10337 698 0 0 18 0 II a. C. Tact. Polyaenus VIII Strategemata Woelfflin, E., Leipzig, Teubner, 1887 Rist. 1970, Stuttgart. 9

Polyaenus - Strategemata VIII

Τάδε ἔνεστιν ἐν τῷ ὀγδόῳ τῶν Πολυαίνου στρατηγημάτων.

[1] Ἀμούλιος ........... α

Νεμέτωρ ............ α

Ῥωμύλος ........... β

Νουμᾶς ............. α

Τύλλος ............. α

Ταρκυΐνιος ......... α

Κάμιλλος ........... β

Μούκιος ............ α

Σύλλας ............. β

Μάριος ............. γ

Μάρκελλος .......... α

Ἀτίλιος ........... α

Γάϊος .............. α

Φάβιος ............. δ

Κόϊντος ............ α

Σκιπίων ............ η

Κάτων .............. α

Δαῦνος ............. α

Τίτος .............. α

Γάϊος .............. α

Πεινάριος .......... α

Σερτώριος .......... α

Καῖσαρ ............. λγ

Σεβαστὸς ........... ζ

Ῥωμαῖοι ........... γ

[2] Σεμίραμις .......... α

Ῥοδογούνη ......... α

Τόμυρις ............ α

Νίτητις ............ α

Φιλῶτις ............ α

Κλοιλία ............ α

Πορκία ............. α

Τελέσιλλα .......... α

Χειλωνὶς ........... α

Πιερία ............. α

Πολυκρίτη .......... α

Λαμψάκη ............ α

Ἀρεταφίλα ......... α

Κάμμα .............. α

Τιμόκλεια .......... α

Ἐρυξὼ ............. α

Πυθόπολις .......... α

Χρυσάμη ............ α

Πολύκλεια .......... α

Λέαινα ............. α

Θεμιστὼ ............ α

Φερετίμα ........... α

Ἀξιοθέα ........... α

Ἀρχίδαμις ......... α

Λαοδίκη ............ α

[3] Θεανὼ .............. α

Δηϊδάμεια .......... α

Ἀρτεμισία ......... α

Μανία .............. α

Τιργαταὼ ........... α

Ἀμάγη ............. α

Ἀρσινόη ........... α

Κρατησίπολις ....... α

Ἱέρεια ............ α

Κύννα .............. α

Μύστα .............. α

[4] Ἐπίχαρις .......... α

Μιλησία ............ α

Μηλίαι ............. α

Φωκίδες ............ α

Χῖαι ............... α

Θάσιαι ............. α

Ἀργολίδες ......... α

Ἀκαρνανίδες ....... α

Κυρηναῖαι .......... α

Λάκαιναι ........... α

ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ.

[1]    Καὶ τόδε ὑμῖν ὄγδοον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων· ὥστε συντετελεσμένης τῆς συντάξεως, ἣν ὑπεσχόμην, εὔχομαι ὑμῖν [μὲν] μετὰ τῆς στρατηγικῆς ἀρετῆς τέλος ἀγαθὸν ἐν τοῖς πολέμοις γενέσθαι, ἐμαυτῷ δὲ ψῆφον παρ' ὑμῶν δικαίαν, ὅτι προαιρέσει βίου καὶ λόγου δικανικοῦ χρώμενος οὐκ ἀμελῶ συγγράφειν, ὅσα γένοιτ' ἂν ὠφέλιμα ὑμῖν τε αὐτοῖς καὶ τῇ Ῥωμαίων ἀρχῇ καὶ τοῖς Ἕλλησιν, ἤν τε πολεμῶμεν ἤν τε τὴν εἰρήνην ἄγωμεν. ἐν μὲν γὰρ πολέμῳ ταῦτά ἐστι νίκης γυμνάσματα, ἐν δὲ εἰρήνῃ γνώμης παιδεύματα, τὴν δόξαν ἀθάνατον παρὰ τῆς ὑμετέρας βασιλείας λαβόντα.

[1]

ΑΜΟΥΛΙΟΣ.

[1]    Ἀμούλιος καὶ Νεμέτωρ ἀδελφοί. νεώτερος Ἀμούλιος δυνάμει βιασάμενος βασιλεὺς Ἄλβης ἐγένετο. τὸν μὲν δὴ Νεμέτορα τὸν ἀδελφὸν ἐφρούρει, θυγατέρα δὲ αὐτοῦ Σιλουίαν, ἵνα μὴ παῖδες ἐξ αὐτῆς γένοιντο, τιμωροὶ τῆς Ἀμουλίου παρανομίας, ἀπέφηνεν ἱέρειαν τῆς Ἑστίας, ἐπειδὴ νόμος ταῖς Ἑστιάσιν ἀεὶ παρθενεύεσθαι.

[2]

ΝΕΜΕΤΩΡ.

[1]    Ῥέμος καὶ Ῥωμύλος Ἄρεως καὶ Σιλουΐας παῖδες ἐπέθεντο Ἀμουλίῳ. θόρυβος ἀπὸ τῆς ἄκρας ἐς τὴν πόλιν ἐφέρετο. Νεμέτωρ εἰδὼς τὰ δρώμενα πρὸς τοὺς πολίτας ἔφη 'πολεμίων ἔφοδος γέγονεν· Ἀμούλιος δὲ προδοὺς τὴν πόλιν πέφευγεν. ἀλλὰ ὁπλισάμενοι ἐς τὴν ἀγορὰν ἀθροιζώμεθα'. οἱ μὲν ὡπλίζοντο καὶ ἠθροίζοντο. Ῥέμος δὲ καὶ Ῥωμύλος ἀνελόντες Ἀμούλιον ἐξεπήδησαν τῆς ἄκρας καὶ τοῖς πολίταις ἠθροισμένοις ἀνήγγειλαν, οἵτινες ὄντες οἷα παθόντι τῷ πάππῳ δικαίως ἐτιμώρησαν. ὁ δὲ δῆμος ἐπαινέσας τὸ ἔργον Νεμέτορι τὴν βασιλεῖαν ἀπέδωκεν.

[3]

ΡΩΜΥΛΟΣ.

[1]    Ῥωμύλος Ῥωμαίων γυναῖκας οὐκ ἐχόντων ἐκήρυξεν ἀνὰ τὰς γείτονας πόλεις, ὡς ἑορτὴν ἄξοι δημοτελῆ Ποσειδῶνος Ἱππίου καὶ ἀγῶνας ἵππων ἐπὶ ἄθλοις μεγίστοις. πολλοὶ δὴ συνῆλθον ἐκ τῶν πόλεων ἐπὶ τὴν θέαν· πᾶν γένος ἀνδρῶν, γυναικῶν, παρθένων. Ῥωμύλος παράγγελμα ἔδωκεν, ἀπέχεσθαι μὲν ἀνδρῶν καὶ γυναικῶν, ἁρπάζειν δὲ μόνας παρθένους καὶ ταύτας οὐκ ἐς ὕβριν, ἀλλ' ἐς γάμον. οὗτος ὁ γάμος Ῥωμαίοις ἀρχὴ παιδοποιΐας ἐγένετο.

[2]    Ῥωμύλος τῆς Φιδηναίων πόλεως ἀποσχὼν δέκα που στάδια κατεστρατοπέδευσε. νύκτωρ δὲ τοῦ χάρακος ἐξαγαγὼν τὴν δύναμιν τοὺς ἡμίσεις τῶν λόχων εἰς μέτωπον καταστήσας, τοὺς δὲ λοιποὺς ὀρθίους ἐκτάξας καὶ τοῖς ἡγεμόσιν ἐν ἀπορρήτῳ παραγγείλας ἃ χρὴ πράττειν, αὐτὸς ὀλίγους ἔχων εὐζώνους πελέκεις φέροντας τοῖς τείχεσι προσῆλθεν κελεύσας τὴν ἄλλην δύναμιν ἐφεδρεύειν ἐγγύθεν. ἤδη δὲ ὑπαυγαζούσης ἕω προσέταξε τὰς πύλας ἐκκόπτειν. τῶν δὲ Φιδηναίων τῇ παραλόγῳ τόλμῃ ταραχθέντων καὶ τὰς πύλας ἀνοιξάντων καὶ τοῖς πολεμίοις ἐμπεσόντων ἀσυντάκτως Ῥωμαῖοι μὲν ὑπεχώρουν, Φιδηναῖοι δὲ τοὺς κατὰ μέτωπον ὁρῶντες, τοὺς δὲ ὄπισθεν οὐ βλέποντες, τῶν ὁρωμένων καταφρονοῦντες ἐνέκειντο σφοδρῶς τούτων οἰόμενοι κρατήσειν. ἐπεὶ δὲ περαιτέρω προῆλθον, οἱ μὲν ἡγεμόνες τοὺς ὀρθίους λόχους ταῖς κατὰ μέτωπον ὑπέταξαν καὶ συγκαθίσαι παρήγγειλαν, ὅπως ὑπὸ τῶν πολεμίων μὴ βλέποιντο. τούτων δὲ γενομένων οἱ μὲν κατὰ μέτωπον φυγόντες περιῆλθον τοὺς ὀρθίους λόχους καὶ ἀντιπρόσωποι τοῖς διώκουσιν ἐγένοντο, οἱ δὲ συγκαθήμενοι διαναστάντες μετὰ βοῆς ἐμβάλλουσι τοῖς πολεμίοις ἀκμῆτες κεκμηκόσι. μετὰ τούτων δὲ συμβάλλουσι καὶ οἱ πεφευγέναι δοκοῦντες, καὶ Φιδηναίους ἐς φυγὴν τραπομένους ἀνελόντες τῆς πόλεως αὐτῶν ἐκράτησαν.

[4]

ΝΟΥΜΑΣ.

[1]    Νουμᾶς Ῥωμαίους ἐκ πολέμου καὶ φόνου βουλόμενος μεταβαλεῖν ἐς εἰρήνην καὶ νόμους, ἀναχωρῶν τῆς πόλεως εἰς τέμενος ἱερὸν Νυμφῶν, ἐν τούτῳ μόνος διαιτώμενος ἐπὶ συχνὰς ἡμέρας ἐπανῄει παρὰ τῶν Νυμφῶν θεοπρόπια κομίζων, ἃ συνεβούλευεν ἡγεῖσθαι νόμους. τούτοις ἐπείθοντο Ῥωμαῖοι. ὅσαι μέχρι νῦν ἑορταὶ, θυσίαι, τελεταὶ, ἱερουργίαι, ταῦτα πάντα Νουμᾶς οἷα δὴ νόμους Νυμφῶν κατεστήσατο. δοκεῖν δὲ ἐμοὶ ζηλωτὴς ἐγένετο Μίνω καὶ Λυκούργου· καὶ γὰρ οὗτοι τοὺς νόμους, ὁ μὲν παρὰ Διὸς, ὁ δὲ παρὰ Ἀπόλλωνος μαθόντες ἢ μαθεῖν φάσκοντες ἔπεισαν αὐτοῖς χρῆσθαι, ὁ μὲν Κρῆτας, ὁ δὲ Λάκωνας.

[5]

ΤΥΛΛΟΣ.

[1]    Τύλλος ἦρχε Ῥωμαίων παρατασσομένων Φιδηναίοις· Ῥωμαίους προδόντες Ἀλβανοὶ τὸ λαιὸν κέρας λιπόντες ἐς τὰ ὄρη παρεχώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμὼν ἤγγειλε τὴν προδοσίαν. ὁ δὲ ἀνεβόησε μέγιστον· 'ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φύλαττε, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσόμενοι τοὺς πολεμίους ἐμοῦ προστάξαντος'. τοῦτ' ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύγειν ὥρμησαν ὑπ' Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.

[6]

ΤΑΡΚΥΙΝΙΟΣ.

[1]    Ταρκυΐνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ, μὴ δυνάμενος ἑλεῖν, τὸν νεώτατον τῶν παίδων Σέξστον πληγαῖς αἰκισάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκισμένον ἰδόντες ἐδέξαντο πολλὰ καὶ μεγάλα ἐπαγγειλάμενον κατὰ τοῦ πατρός· ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. ἐληΐζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέπετο, αἰχμαλώτους ἐλάμβανε, μάχας ἐνίκα πολλάς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπεφήναντο. ὁ δὲ ἄγγελον κρύφα πέμψας τὸν πατέρα ἤρετο, τί δρᾶν κελεύοι· Ταρκυΐνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον 'φράζε μου τῷ παιδὶ ταὐτὸ πράττειν'. ὁ μὲν ἤγγειλεν, ὁ δὲ Σέξστος τῶν Γαβίων τοὺς προέχοντας διαφθείρας, οὕτω μηχανησάμενος ἐρημίαν καὶ ἀσθένειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκε Ῥωμαίοις.

[7]

ΚΑΜΙΛΛΟΣ.

[1]    Κάμιλλος Φαλερίοις ἐπολέμει. τῶν Φαλερίων παίδων ὁ διδάσκαλος προαγαγὼν αὐτοὺς ἔξω τείχους ὡς γυμνασομένους παρέδωκε Ῥωμαίοις, Κάμιλλος δὲ ἀσεβῆ τὴν τοῦ διδασκάλου προδοσίαν ἡγησάμενος προσέταξεν ὀπίσω τὼ χεῖρε αὐτοῦ περιαχθῆναι καὶ δεθῆναι καὶ τοῖς παισὶν ἐπέτρεψεν ἀπάγειν τὸν προδότην ὡς τοὺς πατέρας. Φαλέριοι τὸν μὲν διδάσκαλον αἰκισάμενοι κατέφθειραν, τοῦ δὲ Καμίλλου θαυμάσαντες τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην σφᾶς αὐτοὺς ἄνευ μάχης παρέδωκαν· Κάμιλλος δὲ τοὺς πολλῷ χρόνῳ ἁλῶναι μὴ δυναμένους εὐσεβεῖ στρατηγήματι παρεστήσατο.

[2]    Κελτοὶ Βρέννου βασιλέως ἡγουμένου κατὰ κράτος τὴν Ῥώμην ἑλόντες ἑπτὰ μησὶ κατέσχον· Κάμιλλος τοὺς ἔξω τῆς πόλεως Ῥωμαίους συναγαγὼν ἐξήλασε Κελτοὺς καὶ τὴν πόλιν ἀνέστησε. πάλιν αὖ Κελτοὶ μετὰ τρία ἔτη καὶ δέκα εἰς τὴν Ῥώμην ἐμβαλεῖν τολμήσαντες ἐστρατοπεδεύσαντο περὶ τὸν Ἀνίωνα ποταμὸν ἐλάχιστον τῆς πόλεως ἀπέχοντα. Κάμιλλος αἱρεθεὶς πέμπτον δικτάτωρ καὶ τὴν στρατηγίαν ἀναλαβὼν πρὸς μὲν τὰς τῶν Κελτῶν μαχαίρας, αἷς καταφέροντες τὰς κεφαλὰς διέκοπτον, ἐκέλευσεν ἀντιχαλκεύσασθαι τὰ κράνη ὁλοσίδηρα καὶ λεῖα, ὅπως αἱ μάχαιραι ἀπολισθάνοιεν ἢ κατεάγνοιντο· τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμοσε λεπίδα χαλκῆν, τοῦ ξύλου τὰς πληγὰς μὴ στέγοντος. τοὺς δὲ στρατιώτας ἐδίδαξε τοῖς ξυστοῖς μακροῖς ἀπὸ χειρὸς χρῆσθαι καὶ τοῖς ξίφεσι τῶν πολεμίων σφᾶς αὐτοὺς ὑποβάλλοντας ἐκδέχεσθαι τὰς καταφοράς. ὅ τε γὰρ σίδηρος τῶν Κελτῶν μαλακὸς ὢν καὶ πονηρῶς ἐληλασμένος ἐκάμπτετο ταχέως, αἵ τε μάχαιραι αὐτῶν ἐδιπλοῦντο καὶ ἦσαν ἄχρηστοι πρὸς τὴν μάχην. οὕτως γέ τοι καὶ ῥᾳδίως ἡττηθέντες οἱ πλεῖστοι μὲν αὐτῶν ἔπιπτον, οἱ λοιποὶ δὲ φυγόντες ᾤχοντο.

[8]

ΜΟΥΚΙΟΣ.

[1]    Τυρρηνοὶ Ῥωμαίοις ἐπολέμουν. Τυρρηνῶν βασιλεὺς ἦν Πορσίνας, Ῥωμαίων ἦρχε Ποπλικόλας τρίτον ὑπατεύων. Μούκιος Ῥωμαῖος ἀνὴρ, ἄριστος τὰ πολεμικὰ, Πορσίναν βουλόμενος ἀνελεῖν ἐς τὸ Τυρρηνικὸν στρατόπεδον ἦλθεν, ἐσθῆτα ἔχων Τυρρηνίδα καὶ τῇ φωνῇ τυρρηνίζων· καὶ δὴ παρελθὼν ἐπὶ τὸ βῆμα, τὸν βασιλέα τὸν Πορσίναν οὐκ εἰδὼς ὅστις ἦν, ὃν ᾠήθη μάλιστα τῶν καθεζομένων ἐοικέναι βασιλεῖ καὶ δὴ τοῦτον ἔκτεινε σπασάμενος τὸ ξίφος. συλληφθεὶς ὡμολόγησεν ὅστις ἦν. Πορσίνας μὲν δὴ ἔθυεν ἐπὶ τῇ σωτηρίᾳ τοῖς θεοῖς, Μούκιος δὲ τῆς ἐσχάρας πῦρ ἐχούσης ὑπερέσχε τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς χειρὸς καιομένης εἱστήκει τῷ Πορσίνᾳ διαλεγόμενος φαιδρῷ καὶ ἀτρέπτῳ τῷ προσώπῳ. ὡς δὲ Πορσίνας τὴν ἀρετὴν ὑπερεθαύμαζε, Μούκιος 'μηδαμῶς' ἔφη 'θαυμάσῃς· τριακόσιοι Ῥωμαῖοι τὴν αὐτὴν ἐμοὶ καρτερίαν ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν παραφυλάσσοντες τῆς σῆς ἀναιρέσεως'. Πορσίνας πιστεύσας τοῖς λεγομένοις καὶ φοβηθεὶς τὸν πόλεμον πρὸς Ῥωμαίους διελύσατο.

[9]

ΣΥΛΛΑΣ.

[1]    Σύλλας ἐν τῷ συμμαχικῷ πολέμῳ τῶν [στρατιωτῶν αὐτοῦ] στρατηγικὸν ἄνδρα καὶ πρεσβευτὴν, Ἀλβῖνον, λίθοις καὶ ξύλοις διαχρησαμένων οὐκ ἐπεξῆλθεν, ἀλλὰ παρεῖδε τοὺς ἀποκτείναντας φάσκων ποιεῖν αὐτοὺς ἐν τούτῳ προθυμοτέρους ἐς τὸν πόλεμον ὡς ὀφείλοντας ὑπὲρ ἁμαρτήματος μεγάλου διὰ μεγάλης ἀνδραγαθίας ἀπολογήσασθαι. τοιγάρτοι καὶ ἐν ταῖς μάχαις πολλῷ γενναιότερον ἠγωνίσαντο, ὥστε καὶ λήθην ἐμποιῆσαι τῆς εἰς τὸν Ἀλβῖνον παρανομίας.

[2]    Σύλλας Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ περὶ Ὀρχομενὸν παρετάσσετο. ὁρῶν δὲ τοὺς Ῥωμαίους ἡττωμένους καὶ φεύγοντας αὐτὸς ἀποπηδήσας τοῦ ἵππου καὶ σημεῖον ἁρπάσας ὠθεῖτο διὰ τῶν φευγόντων ἐς τοὺς πολεμίους βοῶν 'ἐμοὶ μὲν ἐνταῦθα καλὸν, ὦ Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις, ποῦ προδεδώκατε Σύλλαν, μέμνησθε φράζειν ἐν Ὀρχομενῷ'. τοῦτον τὸν λόγον Ῥωμαῖοι καταιδεσθέντες ἀνέστρεψαν καὶ προθύμως ἐμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους.

[10]

ΜΑΡΙΟΣ.

[1]    Μάριος Κιμβρίων καὶ Τευτόνων ἐς τὴν Ἰταλίαν ἐμβαλόντων, ἀγρίων ἀνθρώπων, μεγάλων, τὰς ὄψεις ἀλλοκότων, θηριώδη τὴν φωνὴν ἐχόντων, ἐπὶ πλεῖστον ὅσον οὐ συνέβαλεν ἐς μάχην, ἀλλὰ ἐκώλυσε τοὺς στρατιώτας τοῦ χάρακος προϊόντας ἐμβάλλειν, πόρρωθεν [δ'] ἱσταμένους, ὁρῶντας τοὺς πολεμίους εἴθιζε τῆς μορφῆς αὐτῶν ἀνέχεσθαι καὶ τὴν φωνὴν ὑπομένειν καὶ τὴν ὄψιν χειροήθη ποιεῖσθαι. οὕτως ἄρα οἱ στρατιῶται τὸ θάμβος τῶν βαρβάρων ἐκλύσαντες κατεφρόνησαν αὐτῶν καὶ τὸν Μάριον αὐτοὶ παρεκάλουν ἐξάγειν αὐτοὺς ἐπὶ τὴν μάχην· καὶ δὴ συμβαλόντες δέκα μυριάσι τῶν πολεμίων τοὺς μὲν ἔκτειναν, τοὺς δὲ ζῶντας ἔλαβον.

[2]    Μάριος Τεύτοσι καὶ Κιμβρίοις μέλλων συμβάλλειν ἐν ὑπωρείαις ἀνωμάλοις Μάρκελλον διὰ νυκτὸς ἐκέλευσε τρισχιλίους ὁπλίτας ἄγοντα δι' ἀβάτων ὁρῶν περιελθόντα κατὰ νώτου τῶν πολεμίων γενέσθαι. ἐπεὶ δὲ συνέβαλε, παράγγελμα τοῖς στρατιώταις ἔδωκεν, ἐκ τῶν ἀνωμάλων ἠρέμα ὑποβαίνειν ἐς τὸ πεδίον, ὅπως οἱ πολέμιοι φεύγειν αὐτοὺς οἰόμενοι διώκειν ἐγχειροῖεν καὶ οὕτως ἐς τὸ ὁμαλὸν κατέλθοιεν. ὡς δὲ κατῆλθον, κατὰ προσώπου μὲν οἱ περὶ τὸν Μάριον, κατὰ νώτου δὲ οἱ περὶ τὸν Μάρκελλον συρρήξαντες κατέκοψαν τοὺς πολεμίους καὶ νίκην λαμπροτάτην ἐνίκησαν.

[3]    Μάριος Κιμβρίοις συμβαλὼν ἀπὸ χειμερίων τόπων ὡρμημένοις ἠπίστατο κρύος μὲν καὶ χιόνα φέρειν δυναμένους, καῦμα δὲ καὶ ἥλιον οὐδαμῶς. ἦν μὲν δὴ μὴν Αὔγουστος. Μάριος δὲ κατὰ νώτου τῶν πολεμίων προκατελάβετο τῆς μάχης τὸν τόπον. οἱ βάρβαροι δὲ ἐπιστραφέντες, κατὰ προσώπου τὸν ἥλιον ἔχοντες, ἀντιλάμπουσαν τὴν αὐγὴν οὐ φέροντες, ὑπὸ τοῦ θάλπους ἱδρῶτα πολὺν μετὰ ἄσθματος ἀφιέντες τοὺς μὲν θυρεοὺς προεβάλοντο πρὸ τῶν προσώπων τὴν ἀκμὴν τοῦ ἡλίου μὴ φέροντες, τὰ δὲ σώματα αὐτῶν γυμνούμενα τιτρώσκοντες οἱ Ῥωμαῖοι κατέκοψαν. πίπτουσι τῶν βαρβάρων δωδεκάκις μύριοι, ἁλίσκονται ζῶντες ἑξάκις μύριοι.

[11]

ΜΑΡΚΕΛΛΟΣ.

[1]    Μάρκελλος Συρακούσας πολιορκῶν ὑπὸ τῶν τοῦ Ἀρχιμήδου μηχανημάτων ἡσσώμενος προσβάλλειν μὲν οὐκέτι τοῖς τείχεσιν ἐθάρσει, χρόνῳ δὲ τὴν πολιορκίαν ἐπέτρεψε. καὶ δὴ μετὰ πολὺ Δάμιππον Σπαρτιάτην Συρακουσῶν ἐκπλέοντα ἑλὼν αἰχμάλωτον ἔμαθε παρὰ τούτου πύργον εἶναι τοῦ τείχους φυλασσόμενον ἀμελῶς, δυνάμενον ἄνδρας δέξασθαι συχνοὺς, τοῦ τείχους ἐπιβατοῦ ὄντος. πρὸς δὴ τὸ ὕψος αὐτοῦ συμμέτρους κλίμακας κατασκευάσας Μάρκελλος, Συρακουσίων ἑορτὴν ἀγόντων Ἀρτέμιδι καὶ περὶ μέθην καὶ παιδιὰν ἐχόντων, τόν τε πύργον κατέσχε καὶ κύκλῳ τὸ τεῖχος ὅπλων ἐπλήρωσε καὶ πρὸ τῆς ἕω τὰ Ἑξάπυλα διακόψας κατέσχε τὴν πόλιν. οἱ μὲν στρατιῶται γενναίως ἀγωνισάμενοι τῆς πόλεως ἁρπαγὴν ᾐτήσαντο· οὐ μὴν ἔδωκε Μάρκελλος, ὅτι μὴ ἀπὸ μόνων ἀνδραπόδων καὶ χρημάτων ὠφελεῖσθαι, τῶν δὲ ἱερῶν καὶ τῶν ἐλευθέρων σωμάτων ἀπέχεσθαι προσέταξεν.

[12]

ΑΤΙΛΙΟΣ.

[1]    Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, ἢν ἀφεθῇ, πεῖσαι ἂν τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφικόμενος ἐς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον τότε δὴ καὶ μᾶλλον πολεμεῖν Καρχηδονίοις ὡς ἀπαγορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι προηγόρευσε. τῆς δὲ συγκλήτου παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγκαις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν, οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγγειλεν αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ καθείρξαντες αὐτὸν εἰς γαλεάγραν, αἰκίσαντες χρόνῳ μακρῷ, βασανίσαντες ἔκτειναν.

[13]

ΓΑΙΟΣ.

[1]    Γάϊος παράγγελμα ἔδωκε τοῖς ἐν τῷ στρατοπέδῳ μένειν ἐπὶ τῶν ὅπλων. ἐπεὶ δὲ ὥρᾳ θέρους υἱὸς αὐτοῦ τὸν ἵππον διψῶντα ἤγαγεν ἐπὶ ποταμὸν παραρρέοντα, προσέταξεν ἀφελεῖν αὐτοῦ τὴν κεφαλὴν ὡς οὐ πεισθέντος τῷ παραγγέλματι. τούτῳ τῷ ἔργῳ τοὺς στρατιώτας ἐδίδαξε μηδέποτε παρακοῦσαι παραγγέλματος.

[14]

ΦΑΒΙΟΣ.

[1]    Φάβιος ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ μὴ παρατασσόμενος κακῶς ἤκουεν ἐν τῇ συγκλήτῳ. τοῦ δὲ υἱοῦ παρακαλοῦντος ἀποτρίψασθαι τὴν ἀδοξίαν, ἐπέδειξεν αὐτῷ μέρος ἕκαστον τῆς φάλαγγος. ἐνίων δὲ οὐκ ἐρρωμένως ἐχόντων 'ὁρᾷς' ἔφη 'ὡς οὐ καλὸν συμβαλόντας ἀποκυβεῦσαι περὶ τῶν ὅλων· πολλάκις γὰρ ὅλη μὲν ἡ φάλαγξ οὐκ εἴληφεν ἀγῶνος πεῖραν, κατὰ μέρος δὲ τὸν ἔμπειρον οὐκ ἔλαθεν ἡττᾶσθαι δυναμένη. τοιγάρτοι συμβουλεύω μὴ συμβαλεῖν, ἀλλ' ἕπεσθαι τὰς ὑπωρείας κατέχοντα καὶ τὰς πόλεις ἀφιστάντα'. ταῦτα λέγων καὶ πράσσων ἐν μὲν τῷ παραυτίκα ἐνομίσθη δειλὸς, ὕστερον δὲ ἄλλων πολλὰς δυνάμεις ἀπολλύντων πάλιν οἱ Ῥωμαῖοι κατέφυγον ἐπὶ Φάβιον καὶ τὴν αὐτοῦ στρατηγίαν, ὥστε καὶ δικτάτωρ ἀπεδείχθη καὶ Μάξιμος ἀνηγορεύθη· τοῦτο δ' ἂν εἴη Μέγιστος.

[2]    Φάβιος ἐπεκλήθη Μέγιστος, Σκιπίων Μέγας· ἐζηλοτύπει τῆς δόξης ὁ Σκιπίων τὸν Φάβιον, ὥστε καὶ ἤρετο· 'τί δή ποτε σὺ μὲν διατηρήσας μόνον τὰ στρατόπεδα κληΐζῃ Μέγιστος, ἐγὼ δὲ Μέγας ὁ συμβαλὼν κατὰ στόμα καὶ νικήσας Ἀννίβαν;' Φάβιος ἔφη 'ἀλλ' εἰ μὴ ἐγώ σοι διεφύλαξα τοὺς στρατιώτας, οὐκ ἂν ἔσχες μεθ' ὧν μαχόμενος νικήσεις'.

[3]    Φάβιος εἷλε τὴν Ταραντίνων πόλιν Ἀννίβου συμμαχοῦντος αὐτοῖς δόλῳ καὶ τέχνῃ. στρατιώτης Ταραντῖνος ἦν παρὰ Φαβίῳ. τούτου τῆς ἀδελφῆς καλῆς οὔσης ἐν Τάραντι Βρέττιος ἤρα ἀνὴρ ὑπὸ Ἀννίβου τὰ τείχη φυλάττειν πεπιστευμένος. τοῦτο μαθὼν Φάβιος τὸν Ταραντῖνον στρατιώτην ἐσέπεμψε πρὸς τὴν ἀδελφήν. ὁ δὲ δι' αὐτῆς τὸν Βρέττιον φίλον ποιησάμενος ἔπεισε τὰ Ῥωμαίων φρονεῖν, ὥστε καὶ συνθέμενος ὁ Βρέττιος ἔδειξε, καθ' ὃ μέρος χρὴ προσβαλεῖν τοῖς τείχεσι. Φάβιος κλίμακας προσθεὶς ἐπαναβὰς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. ἐπὶ τούτῳ μάλιστα πάντων ἐθαυμάσθη στρατηγήματι κρατήσας Ἀννίβου τοῦ τέχναις καὶ δόλοις τὰ πλεῖστα νικῶντος.

[15]

ΚΟΙΝΤΟΣ.

[1]    Κόιντος Φάβιος τὸν υἱὸν αἱρεθῆναι στρατηγὸν βουλόμενος αὐτὸς ἤδη γεγηρακὼς ἐδεῖτο Ῥωμαίων μηδαμῶς αὐτῷ δοῦναι τὴν ἀρχὴν, ἵνα μὴ ἀναγκάζοιτο συναποδημεῖν ἐπὶ τὸν πόλεμον ἐν γήρᾳ μακρῷ· οἱ δὲ νομίσαντες ἄμεινον ἕξειν τὰ τῆς πόλεως τούτου παρόντος ἐψηφίσαντο τὸν νεανίσκον ἄρχοντα. ὁ δὲ Φάβιος οὐ συναπεδήμησεν, ἵνα μὴ παρέληται τὸν υἱὸν τὴν δόξαν τῆς ἀρχῆς.

[16]

ΣΚΙΠΙΩΝ.

[1]    Σκιπίων ἐν Ἰβηρίᾳ μαθὼν, ὡς τὸ τῶν πολεμίων στρατόπεδον ἄσιτον ἀφίκοιτο ἐς τὴν μάχην, ἐμήκυνεν ἐξάγων καὶ παρατάσσων τὴν αὑτοῦ φάλαγγα. ἀμφὶ δὲ ὥραν ἑβδόμην πιεζομένοις ἤδη λιμῷ καὶ δίψει συμβαλὼν ῥᾳδίως ἐκράτησεν.

[2]    Σκιπίων τοῦ στρατοπέδου τὰς πόρνας ἐξήλασε κελεύσας ἐς πόλιν ἀπιέναι πανηγυρίζουσαν. προσέταξε δὲ ἀποπέμψασθαι κλίνας, τραπέζας, ἐκπώματα καὶ σκεύη πάντα πλὴν χύτρας καὶ ὀβελίσκου καὶ ποτηρίου, ἀργυροῦν δὲ ἔκπωμα μὴ ἔχειν πλέον δικοτύλου, καὶ λούεσθαι μηδένα, τῶν δὲ ἀλειφομένων ἕκαστον τρίβειν ἑαυτόν, τὰ γὰρ ὑποζύγια δεῖσθαι τῶν τριβόντων· ἀριστᾶν δὲ ὀρθοὺς ἄπυρον ὄψον, δειπνοῦντας δὲ προσφέρεσθαι καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· ἱματίῳ δὲ χρῆσθαι σισύρᾳ Γαλατικῇ. καὶ πρῶτος ἐνεπορπήσατο σισύραν μέλαιναν, τοῖς δὲ στρατηγοῖς ἐπὶ στιβάδος ἀνακείμενος ἑωρᾶτο φάσκων πενθεῖν τὴν τοῦ στρατεύματος ἀσωτίαν καὶ μαλακίαν.

[3]    Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα 'θλίβεσθαί μοι δοκεῖς' εἶπεν 'ὦ συστρατιῶτα'. τοῦ δὲ 'καὶ πάνυ' φήσαντος, 'εἰκότως' ἐν γὰρ τῷ ξύλῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ.'

[4]    Σκιπίων στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ θυρεῷ κεκοσμημένῳ 'αἰσχρὸν' ἔφη 'Ῥωμαῖον ἄνδρα τῇ ἀριστερᾷ χειρὶ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύειν'.

[5]    Σκιπίων ὑπὸ τοῦ δήμου θορυβούμενος 'ἐμὲ' ἔφη 'οὐδὲ στρατιωτῶν ἐνόπλων ἀλαλαγμὸς ἐξέπληξεν, οὔτι γε συγκλύδων ἀνθρώπων θόρυβος, ὧν οἶδά γε τὴν Ἰταλίαν μητρυιὰν, οὐ μητέρα'. τούτῳ τῷ λόγῳ συνεστάλησαν καὶ τοῦ θορυβεῖν ἐπαύσαντο.

[6]    Σκιπίων δορυάλωτον λαβὼν ἐν Ἰβηρίᾳ πόλιν Οἴνυσσαν, ὡς οἱ λαφυραγωγοὶ παρθένον ἤγαγον κάλλους ὑπερφυῶς ἔχουσαν, τὸν πατέρα αὐτῆς ἀναζητήσας ἐχαρίσατο αὐτῷ τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκομίσαντες, ὁ δὲ καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι γυναῖκες τῶν εὖ γεγονότων ἢ θυγατέρες ἢ παῖδες ὥραν ἔχοντες ἑάλωσαν, τούτοις ἐπέστησε δύο Ῥωμαίων σωφρονεστάτους ἐκ τῶν πρεσβυτέρων, οἳ θεραπευτῆρες καὶ χορηγίαν ἔνεμον τοῖς αἰχμαλώτοις κατὰ τὴν ἀξίαν αὐτῶν. Σκιπίωνος ἡ σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας καὶ συμμάχους ἑκούσας ἐποίησεν.

[7]    Σκιπίων Σόφακα τὸν Μασαισυλίων βασιλέα σύμμαχον ποιησάμενος διέβαλεν εἰς Σικελίαν. Ἀσδρούβας θυγατέρα παρθένον ἔχων, θαυμαστὴν τὸ κάλλος, ἐκδώσειν ὑπέσχετο τῷ Σόφακι τῆς Ῥωμαίων συμμαχίας ἀποστάντι. ὁ δὲ γήμας τὴν κόρην προσέθετο Καρχηδονίοις καὶ παραχρῆμα ἐπέστειλε Σκιπίωνι ἀπαγορεύων ἐπιβῆναι Λιβύης. Σκιπίων εἰδὼς Ῥωμαίους ἐπὶ τῇ Σόφακος συμμαχίᾳ μέγα φρονοῦντας, εἰ δὲ μάθοιεν προστεθειμένον τοῖς πολεμίοις οὐκ ἂν τολμήσαντας εἰς Λιβύην διαβαίνειν, ἐκκλησίαν αὐτῶν συναγαγὼν ἐς τοὐναντίον μετεποίησε τὰ γράμματα τοῦ Σόφακος ὡς καλοῦντος Ῥωμαίους ἐπὶ τὴν Λιβύην καὶ ὡς θαυμάζοντος, ὅτι καὶ νῦν βραδύνοιεν, καὶ ὡς δέον μὴ ἐκλύειν αὐτοῦ τὴν ἀκμὴν τῆς συμμαχίας. τοιαῦτα εἰπὼν ὁρμὴν καὶ θάρσος τοῖς Ῥωμαίοις ἐνεποίησεν· οἱ δὲ εὐθὺς ἡμέραν ᾔτησαν, καθ' ἣν διαπλεῦσαι προσήκοι.

[8]    Σκιπίων κατασκόπους Καρχηδονίων τρεῖς συλληφθέντας, νόμου Ῥωμαίων κελεύοντος πολεμίων κατασκόπους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησε, προσέταξε δ' αὐτοῖς περιελθεῖν τὴν στρατιὰν ἅπασαν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκοντίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ ὅπλα ἐπισκευάζοντας, τοὺς δὲ ξίφη ἀκονῶντας πάλιν ἤχθησαν ἐπὶ τὸν Σκιπίωνα. ὁ δὲ δοὺς ἄριστον αὐτοῖς 'ἀπαγγείλατε', εἶπεν, 'ἃ τεθέασθε πρὸς τὸν πέμψαντα ὑμᾶς'. οἱ δὲ ἐπανελθόντες τῷ τε Ἀννίβᾳ καὶ τοῖς ἄλλοις Καρχηδονίοις ταῦτα ἀπαγγείλαντες ἐξέπληξαν αὐτοὺς καὶ τῇ Ῥωμαίων παρασκευῇ καὶ τῇ Σκιπίωνος μεγαλοψυχίᾳ.

[17]

ΠΟΡΚΙΟΣ.

[1]    Πόρκιος Κάτων ἐνέβαλεν εἰς τὴν Ἰβήρων· ἐκ δὲ τῶν πόλεων ἁπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντας αὐτῷ τε καὶ Ῥωμαίοις. ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκε κελεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπανῆλθον, ἀνέγνωσαν τὰ γεγραμμένα 'κατασκάψατε τὰ τείχη σήμερον'. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμψασθαι, φοβούμενοι δὲ ἕκαστοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, οὕτως ὁμοῦ πάντες Ἴβηρες τὰ τείχη κατέσκαψαν ἡμέρᾳ μιᾷ.

[18]

ΔΑΥΝΟΣ.

[1]    Δαῦνος Διομήδους ἐν Ἰταλίᾳ τελευτήσαντος ἐπιτάφιον ἀγῶνα ποιῶν πρώτῃ μὲν ἡμέρᾳ τῶν Ἑλλήνων ὡπλισμένων πομπὴν ἔπεμψε, δευτέρᾳ δὲ τῶν βαρβάρων· καὶ δὴ συνέταξε τοῖς βαρβάροις χρήσασθαι παρὰ τῶν Ἑλλήνων τὰ ὅπλα. οἱ δὲ χρήσαντες ὑπὸ τῶν βαρβάρων τοῖς ἰδίοις ὅπλοις ἀπώλοντο.

[19]

ΤΙΤΟΣ.

[1]    Τίτον αἰχμάλωτον λαβὼν Κλεώνυμος λύτρα ἐπράττετο δύο πόλεις, Ἐπίδαμνον καὶ Ἀπολλωνίαν· ὁ τοῦ Τίτου πατὴρ οὐκ ἔδωκεν, ἀλλὰ σώζειν αὐτὸν ἐκέλευσε. Τίτος εἴδωλον αὑτοῦ κατασκευάσας καθεύδοντος ἐν τῷ οἴκῳ κατέθηκε καὶ αὐτὸς μὲν ἐπιβὰς ἀκατίου λαθὼν ἔφυγεν, οἱ δὲ φύλακες τὸ εἴδωλον ἐφύλαττον.

[20]

ΓΑΙΟΣ.

[1]    Γάϊος περὶ τὴν Τυνδαρίδα Καρχηδονίων ἐφορμούντων ὀγδοήκοντα ναυσὶν, αὐτὸς ἔχων διακοσίας τριήρεις, ἐπειδὴ οἱ πολέμιοι διὰ τὸ πλῆθος τῶν νεῶν οὐκ ἀντανήγοντο, τῶν ἑκατὸν τοὺς ἱστοὺς καταθέμενος, τῶν λοιπῶν ἐκπετάσας τὰ ἱστία καὶ διὰ τούτων ἀποκρυπτόμενος τὰς ἄλλας κάλοις ἐξηρτημένας ἐπέπλευσεν. οἱ δὲ Καρχηδόνιοι νομίσαντες ἴσας εἶναι τὰς ναῦς τῷ πλήθει τῶν φαινομένων ἱστίων θαρρήσαντες πρὸς τὸν κίνδυνον ὥρμησαν· Γάϊος πολλαῖς πρὸς ὀλίγας ἀγωνισάμενος ῥᾳδίως ἐνίκησεν.

[21]

ΠΕΙΝΑΡΙΟΣ.

[1]    Πεινάριος φρούραρχος Ἐνναίων ἀποστάντων τῆς Ῥωμαίων συμμαχίας καὶ τὰς κλεῖς τῶν πυλῶν ἀπαιτούντων 'ἐὰν ὁ δῆμος ἅπας' ἔφη 'αὔριον εἰς ἐκκλησίαν συνελθὼν τοῦτο ψηφίσηται, πεισθήσομαι τῷ ψηφίσματι'. οἱ μὲν τῆς ὑστεραίας ἐς τὸ θέατρον συνελέγησαν, ὁ δὲ νύκτωρ ὑπὸ τὴν ἀκρόπολιν πολλοὺς στρατιώτας ἐφεδρεύειν ἔταξεν ὑπερδεξίους, ἄλλους δὲ περιστῆναι τὸ θέατρον καὶ τὰς διόδους, παραφυλάττοντας τὸ σημανθησόμενον. οἱ μὲν Ἐνναῖοι συνελθόντες τὴν ἀπόστασιν ἐψηφίζοντο· τοῦ δὲ φρουράρχου σημήναντος οἱ στρατιῶται οἱ μὲν ἄνωθεν ἀφιέντες τὰ βέλη, οἱ δὲ κατὰ τὰς διόδους προσπεσόντες καὶ σπασάμενοι τὰς μαχαίρας τὸν δῆμον κατέκοψαν, ὥστε σωρηδὸν ἐπ' ἀλλήλοις ἔπιπτον ἅπαντες πλὴν ὀλίγων, ὅσοι κατὰ τῶν τειχῶν αὑτοὺς καθῆκαν ἢ δι' ὑπονόμων ἔλαθον ἐκπεσόντες.

[22]

ΣΕΡΤΩΡΙΟΣ.

[1]    Σερτώριος, ἐν Ἰβηρίᾳ νεβρὸν ἐλάφου λευκῆς παρὰ κυνηγῶν δῶρον λαβὼν ἔθρεψε καὶ τιθασσὸν ἐποίησεν, ὥστε προϊόντι μὲν εἵπετο, ἐπὶ τὸ βῆμα δὲ ἀναβαίνοντι συνανέβαινεν καὶ δικάζοντι τὸ στόμα προσέφερεν. ἔπεισε δὴ τοὺς βαρβάρους, ὡς ἄρα τὸ ζῷον ἱερὸν Ἀρτέμιδος, καὶ ἡ θεὸς δι' αὐτοῦ προλέγοι πάντα αὐτῷ τὰ μέλλοντα καὶ σύμμαχος ἐν τοῖς πολέμοις γίγνοιτο. ὅσα γε μὴν ὑπὸ κατασκόπων ἀπόρρητα ἠγγέλλετο ἀποκρυπτόμενος αὐτοὺς προέλεγεν ὡς διὰ τῆς νεβροῦ μανθάνων παρὰ τῆς θεοῦ, πολεμίων ἐφόδους, ἐνέδρας, αἰφνιδίους καταδρομάς· τούτων ἄγγελον ἔφασκεν ἔχειν τὴν νεβρόν. ὅσαι δὲ καὶ νίκαι πολέμων ἠλπίζοντο, καὶ ταῦτα διὰ τῆς νεβροῦ μανθάνειν παρὰ τῆς θεοῦ φάσκων ἐξέπλησσε τοὺς βαρβάρους καὶ προσεκυνεῖτο, καὶ πάντες αὐτῷ προσέφευγον ὡς δαιμονιωτέραν ἰσχὺν ἔχοντι.

[23]

ΚΑΙΣΑΡ.

[1]    Καῖσαρ ὡς Νικομήδη πλέων περὶ Μαλέαν ὑπὸ λῃστῶν ἥλω Κιλίκων. οἱ μὲν ᾔτησαν λύτρα μεγάλα, ὁ δὲ τὰ διπλάσια ἐπηγγείλατο. κατέσχον ἐς Μίλητον καὶ τειχῶν ἔξω προσωρμίσαντο. Καῖσαρ Ἐπικράτη Μιλήσιον οἰκέτην πέμπει πρὸς Μιλησίους παρακαλῶν χρήματα ἐπιδανεῖσαι· οἱ δὲ παραχρῆμα ἔπεμψαν. Ἐπικράτης ἐντολὴν ἔχων παρὰ Καίσαρος μετὰ τῶν χρημάτων παρασκευὴν εὐωχίας μεγάλης κομίζει καὶ ὑδρίαν πλήρη ξιφῶν καὶ οἶνον μανδραγόρᾳ κεκερασμένον. Καῖσαρ διπλᾶ τὰ λύτρα τοῖς λῃσταῖς ἀπαριθμήσας προὔθηκεν αὐτοῖς τὴν εὐωχίαν, οἱ δὲ ὑπερχαίροντες τῷ πλήθει τῶν χρημάτων ὥρμησαν ἀνέδην εὐωχεῖσθαι καὶ τὸν οἶνον πεφαρμακωμένον πιόντες ἀπεκοιμήθησαν. Καῖσαρ καθεύδοντας ἀναιρεθῆναι κελεύσας παραυτίκα τοῖς Μιλησίοις ἀπέδωκε τὰ χρήματα.

[2]    Καῖσαρ ἐν Γαλατίᾳ προσῄει ταῖς Ἄλπεσιν. ἠγγέλη στρατόπεδα τῶν ὀρείων βαρβάρων τὰς παρόδους φυλάττειν. ὁ δὲ τὴν φύσιν τῶν Ἄλπεων παρεφύλαξε. τοῦ ὄρους κάτω ποταμοὶ πολλοὶ διαρρέουσι καὶ πολλὰ ἕλη βαθύνεται· ἀπὸ τούτων ὁμίχλη ἐξαίρεται πολλὴ (καὶ ἅμα αὐγῆς) ἀρχομένης ἕω. κατὰ τήνδε τὴν ὥραν Καῖσαρ μέρος ἥμισυ τῆς στρατιᾶς ἀγαγὼν κύκλῳ τὸ ὄρος περιήρχετο. οἱ μὲν δὴ βάρβαροι τῆς ὁμίχλης ἐπισκοτούσης οὐδὲν ὁρῶντες ἡσύχαζον, ὁ δὲ ὑπὲρ κορυφῆς τῶν πολεμίων γενόμενος ἠλάλαξεν. οἱ δὲ ἡμίσεις κάτωθεν ἀντηλάλαξαν, καὶ τὰ ὄρη πανταχόθεν συνεπηχήσαντα ἀμήχανον δεῖμα ἐνέβαλε τοῖς βαρβάροις. οἱ μὲν αὐτίκα φεύγοντες ᾤχοντο· Καῖσαρ ἀμαχεὶ τὰς Ἄλπεις ὑπερέβαλεν.

[3]    Καῖσαρ Ἑλουηττίοις ἐπολέμει. οὗτοι μοῖρα Γαλατῶν· καὶ Ῥωμαίοις ἐπῄεσαν τριάκοντα μυριάδες, ὧν εἴκοσι τὸ μάχιμον ἦσαν. Καῖσαρ ἀεὶ μίαν ἡμέραν ὑπανεχώρει· οἱ βάρβαροι ταύτῃ καὶ πλέον θαρροῦντες ἐδίωκον. ἐπεὶ δὲ ποταμὸν Ῥοδανὸν διαβαίνειν ἔμελλον, οὐ πρὸ πολλοῦ ὁ Καῖσαρ ἐστρατοπεδεύσατο. τῶν δὲ βαρβάρων τραχὺν ποταμὸν σὺν πόνῳ πολλῷ διαβάντων οὐ πάντων, ἀλλὰ τρισμυρίων, τῆς ὑστεραίας τῶν λοιπῶν διαβαίνειν μελλόντων, οἱ μὲν διαβάντες παρὰ ταῖς ὄχθαις ἀνεπαύοντο κεκμηκότες, Καῖσαρ δὲ νύκτωρ ἐπιφανεὶς κατέκοψε πάντας ἀναχωρῆσαι διὰ τὸν ποταμὸν οὐκ ἔχοντας.

[4]    Καῖσαρ Γερμανῶν ἐπιόντων οὐ θαρρῶν συνάψαι μάχην, ὁπότε ἔγνω τοὺς παρ' αὐτοῖς μάντεις προειρηκότας πρὸ νέας σελήνης ἀπέχεσθαι μάχης, τότε τὴν αὑτοῦ στρατιὰν ἐπήγαγεν ὡς ἀθυμότερον διὰ τὴν μαντείαν μαχουμένοις. καὶ δὴ ἀρίστῳ καιρῷ χρησάμενος λαμπρῶς Γερμανοὺς ἐνίκησεν.

[5]    Καῖσαρ ἐν Βρεττανίᾳ ποταμὸν μέγαν ἐπεχείρει περαιοῦσθαι. βασιλεὺς Βρεττανῶν Κασοελλαῦνος ἀνεῖργε μετὰ πολλῶν ἱππέων καὶ ἁρμάτων· Καίσαρι μέγιστος ἐλέφας εἵπετο, ζῷον Βρεττανοῖς οὐχ ἑωραμένον. τοῦτον σιδηραῖς φολίσιν ὀχυρώσας καὶ πύργον ἐπ' αὐτοῦ μέγαν ὑψώσας καὶ τοξότας καὶ σφενδονήτας ἐπιστήσας ἐκέλευσεν ἐς τὸ ῥεῦμα ἐμβαίνειν· Βρεττανοὶ δὲ ἐξεπλάγησαν ἀόρατον καὶ ὑπερφυὲς θηρίον ἰδόντες. περὶ γὰρ τῶν ἵππων τί χρὴ καὶ γράφειν; ὅπου καὶ παρ' Ἕλλησιν, ἢν καὶ γυμνὸν ἐλέφαντα ἴδωσιν, ἵπποι φεύγουσι· πυργοφόρον δὲ καὶ ὡπλισμένον, βέλη καὶ σφενδόνας ἐξαφιέντα οὐδὲ ἰδεῖν τὴν ὄψιν ὑπέμειναν. Βρεττανοὶ μὲν δὴ αὐτοῖς ἵπποις καὶ ἅρμασιν ἔφευγον, Ῥωμαῖοι δὲ ἀκινδύνως τὸν ποταμὸν διέβησαν ἑνὶ ζῴῳ τοὺς πολεμίους φοβήσαντες.

[6]    Καῖσαρ πυθόμενος Κικέρωνα ὑπὸ Γαλατῶν πολιορκούμενον ἀπαγορεύειν ἔπεμψε στρατιώτην (ἀκοντίσαι) κελεύσας ἐπιστολὴν προσδήσαντα τῇ λόγχῃ νύκτωρ βαλεῖν ὑπὲρ τὸ τεῖχος. ὁ μὲν ἠκόντισεν, οἱ δὲ τειχοφύλακες εὑρόντες ἐκόμισαν Κικέρωνι. ἀνέγνω δὴ 'Καῖσαρ Κικέρωνι θαρρεῖν. προσδέχου βοήθειαν.' μετ' ὀλίγον ἐφάνη καπνὸς καὶ κονιορτὸς Καίσαρος τὴν χώραν πορθοῦντος, ὥστε αὐτίκα τὴν πολιορκίαν διακόψας οὐ μόνον ἀνεσώσατο Κικέρωνα, ἀλλὰ καὶ τοὺς πολιορκοῦντας ἐτίσατο.

[7]    Καῖσαρ ἑπτακισχιλίους ἔχων ἐπολέμει Γαλάταις. ἐμποιῆσαι δόξαν βουλόμενος, ὡς καὶ τῶν ὄντων ὀλιγωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον ἐκέλευσε τειχίζειν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλαβόμενος ἐν τούτῳ μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο. προῆλθον ἱππεῖς ὀλίγοι τοῦ χάρακος ἐκκαλούμενοι τοὺς βαρβάρους. οἱ δὲ κατασκιρτῶντες τῆς ὀλιγότητος τῶν ἱππέων ἐπῆλθον τῷ χάρακι· οἱ μὲν ἔχουν τὰς τάφρους, οἱ δὲ ἀνέσπων τὰ σταυρώματα. ἐν τούτῳ σημαίνει μὲν ἡ σάλπιγξ, ὁμοῦ δὲ συνεξώρμησαν ἐκ μὲν τοῦ χάρακος ἀντίοι πεζοὶ, ἀπὸ δὲ τοῦ ὑπερδεξίου μετὰ Καίσαρος ἱππεῖς κατὰ νώτου, ὥστε ἐν μέσῳ τοὺς βαρβάρους ἀποληφθέντας διαφθαρῆναι τοὺς πλείονας.

[8]    Καῖσαρ ἐπολιόρκει φρούριον Γαλατικόν. τῶν δὲ βαρβάρων ἐπὶ μακρὸν ἀντεχόντων ὑετὸς ἀμήχανος κατερράγη, ὥστε καὶ ὅσοι φύλακες τειχῶν ἢ φρουροὶ λείπουσιν οἱ μὲν τὰς φυλακὰς, οἱ δὲ τὰς ἐπάλξεις. Καῖσαρ δὲ παρήγγειλεν ὁπλίσασθαι τότε καὶ παραχρῆμα τοῖς τείχεσι προσήγαγε καὶ ἀφύλακτα καταλαβὼν, εὐκόλως ὑπερβὰς ἐξεῖλε τὸ φρούριον.

[9]    Καῖσαρ ἐπὶ Γεργοβίην πόλιν τῶν ἐν Γαλατίᾳ μεγίστην ἐστράτευσεν· ἀντεστρατοπέδευεν αὐτῷ βασιλεὺς Γαλατῶν Οὐερκιγγετόριξ. μέσος ἦν ποταμὸς ναυσίπορος καὶ ἡ διάβασις ἀμήχανος. Καῖσαρ παρὰ τὴν ὄχθην πολλαῖς ἡμέραις ἀντιπαρεξῆγεν· οἱ βάρβαροι κατεφρόνουν ὡς διαβῆναι μὴ θαρροῦντος. ὁ δὲ νύκτωρ δύο τάγματα βαθείαις ὕλαις ἐγκατέκρυψεν, οἳ τῶν Γαλατῶν τοὺς ἀμφὶ τὸν Καίσαρα παραφυλαττόντων αὐτοὶ κατὰ τὸ ἄνω τοῦ ποταμοῦ μέρος ἀρχαίας γεφύρας διακεκομμένης, τὰ μὲν σταυρώματα πεπηγότα ἐχούσης, τὰς δὲ ἐπάνω δοκίδας ἀφῃρημένης, αὐτοὶ τεμόντες ἐκ τῆς ὕλης διὰ τάχους ἐγεφύρωσαν καὶ διῆλθον. οἱ δὲ Γαλάται τῷ παραλόγῳ τῆς διαβάσεως ἐκπλαγέντες ἔφευγον, Καῖσαρ δὲ μετὰ τῶν λοιπῶν διὰ τῆς αὐτοσχεδίου γεφύρας διαβὰς ἦν τοῖς Γαλάταις φοβερώτερος.

[10]    Καῖσαρ ἐπολιόρκει Γεργοβίην τὴν πόλιν καὶ τείχεσιν ἐχυρὰν καὶ τῇ φύσει ἐχυρωτάτην. ἦν γὰρ ἡ πόλις λόφος ἐρυμνὸς τὰς κορυφὰς ὁμαλὰς ἔχων· κατὰ δὲ τὸ λαιὸν μέρος ὕλαι χθαμαλαὶ καὶ πυκναὶ τῷ λόφῳ συνήντων, κατὰ δὲ τὸ δεξιὸν ἀπότομος ἦν στενὴν δίοδον ἔχων, καθ' ἣν οἱ Γεργοβιαῖοι μετὰ πολλῆς χειρὸς ἐφύλαττον. Καῖσαρ τῶν αὑτοῦ στρατιωτῶν τοὺς μάλιστα φιλοπόνους καὶ καρτερικοὺς ὡπλισμένους νύκτωρ ἐγκατέκρυψε ταῖς ὕλαις, κελεύσας ἔχειν ἀκόντια βραχέα καὶ ξιφίδια σύμμετρα, ὅπως τὰς χαμαιπετεῖς ὕλας μὴ ὑπερέχοιεν· ἀλλὰ μηδὲ αὐτοὺς ὀρθοὺς βαδίζειν, ἐς γόνυ δὲ ὀκλάσαντας ἠρέμα διαδύεσθαι. οἱ μὲν δὴ ἀρχομένης ἕω διὰ τῆς ὕλης ἕρποντες ἐπὶ τὸν λόφον κατὰ τὸ λαιὸν ἀνῄεσαν, ὁ δὲ Καῖσαρ κατὰ τὸ δεξιὸν προσῆγε τὴν στρατιὰν περισπῶν εἰς αὑτὸν τοὺς βαρβάρους. οἱ μὲν δὴ ἀπομάχεσθαι τοὺς φανερῶς προσβαλόντας ὥρμηντο, οἱ δὲ ἀφανῶς ἐκ τῆς ὕλης ἀνερπύσαντες ἐκράτησαν τοῦ λόφου.

[11]    Καῖσαρ Ἀλεσίαν πόλιν τῆς Γαλατίας ἐπολιόρκει· Γαλατῶν ἐπ' αὐτὸν ἀθροίζονται μάχιμοι μυριάδες εἴκοσι πέντε. ὁ δὲ νύκτωρ ὁπλίτας τρισχιλίους καὶ τοὺς ἱππέας πάντας διελὼν ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας, τῆς ὑστεραίας ἀμφὶ δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχεσθαι· αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν ἐς μάχην, ὥστε οἱ βάρβαροι τῷ πλήθει θαρροῦντες γελῶντες ἐδέχοντο. τῶν δὲ κατὰ νώτου φανέντων καὶ ἀλαλαξάντων καὶ κυκλουμένων φυγεῖν ἀπογνόντες ἐξεπλάγησαν, ἐταράχθησαν. καὶ τότε πλεῖστος φόνος Γαλατῶν ὁμολογεῖται γεγενῆσθαι.

[12]    Καῖσαρ Δυρράχιον κρατούμενον ὑπὸ Πομπηΐου βουλόμενος ἑλεῖν αὐτὸς μὲν ὀλίγους εἶχεν ἱππέας, τοῖς δὲ ἦν πολὺ πλῆθος ἱππέων· ἀλλὰ καὶ τοὺς πολλοὺς τέχνῃ χρησάμενος ἐτρέψατο. τοὺς ὀλίγους ἱππεῖς ἐπελαύνειν κελεύσας ἔμπροσθεν αὐτῶν λόχους τέσσαρας πεζῶν ἔταξε, παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἀνεγείρειν κόνιν ὅσην πλείστην δύναιντο. πολὺ δὴ νέφος ἀρθὲν φαντασίαν πολλοῦ πλήθους ἱππέων ἐνεποίησε τοῖς πολεμίοις, ὥστε παραχρῆμα φοβηθέντες ἔφευγον.

[13]    Καῖσαρ ἀνεχώρει μετὰ τῆς στρατιᾶς διὰ στενῆς ὁδοῦ. κατὰ τὸ λαιὸν ἕλος ἦν, κατὰ τὸ δεξιὸν θάλασσα, κατὰ τὴν οὐραγίαν οἱ πολέμιοι προσέκειντο. τούτους μὲν δὴ ἀνέκοπτεν ἐπιδρομαῖς καὶ ἀναστροφαῖς, ἐκ δὲ θαλάσσης τὸ Πομπηΐου ναυτικὸν παραπλέον ἐτόξευε καὶ τοῖς βέλεσι κατετίτρωσκεν. ὁ δὲ Καῖσαρ ἐκέλευσε τοῖς στρατιώταις τοὺς θυρεοὺς ἀπὸ τῆς εὐωνύμου χειρὸς ἐς τὴν δεξιὰν μεταλαβεῖν. οὕτως ἐγένετο ἀχρεῖα τὰ βέλη τοῖς τοξεύουσιν ἐκ τῆς θαλάττης.

[14]    Καῖσαρ καὶ Πομπήϊος ἐν Θεσσαλίᾳ ὁ μὲν ἐφυγομάχει, ἀφθονίαν ἔχων ἐπιτηδείων, Πομπήϊος· [ὁ] δὲ ἔσπευδε μάχῃ κριθῆναι [Καῖσαρ]. Καῖσαρ ἐρεθίζει τοὺς πολεμίους ἀναζευγνύειν σκηψάμενος ἐπὶ σιτολογίᾳ καὶ διεκίνει τοὺς λόχους. οἱ δὲ τοῦ Πομπηΐου ὡς ὑπὸ δέους φευγόντων καταφρονήσαντες οὐ κατέσχον αὑτοὺς, ἀλλὰ παραχρῆμα ἐξεπήδησαν βιασάμενοι τὸν Πομπήϊον ἡγεῖσθαι. ἐπεὶ δὲ ἀναχωρῶν ὁ Καῖσαρ ἐς τὸ πεδίον αὐτοὺς προήγαγε, καὶ δὴ τότε ἀναστρέψας λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν.

[15]    Καῖσαρ τῶν στρατιωτῶν στασιασάντων καὶ τῆς στρατείας καταβοώντων προελθὼν ἐς τὸ πλῆθος εὐθαρσεῖ καὶ φαιδρῷ τῷ προσώπῳ 'τί, ὦ συστρατιῶται', ἔφη, 'βούλεσθε;' οἱ δὲ κατεβόησαν 'τῆς στρατείας ἀφεθῆναι'. ὁ δὲ ὑπολαβὼν εἶπεν 'ἀγαθῇ τύχῃ, παραινῶ, πολῖται, μὴ στασιάζειν'. οἱ δὲ πολῖται ἀκούσαντες ἀντὶ τοῦ στρατιῶται ἠγανάκτησαν καὶ παραχρῆμα τὰς γνώμας μετεβάλοντο καὶ πάλιν κατεβόησαν 'ἀλλ' ἡμεῖς γε συστρατιῶται μᾶλλον ἢ πολῖται καλεῖσθαι βουλόμεθα'. γελάσας ὁ Καῖσαρ 'οὐκοῦν', ἔφη, 'συστρατευώμεθα'.

[16]    Καῖσαρ παρατασσόμενος πρὸς Πομπήϊον τὸν νεώτερον ὁρῶν τοὺς αὑτοῦ στρατιώτας φεύγοντας αὐτίκα τοῦ ἵππου καταβὰς ἐξεβόησεν· 'ἐμὲ, ὦ συστρατιῶται, καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν [οὐκ] αἰδεῖσθε'. τὸν τοιοῦτον λόγον αἰδεσθέντες οἱ φεύγοντες ἀνέστρεφον ἐπὶ τὴν μάχην.

[17]    Καῖσαρ τοῖς στρατιώταις ἀεὶ παρεσκευάσθαι προσέτασσεν ὡς καὶ ἐν ἑορτῇ καὶ ἐν ὄμβρῳ καὶ νυκτὸς καὶ ἡμέρας μέλλων ἐξάγειν ἄφνω τὴν δύναμιν· καὶ διὰ τοῦτο οὔτε τὸν καιρὸν οὔτε τὴν ἡμέραν προέλεγεν.

[18]    Καῖσαρ τὰς ἐξόδους ἐποιεῖτο σὺν πολλῷ δρόμῳ, ἵνα μὴ καταλαμβάνοιτο πρὸς τῶν ὑστεριζόντων.

[19]    Καῖσαρ, εἰ τεθορυβημένους ἑώρα τοὺς στρατιώτας ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως, οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλ' ἔτι καὶ πλείονα ὄγκον προστιθεὶς καὶ μεγαλύνων ἐθάρρυνεν ὡς πρὸς πλείονας χρὴ γενναιότερον ἀγωνίζεσθαι.

[20]    Καῖσαρ τοῖς στρατιώταις παρήγγελλεν ὅπλα ἔχειν ἀργύρῳ καὶ χρυσῷ πεποικιλμένα, μάλιστα μὲν κόσμου χάριν, οὐχ ἥκιστα [δὲ], ὅπως καὶ οἱ στρατιῶται τὰ πολύτιμα περιμάχητα ἡγοῖντο.

[21]    Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα παρεφύλασσεν, ἀλλ' οὐδὲ τοὺς ἁμαρτάνοντας κατὰ τὴν ἀξίαν ἐτιμωρεῖτο, τὴν συγγνώμην ἀνδρείας ποιητικὴν ἡγούμενος. εἰ μέντοι τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, οὐκ ἂν τοῦτον ἀτιμώρητον παρῆκεν.

[22]    Καῖσαρ τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν ἐς τὰς μάχας.

[23]    Καῖσαρ πυθόμενος ἐν Γαλατίᾳ κατακοπῆναι φάλαγγας στρατιωτῶν ὤμοσε μὴ πρότερον [ἂν] ἀποκείρασθαι, πρὶν ἐπεξελθὼν τιμωρῆσαι τοῖς ἀνῃρημένοις. τούτῳ πλείστην εὔνοιαν αὑτῷ παρὰ πάντων ἐπεσπάσατο.

[24]    Καῖσαρ ἐν λιμῷ τοῖς στρατιώταις ἄρτους διέδωκε σκευάσας ἐκ βοτάνης. Πομπήϊος δὲ πολεμῶν πρὸς αὐτὸν ἕνα ἄρτον προσενεχθέντα τοιοῦτον ἀπέκρυψεν οὐ βουλόμενος τοῖς ἑαυτοῦ στρατιώταις ἐπιδεῖξαι τὴν τῶν πολεμίων ἐγκράτειαν.

[25]    Καῖσαρ Πομπηΐῳ παρετάσσετο περὶ Φάρσαλον. ὁρῶν δὲ πολλοὺς τῶν πολεμίων νέους καὶ καλοὺς ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σοβαροὺς παρήγγειλε τοῖς ἰδίοις στρατιώταις τὰς λόγχας καὶ τοὺς ὑσσοὺς μὴ φέρειν ἐπὶ τὰ σώματα τῶν πολεμίων, ἀλλ' ἐς αὐτὰ τὰ πρόσωπα. οἱ δὲ λωβηθῆναι τὸ κάλλος τῶν προσώπων φοβηθέντες καὶ δὴ ἀποστραφέντες ἔφυγον.

[26]    Οἱ Καίσαρος στρατιῶται περὶ Δυρράχιον ἡττηθέντες ἑαυτοὺς δεκατευθησομένους παρέδωκαν. Καῖσαρ οὐχ ὡς περὶ τιμωρίας αὐτῶν ἐβουλεύετο, ἀλλὰ καὶ παραμυθησόμενος ἀναμαχέσασθαι τὴν ἧτταν αὐτοὺς προέτρεψεν· οἱ δὲ ἐν ταῖς λοιπαῖς μάχαις ἀεὶ παραταξάμενοι πολὺ πλείοσιν ἐκράτησαν.

[27]    Καῖσαρ Πομπηΐου κηρύξαντος ἔχθραν καὶ τοῖς μηδετέρῳ προστιθεμένοις ἀντεκήρυξε καὶ φίλους ἡγήσεσθαι κατ' ἴσον τοῖς ἑαυτῷ συμμαχήσασιν.

[28]    Καῖσαρ ἦν ἐν Ἰβηρίᾳ πρὸς τῇ Ἰλέρδῃ. γενομένων ἀνοχῶν οἱ πολέμιοι προσπεσόντες πολλοὺς τῶν στρατιωτῶν ἀπροσδοκήτως κατέστρωσαν· αὐτὸς δὲ οὓς ἐκείνων εὗρεν ἐν τῷ στρατοπέδῳ σώους διῆκε καὶ πολλὴν εὔνοιαν ἐπὶ τούτῳ παρὰ τῶν πολεμίων ἐκτήσατο.

[29]    Καῖσαρ ἐν Φαρσάλῳ Πομπήϊον ἐνίκησε. θεασάμενος τοὺς ἰδίους στρατιώτας ἀμέτρως τῇ νίκῃ χρωμένους ἀνέκραγε 'φείδεσθε τῶν πολιτῶν'.

[30]    Καῖσαρ τοὺς πολέμους ἅπαντας κατορθώσας ἑκάστῳ τῶν ἰδίων στρατιωτῶν ἐπέτρεψεν ἕνα, ὃν ἂν βούληται, τῶν πολεμίων διασώζειν. οὕτω δὴ τοὺς ἀντιστασιώτας Ῥωμαίους ἅπαντας ἐκ τῆς φυγῆς ἀνακαλεσάμενος εὐνουστάτους ἑαυτῷ κατεσκεύασεν ἐν τῇ πόλει.

[31]    Καῖσαρ τοὺς ἀνδριάντας Πομπηΐου καὶ Σύλλα τῶν ἐχθρῶν καταβληθέντας ὑπὸ τοῦ πλήθους αὐτὸς ἀνέστησε καὶ μεγάλην εὔνοιαν παρὰ τῶν Ῥωμαίων ἐκτήσατο.

[32]    Καῖσαρ τοῦ θύτου λέγοντος 'ἀπαίσια τὰ ἱερὰ', καὶ μὴν ἀμείνω ἔφη γενήσεσθαι, ἐπειδὰν αὐτὸς ἐθελήσῃ· καὶ οὕτως ἐπέρρωσε τοὺς στρατιώτας.

[33]    Καῖσαρ ἀκαρδίου θύματος εὑρεθέντος 'καὶ τί παράδοξον', ἔφη, 'εἰ ἄλογον ζῷον καρδίαν οὐκ ἔχει;' οἱ στρατιῶται τοῦτ' ἀκούσαντες ἐθάρρησαν.

[24]

ΣΕΒΑΣΤΟΣ.

[1]    Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ ἀνῄρει πάντας, ἀλλ' ἐδεκάτευεν.

[2]    Σεβαστὸς τοῖς διὰ δειλίαν ἀπολιπομένοις κριθὰς ἀντὶ πυρῶν ἐκέλευε μετρεῖσθαι.

[3]    Σεβαστὸς τοὺς ἐπὶ στρατοπέδου τι ἁμαρτόντας ἐκέλευσε πρὸ τοῦ στρατηγείου λυσιζώνους ἑστάναι, ἔστι δὲ ὅτε καὶ πλινθοφορεῖν δι' ὅλης ἡμέρας.

[4]    Σεβαστὸς τοῖς ἑαυτοῦ στρατηγοῖς παρήγγελλεν ἀσφαλείας πεφροντικέναι μάλιστα καὶ συνεχῶς ἐπέλεγε τὸ 'σπεῦδε βραδέως' καὶ τὸ

   'ἀσφαλὴς γάρ ἐστ' ἀμείνων ἢ θρασὺς στρατηλάτης'.

[5]    Σεβαστὸς τοῖς ἀνδραγαθοῦσιν ἀργυρίου καὶ χρυσίου μεγάλας ἐδίδου δωρεάς.

[6]    Σεβαστὸς τοὺς ἄνευ λυσιτελείας ῥιψοκινδύνους ἔλεγε μηδὲν διαφέρειν τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων.

[7]    Σεβαστὸς ἐν τῷ πρὸς Κάσσιον καὶ Βροῦτον πολέμῳ περαιοῦσθαι τὸν Ἀδρίαν ἐβούλετο· Μούρκιος, ναύαρχος τῶν πολεμίων ἐφορμῶν ἐν τῇ νησῖδι τῇ κατὰ Βρεντήσιον, κωλύσων δῆλος ἦν. ὁ Σεβαστὸς ἐξαπατᾷ τὸν Μούρκιον ὡς μέλλων πρὸς αὐτὸν ναυμαχεῖν καὶ τὰς μὲν τριήρεις ἐν δεξιᾷ τοῦ Ἀδρίου παρὰ τὴν Ἰταλίαν ἔταξε πλεῖν ὡς τῇ νησῖδι ἐπιπλευσουμένας, αὐτὸς δὲ φορτίδας πύργων ἐπλήρου καὶ μηχανημάτων. Μούρκιος δὲ ἐξαπατηθεὶς τῇ παρασκευῇ τῆς ναυμαχίας ἐς τὸ πέλαγος ἀνεχώρησεν ὡς ἐν εὐρυτέρῳ μᾶλλον ἢ στενῷ ναυμαχήσων. ὁ δὲ Σεβαστὸς οὐ συνῆψε μάχην, ἀλλὰ ἐν τῇ νησῖδι καθωρμίσατο. Μουρκίου δὲ ἄλλον ὅρμον οὐκ ἔχοντος, ἀλλὰ βιασθέντος ὑπὸ τῶν πνευμάτων ἐς τὴν Θεσπρωτίδα περαιοῦσθαι, ὁ Σεβαστὸς τὸν Ἀδρίαν ἀκινδύνως διαπλεύσας τῇ Μακεδονίᾳ προσέσχεν.

[25]

ΡΩΜΑΙΟΙ.

[1]    Ῥωμαῖοι Κελτῶν τὴν Ῥώμην λαβόντων συνθήκας πρὸς αὐτοὺς ἐγράψαντο φόρους τελεῖν, πύλην ἀνεῳγμένην παρέχειν διὰ παντὸς καὶ γῆν ἐργάσιμον. Κελτοὶ μὲν ἐπὶ τούτοις ἐστρατοπέδευον, Ῥωμαῖοι δὲ ὡς φίλοις ξένια πολλὰ ἔπεμψαν καὶ οἶνον πάμπολυν. οἱ βάρβαροι, φύσει δὲ τὸ Κελτικὸν ὑπέροινον, πολὺν ἀρυσάμενοι τὸν οἶνον ὑπὸ μέθης ἔκειντο, Ῥωμαῖοι δὲ ἐπελθόντες ἅπαντας κατέκοψαν. ἵνα δὲ κατὰ τὰς συνθήκας ἅπαντα ποιῆσαι δοκοῖεν, ἐπὶ πέτρας ἀπροσβάτου πύλην ἀνεῳγμένην κατεσκεύασαν.

[2]    Οἱ περὶ Αἰνείαν Τρῶες φεύγοντες Ἰταλίᾳ προσέσχον καὶ ἀμφὶ ταῖς ἐμβολαῖς τοῦ ποταμοῦ τοῦ Θύβριδος ἐναυλόχουν. οἱ μὲν δὴ Τρῶες ἀνὰ τὴν χώραν ἠλῶντο, αἱ δὲ γυναῖκες αὐτῶν βουλεύονται. Ῥώμη Τρωὰς ἀγορεύει 'μέχρι ποῦ πλανώμεθα; μέχρι ποῦ πλέομεν; τὰ πλοῖα καταφλέξωμεν καὶ τοὺς ἄνδρας εἰς ἀνάγκην καταστήσωμεν τήνδε τὴν γῆν κατοικῆσαι.' ταῦτα εἰποῦσα πῦρ πρώτη ἐνῆκε ταῖς ναυσὶ καὶ μετ' αὐτὴν αἱ λοιπαὶ Τρωάδες· οἱ δὲ Τρῶες ἀπορούμενοι νεῶν Ἰταλίαν κατῴκησαν.

[3]    Ῥωμαῖοι Κοριολανὸν ἐδίωξαν. ὁ δὲ φυγὰς ἧκεν ὡς Τυρρηνοὺς νίκην κατὰ Ῥωμαίων ὑπισχνούμενος. πιστεύουσι Τυρρηνοὶ καὶ στρατηγὸν ἀποφαίνουσιν, ὁ δὲ νικήσας ἐν μάχαις πολλαῖς τέλος ἐπ' αὐτὴν ἐφέρετο τὴν πόλιν αἱρήσων κατὰ κράτος. Ῥωμαίων αἱ μητέρες ‑ ἡγεῖτο δὲ αὐτῶν Οὐετηρία μήτηρ Κοριολανοῦ ‑ προελθοῦσαι τῆς πόλεως ἀπήντων τοῖς πολεμίοις ὡπλισμένοις καὶ Κοριολανῷ προσπεσοῦσαι ἱκετηρίας προΐσχουσι. τὸ δὲ κεφάλαιον τῆς ἱκεσίας ἦν· '[εἰ] τὴν πόλιν αἱρεῖν ἔγνωκας, πρότερον τὴν μητέρα τὴν σὴν καὶ πάσας τὰς Ῥωμαίων μητέρας ἀπόκτεινον.' Κοριολανὸς ἔπαθεν, ἐδάκρυσεν, ἀνέζευξεν. ἡ μὲν ἀνάζευξις εὐσεβὴς, ὀλέθριος δὲ τῷ στρατηγῷ· Τυρρηνοὶ γὰρ ὡς προδόντα νίκην φανερὰν ἐψηφίσαντο θανάτῳ κολασθῆναι.

[26]

ΣΕΜΙΡΑΜΙΣ.

[1]    Σεμίραμις λουομένη τῶν Σιράκων ἤκουσε τὴν ἀπόστασιν καὶ παραυτίκα ἀνυπόδητος μηδὲ τὰς τρίχας ἀναπλεξαμένη ἐπὶ τὸν πόλεμον ἐξῆλθεν. τῇ δὲ στήλῃ αὐτῆς ἐπιγέγραπται τάδε· 'ἐμὲ γυναῖκα μὲν ἡ φύσις ἐποίησεν, ἐγὼ δὲ τοῖς ἔργοις τῶν ἀγαθῶν ἀνδρῶν οὐδενὸς χείρων ἐγενόμην. ἐγὼ Νίνου βασιλεύσασα πρὸς ἕω μὲν ὥρισα ποταμὸν Ἱναμάμην, πρὸς δὲ μέσον ἡλίου τὴν φέρουσαν λιβανωτὸν καὶ σμύρναν, ἀπὸ δὲ χειμῶνος Σάκας καὶ Σόγδους. θάλασσαν πρότερον οὐδεὶς Ἀσσυρίων εἶδεν, ἐγὼ δὲ τέσσαρας, αἷς οὐκ ἔστι πόρρω πελάσαι· τίς γὰρ αὐτὰς ὁρμὴ περιέχει; ποταμοὺς ἠνάγκασα ῥεῖν ὅπου βουλοίμην, ἐβουλόμην δὲ ὅπου συνέφερε. γῆν ἄκαρπον ἐδίδαξα σπείρεσθαι· ποταμοῖς γὰρ αὐτὴν ἔμαξα ἐμοῖς. ἀνάλωτα τὰ τείχη παρέσχον· πέτρας ἀβάτους σιδήρῳ κατειργασάμην· ὁδοὺς ἔτεμον ἐμοῖς ὀχήμασιν, ἃς οὐδὲ θηρία διῆλθεν. καὶ τῶν ἔργων χρόνος μοι περισσὸς ἐγένετο πολὺς, ὃν ἐμαυτῇ καὶ φίλοις ἐχαρισάμην.'

[27]

ΡΟΔΟΓΟΥΝΗ.

[1]    Ῥοδογούνη λουομένη τὰς τρίχας ἐρρύπτετο. ἧκέ τις ἀγγέλλων 'ἔθνος ὑπήκοον ἀφέστηκεν'. ἡ δὲ οὐκ ἀπορρυψαμένη τὰς τρίχας, ἀλλὰ ὡς εἶχεν ἀναδησαμένη τόν τε ἵππον ἀνέβη καὶ τὴν στρατιὰν ἐξήγαγε καὶ ὤμοσε μὴ πρότερον ἀπορρύψαι τὰς τρίχας, εἰ μὴ κρατήσειε τῶν ἀποστάντων· καὶ δὴ πολλῷ χρόνῳ πολεμήσασα ἐκράτησε. μετὰ τὴν νίκην ἐλούσατο καὶ τὰς τρίχας ἀπερρύψατο. τοῖς Περσῶν βασιλεῦσι βασιλικὴ σφραγὶς εἰκών ἐστιν ἀναδεδεμένην τὰς τρίχας ἔχουσα Ῥοδογούνην.

[28]

ΤΟΜΥΡΙΣ.

[1]    Τόμυρις Κύρου στρατεύσαντος ἐπ' αὐτὴν προσεποιήσατο δεδοικέναι τοὺς πολεμίους. ἔφυγε μὲν τὸ Μασσαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν ἐν τῷ στρατοπέδῳ πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο καὶ δαψιλῶς διὰ νυκτὸς ὅλης ὥσπερ νενικηκότες. ἐπεὶ δὲ [μετὰ] πολὺν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.

[29]

ΝΙΤΗΤΙΣ.

[1]    Κῦρος Περσῶν βασιλεὺς Ἄμασιν Αἰγύπτου βασιλέα μίαν τῶν θυγατέρων ᾔτησε πρὸς γάμον· ὁ δὲ Νιτῆτιν θυγατέρα Ἀπρίου βασιλέως, ὃν καταλύσας αὐτὸς ἦρχεν, ἔπεμψεν ὡς αὐτόν. Νιτῆτις ὑποκριναμένη μεχρὶ πολλοῦ Κύρῳ συνῆν ὡς θυγάτηρ Ἀμάσιδος· ἡνίκα δὲ πολλῶν τέκνων ἐγένετο μήτηρ καὶ τὸν γήμαντα ἐς εὔνοιαν ἐκεχείρωτο, ὡμολόγησεν Ἀπρίην αὐτῇ πατέρα γενέσθαι, τὸν δεσπότην Ἀμάσιδος. 'ἀλλ' εἰ καὶ τέθνηκεν Ἄμασις, τόν γε υἱὸν αὐτοῦ Ψαμμήτιχον τίσασθαι καλόν.' πείθεται Κῦρος. ἀλλὰ καὶ Κῦρος μὲν πρὸ τῆς στρατείας ἐτελεύτησεν, ὁ δὲ παῖς αὐτοῦ Καμβύσης τῇ μητρὶ πεισθεὶς ἐστράτευσε καὶ τὴν Αἰγυπτίων ἀρχὴν ἐς τὸ Ἀπρίου γένος ἀνεκτήσατο.

[30]

ΦΙΛΩΤΙΣ.

[1]    Ἐπὶ Ῥωμαίους ἐστράτευσαν Λατῖνοι ἡγεμόνα Ποστούμιον ἔχοντες καὶ τὰς θυγατέρας αὐτῶν ἐξῄτουν πρὸς γάμον, ὥσπερ αὐτοὶ τὰς Σαβίνων ἥρπασαν, ἐπὶ τῷ σπείσασθαι τὴν εἰρήνην. Ῥωμαῖοι τὸν μὲν πόλεμον ἐφοβοῦντο, τὰς δὲ θυγατέρας οὐχ ὑπέμενον ἐκδοῦναι. ἔνθα δὴ Φιλῶτις θεράπαινα τὴν ὄψιν εὐπρεπὴς συνεβούλευσεν αὑτήν τε καὶ ἄλλας θεραπαίνας, ὅσαι τὴν ὄψιν ἀστεῖαι, κοσμῆσαι καὶ τοῖς πολεμίοις ὡς θυγατέρας ἐκπέμψαι, προσυνθεμένη, ἐπειδὰν οἱ πολέμιοι λαβόντες αὐτὰς ἀναπαύσωνται, νύκτωρ ἀνασχεῖν πυρσόν. οἱ μὲν Λατῖνοι συνεκάθευδον ταῖς κόραις, ἡ δὲ ἀνέσχε τὸν πυρσόν. οἱ Ῥωμαῖοι δὲ ἐπελθόντες τοὺς Λατίνους καθεύδοντας ἀπέκτειναν.

[31]

ΚΛΟΙΛΙΑ.

[1]    Ῥωμαῖοι Τυρρηνοῖς πολεμοῦντες ποιησάμενοι συνθήκας ἔδωκαν αὐτοῖς ὁμήρους τῶν εὐγενεστάτων ἀνδρῶν θυγατέρας παρθένους· αἱ δὲ ὁμηρεύουσαι προῆλθον ἐπὶ τὸν ποταμὸν τὸν Θύβριν λουσόμεναι. μία δὲ ἐξ αὐτῶν Κλοιλία προὔτρεψεν ἁπάσας ἀναδήσασθαι τοὺς χιτωνίσκους περὶ τὰς κεφαλὰς καὶ διανήξασθαι τὸ ῥεῦμα τοῦ ποταμοῦ δίναις βαθείαις δύσπορον. ἐπεὶ δὲ διενήξαντο, Ῥωμαῖοι τὴν μὲν ἀρετὴν αὐτῶν καὶ τὴν ἀνδρίαν ἐθαύμασαν, ἀνέπεμψαν δὲ αὐτὰς Τυρρηνοῖς τὸ πιστὸν τῶν συνθηκῶν φυλάσσοντες. Πορσίνας βασιλεὺς Τυρρηνῶν ἀνέκρινε τὰς κόρας, τίς ἦν αὐτῶν ἡ τοῦτο πρᾶξαι πείσασα· Κλοιλία προλαβοῦσα τὰς ἄλλας ὡμολόγησε. Πορσίνας ὑπεραγασθεὶς τὸ ἀνδρεῖον τῆς κόρης ἵππον αὐτῇ λαμπρῶς κεκοσμημένον ἐδωρήσατο καὶ τὰς παρθένους πάσας ἐπαινέσας Ῥωμαίοις ἀπέπεμψεν.

[32]

ΠΟΡΚΙΑ.

[1]    Πορκία θυγάτηρ Κάτωνος, γυνὴ Βρούτου τὸν ἄνδρα Βροῦτον ὑπονοοῦσα ἐπιβουλεύειν Καίσαρι μαχαιρίῳ κουρέως τὸν ἑαυτῆς μηρὸν ἀνέσχισεν ἐπιδεικνυμένη καρτερίαν σώματος καὶ ψυχῆς ἐγκράτειαν. τότε δὴ Βροῦτος ἐπίστευσεν αὐτῇ τὸ ἀπόρρητον. ἡ δὲ τοὺς χιτωνίσκους αὐτὴ προσεκόμισε τῷ ἀνδρὶ καὶ τῶν χιτώνων ἔνδον τὸ ξίφος. προσελθὼν Βροῦτος μετὰ τῶν κοινωνούντων ἐπιθέμενος κτιννύει Καίσαρα. ἐπεὶ δὲ μετὰ Κασσίου παραταξάμενος ἐν Μακεδονίᾳ πρὸς τὸν Σεβαστὸν ἥττης γενομένης αὐτὸς ἑαυτὸν ἀνεῖλεν, Πορκία τὸ μὲν πρῶτον ἀποκαρτερεῖν ἐπειρᾶτο. οἰκείων δὲ καὶ συγγενῶν οὐκ ἐώντων ἐσχάραν ἐκέλευσε κομισθῆναι πυρὸς ὡς ἀλειψομένη καὶ τῶν ἀνθράκων ἁρπάσασα πολλοὺς ταῖς χερσὶν ἐνέβαλεν ἐς τὸ στόμα καὶ κατέπιε φθάσασα, πρίν τινα τῶν παρόντων βοηθῆσαι δύνασθαι. οὕτως ἐτελεύτησε Πορκία στρατηγικὴ καὶ ἀνδρεία πρὸς θάνατον καὶ φίλανδρος γενομένη.

[33]

ΤΕΛΕΣΙΛΛΑ.

[1]    Κλεομένης Σπαρτιατῶν βασιλεὺς κτείνας ἐν παρατάξει Ἀργείων ἄνδρας ἑπτακισχιλίους ἑπτακοσίους ἑβδομήκοντα ἑπτὰ ἐβάδιζεν ἐπὶ τὸ Ἄργος ὡς κατὰ κράτος αἱρήσων τὴν πόλιν· Τελέσιλλα ἡ μουσικὴ τὰς Ἀργείας ὁπλίσασα προήγαγεν εἰς μάχην. αἱ δὲ ἔνοπλοι παρὰ ἔπαλξιν ἱστάμεναι, κύκλῳ τὰ τείχη φραξάμεναι Κλεομένη μὲν ἀπεκρούσαντο, Δημάρατον δὲ τὸν ἕτερον βασιλέα ἐξώσαντο καὶ τὴν πόλιν ἁλῶναι κινδυνεύουσαν ἀνέσωσαν. τοῦτο τὸ στρατήγημα τῶν γυναικῶν μέχρι νῦν Ἀργεῖοι τιμῶσι, νουμηνίᾳ μηνὸς Ἑρμαίου τὰς μὲν γυναῖκας ἀνδρείοις χιτῶσι καὶ χλαμύσι, τοὺς δὲ ἄνδρας πέπλοις γυναικείοις ἀμφιεννύντες.

[34]

ΧΕΙΛΩΝΙΣ.

[1]    Χειλωνὶς Κλεάδα θυγάτηρ, Θεοπόμπου γυνὴ, μαθοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάσσεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα. θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμωτήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὑτῆς ἐσθῆτα τῷ ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτὴ δὲ ἀντ' αὐτοῦ παρὰ τοῖς πολεμίοις ἔμεινε. Θεόπομπος τῷ στρατηγήματι τῆς γυναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος εἰς Φενεὸν πομπεύουσαν ἥρπασε· Τεγεᾶται ταύτην ἀπολαβεῖν θέλοντες ἀπέδωκαν αὐτῷ τὴν Χειλωνίδα.

[35]

ΠΙΕΡΙΑ.

[1]    Οἱ ἐν Μιλήτῳ Ἴωνες πρὸς τοὺς Νηλέως παῖδας στασιάσαντες ἀνεχώρησαν ἐς Μυοῦντα κἀκεῖθεν ἐπολέμουν· οὐ μὴν ὅγε πόλεμος ἄσπονδος ἦν, ἀλλὰ ἐν ταῖς ἑορταῖς ἦν αὐτοῖς ἐπιμιξία. Πύθου ἀνδρὸς ἐνδόξου θυγάτηρ Πιερία ἑορτῆς οὔσης παρὰ Μιλησίοις, ἣν Νηληΐδα κλῄζουσιν, ἧκεν ἐς Μίλητον. τῶν Νηλέως παίδων [ὁ δυνατώτατος] ὄνομα Φρύγιος Πιερίας ἐρασθεὶς ἤρετο, τί ἂν αὐτῇ μάλιστα γίγνοιτο κεχαρισμένον. ἡ δὲ ἔφη· 'εἴ μοι διαπράξαιο τὸ πολλάκις καὶ μετὰ πολλῶν ἐνθάδε βαδίζειν δύνασθαι.' συνῆκεν ὁ Φρύγιος, ὡς εἰρήνης καὶ φιλίας τοῖς πολίταις δέοιτο, καὶ τὸν πόλεμον ἔπαυσε· καὶ ἔνδοξος ὁ Φρυγίου καὶ Πιερίας ἔρως εἰρήνην ἀντὶ πολέμου παρασχών.

[36]

ΠΟΛΥΚΡΙΤΗ.

[1]    Μιλήσιοι Ναξίοις ἐπολέμουν· Ἐρυθραῖοι Μιλησίοις συνεμάχουν. Διόγνητος, Ἐρυθραίων στρατηγὸς, λείαν τῶν Ναξίων ἔλαβε πολλὴν καὶ δὴ γυναῖκας καὶ παρθένους πολλὰς, ὧν ἦν Πολυκρίτη· ταύτης ἐρασθεὶς οὐχ ὡς αἰχμαλώτῳ συνῆν, ἀλλ' ὡς γαμετῇ γυναικί. ἦν ἐν τῷ στρατοπέδῳ τῶν Μιλησίων πάτριος ἑορτὴ, καὶ πάντες ἀνέκειντο μέθῃ καὶ θυμηδίᾳ. Πολυκρίτη παρεκάλει Διόγνητον ἐπιτρέψαι τῶν πεμμάτων μερίδας πέμψαι τοῖς ἀδελφοῖς. ἐπιτρέψαντος ἐμβάλλει μολιβοῦν γραμματεῖον ἐς τὸν πλακοῦντα τῷ κομίζοντι ἐντειλαμένη φράσαι τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι φάγοιεν ἀπὸ στόματος τῆς ἀδελφῆς. οἱ δὲ εὑρόντες τὸν μόλιβον καὶ ἀναπτύξαντες ἀναγινώσκουσι 'νύκτωρ ἐπίθεσθε τοῖς πολεμίοις διὰ τὴν ἑορτὴν μεθύουσι καὶ καθεύδουσι καὶ ἀφυλάκτοις'. οἱ στρατηγοὶ ταῦτα μαθόντες νύκτωρ ἐπέθεντο καὶ τῶν πολεμίων ἐκράτησαν· τὸν μέντοι Διόγνητον ἡ Πολυκρίτη γέρας παρὰ τῶν πολιτῶν ᾐτήσατο.

[37]

ΛΑΜΨΑΚΗ.

[1]    Φωκαεῖς Φόξον ἡγεμόνα ἔχοντες Μάνδρωνι βασιλεῖ Βεβρύκων συνεμάχησαν ὑπὸ τῶν προσοίκων βαρβάρων πολεμουμένῳ· Μάνδρων ἔπεισε τοὺς Φωκαεῖς ἐποικεῖν μέρος τῆς χώρας καὶ τῆς πόλεως λαβόντας. ἐπεὶ δὲ πολλάκις μὲν ἐν ταῖς μάχαις ἐνίκων, πολλὰ δὲ λάφυρα ἐκτῶντο, ἐπίφθονοι τοῖς Βέβρυξιν ἐγένοντο, ὥστε ἀποδημοῦντος Μάνδρωνος λόχῳ καὶ δόλῳ τοὺς Ἕλληνας ἐβουλεύσαντο διαφθεῖραι. Μάνδρωνος θυγάτηρ Λαμψάκη παρθένος μαθοῦσα τὴν ἐπιβουλὴν ἀποτρέπειν ἐπειρᾶτο· ὡς δὲ οὐκ ἔπειθε, κρύφα τοῖς Ἕλλησι μηνύει τὰ κατ' αὐτῶν βεβουλευμένα. οἱ δὲ θυσίαν παρασκευάσαντες λαμπρὰν ἔξω τειχῶν καλοῦσι τοὺς βαρβάρους ἐς τὸ προάστειον. οἱ μὲν δὴ κατακλιθέντες εὐωχοῦντο, οἱ δὲ Φωκαεῖς δίχα διελόντες αὑτοὺς οἱ μὲν τὰ τείχη κατελάβοντο, οἱ δὲ τοὺς εὐωχουμένους ἀνεῖλον καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τὴν δὲ Λαμψάκην μεγαλοπρεπῶς ἐτίμησαν καὶ τὴν πόλιν ἀπ' αὐτῆς Λάμψακον προσηγόρευσαν.

[38]

ΑΡΕΤΑΦΙΛΑ.

[1]    Νικοκράτης Κυρηναίων τύραννος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο τοὺς πολίτας καὶ δὴ [καὶ] τὸν ἱερέα τοῦ Ἀπόλλωνος Μελάνιππον αὐτοχειρὶ κτείνας γυναῖκα αὐτοῦ Ἀρεταφίλαν καλὴν οὖσαν ἔγημεν· ἡ δὲ ὑπὲρ τῆς πατρίδος καὶ τοῦ ἀνδρὸς τίσασθαι τὸν τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἁλοῦσα δ' ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὑτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρεταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμολογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθεράπευεν ὡς βασανισθεῖσαν οὐ δικαίως, ἡ δὲ θυγατέρα ἔχουσα ὥρᾳ καὶ κάλλει διαφέρουσαν, ταύτην ὑφῆκεν ἀδελφῷ τοῦ τυράννου μειρακίῳ Λαάνδρῳ. ὁ δὲ ἁλοὺς ἔρωτι παρακαλεῖ τὸν ἀδελφὸν γῆμαι τὴν κόρην. ἔγημε καὶ τῇ μητρὶ τῆς κόρης πειθαρχῶν ὑπ' αὐτῆς πείθεται τὴν πόλιν ἐλευθερῶσαι· ὁ δὲ διαφθείρας Δάφνιν, κατευναστὴν τοῦ τυράννου, διὰ τούτου τὸν Νικοκράτην διεχρήσατο.

[39]

ΚΑΜΜΑ.

[1]    Τῶν ἐν Γαλατίᾳ τετραρχῶν ἦσαν Σινόριξ καὶ Σινάτος. τοῦ Σινάτου γυνὴ κάλλει σώματος καὶ ἀρετῇ ψυχῆς εὐκλεεστάτη Κάμμα· καὶ γὰρ ἦν Ἀρτέμιδος ἱέρεια, ἣν μάλιστα Γαλάται σέβουσι, καὶ ἦν ἔν τε πομπαῖς καὶ θυσίαις ἀεὶ μεγαλοπρεπῶς καὶ σεμνῶς κεκοσμημένη. ταύτης ἐρᾷ Σινόριξ· καὶ ζῶντος τοῦ ἀνδρὸς οὔτε πείσειν ἐλπίζων οὔτε βιάσεσθαι τὸν Σινάτον ἐδολοφόνησεν, οὐκ εἰς μακρὰν δὲ Κάμμαν ἐμνᾶτο. ἡ δὲ ἐπὶ πλεῖστον μὲν ἀντέλεγεν, οἰκείων δὲ καὶ φίλων ἐγκειμένων καὶ λιπαρῶς θεραπευόντων ὑπεκρίνατο συγκατατίθεσθαι. καὶ δὴ συνέθεντο· 'ἡκέτω Σινόριξ εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, καὶ παρὰ τῇ θεῷ τὰς συνθήκας τοῦ γάμου ποιησώμεθα.' ἧκε Σινόριξ καὶ σὺν αὐτῷ πάντες ὅσοι Γαλατῶν ἐντελεῖς, ἄνδρες καὶ γυναῖκες. ἡ δὲ φιλοφρόνως αὐτὸν δεξαμένη προσάγει τῷ βωμῷ καὶ ἀπὸ χρυσῆς φιάλης ἔσπεισε καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ, τὸ δὲ ἐκεῖνον ἐκέλευσεν (αὐτὸν) πιεῖν. ὁ δὲ οἷα δὴ νυμφίος παρὰ νύμφης λαβὼν ἡδέως πίνει· τὸ δὲ ποτὸν ἄρα ἦν μελίκρατον πεφαρμαγμένον. ἡ δὲ πεπωκότα ὡς εἶδεν, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσεκύνησεν εἰποῦσα 'χάριν οἶδά σοι, ὦ πολυτίμητε Ἄρτεμι, ὅτι μοι παρέσχες ἐν τῷ σῷ ἱερῷ δίκας ὑπὲρ τοῦ ἀνδρὸς λαβεῖν ἀδίκως δι' ἐμὲ ἀναιρεθέντος'. ταῦτα εἰποῦσα παραχρῆμα αὐτή τε ἀπέθνησκε, καὶ ὁ νυμφίος αὐτῇ συναπέθνησκε παρὰ τῷ βωμῷ τῆς θεοῦ.

[40]

ΤΙΜΟΚΛΕΙΑ.

[1]    Τιμόκλεια Θηβαία Θεαγένους ἀδελφὴ τοῦ παραταξαμένου Φιλίππῳ περὶ Χαιρώνειαν, ὃς καὶ πρὸς τὸν ἐμβοήσαντα 'μέχρι ποῦ διώκεις;' ἀπεκρίνατο 'μέχρι τῆς Μακεδονίας'. τούτῳ τελευτήσαντι περιῆν ἀδελφή. Θήβας κατέσκαψεν Ἀλέξανδρος. ἄλλοι μὲν δὴ ἄλλα τῆς πόλεως ἐπόρθουν, Τιμοκλείας δὲ τὴν οἰκίαν κατελάβετο Θρᾷξ ἵππαρχος. οὗτος ὁ Θρᾷξ μετὰ τὸ δεῖπνον ἐκάλει τὴν Τιμόκλειαν ἐς τὸν θάλαμον καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον εἴ που κεκρυμμένον ἔχοι, καὶ ταῦτα ὁμολογεῖν ἐβιάζετο. ἡ δὲ πολὺν μὲν κόσμον ἔχειν ἔφη ἀργύρου καὶ χρυσοῦ ἔν τε ὅρμοις καὶ ψελίοις καὶ ἐκπώμασι καὶ νομίσμασιν, ἁλισκομένης δὲ τῆς πόλεως πάντα ἐμβαλεῖν εἰς φρέαρ ὕδωρ οὐκ ἔχον. ὁ Θρᾷξ ἐπίστευσεν, ἡ δὲ ἤγαγεν αὐτὸν ἐς τὸν κῆπον τῆς οἰκίας, ἔνθα τὸ φρέαρ ἦν, καὶ καταβῆναι κελεύει. ὁ μὲν καταβὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν ἐζήτει, ἡ δὲ ἄνωθεν μετὰ τῶν θεραπαινίδων πολλοὺς αὐτῷ λίθους καὶ πέτρους ἐπεκύλισεν καὶ κατέχωσε τὸν βάρβαρον. οἱ Μακεδόνες συλλαβόντες ἤγαγον ἐπὶ τὸν βασιλέα Ἀλέξανδρον· ὁμολογήσασαν δὲ αὐτὴν, ὡς παρανομοῦντα τὸν Θρᾷκα καὶ βιαζόμενον ἠμύνατο, θαυμάσας Ἀλέξανδρος αὐτήν τε ἐλευθέραν ἀφῆκε καὶ πάντας τοὺς κατὰ γένος αὐτῇ προσήκοντας.

[41]

ΕΡΥΞΩ.

[1]    Λάαρχος, Κυρηναίων βασιλεὺς ἀποδειχθεὶς ὡς Βάττῳ τῷ Ἀρκεσιλάου τὴν ἀρχὴν φυλάττων, ἐγένετο ἀντὶ βασιλέως τύραννος πάσῃ παρανομίᾳ χρησάμενος κατὰ τῶν πολιτῶν. τοῦ δὴ παιδὸς τοῦ Βάττου μήτηρ ἦν Ἐρυξὼ, σώφρων γυνὴ καὶ δικαιοτάτη. ταύτης ἐρασθεὶς Λάαρχος ἐμνηστεύετο, ἡ δὲ τοῖς ἀδελφοῖς αὐτὸν ἠξίου διαλέγεσθαι. τῶν δὲ ἐπίτηδες ἀναβαλλομένων ἔπεμψεν Ἐρυξὼ θεράπαιναν ἀπαγγέλλουσαν, νῦν μὲν ἀντιλέγειν τοὺς ἀδελφοὺς, εἰ δὲ σύλλογος αὐτῶν καὶ ὁμιλία γένοιτο, καὶ δὴ συγχωρήσειν τοὺς ἀδελφοὺς τῆς ἀρχῆς τοῦ γάμου γενομένης. ἀσμένως δέχεται καὶ δὴ νύκτωρ ἄνευ τῶν δορυφόρων ἧκε πρὸς τὴν Ἐρυξὼ καὶ εἴς τι δωμάτιον εἰσελθὼν περιπίπτει Πολυάρχῳ τῷ πρεσβυτάτῳ τῶν Ἐρυξοῦς ἀδελφῶν ἔνδον λοχῶντι καὶ δύο νεανίσκους ξιφήρεις ἔχοντι, ὑφ' ὧν κατακεντηθεὶς ἀπέθανε. τὸν δὲ Βάττον προαγαγόντες ἀπέφηναν βασιλέα καὶ Κυρηναίοις ἀπέδωκαν τὴν πάτριον πολιτείαν.

[42]

ΠΥΘΟΠΟΛΙΣ.

[1]    Πύθης χρύσεια μέταλλα εὑρὼν πάντας τοὺς πολίτας ἐκέλευσε μεταλλεύειν, ὀρύσσειν, καθαίρειν χρυσίον, ἄλλο μηδὲν δρᾶν μήτε ἐν τῇ γῇ μήτε ἐν τῇ θαλάσσῃ· πάντες ἀπηγόρευον οὔτε καρποὺς ἔχοντες οὔτε ἄλλο τι τῶν πρὸς τὸν βίον πράσσοντες. αἱ δὲ γυναῖκες αὐτῶν ἱκετεύουσι τὴν τοῦ Πύθου γυναῖκα Πυθόπολιν. ἡ δὲ ἐκέλευσεν ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν, αὐτὴ δὲ τοὺς δημιουργοὺς τοῦ χρυσίου καλέσασα ἐκέλευσε ποιεῖν ἰχθῦς χρυσοῦς, πέμματα, ὡραῖα, ὄψα, βρώματα πάντα χρυσᾶ. Πύθης ἧκεν ἐξ ἀποδημίας καὶ δεῖπνον ᾔτει. ἡ γυνὴ παρέθηκεν αὐτῷ χρυσῆν τράπεζαν, ἐφ' ἧς παρέκειτο οὐδὲν ἐδώδιμον, ἀλλὰ πάντα χρυσᾶ ἐδωδίμοις ὅμοια. Πύθης ἐπαινέσας τὴν μίμησιν τῆς τέχνης ᾔτει φαγεῖν. ἡ δὲ προσέφερεν αὐτῷ ἄλλο τι χρυσοῦν ὅμοιον ἐδωδίμῳ καὶ τοῦτο πάλιν. δυσχεραίνοντος δὲ καὶ λιμώττειν ὁμολογοῦντος 'ἀλλὰ γεωργίαν μὲν' [εἶπεν] 'καὶ τέχνην πᾶσαν κατέλυσας· ἐκέλευες δ' ὀρύσσειν ἄχρηστον χρυσίον, οὗ τί τοῖς ἀνθρώποις ὄφελος, εἰ μὴ τοὺς σπειρομένους καὶ φυτευομένους καρποὺς ἔχοιεν;' τῇ σοφίᾳ τῆς γυναικὸς ἐδιδάχθη Πύθης καταλῦσαι μὲν τὴν τῶν μετάλλων ἐργασίαν, ἀφεῖναι δὲ τοὺς πολίτας ἐπὶ γεωργίαν καὶ τὰς ἄλλας τέχνας.

[43]

ΧΡΥΣΑΜΗ.

[1]    Τῆς Ἰωνικῆς ἀποικίας ἐς τὴν Ἀσίαν ἀφικομένης τοῖς Ἐρυθρὰς κατέχουσιν ἐπολέμει Κνῶπος τοῦ Κοδριδῶν γένους. ὁ θεὸς ἔχρησεν αὐτῷ στρατηγὸν παρὰ Θεσσαλῶν λαβεῖν τὴν ἱέρειαν τῆς Ἐνοδίας· ὁ δὲ πρεσβεύεται πρὸς Θεσσαλοὺς καὶ μηνύει τὸ λόγιον τοῦ θεοῦ. οἱ δὲ ἔπεμψαν αὐτῷ τὴν ἱέρειαν τῆς θεοῦ Χρυσάμην. αὕτη φαρμάκων ἔμπειρος οὖσα, ταῦρον ἐξ ἀγέλης μέγιστον καὶ κάλλιστον συλλαβοῦσα, τὰ μὲν κέρατα κατεχρύσωσε καὶ τὸ σῶμα κατεκόσμησε στέμμασι καὶ χρυσοπάστοις ἁλουργίσι καὶ μετὰ τῆς τροφῆς ἀναμίξασα μανιοποιὸν φάρμακον ἔδωκεν αὐτῷ φαγεῖν· τὸ δὲ φάρμακον αὐτόν τε τὸν ταῦρον ἐξέμηνε καὶ τοὺς γευσαμένους αὐτοῦ μανιουργεῖν ἔμελλεν. οἱ μὲν δὴ πολέμιοι ἀντεστρατοπέδευον, ἡ δὲ ἐν ὄψει τῶν πολεμίων βωμὸν παραθεῖσα καὶ ὅσα πρὸς θυσίαν, ἐκέλευσε προσάγειν τὸν ταῦρον. ὁ δὲ ὑπὸ τοῦ φαρμάκου μεμηνὼς καὶ οἰστρῶν ἐξεπήδησε καὶ μέγα μυκώμενος ἔφυγεν. οἱ πολέμιοι χρυσόκερων κατεστεμμένον ὁρῶντες καὶ φερόμενον ἐς τὸ ἑαυτῶν στρατόπεδον ἀπὸ τῆς θυσίας τῶν ἐναντίων ὡς ἀγαθὸν σημεῖον καὶ οἰώνισμα αἴσιον ἐδέξαντο καὶ συλλαβόντες καλλιεροῦσι τοῖς θεοῖς καὶ τῶν κρεῶν ἕκαστος φιλοτίμως ἐδαίσαντο ὡς δαιμονίου καὶ θείας ἱερουργίας μεταλαγχάνοντες. αὐτίκα δὴ πᾶν τὸ στρατόπεδον ὑπὸ μανίας καὶ παραφροσύνης ἐξίστατο· πάντες ἀνεπήδων, διέθεον, ἀνεσκίρτων, τὰς φυλακὰς ἀπέλειπον. Χρυσάμη ταῦτα ἰδοῦσα τὸν Κνῶπον ἐκέλευσε διὰ τάχους ὁπλίσαι τὴν στρατιὰν καὶ τοῖς πολεμίοις ἐπάγειν ἀμύνασθαι μὴ δυναμένοις. οὕτω δὴ Κνῶπος ἀνελὼν ἅπαντας ἐκράτησε τῆς Ἐρυθραίων πόλεως μεγάλης τε καὶ εὐδαίμονος.

[44]

ΠΟΛΥΚΛΕΙΑ.

[1]    Ἐπὶ Βοιωτοὺς, οἳ πάλαι Θεσσαλίαν ᾤκουν, ἐστράτευσεν Αἴατος ὁ Φειδίππου Πολύκλειαν ἀδελφὴν ἔχων, Ἡρακλεῖδαι τὸ γένος ἄμφω. χρησμὸς ἦν ἄρξειν, ὃς ἂν ἐκ τοῦ γένους πρῶτος διαβὰς τὸν Ἀχελῷον ἐπιβῇ τῆς πολεμίας. ἡ μὲν στρατιὰ τὸν ποταμὸν διαβαίνειν ἔμελλε, Πολύκλεια δὲ τὸν πόδα ἐπιδησαμένη φάσκουσα τετρῶσθαι τὸ σφυρὸν παρακαλεῖ τὸν ἀδελφὸν Αἴατον διενεγκεῖν αὐτὴν ὑπὲρ τὸν ποταμόν. ὁ δὲ μηδὲν ὑποπτεύσας, ἀλλ' ὡς ἀδελφῇ βουλόμενος ὑπουργῆσαι τὴν μὲν ἀσπίδα ἐπέδωκε τοῖς ὁπλοφόροις, τὴν δὲ Πολύκλειαν ἀράμενος ἐβάδιζε διὰ τοῦ ποταμοῦ προθύμως. ἡ δὲ γενομένου πλησίον τῆς ὄχθης φθάσασα ἐξήλατο καὶ μεταστραφεῖσα πρὸς τὸν ἀδελφὸν ἔφη· 'ἐμὸν γέρας ἡ βασιλεία κατὰ τὸν τοῦ θεοῦ χρησμόν· πρώτη γὰρ ἁπάντων τῆς χώρας ἐπέβην.' Αἴατος αἰσθόμενος τῆς ἀπάτης οὐκ ἐχαλέπηνεν, τὸ δὲ φρόνημα τῆς κόρης ἀγάμενος αὐτὴν ἔγημε· καὶ ὁμοῦ βασιλεύοντες παῖδα Θεσσαλὸν ἐποιήσαντο, ἀφ' οὗ καὶ τὴν πόλιν Θεσσαλίαν προσηγόρευσαν.

[45]

ΛΕΑΙΝΑ.

[1]    Ἀριστογείτων καὶ Ἁρμόδιος πῶς ἐπέθεντο τοῖς τυράννοις, οὐδεὶς Ἑλλήνων ἀγνοεῖ. Ἦν γοῦν Ἀριστογείτονι ἑταίρα, ὄνομα Λέαινα· Ἱππίας τὴν Λέαιναν συλλαβὼν ἐβασάνισεν ἐφ' ᾧ τε ἐξειπεῖν τοὺς κοινωνήσαντας τῆς ἐπιθέσεως. ἡ δὲ πλεῖστον ὅσον ἀντεῖχεν, ἐκνικωμένη δὲ ὑπὸ τῶν βασάνων, ἵνα μὴ ἐξείποι, αὐτὴ τὴν αὑτῆς γλῶτταν ἀπέδακεν. Ἀθηναῖοι τὴν ἑταίραν τιμῆσαι θέλοντες αὐτὴν μὲν οὐκ ἔστησαν ἐν ἀκροπόλει, τὸ δὲ ζῷον λέαιναν χαλκῆν δημιουργήσαντες ἀνέθηκαν. εἴ τις ἀνῆλθεν εἰς ἀκρόπολιν, ἑώρακεν ἐν τῷ προπυλαίῳ λέαιναν χαλκῆν γλῶσσαν οὐκ ἔχουσαν, ὑπόμνημα τοῦ διηγήματος.

[46]

ΘΕΜΙΣΤΩ.

[1]    Θεμιστὼ Κρίθωνος Οἰανθίου θυγάτηρ. ταύτης ἤρα Φρικοδήμου τοῦ τυράννου παῖς Φίλων. ὁ τύραννος ἐξῄτει πρὸς γάμον τὴν κόρην. ὁ πατὴρ ἀντέλεγεν. ὁ τύραννος τοὺς υἱοὺς τοῦ Κρίθωνος ἀποσπάσας ἐν ὄψει τοῦ πατρὸς καὶ τῆς μητρὸς παρέβαλε θηρίοις πεινῶσι, τὴν δὲ κόρην ἀποσπάσας ἐπετέλει τὸν γάμον. Θεμιστὼ διὰ τὴν ἀνάγκην ὑποκριναμένη ξίφος εἰσεκόμισεν ὑπὸ τῷ χιτωνίσκῳ καὶ τὸν νυμφίον καθεύδοντα ἐν τῷ θαλάμῳ παρακλίνασα τὸν τράχηλον εὐκόλως ἀπέσφαξεν, ὡς μηδὲ φωνὴν τοῦ φονευομένου γενέσθαι. ταῦτα δὲ πάντα νύκτωρ λαθοῦσα, πάλιν ἐπὶ θάλασσαν κατελθοῦσα, ἀκάτιον εὑροῦσα, πνεύματος ἐπιτυχοῦσα, τὸ ἀπόγειον ἐκλύσασα, μόνη ἀναχθεῖσα κατέπλευσεν ἐς Ἑλίκην πόλιν τῆς Ἀχαΐας, ἔνθα Ποσειδῶνος ἱερὸν ἅγιον ἦν· τούτῳ προσέφυγεν ἱκέτις. Φρικόδημος τὸν ἕτερον τῶν υἱῶν, ἀδελφὸν τοῦ φονευθέντος, Ἡρακῶντα, ἔπεμψεν ἐξαιτήσοντα παρὰ τῶν Ἑλικέων τὴν κόρην. οἱ μὲν δὴ ἐξέδωκαν, ἐπεὶ δὲ ἀνήχθησαν, χειμὼν μέγας ἐξέωσε τὸ σκάφος ἐπὶ τὸ Ῥίον τῆς Ἀχαΐας· οὗ προσορμισαμένοις ἐπεφάνησαν ἡμιολίαι δύο Ἀκαρνάνων ἐχθρῶς ἐχόντων πρὸς τὸν τύραννον, οἳ τὸ σκάφος ἐξαψάμενοι κατῆγον ἐς Ἀκαρνανίαν. τὸ πλῆθος τῶν Ἀκαρνάνων μαθόντες τὰ πεπραγμένα οἰκτείρουσι τὴν κόρην καὶ τὸν Ἡρακῶντα δήσαντες αὐτῇ παρέδωκαν. ὁ τύραννος πρεσβεύεται πρὸς αὐτὴν ὑπὲρ τοῦ παιδός, ἡ δὲ, εἰ τοὺς γονέας ἀπολάβοι, τότε ἀποδώσειν τὸν υἱὸν ἐπηγγείλατο. Φρικόδημος πιστεύσας ἐξέπεμψεν αὐτῇ τοὺς γονέας, οἱ δὲ Ἀκαρνᾶνες οὐδὲν ἔλαττον τὸν Ἡρακῶντα αἰκισάμενοι πικρῶς ἀπέκτειναν. τὸν δὲ Φρικόδημον οὐ μετὰ πολλὰς ἡμέρας οἱ πολῖται διέφθειραν. οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες οὐκ εἰς μακρὰν κατεπόθησαν αὐτοί τε καὶ ἡ πόλις, τῆς μὲν γῆς σεισθείσης, τοῦ δὲ πελάγους ἐπικλύσαντος. ἔδοξε τὸ μήνιμα γενέσθαι τοῦ Ποσειδῶνος, ὅτι τὴν ἱκέτιν αὐτοῦ παρθένον τοῖς πολεμίοις ἐξέδωκαν.

[47]

ΦΕΡΕΤΙΜΑ.

[1]    Ἀρκεσίλαος Βάττου Κυρηναίων βασιλέως καταστασιασθεὶς ὑπὸ τοῦ πλήθους ἐξέπεσε τῆς ἀρχῆς· ἡ δὲ μήτηρ αὐτοῦ Φερετίμα πρὸς Εὐέλθοντα βασιλέα Σαλαμῖνος τῆς ἐν Κύπρῳ πλεύσασα ἱκέτευσεν αἰτουμένη συμμαχίαν. ὁ μὲν Κύπριος τῆς ἱκεσίας ἠμέλησεν, ἐν δὲ τῷ τέως Ἀρκεσίλαος Ἑλλήνων συμμάχων εὐπορήσας, κατελθὼν, τὴν ἀρχὴν ἀναλαβὼν, πικρῶς τιμωρούμενος τοὺς λελυπηκότας ὑπὸ τῶν ὁμόρων Βαρκαίων ἀνῃρέθη. Φερετίμα πρὸς τὸ δεινὸν οὐκ ἀπηγόρευσεν, ἀλλὰ ὡς τὸν Αἰγύπτου σατράπην Ἀρυάνδην καταφυγοῦσα καί τινας εὐεργεσίας ἐς Καμβύσην προβαλομένη, πολλὴν δύναμιν πεζικὴν καὶ ναυτικὴν συλλαβοῦσα, προσβαλοῦσα τοῖς Κυρηναίοις ἀνυπόστατος ἐγένετο, ὥστε καὶ δίκας ὑπὲρ τοῦ παιδὸς λαβεῖν καὶ τῷ γένει τὴν ἀρχὴν ἀπολαβεῖν.

[48]

ΑΞΙΟΘΕΑ.

[1]    Ἀξιοθέα Νικοκλέους γυνὴ Κυπρίων βασιλέως πολλῶν ἡκόντων παρὰ Πτολεμαίου βασιλέως Αἰγύπτου καταλυσόντων τὴν ἀρχὴν, ἐπειδὴ Νικοκλῆς μὲν αὑτὸν ἀνεκρέμασεν, οἱ δὲ ἀδελφοὶ αὐτοῦ σφᾶς αὐτοὺς κατέσφαξαν, αὕτη τὰς τῶν τετελευτηκότων ἀρετὰς ἐζήλωσε· καὶ τάς τε ἀδελφὰς αὐτῶν καὶ μητέρας καὶ γυναῖκας συγκαλέσασα ἔπεισε μηδὲν ἀνάξιον ὑπομεῖναι τοῦ γένους. αἱ δὲ πεισθεῖσαι συνέκλεισαν μὲν ἀσφαλῶς τῆς γυναικωνίτιδος τὰς θύρας, ἀναδραμοῦσαι δὲ ἐπὶ τὰ στέγη, τοῦ πλήθους τῶν πολιτῶν συνδεδραμηκότος, τὰ μὲν τέκνα φερόμενα ἐν ταῖς ἀγκάλαις ἀπέσφαξαν, πῦρ δὲ ἐνεῖσαι τοῖς ὀρόφοις, αἱ μὲν τοῖς ξίφεσιν αὑτὰς διεχρήσαντο, αἱ δὲ εὐθαρσῶς τῇ φλογὶ προστρέχουσαι διεφθείροντο. Ἀξιοθέα δὲ στρατηγὸς ἦν ἐν τοῖς δεινοῖς ἀρίστη· ὅτε γὰρ εἶδεν εὐγενῶς ἁπάσας κειμένας, τότε καὶ αὐτὴ τὸ ξίφος καθεῖσα διὰ τῆς σφαγῆς αὑτὴν ἔρριψεν ἐς τὴν φλόγα, ἵνα μηδὲ νεκροῦ τοῦ σώματος οἱ πολέμιοι κρατήσωσιν.

[49]

ΑΡΧΙΔΑΜΙΣ.

[1]    Πύρρος Ἠπειρώτης ἐστράτευσεν ἐπὶ Λακεδαίμονα. μάχης ἰσχυρᾶς πρὸ τῆς πόλεως γενομένης ἀναχωρήσαντες οἱ Λάκωνες ἐβουλεύσαντο παῖδας μὲν καὶ γυναῖκας ἐς Κρήτην ὑπεκθέσθαι, αὐτοὶ δὲ κινδυνεύειν μέχρι νίκης ἢ θανάτου. Ἀρχίδαμις Κλεάδα βασιλέως θυγάτηρ ἀντεῖπε τῇ γνώμῃ, ὡς καλὸν ταῖς Λακαίναις μετὰ τῶν ἀνδρῶν ἀποθανεῖν ἢ ζῆν μετ' αὐτῶν. καὶ δὴ πρὸς αὑτὰς ἐνείμαντο τὰ ἔργα τοῦ πολέμου· ἐτάφρευον, ὤρυττον, ὅπλα προσέφερον, δόρατα ἔθηγον, τοὺς τιτρωσκομένους ἐθεράπευον, ὥστε καὶ οἱ Λάκωνες εὐτολμότεροι πρὸς τὸν ἀγῶνα ἐγένοντο τὴν ἀνδρίαν τῶν γυναικῶν ὁρῶντες καὶ τὸν Πύρρον ἀπεκρούσαντο.

[50]

ΛΑΟΔΙΚΗ.

[1]    Ἀντίοχος ὁ προσαγορευθεὶς Θεὸς ἔγημε Λαοδίκην ὁμοπάτριον ἀδελφὴν, ἐξ ἧς αὐτῷ παῖς ἐγένετο Σέλευκος. δευτέραν ἔγημε Βερενίκην, Πτολεμαίου βασιλέως θυγατέρα, ἐξ ἧς ἀπολιπὼν παῖδα νήπιον ἐτελεύτησε διάδοχον τῆς ἀρχῆς ἀποδείξας Σέλευκον. Λαοδίκη τὸν ἐκ τῆς Βερενίκης ὑποτρεφόμενον ἀναιρεθῆναι διεπράξατο. Βερενίκη προῆλθεν ἐς τὸ πλῆθος ἱκέτις ἔλεον καὶ βοήθειαν παρὰ τῶν ἀρχομένων αἰτουμένη. οἱ δὲ τὸν παῖδα πεφονευκότες ἕτερον ἐπιεικῶς ὅμοιον προήγαγον ἐς τὸ πλῆθος, ὡς αὐτὸν ἐκεῖνον ὄντα, περιστήσαντες αὐτῷ τὴν βασιλικὴν δορυφορίαν· τῇ δὲ Βερενίκῃ φυλακὴν μισθοφόρων Γαλατῶν ἐπέστησαν καὶ τόπον ἔδωκαν τῶν βασιλείων ὀχυρώτατον καὶ ὅρκους καὶ συνθήκας ἐσπείσαντο. Ἀριστάρχου δὲ ἰατροῦ Βερενίκῃ συνόντος καὶ πείσαντος αὐτὴν συνθέσθαι ἡ μὲν ἐπίστευσεν, οἱ δὲ τῷ ὅρκῳ στρατηγήματι χρησάμενοι τὴν Βερενίκην αὐτίκα προσπεσόντες ἔκτειναν. αἱ δὲ ἀμφ' αὐτὴν γυναῖκες ὑπερασπίζουσαι προσαπέθανον αἱ πλείονες, Παναρίστη δὲ καὶ Μανία καὶ Γηθοσύνη τὸ σῶμα τῆς Βερενίκης κρύψασαι κατὰ γῆν ἑτέραν κατέκλιναν ὡς ἐκείνην ἔτι ζῶσαν καὶ τὸ τραῦμα θεραπευομένην ὑπὸ τούτων. καὶ ἐπὶ τοσοῦτον ἔπεισαν τοὺς ὑπηκόους, ἐφ' ὅσον μεταπεμφθεὶς ὑπ' αὐτῶν Πτολεμαῖος ἧκεν ὁ πατὴρ τῆς ἀνῃρημένης καὶ διαπέμπων ἀπὸ τῆς προσηγορίας τοῦ πεφονευμένου παιδὸς καὶ τῆς ἀνῃρημένης Βερενίκης ὡς ἔτι ζώντων ἐπιστολὰς ἀπὸ τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς χωρὶς πολέμου καὶ μάχης ἐκράτησε τῷ στρατηγήματι τῆς Παναρίστης χρησάμενος.

[51]

ΘΕΑΝΩ.

[1]    Θεανὼ Παυσανίου μήτηρ, ἡνίκα Παυσανίας μηδίζων ἁλοὺς κατέφυγεν ἱκέτης ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου, ὅθεν ἀποσπάσαι τὸν ἱκέτην οὐκ ἦν θέμις, αὕτη πρὸ τῶν ἄλλων ἀφικομένη πλίνθον πρὸς ταῖς θύραις ἀπηρείσατο. οἱ Λάκωνες θαυμάσαντες τὴν ἀνδρίαν ὁμοῦ καὶ τὴν σοφίαν ἕκαστος πλίνθον ἐνήρμοσε ταῖς θύραις, ὥστε ἄμφω γενέσθαι, οὔτε τὸν ἱκέτην ἀπέσπασαν καὶ τὸν προδότην ἐναποικοδομήσαντες διέφθειραν.

[52]

ΔΗΙΔΑΜΕΙΑ.

[1]    Δηϊδάμεια Πύρρου θυγάτηρ Ἀμβρακίαν καταλαβομένη, τιμωρῆσαι Πτολεμαίῳ δολοφονηθέντι προελομένη, πρεσβευσαμένων Ἠπειρωτῶν τὸν πόλεμον κατέθετο ἐπὶ τῷ τὸν κλῆρον καὶ τὰς τιμὰς τῶν προγόνων ἔχειν. καὶ λαβοῦσα πίστεις ἐξηπατήθη· συνταξάμενοι γὰρ τῶν Ἠπειρωτῶν τινὲς Νέστορα τῶν Ἀλεξάνδρου σωματοφυλάκων ἀναιρήσοντα αὐτὴν εἰσέπεμψαν. ὁ δὲ κάτω νεύσασαν αἰδεσθεὶς καὶ καταπλαγεὶς ἀνέστρεψεν. ἡ δὲ κατέφυγεν ἐς τὸ ἱερὸν τῆς Ἡγεμόνης Ἀρτέμιδος, Μίλων δὲ αἰτίαν ἔχων ὡς τὴν αὑτοῦ μητέρα Φιλωτέραν ἀποκτείνας ὥρμησεν ἐπ' αὐτὴν ὡπλισμένος. ἡ δὲ ἀνεβόησεν·

   'ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον.'

τοῦτο μόνον αὐτὴν ἐκβοήσασαν ὁ Μίλων ἀπέκτεινεν ἐν τῷ τεμένει τῆς θεοῦ.

[53]

ΑΡΤΕΜΙΣΙΑ.

[1]    Ἀρτεμισία περὶ Σαλαμῖνα συνεναυμάχει [Ξέρξῃ]· τοὺς Πέρσας ἤδη φεύγοντας οἱ Ἕλληνες ἐδίωκον. ἡ δὲ [ἤδη] καταλαμβανομένη προσέταξε τοῖς μὲν ἐπιβάταις ἀφελεῖν τῆς νεὼς τὰ σημεῖα τὰ Περσικὰ, τῷ κυβερνήτῃ δὲ, ἐμβαλεῖν εἰς τὴν ναῦν τὴν προπλέουσαν Περσικήν. οἱ Ἕλληνες ταῦτα ὁρῶντες, οἰηθέντες μίαν εἶναι τῶν συμμαχίδων νεῶν, ἀπολιπόντες ταύτην ἐπὶ τὰς ἄλλας ἐτράποντο, Ἀρτεμισία δὲ τὸν κίνδυνον [τὸν] ἐπικείμενον ἐκφυγοῦσα εἰς Καρίαν ἀποπλέουσα ᾤχετο.

[2]    Ἀρτεμισία Λυγδάμιδος κατέδυσε ναῦν συμμαχίδα Καλυνδίδα καὶ τριήραρχον Δαμασίθυμον. ἔπεμψεν αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.

[3]    Ἀρτεμισία τριηραρχοῦσα νεὼς μακρᾶς οὐ μόνον τὸ τῶν βαρβάρων, ἀλλὰ καὶ τὸ τῶν Ἑλλήνων σημεῖον εἶχεν. εἰ μὲν ἐδίωκεν αὐτὴ ναῦν Ἑλληνίδα, τὸ βαρβαρικὸν ἀνέτεινε σημεῖον, εἰ δὲ ὑπὸ Ἑλληνίδος νεὼς ἐδιώκετο, ἀνέτεινε τὸ Ἑλληνικὸν, ἵνα οἱ διώκοντες ὡς Ἑλληνικῆς νεὼς ἀπέχωνται.

[4]    Ἀρτεμισία Λάτμον κατελάβετο τὴν μὲν ὡπλισμένην δύναμιν ἀποκρυψαμένη, αὐτὴ δὲ μετὰ εὐνούχων καὶ γυναικῶν καὶ αὐλητῶν καὶ τυμπανιστῶν ἐς τὸ ἄλσος τῆς Μητρὸς τῶν θεῶν ἀπέχον τῆς πόλεως ἑπτὰ στάδια παρῆλθεν ὀργιάζουσα. τῶν δὲ Λατμίων προελθόντων καὶ τὴν εὐσέβειαν αὐτῆς θεωμένων καὶ θαυμαζόντων οἱ ἀποκεκρυμμένοι ἐξαναστάντες κατελάβοντο τὴν πόλιν κρατήσαντες αὐλοῖς καὶ τυμπάνοις, ἧς οὐκ ἐκράτησαν τοῖς ὅπλοις.

[5]    Ἀρτεμισία βασιλεύουσα Καρίας Ξέρξῃ βασιλεῖ συνεμάχησε κατὰ τῶν Ἑλλήνων, ὥστε καὶ τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας ταύτῃ βασιλεὺς ἔδωκεν. καὶ ἐν αὐτῷ δὲ τῷ καιρῷ τοῦ ναυμαχεῖν βασιλεὺς ὁρῶν τὴν μὲν γενναίως ἀγωνιζομένην, τοὺς δὲ ἄνδρας ἀγεννῶς ἀνεβόησεν· 'ὦ Ζεῦ, τοὺς μὲν ἄνδρας γυναῖκας πεποίηκας, τὰς δὲ γυναῖκας ἄνδρας'.

[54]

ΜΑΝΙΑ.

[1]    Μανία γυνὴ Ζήνιδος ἄρχοντος τῶν περὶ Δάρδανον πόλεων νόσῳ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτὴ κατέσχε τὴν ἀρχὴν Φαρναβάζῳ χρησαμένη συμμάχῳ· αὐτὴ δὲ καὶ ἐπὶ τὰς μάχας ἐπὶ ἁρμαμάξης ἐπορεύετο καὶ τὰ παραγγέλματα ἐδίδου τοῖς μαχομένοις καὶ διέταττε τὰς τάξεις καὶ τὰ τῆς νίκης ἆθλα κατὰ τὴν ἀξίαν διένεμε τοῖς στρατιώταις. πολέμιος μὲν οὐδεὶς ἐκράτησεν αὐτῆς, ὁ δὲ τὴν θυγατέρα (πρὸς) αὐτῆς πρὸς γάμον λαβὼν Μειδίας, πιστὸς εἶναι διὰ τὸ κῆδος δοκῶν, ὑπεισελθὼν αὐτὴν διεχρήσατο.

[55]

ΤΙΡΓΑΤΑΩ.

[1]    Τιργαταὼ Μαιῶτις ἐγήματο Ἑκαταίῳ βασιλεῖ Σίνδων, οἳ νέμονται μικρὸν ἄνω Βοσπόρου. τοῦτον τὸν Ἑκαταῖον ἐκπεσόντα τῆς ἀρχῆς κατήγαγε Σάτυρος ὁ Βοσπόρου τύραννος καὶ τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον ἐξέδωκεν ἀξιώσας τὴν προτέραν ἀποκτεῖναι. ὁ δὲ τὴν Μαιῶτιν στέργων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν, ἐς ὀχυρὸν δὲ φρούριον καθείρξας ἐκέλευσε διάγειν φρουρουμένην· ἡ δὲ Τιργαταὼ λαθοῦσα τοὺς φύλακας διέδρα. τῶν δὲ περὶ τὸν Ἑκαταῖον καὶ τὸν Σάτυρον πολλῇ σπουδῇ ζητούντων ‑ ἐδεδοίκεσαν γὰρ, μὴ κινήσῃ τοὺς Μαιώτας ἐς πόλεμον ‑ οὐ μὴν εὑρεῖν δυνηθέντων, ἡ Μαιῶτις ἐρήμους καὶ τραχείας ὁδοὺς ὑπερβάλλουσα καὶ μεθ' ἡμέραν μὲν ἐν ταῖς ὕλαις κρυπτομένη, ταῖς δὲ νυξὶ βαδίζουσα τέλος ἧκεν εἰς τοὺς καλουμένους Ἰξομάτας, ἔνθα ἦν αὐτῆς τὰ βασίλεια τῶν οἰκείων. τὸν μὲν δὴ πατέρα τετελευτηκότα κατέλαβε, τῷ δὲ διαδεξαμένῳ τὴν ἀρχὴν συνοικήσασα τοὺς Ἰξομάτας εἰς πόλεμον ἐκίνησε. καὶ πολλὰ μὲν τῶν περὶ Μαιῶτιν μαχίμων ἐθνῶν προσήγετο, μάλιστα δὲ τὴν Ἑκαταίου Σινδικὴν κατέτρεχε καὶ Σατύρου τὴν ἀρχὴν ἐλυμαίνετο, ὥστε ἱκετηρίας ἀμφότεροι πέμψαντες καὶ ὅμηρον δόντες παῖδα Σατύρου Μητρόδωρον ἐδεήθησαν εἰρήνης τυχεῖν. ἡ δὲ συνέθετο μὲν, οὐ μὴν οἵ γε συνθέμενοι τοὺς ὅρκους ἐφύλαξαν. ὁ γὰρ δὴ Σάτυρος ἔπεισε δύο φίλους ἱκέτας καταφυγόντας πρὸς αὐτὴν ἐπιβουλεῦσαι. οἱ μὲν κατέφυγον, ὁ δὲ Σάτυρος ἐξῄτει· ἡ δὲ τὸν τῆς ἱκεσίας νόμον τιμῶσα πολλάκις ἀντέγραφε σωτηρίαν πράττουσα τοῖς ἱκέταις. οἱ δὲ ἐπέθεντο, ὁ μὲν ὡς περὶ μεγάλων αὐτῇ διαλεγόμενος πραγμάτων, ὁ δὲ σπασάμενος τὸ ξίφος ἀπέτυχε τῆς ἐπιβουλῆς τοῦ ζωστῆρος ἀποδεξαμένου τὴν πληγήν. οἱ δορυφόροι συνδραμόντες ἀμφοτέρους ἐβασάνισαν. οἱ δὲ τὴν ἐπιβουλὴν ὡμολόγησαν τοῦ καθεικότος τυράννου. πάλιν ἡ Τιργαταὼ τὸν πόλεμον ἐξήνεγκε τὸν ὅμηρον ἀποκτείνασα καὶ πάντων τῶν δεινῶν ἁρπαγῆς καὶ φόνου πληροῦσα τὴν χώραν, ἕως αὐτὸς μὲν ὁ Σάτυρος ἀθυμήσας ἐτελεύτησε, Γόργιππος δὲ υἱὸς αὐτοῦ τὴν ἀρχὴν διαδεξάμενος ἱκέτης αὐτὸς ἐλθὼν καὶ δῶρα δοὺς αὐτῇ μέγιστα τὸν πόλεμον διελύσατο.

[56]

ΑΜΑΓΗ.

[1]    Ἀμάγη γυνὴ Μηδοσάκκου βασιλέως Σαρματῶν τῶν ἐπὶ τὴν Ποντικὴν παραλίαν καθηκόντων ὁρῶσα τὸν ἄνδρα τρυφῇ προσέχοντα καὶ μέθῃ αὐτὴ μὲν τὰ πολλὰ ἐδίκαζεν, αὐτὴ δὲ καὶ τὰς φυλακὰς τῆς χώρας καθίστατο καὶ τὰς ἐπιδρομὰς τῶν πολεμίων ἀνέστελλε καὶ τοῖς ἀδικουμένοις τῶν προσοίκων συνεμάχει. καὶ τὸ κλέος αὐτῆς λαμπρὸν ἦν ἀνὰ πάντας τοὺς Σκύθας, ὥστε καὶ οἱ [τὴν] Ταυρικὴν κατοικοῦντες Χερρονησῖται κακῶς πάσχοντες ὑπὸ τοῦ βασιλέως τῶν παρακειμένων Σκυθῶν ἐδεήθησαν αὐτῆς γενέσθαι σύμμαχοι. ἡ δὲ τὸ μὲν πρῶτον ἐπέστειλεν ἀπέχεσθαι Χερρονήσου κελεύουσα, ὡς δὲ κατεφρόνησεν ὁ Σκύθης, παραλαβοῦσα ἑκατὸν εἴκοσιν ἄνδρας τοὺς ψυχὴν καὶ σῶμα ἀλκιμωτάτους, τρεῖς ἵππους ἑκάστῳ παραδοῦσα διέδραμε νυκτὸς μιᾶς καὶ ἡμέρας χίλια καὶ διακόσια στάδια καὶ τοῖς βασιλείοις ἐξαίφνης ἐπιστᾶσα τοὺς μὲν ἐπὶ θυρῶν ἅπαντας ἀπέκτεινε, τῶν δὲ Σκυθῶν ὡς ἐν ἀπροσδοκήτῳ δεινῷ ταραχθέντων καὶ νομισάντων οὐχ ὅσους ἔβλεπον ἥκειν, ἀλλὰ πολλῷ πλείονας εἶναι τοὺς ἐπερχομένους, Ἀμάγη μεθ' ἧς εἶχεν ὁρμῆς ἐς τὸ βασίλειον ἐμπεσοῦσα τὸν Σκύθην καὶ τοὺς συνόντας αὐτῷ συγγενεῖς καὶ φίλους ἀποκτείνασα Χερρονησίταις μὲν ἀπέδωκε τὴν χώραν, τῷ δὲ παιδὶ τοῦ πεφονευμένου τὴν βασιλείαν ἐνεχείρισε παρεγγυήσασα δικαίως ἄρχειν καὶ ἀπέχεσθαι τῶν προσοικούντων Ἑλλήνων καὶ βαρβάρων ὁρῶντα τὸ τέλος τοῦ πατρός.

[57]

ΑΡΣΙΝΟΗ.

[1]    Ἀρσινόη Λυσιμάχου τοῦ ἀνδρὸς τελευτήσαντος μεγάλης ταραχῆς οὔσης ἐν Ἐφέσῳ καὶ τῶν σελευκιζόντων τὰ τείχη καταβαλλόντων καὶ τὰς πύλας ἀνοιγόντων εἰς μὲν τὸ φορεῖον τὸ βασιλικὸν κατέκλινε θεράπαιναν στολὴν περιθεῖσα βασιλικὴν καὶ περιέστησε πολλοὺς τῶν ὑπασπιστῶν, αὐτὴ δὲ περιβαλομένη ῥάκια καὶ προσωπεῖον ἐρρυπωμένον καθ' ἑτέραν θύραν ἐξῆλθε μόνη καὶ δραμοῦσα ἐπὶ τὰς ναῦς ἀπέπλευσε. Μενεκράτης, εἷς τῶν ἡγεμόνων, τῷ φορείῳ προσπεσὼν κατεκέντησε τὴν θεράπαιναν οἰόμενος Ἀρσινόην φονεύειν.

[58]

ΚΡΑΤΗΣΙΠΟΛΙΣ.

[1]    Κρατησίπολις Πτολεμαίῳ τὸν Ἀκροκόρινθον ἐνδοῦναι βουλομένη φυλαττόμενον ὑπὸ μισθοφόρων, οἳ πολλάκις ἔπειθον αὐτὴν χρῆναι φυλάττειν τὸν τόπον, ἐπαινέσασα αὐτοὺς ὡς ἀνδρείους καὶ πιστούς, ἀλλὰ καὶ ἀπὸ Σικυῶνος ἔφη μεταπέμψεσθαι συμμάχους, οἳ μετ' αὐτῶν ἀσφαλέστερον φυλάξουσιν. ἔπεμψε μὲν πρὸς Σικυωνίους φανερῶς, κρύφα δὲ πρὸς Πτολεμαῖον, καὶ τοὺς παρ' αὐτοῦ στρατιώτας νύκτωρ ἥκοντας ὡς τοὺς ἀπὸ Σικυῶνος συμμάχους ἐδέξατο. καὶ παρέλαβε Πτολεμαῖος Ἀκροκόρινθον ἀκόντων τῶν φυλασσόντων.

[59]

ΙΕΡΕΙΑ.

[1]    Αἰτωλοὶ Πελληνεῦσιν ἐπεστράτευον. πρὸ τῆς Πελλήνης ὄχθος ἐστὶν ὑψηλὸς ἀντικρὺ τῆς ἀκροπόλεως, ἐφ' ὃν οἱ Πελληνεῖς συνελθόντες ὡπλίζοντο. τῆς Ἀθηνᾶς ἱέρεια κατά τι νόμιμον ἐκείνης τῆς ἡμέρας πανοπλίαν ἔχουσα καὶ τρίλοφον κράνος, ἡ καλλίστη καὶ μεγίστη τῶν παρθένων, ἀπὸ τῆς ἀκροπόλεως ἀπέβλεπεν ἐς τὸ πλῆθος τῶν ὁπλιζομένων πολιτῶν. Αἰτωλοὶ παρθένον ὡπλισμένην ἐκ τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς προελθοῦσαν ἰδόντες αὐτὴν τὴν Ἀθηνᾶν σύμμαχον ἥκειν Πελληνεῦσι νομίσαντες ἀνέστρεψαν, Πελληνεῖς δὲ ἐπιδιώξαντες οὐκ ὀλίγους Αἰτωλῶν ἔκτειναν.

[60]

ΚΥΝΝΑ.

[1]    Κύννα Φιλίππου θυγάτηρ τὰ πολεμικὰ ἤσκει καὶ στρατοπέδων ἡγεῖτο καὶ πολεμίοις παρετάσσετο· καὶ Ἰλλυριοῖς παρατασσομένη τὴν βασιλεύουσαν αὐτῶν καιρίαν ἐς τὸν αὐχένα πλήξασα κατέβαλε καὶ πολλοὺς τῶν Ἰλλυριῶν φεύγοντας ἔκτεινε. γημαμένη δὲ Ἀμύντᾳ τῷ Περδίκκου ταχέως τοῦτον ἀποβαλοῦσα οὐχ ὑπέμεινεν ἀνδρὸς πειραθῆναι δευτέρου, ἀλλὰ μίαν ἔχουσα θυγατέρα ἐξ Ἀμύντου Εὐρυδίκην καὶ ταύτην τὰ πολεμικὰ ἤσκησεν. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος καὶ τῶν διαδόχων νεωτεριζόντων ἐτόλμησεν αὐτὴ διαβῆναι τὸν Στρυμόνα, Ἀντιπάτρου δὲ κωλύοντος βιασαμένη τοὺς κωλύοντας τὸν ποταμὸν διῆλθε καὶ τοὺς ἐμποδὼν γιγνομένους καταγωνισαμένη διέβη τὸν Ἑλλήσποντον συμμῖξαι τῷ Μακεδόνων στρατεύματι προθυμουμένη. Ἀλκέτα δὲ μετὰ τῆς δυνάμεως ἀπαντήσαντος οἱ Μακεδόνες ἰδόντες τὴν Φιλίππου θυγατέρα καὶ ἀδελφὴν Ἀλεξάνδρου, αἰδεσθέντες τὴν γνώμην μετεβάλοντο. ἡ δὲ τὸν Ἀλκέταν ὀνειδίσασα τῆς ἀχαριστίας οὔτε τὸ πλῆθος τῶν ἀνδρῶν οὔτε τὴν παρασκευὴν τῶν ὅπλων κατεπλάγη, ἀλλ' εὐγενῶς ἤνεγκε τὴν σφαγὴν τεθνάναι μᾶλλον ἢ τὸ Φιλίππου γένος ἐκπεπτωκὸς τῆς ἀρχῆς ὁρᾶν αἱρουμένη.

[61]

ΜΥΣΤΑ.

[1]    Μύστα γυνὴ Σελεύκου τοῦ Καλλινίκου κληθέντος περὶ Ἄγκυραν ὑπὸ Γαλατῶν ἡττηθέντος, ὑπὸ τῶν πολεμίων ἁλοῦσα, τὴν βασιλικὴν ἐσθῆτα μεταμφιασαμένη, θεραπαινίδος ἀθλιωτάτης ῥάκια λαβοῦσα ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον μετὰ ἄλλων ἀνδραπόδων ἐξηγόρευσεν ἥτις ἦν. Ῥόδιοι τῷ πριαμένῳ τὸ ἀργύριον ἀποδόντες λαμπρῶς κομίσαντες ἐς Ἀντιόχειαν ἐξέπεμψαν.

[62]

ΕΠΙΧΑΡΙΣ.

[1]    Πείσων καὶ Σενέκας ἐπιβουλὴν συνεστήσαντο κατὰ Νέρωνος. ἦν ἀδελφὸς Σενέκᾳ Μέλας, ὃς ἑταίραν εἶχεν Ἐπίχαριν. ταύτην τὴν Ἐπίχαριν ὁ Νέρων ὡς μετέχουσαν τῶν ἀπορρήτων ἐβασάνισε πικρῶς, ἡ δὲ ἀντέσχεν οὐδενὸς κατειποῦσα. Νέρων ἀνέθετο ὡς αὖθις βασανίσων. μετὰ τρεῖς ἡμέρας τὴν Ἐπίχαριν ἐκομίζετο ἐν φορείῳ, ἡ δὲ λυσαμένη τὴν ζώνην ἀπεβρόχισεν ἑαυτὴν ἐν αὐτῷ τῷ φορείῳ. οἱ κομίζοντες ἐγγὺς τῶν βασανιστήρων γενόμενοι ἀποθέμενοι προελθεῖν αὐτὴν ἐκέλευον· τῆς δ' ἄρα τὸ σῶμα εὑρέθη νεκρὸν, καὶ ὁ τύραννος πολλὰ ἐσχετλίαζεν ὡς ὑπὸ τῆς ἑταίρας νενικημένος.

[63]

ΜΙΛΗΣΙΑ.

[1]    Ἐν Μιλήτῳ τὰς παρθένους μανικὸν πάθος κατέσχεν· αἱ πλεῖσται γὰρ οὐδεμιᾶς οὔσης συμφορᾶς ἐξαίφνης αὑτὰς ἀπεβρόχιζον. Μιλησία γυνὴ συνεβούλευσε τὰς ἀπαγχομένας [γυμνὰς] διὰ τῆς ἀγορᾶς ἐκκομίζεσθαι. τοῦτο κυρωθὲν ἐπέσχε θανατώσας τὰς παρθένους· τὴν γὰρ μετὰ θάνατον αἰσχύνην καὶ τὴν διὰ τῆς ἀγορᾶς πομπὴν οὐ φέρουσαι τῶν βρόχων ἀπέσχοντο.

[64]

ΜΗΛΙΑΙ.

[1]    Μήλιοι Καρίαν ἐπῴκισαν ἡγεμόνα Νυμφαῖον ἔχοντες· Κᾶρες οἱ Κρυασσὸν οἰκοῦντες ἐπιβουλεύοντες Μηλίοις καλοῦσιν αὐτοὺς ἐπὶ δημοσίαν ἑορτήν. Καρίνη παρθένος ἐρῶσα Νυμφαίου τὴν ἐπιβουλὴν ἐξηγόρευσεν. ὁ δὲ πρὸς τοὺς Κᾶρας ἔφη, νόμον Ἕλλησιν εἶναι μετὰ γυναικῶν ἐπὶ δεῖπνον βαδίζειν. οἱ μὲν δὴ Κᾶρες ἐκέλευσαν ἄγειν καὶ τὰς γυναῖκας, οἱ Μήλιοι δὲ αὐτοὶ μὲν ἄνευ ὅπλων ἐν ἱματίοις βαδίζουσιν, αἱ δὲ γυναῖκες ἑκάστη ξίφος ἐν τῷ κόλπῳ κομίζουσα παρὰ τὸν αὑτῆς ἄνδρα πᾶσαι καθιζάνουσιν. ὡς δὲ δειπνοῦντες τοῦ Καρίου συνθήματος ᾔσθοντο, αἱ μὲν γυναῖκες ὁμοῦ πᾶσαι τοὺς κόλπους ἀνέρρηξαν, οἱ δὲ ἄνδρες τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διαχρησάμενοι πάντας τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν κατῴκησαν.

[65]

ΦΩΚΙΔΕΣ.

[1]    Φωκεῦσι καὶ Θετταλοῖς πόλεμος ἄσπονδος ἦν, ὥστε καὶ Θετταλοὶ δόγμα ἐκύρωσαν, μηδενὸς ἀπέχεσθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσασθαι. Φωκέων μελλόντων συμβάλλειν ἐς μάχην αἱ Φωκίδες ἐψηφίσαντο· 'ὕλην παμμεγέθη νησώμεθα· ἐπειδὰν δὲ αἰσθώμεθα τοὺς ἄνδρας ἡττωμένους, αὐταὶ τῆς πυρᾶς μετὰ τῶν τέκνων ἐπιβῶμεν καὶ τὴν ὕλην ὑφάψασαι καταπρήσωμεν.' τοῦτο τὸ ψήφισμα τῶν γυναικῶν τοὺς Φωκέας ἐποίησεν ἀνδρειότερον παρατάξασθαι καὶ κρατῆσαι τῇ μάχῃ.

[66]

ΧΙΑΙ.

[1]    Χίοις πρὸς Ἐρυθραίους πόλεμος ἦν Λευκωνίας πέρι· καὶ δὴ συνέθεντο Χῖοι μὴ δυνάμενοι τοῖς πολεμίοις ἀντέχειν ἐξελθεῖν ὑπόσπονδοι χλαῖναν μίαν ἕκαστος καὶ ἱμάτιον ἔχοντες. αἱ Χῖαι γυναῖκες ἐσχετλίαζον, εἰ τὰ ὅπλα προέμενοι γυμνοὶ φευξοῦνται. τῶν δὲ ὀμωμοκέναι φασκόντων αἱ γυναῖκες συνεβούλευσαν τὰ μὲν ὅπλα μηδαμῶς ἀφιέναι, λέγειν δὲ ὡς ἔθος αὐτοῖς χλαῖναν μὲν καλεῖν τὸ ξυστὸν, χιτῶνα δὲ τὴν ἀσπίδα. ταῖς γυναιξὶν ἐπείσθησαν οἱ Χῖοι καὶ τὰ ὅπλα κατασχόντες φοβερώτεροι τοῖς Ἐρυθραίοις ἐγένοντο.

[67]

ΘΑΣΙΑΙ.

[1]    Θάσιοι πολιορκούμενοι μηχανήματα ἔνδον τῶν τειχῶν ἐπαναστῆσαι τοῖς πολεμίοις βουλόμενοι σπάρτων ἠπόρουν, οἷς τὰ μηχανήματα συνδεῖν ἐχρῆν. αἱ Θάσιαι τὰς κεφαλὰς ἀπεκείραντο καὶ σύνδεσμοι τῶν μηχανημάτων ἐγένοντο τῶν γυναικῶν αἱ τρίχες.

[68]

ΑΡΓΟΛΙΔΕΣ.

[1]    Πύρρος Ἠπειρώτης ἐνέβαλεν εἰς Ἄργος καλέσαντος αὐτὸν Ἀριστέως Ἀργείου. οἱ μὲν Ἀργεῖοι συνέδραμον ἐς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων, αἱ δὲ γυναῖκες αὐτῶν προκαταλαβόμεναι τὰ τέγη τοὺς Ἠπειρώτας ἄνωθεν βάλλουσαι ἀναχωρῆσαι βιάζονται, ὥστε καὶ Πύρρος, ὁ δεινότατος τῶν στρατηγῶν, αὐτὸς ἔπεσεν ἐμπεσούσης ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κεραμίδος. αἱ δὲ Ἀργολίδες μέγιστον κλέος ἐν τοῖς Ἕλλησιν ἤραντο Πύρρου τοῦ πολεμικωτάτου μηδὲ ὑπ' ἀνδρῶν, ἀλλὰ ὑπὸ γυναικῶν Ἀργολίδων πεσόντος.

[69]

ΑΚΑΡΝΑΝΙΔΕΣ.

[1]    Αἰτωλῶν Ἀκαρνᾶσι μακρῷ χρόνῳ πολεμούντων, τέλος δὲ κατὰ προδοσίαν ἐς τὴν πόλιν παραπεσόντων οἱ μὲν ἄνδρες εὐρώστως ἐν παραλόγῳ κινδύνῳ παρετάσσοντο, αἱ δὲ γυναῖκες ἐπὶ τὰς στέγας ἀναδραμοῦσαι, αἱ μὲν λίθους, αἱ δὲ κεράμους βάλλουσαι πολλοὺς τῶν πολεμίων ἀνῄρουν. τοὺς δὲ ἄνδρας ἐνδιδόντας καὶ ἡττωμένους αὗται ποτὲ μὲν παρακαλοῦσαι, ποτὲ δὲ ὀνειδίζουσαι, ποτὲ δὲ ἱκετεύουσαι ἀνέστρεψαν ἐπὶ τὴν μάχην. ἐπεὶ δὲ πάλιν ἀγωνισάμενοι γενναίως ἑάλωσαν, αἱ γυναῖκες ἐπὶ τοσοῦτον περιεπλέκοντο τοῖς σώμασι τῶν ἀνδρῶν ἢ ἀδελφῶν ἢ πατέρων, ὥστε αὐτὰς ἐξαρτωμένας ἀποσπᾶν οἱ πολέμιοι μὴ δυνάμενοι συγκατεφόνευσαν τοῖς ἀνδράσιν.

[70]

ΚΥΡΗΝΑΙΑΙ.

[1]    Κυρηναίοις ἐπολέμει Πτολεμαῖος. οἱ δὲ ἡγεμόνα ἐξ Αἰτωλίας Λυκωπὸν μεταπεμψάμενοι τούτῳ τὴν προστασίαν τῶν κοινῶν ἐνεχείρισαν. ἐν δὲ ταῖς μάχαις οἱ μὲν Κυρηναῖοι προεκινδύνευον, αἱ δὲ γυναῖκες αὐτῶν χάρακας περιέβαλλον, τάφρους ὤρυττον, βέλη προσέφερον, λίθους προσεκόμιζον, τοὺς τραυματίας ἐθεράπευον, τροφὴν παρεσκεύαζον. σφαλέντων δὲ τῶν ἀνδρῶν, τοῦ Λυκωποῦ τὰ πράγματα μεταστήσαντος ἐς μοναρχίαν, ἐπὶ τοσοῦτον ἐβλασφήμησαν τὸν μόναρχον, ὥστε παροξυνθεὶς τὰς πλείστας αὐτῶν ἀπέκτεινεν ἑκούσας ἐπὶ τὴν σφαγὴν θεούσας.

[71]

ΛΑΚΑΙΝΑΙ.

[1]    Λακεδαιμονίων αἱ θυγατέρες ἐγήμαντο Μινύαις τοῖς ἀπὸ τῶν Ἀργοναυτῶν γεγονόσιν. οἱ δὲ κοινωνοῦντες τῆς πολιτείας ἤδη καὶ τῆς βασιλείας ἀντεποιοῦντο. τοὺς μὲν δὴ καθεῖρξαν οἱ Σπαρτιᾶται, αἱ δὲ θυγατέρες τῶν * * * *