹ἢ› ἐπιθυμίᾳ χρώμενοι ἴδωσιν οἱ ἄνθρωποι ὀνείρους· τοὺς δὲ αὐτοὺς καὶ αἰτηματικοὺς καλοῦμεν διὰ τὸ αἰτεῖν τι παρὰ θεοῦ ἰδεῖν περὶ τῶν ἐν ποσὶ πραγμάτων. μέμνησο δέ, ὅταν μὲν αἰτῇς ὀνείρους, μήτε ἐπιθυμιᾶν λιβανωτὸν μήτε ὀνόματα ἄρρητα λέγειν, καί, τὸ κεφάλαιον εἰπεῖν, περιεργότερον τοὺς θεοὺς ἐπερώτα μηδέν· γελοῖον γὰρ ἂν εἴη ἀνθρώπων μὲν τοὺς σπουδαίους τοῖς μετ' ἀνάγκης αἰτοῦσι καὶ βιαίως μηδὲν παρέχειν, τοῖς δὲ ἐπιεικέσι χαρίζεσθαι, θεοὺς δὲ πρὸς βίαν αἰτουμένους ὑπακούειν. μετὰ δὲ τὸ ἰδεῖν καὶ θῦε καὶ εὐχαρίστει. ἔτι δὲ καὶ τῶν νομοθετούντων τοῖς θεοῖς καταγέλα, λέγω δὲ τῶν εὐχομένων οὕτως 'εἴ μοι πρακτέον τόδε' καὶ 'εἴ μοι ἔσται τόδε' καὶ 'εἰ νῦν ἴδοιμι Δήμητρος καρπόν· εἰ δὲ μή, Διονύσου' καὶ 'εἰ μὲν συμφέρει μοι καὶ λυσιτελεῖ, λάβοιμί τι· εἰ δὲ μή, δοίην.' ἐπὶ γὰρ τοῖς τοιούτοις πλάνη γίνεται πολλή. ὁ μὲν γὰρ θεὸς πρὸς τὸ ἀποβησόμενον δίδωσι τοὺς ὀνείρους τῇ ψυχῇ τοῦ ὁρῶντος φύσει μαντικῇ οὔσῃ ἢ εἴ τι ἄλλο ἐστὶν αἴτιον τοῦ ὀνειρώσσειν· ὁ δὲ πρὸς τὴν ἑαυτοῦ ἐπερώτησιν ἐκλαμβάνων τὰ ἐν τοῖς ὕπνοις ὁραθέντα, εἰ ἐναντία εἴη, πλανᾶται. οἷον τῷ νοσοῦντι ἄρτοι ὠμοί, καίτοι Δήμητρος καρπός εἰσιν, ἀλλὰ διὰ τὸ μέλλειν ὀπτᾶσθαι λαβρότερον ἐπάγουσι τὸν πυρετόν, τῷ δὲ γῆμαι καὶ κοινωνῆσαι θέλοντι ἄμπελος καὶ οἶνος, ἡ μὲν διὰ τοὺς ἕλικας ὁ δὲ διὰ τὴν κρᾶσιν, ἐπιτηδειότερα πυρῶν ἢ κριθῶν. καὶ τῷ περὶ προκοπῆς φροντίζοντι δωρεῖσθαι καὶ διδόναι τι κρεῖττον ἢ λαμβάνειν, εἰ μὴ ἄρα παρὰ τῶν βελτιόνων λαμβάνοι· ὁ μὲν γὰρ πολλὰ ἔχων καὶ μεταδοίη ἄν, ὁ δὲ οὐκ ἔχων λάβοι ἄν. χρὴ οὖν εὔχεσθαι μὲν τῷ θεῷ περὶ ὧν τις φροντίζει· ὅπως δὲ χρὴ προαγορεύειν, ἐπιτρεπτέον αὐτῷ [3] τῷ θεῷ ἢ τῇ ἑαυτοῦ ψυχῇ. θεοπέμπτους δὲ ὀνείρους ‹ἡγοῦ› τοὺς αἰφνίδιον ἐφισταμένους, ὡς καὶ πάντα τὰ ἀπροσδόκητα θεόπεμπτα καλοῦμεν. κρῖνε δὲ τὰ ἐξ ὁλοκλήρου μνημονευόμενα καὶ ὧν ἀκριβῆ κατάληψιν ὁ ἰδὼν ἔχει καὶ ὧν ἀκριβῶς μέμνηται, ἐπεὶ εἰ τὰ μὲν ὁραθέντα ἀποβήσεται, σὺ δὲ εὑρεθήσει τὰ μὴ ὁραθέντα κρίνων, πταίσεις. χρὴ δὲ φεύγειν δόξαν ἀμαθίας.

[4]    Ἔθη δὲ τὰ τοπικὰ καὶ τῶν τόπων τὸ ἴδιον εἰ μὴ ἐπίστασαι, πυνθάνου. ἀποδημίαι δὲ καὶ ἀναγνώσεις ἕξιν σοι περιποιήσουσι τούτων μάλιστα· οὐ γὰρ τὰ ὀνειροκριτικὰ μόνον βιβλία ἱκανά ἐστιν ὠφελεῖν ἀλλὰ καὶ ἡ ἄλλη ὕλη. γυνὴ ἔδοξεν εἰς τὸν ναὸν ἢ οἶκον τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας εἰσελθοῦσα δειπνεῖν. ἡ δὲ οὐκ εἰς μακρὰν ἀπέθανε· θάνατος γὰρ ἡ ζημία τῇ εἰσελθούσῃ ἐκεῖ γυναικί. ἑταίρα ἔδοξεν εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰσεληλυθέναι καὶ ἠλευθερώθη καὶ κατέλυσε τὴν ἑταιρείαν· οὐδὲ γὰρ εἰς τὸ ἱερὸν πρότερον εἰσέλθοι ἄν, εἰ μὴ καταλύσειε τὴν ἑταιρείαν. καὶ περὶ τῶν ἄλλων δὲ ἐθῶν τῶν τοπικῶν καθ' ἑκάστην πόλιν ἢ χώραν πρὸς τὸ τοπικὸν ποιοῦ τὰς κρίσεις. πυνθάνεσθαι δ' ἐπιμελῶς ἕκαστα τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων μὴ ὄκνει, ὡς ἔστιν ὅτε μικροῦ τινος προσθέσει ἢ ἀφαιρέσει τὰ ἀποτελέσματα διαφέροντα γίνεται [καὶ περὶ αὐτὴν τὴν διάθεσιν τῆς γνώμης]. οἷον νοσοῦντά τις ἔχων υἱὸν ἔδοξε περαίνειν αὐτὸν καὶ ἥδεσθαι. ἔζησεν ὁ παῖς· καὶ γὰρ τὸ περαίνειν ἔχειν λέγομεν καὶ τὸ κεκτῆσθαι· ἐλήφθη δὲ τὸ τοιοῦτον ἀπὸ τοῦ ἥδεσθαι. ἄλλος νοσοῦντα ἔχων υἱὸν ἔδοξε περαίνειν αὐτὸν καὶ ἄχθεσθαι, καὶ ἀπέθανεν ὁ παῖς· φθείρεσθαι γὰρ τὸ περαίνεσθαι καὶ τὸ ἀποθνήσκειν ἐπίσης καλοῦμεν· ἐλήφθη δὲ τοῦτο ἀπὸ τοῦ ἄχθεσθαι [ἐπεὶ δὲ αὐτὸς ὁ πατὴρ ἐνήργει, αὐτὸς ἦν ὁ καὶ τοῦ θανάτου τῷ παιδὶ αἴτιος οὐκ ἐν δέοντι καιρῷ τῆς νόσου θρέψας αὐτόν]. περὶ μὲν οὖν τῶν ἐν τῷ προοιμίῳ τοῦ πρώτου καὶ τοῦ δευτέρου βιβλίου γεγραμμένων ταῦτα· τὰ δὲ ἄλλα ὅσα χρὴ ἐπίστασθαί σε ὧδε ἔχει.

[5]    Ὅσα πέπλεκται, οὐ μόνον λίνα καὶ δίκτυα καὶ νεφέλαι ἀλλὰ καὶ κανᾶ καὶ σπυρίδες καὶ κανθήλια καὶ κάλαθοι καὶ κεκρύφαλοι καὶ ὅρμοι χρύσεοι καὶ ἁλύσεις πᾶσαι καὶ στέφανοι καὶ ὅσα εἴδη ὅμοια, πρὸς μὲν γάμους καὶ φιλίας καὶ κοινωνίας ἀγαθὰ διὰ τὴν συμπλοκήν, πρὸς δὲ ἀποδημίαν καὶ δρασμὸν καὶ φυγὴν ἐμπόδια διὰ τὰς δέσεις καὶ πρὸς τὰς πράξεις ἄπρακτα χωρὶς τῶν μετὰ δόλου τι πραττόντων καὶ τοῖς φοβουμένοις ἐπίφοβα διὰ τὸ καθεκτικόν.

[6]   Ὅσοι συναντῶσι καὶ ὅσοι βλέπονται, ἄνδρες τε καὶ γυναῖκες, οἱ μὲν φίλοι τε καὶ εὐεργέται καὶ τὸ ὅλον οἱ μὴ βλάπτοντες ἢ μὴ βλάψαντες, ζῶντές τε καὶ νεκροὶ ἀγαθοί, οἱ δὲ βλάπτοντες ἢ βλάψαντες πονηροί· εἰκόνας γὰρ τῶν πραγμάτων τοὺς ὁρωμένους χρὴ λογίζεσθαι, ἀγαθῶν μὲν τοὺς φίλους, κακῶν δὲ τοὺς ἐχθρούς.

[7]    Ἃ πάλαι τις ἐκέκτητο χρήματα ἢ κτήματα ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε εὐτύχει, [τούτους] ἢν νῦν ἔχειν ἀπορῶν ἢ πενόμενος δόξῃ, ἀγαθὸν αὐτῷ· τῆς γὰρ τότε τύχης ὑποστροφὴν σημαίνει.

   Ἃ πάλαι τις ἐκέκτητο ‹χρήματα ἢ κτήματα› ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε ἦν ἄπορος ἢ πένης εἰ νῦν εὐπορῶν δόξειεν ἔχειν, κακῶν αὐτῷ πολλῶν καὶ πενίας σύμβολον.

[8]    Τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων ἀνθρώπων ἀγαθὰς ἡμέρας ποιοῦσι τὰς ἐπιούσας οἱ ἥδιστοι ἢ οἱ φίλτατοι ἢ οἱ φιλοῦντες τοὺς ὁρῶντας, κἂν ἀγνοῶσιν αὐτούς· κακὰς δὲ οἱ ἔχθιστοι ἢ οἱ μισούμενοι ἢ οἱ μισοῦντες τοὺς ὁρῶντας, κἂν λανθάνωσιν. ἵνα δὲ μὴ ἄπορον τὸ τοιοῦτον εἶναι νομίσῃς, ὅταν τινα τῶν φίλων ἴδῃς καὶ κακὴν ἡμέραν διάγῃς, γίνωσκε ὅτι μισεῖ μέν σε, προσποιεῖται δέ σε φιλεῖν· καὶ ἐάν τινα τῶν ἐχθρῶν βλέπῃς καὶ καλὴν ἡμέραν διάγῃς, γίνωσκε ὅτι οὐ δικαίως αὐτὸν μισεῖς.

[9]    Ὅσοι συναντῶσι καὶ βλέπονται τεχνῖται, ὁμοίως ταῖς τέχναις ἀποβαίνουσιν. αὐτοῖς δὲ καὶ ταῖς τέχναις ὁμοίως τὰ ἐργαστήρια αὐτῶν ὁρώμενα ἀποβαίνει χωρὶς ἑταίρας καὶ πορνείου· αὐτὴ μὲν γὰρ καθ' ἑαυτὴν ἡ πόρνη ἀγαθή, τὸ δὲ ἐργαστήριον αὐτῆς πονηρόν. τὰς δὲ αἰτίας ἐν τῷ περὶ συνουσίας ἔχεις λόγῳ.

[10]    Παιδίων δὲ τὰ μὲν ἀρσενικὰ ἀγαθά, τὰ δὲ θηλυκὰ πονηρά, ἀμφότερα δὲ φροντίδων ἐστὶ σημαντικά. παῖδες δὲ καὶ νεανίσκοι γερόντων συμφορώτεροι βλέπεσθαι πρὸς τὰς πράξεις· πρὸς δὲ τὰς πίστεις ἄνδρες καὶ πρεσβῦται παίδων καὶ νεανίσκων ἀμείνονες, πλὴν εἰ μή τι πράττοιεν ἢ λέγοιεν ἄτοπον.

[11]    Ὅσα μὲν βραδέως φύεται καὶ βραδέως αὔξεται, φυτῶν μὲν δρῦς ἐλαία κυπάρισσος καὶ τὰ ὅμοια, ζῴων δὲ ἐλέφας ἔλαφος κορώνη καὶ τὰ ὅμοια, καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ βράδιον ἐπάγει· ὅσα δὲ ταχέως φύεται καὶ ταχέως αὔξεται, φυτῶν μὲν ἄμπελος καὶ περσική, ζῴων δὲ χοῖρος καὶ τὰ ὅμοια, ταχέως καὶ τὰ καλὰ καὶ τὰ κακὰ ἐπάγει. ταῦτα δὲ καὶ ἐν ταῖς προθεσμίαις τὸν αὐτὸν ἔχει λόγον. ὁμοίως λάμβανε καὶ τὰ ἐν ἀγρῷ γεννώμενα πάντα πρὸς σύγκρισιν τῶν ἐν κήπῳ, καὶ γεωργὸν ὁρώμενον καὶ κηπουρόν. ἰδίως δὲ ὁ κῆπος πορνοβοσκοῖς συμφέρει διὰ τὰ πολλὰ σπέρματα καὶ τὴν πρόσκαιρον ἐργασίαν, πάσας δὲ γυναῖκας διαβάλλει ὡς ἀσέμνους καὶ μαχλάδας.

   Ὅσα μακρά ἐστιν, οἷον κυπάρισσοι καὶ πίτυες καὶ κάμακες καὶ ἄνδρες ἐπιμήκεις καὶ τὰ ὅμοια, πάντα μακροθυμεῖν κελεύει καὶ μὴ κενοσπουδεῖν· ὅσα δὲ κολοβὰ καὶ βραχέα, σπεύδειν ἐγκελεύεται.

[12]    Ὅσα δὲ στερεά, ‹οἷον› τείχη καὶ θεμέλιοι καὶ δένδρα παλαιὰ καὶ τὰ σιδηρᾶ καὶ τὰ ἀδαμάντινα, φοβουμένοις ἀγαθά, ὅταν [μὴ] ἐμπεριέχηταί τις ὑπ' αὐτῶν· διὰ γὰρ τὸ ἀσφαλὲς ἄφοβα γίνεται· εἰ δὲ μή, τὸ διαφεύγειν σημαίνει.

   Ὅσα μαλακὰ καὶ εὔτονα, ἀγαθὰ ἐπίσης πᾶσιν.

   Ὅσα μαλακὰ καὶ ἄτονα, τοῖς φοβουμένοις ἀγαθά.

   Ὅσα βαρέα, κατοχῆς ἐστι σημαντικὰ καὶ πενίας· ταχέως γὰρ εἰς τὸ κάτω ῥέπει.

[13]    Ὀχήματα ὅσα νενόμισται, οἷον ἵππων ὄνων ἡμιόνων, οἷς μὲν ἀγαθὰ οἷς δὲ κακὰ σημαίνει· δείξομεν δὲ ὅταν εἰς τὸν περὶ ζῴων ἔλθωμεν λόγον· ὅσα δὲ μὴ νενόμισται, οἷον λύκων παρδάλεων ὑαινῶν καὶ τῶν ἄλλων θηρίων, μόνοις ἀγαθὰ τοῖς φοβουμένοις ἐχθροὺς δυνατοὺς διὰ τὸ ὑποτετάχθαι τῷ ἡνιόχῳ τὰ ὑπεζευγμένα. ἐπ' ἀνθρώπων δὲ ὀχεῖσθαι μόνοις ἀγαθὸν τοῖς ἄρχειν [τινὸς] θέλουσι καὶ σοφισταῖς καὶ διδασκάλοις καὶ παιδοτρίβαις καὶ ἀνδραποδισταῖς, τοὺς δὲ λοιποὺς εἰς περιβοησίας καὶ ὄλεθρον κατάγει.

[14]    Κολακεύειν τοῖς ἔθος ἔχουσι μόνοις συμφέρει, τοὺς δὲ λοιποὺς ταπεινοῖ· ἥττονες γὰρ οἱ κολακεύοντες τῶν οὐ κολακευόντων. κολακεύεσθαι δ' ὑπ' οὐδενὸς οὐδενὶ συμφέρει, μάλιστα δὲ ὑπὸ γνωρίμου· προδοσίαν γὰρ ἐξ ἐκείνου προσδέχεσθαι χρή.

[15]    Πωλεῖσθαι ἀγαθὸν τοῖς τὰ παρόντα ἀλλάξαι βουλομένοις, ‹οἷον› δούλοις καὶ πένησι· κακὸν δὲ εὐπόροις καὶ πεπιστευμένοις. πολλοὶ δὲ καὶ [ἡρπάσθησαν καὶ] ἐπράθησαν. τὸ δὲ πεπρᾶσθαι τοῦ πωλεῖσθαι ταύτῃ διαφέρει, ᾗ τὸ μὲν πεπρᾶσθαι πάντη καὶ πάντως ἀποβαίνει, τὸ δὲ πωλεῖσθαι ἔστιν ὅτε καὶ οὐκ ἀποβαίνει· ἐνδέχεται γὰρ τὸ ἔτι πωλούμενον μὴ πραθῆναι. οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων ὀνείρων τὰ γεγονότα πάντως ἀποβαίνει, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει ἢ οὔ.

[16]    Ἀγοράζειν ἀγαθὸν πάντα [καὶ ἐπικτᾶσθαι], ὅσα γε ἀγοράζουσιν ἄνθρωποι ‹εἰ μὴ› κειμήλια· τὰ δὲ πρὸς τροφὴν πένησιν ἐπιτηδειότερα· τοῖς γὰρ εὐπόροις ἀναλώματα σημαίνει.

[17]    Ἐπικτᾶσθαι καὶ πολυτελεστέραν ἢ καὶ ἐγκατάσκευον ἔχειν οὐσίαν, τῆς γε οὔσης πολυτελεστέραν ἢ καὶ μετρίως ἀμείνονα, καλόν, [μὴ] παντελῶς δὲ ὑπὲρ δύναμιν πλουτεῖν ἄτοπον καὶ ζημίας ἐστὶ σημεῖον· χρὴ γὰρ τὸν πλουτοῦντα ἀναλοῦν, καὶ ἐπιβουλῆς μετέχειν καὶ φθόνου. [καὶ γὰρ ἐπιβουλεύεται καὶ φθονεῖται ὁ πλούσιος.] τὸ δὲ παρὰ δύναμιν πρὸς τὴν ἑκάστου ὑπόστασιν σκόπει.

[18]    Πένεσθαι οὐδενὶ συμφέρει, μάλιστα ῥήτορσι καὶ πᾶσι φιλολόγοις· ἀπορεῖσθαι γὰρ ἐπίσης τὸ πένεσθαι καὶ τὸ μὴ δύνασθαι φθέγγεσθαί φαμεν.

[19]    Τὰ παρ' ἡλικίαν τοῖς βρέφεσι συμβαίνει πονηρά, ἄρσεσι μὲν πώγων καὶ πολιά, θηλείαις δὲ γάμοι καὶ τοκετοὶ καὶ τὰ ἄλλα τὰ πρὸ τῆς ὥρας, πάντα πλὴν λαλιᾶς. εἰκότως δὲ τὰ ἄλλα τὰ πρὸ τοῦ δέοντος γινόμενα θάνατον σημαίνει, ὅτι ἐγγύς ἐστι τοῦ γήρως, μεθ' ὃ πάντως ἀκολουθεῖ θάνατος· λαλιὰ δὲ ἀγαθή, ὅτι φύσει λογικὸν ζῷόν ἐστιν ὁ ἄνθρωπος. γραμματικὸς ἐδόκει τὸν υἱὸν αὐτοῦ μηνῶν ὄντα πέντε λαλεῖν τρανῶς καὶ ἐνάρθρως. καὶ προσεδόκων μέν τινες τὸ παιδίον ἀποθανεῖσθαι, ἔζησε δέ, καὶ πολλὰ ἄλλα παιδία ἐπὶ τούτῳ τῷ ὀνείρῳ ζῇ. περὶ δὲ τῶν ἄλλων τῶν παρ' ἡλικίαν ἐπὶ τῶν μηκέτι βρεφῶν ἐν τῷ περὶ ἀλλοιώσεως ἐν τῷ πρώτῳ βιβλίῳ ἐπιμελῶς διῄρηται.

[20]    Πειρῶ δὲ πάντα μὲν αἰτιολογεῖν καὶ προσάπτειν ἑκάστῳ λόγον καὶ πιθανάς τινας ἀποδείξεις, ὡς εἰ καὶ πάνυ ἀληθῆ λέγοις, ψιλὰ καὶ περιλελεπισμένα ἀποτελέσματα ‹λέγων› ἧττον εἶναι δόξεις ἔμπειρος· αὐτὸς δὲ μὴ ἐξαπατηθῇς ὡς τῆς αἰτιολογίας κυρίας τῶν ἀποτελεσμάτων οὔσης· πολλὰ γὰρ ἀποβαίνει συνεχῶς ἐνίοις, καὶ ὅτι μὲν κατὰ λόγον ἀποβαίνει ἴσμεν ἐκ τοῦ πάντοτε ὁμοίως ἀποβαίνειν, τὰς δὲ αἰτίας, δι' ἃς οὕτως ἀποβαίνει, εὑρεῖν οὐ δυνάμεθα. ὅθεν ἡγούμεθα τὰς μὲν ἀποβάσεις ἀπὸ τῆς πείρας εὑρῆσθαι, τὰς δὲ αἰτιολογίας ἀπὸ ἡμῶν αὐτῶν κατὰ τὴν ἑκάστου δύναμιν.

   Ἔτι καὶ τοῦτο. ὅσα πάντη καὶ πάντως ἀκολουθεῖ τισι τῶν γινομένων, καὶ ἐν τοῖς ὕπνοις ἀκολουθῆσαι ἀνάγκη. οἷον ζωγράφος ἔδοξε τὴν ἑαυτοῦ μητρυιὰν περαίνειν, ἔπειτα εἰς ἔχθραν κατέστη τῷ πατρί· ἀκολουθεῖ γὰρ πάσῃ μοιχείᾳ ζηλοτυπία καὶ ἔχθρα. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ὀνείρων παρατήρει πάντων, καὶ οὐχ ἁμαρτήσει.

   Ὅσοι σημαίνουσιν ὄνειροι παίδων γονὴν ἢ γάμον, οἱ αὐτοὶ καὶ τοὺς ἀποδημοῦντας παῖδας ἐπανάγουσι καὶ τὴν ἀπηλλαγμένην γυναῖκα [καὶ παιδία]. ἔδοξέ τις ἀροτριᾶν καὶ σπείρειν πυρούς, καὶ ἐπανῆκον αὐτῷ ‹οἱ› παῖδες ἐξ ἀποδημίας καὶ ἡ γυνὴ χωρὶς οἰκοῦσα.

[21]    Πρὸς δὲ τοὺς λέγοντας ὅτι οἱ κακοὶ ὄνειροι τάχιον ἀποβαίνουσιν, οἱ δὲ ἀγαθοὶ βράδιον ἢ καὶ οὐκ ἀποβαίνουσιν, εἴποις ἂν ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ τοιοῦτον. ἡ δὲ αἰτία τῆς πλάνης ἐστὶν ἥδε. ἤτοι κακοὺς ὁρῶσιν ὀνείρους ἔχοντας φαντασίας ἀγαθὰς καὶ κακῶν ἀποβαινόντων ἡγοῦνται ὑπὸ ἀγαθῶν ὀνείρων ἐξηπατῆσθαι (διὸ παραθήσει τοὺς ἐκ τοῦ εἰδικοῦ τρόπου ὀνείρους τοὺς κατὰ τὸ ἐντὸς μὲν ἀγαθούς, κατὰ τὸ ἐκτὸς δὲ κακούς) ἢ τὸ παρὸν οἱ ἄνθρωποι κακοδαιμονοῦντες ὁρῶσι κακοὺς ὀνείρους σημαντικοὺς τῶν ἐνεστώτων κακῶν καὶ ἀγαθοὺς προαγορευτικοὺς τῶν ἐσομένων ἀγαθῶν [εἰς εὐθυμίαν, ἵνα ἐλπίδι τῶν ἐσομένων ἀγαθῶν μὴ ἀπαγορεύσωσι κακοπραγοῦντες], οὐδέπω δὲ ἀποβαινόντων τῶν ἀγαθῶν ἡγοῦνται ἐξηπατῆσθαι. φαίνεται δὲ καὶ τοῖς εὐδαιμονοῦσι κακὰ ἐνύπνια καὶ οὐδέπω ἀποβαίνοντα καταφρονεῖται. ἀλλὰ πάντως ἀποβαίνει. τῶν δὲ ὄντων ὀνείρων οἱ μέν εἰσι πᾶσι κακοί, ἑκάστῳ κατὰ δύναμιν ποιόν τι κακὸν σημαίνοντες οἱ κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτὸς κακοί, ὧν ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην· οἱ δ' ἐπίσης πᾶσιν ἀγαθοί, οἱ καὶ κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτὸς [καὶ πᾶσιν] ἀγαθοί· οἱ δὲ κατὰ μὲν τὸ ἕτερον ἀγαθοὶ κατὰ δὲ τὸ ἕτερον κακοὶ οἷς μὲν ἀγαθοὶ οἷς δὲ κακοὶ γίνονται. γνώσει δὲ πότε μὲν ἀγαθοὶ πότε δὲ κακοὶ γίνονται ἀπὸ τῆς τύχης ἢ τῶν πράξεων ἢ τῆς φροντίδος ἢ τῆς ἡλικίας τῶν ὁρώντων.

[22]    Περὶ συνταγῶν, ὅτι μὲν θεοὶ ἀνθρώποις συντάσσουσι θεραπείας, μάταιον τὸ ζητεῖν· πολλοὶ γὰρ καὶ ἐν Περγάμῳ καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἀλλαχοῦ συνταγαῖς ἐθεραπεύθησαν, εἰσὶ δὲ οἳ καὶ τὴν ἰατρικὴν ἐκ τοιούτων συνταγῶν λέγουσιν εὑρῆσθαι· ὅτι δὲ ‹ἃς› ἀναγράφουσί τινες συνταγὰς πολλοῦ γέλωτός εἰσι μεσταί, καὶ τοῖς ἐπὶ ποσὸν ἀφιγμένοις φρονήσεως ἡγοῦμαι σαφὲς εἶναι· οὐ γὰρ τὰ ὁρώμενα ἀναγράφουσιν ἀλλ' ὅσα ἂν αὐτοὶ πλάσωσιν. ὅταν γάρ τις λέγῃ Νηρεΐδων ζωμὸν χειμῶνι συνταγὴν δεδόσθαι τισί, δοκεῖ μοι τὰς χείμας τῶν πελωρίδων ἀποκληρώσας βελτίονας ἡγεῖσθαι καὶ πελωρίου†ἐγκέφαλον τὸν ἀλεκτρυόνος, καὶ Ἰνδοὺς δάκνοντας πέπερι, [ὅτι μέλαν ἐστὶ καὶ δάκνει], καὶ παρθένου γάλα ‹δάκρυον› καὶ ἄστρων αἷμα δρόσον, καὶ πρόβατον Κρητικὸν μῆλον κυδώνιον καὶ ὅσα τοιαῦτα, ἵνα μὴ μακρότερον ἀποτείνω λόγον· δεῖ γὰρ μὴ τοὺς ἀλλοτρίους λήρους διαβάλλοντα τῆς ὑποθέσεως ἀποπλανᾶσθαι· ἀρκεῖ γὰρ καὶ δι' ὀλίγων ἐν ὑποδείγματος λόγῳ ἐλέγχειν τὰ τοιαῦτα. ὅταν οὖν τὰ τοιαῦτα ἄττα ἀναγράφωσι, δοκοῦσί μοι τὴν ἑαυτῶν ἕξιν ἐπιδεικνύειν, ὅτι δύνανται πλάσσειν ὀνείρους μᾶλλον ἢ τὸ τῶν θεῶν φιλάνθρωπον συνιέναι· ἓν γὰρ οὐδὲ ἓν τοιοῦτον ἀληθῶς ὁραθὲν εἰς ἡμᾶς ἦλθεν. [ὅρα δὲ καὶ τὰ τούτων ἔτι γελοιότερα. σκέπαρνον τὸ κώδιον ἔφη τις, ἐπεὶ σκέπει τὸν ἄρνα· οὕτω γὰρ καὶ διαυλοδρόμος ὁ ἀλεκτρυὼν γίνεται, διὰ γὰρ τῆς αὐλῆς τρέχει. καὶ ἄλλα δὲ ἄν τις εἴποι ὅμοια ἢ γελοιότερα.] ἡγοῦμαι δὲ καὶ τοὺς θεούς, οἷς ταῦτα προσάπτουσιν, εἰκότως ἂν χαλεπαίνειν τοῖς ἀναπλάσσουσιν αὐτά, ὅτι κακοζήλους καὶ πανούργους καὶ ἀσόφους τοὺς θεοὺς διαβάλλουσι. πολλοὶ δὲ καὶ ἐκ τῶν Ἀριστοτέλους περὶ ζῴων καὶ Ἀρχελάου καὶ τῶν Ξενοκράτους ‹τοῦ› Ἀφροδισιέως παρακηκοότες ὑφ' οὗ ἕκαστον ζῷον θεραπεύεται καὶ τί ἕκαστον φοβεῖται καὶ ᾧ μάλιστα χαίρει, εἰς συνταγὰς καὶ θεραπείας ἀναπεπλάκασι. καί τις κάσης συνταγὰς καὶ θεραπείας ἀναπλάσσει, ὃς μάλιστα κατακόρως ἐν τρίτῳ τῆς ἑαυτοῦ συντάξεως κέχρηται οὕτως. οὗ ἐγὼ καίπερ εὖ εἰδὼς τὸ ὄνομα οὐκ ἐπιμνησθήσομαι. τὰς δὲ συνταγὰς τῶν θεῶν ἤτοι ἁπλᾶς καὶ οὐδὲν ἐχούσας αἴνιγμα εὑρήσεις· χριστὰ γὰρ ἢ ἐπίπλαστα ἢ βρωτὰ ἢ ποτὰ ‹τοῖς› αὐτοῖς ὀνόμασιν, οἷς καὶ ἡμεῖς καλοῦμεν, συντάσσουσιν οἱ θεοί, ἢ καὶ ὅταν αἰνίσσωνται οἱ θεοί, πάνυ σαφῶς αἰνίσσονται. οἷον γυνὴ ἔδοξε περὶ μαζὸν ἔχουσα φλεγμονὴν ὑπὸ προβάτου θηλάζεσθαι. ἀρνόγλωσσον καταπλασαμένη ἰάθη [διὰ ‹τὸ› τὸ ὄνομα τοῦ φυτοῦ σύνθετον ὂν δηλοῦν τὴν τοῦ ἀρνὸς γλῶσσαν ‹καὶ τὴν› βοτάνην]. οἵαν δ' ἂν θεραπείαν εὕρῃς, ἐάν τε αὐτὸς κρίνῃς ἐάν τε ἄλλου κρίναντος ἀποβᾶσαν μάθῃς, ἀνερευνῶν εὑρήσεις ἰατρικώτατα ἔχουσαν καὶ οὐκ ἔξω τοῦ ἐν ἰατρικῇ λόγου. ὡς καὶ Φρόντων ὁ ἀρθριτικὸς θεραπείαν αἰτήσας ἔδοξεν ἐν τοῖς προαστείοις περιπατεῖν, καὶ προπόλει χρισάμενος παρηγορήθη ἱκανῶς [ὡς ἴσον εἶναι τὸ χρῖμα θεραπείᾳ]. ὅθεν ἔστω σοι κατὰ τὸ ἐνδεχόμενον ἐπιμελές, ὡς πολλάκις σοι παρῄνουν, ἰατρικῶν ἔχεσθαι λόγων. μέμνησο δὲ κἀκεῖνο, ὅτι οἱ μὴ νοσοῦντες μηδὲ ὅλως ἀλγοῦντές τι, εἴ τινα λάβοιεν συνταγὴν ἢ ἀπὸ ἱερείων ἢ ἐμπύρων τι λαβόντες ἀποφέροιεν ὡς ὠφελῆσον, [πρότερον ἢ] νοσήσουσιν ἢ ἀλγήσουσί τι μέρος τοῦ σώματος· οὐ γὰρ τοῖς ὑγιαίνουσιν ἀλλὰ τοῖς κάμνουσι δεῖ θεραπειῶν.

   Ἔτι κἀκεῖνο. μέμνησο τῶν ἐμῶν κρίσεων καὶ τῆς ἐμῆς ἐπιβολῆς καὶ μὴ ζηλώσῃς κακοζήλους κρίσεις, μηδὲ ἐὰν ἐπαινεῖσθαι πρός τινος μέλλῃς. μηδὲ ἀπὸ μιᾶς συλλαβῆς κρίνῃς ὀνείρους, ἵνα μὴ πταίσμασι περιπίπτων ἀδοξήσῃς. οἷόν [τι λέγω·] νοσῶν τις ἔδοξε Πείσωνά τινα καλούμενον ὁρᾶν. τοῦτό τις ὑπεκρίνατο πολλὴν ἀσφάλειαν καὶ σωτηρίαν καὶ προσέτι ἔφη ἐνενήκοντα καὶ πέντε ζήσειν αὐτὸν ἔτη ἀπὸ τῆς πρώτης τοῦ Πείσωνος συλλαβῆς. ἀλλ' οὐδὲν ἧττον ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον ἐν αὐτῇ τῇ νόσῳ· καὶ γὰρ ὁ Πείσων αὐτῷ μύρα βαστάζειν ἐδόκει, νοσοῦντι δὲ πονηρὰ τὰ μύρα διὰ τὸ συνεκφέρεσθαι. μὴ νομίσῃς δὲ τὸν τοῦ ναυκλήρου ὄνειρον τούτῳ ὅμοιον εἶναι· πυνθανομένῳ γὰρ αὐτῷ εἰ ἀναβήσεται εἰς Ῥώμην, ἀπεκρίνατό τις 'οὔ'. εἰς τετρακοσίας ἑβδομήκοντα ἡμέρας ἀνέβη· οὐδὲν γὰρ διέφερεν ἢ τὸν ἀριθμὸν αὐτὸν εἰπεῖν ἢ τὸ ὄνομα τοῦ στοιχείου τοῦ δηλοῦντος τὸν ἀριθμόν.

[23]    Περὶ δὲ ἀναγραμματισμοῦ Ἀρίστανδρος ἄριστος ὢν ὀνειροκρίτης καὶ ἄλλοι τινὲς παλαιοὶ παντελῶς γελοῖόν τι πεπόνθασιν. ἐν μὲν γὰρ τοῖς προοιμίοις διδάσκουσι τί ἐστιν ἀναγραμματισμός, οὐδαμοῦ δὲ φαίνονται αὐτοὶ χρησάμενοι, οὔτε μεταθέντες συλλαβὰς οὔτε ἀφελόντες ἢ προσθέντες γράμματα· ἐγὼ δὲ καὶ ἐν ἀρχῇ τῆς ἐμῆς συντάξεως ἐπεμνήσθην καὶ νῦν σοι παραινῶ χρῆσθαι μὲν ἀναγραμματισμῷ, ὅταν τινὶ κρίνων ὀνείρους ἐθέλῃς ἑτέρου σοφώτερον δοκεῖν κρίνειν, ἑαυτῷ μέντοι κρίνων μηδαμῶς χρήσῃ, ἐπεὶ ἐξαπατηθήσει.

[24]    Ἰσοψήφοις δὲ χρήσει, ὅταν καὶ χωρὶς τῶν ἰσοψήφων τὰ βλεπόμενα τοῦτο, ὅπερ ἂν τὰ ἰσόψηφα περιέχῃ, σημαίνῃ. οἷον γραῦς τοῖς νοσοῦσιν ὁρωμένη θανάτου γίνεται σύμβολον· ἔστι γὰρ 'γραῦς' ἑπτακόσια τέσσαρα καὶ 'ἡ ἐκφορὰ' ἑπτακόσια τέσσαρα. ἀλλὰ καὶ χωρὶς τοῦ ἰσοψήφου [ἡ] γραῦς ἐκφορᾶς ἐστι σημαντικὴ αὐτή, μέλλουσα μὴ εἰς μακρὰν ἀποθνήσκειν. εἰ δέ ποτέ τινα ὄνειρον μηδενὶ τῶν ὀνειροκριτικῶν θεωρημάτων ὑποπίπτοντα μὴ δυνηθείης κρῖναι, μὴ ἀθυμήσῃς· καὶ γάρ εἰσί τινες πρὸ ‹τῆς› ἀποβάσεως ἄκριτοι, οὓς κρίνων μὲν ἐπιτυχὴς παρά γε ἐμοὶ εἶναι δόξεις, μὴ κρίνων δὲ οὐκ ἄτεχνος. οἷον ἔδοξέ τις στρατοπεδάρχης ἐπὶ τῇ μαχαίρᾳ αὐτοῦ γεγράφθαι ι κ θ. ἐγένετο πόλεμος ὁ Ἰουδαϊκὸς ἐν Κυρήνῃ, καὶ ἠρίστευσεν ἐν τῷ πολέμῳ ὁ ἰδὼν τὸν ὄνειρον, καὶ τοῦτο ἦν ὃ εἴπομεν, ἀπὸ μὲν τοῦ ι Ἰουδαίοις, ἀπὸ δὲ τοῦ κ Κυρηναίοις, ἀπὸ δὲ τοῦ θ θάνατος. ἀλλὰ πρὸ μὲν τῆς ἀποβάσεως ἦν ἄκριτος, ἀποβάντων δὲ τῶν ἀποτελεσμάτων καὶ σφόδρα εὔκριτος. δοκεῖ δέ μοι καὶ Ἀρίστανδρος Ἀλεξάνδρῳ τῷ Μακεδόνι πολιορκοῦντι Τύρον καὶ προσκαθημένῳ καὶ διὰ τὸν χρόνον ἀσχάλλοντι καὶ ἀνιωμένῳ δόξαντι ὄναρ ἐπὶ τῆς ἀσπίδος Σάτυρον παίζοντα ἰδεῖν ἐπιτυχῶς κρῖναι, ὅτι ἔτυχεν ἐν Τύρῳ τε ὢν καὶ πολεμοῦντι Τυρίους τῷ βασιλεῖ συνών· τὸ γὰρ 'Σάτυρος' ὄνομα εἰς τὸ 'σὰ Τύρος' διαλαβὼν προθυμότερον τὸν βασιλέα πολεμεῖν ἐποίησεν, ὥστε καὶ εἷλε τὴν πόλιν. ἔστι δὲ τούτοις ὅμοιον καὶ τὸ ὑπογεγραμμένον. ὁ Σύρος ὁ τοῦ Ἀντιπάτρου δοῦλος ὑποκάτω τῶν ποδῶν αὐτοῦ [αὐτὰ] τὰ πέλματα ἔδοξε μὴ ἔχειν. ζῶν κατεκάη.

   Ἔτι τὸ δηλούμενον ὑπό τινος πάλιν αὖ ἐκείνου ἐστὶ σημαντικόν, ὑφ' οὗ δηλοῦται. οἷον γυνὴ ἔδοξε τὰ ὄμματα ἀλγεῖν. ἐνόσησαν αὐτῆς οἱ παῖδες. ἄλλη γυνὴ ἔδοξεν αὐτῆς τοὺς παῖδας νοσεῖν. ἐνόσησαν αὐτῆς τὰ ὄμματα. Διογένης ὁ ναύκληρος τῆς ἀκάτου τὸ ἀντιπρόσωπον ἔδοξεν ἀπολωλεκέναι. οὐκ εἰς μακρὰν ὁ πρῳρεὺς αὐτοῦ ἀπέθανε. καὶ ἐν Μιλήτῳ τὸν πρῳρέα τις δόξας ἐκφέρειν καὶ κατορύττειν τῆς νεὼς ἀπώλεσε τὸ ἀντιπρόσωπον. καὶ ὁ τὸν πατέρα δόξας νοσεῖν τὴν κεφαλὴν ἤλγησεν. ὅτι δὲ πατρός ἐστι σημαντικὴ ἡ κεφαλὴ οἶσθα ἀπὸ τοῦ πρώτου βιβλίου.

[25]    Καθόλου δὲ τῶν ἐν ‹τῷ› σώματι μερῶν τὰ μὲν ἄνω πρὸς τοὺς βελτίονας καὶ ἐντιμοτέρους λάμβανε, πάντα δὲ τὰ ὑποκάτω πρὸς τοὺς ἥττονας καὶ ὑποδεεστέρους [τῶν μὲν ἐν κεφαλῇ ἐπὶ βλεφάρων καὶ ὀδόντων καὶ χειλῶν καὶ γλώττης τῶν δὲ ἐν ὅλῳ τῷ σώματι τὰ ὑπὲρ ζώνην καὶ ὑπὸ ζώνην τὰ δεξιὰ πρὸς ἄρσενας ἢ πρεσβυτέρους τὰ δὲ ἀριστερὰ πρὸς θηλείας ἢ νεωτέρους ἢ νεωτέρας]. περὶ δὲ ἑκάστου τὸ πρὸς εἶδος ἀπὸ τῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν διαιρέσεως ἐκ τοῦ πρώτου λάμβανε βιβλίου.

[26]    Πάντα δὲ ἔμετον καὶ αἵματος καὶ τροφῆς καὶ φλέγματος τοῖς μὲν ἀπόροις εἰς ὠφέλειαν κρῖνε, τοῖς δὲ εὐπόροις εἰς βλάβην· οἱ μὲν γὰρ οὐκ ἂν ἀπολέσαιέν τι, εἰ μὴ κτήσαιντο πρότερον· οἱ δὲ ἔχοντές τι καὶ ἀπολλύουσι.

   Πᾶσαι τροφαὶ τὰ αὐτὰ καὶ βλεπόμεναι αὐτὸ μόνον καὶ ἐσθιόμεναι σημαίνουσι πλὴν κρομμύων· ταῦτα δὲ βλεπόμενα μὲν ἀγαθά, ἐσθιόμενα δὲ πονηρά.

[27]    Τοὺς πολλάκις ὁρωμένους ὀνείρους, εἰ μὲν ἐκ μικρῶν διαστημάτων βλέποιντο καὶ συνεχῶς, ἀεὶ τὸ αὐτὸ σημαίνειν νόμιζε, τούτου δὲ ἕνεκεν ὁρᾶσθαι πολλάκις, τοῦ μᾶλλον αὐτοῖς προσέχειν καὶ πιστεύειν· καὶ γὰρ ἡμεῖς ἐν τῇ συνηθείᾳ, ὅταν τι σπουδαῖον λέγωμεν, πολλάκις αὐτὸ λέγομεν. οὕτως οὖν καὶ ἡ ψυχή, ἢ ὅτι σπουδαῖα προαγορεύει καὶ ἀξιόλογα καὶ οὐ πάρεργα, πολλάκις αὐτὰ δείκνυσιν, ἢ ὅτι πρὸ πολλοῦ τῆς ἀποβάσεως αὐτῶν ἤρξατο καὶ οὐ διαλείπει αὐτὰ ὁρῶσα. ὅταν δὲ μεγάλα ᾖ τὰ διαστήματα τῷ αὐτῷ πολλάκις ὁρωμένῳ ὀνείρῳ, ἄλλοτε ἄλλα σημαίνειν [τὸν] αὐτὸν νόμιζε. ὥσπερ γὰρ εἰ πολλοὶ τὸν αὐτὸν ἴδοιεν ὄνειρον, διαφόρως ἑκάστῳ ἀποβήσεται διὰ τὸ μὴ πάντας ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν, οὕτω καὶ ἐὰν ἐπὶ διαφόροις τὸ αὐτό τις ἴδῃ, διαφόρως αὐτῷ ἀποβήσεται διὰ τὸ μὴ πάντως ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν. οἷον ἔδοξέ τις τὴν ῥῖνα ἀπολωλεκέναι, ἔτυχε δὲ ὢν μυροπώλης. ἀπώλεσε τὴν ἐνθήκην καὶ ἐπαύσατο μυροπωλῶν διὰ τὸ μὴ ἔχειν ῥῖνα· οὐκέτι γὰρ ἔχων τὸ δοκιμαστήριον τῶν μύρων εἰκότως οὐδὲ τῇ ἀπὸ τῶν μύρων ἐχρῆτο ἐργασίᾳ. ὁ αὐτὸς οὐκέτι μυροπωλῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν. ἑάλω πλαστογραφήσας καὶ ἔφυγε τὴν ἑαυτοῦ· ὅ τι γὰρ ἂν λείπῃ τῷ προσώπῳ, ἄτιμον αὐτὸ ποιεῖ· ἔστι δὲ τὸ πρόσωπον τῆς αἰδοῦς καὶ τῆς ἐπιτιμίας εἰκών. εἰκότως οὖν κἀκεῖνος ἄτιμος ἐγένετο. ὁ αὐτὸς νοσῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν, καὶ οὐκ εἰς μακρὰν ἀπέθανε· καὶ γὰρ τὰ κρανία τῶν ἀποθανόντων ῥῖνα οὐκ ἔχει. ἀλλὰ πρότερον μὲν ὡς ἐμπόρῳ εἰς τὰ μύρα ἀπέβη, δεύτερον δὲ ὡς ἐπιτίμῳ εἰς τὸ ἀξίωμα, τρίτον δὲ ὡς νοσοῦντι εἰς αὐτὸ τὸ σῶμα· καὶ οὕτως ὁ αὐτὸς ὄνειρος τῷ αὐτῷ τρὶς οὐχ ὁμοίως ἀπέβη.

[28]    Ἔτι καὶ τῶν σκευῶν καὶ τῶν ἐργαλείων ἕκαστον ἢ τὴν τέχνην σημαίνει ἢ τὸ περιεχόμενον ὑπ' αὐτοῦ, ὡς πίθοι οἶνον ἢ ἔλαιον καὶ σιπύη πυροὺς ἢ κριθὰς ἢ κατὰ ἀναλογίαν τὸ ὅμοιον ὂν τῇ χρήσει, ὡς ἐργαλεῖα πάντα φίλους καὶ τέκνα καὶ γονεῖς καὶ ταμεῖα τοὺς ταμίας καὶ κίσται καὶ θησαυροφυλάκια γυναῖκας καὶ οἰκονόμους.

   Ἱππικὸς ἀνὴρ στρατείαν αἰτῶν παρὰ τοῦ βασιλέως ἔδοξε κληθεὶς πρός τινος ἐξελθεῖν τοῦ οἴκου ἔνθα ἦν καὶ καταβὰς δύο κλίμακας λαβεῖν ἀπὸ τοῦ καλέσαντος στέφανον ἐλαϊνὸν τοιοῦτον οἷον ἐν πομπαῖς φοροῦσιν ἱππεῖς Ῥωμαίων. καὶ πάνυ μὲν εὔθυμος ἦν, ἐθάρρουν τε τῷ ὀνείρῳ καὶ οἱ περὶ αὐτόν· ἀπέτυχε δὲ τῆς αἰτήσεως. ἔλαβε γὰρ τὸν στέφανον οὐκ ἀναβὰς ἀλλὰ καταβὰς τὰς κλίμακας, λέγομεν δὲ τὰς προκοπὰς ἀναβάσεις, τὸ δ' ἐναντίον αὐταῖς καταβάσεις. ὁ δὲ στέφανος ἐποίησεν αὐτὸν γῆμαι παρθένον διὰ τὴν δέσιν καὶ ὅτι παρθένου ἐλαία· παρθένου γάρ ἐστι θεᾶς. τοῦτόν σοι τὸν ὄνειρον ὑπέγραψα, ἵνα μάθῃς ὅτι μὴ δεῖ ταῖς πρώταις φαντασίαις τῶν ὀνείρων προσέχειν, ἀλλ' ὁμοῦ τῇ τάξει πάντων τῶν ὁραθέντων· οἱ γὰρ ἀπὸ μόνου τοῦ στεφάνου κρίνοντες οὐ προσέχοντες τῇ καταβάσει ἔπταισαν πάντες.

[29]    Οἱ ἀπὸ γένους τὸ γένος ὅλον σημαίνουσι, μάλιστα παῖδες· καὶ γὰρ ὅ τι ἂν ἄλλο σημαίνωσιν, ἅμα καὶ τὴν γενεὰν δηλοῦσιν. οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ θυγατέρα κυρτὴν ἰδεῖν. ἀπέθανε τοῦ ἰδόντος ἡ ἀδελφὴ ὀρθῶς καὶ κατὰ λόγον· ἦν γὰρ αὐτῷ τὸ γένος οὐχ ὑγιές.

[30]    Πάντα τὰ περιεκτικὰ ἡμῶν αὐτῶν τὸν αὐτὸν ἔχει λόγον, ἱμάτιον οἰκία τεῖχος ναῦς καὶ τὰ ὅμοια. οἷον ξύλινον ἱμάτιον ἔδοξέ τις περιβεβλῆσθαι. ἔτυχε πλέων καὶ ἐβραδυπλόησεν· ἦν γὰρ αὐτῷ ξύλινον ἱμάτιον ἡ ναῦς. τὸ ἱμάτιόν τις ἔδοξε μέσον ἐρρωγέναι. συνετρίβη αὐτοῦ ἡ οἰκία· τὸ γὰρ περιέχον αὐτὸν ἦν οὐχ ὑγιές. τὸν κέραμον τῆς οἰκίας ἔδοξέ τις ἀπολωλέναι. τὰ ἱμάτια ἀπώλεσε· τὸ γὰρ σκέπον αὐτὸν οὐκέτι ἦν. τὸ τεῖχος ἔδοξέ τις διαρραγῆναι. ναύκληρος ἦν καὶ τὰ ἀμφιμήτρια τῆς νεὼς ἔπεσε.†[προσβάλλουσι γὰρ τῷ μὲν τείχει πολέμιοι τῷ δὲ πλοίῳ θάλασσα καὶ χειμών.] πάντα δὲ ταῦτα καὶ πρὸς τὸ σῶμα τὴν ἀναφορὰν ἔχει. ὁ γοῦν δόξας τὸ ἱμάτιον ἐρρωγὸς ἰδεῖν εἰκότως ἐτρώθη κατ' ἐκεῖνο τὸ μέρος, καθ' ὃ καὶ περιβληθέντος τοῦ ἱματίου ἡ ῥαγὰς ἦν· ὥσπερ γὰρ αὐτῷ τὸ ἱμάτιον, οὕτω καὶ τῇ ψυχῇ αὐτοῦ τὸ σῶμα περιέκειτο.

   Ἅμα τοῖς ἄλλοις ἀποτελέσμασιν οἱ δοῦλοι καὶ πρὸς τὸ σῶμα τῶν δεσποτῶν τὴν ἀναφορὰν ἔχουσιν. ὁ γοῦν δόξας τὸν οἰκέτην πυρέσσοντα ἰδεῖν εἰκότως αὐτὸς ἐνόσησεν· ὃν γὰρ ἔχει λόγον ὁ οἰκέτης πρὸς τὸν ὁρῶντα, τὸν αὐτὸν καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν. ἔδοξέ τις ἵππου ὑποδήματα ὑποδεδέσθαι. ἐστρατεύσατο καὶ ἐγένετο ἱππεύς· οὐδὲν γὰρ διέφερεν ἢ αὐτὸν ἢ τὸν βαστάζοντα ἵππον ὑποδεδέσθαι τὰ ὑποδήματα.

   Πολλὰ τῶν ἀποβαινόντων καὶ εἰς τοὺς ὁμοίους καὶ εἰς τοὺς ἀφ' αἵματος καὶ εἰς τοὺς ὁμωνύμους ἀποβαίνει. οἷον ἔδοξέ τις γυνὴ ἄνδρα ἔχουσα ἄλλῳ γαμεῖσθαι. οὔτε δὲ ὁ ἀνὴρ ἐνόσει αὐτῆς, ἵνα αὐτὸν κατορύξασα δυνηθῇ ἄλλῳ γαμηθῆναι, οὔτε εἶχέ τι ὃ πωλήσει, ἵν' ὥσπερ γαμουμένη ἄλλῳ συνάλλαγμα ποιήσηται, οὔτ' ἦν αὐτῇ θυγάτηρ ὡραία γάμων, ἵνα ἐκείνην ἐκδῷ πρὸς γάμον καὶ οὕτω μὴ ἑαυτὴν ἀλλὰ τὴν θυγατέρα ἴδῃ ἄλλῳ γαμουμένην, οὔτε αὐτὴ ἐνόσει, ἵνα ἀποθάνῃ, ἐπειδὴ καὶ γάμος καὶ θάνατος τὸν αὐτὸν ἔχουσι λόγον, ὅτι τὰ παρακολουθοῦντα ἀμφοτέροις ἐστὶν ὅμοια· ἦν δὲ αὐτῇ ἀδελφὴ ὁμώνυμος, καὶ ἔτυχε νοσοῦσα καὶ ἀπέθανε. καὶ τὸ αὐτῇ ἂν ἀποβάν, εἰ ἐνόσει, τοῦτο τῇ ἀδελφῇ ὁμωνύμῳ οὔσῃ ἀπέβη.

[31]    Βασιλεὺς καὶ ναὸς καὶ στρατιώτης καὶ ἐπιστολὴ βασιλέως καὶ ἀργύριον καὶ ὅσα ὅμοια τούτοις ὑπ' ἀλλήλων σημαίνεται. ὁ Στρατόνικος ᾤετο τὸν βασιλέα λακτίζειν. προελθὼν εὗρε χρυσοῦν νόμισμα, ὃ ἔτυχε πατήσας· οὐδὲν γὰρ διέφερεν ἢ τὸν βασιλέα ἢ τὴν εἰκόνα αὐτοῦ λακτίζειν ἢ πατεῖν. ὁ Ζήνων ἔδοξεν ἑκατοντάρχης γεγονέναι, καὶ προελθὼν ἔλαβεν ἑκατὸν βασιλικὰς ἐπιστολάς. Κρατῖνος ὁ ἡμέτερος ὄναρ λαβὼν ἀργύριον εἰσοδιάσθη†ναοῦ βασιλικοῦ ἐγένετο. ἐργεπιστάτης δόξας εἶναι Ζωΐλος ταμίας ἐγένετο ἀργυρίου βασιλικοῦ.

   Ὅ τι ἂν ἐκ τοῦ στόματος δῷ ὁ βασιλεύς, δι' ἀποφάσεως ὠφελήσει τὸν λαβόντα. Χρύσιππος ὁ Κορίνθιος ἐκ τοῦ στόματος τοῦ βασιλέως δύο λαβὼν ὀδόντας μιᾷ ἡμέρᾳ δυσὶν ἀποφάσεσιν ἐπὶ τοῦ βασιλέως δικαζόμενος ἐνίκησεν.

[32]    Ὁ βίος διχῆ σοι νοείσθω, ποτὲ μὲν ὡς οὐσία καὶ κτήματα ποτὲ δὲ ὡς αὐτὸ τὸ ζῆν. γυνὴ πλουσία κόρακας ἔδοξεν ἐπιστάντας αὐτῇ τρεῖς ἀναιδῶς προσβλέπειν, ἕνα δὲ ἐξ αὐτῶν καὶ φωνὴν ῥήξαντα εἰπεῖν 'ἐγώ σε ἔκβιον ποιήσω,' καὶ τρὶς τοὺς κόρακας περιελθόντας αὐτὴν ἀποπτῆναι. αὕτη μετὰ ἐννέα ἡμέρας ἀπέθανεν ὀρθῶς καὶ κατὰ λόγον· τὸ γὰρ 'ἔκβιόν σε ποιήσω' ὅμοιον ἦν τῷ 'ἔξω τοῦ βίου ποιήσω,' τοῦτ' ἔστιν 'ἀποκτενῶ.' τρὶς δὲ οἱ τρεῖς περιελθόντες τὰς ἐννέα ἐδήλουν ἡμέρας.

[33]    Ὅσα λέγει τις ἄλλῳ μὴ ἀπὸ τέχνης τῆς ἑαυτοῦ, εἰς αὐτὸν ἀποβαίνει· ὅσα δὲ ἀπὸ τέχνης, εἰς ἐκεῖνον βλέπει, οὐδαμῶς δὲ εἰς αὐτὸν τὸν λέγοντα, ἀλλ' ὡς ἐπὶ τῶν βαναύσων τεχνῶν ὅσα ἔμαθέ τις εἰ ποιοίη ἀγαθόν, οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ὅσα μὲν γὰρ ἰατροὶ νομικὰ ἢ μάντεις ἰατρικὰ ἢ νομικοὶ μαντικὰ ἄλλῳ λέγουσι, ταῦτα εἰς αὐτοὺς τοὺς λέγοντας ἀποβαίνει· ὅσα δὲ νομικοὶ νομικὰ ἢ ἰατροὶ ἰατρικὰ ἢ μάντεις μαντικὰ λέγουσι, ταῦτα ὡσπερεὶ κατορθούντων ἐν ταῖς τέχναις διαλάμβανε. ἔδοξέν τις ἰατρὸς λέγειν τινὶ 'Ῥωμαῖος ὢν Ἑλληνίδα μὴ γάμει'. γαμήσας αὐτὸς ὑπὸ τῆς γυναικὸς ἐβλάβη πολλά.

   Ὧν τις ἔχει χρείαν, τούτους χρὴ δοκεῖν εὐεργετεῖν ἢ μηδαμῶς γε βλάπτειν, ἐπεὶ οὐ χρήσεται τῇ ἐξ αὐτῶν ὠφελείᾳ. Ἡρακλείδης ὁ Θυατειρηνὸς μέλλων ἀγωνίζεσθαι ἐν Ῥώμῃ τὸν τῶν τραγῳδῶν ἀγῶνα ἔδοξε τοὺς θεατὰς ἀποσφάττειν καὶ τοὺς κριτάς, καὶ ἐλείφθη· οὐ γὰρ ἄν τις τοὺς φίλους ἀποκτείνειεν ἀλλὰ τοὺς ἐχθρούς. τρόπον οὖν τινα ἔλεγεν αὐτῷ τὸ ἐνύπνιον ἐχθροὺς ἔσεσθαι τοὺς θεατὰς καὶ τοὺς κριτάς· ἄλλως τε καὶ οὐκ ἔμελλον αὐτῷ ἀποσφαγέντες οἴσειν ψήφους.

   Ἀλέξανδρος ὁ φιλόσοφος ἔδοξε τὴν ἐπὶ θανάτῳ κατακεκρίσθαι καὶ παραιτησάμενος μόλις ἀπολελύσθαι ἀπὸ τοῦ σταυροῦ· ἔμελε δὲ αὐτῷ ἅτε ἀνδρὶ ἀσκητῇ οὔτε γάμου οὔτε κοινωνίας οὔτε πλούτου οὔτε τῶν ‹ἄλλων› ὅσα ὑπὸ σταυροῦ σημαίνεται. τῇ ὑστεραίᾳ διενεχθεὶς πρός τινα Κυνικὸν ἐπλήγη τὴν κεφαλὴν ξύλῳ, καὶ τοῦτο ἦν ὅπερ προηγόρευσεν αὐτῷ ἡ ψυχή, μέλλειν ξύλῳ μικροῦ δεῖν ἀποθανεῖσθαι. οὗτος ὁ ὄνειρος διδάξει σε ζητεῖν τι καὶ πέρας τῶν ἐνδεχομένων ἀποβαίνειν.

   Ἡ τοῦ κναφέως γυνὴ δόξασα μέλανα ἱμάτια ἔχειν καὶ καταγνωσθεῖσα†μεταλαβεῖν λευκὰ τὸν υἱὸν ἀπώλεσε καὶ μετὰ τρεῖς ἡμέρας εὗρεν αὐτόν. οὕτω τὰ λευκὰ τῶν μελάνων ἀμείνω.

   Ὁ ἐν Περγάμῳ δόξας κλάσματα ἄρτων καὶ ἄρτους ὑγιεῖς χέζειν, ἐτραχηλοκοπήθη· ὥσπερ γὰρ οὐκ ἦν αὐτῷ κεφαλὴ ἡ δυναμένη μασήσασθαι τοὺς ἄρτους,

[34]    Ἑστίαν ἐπὶ ξένης οἰκοδομεῖν μὴ προῃρημένῳ γῆμαι ἢ κατοικῆσαι ἐκεῖ θάνατον μαντεύεται. ὁ Βιθυνὸς νεανίσκος ἐν Ῥώμῃ δόξας ἑστίαν οἰκοδομεῖν ἀπέθανε.

[35]    Τῶν δὲ συνθέτων ὀνείρων διελὼν τὰ κεφάλαια κατὰ μόνας ἕκαστον κρῖνε. οἷον εἴ τις δόξειε πλέειν εἶτα τοῦ πλοίου ἐξελθὼν ἐπὶ τῆς θαλάσσης περιπατεῖν, ἰδίᾳ μὲν τὸ πλέειν ἰδίᾳ δὲ τὸ ἐπὶ τῆς θαλάσσης περιπατεῖν κρῖνε· ἔχεις δὲ τὸ μὲν πλέειν ἐν τῷ δευτέρῳ βιβλίῳ, τὸ δὲ ἐπὶ τῆς θαλάσσης περιπατεῖν ἐν τῷ τρίτῳ, ὅθεν λάμβανε τὰς κρίσεις.

[36]    Οὐδὲν τῶν ἀκινήτων περὶ τὸ σῶμα κείμενον ὠφελεῖ. ὁ ἐν Μαγνησίᾳ δόξας χάλκεα ἱμάτια περικεῖσθαι ὀρθῶς ἀπέθανεν. ἦν γὰρ αὐτὸν τὰ περιέχοντα ἀκίνητα καὶ οἷα τοῖς ἀγάλμασι περιτίθεται. ταῦτα δὲ οὐ ζῇ.

[37]    Ἀνδρόγυνον κωμῳδεῖν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. γάλλους ὁρᾶν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. τὸ μὲν πρῶτον διὰ τὸ ὄνομα οὕτως ἀπέβη, τὸ δὲ δεύτερον διὰ τὸ συμβεβηκὸς τοῖς ὁρωμένοις. καίτοι καὶ τὸ κωμῳδεῖν οἶσθα ὃ σημαίνει καὶ τὸ γάλλους ὁρᾶν. μέμνησο δὲ ὅτι, εἴτε κωμῳδεῖν εἴτε τραγῳδεῖν ὑπολάβοι τις καὶ μνημονεύοι, κατὰ τὴν ὑπόθεσιν τοῦ δράματος γίνεται καὶ τὰ ἀποτελέσματα.

[38]    Τὰ τῷ χρώματι ὅμοια εἰς ταὐτὸν ἀποβαίνει. Αἰθίοπά τις λαβὼν δῶρον μεθ' ἡμέραν ἀνθράκων πλῆρες ἐδέξατο ἀγγεῖον.

[39]    Αἱ περιοχαὶ τῶν μυστηρίων ὅμοια τὰ ἀποτελέσματα ποιοῦσι καὶ ἐν χρόνῳ τοσούτῳ ὁρώμενα ἐν ὅσῳ τελεῖται τὰ μυστήρια. γυνὴ ἔδοξε χορεύειν τῷ Διονύσῳ μεθυσθεῖσα. τὸ ἑαυτῆς παιδίον ἀπέκτεινεν ὂν τριετές. καὶ γὰρ ὁ περὶ Πενθέα καὶ Ἀγαυὴν λόγος τοιοῦτος, καὶ τῷ θεῷ τριετηρίδες ἄγονται ἑορταί.

[40]    Ὅτι τὸ ἐργάζεσθαι τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον, παρακείσθω σοι ὅδε ὁ ὄνειρος. γυνὴ ἔδοξεν ἱστὸν ἐξυφαγκέναι. τῇ ὑστεραίᾳ ἀπέθανεν· οὐκέτι γὰρ εἶχεν ἔργον, τοῦτ' ἔστιν οὐκέτι εἶχε τὸ ζῆν.

[41]    Οὔτε τὸ ἀπορρύπτεσθαι οὔτε τὸ περικεχρῖσθαί τινι τὸ πρόσωπον ἀγαθόν· οὐκ ἀναμάρτητον γάρ φησιν εἶναι τὸν ἰδόντα. ὁ Πάφιος νεανίσκος ἔδοξε κατακεχρῖσθαι τὸ πρόσωπον, ὥσπερ αἱ γυναῖκες, καὶ ἐν θεάτρῳ καθέζεσθαι. μοιχεύων ἑάλω καὶ ἠσχημόνησεν.

   Ὅσα εἰς ἄλλο ἐστὶν εὔχρηστα, εἰς ἄλλο δαπανηθέντα ἄχρηστα γίνεται. ὁ Κρητικὸς ἔμπορος ἔδοξε τὸ πρόσωπον οἴνῳ νίπτεσθαι, καὶ εἶπέ τις αὐτῷ τῶν περὶ ταῦτα δεινῶν 'ἐργάσει ἐκ τοῦ οἴνου καὶ τὰ δάνεια ‹τὰ› σεαυτοῦ ἀποπλυνεῖς.' τὸ δὲ ἄρα ἦν οὐ τοιοῦτον, ἀλλ' ὁ οἶνος αὐτῷ διεφθάρη· τὸ γὰρ ἀπόνιμμα ἄποτον καὶ ἄχρηστον εἰς τὸ λοιπόν.

[42]    Ἔτι κἀκεῖνο. ἔστι τινὰ τῶν ἐν τοῖς ὀνείροις κόσμου ἕνεκεν θεωρούμενα, ἃ χρὴ καταλείπειν. ὥσπερ γὰρ εἴ τις εἰς οἶκον εἰσίοι, πάντως καὶ τὴν παραστάδα καὶ τὴν φλιὰν καὶ τὸ ὑπέρθυρον βλέπει, ἀλλ' οὐ διὰ ταῦτα εἴσεισιν, οὕτως οὐκ ἀπὸ τούτων τὴν κρίσιν ποιητέον, ἀλλ' ἀπ' αὐτοῦ τοῦ οἴκου. ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἐπὶ πορνείου καθεζομένην ἐν ἱματίοις πορφυροῖς ὁρᾶν, ‹καὶ› ἐποιησάμεθα τὴν κρίσιν οὐκ ἀπὸ τῶν ἱματίων οὐδὲ ἀπὸ τῆς καθέδρας οὐδὲ ἀπ' ἄλλου τινὸς ἢ ἀπὸ τοῦ πορνείου μόνου. τελώνης ὁ ἰδὼν ἐγένετο· ἦν γὰρ αὐτῷ ἡ ἐργασία ἄχρωμος, τέχνην δὲ ἢ πραγματείαν τοῦ ἰδόντος τὴν γυναῖκα νομίζομεν εἶναι. ὥσπερ οὖν ἡ φύσις οὐ τοῦ ἀναγκαίου χάριν πάντα μόνου ποιεῖ ἀλλὰ καὶ τοῦ κόσμου, ὡς τὰς ἕλικας ἐν ταῖς ἀμπέλοις, οὕτω καὶ ἡ ψυχὴ πολλὰ ἕνεκεν κόσμου συνθεωρεῖ καὶ πολλάκις ἀπὸ μέρους τὰ ὅλα δείκνυσιν. οἷον ἔδοξέ τις τῆς ἀδελφῆς τὰ ἱμάτια ἔχειν καὶ περικεῖσθαι. ἐκληρονόμησε τὴν ἀδελφήν.

   Ὅτι τὸ φῶς τοῦ σκότους λυσιτελέστερον τοῖς μὴ λανθάνειν βουλομένοις, ἐντεῦθεν ἂν μάθοις. Μένιππος ὁ Μάγνης παγκρατιαστὴς οὐ πρὸ πολλοῦ τοῦ ἐν Ῥώμῃ ἀγῶνος ἔδοξε παγκρατιάζοντος αὐτοῦ νύκτα γεγονέναι. οὐ μόνον ἐλείφθη τὸν ἐν Ῥώμῃ ἀγῶνα, ἀλλὰ καὶ πληγεὶς τὴν χεῖρα κατέλυσεν.

[43]    Ὅτι οὐκ ἐκφεύγουσι παντελῶς οἱ ὄνειροι τὸν λόγον τῶν ἱστοριῶν, μάθοις ἂν ἐντεῦθεν. γυνὴ ἔδοξε τοὺς τοῦ Ἡρακλέους ἄθλους τετελεκέναι, καὶ οὐκ εἰς μακρὰν ἐμπυρισμῷ περιληφθεῖσα ζῶσα ἐκαύθη. φασὶ γὰρ καὶ τὸν Ἡρακλέα πυρὶ διαφθαρῆναι τὸ σῶμα. ὅτε μέντοι δεῖ προσέχειν ἱστορίαις καὶ ὅτε μή, ἐπὰν κατὰ τοῦτο τοῦ λόγου γένωμαι, διδάξω σε.

[44]    Ἔτι καὶ τοῦτο. καταφρονεῖν οὔτε ἰδιώτου ἑνὸς ἢ πολλῶν οὔτε δήμου συμφέρει ὥσπερ οὐδὲ τὸ καταφρονεῖσθαι, λέγω δὲ τὸ καταφρονοῦντος ἔργα πάσχειν ἢ δρᾶν [εἰ μὴ μόνοις τοῖς ἄρχειν δυναμένοις]. ἔδοξέ τις ἀναστειλαμένην τὴν γυναῖκα ἐπιδεικνύειν αὐτῷ τὸ αἰδοῖον. πολλῶν κακῶν αἰτία ἐγένετο αὐτῷ ἡ γυνή· ὥσπερ γὰρ εὐκαταφρονήτῳ ἀνεστείλατο. ἔδοξέ τις ἐν συμβιώσει καὶ φρατρίᾳ τοῖς συμβιώταις ἀναστειλάμενος ἑκάστῳ προσουρεῖν. ἀπηλάθη τῆς φρατρίας ὡς ἄτιμος· εἰκὸς γὰρ τοὺς οὕτω παροινοῦντας μισεῖσθαί τε καὶ ἀπελαύνεσθαι. ἔδοξέ τις ἐν θεάτρῳ μέσῳ οὐρεῖν τοῦ ὄχλου καθεζομένου. παρενόμησεν εἰκότως· τῶν γὰρ ἀρχόντων νόμων ὥσπερ καὶ τῶν θεατῶν κατεφρόνησε. τούς γε μὴν ἄρχοντας οὐδὲν κωλύει δοκεῖν τῶν ὑποτεταγμένων καταφρονεῖν.

[45]    Περὶ ἰατρῶν ὅτι πᾶσι τοῖς εὐεργέταις καὶ τοῖς ἀμύνουσι τὸν αὐτὸν ἔχουσι λόγον, εἴπομεν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ καὶ νῦν δὲ πιστώσομαί σοι τὸ δόγμα καὶ δι' ἀποβάσεως ὀνείρου. δίκην τις ἔχων ἔδοξε νοσεῖν καὶ ἰατροὺς οὐκ ἔχειν. συνέβη αὐτῷ καταλειφθῆναι ὑπὸ τῶν συνηγόρων· ἡ μὲν γὰρ νόσος τὴν δίκην ἐδήλου· κρίνεσθαι γὰρ ἀμφοτέρους φαμὲν καὶ τοὺς δικαζομένους καὶ τοὺς νοσοῦντας. οἱ δὲ ἰατροὶ τοὺς συνηγόρους ἐδήλουν.

[46]    Ἔτι καὶ τοῦτο. μέμνησο ὅτι τὰ μὴ ἐν τόπῳ οἰκείῳ βλεπόμενα τὸ ἐναντίον τῷ σημαινομένῳ προαγορεύει. οἷον ἔδοξέ τις ἄνδρα φίλον καὶ συνήθη, οὗ τὴν θυγατέρα ἐμοίχευεν, ἀποστεῖλαι αὐτῷ ἵππον, τὸν δὲ ἱπποκόμον δύο κλίμακας ἀναγαγόντα τὸν ἵππον εἰς τὸν κοιτωνίσκον εἰσαγαγεῖν, ἔνθα ἦν αὐτὸς κατακείμενος, καὶ μετ' οὐ πολὺ ἀπείρχθη τῆς πρὸς τὴν ἐρωμένην ὁδοῦ· ὁ μὲν γὰρ ἵππος τὴν γυναῖκα ἐσήμαινεν, ὁ δὲ τόπος τὸ μὴ παραμεῖναι, ὅτι μὴ δυνατὸν ἦν ἐπὶ τριστέγης γενέσθαι ἵππον.

[47]    Ὅσα τεράστια ἐστὶ καὶ οὐδαμῶς ἐνδεχόμενα γενέσθαι, ὡς Ἱπποκένταυρος καὶ Σκύλλα, ψευδεῖς τὰς προσδοκίας ἔσεσθαι σημαίνει, ὡς ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα. ἐνίοτε μέντοι τὰς μὲν ἐλπίδας οὐ τελειοῖ, τὰς δὲ ὑποθέσεις τῶν πραγμάτων ταῖς περιοχαῖς ὁμοίας ποιεῖ. ἔδοξέ τις ἀνὴρ ἐπιθυμῶν παῖδας αὐτῷ γενέσθαι ‹καὶ› τὴν γυναῖκα κυοῦσαν ἔχων, Ἱπποκένταυρον αὐτῷ γεγεννῆσθαι. δίδυμα αὐτῷ ἐγεννήθη βρέφη· δύο γὰρ σώματα τοῦ Ἱπποκενταύρου. ἀλλ' οὐδέτερον τῶν παιδίων ἐτράφη· οὐδαμῶς γὰρ ἐνδέχεται Ἱπποκένταυρον γενέσθαι· εἰ δὲ καὶ γένοιτο, ἀδύνατον τὸ τραφῆναι.

   Ὅσαι τῶν ἱστοριῶν διπλοῦν ἔχουσι λόγον, τῶν μὲν ὡς οὕτως ἔχουσι λεγόντων, τῶν δὲ ὡς ἄλλως, τούτων ὁποτέρᾳ ἂν ἀκολουθήσῃς δόξῃ ὡς [ὁμοίως] ἀποβησομένῃ, ὀρθῶς ποιήσεις, κἂν μὴ ἐπιτύχῃς· ἄμεινον δὲ ἀμφοτέρας τὰς δόξας εἰδέναι τε καὶ λέγειν. οἷον [ὁ παρὰ τοῦ Αἰγυπτίου λεχθεὶς ὄνειρος] ἔδοξέ τις ‹τὸν› φοίνικα τὸ ὄρνεον ζωγραφεῖν. εἶπεν Αἰγύπτιος ὅτι ὁ ἰδὼν τὸν ὄνειρον εἰς τοσοῦτον ἧκε πενίας ὥστε τὸν πατέρα ἀποθανόντα δι' ἀπορίαν πολλὴν αὐτὸς ὑποδὺς ἐβάστασε καὶ ἐξεκόμισε· καὶ γὰρ ὁ φοίνιξ [τὸ ὄρνεον] τὸν ἑαυτοῦ πατέρα καταθάπτει. εἰ μὲν οὖν οὕτως ἀπέβη ὁ ὄνειρος, οὐκ οἶδα, ἀλλ' οὖν γε ἐκεῖνος οὕτω διηγεῖτο, καὶ κατὰ τοῦτο τῆς ἱστορίας εἰκὸς ἦν ἀποβεβηκέναι. λέγουσι δὲ ἔνιοι ὅτι ὁ φοίνιξ οὐ τὸν πατέρα καταθάπτει οὐδὲ ὅλως ἐστὶν αὐτῷ περιὼν πατὴρ οὐδὲ ἄλλος τις τῶν προγόνων, ἀλλ' ὅταν αὐτὸν τὸ μοιρίδιον ἄγῃ, ἔρχεται εἰς Αἴγυπτον ὅθεν οὐκ ἴσασιν ἄνθρωποι, καὶ αὐτὸς ἑαυτῷ ποιησάμενος ἐκ κασίας τε καὶ σμύρνης πυρὰν ἐναποθνήσκει. καυθείσης δὲ τῆς πυρᾶς μετὰ χρόνον ἐκ τῆς σποδοῦ σκώληκα λέγουσι γεννᾶσθαι, ὅντινα μεταβάλλειν αὐξανόμενον καὶ γίνεσθαι πάλιν φοίνικα καὶ ἀφίπτασθαι Αἰγύπτου ἐκεῖσε ὅθεν ἧκεν ὁ πρὸ αὐτοῦ φοίνιξ. ὥστε εἰ καὶ τῶν γονέων ἔρημόν τις εἴποι γενέσθαι τὸν ἰδόντα τὸν ὄνειρον, κατὰ τοῦτο τῆς ἱστορίας οὐκ ἀποτεύξεται. μέμνησο δὲ ὅτι τῶν ἱστοριῶν μόναις σοι προσεκτέον ταῖς πάνυ πεπιστευμέναις ἐκ πολλῶν καὶ μεγάλων τεκμηρίων ὅτι εἰσὶν ἀληθεῖς, ὡς τῷ πολέμῳ τῷ Περσικῷ καὶ ἐπάνωθεν τῷ Τρωικῷ καὶ τοῖς ὁμοίοις. τούτων γὰρ καὶ ἐναυλίσματα δείκνυται καὶ τόποι παρατάξεων καὶ στρατοπέδων καθιδρύσεις καὶ πόλεων κτίσεις καὶ βωμῶν ἀναστάσεις καὶ ὅσα ἄλλα τούτοις ἀκόλουθα. ὅταν οὖν τοιοῦτον ἴδῃ τις, πάντως ὅμοιόν τι αὐτῷ ἀποβήσεται. ἔτι καὶ τῶν ἱστοριῶν χρὴ προσέχειν ταῖς πολυθρυλήτοις καὶ ταῖς πρὸς τῶν πλείστων πεπιστευμέναις, οἷα τὰ περὶ τὸν Προμηθέα καὶ τὴν Νιόβην καὶ τῶν τραγῳδουμένων ἕκαστον· ταῦτα γὰρ εἰ καὶ μὴ οὕτως ἔχοι, ἀλλ' οὖν γε διὰ τὸ προειλῆφθαι πρὸς τῶν πλείστων ὁμοίως ταῖς περιοχαῖς ἀποβαίνει. ὅσα δὲ παντελῶς ἐξίτηλα καὶ φλυαρίας καὶ λήρου μεστά, ὡς τὰ περὶ τὴν γιγαντομαχίαν καὶ τοὺς Σπαρτοὺς τούς τε ἐν Θήβαις καὶ τοὺς ἐν Κόλχοις καὶ τὰ ὅμοια, ἤτοι τέλεον οὐκ ἀποβήσεται ἢ κατὰ τὸν ἔμπροσθεν λόγον πᾶσαν ἀθετεῖ καὶ περιγράφει προσδοκίαν, καὶ ματαίας ὑπαγορεύει καὶ κενὰς τὰς ἐλπίδας, εἰ μή τι ἄρα τῶν μυθικῶν τούτων φυσικὴν ἐπιδέχοιτο τὴν ἐξήγησιν. οἷον ἔδοξέ τις Ἐνδυμίων γεγονέναι καὶ ὑπὸ τῆς Σελήνης ἐρᾶσθαι. συνέβη αὐτῷ πολλή τις εὔκλεια καὶ πορισμὸς οὐκ ὀλίγος ἐκπονήσαντι μαντικὴν τὴν δι' ἄστρων· καὶ γὰρ τὸν Ἐνδυμίωνα λόγος ἔχει πρὸς μὲν τῶν πολλῶν ὑπὸ τῆς Σελήνης φιληθέντα συνεῖναι αὐτῇ, πρὸς δὲ τῶν τὰ τοιαῦτα ἐξηγουμένων ἀστρολογίᾳ μάλιστα πάντων ἀνθρώπων προσέχοντα καὶ νύκτωρ διαγρυπνοῦντα δόξαι τῇ σελήνῃ ὁμιλεῖν.

[48]    Ὅ τι δ' ἄν τις ἴδῃ ὅμοιον ἢ συγγενὲς ἢ οἰκεῖον, τοῦτο ἅμα τῷ οἰκείῳ καὶ συγγενεῖ βλεπόμενον ἧττον ἂν εἴη πονηρόν. οἷον ἔδοξέ τις πίθον ἔχων οἴνου μεστὸν ἄμπελον ἐκ τοῦ πίθου πεφυκέναι. ἔστι δὲ καὶ παρὰ Φοίβῳ τῷ Ἀντιοχεῖ ὄνειρος τοιοῦτος. ἔδοξέ τις πίθον ἔχων οἴνου πλέων ἐκ τοῦ πίθου ἐλαίαν πεφυκέναι. καί φησιν ὁ Φοῖβος ὅτι πάντες οἱ πιόντες τοῦ οἴνου ἀπέθανον ἐχίδνης ἐναποθανούσης τῷ οἴνῳ. τῷ δὲ δόξαντι ἐκ τοῦ πίθου ὁμοίως ἄμπελον πεφυκέναι ἦν μὲν καὶ τούτῳ ἐν τῷ πίθῳ ἔχιδνα νεκρὰ καὶ ὁ οἶνος ὁμοίως διέφθαρτο, οὐ μὴν ἔπιόν γέ τινες οὐδὲ ἀπέθανον· δόξαν γὰρ αὐτοῖς διυλίσαι πρότερον τὸν οἶνον ὡς αὖθις πιομένοις, μαθόντες τὸ συμβεβηκὸς [εὑρόντες δὲ τὰ θηρίου ὀστᾶ] ἐξέχεαν τὸν οἶνον. ἦν δὲ εἰκὸς τούτους μὴ ἀποθανεῖν [οὐ γὰρ εἴ τι ἄμπελος τοῦτο καὶ οἶνος ὅθεν ἄποτος ἐγένετο ὁ οἶνος]· ἐπεὶ γὰρ οἰκεία ἡ ἄμπελος τῷ ἐν τῷ πίθῳ ὑγρῷ, ἧττον ἐγένετο ὁ ὄνειρος πονηρός [διὸ καὶ οὐκ ἀπέθανον].

[49]    Πᾶσα ἐπὶ τὸ βέλτιον μεταβολὴ ἀγαθὴ πλουσίοις, καὶ ἐάν τις εἰς θεὸν μεταβάλῃ· δεῖ δὲ μηδὲν ἐνδεὲς ἔχειν. οἷον ἔδοξέ τις Ἥλιος γεγονέναι καὶ διὰ τῆς ἀγορᾶς διέρχεσθαι ἔχων ἀκτῖνας ἕνδεκα· στρατηγὸς ἀπεδείχθη τῆς ἑαυτοῦ πόλεως καὶ μῆνας ἕνδεκα ἐπιζήσας τῇ ἀρχῇ ἀπέθανε διὰ τὸ μὴ τέλειον ἔχειν τῶν ἀκτίνων τὸν ἀριθμόν. πολλὰ δὲ καὶ οἱ τόποι παρ' ἑαυτῶν εἰσφέρουσι ταῖς ἀποβάσεσιν. οἷον ‹ἔδοξέ τις ἐσταυρῶσθαι›, σημαίνοντος τοῦ δοκεῖν ἐσταυρῶσθαι δόξαν καὶ εὐπορίαν· δόξαν μὲν διὰ τὸ ὑψηλότατον εἶναι τὸν ἐσταυρωμένον, εὐπορίαν δὲ διὰ τὸ πολλοὺς τρέφειν οἰωνούς. ‹ὁ› Μένανδρος ἐν Ἑλλάδι ἔδοξεν ἐσταυρῶσθαι ἔμπροσθεν ἱεροῦ Διὸς Πολιέως, καὶ ἱερεὺς ἀποδειχθεὶς αὐτοῦ ἐκείνου τοῦ θεοῦ λαμπρότερός τε καὶ εὐπορώτερος ἐγένετο.

[50]    Ἔτι καὶ τοῦτο. οἱ φίλοι ἅμα τοῖς ἐχθροῖς ἀναστρεφόμενοι καὶ συναγελαζόμενοι τοῖς ἐχθροῖς εἰς ἔχθραν τῷ ἰδόντι καθίστανται. ὁ Φιλῖνος ἔδοξε τῶν ἑταίρων αὐτοῦ τινα ἅμα τοῖς ἐχθροῖς μέλλειν ἀποδημεῖν, καὶ εἰς ἔχθραν κατέστη τῷ ἑταίρῳ διά τινας αἰτίας [ἄλλας] οὐδὲν προσηκούσας τοῖς ἐχθροῖς.

[51]    Τὰ ἡμιτελῆ τῶν ἔργων ἀπραξίαν σημαίνει τελείαν καὶ οὐδὲ τὰς ἀρχὰς παρέχει. ὁ Κίλιξ ἀδελφοῦ κλῆρον ἀπὸ τοῦ βασιλέως αἰτῶν ἔδοξε πρόβατον κείρειν μέχρις ἡμισείας, καὶ τοῦ πόκου λαβεῖν [τὸ πλεῖστον] τὸ περισσὸν οὐ δυνάμενος διυπνίσθη. καὶ προσδοκία μὲν ἦν αὐτῷ τὸ ἥμισυ τοῦ κλήρου λήψεσθαι, ἔλαβε δὲ οὐδέν.

[52]    Ὅσοι τῶν στεφάνων ἀγαθόν τι σημαίνουσιν, οὗτοι μὴ περὶ τῇ κεφαλῇ ὄντες ἀλλὰ περί τινι ἄλλῳ μέρει τοῦ σώματος πρὸς τῷ μηδὲν ἀγαθὸν σημαίνειν προσέτι καὶ κακοὶ γίνονται. ὁ Ζωίλος εἰς Ὀλύμπια ἀναγαγὼν παῖδας ἰδίους ἀγωνισομένους τὸν μὲν πάλην τὸν δὲ παγκράτιον ἔδοξεν ἐστεφανῶσθαι τὰ σφυρὰ ‹αὐτῶν› ἐλαίᾳ καὶ κοτίνῳ. καὶ σφόδρα μὲν ἦν εὔθυμος ὡς ἱερῶν ὄντων καὶ ἐπινικίων τῶν στεφάνων καὶ Ὀλυμπίασι διδομένων, ἀπέθανον δὲ αὐτῷ οἱ παῖδες πρὸ τοῦ ἀγῶνος· οἱ γὰρ περὶ τοῖς σφυροῖς στέφανοι οὐ πολὺ τῆς γῆς ἀπεῖχον.

[53]    Ὅσα ἡ θάλασσα σημαίνει καὶ τὰ περὶ τὴν θάλασσαν, λιμένες καὶ σκόπελοι καὶ ὑποδρομαὶ καὶ αἰγιαλοὶ καὶ πλοῖα καὶ αὐτὸ τὸ πλέειν, ἐν τῷ δευτέρῳ βιβλίῳ προακήκοας· ὅμως δέ τι καὶ νῦν εἰρήσεταί σοι τοιοῦτον ἀποβεβηκός. ἔδοξέ τις εἰς θάλασσαν πεσὼν καταφέρεσθαι εἰς τὸν βυθὸν καὶ δι' αἰσθήσεως ἔχειν ἐπὶ πολὺ καταφερόμενος, καὶ τέλος ὑπὸ [αὐτοῦ] τοῦ δέους ἀφυπνίσθη. γήμας ἑταίραν ἅμα αὐτῇ μετανέστη καὶ τὸ πολὺ τοῦ βίου διέτριψεν ἐπὶ ξένης. τούτων τὰς αἰτίας περισσὸν λέγειν.

[54]    Ὅσα συνεχῶς περί τι μέρος τοῦ σώματός ἐστι, ταῦτα τὸν αὐτὸν τοῖς πεφυκόσιν ἔχει λόγον. οἷον ἔδοξέ τις ξύλα ἔχειν ἐκ τῶν δακτύλων πεφυκότα. καὶ πάλιν ἔδοξέ τις ἔρια ἔχειν ἐκ τοῦ στήθους πεφυκότα καὶ τοῦ μεταφρένου. καὶ ὁ μὲν ἐγένετο κυβερνήτης, ὁ δὲ φθισικός· τῷ μὲν γὰρ ἀεὶ ξύλα ἦν διὰ χειρῶν τὰ τῶν πηδαλίων, τῷ δὲ ἀεὶ ἔρια περὶ τῷ θώρακι διὰ τὴν νόσον.

[55]    Ἔτι καὶ τοῦτο. πολλὰ παρὰ τὸ πλῆθος ἀποβαίνει καὶ πάλιν παρὰ τὸ μέγεθος. παρὰ μὲν τὸ πλῆθος, ὡς ἐπὶ κρομμύων, ἃ εἴ τις νοσῶν δόξειεν ἐσθίειν, εἰ μὲν πολλά, ἀναστήσεται, ἄλλον δέ τινα πενθήσει· εἰ δὲ ὀλίγα, τεθνήξεται· δακρύουσι μὲν γὰρ οἱ τὰ κρόμμυα ἐσθίοντες, δακρύουσι δὲ καὶ οἱ ἀποθνήσκοντες· οὐ γὰρ ἄνευ δακρύων τις ἀπέθανεν. ἀλλ' ὀλίγα οὗτοι δακρύουσιν, ὡς ἔστιν ὅτε καὶ τοὺς πλησίον λαθεῖν, μόνον νοτισθέντων τῶν βλεφάρων· οἱ δὲ πενθοῦντες πολλά· καὶ γὰρ ἐπὶ πολὺ δακρύουσι. παρὰ δὲ τὸ μέγεθος, ὡς ἐπὶ αἰγῶν καὶ ἐρίφων. αἶγας μὲν γὰρ οὔτε λευκὰς οὔτε μελαίνας ἰδεῖν ἀγαθὸν πλὴν αἰπόλου· ἔριφοι δὲ πάντες ἀγαθοί. ταὐτὰ δέ σοι ἐπὶ πάντων ὀνείρων τηρείσθω νῦν εἰς ὑπόδειγμα ἐπὶ τούτων μόνων εἰρημένα. ἔνια δὲ τὸν αὐτὸν ἔχει λόγον καὶ ἐν πλήθει καὶ ἐν μεγέθει καὶ ‹ἐν› ὀλιγότητι καὶ ‹ἐν› σμικρότητι, ὡς πρόβατα· ταῦτα γὰρ καὶ πολλὰ καὶ ὀλίγα καὶ ‹καθ'› ἓν ὁραθέντα τὸν αὐτὸν ἔχει λόγον.

[56]    Χρὴ δέ σε καὶ τὰ ἤθη τῶν ζῴων ἀντιπαραβάλλειν τοῖς ἤθεσι τοῖς ἀνθρωπίνοις καὶ τὴν γνώμην καὶ τὴν προαίρεσιν ἑκάστου κατὰ τὸ ὅμοιον σκοπεῖν. οἷον τὰ μεγαλόφρονα καὶ [τὰ] ἐλευθέρια καὶ πραγματικὰ καὶ φοβερὰ τοιούτους ἀνθρώπους προαγορεύει, οἷον λέων τίγρις πάρδαλις ἐλέφας ἀετὸς ἅρπη. καὶ τὰ βίαια καὶ τραχέα καὶ δυσσύμβολα ὁμοίους προαγορεύει ἀνθρώπους, ὡς σύαγρος καὶ ἄρκτος. καὶ τὰ δειλὰ καὶ δρομικὰ καὶ ἀνελεύθερα δειλοὺς ἢ δραπέτας παρίστησιν, ὡς ἔλαφος λαγὼς κύων. τὰ ‹δὲ› νωθῆ καὶ ἄπρακτα καὶ πανοῦργα, ὡς ὕαινα, νωθεῖς καὶ ἀπράκτους, πολλάκις δὲ καὶ φαρμακοὺς παρίστησι. καὶ τῶν ἰοβόλων τὰ φοβερὰ καὶ ἰσχυρὰ καὶ δυνατὰ μεγάλους ἄνδρας παρίστησιν, ὡς δράκων βασιλίσκος δρυίνας. τὰ δὲ πολὺν ἰὸν ἔχοντα πλουσίους ἄνδρας τε καὶ γυναῖκας, ὡς ἀσπὶς ἔχιδνα σήψ. τὰ δὲ μείζονα τὴν φαντασίαν τῆς δυνάμεως ἔχοντα ἀλαζόνας καὶ ἀνυποστάτους ἀνθρώπους, ὡς παρείας φύσαλος τυφλίνης. τὰ δὲ μικρά, ὡς φαλάγγια καὶ ὕδροι καὶ σαυροί, μικροὺς μὲν καὶ εὐκαταφρονήτους, ἱκανοὺς δὲ κακῶς διαθεῖναι παρίστησιν ἀνθρώπους. τὰ ‹δὲ› ἁρπάζοντα φανερῶς λῃστὰς καὶ ἅρπαγας, ὡς ἱέραξ καὶ λύκος. τὰ δὲ ἁρπάζοντα μέν, οὐ φανερῶς δέ, ἐπιβούλους, ὡς ἰκτῖνος καὶ ἀλώπηξ. τὰ δὲ εὔμορφα καὶ χαρίεντα φιλοκάλους, ὡς ψιττακὸς καὶ πέρδιξ καὶ ταώς. τὰ δὲ μουσικὰ καὶ ἡδύφωνα φιλολόγους καὶ μουσικοὺς καὶ εὐφώνους, ὡς χελιδὼν καὶ ἀηδὼν καὶ βασιλίσκος καὶ τὰ ὅμοια. τὰ δὲ μιμητικὰ γόητας καὶ πανούργους, ὡς πίθηκος καὶ κόσσυφος καὶ κίσσα. τὰ δὲ ποικίλα καὶ κατάστικτα, ‹ὡς πάρδαλις›, οὐχ ἁπλοῦς τὸ νόημα, πολλάκις δὲ καὶ ἐστιγμένους. τὰ ‹δὲ› ἐργατικὰ καὶ ταλαίπωρα ἐργάτας καὶ ὑποτεταγμένους, ὡς ὄνοι καὶ βόες ἐργάται. τὰ δὲ ἐργατικὰ μὲν ἀνυπότακτα δὲ τοὺς ἀφηνιάζοντας καὶ ἀγερώχους, ὡς ταῦροι καὶ βοῦς ἀγελαῖαι καὶ ἵπποι φορβάδες καὶ ὄναγροι. τὰ δὲ συναγελαζόμενα κοινωνικοὺς καὶ συναγελαστικοὺς ἀνθρώπους, ὅθεν καὶ πρὸς κοινωνίαν ἐστὶ σύμφορα, ὡς πελαργοὶ καὶ γέρανοι καὶ ψᾶρες καὶ κολοιοὶ καὶ περιστεραί. τούτων δὲ ἔνια καὶ χειμῶνας προαγορεύει, ὡς κολοιοὶ καὶ ψᾶρες, καὶ λῃστὰς καὶ πολεμίους, ὡς γέρανοι καὶ πελαργοί. τὰ δὲ νεκροῖς ἐφεδρεύοντα καὶ μηδὲν θηρεύοντα ἀργοὺς καὶ νωθεῖς ἀνθρώπους ἢ νεκροστόλους ἢ ἐνταφιοπώλας ἢ βυρσέας ἢ ἀπεληλαμένους πόλεως, ὡς γῦπες. τὰ δὲ νυκτερινὰ καὶ μηδὲν ἐν ἡμέρᾳ πράσσοντα μοιχοὺς ἢ κλέπτας ἢ νυκτερινὴν ἔχοντας ‹τὴν› ἐργασίαν, ὡς γλαῦξ καὶ νυκτικόραξ καὶ αἰγωλιὸς καὶ τὰ ὅμοια. τὰ ‹δὲ› πολλαῖς χρώμενα φωναῖς πολυγλώσσους ἢ πολυΐστορας, ὡς κόραξ καὶ κορώνη καὶ κίσσα καὶ τὰ ὅμοια. τὰ ‹δὲ› φιλόχωρα τοὺς πλησίον οἰκοῦντας καὶ τοὺς ἐγγὺς θυρῶν, ὡς χελιδὼν καὶ λαγώς. ταῦτα δὲ καὶ τοὺς δραπέτας εἰς τὴν οἰκείαν πορεύεσθαι σημαίνει φύσει ὄντας ἐλευθέρους. μέμνησο δὲ ‹ὅτι› ὁπόσα τῶν ζῴων ταὐτὰ εἰς πολλὰ δύναται κρίνεσθαι, ταῦτα κριτέον. οἷον πάρδαλις καὶ μεγαλόφρονα σημαίνει διὰ τὰ ἤθη καὶ ποικίλον διὰ τὸ χρῶμα, ὁμοίως καὶ πέρδιξ εὔμορφον καὶ πανοῦγρον. καὶ τὸ ὅλον ἔχων τὰ ὑποδείγματα περί τε αὐτῶν τούτων καὶ τῶν μὴ κατηριθμημένων ἐνθάδε ἢ ἐν τοῖς πρώτοις βιβλίοις ποιοῦ τὸν λόγον. ἔτι καὶ τοῦτο. ὅσα τῶν ζῴων θεοῖς τισιν ἀνάκειται, τοὺς θεοὺς αὐτοὺς ἐκείνους σημαίνει. κοινῇ δὲ πάντα, τὰ μὲν ἥμερα καὶ σύντροφα πρὸς τοὺς οἰκείους λάμβανε, τὰ δὲ ἄγρια πρὸς τοὺς ἐχθροὺς ἢ πρὸς νόσον ἢ πρὸς καιρὸν ἀηδῆ καὶ κακοπραγίαν· ὥσπερ γὰρ τὰ θηρία βλάπτει τοὺς ἀνθρώπους, οὕτω καὶ οἱ ἐχθροὶ καὶ αἱ νόσοι καὶ αἱ κακοπραγίαι. τὰ μὲν οὖν ἥμερα ζῷα ἀγαθὸν ἔχειν καὶ ἐρρωμένα ὁρᾶν καὶ κρατούμενα ὑφ' ἡμῶν αὐτῶν καὶ μὴ ὑπὸ τῶν ἐχθρῶν [ἢ ὑπὸ θηρίων] τὰ δὲ ἄγρια καὶ ἀποθνήσκοντα καὶ μὴ χειρούμενα ὑφ' ἡμῶν ἀγαθὰ ἂν εἴη καὶ κρατούμενα ὑπὸ τῶν ἡμέρων καὶ συντρόφων ἡμῖν ζῴων· ὑπὸ δὲ τῶν ἐχθρῶν κρατούμενα ἢ ὑπέρτερα τῶν ἡμέρων γινόμενα καὶ διατιθέμενά τι πονηρόν, ἄτοπα ἂν εἴη καὶ σκαιὰ πάντα.

[57]    Περὶ δένδρων δὲ καὶ φυτῶν κατ' εἶδος ἐν τῷ περὶ γεωργίας λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ ἠκρίβωται. μέμνησο δὲ ὅτι τὸν αὐτὸν ἔχει λόγον τοῖς καρποῖς τὰ δένδρα καὶ τοῖς θεοῖς, ὧν ἕκαστόν ἐστιν ἱερόν. κοινῇ δὲ πάντα τὰ ἔγκαρπα ‹τῶν› ἀγρίων βελτίονα καὶ τῶν ἐγκάρπων τὰ μὴ φυλλορροοῦντα πλὴν ἐλαίας καὶ δάφνης· τούτων γὰρ ἐπὶ τῶν νοσούντων ἡ μὲν ἐλαία θανατηφόρος οὖσα τετήρηται αὐτή τε καὶ ὁ καρπὸς αὐτῆς καὶ τὰ φύλλα, δάφνη δὲ σωτήριος. καὶ γὰρ εἰκός· τοῖς γὰρ ἀποθανοῦσιν ἐλαίας μὲν συνεκφέρουσιν, δάφνας δὲ οὐδαμῶς. τὰ δὲ ἄκαρπα χείρω χωρὶς τῶν ἐχόντων ἐξ αὐτῶν ἢ δι' αὐτῶν τὴν ἐργασίαν. καὶ τὰ πολυχρόνια ἐν μὲν ταῖς προθεσμίαις παρολκῆς ἐστι σημεῖα, ἐν δὲ ταῖς νόσοις σωτήρια γίνεται· τὰ δὲ ἄλλα τῶν ἀποτελεσμάτων βράδιον ἐπάγει. ὁμοίως καὶ τὰ βραδὺ φυόμενα καὶ αὐξανόμενα· τὰ δὲ ἐναντία τούτοις τῶν ἐναντίων ἐστὶ σημαντικά. ἄκανθαι δὲ καὶ σκόλοπες καὶ παλίουροι καὶ βάτοι πρὸς μὲν ἀσφάλειαν ἐπιτήδεια πάντα διὰ τὸ φραγμοὶ γίνεσθαι καὶ ἕρκη χωρίων, πρὸς δὲ τὰς ἐκπλοκὰς οὐ πάνυ τι ἐπιτήδεια διὰ τὸ καθεκτικόν. τελώναις δὲ καὶ καπήλοις καὶ λῃσταῖς καὶ ζυγοκρούσταις καὶ παραλογισταῖς ἀνθρώποις ἐπιτηδειότερα τῶν ἄλλων γίνεται διὰ τὸ βίᾳ τὰ ἀλλότρια καὶ μὴ βουλομένων ἀποσπᾶν.

[58]   Ἔτι καὶ ἀπὸ τῶν σκευῶν καὶ ἐργαλείων οὐ μόνον τὰς τέχνας καὶ τὰς ἀπὸ τῶν τεχνῶν ἐργασίας λαμβάνειν χρὴ ἀλλὰ καὶ αὐτοὺς τοὺς τεχνίτας ἢ τοὺς χρωμένους τοῖς σκεύεσιν. οἷον ἔδοξέ τις τὸν χαλινὸν τοῦ ἵππου διερρυηκέναι. ἀπέθανεν αὐτοῦ ὁ ἱπποκόμος. καὶ πάλιν αὖ ἔδοξέ τις τὸν κύαθον αἰφνίδιον κατεάχθαι. ἀπέθανεν αὐτοῦ ὁ οἰνοχόος. ὁ δὲ αὐτὸς καὶ ἐπὶ πάντων τῶν σκευῶν καὶ ἐργαλείων τηρείσθω σοι λόγος.

   Ἔτι καὶ ὅσα οὐδαμῆ οὐδαμῶς ἐνδεχόμενά ἐστιν ἀπολέσθαι, ὄναρ ἀπολλύμενα θάνατον τῷ ἰδόντι ἢ τῶν ὀμμάτων βλάβην προσημαίνει. οἷον ἔδοξέ τις τὸν οὐρανὸν ἀπολωλεκέναι, καὶ ἀπέθανεν· ὥσπερ γὰρ τοῖς ἀπολλυμένοις οὐκ ἔστι χρῆσθαι, οὕτω καὶ οἷς τις μὴ χρῆται, ταῦτα ὡς πρὸς αὐτὸν ἀπόλωλεν.

[59]    Ἔτι καὶ τῶν ἀνθρώπων τὰ ἤθη βασάνιζε πρότερον, τοῦτ' ἔστιν ἐπιμελῶς ἀναπυνθάνου· καὶ εἰ μὴ παρ' αὐτῶν ἀσφαλὲς εἴη σοι πυνθάνεσθαι, τὸ παρὸν ὑπερθέμενος παρ' ἄλλου πυνθάνου τὰ περὶ αὐτούς, ἵνα μὴ πταίσῃς. οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἀρρητοποιεῖν. καὶ πάλιν αὖ ἔδοξέ τις ὑπὸ τῆς γυναικὸς ἀρρητοποιεῖσθαι. καὶ πολλῷ χρόνῳ οὐδὲν αὐτοῖς ἀπέβαινε τῶν σημαινομένων ὑπὸ τῆς τοιαύτης ὄψεως, ὅσα γε ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἀποβαίνειν φιλεῖ. ὡς δὲ οὐκ ἦν φανερὰ ἡ αἰτία, ἐθαύμαζον, καί μοι ἐδόκει ἄλογον εἶναι τὸ μηδὲν αὐτοῖς ἀποβαίνειν· ὕστερον δὲ τῷ χρόνῳ ἔμαθον ὅτι ἦν ἄρα ἀμφοτέροις ἔθος τοῦτο πράσσειν, καὶ μὴ καθαρεύειν τὰ στόματα. διὸ καὶ εἰκότως οὐδὲν αὐτοῖς ἀπέβαινεν, πρὸς ἃ δὲ ἐπτοημένοι ἦσαν, ταῦτα ἔβλεπον. ὑπόδειγμα ἐπὶ τῶν κλέπτειν δοκούντων καὶ φονεύειν καὶ ἱεροσυλεῖν· πολλάκις γὰρ αὐτὰ ταῦτα ἐννοοῦσι. καὶ ἤν τις αὐτὰ ὡς αἰνίγματα ἑρμηνεύειν ἐπιχειρῇ, πταίει καὶ ἐξαπατᾶται. περιίστασο δὲ καὶ τοὺς ἡγουμένους ὅτι οἱ ὄνειροι κατὰ γένεσιν τὴν ἑκάστου θεωροῦνται, καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί· λέγουσι γὰρ ὅτι οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται ἀγαθόν τι ποιῆσαι, διά γε τῶν ὀνείρων εὐφραίνουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται κακόν τι ποιῆσαι [διά τινα ἀντίβασιν ἄλλων ἀστέρων], διά γε τῶν ὀνείρων ἐκταράσσουσι καὶ φοβοῦσιν. εἰ γὰρ ἦν τοῦτο ἀληθές, οὐκ ἂν οἱ ὄνειροι ἀπέβαινον· νυνὶ δὲ καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ἀποβαίνουσι κατὰ τὸν λόγον τὸν ἴδιον ἕκαστος. ἔτι τῶν ὀνείρων τοὺς φιλολογωτέρους οὐδαμῶς οἱ ἰδιῶται τῶν ἀνθρώπων ὁρῶσι (λέγω δὲ τοὺς ἀπαιδεύτους), ἀλλ' ὅσοι φιλολογοῦσι καὶ ὅσοι μὴ ἀπαίδευτοί εἰσιν. ὅθεν ἄν τις καὶ μάλιστα καταμάθοι ὅτι τῆς ψυχῆς ἔργα εἰσὶν οἱ ὄνειροι καὶ ὅτι οὐχ ὑπό τινος ἔξωθεν γίνονται. τῶν δὲ ἐν τοῖς ὕπνοις λεγομένων ἐπῶν ἢ ἰάμβων ἢ ἐπιγραμμάτων ἢ ἄλλων ῥήσεων τὰ μὲν αὐτὰ παρέχει τὴν ἀπόβασιν, ὅσα γε αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τινα τῶν ἀξιοπίστων τὸ Ἡσιόδειον ἔπος

   μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσ' ἄτῃσιν. οὗτος ἐπιθέμενος λῃστείαις ἑάλω καὶ ἐκολάσθη. τὰ δὲ ἐπὶ τὴν ὑπόθεσιν τοῦ ποιήματος ἀναπέμπει τὴν κρίσιν, ὅσα μὴ αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν θεράπαιναν τὰ Εὐριπίδεια ἰαμβεῖα

   ὄπτα, κάταιθε σάρκας, ἐμπλήσθητί μου.

αὕτη ζηλοτυπηθεῖσα ὑπὸ τῆς δεσποίνης μυρία ἔπαθε κακά· ἦν γὰρ εἰκὸς τῇ ὑποθέσει τῇ περὶ Ἀνδρομάχην ἀκόλουθα γενέσθαι αὐτῇ τὰ ἀποτελέσματα. πάλιν ‹αὖ› ἀνὴρ πένης ἔδοξε λέγειν τοῦτο τὸ ἰαμβεῖον

   ἅπαντα τἀδόκητα πρῶτον ἦλθ' ἅπαξ.

θησαυρὸν εὗρε καὶ ἐπλούτησε. γυνὴ ἔδοξε λέγειν αὐτῇ τινα

   κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται

   γυμνοῦ· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ.

ταύτης ὁ ἀνὴρ ἀποδημῶν ἀπέθανε, καὶ τῆς οὐσίας ὑπὸ τοῦ φίσκου καταληφθείσης εἰς μάχην κατέστη καὶ ἐδικάσατο ἡ γυνή· καὶ οὐδὲν ἤνυσεν, ἀλλ' ἐν τῇ δίκῃ οὖσα ἀπέθανεν. ὁρᾷς ὅτι τούτων ἃ μὲν αὐτάρκως τὴν ἀπόβασιν ἔδειξεν οὐ προσδεηθέντα τῆς [ἐκ] τῶν ποιημάτων ὑποθέσεως, ἃ δὲ κατὰ τὰς ἱστορίας τὰς ἐν τοῖς ποιήμασιν ἀπέβη.

[60]    Ἔτι τῶν πόλεων τὰς οἰκειοτέρας ἄμεινον βλέπειν ἢ τὰς ἄλλας, οἷον πατρίδας ἢ ἐν αἷς τις διέτριψεν εὐτυχῶς· τὰς δὲ μὴ οἰκείας ἢ μὴ συνήθεις βλέπειν ἧττον ἀγαθόν. ὁμοῦ δὲ πάσας ἀγαθὸν ὁρᾶν πολυάνδρους οὔσας καὶ εὖ οἰκουμένας καὶ πληθούσας πολυτελείας καὶ τῶν ἄλλων ὅσα πόλεως μέγεθος ἢ εὐδαιμονίαν ἐπιδείκνυσιν. ἐρήμους δὲ ἢ κατερηριμμένας βλέπειν οὔτε ἰδίας οὔτε ἀλλοτρίας πόλεις ἀγαθόν. σημαίνουσι δὲ αἱ πατρίδες καὶ τοὺς γονεῖς. οἷον ἔδοξέ τις τὴν πατρίδα σεισμῷ πεσεῖν, καὶ ὁ πατὴρ αὐτοῦ καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ ἀπώλετο.

[61]    Ὅσα τισὶ παρακολουθεῖ, ‹ταῦτα› ὄναρ βλεπόμενα μεθ' ἡμέραν ἀποβαίνει. μάλιστα δὲ τὸ μοιχεύειν ἔχθραν πρὸς τὸν ἄνδρα τῆς μοιχευομένης ποιεῖ τῷ ἰδόντι· ἕπεται γὰρ καὶ ἀκολουθεῖ τῷ μοιχῷ μῖσος ἐκ τοῦ ἀνδρὸς τῆς μοιχευομένης. ὅσα δὲ οὐκ ἀκολουθεῖ τισι, ταῦτα οὐδὲ ἐν τοῖς ὕπνοις [τῶν πρώτων] ὁραθέντα ἀποβαίνει. οἷον ἔδοξέ τις τὸν δεσπότην παρακατακλίνειν αὐτῷ τὴν ἑαυτοῦ γυναῖκα. καὶ ἔχθρα μὲν αὐτῷ οὐδ' ἡτισοῦν ἐγένετο πρὸς τὸν δεσπότην, πᾶσαν δὲ τὴν οὐσίαν ἐπιτραπεῖσαν ὑπὸ τοῦ δεσπότου διῳκονόμησε καὶ προέστη τοῦ παντὸς οἴκου· ἦν γὰρ εἰκὸς μηδεμίαν ἔσεσθαι ζηλοτυπίαν πρὸς τὸν ‹τὴν› ἑαυτοῦ παρακοιμίζοντα γυναῖκα.

[62]    Ἔτι ἔνια περὶ τὰ ἀγγεῖα διαφόρως ἀποβαίνει. οἷον γάλα ἐν γαυλῷ κερδαλέον, ἐν δὲ λεκάνῃ ζημίας σύμβολον· οὐ γὰρ ἄν τις αὐτῷ χρήσαιτο εἰς τροφήν. τὸ δὲ ἐναντίον τῷ χρῆσθαι μὴ χρῆσθαι, δι' οὗ ζημία γίνεται.

[63]    Τῶν δὲ τὰ λίαν μεγάλα αἰνίγματα προσαπτόντων τοῖς ὀνείροις κατάπτυε ὡς οὐκ ἐχόντων ἔννοιαν [ἢ] ὀνείρου φαντασίας ἢ τῶν θεῶν πανουργίαν καὶ κακοτροπίαν κατεγνωκότων, εἴ γε εἰς τοσαύτην λέσχην ἐμβάλλουσι τοὺς ὁρῶντας τοὺς ὀνείρους, ὥστε ἀντὶ τοῦ διὰ τῶν ὀνείρων μαθεῖν τὰ ἐσόμενα προσέτι καὶ ὅσα μὴ ἔστιν αὐτοῖς ἀνάγκη ζητοῦσιν· εὖ γὰρ ἴσθι ὅτι ἐνίους οὐδαμῶς ἐνδέχεται ἰδεῖν ὀνείρους. οἷον λέγουσί τι τοιοῦτον. ἀπολέσας τις ἀνδράποδον ἔδοξε λέγειν αὐτῷ τινα 'ἐν ἀστρατεύτοις ἐστί σου ὁ θεράπων'. εὑρέθη ἐν Θήβαις ὁ θεράπων, ἐπειδὴ μόνοι οἱ Θηβαῖοι τῶν Βοιωτῶν οὐκ ἐστράτευσαν ἐπὶ Ἴλιον. καὶ πάλιν λέγουσιν ὅτι νοσῶν τις ἔδοξε λέγειν αὐτῷ τινα 'τῷ μονοκρήπιδι θῦσον καὶ θεραπευθήσει'. ἔθυσε τῷ Ἑρμῇ· φασὶ γὰρ τὸν θεὸν τοῦτον Περσεῖ ἐπὶ τὴν τῆς Γοργοῦς τομὴν ἀπιόντι ‹τὸ ἕτερον τῶν ὑποδημάτων δόντα› τὸ ἕτερον ἔχειν μόνον. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἀναφέρουσιν, ἃ μᾶλλον τοὺς ἀπείρως ἱστορίας ξένης ἔχοντας ἐλέγχειν ἔοικεν ἢ τοὺς ὀνειροκρίτας. πάντα δὲ τὰ τοιαῦτα βουλομένῳ σοι μαθεῖν εὔκολον, ἵνα πρὸς τούτους εὐαποκρίτως ἔχῃς· εἰσὶ γὰρ καὶ παρὰ Λυκόφρονι ἐν τῇ Ἀλεξάνδρᾳ καὶ παρὰ Ἡρακλείδῃ τῷ Ποντικῷ ἐν ταῖς Λέσχαις καὶ παρὰ Παρθενίῳ ἐν ‹ταῖς› Ἐλεγείαις καὶ παρ' ἄλλοις πολλοῖς ἱστορίαι ξέναι καὶ ἄτριπτοι.

   Πρόσεχε δὲ καὶ ταῖς ὑπό τινων εὐεργεσίαις δυναμέναις γενέσθαι ἢ μή. οἷον ἔδοξέ τις ὑπὸ τοῦ δεσπότου πεφονεῦσθαι. ἠλευθερώθη ὑπὸ τοῦ φονεύοντος, ἐπειδὴ ὁ θάνατος [64] τοῦτο ἐσήμαινεν· ὁ δὲ τοῦ θανάτου αἴτιος καὶ τῆς ἐλευθερίας ἦν αἴτιος· ἐδύνατο γάρ. ὁ δὲ ὑπὸ τοῦ συνδούλου δόξας φονεύεσθαι ἐλεύθερος μὲν οὐκ ἐγένετο (οὐ γὰρ οἷός τε ἦν ὁ σύνδουλος αὐτὸν ἐλευθεροῦν), εἰς ἔχθραν δὲ κατέστη αὐτῷ· οὐ γὰρ φίλοι οἱ φονεύοντες τοῖς ἀναιρουμένοις.

[65]   Πρὸς δὲ τοὺς πυνθανομένους εἰ δυνατὸν ἐν τῷ αὐτῷ καιρῷ καὶ ἀγαθοὺς καὶ κακοὺς ἰδεῖν ὀνείρους καὶ ζητοῦντας ὁποτέροις χρὴ πιστεύειν, πότερον τοῖς κακοῖς ἢ τοῖς ἀγαθοῖς, καὶ εἰ ἕτεροι [τῶν] ἑτέρων εἰσὶν ἀναιρετικοὶ ἢ βεβαιωταί, εἴποις ἂν ὅτι οὐ μόνον ἐν τῷ αὐτῷ καιρῷ δυνατὸν ἀλλὰ καὶ ἐν νυκτὶ τῇ αὐτῇ καὶ ἐν ὀνείρῳ τῷ αὐτῷ καὶ ἀγαθὸν καὶ κακὸν πολλάκις ἔστιν ἰδεῖν. καὶ παραθήσεις τοὺς πολλὰ δι' ὀλίγων σημαίνοντας ἢ πολλὰ διὰ πολλῶν. καὶ οὐδὲν θαυμαστόν, εἴ γε καὶ τῶν ἀνθρώπων τὰ πράγματα καὶ ὁ βίος ἐστὶ τοιοῦτος· πολλάκις γὰρ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἀγαθόν τι καὶ κακὸν πάσχουσι [καὶ παράλληλα καὶ ὁμοῦ].

   Πίστευε μὲν τοῖς ἀποβεβηκόσιν ὀνείροις ὡς πάλιν ὁμοίως ἀποβησομένοις, ἡγοῦ δὲ καὶ καινότερόν τι σημαίνειν αὐτούς· καὶ οὕτω σοι συμβήσεται μὴ μόναις ἐπαναπαύεσθαι ταῖς παλαιαῖς ἀποβάσεσιν, ἀλλὰ πειρᾶσθαι ἀεί τι προσεξευρίσκειν ὅμοιον τοῖς πρώτοις, ἐπεὶ γελοῖον ἂν εἴη ὁμοίως τοῖς πολλοῖς μόνα τὰ γεγραμμένα ἢ λεχθέντα μνημονεύειν. οἷόν ποτε καὶ Ἀντιπάτρῳ τῷ ὀνειροκρίτῃ συνέβη. ἔδοξέ τις σιδήρῳ πλησιάζειν ὥσπερ γυναικί. ἀπέβη αὐτῷ εἰς δοῦλον καταδικασθῆναι καὶ σιδήρῳ συνεῖναι, τοῦτ' ἔστι συναναστρέφεσθαι. ὁ δὴ βέλτιστος Ἀντίπατρος τοῦτο μεμνημένος ἄλλῳ ποτὲ δόξαντι σιδήρῳ πλησιάζειν ὑπεκρίνατο τὴν εἰς μονομάχους καταδίκην· τῷ δὲ οὐχ οὕτως ἀπέβη, ἀλλ' ἐτμήθη τὸ αἰδοῖον ὁ ἰδὼν τὸν ὄνειρον.

[66]    Ἔτι καὶ ‹ἐκεῖνο› παρὰ Φοίβῳ κείμενον πολλοῖς πλάνην ἐμποιεῖ. ἔδοξέ τις [αὐτὸς] γέφυρα γεγονέναι. ἐγένετο ποταμοδιάρτης· τὸ γὰρ αὐτὸ γεφύρᾳ ἔργον εἶχε. καὶ τοῦτο μὲν ὁ Φοῖβος ἀναγράφει, νυνὶ δὲ ἀνήρ τις πλούσιος δόξας γέφυρα γεγονέναι ὑπὸ πολλῶν καταφρονηθεὶς ὥσπερ κατεπατήθη. ἴδοι δ' ἄν ποτε καὶ γυνὴ τὸν ὄνειρον τοῦτον καὶ παῖς ὡραῖος, καὶ πόρνοι γενόμενοι πολλοὺς ὑποδέξονται. καὶ δικαζόμενός τις ἐπὶ τούτῳ τῷ ὀνείρῳ ὑπέρτερος ἂν γένοιτο τῶν ἐχθρῶν καὶ αὐτοῦ τοῦ δικαστοῦ· ἔοικε γὰρ ὁ ποταμὸς τῷ δικαστῇ διὰ τὸ πράττειν ἀνυπευθύνως ἃ βούλεται, ἡ δὲ γέφυρα ἄνωθέν ἐστι τοῦ ποταμοῦ.

[67]    Εἰς δὲ τὸ γυμνάσιον τῆς τῶν ὁμοίων ἐπινοίας αὐτάρχης ἄν σοι γένοιτο παρατεθεὶς ὁ ὄνειρος οὗτος. γυνὴ ἔδοξεν ἐν γαστρὶ ἔχουσα δράκοντα γεγεννηκέναι. ὁ ἐξ αὐτῆς γεννώμενος ῥήτωρ ἄριστος καὶ διώνυμος ἐγένετο· διπλῆν γὰρ ἔχει τὴν γλῶσσαν ὁ δράκων, ὥσπερ καὶ ὁ ῥήτωρ. ἦν δὲ καὶ ἡ γυνὴ πλουσία, ἐφόδιον δὲ παιδείας ὁ πλοῦτος. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος ἱεροφάντης ἐγένετο· ἱερὸς γὰρ ὁ δράκων καὶ μύστης [καὶ πᾶσι μυστηρίοις παρών]. ἦν δὲ καὶ ἡ τὸν ὄνειρον ἰδοῦσα ἱερέως γυνή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος μάντις ἄριστος ἀπέβη· ἔστι γὰρ ὁ δράκων ἱερὸς τῷ μαντικωτάτῳ Ἀπόλλωνι. ἦν δὲ καὶ ἡ γυνὴ μάντεως θυγάτηρ. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος ἀκόλαστος καὶ ὑβριστὴς ἀπέβη καὶ πολλὰς τῶν ἐν τῇ πόλει γυναικῶν ἐμοίχευσε· διὰ γὰρ τῶν στενωτάτων χηραμῶν διαδυόμενος ὁ δράκων τοὺς ἐπιτηροῦντας πειρᾶται λανθάνειν. ἦν δὲ καὶ ἡ γυνὴ μαχλοτέρα καὶ ἑταιρική. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος λῃστεύων ἑάλω καὶ ἐτραχηλοκοπήθη· καὶ γὰρ ὁ δράκων ἐπειδὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ἦν δὲ καὶ ἡ γυνὴ οὐ πάνυ τι ἀγαθή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος δραπετικὸς ἐγένετο· οὐ γὰρ ὀρθῇ τῇ πορείᾳ χρῆται ὁ δράκων. ἦν δὲ καὶ ἡ γυνὴ δούλη. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος παράλυτος ἐγένετο· καὶ γὰρ ὁ δράκων τῷ παντὶ σώματι εἰς τὴν πορείαν προσχρῆται, ὡς καὶ τῶν ἀνθρώπων οἱ παράλυτοι. ἦν δὲ ὅτε ἔβλεπε τὸν ὄνειρον ἡ γυνὴ ἐν νόσῳ. εἰκὸς οὖν καὶ τὸ βρέφος ἐν νόσῳ συλληφθὲν καὶ κυοφορηθὲν μὴ φυλάξαι τοὺς πόρους ἐρρωμένους.

[68]    Ὅσα ὁμοίως κινεῖται, ἐν τοῖς ὕπνοις βλεπόμενα τὸν αὐτὸν ἔχει λόγον. οἷον ἔδοξέ τις ὑπὸ δράκοντος δεδῆχθαι τὸν ἕτερον τῶν ποδῶν. ὑπὸ τροχοῦ ἐπλήγη ἐν ὁδῷ αὐτὸν ἐκεῖνον τὸν πόδα, ὅνπερ ἐδόκει δεδῆχθαι· καὶ γὰρ ὁ τροχὸς εἰλούμενος ὅλῳ τῷ σώματι κινεῖται [πορευόμενος] ὥσπερ ὁ δράκων.

[69]    Ὅτι οἱ θεοὶ τοῖς δεσπόταις τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἐν τῷ περὶ θεῶν λόγῳ προείρηκα καὶ τὰ ἀποτελέσματα δέ σε οὐδὲν ἧττον διδάξει. καὶ τὸ νῦν εἰς ἐπίδειξιν τοῦ τοιούτου οὗτος ὁ ὄνειρος παρακείσθω. δοῦλος ἔδοξε μετὰ τοῦ Διὸς σφαιρίζειν. ἐφιλονείκησε τῷ δεσπότῃ καὶ ἐλευθερώτερον προσδιαλεγόμενος ἐμισήθη· ὁ μὲν γὰρ Ζεὺς τὸν δεσπότην ἐσήμαινεν, ὁ δὲ σφαιρισμὸς τὴν ἐξ ἴσου ῥῆσιν καὶ φιλονεικίαν· φιλονείκως γὰρ οἱ σφαιρίζοντες παίζουσιν, ὁσάκις δ' ἂν λάβωσι τὴν σφαῖραν, τοσαυτάκις ἀντικρούουσι. καὶ τὸ ὅλον δεσπόται γονεῖς διδάσκαλοι θεοὶ τὸν αὐτὸν ἔχουσι λόγον. [καὶ υἱὸς καὶ υἱωνὸς καὶ πατὴρ καὶ πάππος καὶ θυγάτηρ καὶ ἐγγόνη καὶ μήτηρ καὶ μάμμη τὸν αὐτὸν ἔχουσι λόγον.]

[70]    Ἔτι καὶ οἱ ἀδελφοὶ τοῖς ἐχθροῖς τὸν αὐτὸν ἔχουσι λόγον πρὸς τὰ ἀποτελέσματα [καὶ οἱ ἐχθροὶ τοῖς ἀδελφοῖς]. οὐ γὰρ ἐπ' ὠφελείᾳ γίνονται ἀλλ' ἐπὶ βλάβῃ ὥσπερ καὶ οἱ ἐχθροί, ἐπειδὴ ἃ μόνος τις ἔμελλεν ἕξειν, ταῦτα οὐ μόνος ἀλλ' ἐξ ἡμισείας ἢ τρίτου μέρους μετὰ τῶν ἀδελφῶν ἔχει. ὁ Τιμοκράτης ἔδοξέ τινα τῶν ἀδελφῶν ἀποθανόντα κατορύττειν. οὐκ εἰς μακρὰν εἶδέ τινα τῶν ἐχθρῶν ἀποθανόντα. οὐ μόνον δὲ ἀδελφοὶ ἀποθνήσκοντες ἐχθρῶν ὄλεθρον σημαίνουσιν ἀλλὰ καὶ ζημίας προσδοκωμένης λύσιν. οἷον Διοκλῆς ὁ γραμματικὸς φοβούμενος ἐξ ἐπηρείας ἀργύριον ἀπολέσαι τὸν ἀδελφὸν ἔδοξε τεθνάναι, καὶ ἀζήμιος ἔμεινεν.

[71]    Ὅτι οὔτε οἱ θεοὶ οὔτε ἄλλοι ἀξιόπιστοι ψεύδονται, ἀλλ' οἷα ἂν λέγωσιν ἀληθῆ λέγουσιν, ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα διῄρηται. ἐπειδὴ δὲ πολλάκις οἱ ἄνθρωποι ῥηθέντων τινῶν αὐτοῖς καὶ μὴ ἀποβάντων οὕτως ἐξηπατῆσθαι νομίζουσι, παρακείσθω σοι καὶ οὗτος ὁ λόγος, ὡς ἄρα οἱ θεοὶ καὶ πάντες οἱ ἀξιόπιστοι πάντως μὲν ἀληθῆ λέγουσιν, ἀλλὰ ποτὲ μὲν ἁπλῶς λέγουσι, ποτὲ δὲ αἰνίσσονται. ὅταν μὲν οὖν ἁπλῶς λέγωσιν, οὐδὲν πρᾶγμα παρέχουσιν οὐδὲ λέσχην διὰ τὸ ἁπλοῦν τῆς ῥήσεως· ὅταν δὲ αἰνίσσωνται καὶ μὴ ἁπλῶς λέγωσιν, ἑρμηνευτέον σοι τὰ αἰνίγματα. καὶ γὰρ εἰκὸς τοὺς θεοὺς τὰ πολλὰ δι' αἰνιγμάτων λέγειν, ἐπειδὴ καὶ σοφώτεροι ὄντες ἡμῶν αὐτῶν οὐδὲν ἡμᾶς ἀβασανίστως βούλονται λαμβάνειν. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τὸν Πᾶνα 'ἡ γυνή σοι φάρμακον δώσει διὰ τοῦ δεῖνος ὄντος γνωρίμου καὶ συνήθους'. τούτου ἡ γυνὴ φάρμακον μὲν οὐκ ἔδωκεν, ἐμοιχεύθη δὲ ὑπ' αὐτοῦ ἐκείνου δι' οὗ ἐλέγετο φάρμακον δώσειν· καὶ γὰρ ἡ μοιχεία καὶ ἡ φαρμακεία λάθρᾳ γίνονται καὶ ἀμφότεραι ἐπιβουλαὶ λέγονται, καὶ οὔτε ἡ μοιχευομένη οὔτε ἡ φάρμακον παρέχουσα φιλεῖ τὸν ἄνδρα. καὶ ἐπὶ τούτοις οὐκ εἰς μακρὰν ἡ γυνὴ ἀπηλλάγη αὐτοῦ· πάντων μὲν γὰρ ὁ θάνατός ἐστι λυτικός, τὸ δὲ φάρμακον τὸν αὐτὸν τῷ θανάτῳ λόγον ἔχει.

[72]    Ἔτι καὶ οἱ θεοὶ ὅταν μὴ τὴν οἰκείαν ἔχωσι σκευὴν μηδὲ ἐν τόπῳ τῷ ἐπιβάλλοντι μηδὲ ἐν σχήματι τῷ προσήκοντι ὦσιν, ὅ τι ἂν λέγωσι, ψευδῆ λέγουσι καὶ ἐξαπατῶσι. προσεκτέον οὖν ὁμοῦ πᾶσι, τῷ λέγοντι τῷ λεγομένῳ τῷ τόπῳ τῷ σχήματι τῇ σκευῇ τοῦ λέγοντος. Χρυσάμπελος ὁ λυριστὴς δίκην ἔχων περὶ παιδὸς εἰς δουλείαν ἀγομένου ἔδοξε τὸν Πᾶνα βλέπειν ἐν τῇ ἀγορᾷ καθεζόμενον ἔχοντα Ῥωμαϊκὴν ἐσθῆτα καὶ ὑπόδεσιν, καὶ πυνθανομένῳ αὐτῷ περὶ τοῦ πράγματος φάναι 'νικήσεις'. ἐλείφθη εἰκότως ἀποβάντος αὐτῷ τούτου· ὁ γὰρ φιλέρημος καὶ ἀπράγμων θεὸς καὶ μόνον ἔχων νεβρίδιον καὶ καλαυρόπιον καὶ συρίγγιον ἔμενεν ἐν τῇ ἀγορᾷ καθεζόμενος ἐν ἐσθῆτι πολιτικῇ. οὕτως οὖν καὶ τὰς ἐν τοῖς ὕπνοις γινομένας κρίσεις τῶν ὀνείρων, ἐὰν μὲν ἁπλαῖ ὦσιν, αὐτοκρίτους εἶναι νόμιζε καὶ ἔχειν αὐτὰς ἐν ἑαυταῖς τὰς κρίσεις καὶ μηδὲν παρεγχείρει εἰς τὰ κεκριμένα [καθ' ὕπνους]· ὅταν δὲ [αὗται αἱ κρίσεις αἱ ἐν τοῖς ὕπνοις ὑπό τινων κρινόμεναι] μὴ ἁπλαῖ ὦσι, πειρῶ καὶ αὐτὰς τὰς κρίσεις ἑρμηνεύειν τε καὶ διακρίνειν. οἷον ὁ Πλούταρχος εἰς τὸν οὐρανὸν ἀναβαίνειν ὑπὸ τοῦ Ἑρμοῦ ἀγόμενος ἐδόκει, καὶ τῇ ἐπιούσῃ ὄναρ ὑπεκρίνατό τις αὐτῷ τὸν ὄνειρον καὶ ἔφη μακάριον ἔσεσθαι αὐτόν, καὶ τοῦτο εἶναι τὸ εἰς τὸν οὐρανὸν ἀναβαίνειν ‹καὶ› τὴν ὑπερβάλλουσαν εὐδαιμονίαν. ἔτυχε δὲ νοσῶν καὶ κακῶς ὑπὸ τῆς νόσου διακείμενος, καὶ οὐκ εἰς μακρὰν ἀπέθανε, καὶ τοῦτο ἦν ὅπερ αὐτῷ καὶ ὁ ὄνειρος καὶ ἡ κρίσις ἐσήμαινον. καὶ γὰρ ἡ εἰς τὸν οὐρανὸν ἀνάβασις νοσοῦντι ὀλέθριος, καὶ ἡ μεγάλη εὐδαιμονία θανάτου σημεῖον· μόνος γὰρ εὐδαιμονεῖ ᾧ μηδὲν μέτεστι κακοδαιμονίας. τοιοῦτος δέ ἐστιν ὁ ἀποθανών.

[73]    Τῶν θεῶν οἱ νομιζόμενοι ἐχθροὶ εἶναι ὁμοῦ βλεπόμενοι ἔχθρας εἰσὶ καὶ στάσεως σημαντικοί, ὡς ὁ Ἄρης καὶ ‹ὁ› Ἥφαιστος ὁμοῦ βλεπόμενοι καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ καὶ ὁ Ζεὺς καὶ ὁ Κρόνος καὶ οἱ Ὀλύμπιοι θεοὶ ἅμα τοῖς Τιτᾶσιν ὁρώμενοι.

[74]    Ὅσοι τῶν θεῶν ταῖς τέχναις τῶν ὁρώντων ἁρμόζουσι, τούτους ἄμεινον ἰδεῖν ἢ τοὺς ἐναντίους· κακοὶ γάρ εἰσιν οἱ μὴ συλλαμβανόμενοι ταῖς τέχναις, οἷον ὑδραγωγοῖς ὁ Ἥφαιστος καὶ χαλκεῦσιν ὁ Ἀχελῴος καὶ πορνοβοσκοῖς ἡ Ἄρτεμις.

[75]    Ὅσα οἱ ἄρρενες θεοὶ τοῖς ἀνδράσι σημαίνουσι, ταῦτα καὶ αἱ θήλειαι ταῖς γυναιξίν.

   Οἱ ἄρρενες θεοὶ ἀνδράσι συμφέρουσι μᾶλλον τῶν θηλειῶν καὶ αἱ θήλειαι γυναιξὶ μᾶλλον τῶν ἀρρένων.

   Οἱ ἄρρενες θεοὶ θηλειῶν ἔχοντες ἐσθῆτα ἢ ἐνδύματα ἢ ἄλλο τι φόρημα γυναιξὶ μᾶλλον ἢ ἀνδράσι συμφέρουσιν, αἱ δὲ θήλειαι ἀνδρείαν ἔχουσαι στολὴν ἀνδράσι μᾶλλον ἢ γυναιξὶ συμφέρουσιν.

[76]    Ἄνευ τῶν ἀναθημάτων καὶ τῶν ὅπλων οἱ θεοὶ βλεπόμενοι πονηροί.

[77]    Τῶν αἰσθητῶν θεῶν τοῖς πενιχροῖς οὐδεὶς οὐδενὶ συμφέρει, καὶ οἱ μείζονες τῶν θεῶν καὶ πρεσβύτεροι καὶ τῇ τάξει προύχοντες τοῖς βελτίοσι μᾶλλον ἢ τοῖς ταπεινοτέροις συμφέρουσιν.

   Ὁ Ἥλιος ἅμα τοῖς ἄστροις βλεπόμενος ἀηδὴς καὶ ἄτοπος, εἰ μὴ ἄρχοι τῶν ἄστρων καὶ προάγοι· ὁ μὲν γὰρ περιεχόμενος ὑπὸ τῶν ἄστρων ὑπὸ τῶν ἡττόνων τὸν ἰδόντα κακῶς παθεῖν προαγορεύει, ὁ δὲ ἄρχων τῶν ἄστρων καὶ προηγούμενος καὶ τῶν ἐχθρῶν ὑπέρτερον ἔσεσθαι σημαίνει καὶ τὴν ὑπάρχουσαν τύχην κρατύνει καὶ πρὸς τοῖς οὖσι καὶ ἄλλα προσκτήσασθαι σημαίνει. ἔοικε γὰρ τὸ μὲν μεῖζον καὶ κρεῖττον τῷ ἰδόντι, τὰ δὲ μικρότερα καὶ χείρονα τοῖς ἐχθροῖς καὶ τοῖς ἀρχομένοις.

[78]    Οἱ Ἥρωες καὶ αἱ Ἡρωίδες τοῖς θεοῖς τὸν αὐτὸν ἔχουσι λόγον πλὴν ὅσον δυνάμεως ἀπολείπονται· καὶ γὰρ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα σημαίνουσιν. ἀεὶ δὲ οἱ μὲν κατηφεῖς καὶ λιτοὶ καὶ μικροὶ βλεπόμενοι σημαίνουσιν Ἥρωας πλησίον τῆς τοῦ ἰδόντος οἰκίας ἱδρυμένους ἤτοι ἀτελέστους [ἢ τελετῆς δεομένους] ἢ πρός τινων ὑβριζομένους ἢ κατακεχωσμένους, οὓς χρὴ ἀνευρόντα τελέσαι καὶ τιμᾶν. ὅ τι δ' ἂν οἱ Ἥρωες εἰσελθόντες εἰς οἰκίαν κακὸν πράξωσιν, ἐχθρῶν ἢ λῃστῶν ἔφοδον σημαίνουσι.

[79]    Δράκοντες οἱ μὲν εἰς ἄνδρας μεταβάλλοντες Ἥρωας σημαίνουσιν, οἱ δὲ εἰς γυναῖκας, Ἡρωίδας.

[80]    Ὅτι πολλὰ ἐκ τῶν ἐτύμων τῶν ὀνομάτων κριτέον, ἐντεῦθεν ἂν μάθοις. Μενεκράτης ὁ γραμματικὸς εἶπεν ὄνειρον τοιοῦτον. ἐπιθυμῶν τις παίδων ἔδοξε χρεώστῃ συναντήσας τὸ χρέος ἀπολαβεῖν καὶ ἀποχὴν τῷ χρεώστῃ δοῦναι. καὶ ὁ μὲν ὄνειρος οὕτως. ἱστορεῖ δὲ ὅτι μὴ δυναμένων τῶν ἐν Ἀλεξανδρείᾳ ὀνειροκριτῶν κρῖναι αὐτὸν ἀπορῶν ὁ ἄνθρωπος τί ποτε θέλει σημαίνειν ὁ ὄνειρος, ηὔξατο τῷ Σαράπιδι κρῖναι αὐτῷ τὸ αἴνιγμα. καὶ δὴ ἔδοξεν ὄναρ λέγειν αὐτῷ τὸν Σάραπιν 'οὐκ ἔσονταί σοι παῖδες'. ὁ γὰρ ἀποχὴν δοὺς τόκον οὐ λαμβάνει, τόκος δὲ καλεῖται ὁ γεννώμενος παῖς. μέμνησο δὲ ὅτι εὐφήμων ὀνομάτων ἄπιστοι αἱ ἐτυμολογίαι, ἐὰν μὴ καὶ τὰ καθ' ὧν τέτακται τὰ ὀνόματα εἰς ταὐτὸ ῥέπῃ. οἷον Παῦλος ὁ νομικὸς δίκην ἔχων ἐπὶ τοῦ αὐτοκράτορος ἔδοξεν αὐτῷ συναγορεύειν Νίκωνά τινα καλούμενον. ἦν δὲ οὗτος ὁ Νίκων πάλαι ποτὲ ἐπὶ τοῦ αὐτοκράτορος δίκην ἡττημένος. καὶ ὁ μὲν Παῦλος τῷ ὀνόματι μόνῳ προσεῖχεν, ἦν δὲ αὐτῷ καταδίκης σημαντικὸς ὁ ὄνειρος ὀρθῶς καὶ κατὰ λόγον, ὅτι ἦν ὁ Νίκων λελειμμένος.

[81]   Τὰ ἐν νεκυσίοις καὶ περιδείπνοις παρατιθέμενά τισιν οὔτε ἰδεῖν οὔτε φαγεῖν ἀγαθὸν οὔτε περιδειπνεῖσθαι· νοσοῦσι μὲν γὰρ ὄλεθρον μαντεύεται, ἐρρωμένοις δὲ θάνατόν τινος τῶν οἰκείων προαγορεύει. ὁ Σύρος ἔδοξε τῷ δεσπότῃ περίδειπνον παρατιθέναι, καὶ οὐκ εἰς μακρὰν κατώρυξε τὸν δεσπότην, ὥσπερ καὶ ὁ ὑπὸ τοῦ πάτρωνος ὄναρ πάλιν ἠλευθερωμένος ἀπέβαλε τὸν πάτρωνα θανάτῳ.

[82]    Σκόπει δὲ καὶ ἐπὶ τῶν δοκούντων ἀποθνήσκειν μή ποτε ἀναβιοῦν νομίσῃ τις· οὐκέτι γὰρ τὰ ὑπὸ τοῦ θανάτου σημαινόμενα γίνεται. Λεωνᾶς ὁ Σύρος παλαιστὴς μέλλων ἀγωνίζεσθαι τὸν ἐν Ῥώμῃ ἀγῶνα ἔδοξε τεθνάναι καὶ ἐκφέρεσθαι, συναντήσαντα δὲ αὐτῷ τινα ἀλείπτην χαλεπαίνειν πρὸς τοὺς ἐκφέροντας ὅτι ταχέως καὶ κενοσπούδως αὐτὸν ἐκφέροιεν· δύνασθαι γὰρ αὐτὸν ἀναβιῶναι. ἔπειτα ἐλαίῳ θερμῷ καὶ ἐρίοις χρισάμενον κατὰ τοῦ στήθους ποιῆσαι αὐτὸν ἀναβιῶναι. οὗτος εὐημέρησε ἐν τῷ ἀγῶνι ἐπιφανῶς παλαίσας, μέλλων δὲ στεφανοῦσθαι ἐκωλύθη πρὸς τοῦ ἀλείπτου ἐπιπροσθεμένου†τὴν ἐργασίαν τοῦ στεφάνου· λαβὼν γὰρ ἀργύριον οὐκ εἴασεν αὐτὸν περὶ τοῦ στεφάνου παλαίοντα διαγωνίσασθαι.

   Μένανδρος ὁ Σμυρναῖος εἰς Ὀλύμπια ἀνερχόμενος ἔδοξεν ἐν τῷ σταδίῳ τῷ Ὀλυμπίασι κατορωρύχθαι, καὶ ἐγένετο Ὀλυμπιονίκης.

   Ὅσα νεκροῖς συντίθεται, ταῦτα οὔτε δοῦναι νεκρῷ οὔτε παρὰ νεκροῦ λαβεῖν ἀγαθόν· ἢ γὰρ αὐτῷ τῷ ἰδόντι ἤ τινι τῶν τοῦ ἰδόντος ὀλέθρια γίνεται. τῶν δὲ ἄλλων ἓν οὐδὲν νεκρῷ [ἃ] δοῦναι συμφέρει, λαβεῖν δὲ πάντα καὶ ὁμοῦ καὶ κατὰ ἓν παρὰ νεκροῦ συμφέρει, μάλιστα δὲ τροφὰς καὶ ἀργύριον καὶ σκεύη καὶ ἱμάτια.

[83]    Ὅσα τῶν ἀγαθῶν καὶ ὅσα τῶν κακῶν τῶν περὶ τὸ σῶμα βλεπομένων οὐχ ὅλα ἀλλ' ἐξ ἡμισείας βλέπεται, καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα ποιεῖ. οἷον ἡ τοῦ Διογνήτου γυνὴ ἔδοξεν ἐν τῇ δεξιᾷ μόνῃ παρειᾷ γένειον ἔχειν. καὶ σημαίνοντος τοῦ ὀνείρου πάσαις γυναιξὶ ταῖς γε μὴ ἀγάμοις μηδὲ ἀτέκνοις ἔτι καὶ ταῖς μὴ ἐν γαστρὶ ἐχούσαις χηρείαν, ἀπέβη αὐτῇ μήτε σὺν τῷ ἀνδρὶ εἶναι μήτε μὴν ἀπηλλάχθαι αὐτοῦ, ἀλλὰ πολλῷ χρόνῳ οἰκουρεῖν ὑπολειφθεῖσαν ἐν τῇ πατρίδι παρὰ τὴν τοῦ ἀνδρὸς ἀποδημίαν. οὐδὲν δὲ διαφέρει γυναικὶ ἐάν τε πώγωνα ἔχειν δοκῇ ἐάν τε ἀνδρὸς αἰδοῖα ἐάν τε στολὴν ἢ κουρὰν ἢ ἄλλο τι ἀνδρεῖον [ἔχειν δοκῇ]. τὰ αὐτὰ γὰρ ἀποβήσεται. ὁμοίως καὶ ἐπὶ ἀνδρῶν οὐδὲν διαφέρει ἐάν τε ὅλον τὸ σῶμά τις εἰς γυναῖκα μεταβεβληκέναι δόξῃ ἐάν τε μόνον γυναικείαν φύσιν ἔχειν ἐάν τε στολὴν ἢ ὑπόδεσιν ἢ ἐμπλέγματα γυναικεῖα· τὰ αὐτὰ γὰρ ἀποβήσεται. ἔστι δὲ ταῦτα οὐχ ὅμοια τοῖς ἡμιτελέσι τῶν ἔργων οὐδὲ τῷ τοῦ Κίλικος ὀνείρῳ τοῦ τὸ πρόβατον δόξαντος κείρειν.

   Τῶν ἀποβάσεων τὸ κεφάλαιον εὑρεῖν ἔστω σοι ἔργον, καὶ τὰ συμπτώματα ‹τὰ› ἀκολουθοῦντα πειρῶ μὲν εὑρίσκειν, ἀποτυχὼν δὲ μὴ ἄχθου. ὁ Κύπριος νεανίσκος ὄνειρον ὥρισεν ἀποβεβηκότα φιλονείκως. ἦν δὲ οὗτος ὁ ὄνειρος· γυνὴ ἐν γαστρὶ ἔχουσα ἔδοξε χῆνα τετοκέναι. ὃ κριτέον, εἰ μὲν ἱερέως εἴη ἡ γυνή, τὸ τεχθὲν ζήσειν· ἱεροὶ γὰρ οἱ χῆνες οἱ ἐν ναοῖς ἀνατρεφόμενοι· εἰ δὲ μή, εἰ μὲν θῆλυ εἴη, ζήσειν μέν, ἑταιρικῷ δὲ χρήσεσθαι βίῳ διὰ τὸ περικαλλὲς τῶν χηνῶν· εἰ δὲ ἄρρεν, μὴ ζήσειν, ὅτι ἐστὶν ὁ μὲν χὴν στεγανόπους ὁ δὲ ἄνθρωπος σχιζόπους· τὰ δὲ μὴ ἐκ τοῦ αὐτοῦ γένους ἢ τοῦ αὐτοῦ εἴδους ἐναντία πρὸς ἀνατροφὴν παίδων. ὁ δὲ εἶπεν ἄρρεν τεχθὲν ἐν ὕδατι τεθνάναι.†εἰ μὲν ‹οὖν› οὐ πάντῃ καὶ πάντως ὁ χὴν ἦν ἐν ὕδατι, ἀλλ' ἀπέθνησκε μόνως, καὶ μὴ μυρίοι ἦσαν αὐτῷ οἱ θάνατοι, ἄξιον ἦν ἐγκαλεῖν τῷ κρίναντι, ὅτι μὴ εἶπεν ἐν ὕδατι τὸν παῖδα τεθνήξεσθαι· εἰ δὲ ἔδει μὲν ὀλιγοχρόνιον γενέσθαι, συνέπεσε δὲ αὐτῷ τὸ ἐν ὕδατι ἀποθανεῖν, αὐτάρκης ἦν ἡ κρίσις. καὶ γὰρ τὸ μὴ διακρῖναι πότερον ἄρρεν ἢ θῆλυ τέτοκε, κατὰ λόγον ἐγένετο· ἔνεστι μὲν γὰρ ἄρρενα εἶναι τὸν χῆνα, ἔνεστι δὲ καὶ θήλειαν.

   Πρὸς δὲ τοὺς πυνθανομένους πόσῳ χρόνῳ οἱ ὄνειροι ἀποβαίνουσιν εἴποις ἂν ὅτι ὅσα τῶν ὄντων ἐν ὡρισμένοις χρόνοις γίνεται, ταῦτα καὶ ἐν τοῖς ὕπνοις ὁραθέντα ἐν τοῖς αὐτοῖς ἀποβαίνει χρόνοις, ‹ὡς› ἀγῶνες καὶ πανηγύρεις καὶ ἄρχοντες καὶ στρατηγοὶ καὶ τὰ ὅμοια. ὅσα δὲ τῶν ὄντων ἐν ἀορίστοις καὶ μὴ πεπηγόσι χρόνοις γίνεται, ἀορίστως καὶ ἀποβαίνει, ὡς συνουσίαι καὶ τροφαὶ καὶ ἐκκρίσεις καὶ τὰ συντελοῦντα τούτοις χωρὶς ζῴων· ταῦτα γὰρ δι' ὅσου χρόνου γεννᾶται, τοῦτ' ἔστιν ὅσῳ κυοφορεῖται, τοσούτῳ καὶ ἀποβαίνει. ἔτι θεοὶ καὶ βασιλεῖς καὶ γονεῖς καὶ δεσπόται οὐκ ἐν ὡρισμένοις ἀποβαίνουσι χρόνοις. λάμβανε δὲ σύμμετρα τὰ ἀποτελέσματα καὶ τοὺς χρόνους ἐκ τῶν παρακειμένων ἑκάστοις τῶν ὁρωμένων ἢ ἐξ αὐτῶν τῶν προσδοκιῶν· γελοῖον γὰρ ἂν εἴη τῷ περὶ τῆς αὔριον φοβουμένῳ ἢ ἐλπίζοντι καὶ ἰδόντι ὄνειρον τὰ εἰς ὥρας ἐσόμενα κρίνειν. ἔτι καὶ ὧν προσήμερός ἐστιν ἡ χρῆσις, ἡμέραις ἀποβαίνει, ὧν δὲ χρονιωτέρα, χρόνῳ πλείονι. καὶ τὰ μακρόθεν ὁρώμενα, ὡς τὰ περὶ τὸν οὐρανόν, διὰ τὸ διάστημα βράδιον ἀποβαίνει. ἔτι καὶ τοῦτο. καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ὄνειροι τοῖς μὲν μεγάλοις ἀνδράσι καὶ γυναιξὶ μεγάλα καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ποιοῦσι, τοῖς δὲ μετρίοις μέτρια, τοῖς δὲ ταπεινοῖς μικρὰ παντελῶς, καὶ μάλιστά γε οἱ ἀγαθοί· καὶ γὰρ εἰκός, ἐπειδὴ οὗτοι καὶ τὸ τυχὸν λαβόντες ἀγαπῶσι καὶ ὑπερχαίρουσιν. ὀρθῶς γοῦν καὶ τὸ Καλλιμάχειον ἔχει 'αἰεὶ τοῖς μικκοῖς μικκὰ διδοῦσι θεοί.'

   Ταῦτα μὲν οὖν, ὦ τέκνον, ἱκανῶς καὶ ἀνενδεῶς ἔχει, πάντων τῶν ἐν ὀνειροκρισίᾳ ἀπόρων λελυμένων καὶ οὕτως ὑπτίων κειμένων καὶ εὐεπιγνώστων σοι ἐσομένων. ἴσθι δὲ ὅτι οὐχὶ ὀνείρων ἀποβάσεις εἰπεῖν σοι τὸ προκείμενόν μοι ἦν ἀλλ' ἀφωρισμένως καθ' ἕκαστον ζήτημα τὰς ἐπιλύσεις συναγαγεῖν. αἱ δὲ ἀποβάσεις ἑκάστων παράκεινται εἰς ὑπόδειγμα. ἱστορίας δὲ ἕνεκεν ὅπως ἔχῃς ἀπονώτερον ταῖς τριβαῖς χρῆσθαι, πειράσομαι συναγαγὼν ὡς πλείστους ἀποβεβηκότας ὀνείρους ἄλλο σοι βιβλίον ποιῆσαι.