α. Ὡς Καῖσαρ τὸ δεύτερον ἐς Βρεττανίαν διέπλευσεν.
β. Ὡς Καῖσαρ ὑποστρέψας ἀπὸ Βρεττανίας τοῖς Γαλάταις αὖθις ἐπολέμησεν.
γ. Ὡς Κράσσος Πάρθοις πολεμεῖν ἤρξατο.
δ. Περὶ Πάρθων.
ε. Ὡς Κράσσος ἡττηθεὶς ὑπ' αὐτῶν ἀπώλετο.
ζ. Ὡς Καῖσαρ τὴν Γαλατίαν τὴν ὑπὲρ τὰς Ἄλπεις πᾶσαν κατεστρέψατο.
η. Ὡς Μίλων Κλώδιον ἀποκτείνας κατεδικάσθη.
θ. Ὡς Καῖσαρ καὶ Πομπήιος στασιάζειν ἤρξαντο.
Γν. Δομίτιος Μ. υἱ. Καλουῖνος ὑπ. Μ. Οὐαλέριος ‹...... Μεσσάλας Γν. Πομπήιος› Γν. υἱ. Μάγνος τὸ γ ὑπ. Κ. Καικίλιος Μέτελλος Σκιπίων Νασικοῦ υἱ. Σέρουιος Σουλπίκιος Κ. υἱ. Ῥοῦφος ὑπ. Μ. Κλαύδιος Μ. υἱ. Μάρκελλος Λ. Αἰμίλιος Μ. υἱ. Παῦλος ὑπ. ‹Γ. Κλαύδιος Γ. υἱ. Μάρκελλος›
[1] Ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα, τότε ἑπτακόσια ἔτη ἀγούσῃ, ἐγένετο· ἐν δὲ δὴ τῇ Γαλατίᾳ ὁ Καῖσαρ ἐπὶ τῶν αὐτῶν ἐκείνων τοῦ Δομιτίου τοῦ Λουκίου καὶ τοῦ Κλαυδίου τοῦ Ἀππίου ὑπάτων τά τε ἄλλα καὶ ναῦς ἐν μέσῳ τῶν τε σφετέρων τῶν ταχειῶν καὶ τῶν αὐτόθεν τῶν φορτίδων, ὅπως ὡς μάλιστα καὶ κουφίζωσι καὶ πρὸς τὸ κῦμα ἀντέχωσιν, ἐπί τε τοῦ ξηροῦ ἱστάμεναι μὴ λυμαίνωνται, [2] παρεσκευάσατο. καὶ ἐπειδὴ πλόιμα ἐγένετο, ἐς τὴν Βρεττανίαν αὖθις ἐπεραιώθη, πρόφασιν μὲν ὅτι μὴ πάντας τοὺς ὁμήρους οὓς ὑπέσχοντό οἱ ἐπεπόμφεσαν, νομίζοντες αὐτόν, ὅτι διὰ κενῆς τότε ἀνεχώρησε, μηκέτ' αὖθίς σφων πειράσειν, ποιησάμενος, ἔργῳ δὲ δεινῶς τῆς νήσου ἐφιέμενος, ὥστε εἰ μὴ καὶ τοῦτο ἦν, πάντως ἂν [3] ἄλλην τινὰ σκῆψιν εὑρεῖν. κατῆρέ τε οὖν ἔνθα καὶ πρότερον, μηδενὸς ὑπό τε τοῦ πλήθους τῶν νεῶν καὶ ὑπὸ τοῦ πολλαχόσε ἅμα αὐτὰς κατασχεῖν τολμήσαντος ἀντιστῆναι, καὶ τὸ ναύσταθμον εὐθὺς [2] [1] ἐκρατύνατο. οἱ οὖν βάρβαροι τὸν μὲν πρόσπλουν αὐτοῦ οὐκ ἠδυνήθησαν διὰ ταῦτα κωλῦσαι, δείσαντες δὲ μᾶλλον ἢ πρότερον, ἅτε καὶ στρατῷ πλείονι αὐτοῦ ἐλθόντος, ἐς τὸ λασιώτατον καὶ ἐς τὸ λοχμωδέστατον τῶν ἐγγὺς χωρίων πάντα τὰ τιμιώτατα συνεφόρησαν, [2] καὶ αὐτὰ ἐν ἀσφαλεῖ ποιησάμενοι (τά τε γὰρ πέριξ ξύλα ἔκοψαν, καὶ ἕτερα ἐπ' αὐτοῖς στοιχηδὸν ἐπισυνένησαν, ὥστε ἐν χαρακώματι τρόπον τινὰ εἶναι) ἔπειτα τοὺς προνομεύοντας τῶν Ῥωμαίων ἐλύπουν. καὶ δὴ καὶ μάχῃ τινὶ ἐν τῷ ψιλῷ ἡττηθέντες ὑπήγαγόν σφας ἐκεῖσε κατὰ τὴν δίωξιν, καὶ συχνοὺς ἀνταπέκτειναν.
[3] καὶ μετὰ τοῦτο χειμῶνος αὖθις τὰς ναῦς αὐτῶν λυμηναμένου συμμάχους τε προσμετεπέμψαντο καὶ ἐπ' αὐτὸ τὸ νεώριόν σφων ὥρμησαν, Κασουελλανὸν τὸν τὰ πρῶτα ‹τῶν› ἐν τῇ νήσῳ δυναστῶν [4] φερόμενον προστησάμενοι. καὶ αὐτοῖς ἀπαντήσαντες οἱ Ῥωμαῖοι τὸ μὲν πρῶτον ἐταράχθησαν τῇ τῶν ἁρμάτων σφῶν προσμίξει, ἔπειτα δὲ διιστάμενοι, καὶ ἐκεῖνά τε παρεξιέντες καὶ τοὺς παραθέοντας [3] [1] ἐς τὰ πλάγια βάλλοντες, ἀνίσωσαν τὴν μάχην. καὶ τότε μὲν κατὰ χώραν ἀμφότεροι ἔμειναν· αὖθις δὲ οἱ βάρβαροι τοῦ μὲν πεζοῦ κρείττους γενόμενοι, ὑπὸ δὲ τῆς ἵππου κακωθέντες, πρός τε τὸν Ταμέσαν ἀνεχώρησαν, καὶ τὸν πόρον αὐτοῦ σταυροῖς, τοῖς μὲν [2] ἐμφανέσι τοῖς δὲ καὶ ὑφύδροις, διαλαβόντες ηὐλίσαντο. ἐπειδὴ δὲ ἐκείνους τε ὁ Καῖσαρ τό τε σταύρωμα προσβολῇ βιαίᾳ ἐκλιπεῖν ἠνάγκασε καὶ μετὰ τοῦτο καὶ ἐκ τοῦ ἐρύματος προσεδρείᾳ ἐξήλασε, καὶ τοὺς προσβάλλοντάς σφων τῷ ναυστάθμῳ ἕτεροι ἀπεώσαντο, κατέδεισαν καὶ κατελύσαντο ὁμήρους τε δόντες καὶ φόρον ἐτήσιον ταξάμενοι.
[4]
[1] καὶ οὕτως ὁ Καῖσαρ ἀπῆρε παντάπασιν ἐκ τῆς νήσου, καὶ οὐδὲν ἐγκατέλιπε στράτευμα ἐν αὐτῇ· ἐκεῖνό τε γὰρ κινδυνεύσειν ἐν ἀλλοτρίᾳ πῃ χειμάζον, καὶ αὐτὸς οὐκ ἂν ἐν καλῷ ἐπὶ πλεῖον ἀπὸ τῆς Γαλατίας ἀποδημῆσαι νομίζων, ἠγάπησε τοῖς παροῦσι, ‹μὴ› καὶ [2] μειζόνων ὀριγνώμενος καὶ περὶ ἐκείνοις σφαλῇ. καὶ ἔδοξε καὶ τοῦτο ὀρθῶς πεποιηκέναι, ὥσπερ που καὶ τῷ ἔργῳ διεδείχθη· ἐπεὶ γὰρ ἐς τὴν Ἰταλίαν ὥρμησεν ὡς καὶ ἐκεῖ παραχειμάσων, οἱ Γαλάται, καίτοι φρουροὺς ὡς ἕκαστοι πολλοὺς ἔχοντες, ὅμως ἐνεόχμωσαν, καί τινες αὐτῶν καὶ φανερῶς ἐπανέστησαν. ὅπερ εἰ ἐν τῇ Βρεττανίᾳ καταμείναντος αὐτοῦ παρὰ τὸν χειμῶνα ἐγεγόνει, πάντα ἂν τὰ τῇδε ἐτετάρακτο.
[5]
[1] ἦρξαν δὲ τοῦ πολέμου τούτου Ἐβουρωνοί, ἡγουμένου σφίσιν Ἀμβιόριγος. καὶ ἔλεγον μὲν τῇ παρουσίᾳ τῶν Ῥωμαίων, ‹ὧν› ὅ τε Σαβῖνος καὶ Λούκιος Κόττας ὑποστράτηγοι ἦρχον, ἀχθόμενοι κεκινῆσθαι· τὸ δ' ἀληθὲς ἐκείνων τε κατεφρόνησαν ὡς οὐχ ἱκανῶν ἀμῦναί σφας ἐσομένων, καὶ τὸν Καίσαρα οὐκ ἤλπισαν διὰ ταχέων σφίσιν [2] ἐπιστρατεύσειν. ἐπῆλθόν τε οὖν αὐτοῖς μὴ προσδεχομένοις ὡς καὶ αὐτοβοεὶ τὸ στρατόπεδον αἱρήσοντες, καὶ ἐπειδὴ διήμαρτον αὐτοῦ, πρὸς ἀπάτην ἐτράποντο. τῶν γὰρ χωρίων τὰ ἐπιτηδειότατα ὁ Ἀμβιόριξ προλοχίσας ἦλθεν ἐξ ἐπικηρυκείας πρὸς τοὺς Ῥωμαίους [3] ὡς οὐχ ἑκὼν δὴ πολεμήσας, καὶ αὐτὸς μὲν μεταγιγνώσκειν ἔφη, τοὺς δ' ἄλλους φυλάττεσθαί σφισι παρῄνεσεν· οὔτε γὰρ αὐτῷ πειθαρχεῖν αὐτοὺς καὶ ἐκείνοις μέλλειν τῆς νυκτὸς ἐπιθήσεσθαι. κἀκ τούτου καὶ γνώμην αὐτοῖς ἔδωκε τὴν μὲν Ἐβουρωνίαν, ὡς καὶ κινδυνεύσουσιν ἂν καταμείνωσι, καταλιπεῖν, πρὸς δὲ συστρατιώτας [6] [1] τινὰς πέλας που χειμάζοντας ὡς τάχιστα μεταστῆναι. ἀκούσαντες δὲ ταῦτα οἱ Ῥωμαῖοι ἐπείσθησαν, ἄλλως τε καὶ ὅτι εὐηργέτητο πολλὰ ὑπὸ τοῦ Καίσαρος καὶ χάριν αὐτῷ ταύτην ἀντιδιδόναι ἐδόκει. συσκευασάμενοί τε σπουδῇ εὐθὺς ἀφ' ἑσπέρας ἀφώρμησαν, καὶ [2] ἐμπεσόντες ἐς τὰ λελοχισμένα δεινῶς ἐσφάλησαν· ὅ τε γὰρ Κόττας παραχρῆμα μετὰ πολλῶν ἀπώλετο, καὶ τὸν Σαβῖνον ὁ Ἀμβιόριξ μετεπέμψατο μὲν ὡς καὶ σώσων (οὔτε γὰρ τοῖς γιγνομένοις παρῆν, καὶ πιστὸς αὐτῷ καὶ τότε ἔτ' ἐδόκει εἶναι), συλλαβὼν δὲ δή, καὶ ἀποδύσας καὶ τὰ ὅπλα καὶ τὴν ἐσθῆτα, κατηκόντισεν, ἐπιλέγων ἄλλα τε καὶ ὅτι τοιοίδε μέντοι ὄντες πῶς τηλικούτων [3] ἡμῶν ὄντων ἄρχειν ἐθέλετε; οὗτοι μὲν δὴ ταῦτ' ἔπαθον· οἱ δὲ λοιποὶ διέπεσον μὲν ἐς τὸ τάφρευμα ὅθεν ἀπανειστήκεσαν, ἐπεὶ δὲ οἵ τε βάρβαροι καὶ ἐκεῖ προσέμιξαν καὶ οὔτ' ἀμύνασθαι αὐτοὺς οὔτε διαφυγεῖν ἠδυνήθησαν, ἀλλήλους ἀπέκτειναν.
[7]
[1] γενομένου δὲ τούτου ἄλλοι τέ τινες τῶν πλησιοχώρων ἀπέστησαν καὶ Νέρουιοι, καίτοι Κυίντου Κικέρωνος παρ' αὐτοῖς χειμάζοντος· ἀδελφὸς δὲ τοῦ Κικέρωνος τοῦ Μάρκου ἦν, ὑποστρατηγῶν τῷ Καίσαρι. καὶ αὐτοὺς ὁ Ἀμβιόριξ προσλαβὼν συνέβαλε τῷ [2] Κικέρωνι· καὶ ἀγχώμαλα ἀγωνισάμενος, καί τινας καὶ ζῶντας ἑλών, ἀπατῆσαι μέν πῃ καὶ ἐκεῖνον ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ ἔς τε πολιορκίαν αὐτὸν κατέστησε, καὶ διὰ ταχέων ὑπό τε τῆς πολυχειρίας καὶ ὑπὸ τῆς ἐμπειρίας, ἣν ἐκ τῆς συστρατείας ἣν μετὰ τῶν Ῥωμαίων ἐπεποίητο ἐκέκτητο, καί τινα καὶ παρὰ τῶν αἰχμαλώτων ἂν ἑκάστων [3] μαθών, καὶ ἀπεσταύρωσε καὶ ἀπετάφρευσεν. ἐγίγνοντο μὲν γὰρ καὶ μάχαι, οἷα ἐν τῷ τοιούτῳ εἰκὸς ἦν, συχναί, καὶ ἀπώλλυντο πολὺ πλείους τῶν βαρβάρων ἅτε καὶ πλείους ὄντες· οὐ μὴν ἀλλὰ αὐτοὶ μὲν ὑπὸ τῆς περιουσίας τοῦ στρατοῦ οὐδὲ ἐν αἰσθήσει τοῦ φθειρομένου σφῶν ἦσαν, οἱ δὲ δὴ Ῥωμαῖοι μήτε ἄλλως πολλοὶ ὄντες καὶ ἐλάττους [8] [1] ἀεὶ γιγνόμενοι ῥᾳδίως περιεστοιχίσθησαν. κινδυνευόντων οὖν αὐτῶν ἁλῶναι (οὔτε γὰρ τὰ τραύματα θεραπεύειν ἀπορίᾳ τῶν ἐπιτηδείων ἐδύναντο, οὔτε τὴν τροφὴν ἀφθόνως, ἅτε ἐν ἀδοκήτῳ πολιορκίᾳ, εἶχον· οὐδ' ἐπήμυνέ τις αὐτοῖς, καίτοι πολλῶν οὐκ ἄπωθεν χειμαζόντων· οἱ γὰρ βάρβαροι τὰς ὁδοὺς ἀκριβῶς φυλάσσοντες πάντας τοὺς ἐκπεμπομένους σφῶν συνελάμβανον κἀν τοῖς [2] ὀφθαλμοῖς αὐτῶν ἐφόνευον) Νέρουιός τις εὐνοϊκῶς σφισιν ἐξ εὐεργεσίας ἔχων, καὶ τότε σὺν τῷ Κικέρωνι πολιορκούμενος, δοῦλόν τινα ἑαυτοῦ διάγγελον αὐτῷ παρέσχεν· ἔκ τε γὰρ τῆς σκευῆς καὶ ἐκ τῆς φωνῆς τῆς ἐπιχωρίας ἠδυνήθη λαθεῖν συγγενόμενος τοῖς [9] [1] πολεμίοις ὡς καὶ ἐξ αὐτῶν ὢν καὶ μετὰ τοῦτο ἀποχωρήσας. μαθὼν οὖν ὁ Καῖσαρ τὸ γιγνόμενον (οὐδέπω δὲ ἐς τὴν Ἰταλίαν ἀπεληλύθει, ἀλλ' ἔτ' ἐν ὁδῷ ἦν) ἀνέστρεψε, καὶ τοὺς ἐν τοῖς χειμαδίοις, δι' ὧν διῄει, στρατιώτας παραλαμβάνων ἠπείγετο. κἀν τούτῳ φοβηθεὶς μὴ καὶ φθάσῃ ὁ Κικέρων ἀπογνώσει τῆς βοηθείας δεινόν [2] τι παθὼν ἢ καὶ συνθέμενος, προέπεμψεν ἱππέα. τῷ μὲν γὰρ οἰκέτῃ τῷ ‹τοῦ› Νερουίου, καίτοι πεῖραν ἔργῳ τῆς εὐνοίας αὐτοῦ λαβών, οὐκ ἐπίστευσε, μὴ καὶ τοὺς πατριώτας ἐλεήσας μέγα τι κακόν σφας ἐξεργάσηται· ἐκ δὲ δὴ τῶν συμμάχων ἱππέα τήν τε διάλεκτον αὐτῶν εἰδότα καὶ τῇ στολῇ τῇ ἐκείνων σκευασθέντα ἔπεμψε.
[3] καὶ ὅπως γε μηδ' αὐτός τι μήτ' οὖν ἐθελοντὴς μήτ' ἄκων ἐξείπῃ, οὔτε τι αὐτῷ ἐξελάλησε, καὶ τῷ Κικέρωνι πάνθ' ὅσα ἠβουλήθη ἑλληνιστὶ ἐπέστειλεν, ἵνα ἂν καὶ τὰ γράμματα ἁλῷ, ἀλλ' ἀσύνετά γε καὶ τότε τοῖς βαρβάροις ὄντα μηδέν σφας ἐκδιδάξῃ. εἰώθει δὲ καὶ ἄλλως, ὁπότε τι δι' ἀπορρήτων τινὶ ἐπέστελλε, τὸ τέταρτον ἀεὶ στοιχεῖον ἀντὶ τοῦ καθήκοντος ἀντεγγράφειν, ὅπως ἂν ἄγνωστα [4] τοῖς πολλοῖς ᾖ τὰ γραφόμενα. ὁ δ' οὖν ἱππεὺς ἦλθε μὲν πρὸς τὸ τῶν Ῥωμαίων στρατόπεδον, μὴ δυνηθεὶς δ' ἐγγύθεν αὐτῷ προσμῖξαι συνέδησε τὰ γράμματα ἀκοντίῳ, καὶ ὤσας αὐτὸ ἐς τοὺς πολεμίους πρὸς πύργον ἐξεπίτηδες προσέπηξε. καὶ ὁ μὲν Κικέρων οὕτω τὴν πρόσοδον τοῦ Καίσαρος μαθὼν ἀνεθάρσησε καὶ προθυμότερον [10] [1] διεκαρτέρησεν· οἱ δὲ δὴ βάρβαροι ἐπὶ πολὺ μὲν τὴν ἐπικουρίαν αὐτοῦ ἠγνόησαν (νυκτοπορῶν γὰρ ἔπειτα τὰς ἡμέρας ἐν ἀφανεστάτοις χωρίοις ηὐλίζετο, ὅπως ἀπροσδοκήτοις ὅτι μάλιστα αὐτοῖς προσμίξῃ), ὀψὲ δέ ποτε ἐκ τῆς τῶν πολιορκουμένων περιχαρείας ὑποτοπήσαντες αὐτὴν προσκόπους ἔπεμψαν, καὶ μαθόντες παρ' αὐτῶν πλησιάζοντα ἤδη τὸν Καίσαρα ὥρμησαν ἐπ' αὐτὸν ὡς [2] καὶ ἀνελπίστῳ οἱ προσπεσούμενοι. προμαθὼν οὖν τοῦτ' ἐκεῖνος τήν τε νύκτα κατὰ χώραν ἔμεινε, καὶ ὑπὸ τὴν ἕω χωρίον τι ἐρυμνὸν προκαταλαβὼν ἐνταῦθα ὡς ἐν βραχυτάτῳ ἐστρατοπεδεύσατο τοῦ καὶ μετ' ὀλίγων εἶναι δοκεῖν καὶ ἐκ τῆς πορείας πεπονῆσθαι τήν τε ἔφοδόν σφων δεδιέναι, κἀκ τούτου καὶ ἐς αὐτὸ τὸ μετέωρον [3] αὐτοὺς ὑπαγαγέσθαι. καὶ ἔσχεν οὕτως· καταφρονήσαντες γὰρ αὐτοῦ διὰ ταῦτα πρός τε τὸ ὄρθιον προσέβαλον καὶ μεγάλως ἔπταισαν, ὥστε μηκέτ' ἀντιπολεμῆσαι.
[11]
[1] οὕτω μὲν οὖν τότε καὶ ἐκεῖνοι καὶ οἱ ἄλλοι πάντες ἐχειρώθησαν, οὐ μέντοι καὶ δι' εὐνοίας τοῖς Ῥωμαίοις ἦσαν. οἱ γοῦν Τρήουηροι φοβηθέντες, ἐπειδήπερ τοὺς παρ' ἑκάστοις ‹πρώτους› ὁ Καῖσαρ μεταπέμπων ἐκόλαζε, μὴ καὶ αὐτοὶ δίκην δῶσιν, ἐξεπολεμώθησαν [2] αὖθις αὐτοῖς, Ἰνδουτιομάρου σφᾶς ἀναπείσαντος, καὶ συναποστήσαντες καὶ ἄλλους τινὰς τῶν τὰ αὐτὰ δεδιότων ἐπεστράτευσαν ἐπὶ τὸν Λαβιῆνον τὸν Τίτον ἐν Ῥημοῖς ὄντα, καὶ ἐπεξελθόντων σφίσι παρὰ δόξαν τῶν Ῥωμαίων ἐφθάρησαν.
ταῦτα μὲν ἐν τῇ Γαλατίᾳ ἐγένετο, καὶ ἐν αὐτῇ καὶ ὁ Καῖσαρ ἐχείμασεν [12] [1] ὡς καὶ ἀκριβῶς σφας καταστήσασθαι δυνησόμενος. ὁ δὲ δὴ Κράσσος ἐπιθυμήσας τι καὶ αὐτὸς δόξης τε ἅμα καὶ κέρδους ἐχόμενον πρᾶξαι, ἔπειτ' ἐπειδὴ μηδὲν ἐν τῇ Συρίᾳ τοιοῦτό τι εἶδεν ὄν (αὐτοί τε γὰρ ἡσύχαζον, καὶ οἱ πρόσθε προσπολεμήσαντές σφισιν οὐδὲν ὑπ' ἀδυνασίας παρεκίνουν), ἐπὶ τοὺς Πάρθους ἐπεστράτευσε, μήτε ἔγκλημά τι αὐτοῖς ἐπιφέρων μήτε τοῦ πολέμου οἱ ἐψηφισμένου· αὐτούς τε γὰρ παμπλουσίους ἤκουεν ὄντας, καὶ τὸν Ὀρώδην εὐάλωτον [2] ἅτε καὶ νεοκατάστατον εἶναι προσεδόκησε. τόν τε οὖν Εὐφράτην ἐπεραιώθη, καὶ προῆλθεν ἐπὶ πολὺ τῆς Μεσοποταμίας, φέρων τε αὐτὴν καὶ πορθῶν· τῆς γὰρ διαβάσεως αὐτοῦ ἀδοκήτου τοῖς βαρβάροις γενομένης οὐδεμία ἀκριβὴς φυλακὴ αὐτῆς καθειστήκει, ὥστε ταχὺ μὲν ὁ Σιλάκης ὁ τότε τῆς χώρας ἐκείνης σατραπεύων ἡττήθη τε περὶ Ἰχνίας, τεῖχός τι οὕτω καλούμενον, ἱππεῦσιν ὀλίγοις μαχεσάμενος, καὶ τρωθεὶς ἀπεχώρησεν αὐτάγγελος τῷ βασιλεῖ τῆς ἐπιστρατείας [13] [1] αὐτοῦ γενησόμενος, ταχὺ δὲ καὶ ὁ Κράσσος τά τε φρούρια καὶ τὰς πόλεις τὰς Ἑλληνίδας μάλιστα, τάς τε ἄλλας καὶ τὸ Νικηφόριον ὠνομασμένον, προσεποιήσατο· τῶν γὰρ Μακεδόνων καὶ τῶν ἄλλων τῶν συστρατευσάντων σφίσιν Ἑλλήνων ἄποικοι πολλοί, βίᾳ ἀχθόμενοι καὶ ἐς τοὺς Ῥωμαίους ὡς καὶ φιλέλληνας [2] πολλὰ ἐλπίζοντες, οὐκ ἀκουσίως μεθίσταντο· πλήν τε ὅτι οἱ Ζηνοδοτίου οἰκήτορες μετέπεμψάν τινας αὐτῶν ὡς καὶ μεταστησόμενοι, ἐπειδὴ δὲ ἔνδον ἐγένοντο, ἀπέλαβόν τε αὐτοὺς καὶ διέφθειραν καὶ διὰ τοῦτο καὶ ἀνέστησαν, οὐδὲν ἄλλο δεινὸν οὔτε ἔπραξε τότε [3] Κράσσος οὔτε ἔπαθε. πάντως δὲ κἂν τὰ λοιπὰ χωρία τὰ ἐντὸς τοῦ Τίγριδος ὄντα ἐκεχείρωτο, εἰ τῇ τε ἑαυτοῦ ὁρμῇ καὶ τῇ τῶν βαρβάρων ἐκπλήξει πρὸς πάντα ὁμοίως ἐκέχρητο, καὶ προσέτι καὶ [4] κατὰ χώραν χειμάσας ἐν φρουρᾷ αὐτὰ ἀκριβεῖ ἐπεποίητο. νῦν δὲ ἑλὼν ὅσα ἐξ ἐπιδρομῆς ἠδυνήθη λαβεῖν, οὔτε τι τῶν λοιπῶν οὔτ' αὐτῶν ἐκείνων ἐφρόντισεν, ἀλλὰ τῇ τε ἐν τῇ Μεσοποταμίᾳ διατριβῇ ἀχθεσθεὶς καὶ τῆς ἐν τῇ Συρίᾳ ῥᾳστώνης ἐπιθυμήσας παρέσχετο τοῖς Πάρθοις καιρὸν παρασκευάσασθαι καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ χώρᾳ στρατιώτας κακῶσαι.
[14]
[1] αὕτη μὲν ἡ ἀρχὴ τοῖς Ῥωμαίοις τοῦ πρὸς αὐτοὺς πολέμου ἐγένετο· οἰκοῦσι δὲ ὑπὲρ τοῦ Τίγριδος τὸ μὲν πολὺ τείχη καὶ φρούρια, ἤδη δὲ καὶ πόλεις, ἄλλας τε καὶ Κτησιφῶντα, ἐν ᾗ καὶ βασίλεια ἔχουσι. τὸ γὰρ γένος σφῶν ἦν μέν που καὶ παρὰ τοῖς [2] πάλαι βαρβάροις, καὶ τό γε ὄνομα τοῦτο καὶ ὑπὸ τὴν Περσικὴν βασιλείαν εἶχον· ἀλλὰ τότε μὲν αὐτοί τε ἐν μέρει χώρας βραχεῖ ᾤκουν καὶ δυναστείαν ὑπερόριον οὐκ ἐκέκτηντο, ἐπεὶ δὲ ἥ τε τῶν Περσῶν ἀρχὴ κατελύθη καὶ τὰ τῶν Μακεδόνων ἤκμασεν, οἵ τε τοῦ Ἀλεξάνδρου διάδοχοι στασιάσαντες ἄλλοι ἄλλα ἀπετέμοντο [3] καὶ βασιλείας ἰδίας κατεσκευάσαντο, ἔς τε τὸ μέσον τότε πρῶτον ὑπ' Ἀρσάκου τινὸς ἀφίκοντο, ὅθενπερ καὶ οἱ ἔπειτα βασιλεύσαντες αὐτῶν Ἀρσακίδαι ἐπωνομάσθησαν, καὶ εὐτυχήσαντες τήν τε πλησιόχωρον ἐκτήσαντο πᾶσαν καὶ τὴν Μεσοποταμίαν σατραπείαις κατέσχον, τελευτῶντες δὲ ἐπὶ τοσοῦτον καὶ τῆς δόξης καὶ τῆς δυνάμεως ἐχώρησαν ὥστε καὶ τοῖς Ῥωμαίοις τότε τε ἀντιπολεμῆσαι [4] καὶ δεῦρο ἀεὶ ἀντίπαλοι νομίζεσθαι. εἰσὶ μὲν γὰρ καὶ ἄλλως ἰσχυροὶ τὰ πολέμια, μεῖζον δ' ὅμως ὄνομα, καίτοι μήτε τῶν Ῥωμαίων τι παρῃρημένοι καὶ προσέτι καὶ τῆς ἑαυτῶν ἔστιν ἃ προεμένοι, ἔχουσιν, ὅτι μηδέπω δεδούλωνται, ἀλλὰ καὶ νῦν ἔτι τοὺς πολέμους [15] [1] τοὺς πρὸς ἡμᾶς, ὁσάκις ἂν συνενεχθῶσι, διαφέρουσι. περὶ μὲν οὖν τοῦ τε γένους καὶ τῆς χώρας τῆς τε ἰδιότητος τῶν ἐπιτηδευμάτων αὐτῶν πολλοῖς τε εἴρηται καὶ ἐγὼ οὐκ ἐν γνώμῃ ποιοῦμαι συγγράψαι· τῇ δὲ δὴ ὁπλίσει καὶ τῇ τῶν πολέμων διαχειρίσει (τούτων γὰρ ὁ ἐξετασμὸς τῷδε τῷ λόγῳ, ὅτι καὶ ἐς χρείαν αὐτῶν ἀφικνεῖται, [2] προσήκει) τοιᾷδε χρῶνται. ἀσπίδι μὲν οὐδὲν νομίζουσιν, ἱπποτοξόται δὲ καὶ κοντοφόροι, τὰ πολλὰ κατάφρακτοι, στρατεύονται. πεζοί τε ὀλίγοι μὲν καὶ οἱ ἀσθενέστεροι, τοξόται δ' οὖν καὶ ἐκεῖνοι πάντες εἰσίν. ἔκ τε γὰρ παίδων ἀσκοῦνται, καὶ ὁ οὐρανὸς ἥ τε [3] χώρα αὐτοῖς συναίρεται πρὸς ἀμφότερα. αὕτη τε γὰρ πεδιὰς ὡς πλήθει οὖσα ἀρίστη τε ἵππους τρέφειν ἐστὶ καὶ ἐπιτηδειοτάτη καθιππεύεσθαι· ἀγέλας γοῦν ὅλας καὶ ἐν τοῖς πολέμοις, ὥστ' ἄλλοτε ἄλλοις ἵπποις χρῆσθαι καὶ πόρρωθέν τε ἐξαπιναίως ἐπελαύνειν καὶ [4] μακράν ποι ἐξ αἰφνιδίου ἀποχωρεῖν, ἐπάγονται· καὶ ‹ὁ› οὐρανὸς ὁ ὑπὲρ αὐτῶν, ξηρότατός τε ὢν καὶ ἰκμάδα οὐδὲ ἐλαχίστην ἔχων, ἐντονωτάτας σφίσι τὰς τοξείας πλὴν τοῦ πάνυ χειμῶνος παρέχεται. καὶ διὰ τοῦτο τὴν ὥραν ἐκείνην οὐδαμῇ στρατεύονται. τῷ δὲ δὴ λοιπῷ ἔτει δυσμαχώτατοι ἔν τε τῇ σφετέρᾳ καὶ ἐν τῇ ὁμοιοτρόπῳ [5] εἰσί· τόν τε γὰρ ἥλιον φλογωδέστατον ὄντα ἀνέχονται τῇ συνηθείᾳ, καὶ τῆς ὀλιγότητος τῆς τε δυσχερείας τοῦ ποτοῦ πολλὰ ἀλεξιφάρμακα ἀνευρήκασιν, ὥστε καὶ ἐκ τούτου μὴ χαλεπῶς τοὺς ἐς τὴν χώραν αὐτῶν ἐσβάλλοντας ἀμύνεσθαι. ἔξω γὰρ ἐκείνης ὑπὲρ τὸν Εὐφράτην μάχαις μέν τισι καὶ καταδρομαῖς αἰφνιδίοις ἤδη ποτὲ [6] ἴσχυσάν τι, πολεμῆσαι δέ τισιν ἀπαυστὶ καὶ διαρκῶς οὐ δύνανται, καὶ ἐς ἀλλοτριωτάτην σφίσι καὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ κατάστασιν ἀπαρτῶντες, καὶ μήτε σίτου μήτε μισθοφορᾶς παρασκευὴν ποιούμενοι.
[16]
[1] τοιαῦτα μὲν τὰ τῶν Πάρθων ἐστίν, ἐσβαλόντος δὲ ἐς τὴν Μεσοποταμίαν τοῦ Κράσσου ὥσπερ εἴρηται, ὁ Ὀρώδης ἔπεμψε μὲν καὶ πρὸς ἐκεῖνον ἐς τὴν Συρίαν πρέσβεις, τῆς τε ἐσβολῆς αἰτιώμενος καὶ τὰς αἰτίας τοῦ πολέμου πυνθανόμενος, ἔπεμψε δὲ πρός τε [2] ‹τὰ› ἑαλωκότα τά τε μεθεστηκότα Σουρήναν σὺν στρατῷ· αὐτὸς γὰρ τῇ Ἀρμενίᾳ τῇ τοῦ Τιγράνου ποτὲ γενομένῃ διενοεῖτο ἐπιστρατεῦσαι, ὅπως ὁ Ἀρταβάζης ὁ τοῦ Τιγράνου παῖς ὁ τότε αὐτῆς βασιλεύων μηδεμίαν τοῖς Ῥωμαίοις, ἅτε καὶ περὶ τῇ οἰκείᾳ δεδιώς, [3] βοήθειαν πέμψῃ. ὁ οὖν Κράσσος ἐκείνῳ τε ἐν Σελευκείᾳ (ἔστι δὲ πόλις ἐν τῇ Μεσοποταμίᾳ, πλεῖστον τὸ Ἑλληνικὸν καὶ νῦν ἔχουσα) τὰς αἰτίας τοῦ πολέμου ἐρεῖν ἔφη· καὶ αὐτῷ τῶν Πάρθων τις ἐς τὴν χεῖρα τὴν ἀριστερὰν τοῖς τῆς ἑτέρας δακτύλοις κρούσας εἶπεν ὅτι "θᾶσσον ἐντεῦθεν τρίχες ἀναφύσουσιν ἢ σὺ ἐν Σελευκείᾳ γε[17]νήσῃ". καὶ ἐπειδὴ ὁ χειμὼν ἐν ᾧ Γναῖός τε Καλουῖνος καὶ Οὐαλέριος Μεσσάλας ὑπάτευσαν ‹ἐνέστη›, πολλὰ μὲν καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ τέρατα τότε ἐγένετο· καὶ γὰρ βύαι καὶ λύκοι ὤφθησαν, οἵ τε κύνες περιφοιτῶντες ᾐκίζοντο, καὶ ἀγάλματα τὰ μὲν ἵδρωσε τὰ δὲ ἐκεραυνώθη, [4] τάς τε ἀρχὰς τὸ μέν τι φιλονεικίᾳ, τὸ δὲ δὴ πλεῖστον ὑπό τε τῶν ὀρνίθων καὶ ὑπὸ διοσημιῶν μόλις ποτὲ τῷ ἑβδόμῳ μηνὶ ἀπέδειξαν· ἀλλ' ἐκεῖνα μὲν οὐδὲν σαφὲς διεδήλου ἐς ὅ τι τελευτήσει· τά τε γὰρ ἐν τῷ ἄστει ἐταράττετο καὶ οἱ Γαλάται ἐκινήθησαν αὖθις, πρός τε τοὺς Πάρθους οὐδ' εἰδότες .... πως συνερρώγεσαν· [5] τῷ δὲ δὴ Κράσσῳ τὸν Εὐφράτην κατὰ τὸ Ζεῦγμα (οὕτω γὰρ ἀπὸ τῆς τοῦ Ἀλεξάνδρου στρατείας τὸ χωρίον ἐκεῖνο, ὅτι ταύτῃ ἐπεραιώθη, κέκληται) διαβαίνοντι καὶ προφανῆ καὶ εὐσύμβολα συνηνέχθη.
[18]
[1] ὁ γὰρ ἀετὸς ὠνομασμένος (ἔστι δὲ νεὼς μικρός, καὶ ἐν αὐτῷ ἀετὸς χρυσοῦς ἐνίδρυται· καθίσταταί τε ἐν πᾶσι τοῖς ἐκ τοῦ καταλόγου στρατοπέδοις, καὶ οὐδαμόσε ἐκ τῶν χειμαδίων, πλὴν εἴ [2] ποι σύμπας ὁ στρατὸς ἐξίοι, κινεῖται· καὶ αὐτὸν εἷς ἀνὴρ ἐπὶ δόρατος μακροῦ, ἐς ὀξὺ τὸν στύρακα ἀπηγμένου ὥστε καὶ ἐς τὸ δάπεδον καταπήγνυσθαι, φέρει) ‑ τούτων οὖν τῶν ἀετῶν εἷς οὐκ ἠθέλησε τὸν Εὐφράτην αὐτῷ τότε συνδιαβῆναι, ἀλλὰ ἐν τῇ γῇ ἐνέσχετο ὥσπερ ἐμπεφυκώς, πρὶν δὴ πολλοὶ περιστάντες βίᾳ αὐτὸν ἀνέσπασαν.
[3] καὶ ὁ μὲν καὶ ἄκων ἐπηκολούθησε, σημεῖον δέ τι τῶν μεγάλων, τῶν τοῖς ἱστίοις ἐοικότων καὶ φοινικᾶ γράμματα ἐπ' αὐτῆς πρὸς δήλωσιν τοῦ τε στρατοῦ καὶ τοῦ στρατηγοῦ σφων τοῦ αὐτοκράτορος ἐχόντων, ἐς τὸν ποταμὸν ἀπὸ τῆς γεφύρας περιτραπὲν ἐνέπεσε.
[4] καὶ τοῦτο μὲν ὑπὸ πνεύματος ὄντος σφοδροῦ ἐγένετο· ὁ δὲ δὴ Κράσσος καὶ τἆλλα τὰ ἰσομήκη οἱ συντεμών, ὅπως βραχύτερα καὶ ἐκ τούτου καὶ βεβαιότερα φέρειν εἴη, προσεπηύξησε τὰ τέρατα. καὶ γὰρ ὁμίχλη ἐν αὐτῇ τῇ τοῦ ποταμοῦ διαβάσει τοσαύτη τοῖς στρατιώταις περιεχύθη ὥστε περί τε ἀλλήλοις αὐτοὺς σφαλῆναι [5] καὶ μηδὲν τῆς πολεμίας, πρὶν ἐπιβῆναι αὐτῆς, ἰδεῖν· καὶ τὰ διαβατήρια τά τε ἀπόβαθρά σφισι δυσχερέστατα ἐγένετο. κἀν τούτῳ ἄνεμός τε πολὺς ἐπέπεσε καὶ κεραυνοὶ κατέσκηψαν, ἥ τε γέφυρα, πρὶν πάντας αὐτοὺς διελθεῖν, διελύθη. καὶ ἦν γὰρ τὰ γιγνόμενα οἷα πάντα τινὰ καὶ τῶν πάνυ ἀγνωμόνων τε καὶ ἀσυνέτων ἐκδιδάξαι ὅτι κακῶς ἀπαλλάξουσι καὶ οὐκ ἀνακομισθήσονται, φόβος καὶ [19] [1] κατήφεια ἐν τῷ στρατοπέδῳ ἐγένετο δεινή. ὁ οὖν Κράσσος παραμυθούμενος αὐτοὺς εἶπεν ὅτι "μὴ καταπλήττεσθε, ἄνδρες στρατιῶται, εἰ ἡ γέφυρα διέφθαρται, μηδὲ οἴεσθε ἐκ τούτου χαλεπόν τι [2] ἐπισημαίνεσθαι ἐγὼ γὰρ ὑμῖν αὐτὸς ἐπομνὺς λέγω ὅτι δι' Ἀρμενίας τὴν ἐπάνοδον ποιήσασθαι ἔγνωκα". ἐκ μὲν δὴ οὖν τούτου ἐθάρσυνε νῦν δὲ προσεπειπών τινα ἔφη, μέγα ἀναβοήσας, "θαρσεῖτε· [3] οὐδεὶς γὰρ ἡμῶν ἐντεῦθεν ἐπανήξει." ἀκούσαντες γὰρ τοῦθ' οἱ στρατιῶται οἰωνόν τέ σφισιν οὐδενὸς τῶν ἄλλων ἥττω γεγονέναι ἐνόμισαν καὶ ἐς ἀθυμίαν πλείω κατέπεσον, ὥστε μηδὲν ἔτι μηδὲ τῶν λοιπῶν αὐτοῦ παραινέσεων φροντίσαι, δι' ὧν τόν τε βάρβαρον ἐφαύλιζε καὶ τὰ τῶν Ῥωμαίων ἐνεκωμίαζε, χρήματά τε αὐτοῖς ἐδίδου [4] καὶ γέρα ἐπηγγέλλετο. ἀλλὰ καὶ ὣς εἵποντο, καὶ οὔτε ἀντεῖπέν οἱ οὐδεὶς οὔτ' ἀντέπραξε, τάχα μὲν καὶ ὑπὸ τοῦ νόμου, ἤδη δὲ καὶ ἐκπεπληγμένοι καὶ μήτε τι βουλεῦσαι μήτε πρᾶξαι σωτήριον δυνάμενοι. πάντα γοῦν καὶ τὰ ἄλλα, καθάπερ ὑπὸ δαιμονίου τινὸς κατακεκριμένοι, καὶ ταῖς γνώμαις καὶ τοῖς σώμασιν ἐσφάλλοντο.
[20]
[1] μέγιστον δὲ ὅμως αὐτοὺς ὁ Αὔγαρος ὁ Ὀρροηνὸς ἐλυμήνατο· ἔνσπονδος γὰρ τοῖς Ῥωμαίοις ἐπὶ τοῦ Πομπηίου γενόμενος ἀνθείλετο τὰ τοῦ βαρβάρου. καὶ τοῦτο μὲν καὶ ὁ Ἀλχαυδόνιος ὁ Ἀράβιος [2] ἐποίησε. πρὸς γὰρ τὸ ἰσχυρὸν ἀεὶ μεθίστατο. ἀλλ' ἐκεῖνος μὲν ἐκ τοῦ προφανοῦς ἀπέστη, καὶ κατὰ τοῦτο οὐ δυσφύλακτος ἦν· ὁ δ' Αὔγαρος ἐφρόνει μὲν τὰ τοῦ Πάρθου, ἐπλάττετο δὲ τῷ Κράσσῳ φιλικῶς ἔχειν, καὶ χρήματά τε ἀφειδῶς αὐτῷ ἀνήλισκε, καὶ τά τε βουλεύματα αὐτοῦ πάντα καὶ ἐμάνθανε καὶ ἐκείνῳ διήγγελλε, καὶ προσέτι εἰ μέν τι χρηστόν σφων ἦν, ἀπέτρεπεν αὐτόν, εἰ [3] δ' ἀσύμφορον, ἐπέσπερχε. καὶ δὴ καὶ τοιόνδε τι τελευτῶν ἔπραξε. τοῦ γὰρ Κράσσου πρὸς Σελεύκειαν ὁρμῆσαι διανοουμένου, ὥστε ἐκεῖσέ τε ἀσφαλῶς παρά τε τὸν Εὐφράτην καὶ δι' αὐτοῦ τῷ τε στρατῷ καὶ τοῖς ἐπιτηδείοις κομισθῆναι, καὶ μετ' αὐτῶν (προσποιήσεσθαι γάρ σφας ἅτε καὶ Ἕλληνας ῥᾳδίως ἤλπιζεν) ἐπὶ Κτησιφῶντα [4] μὴ χαλεπῶς περαιωθῆναι, τούτου μὲν ὡς καὶ χρονίου ἐσομένου ἀμελῆσαι αὐτὸν ἐποίησε, τῷ δὲ δὴ Σουρήνᾳ ὡς καὶ ἐγγὺς [21] [1] καὶ μετ' ὀλίγων ὄντι συμμῖξαι ἔπεισε. καὶ μετὰ τοῦτο παρασκευάσας τὸν μὲν ὅπως ἀπόληται τὸν δ' ὅπως κρατήσει (συνεχῶς γὰρ προφάσει κατασκοπῆς τῷ Σουρήνᾳ συνεγίγνετο), ἐξήγαγε τοὺς Ῥωμαίους ἀφροντιστοῦντας ὡς ἐπὶ νίκην ἕτοιμον, καὶ αὐτοῖς ἐν αὐτῷ τῷ ἔργῳ συνεπέθετο.
[2] ἐπράχθη δὲ ὧδε. οἱ Πάρθοι τὸ πλεῖον τοῦ στρατοῦ σφων ἀποκρύψαντες (ἡ γὰρ χώρα ἀνώμαλός τέ πῃ ἦν καὶ δένδρα εἶχεν) ἀπήντησαν τοῖς Ῥωμαίοις. ἰδὼν οὖν αὐτοὺς ὁ Κράσσος, οὐκ ἐκεῖνος ἀλλ' ὁ νεώτερος (πρὸς γὰρ τὸν πατέρα ἐκ τῆς Γαλατίας παρῆν), [3] καὶ καταφρονήσας σφῶν ὡς καὶ μόνων, ἀντεξήγαγε τῷ ἱππικῷ, καὶ τραπομένους ἐξεπίτηδες αὐτοὺς ἐπιδιώκων ὡς καὶ κρατῶν ἀπήχθη πολὺ ἀπὸ τῆς φάλαγγος, κἀνταῦθα περιστοιχισθεὶς [22] [1] κατεκόπη. γενομένου δὲ τούτου οἱ πεζοὶ τῶν Ῥωμαίων οὐκ ἀπετράποντο μέν, ἀλλὰ καὶ προθύμως τοῖς Πάρθοις, ὡς καὶ τιμωρήσοντες αὐτῷ, συνέμιξαν· οὐ μέντοι καὶ ἄξιόν σφων οὐδὲν ἔκ τε τοῦ πλήθους καὶ ἐκ τοῦ τρόπου τῆς μάχης αὐτῶν, ἄλλως τε καὶ [2] ὑπὸ τοῦ Αὐγάρου ἐπιβουλευθέντες, ἐποίησαν. εἴτε γὰρ συνασπίσαι ἔγνωσαν ὡς καὶ τῇ πυκνότητι τῆς τάξεώς σφων τὰ τοξεύματα αὐτῶν ἐκφευξόμενοι, προσπίπτοντές σφισιν οἱ κοντοφόροι ῥύμῃ τοὺς μὲν κατέβαλλον, τοὺς δὲ πάντως γοῦν ἐσκεδάννυσαν· εἴτε καὶ διασταῖεν [3] ὅπως τοῦτό γε ἐκκλίνοιεν, ἐτοξεύοντο. κἀν τούτῳ πολλοὶ μὲν καὶ ἐξ αὐτῆς τῆς προσελάσεως τῶν κοντοφόρων ἐκπληττόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ ὑπὸ τῶν ἱππέων ἐγκαταλαμβανόμενοι ἐφθείροντο· ἄλλοι τοῖς κοντοῖς ἀνετρέποντο ἢ καὶ ἀναπειρόμενοι [4] ἐφέροντο. τά τε βέλη καὶ πυκνὰ καὶ πανταχόθεν ἅμα αὐτοῖς ἐμπίπτοντα συχνοὺς μὲν καιρίᾳ πληγῇ κατέβαλλε, συχνοὺς δὲ ἀπομάχους εἰργάζετο, πᾶσι δ' ἀσχολίαν ἐνεποίει· ἔς τε γὰρ τοὺς ὀφθαλμούς σφων ἐσπετόμενα καὶ πρὸς τὰς χεῖρας τό τε ἄλλο σῶμα πᾶν καὶ διὰ τῶν ὅπλων χωροῦντα τήν τε προφυλακὴν αὐτῶν ἀφῃρεῖτο, [5] καὶ γυμνοῦσθαί σφας πρὸς τὸ ἀεὶ τιτρῶσκον ἠνάγκαζεν, ὥστε ἐν ᾧ τις τόξευμα ἐφυλάττετο ἢ καὶ ἐμπαγὲν ἐξῃρεῖτο, πλείω τραύματα ἄλλα ἐπ' ἄλλοις ἐλάμβανε. κἀκ τούτου ἄπορον μέν σφισι κινηθῆναι, ἄπορον δὲ καὶ ἀτρεμίζειν ἦν· οὔτε γὰρ ἀσφάλειαν οὐδέτερον αὐτοῖς εἶχε, καὶ τὸν ὄλεθρον ἀμφότερα ἐπέφερε, τὸ μὲν ὅτι [23] [1] οὐκ ἐδύναντο, τὸ δὲ ὅτι ῥᾷον ἐτιτρώσκοντο. καὶ ταῦτα μέν, ἕως ἔτι πρὸς μόνους τοὺς ἐμφανεῖς πολεμίους ἐμάχοντο, ἔπασχον· ὁ γὰρ Αὔγαρος οὐκ εὐθὺς αὐτοῖς ἐπεχείρησεν· ἐπεὶ δὲ καὶ ἐκεῖνος ἐπέθετο, ἐνταῦθα οἱ Ὀρροηνοὶ αὐτοί τε ὄπισθεν ἐς τὰ γυμνὰ ἀπεστραμμένους σφᾶς ἔπαιον καὶ τοῖς ἄλλοις ῥᾷον φονεύειν παρεῖχον. τὴν γὰρ τάξιν, ὅπως ἀντιπρόσωποι αὐτοῖς γένωνται, ἐξελίξαντες ὄπι[2]σθέν σφων τοὺς Πάρθους ἐποιήσαντο. αὖθίς τε οὖν πρὸς αὐτοὺς μετεστράφησαν, καὶ πάλιν αὖθις πρὸς ἐκείνους, εἶτα πρὸς τούτους. κἀκ τοῦ τοιούτου μᾶλλον ἐπιταραχθέντες, ἅτε καὶ συνεχῶς δεῦρο κἀκεῖσε μεθιστάμενοι καὶ πρὸς τὸ ἀεὶ τιτρῶσκον ἀποβλέπειν ἀναγκαζόμενοι, τοῖς τε ξίφεσι τοῖς σφετέροις περιέπιπτον καὶ πολλοὶ καὶ [3] ὑπ' ἀλλήλων ἀπώλοντο. τέλος δὲ ἐς στενὸν οὕτω κατεκλείσθησαν, ἀναγκαζόμενοι, τῶν πολεμίων ἀεί σφισι πανταχόθεν ἅμα προσπιπτόντων, ταῖς τῶν παραστατῶν ἀσπίσι τὰς γυμνώσεις σφῶν προστέλλειν, ὥστε μηδὲ κινηθῆναι ἔτι δυνηθῆναι. οὐ μὴν οὐδὲ τὴν στάσιν βεβαίαν ὑπὸ τοῦ πλήθους τῶν νεκρῶν εἶχον, ἀλλὰ καὶ περὶ [4] ἐκείνοις ἀνετρέποντο. τό τε καῦμα καὶ τὸ δίψος (μεσοῦντός τε γὰρ τοῦ θέρους καὶ ἐν μεσημβρίᾳ ταῦτ' ἐγίγνετο) καὶ ὁ κονιορτός (ὅπως γὰρ ὅτι πλεῖστος αἴροιτο, πάντες σφᾶς οἱ βάρβαροι περιίππευον) δεινῶς τοὺς λοιποὺς συνῄρει, καὶ συχνοὶ καὶ ὑπὸ τούτων ἄτρωτοι [24] [1] ἔπεσον. κἂν πασσυδὶ ἀπώλοντο, εἰ μὴ οἵ τε κοντοὶ τῶν βαρβάρων οἱ μὲν ἀπεστράφησαν οἱ δὲ ἐκλάσθησαν, καὶ αἱ νευραὶ τῇ συνεχείᾳ τῆς βολῆς ἐρράγησαν, τά τε βέλη ἐξετοξεύθη, καὶ τὰ ξίφη πάντα ἀπημβλύνθη, τό τε μέγιστον οἱ ἄνδρες αὐτοὶ φονεύοντες [2] ἐξέκαμον. οὕτω γὰρ δή, (καὶ ‹γὰρ› νὺξ ἐγίγνετο καὶ πόρρω ποι ἀφιππεῦσαι αὐτοὺς ἐχρῆν), ἀπεχώρησαν· οὐδέποτε γὰρ πλησίοι οὐδὲ τοῖς ἀσθενεστάτοις στρατοπεδεύονται διὰ τὸ μηδεμιᾷ ταφρείᾳ χρῆσθαι καὶ διὰ τό, ἄν τις ἐπέλθῃ σφίσιν ἐν τῷ σκότῳ, ἀδύνατοι μὲν [3] τῇ ἵππῳ ἀδύνατοι δὲ καὶ τῇ τοξείᾳ ἰσχυρίσασθαι εἶναι. οὐ μέντοι καὶ ζῶντά τινα τῶν Ῥωμαίων τόθ' εἷλον· ἑστῶτάς τε γὰρ αὐτοὺς ἐν τοῖς ὅπλοις ὁρῶντες, καὶ μήτε τινὰ ἐκεῖνα ἀπορριπτοῦντα μήτ' αὐτὸν φεύγοντα αἰσθανόμενοι, ἰσχύειν τε ἔτι σφᾶς ἐνόμισαν καὶ ἐφοβήθησαν αὐτῶν ἐπιλαβέσθαι.
[25]
[1] οὕτως ὅ τε Κράσσος καὶ ἄλλοι ὅσοι γε ἠδυνήθησαν ἐς τὰς Κάρρας ὥρμησαν, βεβαίους σφίσιν ὑπὸ τῶν καταμεινάντων ἔνδον Ῥωμαίων τηρηθείσας· πολλοὶ γὰρ δὴ τῶν τετρωμένων μήτε βαδίσαι οἷοί τε ὄντες μήτ' ὀχημάτων εὐποροῦντες ἢ καὶ ποδηγέτας ἔχοντες (ἀγαπητῶς γὰρ οἱ λοιποὶ ἑαυτοὺς ἀνέφερον) κατὰ χώραν [2] ἔμειναν. καὶ ἐκείνων τε οἱ μὲν ἀπέθανον ἐκ τῶν τραυμάτων ἢ καὶ ἑαυτοὺς καταχρησάμενοι, οἱ δὲ ἑάλωσαν τῇ ὑστεραίᾳ· καὶ τῶν ἑαλωκότων συχνοὶ μὲν ἐν τῇ ὁδῷ προλιπόντων σφᾶς τῶν σωμάτων, συχνοὶ δὲ καὶ μετὰ τοῦτ' ἐφθάρησαν, θεραπείας παραχρῆμα ἀκριβοῦς [3] μὴ δυνηθέντες τυχεῖν. ὁ γὰρ Κράσσος ἀθυμήσας οὐδὲ ἐν τῇ πόλει ἀσφαλῶς ἔθ' ὑπομεῖναι δυνήσεσθαι ἐνόμισεν, ἀλλὰ δρασμὸν εὐθὺς ἐβουλεύσατο. καὶ ἐπειδὴ οὐχ οἷόν τε ἦν αὐτῷ μεθ' ἡμέραν ἐξιόντι μὴ οὐ καταφώρῳ γενέσθαι, ἐπεχείρησε μὲν νυκτὸς ἀποδρᾶναι, προδοθεὶς δὲ ὑπὸ τῆς σελήνης, πανσελήνου οὔσης, οὐκ [4] ἔλαθεν. προσέμεινάν τε οὖν μέχρι τῶν ἀσελήνων νυκτῶν, καὶ οὕτως ἄραντες δή, οἷα ἐν σκότῳ καὶ ἐν ἀλλοτρίᾳ καὶ προσέτι καὶ πολεμίᾳ γῇ φόβῳ τε ἰσχυρῷ, ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἁλόντες ἡμέρας γενομένης ἀπώλοντο, οἱ δὲ ἐς τὴν Συρίαν μετὰ [5] Κασσίου Λογγίνου τοῦ ταμίου διεσώθησαν· ἄλλοι τῶν ὀρῶν μετ' αὐτοῦ τοῦ Κράσσου λαβόμενοι παρεσκευάζοντο ὡς καὶ δι' ἐκείνων [26] [1] ἐς τὴν Ἀρμενίαν φευξόμενοι. γνοὺς δὲ τοῦτο ὁ Σουρήνας, καὶ φοβηθεὶς μὴ μεταστάντες ποι αὖθίς σφισι προσπολεμῶσι, προσβαλεῖν μὲν πρὸς τὰ μετέωρα ἄφιππα ὄντα οὐκ ἠθέλησεν (ὁπλῖταί τε γὰρ ὄντες καὶ ἐξ ὑπερδεξίων μαχόμενοι, καί τι καὶ [δι'] ἀπονοίας ὑπ' ἀπογνώσεως ἔχοντες, οὐ ῥᾴδιοι προσμῖξαί οἱ ἐγένοντο), πέμπει δὲ πρὸς αὐτοὺς ἐς σπονδὰς δῆθέν σφας προκαλούμενος, ἐφ' ᾧ τὴν [2] ἐντὸς τοῦ Εὐφράτου πᾶσαν ἐκλίπωσι. καὶ αὐτῷ ὁ Κράσσος οὐδὲν ἐνδοιάσας ἐπίστευσεν· ἔν τε γὰρ ἀκμῇ τοῦ δέους ὢν καὶ ὑπ' ἐκπλήξεως τῆς τε ἰδίας ἅμα καὶ τῆς δημοσίας συμφορᾶς τεθολωμένος, καὶ προσέτι καὶ τοὺς στρατιώτας τήν τε ὁδὸν ὡς πολλὴν καὶ τραχεῖαν ὀκνοῦντας καὶ τὸν Ὀρώδην φοβουμένους ὁρῶν, οὐδὲν τῶν [3] δεόντων προϊδέσθαι ἠδυνήθη. ἑτοίμου οὖν αὐτοῦ πρὸς τὰς σπονδὰς γενομένου ὁ Σουρήνας οὐκ ἠθέλησε δι' ἑτέρων σπείσασθαι, ἀλλ' ὅπως αὐτὸν μετ' ὀλίγων ἀπολαβὼν συλλάβῃ, αὐτῷ ἐκείνῳ ἔφη [4] βούλεσθαι ἐς λόγους ἐλθεῖν. κἀκ τούτου δόξαν σφίσιν ἐν τῷ μεταιχμίῳ μετ' ἴσων ἀνδρῶν ἑκατέρωθεν συμβαλεῖν ἀλλήλοις, ὅ τε Κράσσος ἐς τὸ ὁμαλὸν ὑποκατέβη, καὶ ὁ Σουρήνας ἵππον αὐτῷ [27] [1] δῶρον, ἵνα δὴ θᾶσσον πρὸς αὐτὸν ἀφίκηται, ἔπεμψε. καὶ οὕτω διαμέλλοντα τὸν Κράσσον, καὶ βουλευόμενον ὅ τι ποιήσῃ, συναρπάσαντες οἱ βάρβαροι βίᾳ ἐπὶ τὸν ἵππον ἀνέβαλον. κἀν τούτῳ ἀντιλαμβανομένων αὐτοῦ τῶν Ῥωμαίων ἔς τε χεῖράς σφισιν ἦλθον, καὶ τέως μὲν ἰσοπαλεῖς ἐγίγνοντο, ἔπειτα δὲ προσβοηθησάντων τινῶν [2] αὐτοῖς ἐπεκράτησαν· οἱ γὰρ βάρβαροι ἔν τε τῷ πεδίῳ ὄντες καὶ προπαρεσκευασμένοι ἔφθησαν τοὺς ἄνω Ῥωμαίους ἀμύναντες σφίσι. καὶ οἵ τε ἄλλοι ἔπεσον καὶ ὁ Κράσσος, εἴτ' οὖν ὑπὸ τῶν σφετέρων τινὸς ὅπως μὴ ζωγρηθῇ, εἴτε καὶ ὑπὸ τῶν πολεμίων [3] ἐπειδὴ κακῶς ἐτέτρωτο, ἐσφάγη. καὶ ἐκείνῳ μὲν τοῦτο τὸ τέλος ἐγένετο, καὶ αὐτοῦ χρυσὸν ἐς τὸ στόμα οἱ Πάρθοι, ὥς γέ τινες λέγουσιν, ἐνέτηξαν ἐπισκώπτοντες· οὕτω γὰρ δὴ περὶ τὰ χρήματα, καίτοι πολυχρήματος ὤν, ἐσπουδάκει ‹ὥστε καὶ› ὡς πένητας οἰκτείρειν τοὺς μὴ δυναμένους στρατόπεδον ἐκ καταλόγου οἴκοθεν θρέψαι· [4] τῶν δὲ δὴ στρατιωτῶν τὸ μὲν πλεῖον διὰ τῶν ὀρῶν ἐς τὴν φιλίαν ἀπέφυγε, τὸ δέ τι καὶ ἐς τοὺς πολεμίους ἑάλω.
[28]
[1] οἱ δὲ δὴ Πάρθοι τότε μὲν οὐ περαιτέρω τοῦ Εὐφράτου προεχώρησαν, ἀλλὰ τὴν ἐντὸς αὐτοῦ πᾶσαν ἀνεκτήσαντο· μετὰ δὲ τοῦτο καὶ ἐς τὴν Συρίαν, οὐ μέντοι καὶ ἐν πλήθει τινί, ὡς μήτε στρατηγὸν μήτε στρατιώτας ἔχουσαν, ἐνέβαλον· ἀφ' οὗπερ Κάσσιος ῥᾳδίως αὐτούς, [2] ἅτε μὴ πολλοὺς ὄντας, ἀπεώσατο. οὗτος γὰρ ἐν μὲν ταῖς Κάρραις τῶν τε στρατιωτῶν τὴν αὐτοκράτορα αὐτῶν ἡγεμονίαν μίσει τοῦ Κράσσου διδόντων, καὶ προσέτι καὶ [παρ'] αὐτοῦ ἐκείνου ἐθελοντὶ διὰ τὸ τῆς συμφορᾶς μέγεθος ἐπιτρέποντος, οὐκ ἐδέξατο, τότε δὲ καὶ ἀνάγκῃ τῆς Συρίας ἔν τε τῷ παρόντι καὶ μετὰ ταῦτα [3] προέστη. οἱ γὰρ βάρβαροι οὐκ ἀπέσχοντο αὐτῆς, ἀλλὰ χειρὶ αὖθις μείζονι, Πακόρου μὲν ὀνόματι, τοῦ υἱέος τοῦ Ὀρώδου, ἔργῳ δέ (παῖς γὰρ ἔτι ἐκεῖνος ἦν) Ὠσάκου ἡγουμένου σφίσιν, ἐστράτευσαν, καὶ μέχρι [4] τῆς Ἀντιοχείας ἦλθον, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι. καὶ ἐλπίδα εἶχον καὶ τὰ λοιπὰ καταστρέψεσθαι, μήτε τῶν Ῥωμαίων ἀξιομάχῳ τινὶ δυνάμει παρόντων, καὶ τῶν δήμων τῇ τε ἐκείνων δεσποτείᾳ ἀχθομένων καὶ πρὸς αὐτοὺς ἅτε καὶ γείτονας καὶ συνήθεις σφίσιν [29] [1] ὄντας ἀποκλινόντων. ἁμαρτόντες δὲ τῆς Ἀντιοχείας (ὅ τε γὰρ Κάσσιος ἰσχυρῶς αὐτοὺς ἀπεκρούσατο, καὶ ἐκεῖνοι ἀδύνατοι πολιορκῆσαί τι ἦσαν) ἐπ' Ἀντιγόνιαν ἐτράποντο. καὶ ἐπειδὴ τό τε προάστειον αὐτῆς σύμφυτον ἦν, καὶ οὐκ ἐθάρσησαν, ἀλλ' οὐδὲ ἠδυνήθησαν ἐς [2] αὐτὸ ἐσελάσαι, ἐνενόησαν μὲν τά τε δένδρα κόψαι καὶ τὸ χωρίον πᾶν ψιλῶσαι, ὅπως καὶ θαρσούντως καὶ ἀσφαλῶς τῇ πόλει προσμίξωσι, μὴ δυνηθέντες δέ (ὅ τε γὰρ πόνος πολὺς ἐγίγνετο καὶ ὁ χρόνος ἄλλως ἀναλοῦτο, ὅ τε Κάσσιος τοὺς ἀποσκεδαννυμένους σφῶν ἐλύπει) [3] ἀπανέστησαν ὡς καὶ ἐπ' ἄλλο τι ἐπιστρατεύσοντες. κἀν τούτῳ ὁ Κάσσιος ἔς τε τὴν ὁδὸν δι' ἧς ἀποπορεύεσθαι ἔμελλον ἐλόχισε, κἀνταῦθα ἐπιφανείς σφισι μετ' ὀλίγων ἔς τε δίωξιν αὐτοὺς ὑπηγάγετο, καὶ περιστοιχισάμενος ἄλλους τε καὶ τὸν Ὠσάκην ἀπέκτεινε. τελευτήσαντος δ' ἐκείνου πᾶσαν τὴν Συρίαν ὁ Πάκορος ἐξέλιπε, καὶ οὐδ' αὖθίς ποτε ἐς αὐτὴν ἐσέβαλεν.
[30]
[1] ἅμα δὲ οὗτος ἀνεκεχωρήκει καὶ ὁ Βίβουλος ἄρξων τῆς Συρίας ἀφίκετο, καίπερ ἐψηφισμένου μηδένα μήτε στρατηγὸν μήθ' ὕπατον μήτε εὐθὺς μήτε πρὸ πέμπτου ἔτους ἐς τὰς ἔξω ἡγεμονίας ἐξιέναι, [2] ἵνα μὴ διὰ τοῦτο σπουδαρχοῦντες στασιάζωσι. καὶ αὐτὸς μὲν ἐν ἡσυχίᾳ τὸ ὑπήκοον διήγαγε, τοὺς δὲ δὴ Πάρθους ἐπ' ἀλλήλους ἔτρεψε· Ὀρνοδαπάτην γάρ τινα σατράπην ἀχθόμενον τῷ Ὀρώδῃ προσποιησάμενος, ἀνέπεισε δι' ἀγγέλων τόν τε Πάκορον βασιλέα στήσασθαι καὶ ἐπ' ἐκεῖνον μετ' αὐτοῦ στρατεῦσαι.
[3] ὁ μὲν οὖν πόλεμος οὗτος, ὅ τε τῶν Ῥωμαίων καὶ ὁ τῶν Πάρθων, τετάρτῳ ἔτει ἀφ' οὗ ἤρξατο, ἐπί τε Μάρκου Μαρκέλλου καὶ [31] [1] ἐπὶ Σουλπικίου Ῥούφου ὑπάτων, ἐπαύσατο· ἐν δὲ τῷ αὐτῷ ἐκείνῳ χρόνῳ καὶ ὁ Καῖσαρ τὰ ἐν τῇ Γαλατίᾳ ταραχθέντα αὖθις μάχαις κατέλαβε, πολλὰ πάνυ τὰ μὲν αὐτὸς τὰ δὲ καὶ διὰ τῶν ὑποστρατήγων [2] πράξας, ὧν ἐγὼ τὰ ἀξιολογώτατα διηγήσομαι μόνα. ὁ γὰρ Ἀμβιόριξ τοὺς Τρηουήρους χαλεπῶς ἔτι καὶ τότε τῷ τοῦ Ἰνδουτιομάρου θανάτῳ ἔχοντας παραλαβὼν τά τε αὐτόθεν ἐπὶ πλεῖον συνέστησε, καὶ παρὰ τῶν Κελτῶν μισθοφορικὸν μετεπέμψατο.
[3] βουληθεὶς οὖν ὁ Λαβιῆνος, πρὶν ἐκείνους ἐπελθεῖν, συμμῖξαί σφισι, προενέβαλεν ἐς τὴν τῶν Τρηουήρων χώραν. καὶ ἐπειδὴ μὴ ἠμύνοντο τὴν ἐπικουρίαν ἀναμένοντες, ἀλλὰ ποταμόν τινα διὰ μέσου ποιησάμενοι ἡσύχαζον, συνεκάλεσε τοὺς στρατιώτας, καὶ ἐδημηγόρησε τοιάδε ἀφ' ὧν τούς τε σφετέρους καταπλήξειν καὶ ἐκείνους .., [4] ἔμελλε, χρῆναί τέ σφας ἔλεγε, πρὶν τοὺς Κελτοὺς αὐτοῖς ἐπαμῦναι, πρός τε τὸν Καίσαρα καὶ ἐς τὸ ἀσφαλὲς ἀποχωρῆσαι, ἐσήμηνέ τε εὐθὺς συσκευάσασθαι. καὶ ἐξανέστη οὐ πολλῷ ὕστερον, προσδοκήσας [5] ἔσεσθαι τοῦτο ὃ καὶ ἐγένετο. οἱ γὰρ βάρβαροι ἀκούσαντες ταῦτα (ἦν γὰρ αὐτοῖς ἐπιμελές, καὶ δι' αὐτό γε τοῦτο καὶ φανερῶς ἐλέχθη) δεδιέναι τε αὐτὸν ὄντως καὶ φυγὴν ὡς ἀληθῶς ποιεῖσθαι ἐπίστευσαν, καὶ τὸν ποταμὸν σπουδῇ διαβάντες θυμῷ ἐπ' αὐτοὺς [6] ἐχώρουν, ὡς τάχους ἕκαστος εἶχε. καὶ οὕτως ὁ Λαβιῆνος ὑπέστη τέ σφας ἐσκεδασμένους, καὶ τοὺς πρώτους ἐκπλήξας ῥᾳδίως καὶ τοὺς λοιποὺς δι' αὐτῶν ἐκείνων ἐτρέψατο. κἀκ τούτου φευγόντων τέ σφων τεταραγμένως καὶ ἀλλήλοις ἐμπιπτόντων καὶ πρὸς τὸν ποταμὸν ὠθουμένων πολλοὺς ἀπέκτεινε.
[32]
[1] διαφυγόντων τε καὶ ὣς συχνῶν, ὁ Καῖσαρ τῶν μὲν ἄλλων οὐδένα λόγον ἐποιεῖτο, τὸν δὲ Ἀμβιόριγα διαδιδράσκοντα ἄλλοτε ἄλλῃ καὶ πολλὰ κακουργοῦντα καὶ ζητῶν καὶ διώκων πράγματα ἔσχε. καὶ ἐκεῖνον μὲν οὐδένα τρόπον λαβεῖν ἠδυνήθη, ἐπὶ δὲ δὴ τοὺς Κελτοὺς ὡς καὶ τοῖς Τρηουήροις βοηθῆσαι ἐθελήσαντας ἐστράτευσε.
[2] καὶ ἔπραξε μὲν οὐδὲ τότε οὐδέν, ἀλλὰ καὶ διὰ ταχέων φόβῳ τῶν Σουήβων ἐπανεχώρησεν, ἔδοξε δ' οὖν αὖθις τὸν Ῥῆνον διαβεβηκέναι, καὶ τῆς τε γεφύρας μόνα τὰ προσεχῆ τοῖς βαρβάροις ἔλυσε, καὶ φρούριον ἐπ' αὐτῆς ὡς καὶ ἀεὶ διαβησείων ᾠκοδόμησε.
[3] καὶ μετὰ τοῦτο ὀργῇ τὴν τοῦ Ἀμβιόριγος διάφευξιν φέρων, τὴν πατρίδα αὐτοῦ καίτοι μηδὲν νεωτερίσασαν διαρπάσαι τοῖς βουλομένοις ἐπέτρεψε, προεπαγγείλας σφίσιν αὐτὸ τοῦθ', ὅπως ὅτι πλεῖστοι συνέλθωσιν· ὅθενπερ πολλοὶ μὲν Γαλάται πολλοὶ δὲ καὶ Σύγαμβροι [4] πρὸς τὰς ἁρπαγὰς ἦλθον. οὐ μέντοι καὶ ἀπέχρησε τοῖς Συγάμβροις τὰ ἐκείνων λῄσασθαι, ἀλλὰ καὶ αὐτοῖς τοῖς Ῥωμαίοις ἐπέθεντο· τηρήσαντες γάρ σφας πρὸς σίτου κομιδὴν ἀπιόντας ἐπεχείρησαν τῷ στρατοπέδῳ αὐτῶν, κἀν τούτῳ προσβοηθησάντων [5] σφῶν, ἐπείπερ ᾔσθοντο, συχνοὺς ἐφόνευσαν. καὶ οἱ μὲν φοβηθέντες διὰ τοῦτο τὸν Καίσαρα οἴκαδε σπουδῇ ἀνεχώρησαν· ἐκεῖνος δὲ τούτων μὲν οὐδενός, διά τε τὸν χειμῶνα καὶ διὰ τὸ τὰ ἐν τῇ Ῥώμῃ στασιάζεσθαι, οὐδεμίαν τιμωρίαν ἐποιήσατο, τοὺς δὲ δὴ στρατιώτας πρὸς τὰ χειμάδια διαπέμψας αὐτός τε ἐς τὴν Ἰταλίαν, πρόφασιν μὲν τῆς ἐκεῖ Γαλατίας ἕνεκα, τὸ δ' ἀληθὲς ὅπως ἐγγύθεν τοῖς ἐν τῇ πόλει δρωμένοις ἐφεδρεύῃ, ἀπῆλθεν.
[33]
[1] κἀν τούτῳ οἱ Γαλάται αὖθις ἐνεόχμωσαν. Ἀρουερνοὶ γὰρ ἡγουμένου σφῶν Οὐερκιγγετόριγος ἀπέστησαν, καὶ τούς τε Ῥωμαίους, ὅσους ἔν τε ταῖς πόλεσιν ἔν τε τῇ χώρᾳ σφῶν εὗρον, πάντας ἀπέκτειναν, καὶ ἐπὶ τὴν συμμαχίδα αὐτῶν χωρήσαντες τοὺς μὲν συναποστῆναί σφισιν ἐθελήσαντας περιεῖπον, τοὺς δὲ λοιποὺς ἐκακούργουν.
[2] μαθὼν οὖν ταῦθ' ὁ Καῖσαρ ἀνεκομίσθη, καὶ καταλαβὼν αὐτοὺς ἐς Βιτούριγας ἐσβεβληκότας ἐκείνοις μέν (οὐ γάρ πω πάντες οἱ στρατιῶται αὐτοῦ παρῆσαν) οὐκ ἐπήμυνεν, ἐς δὲ δὴ τὴν Ἀρουερνίδα ἀντεμβαλὼν ἐπανήγαγεν οἴκαδε τοὺς πολεμίους καὶ (οὐ [34] [1] γὰρ ἐδόκει πω ἀξιόμαχος αὐτοῖς εἶναι) προαπεχώρησεν. αὖθις οὖν ἐκεῖνοι πρός τε τοὺς Βιτούριγας ἐπανῆλθον, καὶ πόλιν αὐτῶν Ἀουαρικὸν ἑλόντες ἐπὶ πλεῖστον ἐν αὐτῇ ἀντέσχον. ὕστερον δὲ ὑπὸ τῶν Ῥωμαίων πολιορκούμενοι ‑ τό τε γὰρ τεῖχος δυσπρόσιτον ἦν, τῇ μὲν ἑλῶν δυσδιαβάτων τῇ δὲ ποταμοῦ ῥοώδους αὐτὸ περιέχοντος, καὶ αὐτοὶ παμπληθεῖς ὄντες τάς τε προσβολάς σφων ῥᾳδίως ἀπεκρούοντο, [2] καὶ ἐπεξιόντες πολλὰ αὐτοὺς ἐλύπουν. καὶ τέλος τά τε πέριξ πάντα, οὐχ ὅπως ἀγροὺς ἢ κώμας, ἀλλὰ καὶ πόλεις ἀφ' ὧν ὠφελίαν τινὰ ἔσεσθαί σφισι προσεδόκων, κατέφλεξαν, εἴ τε τι παρὰ τῶν πόρρωθεν συμμάχων ἐκομίζετο αὐτοῖς, ἥρπαζον, ὥστε πολιορκεῖν τὴν πόλιν τοὺς Ῥωμαίους δοκοῦντας τὰ τῶν πολιορκουμένων [3] πάσχειν, πρὶν δὴ ὑετός τε λάβρος καὶ πνεῦμα μέγα προσβάλλουσί πῃ αὐτοῖς ἐπιγενόμενον (ὁ [τε] γὰρ χειμὼν ἐνειστήκει) πρώτους μὲν ἐκείνους ἀπήλασε καὶ ἐς τὰς σκηνὰς ἐπανήγαγεν, ἔπειτα δὲ καὶ τοὺς βαρβάρους ἐς τὰς οἰκίας κατέκλεισεν. ἀπελθόντων γὰρ αὐτῶν ἀπὸ τῶν ἐπάλξεων οἱ Ῥωμαῖοι προσέβαλον ἐξαίφνης αὖθις [4] αὐταῖς ἐρήμοις ἀνδρῶν οὔσαις· καὶ πύργον τινὰ παραχρῆμα, πρὶν καὶ αἰσθέσθαι τοὺς πολεμίους τῆς παρουσίας σφῶν, ἑλόντες ἔπειτα καὶ τὰ λοιπὰ οὐ χαλεπῶς ἐχειρώσαντο, καὶ τήν τε πόλιν πᾶσαν διήρπασαν, καὶ τοὺς ἀνθρώπους πάντας ὀργῇ τῆς τε προσεδρείας καὶ τῆς ταλαιπωρίας ἔσφαξαν.
[35]
[1] πράξας δὲ ταῦτα ὁ Καῖσαρ ἐπὶ τὴν χώραν αὐτῶν ἐπεστράτευσε. καὶ ἐπειδὴ πολεμούμενοι τὰς γεφύρας οἱ λοιποὶ Ἀρουερνοὶ προεκεκρατήκεσαν δι' ὧν διαβῆναι αὐτὸν ἐχρῆν, ἀπορήσας ὅπως περαιωθῇ, ἐπιπαρῆλθεν ἐπὶ πολὺ παρὰ τὴν ὄχθην, εἴ πως ἐπιτηδείου τινὸς χωρίου ὥστε πεζῇ δι' αὐτοῦ τοῦ ὕδατος διελθεῖν λάβοιτο.
[2] κἀκ τούτου ἔν τε ὑλώδει τινὶ καὶ ἐν συσκίῳ τόπῳ γενόμενος τὰ μὲν σκευοφόρα καὶ τοῦ στρατοῦ τὸ πλεῖον προέπεμψε, μακρὰν ἐκτεταμένῃ τάξει κελεύσας αὐτοὺς προϊέναι, ὥστε καὶ πάντας [3] σφᾶς ἐνταῦθα εἶναι δοκεῖν· αὐτὸς δὲ μετὰ τῶν ἐρρωμενεστάτων ὑπέμεινε, καὶ ξύλα τε ἔτεμε καὶ σχεδίας ἐποίησε καὶ ἐπ' αὐτῶν διέβη τὸ ῥεῦμα, τῶν βαρβάρων πρός τε τοὺς ἐν τῷ πρόσθεν πορευομένους τὸν νοῦν ἐχόντων καὶ τὸν Καίσαρα μετ' αὐτῶν εἶναι [4] λογιζομένων. καὶ μετὰ τοῦτο τούς τε προεληλυθότας νυκτὸς ἀνεκαλέσατο, καὶ διαβιβάσας αὐτοὺς ὁμοίως τῆς μὲν χώρας ἐκράτησε, τῶν δ' ἀνθρώπων ἐς Γεργοουίαν συγκαταφυγόντων καὶ ἐκεῖσε πάντα τὰ τιμιώτατά σφισι συγκομισάντων πλεῖστον πόνον μάτην αὐτοῖς [36] [1] προσεδρεύων ἔσχε. τό τε γὰρ φρούριον ἐπί τε λόφου καρτεροῦ ἦν καὶ τείχεσιν ἰσχυρῶς ἐκεκράτυντο, καὶ οἱ βάρβαροι πέριξ αὐτὸ πάντα τὰ μετέωρα κατειληφότες περιεφρούρουν, ὥστε καὶ μένειν αὐτοῖς κατὰ χώραν ἀσφαλῶς ὑπάρχειν καὶ ἐπικαταθέουσι πλεονεκτεῖν [2] τὰ πλείω. ἔν τε γὰρ πεδίῳ ὁ Καῖσαρ ηὐλίζετο (οὐ γὰρ εὐπόρησεν ἐχυροῦ χωρίου), καὶ αὐτὸς μὲν οὔτε προεγίγνωσκεν ......, οἱ δὲ δὴ βάρβαροι, ὡς καὶ ὑπερδεξίων ὄντες, τό τε στρατόπεδον [3] αὐτοῦ κατεθεῶντο καὶ ταῖς καταδρομαῖς ἐπικαίροις ἐχρῶντο. εἴ τέ πῃ περαιτέρω τοῦ καιροῦ προχωρήσαντες ἀνεκόπτοντο, δι' ὀλίγου αὖθις ἐντὸς τῆς ἐπικρατείας σφῶν ἐγίγνοντο· οἱ γὰρ Ῥωμαῖοι οὐδένα τρόπον, ἐφ' ὅσον οἵ τε λίθοι καὶ τὰ ἀκόντια ἐξικνεῖτο, πελάσαι [4] τοῖς χωρίοις ἐδύναντο. ὁ οὖν Καῖσαρ, ἐπειδὴ ὅ τε χρόνος ἄλλως ἀναλοῦτο, καὶ πολλάκις καὶ πρὸς αὐτὸ τὸ ὄρθιον, ἐφ' οὗ τὸ πόλισμα ἦν, προσβαλὼν μέρους μέν τινος ἐκράτησεν αὐτοῦ ὥστε καὶ ἐντειχίσασθαί τι ῥᾴω τε ἐκεῖθεν τὴν ἐπὶ τἆλλα ἔφοδον ποιεῖσθαι, [5] τὸ δ' ὅλον ἀπεκρούετο, καὶ τῶν τε στρατιωτῶν συχνοὺς ἀπέβαλε καὶ ἐκείνους ἀλήπτους ἑώρα ὄντας, τά τε τῶν Αἰδούων ἐν τούτῳ ἐκινήθη, καὶ προσέτι καὶ πρὸς τούτους ἀπελθόντος αὐτοῦ κακῶς οἱ καταλειφθέντες ἀπήλλαξαν, ἀνέστη.
[37]
[1] οἱ γὰρ Αἴδουοι κατ' ἀρχὰς μὲν ταῖς τε ὁμολογίαις ἐνέμειναν καὶ ἐπικουρίας αὐτῷ ἔπεμπον, ἔπειτα δὲ καὶ ἄκοντες ἐπολέμησαν, ἀπατησάντων σφᾶς ἄλλων τε καὶ Λιταουίκου. ἐπειδὴ γὰρ οὐκ ἔπειθεν αὐτοὺς ἄλλως τοῦτο ποιῆσαι, διεπράξατο προσταχθῆναί οἱ πρὸς τὸν Καίσαρα ἀπαγαγεῖν τινας ἐπὶ συμμαχίᾳ δῆθεν αὐτοῦ, [2] καὶ ὥρμησε μὲν ὡς καὶ τοῦτο ποιήσων, προπέμψας δὲ ἱππέας, καὶ κελεύσας τισὶν αὐτῶν ἐπανελθοῦσιν εἰπεῖν ὅτι ‹οἵ τε› συμπεμφθέντες σφίσι καὶ οἱ ἄλλοι οἱ παρὰ τοῖς Ῥωμαίοις σφῶν ὄντες συνειλημμένοι τε ὑπ' αὐτῶν εἰσι καὶ ἀπολώλασι, προσπαρώξυνε τοὺς στρατιώτας [3] δημηγορήσας ἀκόλουθα τοῖς ἀγγέλοις. καὶ οὕτως αὐτοί τε ἐπανέστησαν καὶ τοὺς ἄλλους συμμετέστησαν. καὶ τότε μέν (ὁ γὰρ Καῖσαρ ὡς τάχιστα τοῦτ' ᾔσθετο, τούς τε Αἰδούους οὓς εἶχε καὶ ἐδόκει πεφονευκέναι ἔπεμψεν αὐτοῖς, ὥστε φανεροὺς πᾶσι ζῶντας γενέσθαι, καὶ τῷ ἱππικῷ ἐφέσπετο) μετενόησαν καὶ συνηλλάγησαν· [38] [1] αὖθις δὲ τῶν Ῥωμαίων πρός τε τῇ ‹Γεργοουίᾳ τῇ› τοῦ Καίσαρος ἀπουσίᾳ πταισάντων, καὶ μετὰ τοῦτο παντάπασιν ἀπ' αὐτῆς ἀποχωρησάντων, ἐφοβήθησαν οἱ τήν τε ἐπανάστασιν πράξαντες καὶ νεωτέρων ἀεὶ πραγμάτων ἐφιέμενοι ‹μὴ› σχολάζοντες ... ποιήσωνται, καὶ [2] ἐνεόχμωσαν. μαθόντες δὲ τοῦθ' οἱ στρατεύοντες αὐτῶν τῷ Καίσαρι ᾐτήσαντο ἐπιτραπῆναί σφισιν οἴκαδε ἀπελθεῖν, ὑποσχόμενοι πάντα καταστήσειν. καὶ οὕτως ἀφεθέντες πρός τε Νοουιοδουνόν, ἔνθα τά τε χρήματα καὶ τὸν σῖτον ὁμήρους τε πολλοὺς οἱ Ῥωμαῖοι κατετέθειντο, ἦλθον, καὶ τούς τε φρουροὺς αὐτῶν, συναιρομένων σφίσι τῶν ἐπιχωρίων, μὴ προσδεχομένους ἔφθειραν, καὶ ἐν [3] κράτει πάντων αὐτῶν ἐγένοντο. καὶ ἐκείνην τε τὴν πόλιν ἐπίκαιρον οὖσαν κατέπρησαν, ὅπως μὴ οἱ Ῥωμαῖοι ὁρμητήριον αὐτὴν τοῦ πολέμου ποιήσωνται, καὶ τὰ λοιπὰ τῶν Αἰδούων προσαπέστησαν. ὁ οὖν Καῖσαρ ἐπεχείρησε μὲν παραχρῆμα ἐπ' αὐτοὺς στρατεῦσαι, μὴ δυνηθεὶς δὲ διὰ τὸν ποταμὸν τὸν Λίγρον ἐπὶ Λίγγονας ἐτράπετο.
[4] καὶ ὁ μὲν οὐδ' ἐκεῖ κατώρθωσεν, ὁ δὲ δὴ Λαβιῆνος τὴν νῆσον τὴν ἐν τῷ Σηκουανῷ ποταμῷ οὖσαν, τούς τε προκινδυνεύσαντας ‹ἐν› τῇ ἠπείρῳ κρατήσας καὶ τὴν διάβασιν πολλαχῇ ἅμα κατά τε τὸν ῥοῦν καὶ ἀνάπαλιν, ὅπως μὴ καθ' ἓν περαιούμενος κωλυθῇ, ποιησάμενος, κατέσχε.
[39]
[1] πρὶν δὲ τοῦτο γενέσθαι, καταφρονήσας ὁ Οὐερκιγγετόριξ τοῦ Καίσαρος ἐξ ὧν ἐπταίκει, ἐπ' Ἀλλόβριγας ἐστράτευσε. κἀν τούτῳ ὁρμήσαντα αὐτὸν ὡς καὶ βοηθήσοντά σφισιν, ἀπέλαβεν ἐν Σηκουανοῖς [2] γενόμενον καὶ ἐνεκυκλώσατο, οὐ μέντοι κακόν τι εἰργάσατο, ἀλλὰ καὶ πᾶν τοὐναντίον τούς τε Ῥωμαίους ἠνάγκασεν ἀγαθοὺς εἶναι ἀπογνώσει τῆς σωτηρίας, καὶ αὐτὸς ὑπό τε τοῦ πλήθους καὶ ὑπὸ τοῦ θράσους ἔπταισε, καί τι καὶ ὑπὸ τῶν Κελτῶν τῶν τοῖς [3] Ῥωμαίοις συμμαχούντων ἐσφάλη· ταῖς τε γὰρ ὁρμαῖς ἀπλήστοις σώμασι τὴν τόλμαν προσεπισχυρίσαντες διέρρηξαν τὴν περίσχεσιν. εὑρὼν δὲ δὴ τὸ εὕρημα τοῦτο ὁ Καῖσαρ οὐκ ἀνῆκεν, ἀλλ' ἐς Ἀλεσίαν [40] [1] τοὺς διαφυγόντας αὐτῶν κατακλείσας ἐπολιόρκει. κἀν τούτῳ ὁ Οὐερκιγγετόριξ τὸ μὲν πρῶτον τοὺς ἱππέας, πρὶν παντελῶς ἀποτειχισθῆναι, ἐξέπεμψε, τῆς τε τροφῆς τῶν ἵππων ἕνεκα (οὐ γὰρ ἦν) καὶ ὅπως ἐς τὰς πατρίδας ἕκαστοί σφων κομισθέντες τά τε ἐπιτήδεια [2] καὶ ἐπικουρίαν αὐτῷ ἀγάγωσιν. ἐπεὶ δ' οὗτοί τε ἐχρόνιζον καὶ τὰ σιτία σφᾶς ἐπιλείπειν ἤρξατο, τούς τε παῖδας καὶ τὰς γυναῖκας ‹καὶ› τῶν ἄλλων τοὺς ἀχρειοτάτους ἐξέβαλεν, ἐλπίσας μάτην ὅτι ἢ καὶ ἐκεῖνοι πρὸς τῶν Ῥωμαίων τῆς λείας ἕνεκα σωθήσονται, ἢ οἵ γε λοιποὶ ταῖς τροφαῖς αὐτῶν ἐπὶ πλεῖον χρησάμενοι περιγενήσονται.
[3] ὁ γὰρ Καῖσαρ ἄλλως μὲν οὐδ' αὐτὸς τῶν ἐπιτηδείων, ὥστε καὶ ἑτέρους τρέφειν, εὐπόρει· τοῖς δ' οὖν πολεμίοις ἰσχυροτέραν τὴν σιτοδείαν ἐπανελθόντων αὐτῶν, ἐλπίδι τοῦ πάντως σφᾶς [4] καταδεχθήσεσθαι, ποιήσειν νομίσας πάντας αὐτοὺς ἀπεώσατο. καὶ οἱ μὲν οὕτως ἐν τῷ μέσῳ τῆς πόλεως καὶ τοῦ στρατοπέδου, μηδετέρων σφᾶς δεχομένων, οἰκτρότατα ἀπώλοντο· ἡ δὲ ἐπικουρία τῶν τε ἱππέων καὶ τῶν ἄλλων τῶν ὑπ' αὐτῶν ἀχθέντων ἐπῆλθε μὲν οὐκ ἐς μακρὰν τοῖς βαρβάροις, ἱππομαχίᾳ δὲ δὴ τῶν Ῥωμαίων [5] τῇ βοηθείᾳ. ...... καὶ μετὰ τοῦτο πειράσαντες νυκτὸς διὰ τῶν περιτειχισμάτων ἐς τὴν πόλιν ἐσελθεῖν ἰσχυρῶς ἐπόνησαν· τάφρους τε γὰρ οἱ Ῥωμαῖοι κρυπτὰς ἐν τοῖς ἱππασίμοις ἐπεποιήκεσαν καὶ σκόλοπας ἐς αὐτὰς ἐνεπεπήχεσαν, πάντα ἐπιπολῆς τῷ ἄλλῳ τῷ πέριξ [6] χωρίῳ ὁμοιώσαντες, ὥστε καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους ὅτι μάλιστα ἀπερισκέπτως ἐς αὐτὰ ἐμπεσόντας σφαλῆναι. οὐ μέντοι καὶ ἐνέδοσαν πρὶν ἐκ παρατάξεως αὖθις πρὸς αὐτοῖς τοῖς τειχίσμασιν αὐτοί τε ἅμα καὶ οἱ ἐκ τῆς πόλεως ἐπεξελθόντες πταῖσαι.
[41]
[1] ὁ δ' οὖν Οὐερκιγγετόριξ ἠδυνήθη μὲν ἐκφυγεῖν (οὔτε γὰρ ἑάλω καὶ ἄτρωτος ἦν), ἐλπίσας δ', ὅτι ἐν φιλίᾳ ποτὲ τῷ Καίσαρι ἐγεγόνει, συγγνώμης παρ' αὐτοῦ τεύξεσθαι, ἦλθε πρὸς αὐτὸν μὴ ἐπικηρυκευσάμενος, καὶ καθημένῳ οἱ ἐπὶ βήματος ἐξαίφνης ὤφθη, ὥστε καὶ ταραχθῆναί τινας· ἄλλως τε γὰρ περιμήκης ἦν καὶ ἐν [2] τοῖς ὅπλοις δεινῶς ἐνέπρεπεν· ἡσυχίας δ' οὖν γενομένης εἶπε μὲν οὐδέν, πεσὼν δὲ ἐς γόνυ τώ τε χεῖρε πιέσας ἐδεῖτο. ταῦτα τοῖς μὲν ἄλλοις οἶκτον τῇ τε τῆς προτέρας αὐτοῦ τύχης ἀναμνήσει καὶ τῷ τῆς παρούσης ὄψεως περιπαθεῖ ἐνέβαλεν· ὁ δὲ δὴ Καῖσαρ αὐτό τε αὐτῷ τοῦτο, δι' ὃ μάλιστα σωθήσεσθαι προσεδόκησεν, ἐπεκάλεσε [3] (τῆς γὰρ φιλίας τὴν ἀντίταξιν ἀντιθεὶς χαλεπωτέραν τὴν ἀδικίαν αὐτοῦ ἀπέφηνε), καὶ διὰ τοῦτο οὔτε ἐν τῷ παραχρῆμα αὐτὸν ἠλέησεν ἀλλ' εὐθὺς ἐν δεσμοῖς ἔδησε, καὶ ἐς τὰ ἐπινίκια μετὰ τοῦτο πέμψας ἀπέκτεινε.
[42]
[1] τοῦτο μὲν οὖν ὕστερον ἐγένετο, τότε δὲ τοὺς μὲν ὁμολογίᾳ τῶν λοιπῶν προσέθετο, τοὺς δὲ καὶ μάχῃ κρατήσας ἐδουλώσατο. οἵ τε γὰρ Βελγικοὶ οἱ πλησιόχωροι, Κόμμιόν τινα Ἀτρέβαν προστησάμενοί σφων, ἐπὶ πλεῖστον ἀντέσχον, καὶ δύο τε ἱππομαχίαις ἀγχώμαλά πῃ ἠγωνίσαντο, καὶ τρίτῃ πεζομαχίᾳ ἰσοπάλῳ τὸ πρῶτον συνενεχθέντες ἔπειτα ὑπὸ τοῦ ἱππικοῦ κατὰ νώτου σφίσιν ἀνελπίστως [2] προσπεσόντος ἐτράπησαν. κἀκ τούτου τό τε στρατόπεδον τῆς νυκτὸς οἱ περιλιπεῖς ἐξέλιπον, καὶ διελθόντες ὕλην τινὰ ἐκείνην τε ἐνέπρησαν καὶ τὰς ἁμάξας μόνας ὑπελίποντο, ὅπως τῶν πολεμίων διά τε ταύτας καὶ διὰ τὸ πῦρ χρονισάντων φθάσωσιν ἐς τὸ ἀσφα[3]λὲς ἀποχωρήσαντες. οὐ μέντοι καὶ ἐπιτυχεῖς τῆς ἐλπίδος ἐγένοντο· οἱ γὰρ Ῥωμαῖοι ὡς τάχιστα τῆς φυγῆς αὐτῶν ᾔσθοντο, ἐπεδίωξάν σφας, καὶ ἐντυχόντες τῷ πυρὶ τὰ μὲν κατέσβεσαν τὰ δὲ καὶ διέκοψαν, καί τινες καὶ διὰ μέσης τῆς φλογὸς δραμόντες κατέλαβον [43] [1] αὐτοὺς ἀπροσδόκητοι καὶ παμπληθεῖς ἐφόνευσαν. ἐκ δὲ τούτου τῶν μὲν ἄλλων τινὲς ὡμολόγησαν, ὁ δὲ Ἀτρέβας διαφυγὼν οὐδ' ὣς ἡσύχασεν, ἀλλὰ καὶ τὸν Λαβιῆνον ἐπεχείρησεν ἐνεδρεῦσαί ποτε.
[2] ἡττηθεὶς δὲ τῇ μάχῃ ἀνεπείσθη μὲν ἐς λόγους αὐτῷ ἐλθεῖν, πρὶν δὲ ἢ ὁτιοῦν συμβῆναι τρωθεὶς ὑπό τινος τῶν Ῥωμαίων ἀπιστίᾳ τοῦ μὴ ἂν ἀκριβῶς εἰρηνῆσαι διέφυγε, καὶ χαλεπὸς αὖθις αὐτοῖς ἐγένετο, μέχρις οὗ ἀπογνοὺς τὰ πράγματα τοῖς μὲν ἄλλοις τοῖς συνοῦσίν οἱ ἀκέραιον τὴν ἄδειαν ἐπὶ πᾶσι τοῖς σφετέροις ἔπραξεν, αὐτὸς δὲ ἑαυτῷ τὸ μηδέποτε, ὥς γέ τινες, ἐς ὄψιν μηδενὸς Ῥωμαίου [3] ἐλθεῖν. ἐκεῖνοί τε οὖν οὕτω κατελύσαντο, καὶ οἱ λοιποὶ μετὰ τοῦτο, οἱ μὲν ἑκούσιοι οἱ δὲ καὶ καταπολεμηθέντες, ἐχειρώθησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ καὶ φρουραῖς καὶ δικαιώσεσι χρημάτων τε ἐσπράξεσι καὶ φόρων ἐπιτάξεσι τοὺς μὲν ἐταπείνωσε τοὺς δὲ ἡμέρωσε.
[44]
[1] ταῦτα μὲν οὕτως ἐπί τε Λουκίου Παύλου καὶ ἐπὶ Γαΐου Μαρκέλλου ὑπάτων ἐτελευτήθη, ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν Γαλατῶν ἕνεκα καὶ τοῦ χρόνου τοῦ πρὸς τὴν ἡγεμονίαν αὐτοῦ δοθέντος ἔκ τε τῆς Γαλατίας ἀπαλλαγῆναι καὶ ἐς τὴν Ῥώμην ἐπανακομισθῆναι ὤφειλεν· ἐκεῖνός τε γὰρ ἐπ' ἐξόδῳ ἦν καὶ ὁ πόλεμος ἐπέπαυτο, καὶ οὐδεμίαν ἔτ' εὐπρεπῆ σκῆψιν πρὸς τὸ μὴ οὐ τά τε στρατόπεδα [2] ἀφεῖναι καὶ ἰδιωτεῦσαι εἶχεν· ἐπεὶ δὲ τά τε ἐν τῷ ἄστει ἐστασιάζετο, καὶ ὁ Κράσσος ἐτεθνήκει, ὅ τε Πομπήιος ἔν τε δυνάμει αὖθις, ἅτε τρίτον ὑπατευκὼς καὶ τὴν ἐν τῇ Ἰβηρίᾳ ἀρχὴν ἐπὶ πέντε ἄλλα ἔτη δοθῆναί οἱ διαπεπραγμένος, ἐγένετο, καὶ αὐτῷ [3] οὐκέτ' οἰκείως, ἄλλως τε καὶ τοῦ παιδίου, ὅπερ που καὶ μόνον ἐν τῇ φιλίᾳ αὐτοὺς κατεῖχε, [τε καὶ] τετελευτηκότος, ..., ἐφοβήθη μὴ τῶν στρατιωτῶν ψιλωθεὶς ἐπί τε ἐκείνῳ καὶ ἐπὶ τοῖς ἄλλοις ἐχθροῖς γένηται, καὶ οὐ διῆκεν αὐτούς.
[45]
[1] ἐν γὰρ δὴ τοῖς αὐτοῖς τούτοις ἔτεσιν ἄλλα τε ἐν τῇ πόλει στασιώδη πολλὰ κἀν ταῖς ἀρχαιρεσίαις μάλιστα ἐγένετο, ὥστε μόλις ἑβδόμῳ μηνὶ τόν τε Καλουῖνον καὶ τὸν Μεσσάλαν ὑπάτους ἀποδειχθῆναι· [2] καὶ οὐδ' ἂν τότε ᾑρέθησαν, εἰ μὴ Κύιντός τε Πομπήιος ὁ Ῥοῦφος ἐς τὸ δεσμωτήριον ὑπὸ τῆς βουλῆς, καίτοι τοῦ τε Σύλλου θυγατριδοῦς ὢν καὶ δημαρχῶν, ἐνεβλήθη, καὶ τοῦτο καὶ τοῖς ἄλλοις τοῖς κακουργῆσαί τι ἐθελήσασιν ἐψηφίσθη, τῷ τε Πομπηίῳ [3] ἡ πρὸς αὐτοὺς βοήθεια ἐνεχειρίσθη. ἔστι μὲν γὰρ ὅτε καὶ οἱ ὄρνιθες τὰς ἀρχαιρεσίας ἐπέσχον, οὐ βουλόμενοι τοῖς μεσοβασιλεῦσι γενέσθαι· μάλιστα δὲ οἱ δήμαρχοι, τὰ πράγματα τὰ ἐν τῇ πόλει διέποντες ὥστε καὶ τὰς πανηγύρεις καὶ ἀντὶ τῶν στρατηγῶν ποιεῖν, ἐκώλυον τὰς λοιπὰς ἀρχὰς αἱρεθῆναι. καὶ διὰ τοῦτο καὶ ὁ [4] Ῥοῦφος ἐς τὸ οἴκημα ἐσέπεσε. καὶ οὗτος μὲν τὸν Φαουώνιον ἀγορανομοῦντα ἐς αὐτὸ ὕστερον ἀπό τινος οὐ μεγάλης αἰτίας, ἵνα δὴ κοινωνὸν τῆς ἀτιμίας λάβῃ, κατέθετο· πάντες δὲ οἱ δήμαρχοι ἄλλας τε σκήψεις ἐμποδίους ἐσέφερον, καὶ χιλιάρχους ἀντὶ τῶν ὑπάτων, ὅπως πλείους ἄρχοντες ὥσπερ ποτὲ ἀποδεικνύωνται, καθίστασθαι [5] ἐσηγοῦντο. ἐπειδή τ' οὐδεὶς αὐτῶν ἐπείσθη, δικτάτορα γοῦν τὸν Πομπήιον λεχθῆναι δεῖν ἔφασκον. καὶ ἐπὶ πλεῖστον ἐπὶ τῇ προφάσει ταύτῃ διέτριψαν· ἐκεῖνός τε γὰρ ἀπεδήμει, καὶ ἐκ τῶν παρόντων οὔτε ψηφίσασθαί τις αὐτό (πρὸς γὰρ τὴν τοῦ Σύλλου ὠμότητα ἐμίσουν πάντες τὸ πολίτευμα) οὔτ' αὖ μὴ ἑλέσθαι διὰ [46] [1] τὸν τοῦ Πομπηίου φόβον ὑπέμεινε. τέλος δὲ ὀψέ ποτε αὐτὸς ἐλθὼν τὴν μὲν δικτατορίαν διδομένην οἱ δῆθεν οὐκ ἐδέξατο, τοὺς δὲ ὑπάτους ἀποδειχθῆναι παρεσκεύασεν. οὐ μέντοι οὐδὲ ἐκεῖνοι διαδόχους σφίσι διὰ τὸν ἐκ τῶν σφαγέων τάραχον κατέστησαν, καίπερ καὶ τὴν βουλευτικὴν ἐσθῆτα καταθέμενοι κἀν τῇ ἱππάδι τὴν [2] γερουσίαν ὥσπερ ἐπὶ μεγάλῳ τινὶ πένθει συνάγοντες. δόγμα τε ἐποιήσαντο μηδένα μήτε στρατηγήσαντα μήθ' ὑπατεύσαντα τὰς ἔξω ἡγεμονίας, πρὶν ἂν πέντε ἔτη διέλθῃ, λαμβάνειν, εἴ πως ὑπὸ τοῦ μὴ παραυτίκα ἐν δυνάμει τινὶ αὐτοὺς γίγνεσθαι παύσαιντο σπουδαρχοῦντες. οὔτε γὰρ ἐμετρίαζον οὔθ' ὑγιὲς οὐδὲν ἐποίουν, [3] ἀλλ' ἐπ' ἀλλήλους παρώρμηντο πολλὰ μὲν δαπανώμενοι πολλῷ δ' ἔτι πλείω μαχόμενοι, ὥστε καὶ τὸν ὕπατόν ποτε τὸν Καλουῖνον τρωθῆναι. οὔκουν οὔθ' ὕπατος οὔτε στρατηγὸς οὔτε πολίαρχός τίς σφας διεδέξατο, ἀλλὰ ἄναρκτοι κατὰ τοῦτο παντελῶς οἱ Ῥωμαῖοι [47] [1] τὰ πρῶτα τοῦ ἔτους ἐγένοντο. κἀκ τούτου οὔτε τι ἄλλο χρηστὸν συνέβη, καὶ ἡ ἀγορὰ ἡ διὰ τῶν ἐννέα ἀεὶ ἡμερῶν ἀγομένη ἐν αὐτῇ [2] τῇ τοῦ Ἰανουαρίου νουμηνίᾳ ἤχθη. καὶ τοῦτό τε αὐτούς, ὡς οὐκ ἀπὸ ταὐτομάτου συμβὰν ἀλλ' ἐν τέρατος λόγῳ γενόμενον, ἐθορύβει, καὶ ὅτι βύας ἐν τῇ πόλει καὶ ὤφθη καὶ συνελήφθη, ἄγαλμά τέ τι ἐπὶ τρεῖς ἡμέρας ἵδρωσε, καὶ λαμπὰς ἐκ τῶν νοτίων πρὸς ἀνατολὰς διέδραμε, καὶ πολλοὶ μὲν κεραυνοὶ πολλοὶ δὲ καὶ βῶλοι [3] λίθοι τε καὶ ὄστρακα καὶ αἷμα διὰ τοῦ ἀέρος ἠνέχθη. δοκεῖ δὲ ἔμοιγε καὶ ἐκεῖνο τὸ τῷ προτέρῳ ἔτει, ἐπ' ἐξόδῳ αὐτοῦ, περί τε τὸν Σάραπιν καὶ περὶ τὴν Ἶσιν ψηφισθὲν τέρας οὐδενὸς ἧττον γενέσθαι· τοὺς γὰρ ναοὺς αὐτῶν, οὓς ἰδίᾳ τινὲς ἐπεποίηντο, καθελεῖν [4] τῇ βουλῇ ἔδοξεν. οὐ γὰρ δὴ τοὺς θεοὺς τούτους ἐπὶ πολὺ ἐνόμισαν, καὶ ὅτε γε καὶ ἐξενίκησεν ὥστε καὶ δημοσίᾳ αὐτοὺς σέβεσθαι, ἔξω τοῦ πωμηρίου σφᾶς ἱδρύσαντο.
[48]
[1] τοιαύτης οὖν τότε τῆς ἐν τῷ ἄστει καταστάσεως οὔσης, καὶ μηδενὸς τοῖς πράγμασιν ἐπιτεταγμένου, σφαγαὶ καθ' ἑκάστην ἡμέραν ὡς εἰπεῖν ἐγίγνοντο, τάς τε ἀρχαιρεσίας, καίτοι σπεύδοντες ἐπὶ τὰς ἀρχὰς καὶ δεκασμοῖς καὶ φόνοις δι' αὐτὰς χρώμενοι, οὐκ ἐπετέλουν.
[2] ὁ γοῦν Μίλων ὑπατείαν αἰτῶν τὸν Κλώδιον ἐν τῇ Ἀππίᾳ ὁδῷ συντυχόντα οἱ τὸ μὲν πρῶτον ἁπλῶς πως ἔτρωσεν, ἔπειτα δὲ φοβηθεὶς μὴ ἐπεξέλθῃ τῷ γεγονότι κατέσφαξεν, ἐλπίσας, ἐπειδὴ πάντας τοὺς οἰκέτας τοὺς τοῦτο ποιήσαντας εὐθὺς ἠλευθέρωσε, ῥᾷον τοῦ φόνου τελευτήσαντος αὐτοῦ ἢ τοῦ τραύματος εἰ περιγίγνοιτο [3] ἀφεθήσεσθαι. ἀκούσαντες οὖν τοῦθ' οἱ ἐν τῇ πόλει πρὸς ἑσπέραν δεινῶς ἐταράχθησαν· ταῖς τε γὰρ στάσεσιν ἀφορμὴ πολέμου καὶ κακῶν ἐγίγνετο, καὶ οἱ διὰ μέσου, εἰ καὶ ἐμίσουν τὸν Κλώδιον, ὅμως διά τε τὸ ἀνθρώπινον καὶ ὅτι καὶ τοῦ Μίλωνος [49] [1] στερηθῆναι ἐπὶ τῇ προφάσει ταύτῃ ἤθελον, ἠγανάκτουν. παραλαβόντες δὲ αὐτοὺς οὕτως ἔχοντας ὅ τε Ῥοῦφος καὶ Τίτος Μουνάτιος Πλάγκος προσπαρώξυναν· δημαρχοῦντες γὰρ ἔς τε τὴν ἀγορὰν ‹τὸν› νεκρὸν ὑπὸ τὴν ἕω ἐσεκόμισαν καὶ ἐπὶ τὸ βῆμα ἐπέθεσαν πᾶσί [2] τε ἐπεδείκνυσαν, καὶ ἐπέλεγον οἷα εἰκὸς ἦν ὀδυρόμενοι, ὥστε τὸν ὅμιλον καὶ ἐξ ὧν ἑώρων καὶ ἐξ ὧν ἤκουον συνταραχθῆναι, καὶ μήτε τοῦ θείου ἔτι φροντίσαι, ἀλλὰ πάντα μὲν τὰ περὶ τὰς ταφὰς νόμιμα συγχέαι, πᾶσαν δὲ ὀλίγου τὴν πόλιν καταπρῆσαι. τὸ γὰρ σῶμα τοῦ Κλωδίου ἀράμενοι ἔς τε τὸ βουλευτήριον ἐσήνεγκαν, καὶ εὐθέτησαν, καὶ μετὰ τοῦτο πυρὰν ἐκ τῶν βάθρων συννήσαντες ἔκαυσαν καὶ [3] ἐκεῖνο καὶ τὸ συνέδριον. οὕτω τε οὐχ ὁρμῇ τινι, οἵα που τοὺς ὄχλους ἐξαπιναία καταλαμβάνει, ἀλλὰ ἐκ προαιρέσεως αὐτὸ ἔπραξαν ὥστε καὶ τὴν ἐνάτην τὸ περίδειπνον ἐν αὐτῇ τῇ ἀγορᾷ, τυφομένου ἔτι τοῦ βουλευτηρίου, ποιῆσαι, καὶ προσέτι καὶ τὴν οἰκίαν τὴν τοῦ [4] Μίλωνος καταφλέξαι ἐπιχειρῆσαι. ἐκείνη μὲν οὖν πολλῶν αὐτῇ ἀμυνάντων οὐκ ἐκαύθη· ὁ δὲ δὴ Μίλων τέως μὲν περίφοβος ἐπὶ τῷ φόνῳ ὢν ἐκρύπτετο, οὐχ ὑπὸ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἱππέων βουλευτῶν τέ τινων φρουρούμενος· ἐπεὶ δὲ τοῦτό τε ἐγένετο καὶ τὴν ὀργὴν τῆς γερουσίας ἐς τὸ τῶν ἀντιστασιωτῶν μίασμα περιχωρήσειν [5] ἤλπισεν (εὐθὺς γοῦν τῆς δείλης ἐς τὸ παλάτιον δι' αὐτὸ τοῦτο συλλεγέντες τόν τε μεσοβασιλέα προχειρισθῆναι, καὶ τῆς φυλακῆς τῆς πόλεως καὶ ἐκεῖνον καὶ τοὺς δημάρχους καὶ προσέτι καὶ τὸν Πομπήιον ἐπιμεληθῆναι ὥστε μηδὲν ἀπ' αὐτῆς ἀποτριβῆναι, ἐψηφίσαντο), προῄει τε ἐς μέσον καὶ τῆς ἀρχῆς ὁμοίως ἢ καὶ μᾶλλον ἀντεποιεῖτο.
[50]
[1] μάχαι τε οὖν ἐκ τούτου πολλαὶ καὶ σφαγαὶ αὖθις ἐγίγνοντο, ὥστε τὴν βουλὴν τά τε προειρημένα ἐπικυρῶσαι, καὶ τὸν Πομπήιον μεταπέμψασθαι, καταλόγους τε αὐτῷ καινοὺς ποιήσασθαι [2] ἐπιτρέψαι, καὶ τὰ ἐσθήματα ἀλλάξασθαι. ἐλθόντος τε αὐτοῦ οὐ πολλῷ ὕστερον ἔξω τε τοῦ πωμηρίου πρὸς τῷ θεάτρῳ αὐτοῦ σὺν φρουρᾷ ἠθροίσθησαν καὶ τὰ τοῦ Κλωδίου ὀστᾶ ἀνελέσθαι ἔγνωσαν, τό τε βουλευτήριον τῷ Φαύστῳ τῷ τοῦ Σύλλου υἱεῖ ἀνοικοδομῆσαι [3] προσέταξαν. ἦν μὲν γὰρ τὸ Ὀστίλιον, μετεσκεύαστο δὲ ὑπὸ τοῦ Σύλλου· διὸ τοῦτό τε περὶ αὐτοῦ ἔδοξε, καὶ ὅπως ἐξοικοδομηθὲν τὸ ἐκείνου ὄνομα ἀπολάβῃ. μετεώρου δὲ τῆς πόλεως οὔσης ἐπὶ τοῖς ἄρξουσί σφων, καὶ διαθροούντων τῶν μὲν ὡς δικτάτορα τὸν Πομπήιον, τῶν δὲ ὡς ὕπατον τὸν Καίσαρα αἱρεθῆναι [4] ‹δεῖ› (οὕτω γάρ που ἐκ προαιρέσεως ἐπὶ τοῖς κατειργασμένοις αὐτὸν ἐτίμων ὥστε καὶ ἑξήκονθ' ἡμέρας θῦσαι ἐπ' αὐτοῖς ψηφίσασθαι), φοβηθέντες ἑκάτερον οἵ τε ἄλλοι βουλευταὶ καὶ Βίβουλος, ὅσπερ που τὴν γνώμην πρῶτος ἐρωτηθεὶς ποιήσεσθαι ἔμελλε, προκατέλαβον τὴν τοῦ πλήθους ὁρμήν, τῷ Πομπηίῳ τὴν ὑπατείαν, ὥστε μὴ δικτάτορα αὐτὸν λεχθῆναι, καὶ μόνῳ γε, ἵνα μὴ ὁ Καῖσαρ αὐτῷ [5] συνάρξῃ, δόντες. ξένον μὲν δὴ τοῦτο καὶ ἐπὶ μηδενὸς ἄλλου γενόμενον ἔπραξαν, καὶ ὀρθῶς αὐτὸ πεποιηκέναι ἔδοξαν· ἐπειδὴ γὰρ ἧττον τοῦ Καίσαρος τῷ ὁμίλῳ προσέκειτο, ἀπορρήξειν τε αὐτὸν ἀπ' ἐκείνου παντάπασι καὶ σφετεριεῖσθαι ἤλπισαν. καὶ ἔσχεν οὕτως· τῷ τε γὰρ καινῷ καὶ τῷ παραδόξῳ τῆς τιμῆς ἐπαρθεὶς οὐκέτ' οὐδὲν ἐς τὴν τῶν πολλῶν χάριν ἐβούλευσεν, ἀλλ' ἀκριβῶς πάντα τὰ τῇ βουλῇ ἀρέσκοντα ἔπραξεν.
[51]
[1] οὐ μέντοι καὶ μόνος ἄρξαι ἠθέλησεν· τὴν γὰρ εὔκλειαν ἐν τῷ δεδόχθαι τοῦτ' ἔχων, τὸν φθόνον τὸν ἐπ' αὐτῇ ἐξέκλινε. καὶ φοβηθεὶς μήποτε κενῆς τῆς χώρας οὔσης ὁ Καῖσαρ ἔκ τε ‹τῆς› τῶν δυνάμεων καὶ ἐκ τῆς τοῦ πλήθους σπουδῆς συνάρχων αὐτῷ δοθῇ, [2] ἐκείνῳ μέν, ἵνα μὴ καὶ παντελῶς παρημελῆσθαι νομίσῃ κἀκ τούτου τινὰ ὀργὴν δικαίαν ποιήσηται, παρεσκεύασε διὰ τῶν δημάρχων ἐπιτραπῆναι καὶ ἀπόντι τὴν ἀρχήν, ὅταν ἐκ τῶν νόμων καθήκῃ, αἰτῆσαι, αὐτὸς δὲ Κύιντον Σκιπίωνα πενθερόν τέ οἱ ὄντα καὶ δεκασμοῦ [3] αἰτίαν ἔχοντα προσείλετο. οὗτος γὰρ γόνῳ μὲν υἱὸς τοῦ Νασικοῦ ὤν, ἐκ δὲ δὴ κλήρου διαδοχῆς ἐς τὸ τοῦ Μετέλλου τοῦ Εὐσεβοῦς γένος ποιηθεὶς καὶ διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν αὐτοῦ φέρων, τήν τε θυγατέρα τῷ Πομπηίῳ ἐξέδωκε, καὶ παρ' αὐτοῦ [52] [1] τήν τε ὑπατείαν καὶ τὸ μὴ κατηγορηθῆναι ἀντέλαβε. πάνυ γὰρ πολλοὶ ἐπὶ τῷ ἐγκλήματι τούτῳ εὐθύνθησαν, καὶ μάλισθ' ὅτι τὰ δικαστήρια ἀκριβέστερον ἐκ τῶν τοῦ Πομπηίου νόμων συνήγετο. πάντας τε γὰρ τοὺς ἄνδρας ἐξ ὧν τοὺς δικάσοντας ἀποκληροῦσθαι ἐδόκει αὐτὸς ἐπελέγετο, καὶ τὸν τῶν συναγορευσόντων ἑκατέρῳ τῷ μέρει ἀριθμὸν ὥρισεν, ὥστε μὴ ὑπὸ τοῦ πλήθους αὐτῶν τοὺς δικαστὰς [2] θορυβουμένους ἐκταράττεσθαι. χρόνον τε τῷ μὲν διώκοντι δύο ὥρας, τῷ δὲ φεύγοντι τρεῖς δίδοσθαι ἐκέλευσε. καὶ ὃ δὴ μάλιστα πλείστοις ἐλυμαίνετο, ‹τό› τινας ἐπαινέτας ὑπὸ τῶν κρινομένων δίδοσθαι (πάμπολλοι γὰρ ὑπὸ τῶν ἀξιοπίστων ἐπαινούμενοι ἐξηρπάζοντο), ἐπηνώρθωσε νομοθετήσας μηδένα ἔτι τὸ παράπαν [3] ἐξεῖναι ἐν τοῖς τοιούτοις γίγνεσθαι. καὶ ταῦτα μὲν ἄλλα τέ τινα κατὰ πάντων ὁμοίως τῶν δικαστηρίων ἐτάχθη, τοῖς δὲ δὴ τὰς ἀρχὰς δεκάζουσι καὶ τοὺς προεαλωκότας ἐπὶ τοιούτῳ τινὶ κατηγόρους ἐπέστησεν, ἆθλόν σφισιν οὐκ ἐλάχιστον προθείς· εἰ γάρ τις ἤτοι δύο τῶν ὁμοίων τῶν τε ἐλαττόνων ἢ καὶ ἕνα τῶν μειζόνων [ἢ] τῆς καθ' ἑαυτὸν αἰτίας εἷλεν, ἄδειαν εὑρίσκετο.
[53]
[1] ἄλλοι τε οὖν ἐκ τούτου πολλοὶ καὶ ἑάλωσαν καὶ Πλαύτιος Ὑψαῖος ἀνταιτήσας τῷ τε Μίλωνι καὶ τῷ Σκιπίωνι τὴν ὑπατείαν. τῶν γὰρ δὴ τριῶν δωροφορησάντων μόνος ἐκεῖνος κατεδικάσθη.
[2] ὅ τε γὰρ Σκιπίων ἐγράφη μὲν καὶ ὑπὸ δυοῖν γε, οὐκ ἐκρίθη δὲ διὰ τὸν Πομπήιον· καὶ ὁ Μίλων ἐπὶ μὲν τούτῳ οὐκ ἐσήχθη (τὸ γὰρ τοῦ φόνου ἔγκλημα μεῖζον εἶχεν), ὑπαχθεὶς δὲ ἐπ' ἐκείνῳ ἑάλω, μηδὲν δυνηθεὶς βίαιον δρᾶσαι. ὁ γὰρ Πομπήιος τήν τε ἄλλην πόλιν διὰ φυλακῆς ἐποιήσατο, καὶ ἐς τὸ δικαστήριον σὺν ὁπλίταις ἐσῆλθε, [3] θορυβησάντων τε ἐπὶ τούτῳ τινῶν προσέταξε τοῖς στρατιώταις ἐκδιῶξαι αὐτοὺς ἐκ τῆς ἀγορᾶς πλαγίοις καὶ πλατέσι τοῖς ξίφεσι παίοντας. ἐπειδή τε οὐχ ὑπεῖκον ἀλλὰ καὶ καθάπερ ἐν παιδιᾷ τινι πλαγιαζόμενοι ὕβριζον, καὶ ἐτρώθησάν τινες αὐτῶν καὶ ἀπέθανον.
[54]
[1] τά τε οὖν δικαστήρια ἡσύχως ἐκ τούτων συνήγετο, καὶ ἐδικαιώθησαν ἐπί τε ἑτέροις τισὶ πολλοὶ καὶ ἐπὶ τῷ τοῦ Κλωδίου φόνῳ ἄλλοι τε καὶ ὁ Μίλων, καίτοι τὸν Κικέρωνα συναγωνιστὴν [2] ἔχων. ὁ γὰρ ῥήτωρ ἐκεῖνος τόν τε Πομπήιον καὶ τοὺς στρατιώτας ἐν τῷ δικαστηρίῳ παρὰ τὸ καθεστηκὸς ἰδὼν ἐξεπλάγη καὶ κατέδεισεν, ὥστε τῶν μὲν παρεσκευασμένων μηδὲν εἰπεῖν, βραχὺ δέ τι καὶ τεθνηκὸς χαλεπῶς φθεγξάμενος ἀγαπητῶς μεταστῆναι. τοῦτον γὰρ τὸν λόγον τὸν νῦν φερόμενον ὡς καὶ ὑπὲρ τοῦ Μίλωνος τότε λεχθέντα χρόνῳ ποθ' ὕστερον καὶ κατὰ σχολὴν ἀναθαρσήσας [3] ἔγραψε. καὶ δὴ καὶ τοιόνδε τι περὶ αὐτοῦ παραδέδοται. ὁ Μίλων τῷ λόγῳ πεμφθέντι οἱ ὑπ' αὐτοῦ ἐντυχών (ἐπεφυγάδευτο γάρ) ἀντεπέστειλε λέγων ὅτι ἐν τύχῃ αὐτῷ ἐγένετο τὸ μὴ ταῦθ' οὕτω καὶ ἐν τῷ δικαστηρίῳ λεχθῆναι· οὐ γὰρ ἂν τοιαύτας ἐν τῇ Μασσαλίᾳ, (ἐν ᾗ κατὰ τὴν φυγὴν ἦν) τρίγλας ἐσθίειν, εἴπερ τι τοιοῦτον ἀπελελόγητο.
[4] τοῦτο δὲ ἔγραψεν οὐχ ὅτι τοῖς παροῦσιν ἠρέσκετο (πολλὰ γὰρ ἐπὶ τῇ καθόδῳ ἐπετόλμησεν) ἀλλ' ἐς τὸν Κικέρωνα ἀποσκώπτων, ὅτι μηδὲν χρηστὸν ἐν τῷ τῆς ἀπολογίας καιρῷ εἰπὼν ἔπειτα ἀκάρπους λόγους καὶ ἐμελέτα καὶ ἔπεμπεν αὐτῷ, ὥσπερ τι ὠφελῆσαι τότε αὐτὸν δυναμένους.
[55]
[1] ὅ τε οὖν Μίλων οὕτως ἑάλω, καὶ ὁ Ῥοῦφος ὅ τε Πλάγκος ἐπειδὴ πρῶτον ἐκ τῆς ἀρχῆς ἐξῆλθον, ἄλλοι τε σὺν αὐτοῖς συχνοὶ διὰ τὴν τοῦ βουλευτηρίου ἔμπρησιν, καίτοι τῷ Πλάγκῳ καὶ τοῦ Πομπηίου συσπουδάσαντος, ὥστε καὶ βιβλίον ἔπαινόν τε ἅμα αὐτοῦ [2] καὶ ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν· ὁ γὰρ Κάτων ὁ Μᾶρκος (δικάζειν δὲ ἔμελλεν) οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ ὁ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν· ὁ γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα ἐξέκρινεν (ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν [3] διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντων ἀπολέγειν)· οἱ μέντοι ἄλλοι δικασταὶ κατεψηφίσαντο αὐτοῦ. οὔτε γὰρ ἄλλως ὀρθῶς ἔχειν ἔδοξέ σφισι, τοῦ Ῥούφου κατεγνωκόσιν, ἐκεῖνον ἐπὶ τοῖς αὐτοῖς κρινόμενον ἀφεῖναι· καὶ ἐπειδὴ τὸν Πομπήιον συναιρόμενόν οἱ εἶδον, ἀντεσπούδασαν αὐτῷ, μὴ καὶ δοῦλοί τινες ἄντικρυς αὐτοῦ [4] μᾶλλον ἢ δικασταὶ νομισθῶσιν εἶναι. καίπερ καὶ τότε ὁ Κικέρων οὐδὲν βέλτιον τοῦ Πλάγκου κατηγόρησεν ἢ ὑπὲρ τοῦ Μίλωνος ἀπελογήσατο· ἥ τε γὰρ τοῦ δικαστηρίου ὄψις ἡ αὐτὴ ἦν, καὶ ὁ Πομπήιος ἐν ἑκατέρῳ τἀναντία οἱ καὶ ἐβουλεύετο καὶ ἔπραττεν, ὅθεν οὐχ ἥκιστα αὖθις αὐτῷ προσέκρουσε.
[56]
[1] ταῦτά τε οὖν ἅμα διῴκει, καὶ τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον τὸν κελεύοντα τοὺς ἀρχήν τινα ἐπαγγέλλοντας ἐς τὴν ἐκκλησίαν πάντως ἀπαντᾶν, ὥστε μηδένα ἀπόντα αἱρεῖσθαι, παρημελημένον πως ἀνενεώσατο· τό τε δόγμα τὸ μικρὸν ἔμπροσθε γενόμενον, ὥστε τοὺς ἄρξαντας ἐν τῇ πόλει μὴ πρότερον ἐς τὰς ἔξω ἡγεμονίας, πρὶν πέντε ἔτη παρελθεῖν, κληροῦσθαι, ἐπεκύρωσεν.
[2] οὐδ' ᾐσχύνθη τότε μὲν τοιαῦτα γράψας, ὕστερον δὲ οὐ πολλῷ αὐτός τε τὴν Ἰβηρίαν ἐς πέντε ἄλλα ἔτη λαβών, καὶ τῷ Καίσαρι καὶ ἀπόντι (οἱ γὰρ φίλοι αὐτοῦ δεινῶς ἠγανάκτουν) αἰτῆσαι τὴν ὑπατείαν, [3] ὥσπερ ἐψήφιστο, δούς. προσέγραψε μὲν γὰρ τῷ νόμῳ τὸ μόνοις αὐτὸ ἐξεῖναι ποιεῖν οἷς ἂν ὀνομαστί τε καὶ ἄντικρυς ἐπιτραπῇ, διέφερε δ' οὐδὲν τοῦτο τοῦ μηδ' ἀρχὴν κεκωλῦσθαι· πάντως γὰρ οἵ τι δυνάμενοι καὶ ἐκεῖνο ψηφισθῆναί σφισι διαπράξασθαι ἔμελλον.
[57]
[1] ὁ μὲν οὖν Πομπήιος τοιαῦτ' ἐπολιτεύετο, ὁ δὲ δὴ Σκιπίων οὔτε ἐνομοθέτησέ τι, καὶ τὰ πρὸς τοῦ Κλωδίου περὶ τῶν τιμητῶν γραφέντα κατέλυσε. καὶ ἔδοξε μὲν τὴν ἐκείνων χάριν τοῦτο πεποιηκέναι, ἐπειδὴ τὴν ἐξουσίαν αὐτοῖς ἣν καὶ πρὶν εἶχον ἀπέδωκε, [2] περιέστη δὲ ἐς τοὐναντίον. ὑπὸ γὰρ τοῦ πολλοὺς ἔν τε τῇ ἱππάδι καὶ ἐν τῷ βουλευτικῷ φλαύρους ἄνδρας εἶναι, ἕως μὲν μηδένα μήτε κατηγορηθέντα μήθ' ἁλόντα διαγράψαι σφίσιν ἐξῆν, οὐδεμίαν [3] τῶν οὐκ ἀπαλειφομένων αἰτίαν εἶχον· ἀπολαβόντες δὲ τὴν ἀρχαίαν ἰσχύν, ὑφ' ἧς αὐτοῖς καὶ καθ' ἑαυτοὺς τὸν ἑκάστου βίον ἐξετάζουσι τοῦτο ποιεῖν ἐδέδοτο, οὔτε πολλοῖς προσκρούειν ὑπέμενον, οὔτ' αὖ ἐν μέμψει τινὶ ὡς μὴ διαγράφοντες τοὺς οὐκ ἐπιτηδείους γίγνεσθαι ἤθελον, καὶ διὰ τοῦτο οὐδὲ ἐφίετο ἔτι τῆς ἀρχῆς τῶν ἐμφρόνων οὐδὲ εἷς.
[58]
[1] περὶ μὲν δὴ τοὺς τιμητὰς ταῦτ' ἐψηφίσθη, ὁ δὲ δὴ Κάτων ἄλλως μὲν οὐδεμιᾶς ἀρχῆς ἐδεῖτο, ἰδὼν δὲ τόν τε Καίσαρα καὶ τὸν Πομπήιον ὑπὲρ τὴν κατάστασιν τῆς πολιτείας αὐξανομένους, καὶ ὑποτοπήσας ἤτοι καὶ ἀμφοτέρους σφᾶς τὰ πράγματα ἕξειν, ἢ καὶ διενεχθέντας ἀλλήλοις στάσιν τε μεγίστην ποιήσειν καὶ τὸν κρατήσαντα [2] αὐτῶν μοναρχήσειν, ἠθέλησε μέν σφας πρὶν ἀνταγωνιστὰς γενέσθαι καταλῦσαι, καὶ τὴν ὑπατείαν ἐπ' αὐτοὺς ᾔτησεν, ἐπειδήπερ ἰδιωτεύων οὐδὲν ἰσχύσειν ἔμελλεν, ὑποπτευθεὶς δὲ ὑπὸ τῶν τὰ ἐκείνων πραττόντων τοιοῦτόν τι δράσειν οὐκ ἀπεδείχθη, ἀλλ' ὅ τε [3] Μάρκελλος ὁ Μᾶρκος καὶ ὁ Ῥοῦφος ὁ Σουλπίκιος, ὁ μὲν διὰ τὴν τῶν νόμων ἐμπειρίαν ὁ δὲ διὰ τὴν τῶν λόγων δύναμιν, ᾑρέθησαν, ἄλλως τε καὶ ὅτι αὐτοὶ μέν, εἰ καὶ μὴ χρήμασιν ἢ βιαίῳ τινὶ ἔργῳ, ἀλλὰ τῇ γε θεραπείᾳ καὶ τῇ παρακλήσει πολλῇ πρὸς πάντας ἐχρήσαντο, [4] ὁ δὲ δὴ Κάτων οὐδένα αὐτῶν ἐθεράπευσε. καὶ ὁ μὲν οὐκέτ' αὖθις τῆς ἀρχῆς ἀντεποιήσατο, λέγων ἀγαθοῦ ἀνδρὸς ἔργον εἶναι μήτ' ἀποδιδράσκειν τὴν προστασίαν τῶν κοινῶν, ἄν γέ τινες χρῆσθαι αὐτῷ ἐθελήσωσι, μήθ' ὑπὲρ τὸ προσῆκον αὐτῆς ἐφίεσθαι· [59] [1] Μάρκελλος δὲ πάντ' εὐθὺς ἐπὶ τῇ τοῦ Καίσαρος καταλύσει (τῆς γὰρ τοῦ Πομπηίου μερίδος ἦν) ἔπραττε, καὶ ἄλλα τε ἐπ' αὐτῷ πολλά, καὶ ὥστε καὶ διάδοχόν οἱ ἤδη καὶ πρὸ τοῦ καθήκοντος χρόνου πεμφθῆναι, ἐσηγήσατο. καὶ αὐτῷ ὅ τε Σουλπίκιος καὶ τῶν δημάρχων τινὲς ἀντέπραξαν, οὗτοι μὲν τῇ πρὸς τὸν Καίσαρα χάριτι· ἐκεῖνος δ' αὐτοῖς ἐκοινώσατο καὶ ὅτι τοῖς πολλοῖς οὐκ ἤρεσκε τό [2] τινα μεταξὺ ἄρχοντα μηδὲν ἠδικηκότα παυθῆναι. μαθὼν οὖν ταῦθ' ὁ Πομπήιος (ἀπῆρε μὲν γὰρ ἐκ τοῦ ἄστεως ὡς καὶ ἐς τὴν Ἰβηρίαν στρατεύσων, οὐ μὴν οὐδὲ τότε ἐκ τῆς Ἰταλίας ἐξεχώρησεν, ἀλλὰ τοῖς ὑποστρατήγοις πάντα τὰ ἐκεῖ προστάξας αὐτὸς τῇ πόλει [3] ἐφήδρευε) τὸ μὲν δὴ τὸν Καίσαρα τῆς ἡγεμονίας παραλυθῆναι οὐδὲ ἑαυτῷ ἀρέσκειν ἐπλάττετο, ἔπραττε δ' ὅπως, ὅταν τὸν δεδομένον οἱ χρόνον διάρξῃ (τοῦτο δὲ οὐκ ἐς μακρὰν ἀλλ' εὐθὺς τῷ ὑστέρῳ ἔτει γενήσεσθαι ἔμελλε), τά τε ὅπλα κατάθηται καὶ ἰδιωτεύσων [4] οἴκαδε ἐπανέλθῃ. καὶ διὰ τοῦτο Γάιόν τε Μάρκελλον ‹τὸν τοῦ Μάρκου› ἀνεψιὸν ἢ καὶ ἀδελφόν (λέγεται γὰρ ἑκάτερον) ὑπατεῦσαι, ἐπειδὴ τῷ Καίσαρι καίπερ ἐξ ἐπιγαμίας προσήκων ἐχθρὸς ἦν, καὶ τὸν Κουρίωνα τὸν Γάιον, δι' ἔχθρας καὶ αὐτὸν ἐκ παλαιοῦ οἱ ὄντα, δημαρχῆσαι ἐποίησεν.
[60]
[1] ὁ οὖν Καῖσαρ μήτ' ἄλλως ὑπομένων ἔκ τε τηλικαύτης καὶ ἐκ χρονίου ἡγεμονίας ἰδιωτεῦσαι, καὶ φοβηθεὶς μὴ καὶ ἐπὶ τοῖς ἐχθροῖς γένηται, παρεσκευάζετο ὡς καὶ ἀκόντων αὐτῶν ἐν τῇ ἀρχῇ ἐμμενῶν, καὶ στρατιώτας προσκατελέγετο καὶ χρήματα ἤθροιζεν ὅπλα τε [2] ἐποίει, καὶ καθ' ἡδονὴν πᾶσιν ἡγεῖτο. κἀν τούτῳ καὶ τὰ οἴκοι τρόπον τινά, τοῦ μὴ πάντῃ βίᾳ ἀλλὰ καὶ πειθοῖ πράττειν δοκεῖν, προδιοικήσασθαι ἐθελήσας ἔγνω συναλλαγῆναι τῷ Κουρίωνι· τοῦ τε γὰρ τῶν Κουριώνων γένους ἦν, καὶ τὴν γνώμην ὀξύς, εἰπεῖν τε δεινός, τῷ τε πλήθει πιθανώτατος, καὶ χρημάτων ἐς πάντα ἁπλῶς ἐξ ὧν ἢ αὐτός τι πλεονεκτήσειν ἢ καὶ ἑτέρῳ διαπράξειν [3] ἤλπιζεν ἀφειδέστατος. καὶ αὐτὸν πολλὰ μὲν ἐπελπίσας, πάντων δὲ τῶν ὀφειλημάτων, συχνῶν διὰ τὸ πολλὰ δαπανᾶσθαι ὄντων, ἀπαλλάξας ἀνηρτήσατο. πρὸς γὰρ τὴν παροῦσαν ὧν ἔπραττε σπουδὴν οὔτε [γὰρ] ἀργυρίου, ἅτε καὶ ἐξ αὐτῶν ἐκείνων ἀργυρολογῶν, ἐφείδετο, καὶ προσυπισχνεῖτό τισι παμπληθῆ ὧν οὐδὲ πολλοστὸν μέρος [4] δώσειν ἔμελλε. καὶ οὐ μόνον γε τοὺς ἐλευθέρους ἀλλὰ καὶ τοὺς δούλους τούς τι καὶ ὁπωσοῦν παρὰ τοῖς δεσπόταις σφῶν δυναμένους ἐθεράπευσε· καὶ συχνοὶ αὐτῷ καὶ ἐκ τούτου καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν ὑπῆρξαν.
[61]
[1] ὁ δ' οὖν Κουρίων ἐφρόνησε μὲν τὰ τοῦ Καίσαρος, οὐ μέντοι καὶ παραχρῆμα φανερῶς αὐτὰ πράττειν ἤρξατο· πρόφασίν τε γὰρ εὐπρεπῆ τοῦ μὴ καὶ ἑκὼν ἀλλὰ ἀναγκασθεὶς δὴ μεθεστηκέναι δόξαι ἐζήτει, καὶ ἐνόμισεν, ὅσῳ ἂν ἐπὶ πλεῖον τοῖς ἐχθροῖς αὐτοῦ ὡς καὶ φίλος σφῶν συγγένηται, καὶ πλείω καὶ μείζω τῶν ἀπορρήτων αὐτῶν [2] μαθήσεσθαι. δι' οὖν ταῦτα ἐπὶ μακρότατόν τε ἐπεκρύψατο, καὶ ὅπως μηδένα τρόπον ὑποπτευθῇ μεταβεβλῆσθαί τε καὶ οὐκ ἀνὰ πρώτους καὶ πάντα τὰ ἐναντία τῷ Καίσαρι καὶ τότε ἔτι καὶ φρονεῖν καὶ λέγειν, καὶ ἐδημηγόρει κατ' αὐτοῦ ἀφ' οὗ γε καὶ δημαρχεῖν [3] ἤρξατο, καὶ ἐσηγεῖτο πολλὰ καὶ ἄτοπα. καί τινα καὶ ἐπὶ τῇ βουλῇ τοῖς τε δυνατωτάτοις σφῶν, οἵπερ που καὶ τὰ τοῦ Πομπηίου μάλιστ' ἔπραττον, ἔγραφεν, οὐχ ὅτι καὶ ἤθελεν ἢ καὶ ἤλπιζέ τι αὐτῶν γνωσθήσεσθαι, ἀλλ' ἵνα μὴ προσδεχομένων μήτε κατὰ τοῦ Καίσαρός τι ψηφισθείη (πολλὰ γὰρ ἐπ' αὐτῷ ὑπὸ πολλῶν [62] [1] ἐγράφετο) καὶ αὐτὸς ἐπὶ τῇ προφάσει ταύτῃ μετασταίη. συχνὸν οὖν ἐκ τούτου χρόνον ἄλλοτε ἄλλαις σκήψεσιν, ὥστε μηδὲ αὐτῶν τὸ παράπαν κυρωθῆναι, κατατρίψας ἀγανακτεῖν τε προσεποιεῖτο, καὶ ἠξίου μῆνα ἄλλον πρὸς τὰς ἀπ' αὐτῶν δὴ νομοθεσίας ἐπεμβληθῆναι. τοῦτο δὲ ἐγίγνετο μὲν ὁσάκις γε καὶ καθῆκον ἦν, οὐ μέντοι καὶ ἐκεῖνο συνέβαινεν, ὥσπερ που καὶ αὐτὸς ἅτε ποντί[2]φιξ ὢν ἠπίστατο. ὅμως δ' οὖν δεῖν τε αὐτὸ γενέσθαι ἔλεγε, καὶ τοὺς συνιερέας ὅσον ἀπὸ βοῆς ἐξεβιάζετο· καὶ τέλος μὴ δυνηθεὶς αὐτοὺς πεῖσαι συγκαταθέσθαι οἱ, ὥσπερ οὐδὲ ἐβούλετο, οὐδ' ἄλλο τι διὰ τοῦτο ψηφισθῆναι ἐπέτρεψεν, ἀλλὰ καὶ ἐκ τοῦ φανεροῦ ἤδη [3] τὰ τοῦ Καίσαρος διαδικαιῶν, ἐπειδὴ μηδὲν κατ' αὐτοῦ δῆθεν ἠδυνήθη ποιῆσαι, πᾶν ὅ τι ποτὲ ἐνεδέχετο οὐ δεχθῆναι προΐσχετο, καὶ μάλισθ' ὅτι πάντας τοὺς τὰ ὅπλα ἔχοντας ταῦτά τε καταθέσθαι καὶ τὰ στρατόπεδα διαλῦσαι χρή, ἢ μηδ' ἐκεῖνον ψιλώσαντας αὐτῶν [4] ταῖς δυνάμεσι ταῖς τῶν ἀντιστασιωτῶν ἐκδοῦναι. ἔλεγε δὲ τοῦτο οὐχ ὅτι καὶ τὸν Καίσαρα ποιῆσαι αὐτὸ ἤθελεν, ἀλλ' ὅτι τὸν Πομπήιον εὖ ἠπίστατο μὴ πειθαρχήσοντα αὐτῷ· καὶ ἐκ τούτου καὶ ἐκείνῳ πρόφασις εὔλογος τοῦ μὴ διιέναι τοὺς στρατιώτας ἐδίδοτο.
[63]
[1] ὁ οὖν Πομπήιος ἐπεὶ μηδὲν ἄλλως πράττων ἤνυτε, πρός τε τὸ τραχὺ ἀπαρακαλύπτως ὥρμησε, καὶ ἐκ τοῦ προφανοῦς πάντα καὶ ἔλεγε καὶ ἐποίει κατὰ τοῦ Καίσαρος. οὐ μέντοι καὶ κατέπραξέ τι.
[2] ἄλλοι τε γὰρ ἐκείνῳ πολλοὶ καὶ Λούκιος Παῦλος ὁ τοῦ Μαρκέλλου συνάρχων, ὅ τε Πίσων ὁ Λούκιος ‹ὁ› πενθερὸς αὐτοῦ τιμητὴς ὢν συνηγωνίζοντο· καὶ γὰρ τιμηταὶ τὸν χρόνον τοῦτον ὅ τε Κλαύδιος [3] ‹ὁ› Ἄππιος καὶ ὁ Πίσων, καίτοι μὴ βουληθείς, ἐγένοντο. καὶ οὗτος μὲν διὰ τὴν συγγένειαν ὑπῆρχε τῷ Καίσαρι, ὁ δὲ δὴ Κλαύδιος ἠναντιοῦτο μὲν αὐτῷ (τὰ γὰρ τοῦ Πομπηίου ᾑρεῖτο), οὐκ ἐλάχιστα δὲ καὶ ἄκων ὠφέλησε· πλείστους γὰρ καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν διέγραψεν, ἐκβιασάμενος τὸν συνάρχοντα, κἀκ τούτου πάντας [4] αὐτοὺς τὰ τοῦ Καίσαρος φρονεῖν ἐποίησεν. ὁ γὰρ Πίσων οὔτ' ἄλλως πράγματ' ἔχειν ἐθέλων καὶ πρὸς τὴν τοῦ γαμβροῦ φιλίαν πολλοὺς θεραπεύων αὐτὸς μὲν οὐδὲν τοιοῦτον ἐποίησεν, ἐκείνῳ δὲ οὐκ ἀντέπραξε πάντας μὲν τοὺς ἐκ τῶν ἀπελευθέρων συχνοὺς δὲ καὶ τῶν πάνυ γενναίων, ἄλλους τε καὶ τὸν Κρίσπον τὸν Σαλούστιον [5] τὸν τὴν ἱστορίαν γράψαντα, ἀπελάσαντι ἐκ τοῦ συνεδρίου. τὸν μέντοι Κουρίωνα μελλήσαντα καὶ αὐτὸν ἀπαλειφθήσεσθαι ἐξῃτήσατο [64] [1] μετὰ τοῦ Παύλου, οὗπερ συγγενὴς ἦν· καὶ ὃς οὐ διήλλαξε μὲν αὐτὸν διὰ τοῦτο, τὴν μέντοι γνώμην ἣν περὶ αὐτοῦ εἶχεν ἐδημοσίευσεν ἐν τῷ βουλευτηρίῳ, ὥστε ἐκεῖνον ἀγανακτήσαντα τὴν ἐσθῆτα αὐτοῦ περιρρῆξαι. παραλαβὼν οὖν τοῦτον ὁ Μάρκελλος, καὶ νομίσας ἐπί τε τῷ Κουρίωνι καὶ δι' αὐτὸν καὶ ἐπὶ τῷ Καίσαρι δεινόν τι τὴν [2] γερουσίαν ψηφιεῖσθαι, γνώμας περὶ αὐτοῦ προέθηκεν. ὁ οὖν Κουρίων τὸ μὲν πρῶτον ἠναντιοῦτο μηδεμίαν περὶ αὑτοῦ γνώμην δοθῆναι· γνοὺς δὲ τὸ πολὺ τῶν βουλευτῶν τῶν τότε παρόντων τοὺς μὲν καὶ φρονοῦντας ὄντως τὰ τοῦ Καίσαρος τοὺς δὲ πάνυ αὐτὸν δεδιότας, [3] ἐπέτρεψέ σφισι διαγνῶναι, τοσοῦτον ὑπειπὼν ὅτι σύνοιδα μὲν ἐμαυτῷ τά τε ἄριστα καὶ τὰ συμφορώτατα τῇ πατρίδι πράττοντι, ὑμῖν μέντοι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν παραδίδωμι χρήσασθαι ὅ τι βούλεσθε. κατηγορήσας οὖν αὐτοῦ ὁ Μάρκελλος ὡς καὶ πάντως [4] ἁλωσομένου, ἔπειτ' ἐπειδὴ πρὸς τῶν πλειόνων ἀφείθη, δεινόν τε ἐποιήσατο καὶ ἐκπηδήσας ἐκ τοῦ συνεδρίου πρὸς τὸν Πομπήιον ἐν τῷ προαστείῳ ὄντα ἦλθε, καὶ τήν τε φυλακὴν αὐτῷ τῆς πόλεως καὶ δύο στρατόπεδα πολιτικὰ αὐτὸς καθ' ἑαυτόν, μηδενὸς ἐψηφισμένου, ἔδωκεν. οἱ δὲ δὴ στρατιῶται οὗτοι ὧδέ τε καὶ ἐπὶ τῷδε συνειλεγμένοι [65] [1] καὶ παρόντες τότε ἦσαν. ὁ Πομπήιος πρότερον μέν, ἕως ἔτι τὸν Καίσαρα διὰ φιλίας εἶχε, στράτευμα ἓν τῶν ἐκ τοῦ καταλόγου αὐτῷ στρατευομένῳ ἐδεδώκει, (οὔτε γὰρ οὗτος πόλεμόν τινα διεχείριζε, [2] καὶ ἐκείνῳ χρεία στρατιωτῶν ἐγένετο,) ἐπεὶ δὲ διηνέχθησαν, ἐθελήσας τοῦτό τε ἀπολαβεῖν παρ' αὐτοῦ καὶ ἔτι καὶ ἄλλο αὐτὸν προσαφελέσθαι ἐλογοποίησεν ὡς τοῦ Βιβούλου στρατιωτῶν πρὸς τοὺς Πάρθους δεομένου, καὶ ἵνα γε μὴ καινοὶ δή τινες κατάλογοι γένωνται (τό τε γὰρ πρᾶγμα κατεπείγειν καὶ περιουσίαν σφίσι στρατοπέδων εἶναι ἔλεγε), ψηφισθῆναι ἐποίησεν ὥστε ἑκάτερόν σφων, [3] ἑαυτόν τε καὶ τὸν Καίσαρα, ‹ἓν› δεῖν αὐτῷ πέμψαι. κἀκ τούτου τῶν μὲν συστρατευομένων οἱ οὐδένα ἀπέστειλε, τὸ δὲ δὴ στράτευμα ἐκεῖνο ὅπερ τῷ Καίσαρι ἐδεδώκει ἐκέλευσε τοῖς ἐπὶ τοῦτο ταχθεῖσιν αἰτῆσαι. καὶ οὕτω τῷ μὲν λόγῳ ἀμφότεροι, τὸ δ' ἀληθὲς ὁ Καῖσαρ [4] μόνος τὰ δύο ἔπεμψεν· ᾔδει μὲν γὰρ τὸ γιγνόμενον, ἐπειθάρχησε δὲ μὴ βουληθεὶς αἰτίαν ὡς καὶ ἀνηκουστηκὼς λαβεῖν, ἄλλως τε καὶ μέλλων ἐπὶ τῇ προφάσει ταύτῃ πολλῷ πλείους στρατιώτας ἀντικαταλέξειν.
[66]
[1] ταῦτα οὖν τὰ στρατόπεδα παρεσκευάσθη μὲν ὡς καὶ ἐπὶ τοὺς Πάρθους πεμφθησόμενα, ἐπεὶ δ' οὐδὲν αὐτῶν ἐδέησε (οὐδὲ γὰρ χρεία σφῶν ἦν), ὁ Μάρκελλος πρότερον μὲν φοβηθεὶς μὴ τῷ Καίσαρι ἀποδοθῇ, ἐν τῇ Ἰταλίᾳ δεῖν εἶναι ἔλεγεν, τότε δὲ τῷ Πομπηίῳ, [2] ὥσπερ εἶπον, ἐνεχείρισε. καὶ ἦν γὰρ ἐπ' ἐξόδῳ τοῦ ἔτους τὰ γιγνόμενα, καὶ ἔμελλεν οὐκ ἐπὶ πολύ, ἅτε μήτε τῇ βουλῇ μήτε τῷ δήμῳ δόξαντα, ἰσχύσειν, ἐπήγετο πρὸς τὸν Πομπήιον Κορνήλιόν τε Λέντουλον καὶ Γάιον Κλαύδιον τοὺς τῷ ὑστέρῳ ἔτει ὑπατεύσειν μέλλοντας, καὶ ἐποίησε καὶ ἐκείνους τὰ αὐτὰ προστάξαι· [3] ἐπειδὴ γὰρ καὶ γράμματα τοῖς ἀποδεδειγμένοις ἐς τὰς ἀρχὰς ἐκτιθέναι καὶ ἄλλα τινὰ τῶν τῇ ἡγεμονίᾳ σφῶν προσηκόντων, καὶ πρὶν ἐνίστασθαι αὐτήν, πράττειν ἔτι καὶ τότε ἐξῆν, καὶ τούτου κύριοι ἐνόμιζον εἶναι. καὶ ὅ γε Πομπήιος, καίπερ ἐς πάντα τἆλλα ἀκριβὴς ὤν, ὅμως οὐδὲν διὰ τὴν στρατιωτῶν χρείαν ἐπολυπραγμόνησεν, οὔτε ἀφ' ὧν οὔθ' ὅπως αὐτοὺς λαμβάνει, ἀλλὰ καὶ πάνυ ἄσμενός [4] σφας ἐδέξατο. οὐ μέντοι καὶ ἐπράχθη τι οἷον ἄν τις ἐπὶ τηλικούτῳ τολμήματι γεγενῆσθαι προσεδόκησεν, ἀλλὰ τὴν ἔχθραν μόνον τὴν πρὸς τὸν Καίσαρα ἐνδειξάμενοι αὐτοὶ μὲν οὐδὲν ἄλλο ἰσχυρὸν παρεσκευάσαντο, ἐκείνῳ δὲ καὶ ἐκ τούτου πρόφασιν εὔλογον ἐς ‹τὸ› [5] τὰ στρατόπεδα τὰ συνόντα οἱ κατασχεῖν παρέσχον. ὁ γὰρ Κουρίων ἐπί τε τούτοις πολλὴν ἐν τῷ πλήθει κατηγορίαν κατά τε τῶν ὑπάτων καὶ κατὰ τοῦ Πομπηίου ἐποιήσατο, καὶ ἐπειδὴ διῆρξε, πρὸς τὸν Καίσαρα εὐθὺς ἀφωρμήθη.