ἐπὶ δὲ Γαΐου Τελεσίνου καὶ ἐπὶ Σουητωνίου Παυλίνου ὑπάτων εὐδοξότατόν τε ἅμα ἔργον καὶ ἕτερον αἴσχιστον ἐγένετο. ὅ τε γὰρ Νέρων ἐν τοῖς κιθαρῳδοῖς ἠγωνίσατο, καὶ νικητήρια αὐτῷ Μενεκράτους τοῦ τῆς κιθαρῳδίας διδασκάλου ἐν τῷ ἱπποδρόμῳ ποιήσαντος [2] ἡνιόχησε· καὶ ὁ Τιριδάτης ἐς τὴν Ῥώμην, οὐχ ὅτι τοὺς ἑαυτοῦ παῖδας ἀλλὰ καὶ τοὺς τοῦ Οὐολογαίσου τοῦ τε Πακόρου καὶ τοῦ Μονοβάζου ἄγων, ἀνήχθη, καὶ ἐγένετο αὐτῶν πομπὴ διὰ [2] [1] πάσης τῆς ἀπὸ τοῦ Εὐφράτου γῆς ὥσπερ ἐν ἐπινικίοις. αὐτός τε γὰρ ὁ Τιριδάτης καὶ ἡλικίᾳ καὶ κάλλει καὶ γένει καὶ φρονήματι ἤνθει, καὶ ἡ θεραπεία ἥ τε παρασκευὴ ἡ βασιλικὴ πᾶσα αὐτῷ συνηκολούθει, τρισχίλιοί τε ἱππεῖς τῶν Πάρθων καὶ χωρὶς ἕτεροι [2] Ῥωμαίων συχνοὶ συνείποντο. καὶ αὐτοὺς αἵ τε πόλεις λαμπρῶς κεκοσμημέναι καὶ οἱ δῆμοι πολλὰ καὶ χαρίεντα ἀναβοῶντες ὑπεδέχοντο· τά τε ἐπιτήδεια πάντα προῖκα εἶχον, ὥστε εἴκοσι μυριάδας τὸ ἡμερήσιον ἀνάλωμα τῷ δημοσίῳ λογισθῆναι. καὶ τοῦτο ἐπ' ἐννέα [3] μῆνας, οἷς ὡδοιπόρησαν, ὁμοίως ἐγένετο. ἵππευσε δὲ πανταχῇ μέχρι τῆς Ἰταλίας, καὶ αὐτῷ καὶ γυνὴ συμπαρίππευε, κράνος χρυσοῦν ἀντὶ καλύπτρας ἔχουσα, ὥστε μὴ ὁρᾶσθαι παρὰ τὰ πάτρια. ἐν δὲ τῇ Ἰταλίᾳ ζεύγεσι πεμφθεῖσιν ὑπὸ τοῦ Νέρωνος ἐκομίσθη, [4] καὶ διὰ Πικεντῶν ἐς Νέαν πόλιν πρὸς αὐτὸν ἀφίκετο. οὐ μέντοι καὶ τὸν ἀκινάκην, ὅτε προσῄει αὐτῷ, καταθέσθαι καίπερ κελευσθεὶς ἠθέλησεν, ἀλλ' ἥλοις αὐτὸν τῷ κολεῷ προσέπηξε, καίτοι καὶ ἐς γῆν τὸ γόνυ καθεὶς καὶ τὰς χεῖρας ἐπαλλάξας, δεσπότην τε αὐτὸν [3] [1] ὀνομάσας καὶ προσκυνήσας. ὁ οὖν Νέρων καὶ ἐπὶ τούτῳ αὐτὸν θαυμάσας τοῖς τε ἄλλοις ἐδεξιώσατο καὶ μονομαχίας ἐν Πουτεόλοις ἔθετο. ἠγωνοθέτησε δὲ Πατρόβιος ἐξελεύθερος αὐτοῦ, καὶ τοσαύτῃ γε τῇ λαμπρότητι καὶ τῇ δαπάνῃ ἐχρήσατο ὥστε ἐν μιᾷ ἡμέρᾳ μηδένα ἄλλον πλὴν Αἰθιόπων καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ [2] παίδων ἐς τὸ θέατρον ἐσελθεῖν. καὶ ἔδει γὰρ τῷ Πατροβίῳ τιμήν τινα διὰ ταῦτα γενέσθαι, ἐτόξευσεν ὁ Τιριδάτης ἄνωθεν ἐκ τῆς ἕδρας θηρία, καὶ δύο γε ταύρους μιᾷ ἅμα βολῇ, εἴ γέ τῳ πιστόν, [4] [1] διέτρωσε καὶ ἀπέκτεινε. μετὰ δὲ τοῦτο ἔς τε τὴν Ῥώμην αὐτὸν ὁ Νέρων ἀνήγαγε καὶ τὸ διάδημα αὐτῷ ἐπέθηκε. καὶ πᾶσα μὲν ἡ πόλις ἐκεκόσμητο καὶ φωσὶ καὶ στεφανώμασιν, οἵ τε ἄνθρωποι [2] πολλοὶ πανταχοῦ ἑωρῶντο, μάλιστα δὲ ἡ ἀγορὰ ἐπεπλήρωτο· τὸ μὲν γὰρ μέσον αὐτῆς ὁ δῆμος λευχειμονῶν καὶ δαφνηφορῶν κατὰ τέλη εἶχε, τὰ δ' ἄλλα οἱ στρατιῶται λαμπρότατα ὡπλισμένοι, ὥστε καὶ τὰ ὅπλα αὐτῶν καὶ τὰ σημεῖα ἀστράπτειν. οἵ τε κέραμοι καὶ αὐτοὶ πάντων τῶν τῇδε οἰκοδομημάτων ἐκρύπτοντο ὑπὸ τῶν ἀναβεβηκότων.
[3] τούτων δ' οὕτως ἐκ νυκτὸς προπαρασκευασθέντων ἐσῆλθεν ἐς τὴν ἀγορὰν ὁ Νέρων ἅμα τῇ ἡμέρᾳ, τὴν ἐσθῆτα τὴν ἐπινίκιον ἐνδεδυκώς, σύν τε τῇ βουλῇ καὶ σὺν τοῖς δορυφόροις, καὶ ἐπί τε τὸ βῆμα ἀνέβη καὶ ἐπὶ δίφρου ἀρχικοῦ ἐκαθέζετο. καὶ μετὰ τοῦτο ὅ τε Τιριδάτης καὶ οἱ μετ' αὐτοῦ διά τε στοίχων ὁπλιτῶν ἑκατέρωθεν παρατεταγμένων διῆλθον καὶ πρὸς τῷ βήματι προσστάντες [5] [1] προσεκύνησαν αὐτόν, ὥσπερ καὶ πρότερον. κραυγῆς τε ἐπὶ τούτῳ πολλῆς συμβάσης ἐξεπλάγη τε ὁ Τιριδάτης, καὶ ἄφωνος χρόνον τινὰ ὡς καὶ ἀπολούμενος ἐγένετο. ἔπειτα σιωπῆς κηρυχθείσης ἐπεθάρρησέ τε, καὶ ἐκβιασάμενος τὸ φρόνημα τῷ τε καιρῷ καὶ τῇ χρείᾳ ἐδούλευσε, μηδὲν φροντίσας εἴ τι ταπεινὸν φθέγξαιτο, [2] πρὸς τὴν ἐλπίδα ὧν τεύξοιτο. εἶπε γὰρ οὕτως· "ἐγώ, δέσποτα, Ἀρσάκου μὲν ἔκγονος, Οὐολογαίσου δὲ καὶ Πακόρου τῶν βασιλέων ἀδελφός, σὸς δὲ δοῦλός εἰμι. καὶ ἦλθόν τε πρὸς σὲ τὸν ἐμὸν θεόν, προσκυνήσων σε ὡς καὶ τὸν Μίθραν, καὶ ἔσομαι τοῦτο ὅ τι ἂν σὺ [3] ἐπικλώσῃς· σὺ γάρ μοι καὶ μοῖρα εἶ καὶ τύχη." ὁ δὲ Νέρων ἠμείψατο αὐτὸν ὧδε· "ἀλλ' εὖ τοι ἐποίησας αὐτὸς δεῦρο ἐλθών, ἵνα καὶ παρὼν παρόντος μου ἀπολαύσῃς· ἃ γάρ σοι οὔτε ὁ πατὴρ κατέλιπεν οὔτε οἱ ἀδελφοὶ δόντες ἐτήρησαν, ταῦτα ἐγὼ χαρίζομαι καὶ βασιλέα τῆς Ἀρμενίας ποιῶ, ἵνα καὶ σὺ καὶ ἐκεῖνοι μάθωσιν [4] ὅτι καὶ ἀφαιρεῖσθαι βασιλείας καὶ δωρεῖσθαι δύναμαι." ταῦτ' εἰπὼν ἀνελθεῖν τε αὐτὸν κατὰ τὴν ἄνοδον τὴν ἐπ' αὐτῷ τούτῳ ἔμπροσθεν τοῦ βήματος πεποιημένην ἐκέλευσε, καὶ καθιζηθέντι αὐτῷ ὑπὸ τὸν πόδα τὸ διάδημα ἐπέθηκε. βοαί τε καὶ ἐπὶ τούτῳ πολλαὶ [6] [1] καὶ παντοδαπαὶ ἐγένοντο. ἐγένετο δὲ κατὰ ψήφισμα καὶ πανήγυρις θεατρική. καὶ τὸ θέατρον, οὐχ ὅτι ἡ σκηνὴ ἀλλὰ καὶ ἡ περιφέρεια αὐτοῦ πᾶσα ἔνδοθεν ἐκεχρύσωτο, καὶ τἆλλα ὅσα ἐσῄει χρυσῷ ἐκεκόσμητο· ἀφ' οὗ καὶ τὴν ἡμέραν αὐτὴν χρυσῆν ἐπωνόμασαν.
[2] τά γε μὴν παραπετάσματα τὰ διὰ τοῦ ἀέρος διαταθέντα, ὅπως τὸν ἥλιον ἀπερύκοι, ἁλουργὰ ἦν, καὶ ἐν μέσῳ αὐτῶν ἅρμα ἐλαύνων ὁ Νέρων ἐνέστικτο, πέριξ δὲ ἀστέρες χρυσοῖ ἐπέλαμπον.
[3] ταῦτα μὲν οὕτως ἐγένετο, καὶ δῆλον ὅτι καὶ συμποσίῳ πολυτελεῖ ἐχρήσαντο· ὁ δὲ Νέρων ἐπὶ τούτοις καὶ ἐκιθαρῴδησε δημοσίᾳ καὶ ἡρματηλάτησε, τήν τε στολὴν τὴν πράσινον ἐνδεδυμένος [4] καὶ τὸ κράνος τὸ ἡνιοχικὸν περικείμενος. ἐφ' οἷς ὁ Τιριδάτης αὐτὸν μὲν δυσχεραίνων τὸν δὲ Κορβούλωνα ἐπαινῶν ἓν αὐτοῦ τοῦτο μόνον ᾐτιᾶτο, ὅτι τοιοῦτον δεσπότην ἔχων ἔφερεν. οὔκουν οὐδὲ πρὸς αὐτὸν τὸν Νέρωνα ἀπεκρύψατο, ἀλλ' εἶπέ ποτε αὐτῷ "ἀγαθόν, [5] ὦ δέσποτα, ἀνδράποδον Κορβούλωνα ἔχεις." ταῦτα μὲν οὐδὲ συνιέντι αὐτῷ ἔλεγεν, ἐν δὲ δὴ τοῖς ἄλλοις καὶ ἐκολάκευσεν αὐτὸν καὶ ὑπέδραμε δεινότατα, καὶ διὰ τοῦτο δῶρά τε παντοδαπὰ πεντακισχιλίων μυριάδων ἄξια, ὥς φασιν, ἔλαβε, καὶ Ἀρτάξατα ἀνοικοδομῆσαι [6] ἐπετράπη· δημιουργούς τε πρὸς τούτοις πολλούς, τοὺς μὲν παρ' ἐκείνου λαβὼν τοὺς δὲ καὶ χρήμασι πείσας, ἐκ τῆς Ῥώμης ἐξήγαγεν. οὐ μέντοι καὶ πᾶσιν αὐτοῖς ὁ Κορβούλων ἐς τὴν Ἀρμενίαν διαβῆναι ἐφῆκεν, ἀλλὰ μόνοις τοῖς ὑπὸ τοῦ Νέρωνος αὐτῷ δοθεῖσιν· ὅθεν καὶ ἔτι μᾶλλον ὁ Τιριδάτης τοῦτόν τε [7] [1] ἐθαύμασε καὶ ἐκείνου κατέγνω. ἀνεκομίσθη δὲ οὐχ ᾗπερ ἦλθε διὰ τοῦ Ἰλλυρικοῦ καὶ ὑπὲρ τὸν Ἰόνιον, ἀλλ' ἐς τὸ Δυρράχιον ἐκ τοῦ Βρεντεσίου πλεύσας· καὶ εἶδε καὶ τὰς ἐν τῇ Ἀσίᾳ πόλεις, ὥστε καὶ ἐξ ἐκείνων τὴν τῶν Ῥωμαίων ἀρχὴν καταπλαγῆναι καὶ ἰσχύος ἕνεκα καὶ κάλλους. Xiph. 172, 18175, 26 R. St.
[1a] ὅτι θεώμενος Τιριδάτης ποτὲ παγκράτιον, ἐπειδὴ εἶδε θάτερον τῶν παγκρατιαστῶν πεσόντα καὶ τυπτόμενον ὑπὸ τοῦ ἀντιπάλου, ἔφη "ἄδικος ἡ μάχη· οὐ γὰρ δίκαιον τὸν πεσόντα τύπτεσθαι". Petr. Patr. exc. Vat. 68 (p. 214 Mai. 6 p. 196, 69 Dind.).
[2] ὁ μὲν δὴ Τιριδάτης τὰ Ἀρτάξατα ἀνοικοδομήσας Νερώνεια προσηγόρευσεν· ὁ δὲ δὴ Οὐολόγαισος οὔτε ἐλθεῖν πρὸς τὸν Νέρωνα, καίτοι πολλάκις μεταπεμφθείς, ἠθέλησε, καὶ τέλος, ὡς ὀχληρὸς αὐτῷ ἐγίνετο, ἀντεπέστειλέν οἱ ὅτι πολύ σοι ῥᾷον ἢ ἐμοί ἐστι τοσαύτην θάλασσαν πλεῦσαι. ἂν οὖν ἐς τὴν Ἀσίαν ἔλθῃς, τότε συνθησόμεθα ποῦ δυνησόμεθα συμβαλεῖν ἀλλήλοις. τοιαῦτα τὸ τελευταῖον ὁ Πάρθος ἔγραψεν. R. St. 175, 2631 R. St., Exc. U4R 13.
[8]
[1] Νέρων δὲ ἐπὶ μὲν ἐκεῖνον οὐκ ἔπλευσε, καίπερ ὀργὴν αὐτῷ ἔχων, οὐ μὴν οὐδὲ ἐπὶ τοὺς Αἰθίοπας ἢ τὰς πύλας τὰς Κασπίας, [2] ὥσπερ ἐνενόει· τά τε γὰρ ἄλλα καὶ κατασκόπους ἑκατέρωσε ἔπεμψεν, ἀλλὰ ταῦτα μὲν καὶ χρόνου καὶ πόνου ὁρῶν δεόμενα ἤλπιζεν αὐτόματά οἱ προσχωρήσειν, ἐς δὲ δὴ τὴν Ἑλλάδα ἐπεραιώθη, οὔτι γε ὡς Φλαμινῖνος οὐδ' ὡς Μόμμιος ἢ καὶ Ἀγρίππας καὶ Αὔγουστος οἱ πρόγονοι αὐτοῦ, ἀλλ' ἐπί τε ἡνιοχήσει καὶ [3] κιθαρῳδήσει κηρύξει τε καὶ τραγῳδίας ὑποκρίσει. οὐ γὰρ ἤρκει αὐτῷ ἡ Ῥώμη, οὐδὲ τὸ τοῦ Πομπηίου θέατρον, οὐδ' ὁ μέγας ἱππόδρομος, ἀλλ' ἐδεήθη καὶ ἐκστρατείας τινός, ἵνα καὶ περιοδονίκης, ὡς ἔλεγε, γένηται. καὶ τοσοῦτόν γε πλῆθος οὐχ ὅτι τῶν Αὐγουστείων ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων ἐπηγάγετο ὅσον, εἴπερ ἐμπολέμιον ἦν, καὶ Πάρθους ἂν καὶ τὰ ἄλλα ἔθνη ἐχειρώσατο.
[4] ἀλλ' ἦσαν οἷοι Νερώνειοι ἂν στρατιῶται γένοιντο, καὶ ὅπλα κιθάρας τε καὶ πλῆκτρα προσωπεῖά τε καὶ ἐμβάτας ἔφερον. καὶ ἐνίκησε νίκας οἵας στρατοπέδῳ τοιούτῳ ἔπρεπε, καὶ κατέλυσε Τέρπνον καὶ Διόδωρον καὶ Παμμένην ὡς Φίλιππον ἢ Περσέα ἢ Ἀντίοχον.
[5] καὶ διὰ τοῦτό γε, ὡς ἔοικε, καὶ τὸν Παμμένην ἐκεῖνον ἐπὶ τοῦ Γαΐου ἀκμάσαντα κατηνάγκασε, καίτοι γέροντα ὄντα, ἀγωνίσασθαι, ἵνα αὐτοῦ τοὺς ἀνδριάντας κρατήσας αἰκίσηται.
[9]
[1] καὶ εἰ μὲν μόνα ταῦτα ἐπεπράχει, γέλωτα ἂν ὠφλήκει. καίτοι πῶς ἄν τις καὶ ἀκοῦσαι, μὴ ὅτι ἰδεῖν, ὑπομείνειεν ἄνδρα Ῥωμαῖον βουλευτὴν εὐπατρίδην ἀρχιερέα Καίσαρα αὐτοκράτορα Αὔγουστον ἔς τε τὸ λεύκωμα ἐν τοῖς ἀγωνισταῖς ἐγγραφόμενον καὶ τὴν φωνὴν ἀσκοῦντα, μελετῶντά τέ τινας ᾠδάς, καὶ τὴν μὲν κεφαλὴν κομῶντα [2] τὸ δὲ γένειον ψιλιζόμενον, ἱμάτιον ἀναβαλλόμενον ἐν τοῖς δρόμοις, μεθ' ἑνὸς ἢ δύο ἀκολούθων βαδίζοντα, τοὺς ἀντιπάλους ὑποβλέποντα καὶ ἀεί τι πρὸς αὐτοὺς μεθ' ἁψιμαχίας λέγοντα, τοὺς ἀγωνοθέτας τούς τε μαστιγοφόρους φοβούμενον, καὶ χρήματα αὐτοῖς κρύφα ἅπασιν ἀναλίσκοντα μὴ καὶ ἐλεγχθεὶς μαστιγωθῇ, καὶ ταῦτα μέντοι πάντα ποιοῦντα ἵνα τὸν τῶν κιθαρῳδῶν καὶ τῶν τραγῳδῶν [3] καὶ τῶν κηρύκων ἀγῶνα νικήσας ἡττηθῇ τὸν τῶν Καισάρων. τίς γὰρ ἂν προγραφὴ ταύτης χαλεπωτέρα γένοιτο, ἐν ᾗ ‹οὐ› Σύλλας μὲν ἄλλους Νέρων δὲ ἑαυτὸν προέγραψεν; τίς δὲ νίκη ἀτοπωτέρα. ἐν ᾗ τὸν κότινον ἢ τὴν δάφνην ἢ τὸ σέλινον ἢ τὴν πίτυν λαβὼν [4] ἀπώλεσε τὸν πολιτικόν; καὶ τί ἄν τις ταῦτα αὐτοῦ μόνα ὀδύραιτο, ὁπότε καὶ ἐπὶ τοὺς ἐμβάτας ἀναβαίνων κατέπιπτεν ἀπὸ τοῦ κράτους, καὶ τὸ προσωπεῖον ὑποδύνων ἀπέβαλλε τὸ τῆς ἡγεμονίας ἀξίωμα, ἐδεῖτο ὡς δραπέτης, ἐποδηγεῖτο ὡς τυφλός, ἐκύει ἔτικτεν ἐμαίνετο ἠλᾶτο, τόν τε Οἰδίποδα καὶ τὸν Θυέστην τόν τε Ἡρακλέα καὶ τὸν Ἀλκμέωνα τόν τε Ὀρέστην ὡς πλήθει ὑποκρινόμενος.
[5] καὶ τά γε προσωπεῖα τοτὲ μὲν αὐτοῖς ἐκείνοις τοτὲ δὲ καὶ ἑαυτῷ εἰκασμένα ἔφερε· τὰ γὰρ τῶν γυναικῶν πάντα πρὸς τὴν Σαβῖναν [6] ἐσκεύαστο, ὅπως κἀκείνη καὶ τεθνηκυῖα πομπεύῃ. καὶ πάντα ὅσα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος καὶ ἔλεγε καὶ ἔπραττε καὶ ἔπασχε, πλὴν καθ' ὅσον χρυσαῖς ἁλύσεσιν ἐδεσμεύετο· καὶ γὰρ οὐκ ἔπρεπεν, ὡς ἔοικεν, αὐτοκράτορι Ῥωμαίων σιδηραῖς δεῖσθαι.
[10]
[1] καὶ ταῦτα μέντοι πάντα οἵ τε ἄλλοι πάντες καὶ οἱ στρατιῶται ὁρῶντες ἔφερον ἐπῄνουν, Πυθιονίκην τε αὐτὸν καὶ Ὀλυμπιονίκην καὶ περιοδονίκην παντονίκην, πρὸς τοῖς ἄλλοις οἷς εἰώθεσαν, ἀπεκάλουν, συμμιγνύντες δῆλον ὅτι αὐτοῖς καὶ τὰ τῆς ἀρχῆς ὀνόματα, ὥστε ἐφ' ἑκάστῳ τόν τε Καίσαρα καὶ τὸν Αὔγουστον ἀκροτελεύτιον εἶναι. Xiph. 175, 31177, 10 R. St., Exc. Val. 251 (p. 690 sq.).
[1a] ὅτι ἀγανακτήσαντος αὐτοῦ πρός τινα ὅτι λέγοντος αὐτοῦ ἐσκυθρώπασε καὶ οὐ σφόδρα ὑπερεπῄνεσεν, ἀπεδίωξεν αὐτὸν ἐπιτρέψας μὴ ἐλθεῖν αὐτὸν εἰς ὀφθαλμοὺς αὐτοῦ· καὶ ὡς οὐκ ἐδέχετο αὐτόν, ἐκείνου εἰπόντος "καὶ ποῦ ἀπέλθω;" ὁ Φοῖβος ὁ ἀπελεύθερος τοῦ Νέρωνος ἀπεκρίνατο αὐτῷ "εἰς κόρακας". Petr. Patr. exc. Vat. 71 (p. 214 sq. Mai. 6 p. 196, 1924 Dind.).
[2] οὐδὲ ἐτόλμησεν οὐδεὶς αὐτῶν οὔτε ἐλεῆσαι τὸν κακοδαίμονα οὔτε μισῆσαι, ἀλλ' εἷς μέν τις στρατιώτης ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ἔλυσεν, ἕτερος δὲ ἐρομένου τινὸς "τί ποιεῖ ὁ αὐτοκράτωρ" ἀπεκρίνατο ὅτι "τίκτει·" καὶ γὰρ τὴν [3] Κανάκην ὑπεκρίνετο. ἔργον δ' οὐδὲν ἄξιον Ῥωμαίων οὐδείς σφων ἐποίησε· τοσαῦτα γάρ που χρήματα διελάγχανον ὥστε καὶ εὔχεσθαι αὐτὸν πολλὰ τοιαῦτα δρᾶν, ἵν' ἔτι πλείονα λαμβάνωσιν. Xiph. 177, 10177, 16 R. St.
[11]
[1] ἀλλ' εἰ μὲν ταῦτα μόνα οὕτως ἐγεγόνει, αἰσχύνη τε ἅμα καὶ χλευασία τὸ πρᾶγμα ἀκίνδυνος ἐνενόμιστο· νῦν δ' ὡς ἀληθῶς, ὥσπερ ἐπὶ πολέμῳ σταλείς, πᾶσαν μὲν τὴν Ἑλλάδα ἐλεηλάτησε, καίπερ ἐλευθέραν ἀφείς, παμπληθεῖς δὲ ἐφόνευσεν ἄνδρας γυναῖκας [2] παῖδας. καὶ πρότερον μὲν τὴν ἡμίσειαν τῆς οὐσίας ἐκέλευσέν οἱ καὶ τὰ τέκνα καὶ τοὺς ἀπελευθέρους τῶν θανατουμένων ἀποθνήσκοντας καταλείπειν, αὐτοῖς τε ἐκείνοις διαθήκας γράφειν ἐπέτρεπεν, ὅπως μὴ τῶν χρημάτων ἕνεκα αὐτοὺς ἀποκτείνειν δοκῇ (πάντως δὲ πάντα ἢ τά γε πλείω αὐτῶν ἐλάμβανεν· εἰ γοῦν τις ἔλαττόν τι αὐτῷ ἢ τῷ Τιγελλίνῳ ὧν ἤλπιζον κατέλειπεν, οὐδὲ τῶν [3] διαθηκῶν ὠνίνατο)· ὕστερον δὲ καὶ ὅλας τὰς οὐσίας ἀφῃρεῖτο, τούς τε παῖδάς σφων πάντας ἅμα δι' ἑνὸς δόγματος ἐξήλασεν. οὐδὲ τοῦτο αὐτῷ ἐξήρκεσεν, ἀλλὰ καὶ συχνοὺς τῶν φευγόντων ἔφθειρεν. ἐπεὶ τάς γε οὐσίας ὅσας καὶ ζώντων τινῶν ἐδήμευσε, καὶ τὰ ἀναθήματα ὅσα καὶ ἐξ αὐτῶν τῶν ἐν τῇ Ῥώμῃ ναῶν ἐσύλησεν, [4] οὐδὲ ἐξαριθμήσειεν ἄν τις. διέτρεχον γὰρ γραμματοφόροι μηδὲν ἄλλο διαγγέλλοντες ἢ ὅτι τόνδε ἀπόκτεινον, ὅδε τέθνηκεν· ἔξω γὰρ δὴ τῶν βασιλικῶν γραμμάτων οὐδὲν ἰδιωτικὸν διεπέμπετο. συχνοὺς γὰρ ἐς τὴν Ἑλλάδα τῶν πρώτων ἐξήγαγεν ὥς τι [12] [1] αὐτῶν δεόμενος, ἵν' ἐκεῖ ἀποθάνωσιν. τοὺς μέντοι ἐν τῇ Ῥώμῃ καὶ τῇ Ἰταλίᾳ πάντας Ἡλίῳ τινὶ Καισαρείῳ ἐκδότους παρέδωκε· πάντα γὰρ ἁπλῶς αὐτῷ ἐπετέτραπτο, ὥστε καὶ δημεύειν καὶ φυγαδεύειν καὶ ἀποκτιννύναι, καὶ πρὶν δηλῶσαι τῷ Νέρωνι, καὶ ἰδιώτας ὁμοίως καὶ ἱππέας καὶ βουλευτάς. Xiph. 177, 1726 R. St., et (c. 11, 134a) Exc. Val. 252 et (c. 11, 34bc. 12, 1) Exc. Val. 253 (p. 693).
[2] οὕτω μὲν δὴ τότε ἡ τῶν Ῥωμαίων ἀρχὴ δύο αὐτοκράτορσιν ἅμα ἐδούλευσε, Νέρωνι καὶ Ἡλίῳ. οὐδὲ ἔχω εἰπεῖν ὁπότερος αὐτῶν χείρων ἦν· τὰ μὲν γὰρ ἄλλα ἐκ τοῦ ὁμοίου πάντα ἔπραττον, ἐν ἑνὶ δὲ τούτῳ διήλλασσον, ὅτι ὁ μὲν τοῦ Αὐγούστου ἀπόγονος κιθαρῳδοὺς καὶ τραγῳδούς, ὁ δὲ τοῦ Κλαυδίου ἀπελεύθερος [3] Καίσαρας ἐζήλου. τὸν γὰρ Τιγελλῖνον ἐν προσθήκης μέρει τοῦ Νέρωνος, ὅτι σὺν αὐτῷ ἦν, τίθημι. χωρὶς δὲ ὅ τε Πολύκλειτος καὶ Καλουία Κρισπινίλλα ἦγον ἐπόρθουν ἐσύλων πάνθ' ὅσα ἐνεδέχετο, ἐκεῖνος μὲν μετὰ τοῦ Ἡλίου ἐν τῇ Ῥώμῃ, αὕτη δὲ μετά [4] τε τοῦ Νέρωνος καὶ μετὰ τῆς Σαβίνης τοῦ Σπόρου. τήν τε γὰρ φυλακὴν αὐτοῦ καὶ τὴν ἐπιτροπείαν τὴν περὶ ἐσθῆτα, καίπερ γυνὴ καὶ ἐπιφανὴς οὖσα, ἐπεπίστευτο, καὶ δι' αὐτῆς πάντες ἀπεδύοντο.
[13]
[1] ὠνόμασε δὲ Σαβῖναν τὸν Σπόρον οὐ κατὰ τοῦτο μόνον ὅτι διὰ τὴν ὁμοιότητα αὐτῆς ἐξετέτμητο, ἀλλ' ὅτι καὶ ἐγήματο αὐτῷ, ὥσπερ καὶ ἐκείνη, ἐν τῇ Ἑλλάδι κατὰ συμβόλαιον, ἐκδόντος αὐτὸν τοῦ Τιγελλίνου, ὥσπερ ὁ νόμος ἐκέλευε. καὶ τοὺς [τε] γάμους αὐτῶν πάντες οἱ Ἕλληνες ἑώρτασαν, τά τε ἄλλα οἷα εἰκὸς ἦν ἐπιλέγοντες, [2] καὶ γνησίους σφίσι παῖδας γεννηθῆναι εὐχόμενοι. κἀκ τούτου συνεγίνοντο ἅμα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς γυνή· πρὸς γὰρ τοῖς ἄλλοις καὶ κυρία καὶ βασιλὶς καὶ δέσποινα ὠνομάζετο. καὶ τί τοῦτο θαυμάσειεν ἄν τις, ὁπότε καὶ μειράκια καὶ κόρας σταυροῖς γυμνὰς προσδέων θηρίου τέ τινος δορὰν ἀνελάμβανε [3] καὶ προσπίπτων σφίσιν ἠσέλγαινεν ὥσπερ τι ἐσθίων. τοιαῦτα μὲν ὁ Νέρων ἠσχημόνει, τοὺς δὲ βουλευτὰς χιτώνιόν τι ἐνδεδυκὼς ἄνθινον καὶ σινδόνιον περὶ τὸν αὐχένα ἔχων ἠσπάσατο· καὶ γὰρ καὶ ἐν τούτοις ἤδη παρηνόμει, ὥστε καὶ ἀζώστους χιτῶνας ἐν τῷ δημοσίῳ ἐνδύεσθαι. λέγεται δ' ὅτι καὶ οἱ ἱππεῖς οἱ ἐκ τοῦ τέλους ἐπὶ αὐτοῦ πρῶτον ἐφιππίοις ἐν τῇ ἐτησίᾳ σφῶν ἐξετάσει ἐχρήσαντο.
[14]
[1] ἐν δὲ τοῖς Ὀλυμπίοις ἅρμα ἐλάσας καὶ πεσὼν ἐξ αὐτοῦ καὶ ὀλίγου δεῖν συντριβεὶς ὅμως ἐστεφανώθη, καὶ διὰ τοῦτο καὶ τοῖς Ἑλλανοδίκαις τὰς πέντε καὶ εἴκοσι μυριάδας, ἃς ὕστερον Γάλβας παρ' αὐτῶν ἀπῄτησεν, ἔδωκε. Xiph. 177, 26178, 25 R. St.
[2] ὅτι ὁ αὐτὸς τῇ Πυθίᾳ δέκα μυριάδας ἔδωκεν, ὅτι τινὰ κατὰ γνώμην αὐτοῦ ἐθέσπισεν· ἃς ὁ Γάλβας ἐκομίσατο. τοῦ δὲ δὴ Ἀπόλλωνος, εἴτ' οὖν ἀγανακτήσας ὅτι λυπηρά τινα προεῖπεν αὐτῷ, εἴτε καὶ ἄλλως μανείς, τήν τε χώραν τὴν Κιρραίαν ἀφείλετο καὶ στρατιώταις ἔδωκε, καὶ τὸ μαντεῖον κατέλυσεν, ἀνθρώπους ἐς τὸ στόμιον ἐξ οὗ τὸ ἱερὸν πνεῦμα ἀνῄει σφάξας.
[3] ἠγωνίσατο δὲ ἐν πάσῃ ὁμοίως πόλει ἀγῶνα ἐχούσῃ, κήρυκι πρὸς πάντα τὰ κηρύξεως δεόμενα Κλουουίῳ Ῥούφῳ ἀνδρὶ ὑπατευκότι χρησάμενος, πλὴν Ἀθηνῶν καὶ Λακεδαίμονος· ταύταις γὰρ μόναις οὐδὲ ἐπεφοίτησε τὴν ἀρχήν, τῇ μὲν διὰ τοὺς Λυκούργου νόμους ὡς ἐναντίους τῇ προαιρέσει αὐτοῦ ὄντας, τῇ δὲ διὰ τὸν περὶ τῶν [4] Ἐρινύων λόγον. τὸ δὲ δὴ κήρυγμα ἦν "Νέρων Καῖσαρ νικᾷ τόνδε τὸν ἀγῶνα, καὶ στεφανοῖ τόν τε τῶν Ῥωμαίων δῆμον καὶ τὴν ἰδίαν οἰκουμένην." ἔχων γάρ, ὡς ἔλεγεν, οἰκουμένην, ἐκιθαρῴδει τε καὶ ἐκήρυττε καὶ ἐτραγῴδει. Xiph. 178, 25179, 5 R. St., et (usque a σφάξας v. 14) Exc. Val. 254 (p. 694).
[15]
[1] τὴν δὲ γερουσίαν οὕτως δεινῶς ἐμίσει ὥστε καὶ τῷ Οὐατινίῳ ὡς μάλιστα χαίρειν, ὅτι ἔλεγεν ἀεί ποτε πρὸς αὐτόν "μισῶ σε, Καῖσαρ, ὅτι συγκλητικὸς εἶ"· χρήσομαι γὰρ αὐτῷ τῷ λεχθέντι ὑπ' [2] αὐτοῦ ῥήματι. ἐτηροῦντο δὲ ἀκριβῶς καὶ τούτων καὶ τῶν ἄλλων ἀεί ποτε καὶ αἱ ἔσοδοι καὶ αἱ ἔξοδοι τά τε σχήματα καὶ τὰ νεύματα καὶ τὰ ἐπιβοήματα, καὶ οἱ μὲν ἀεὶ συνόντες αὐτῷ καὶ σπουδαίως ἀκροώμενοι τορῶς τε ἐκβοῶντες ἐπῃνοῦντο καὶ ἐτιμῶντο, οἱ [3] δὲ λοιποὶ καὶ ἠτιμάζοντο καὶ ἐκολάζοντο, ὥστε τινὰς μὴ δυναμένους ἐπὶ πολὺ ἀντέχειν (πολλάκις γὰρ καὶ μέχρι τῆς ἑσπέρας ἐξ ἑωθινοῦ παρετείνοντο) προσποιεῖσθαί τε ἐκθνήσκειν καὶ νεκρῶν δίκην ἐκ τῶν θεάτρων ἐκφέρεσθαι.
[16]
[1] πάρεργον δὲ δὴ τῆς ἐπιδημίας τῆς ἐν τῇ Ἑλλάδι ἐποιήσατο τὸν ἰσθμὸν τῆς Πελοποννήσου διορύξαι ἐπιθυμήσας, καὶ ἤρξατο τοῦ ἔργου καίπερ τῶν ἀνθρώπων ὀκνούντων· αἷμά τε γὰρ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς ἀνέβλυσεν, καὶ οἰμωγαὶ μυκηθμοί τέ [2] τινες ἐξηκούοντο, καὶ εἴδωλα πολλὰ ἐφαντάζετο. λαβὼν δὲ αὐτὸς δίκελλαν καί τι καὶ ἀνασκάψας ἔπεισε καὶ τοὺς ἄλλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι, καὶ πολὺ πλῆθος ἀνθρώπων ἐπὶ τοῦτο τὸ ἔργον καὶ ἐκ τῶν ἄλλων ἐθνῶν μετεπέμψατο.
[17]
[1] ἔς τε οὖν τἆλλα καὶ ἐς ταῦτα χρημάτων πολλῶν δεόμενος, καὶ μεγαλοπράγμων καὶ μεγαλόδωρος ὁμοίως ὤν, καὶ ἅμα φοβούμενος τοὺς δυνατωτάτους μὴ ἐπίθωνταί οἱ τοιαῦτα ποιοῦντι, πολλούς τε [2] καὶ ἀγαθοὺς ἄνδρας ἔφθειρεν. ὧν ἐγὼ τοὺς μὲν ἄλλους ἐάσω (πᾶσί τε γὰρ παρ' αὐτῷ δημόσιον ἔγκλημα ἦν ἀρετή τε καὶ πλοῦτος καὶ γένος, καὶ πάντες ἢ ἑαυτοὺς ἀπεκτίννυσαν ἢ ὑπ' ἄλλων ἐφονεύοντο), τοῦ δὲ δὴ Κορβούλωνος καὶ Σουλπικίων Σκριβωνίων, [3] Ῥούφου τε καὶ Πρόκλου, μνημονεύσω, τούτων μὲν ὅτι ἀδελφοί τε καὶ ἡλικιῶται τρόπον τινὰ ὄντες, καὶ μηδὲν μηδέποτε ἄνευ ἀλλήλων πράξαντες, ἀλλ' ὥσπερ τῷ γένει οὕτω καὶ τῇ προαιρέσει τῇ τε οὐσίᾳ συμπεφυκότες, καὶ τὰς Γερμανίας δὲ ἀμφοτέρας ἐπὶ πολὺ ἅμα διῴκησαν, ἦλθόν τε ἐς τὴν Ἑλλάδα μετάπεμπτοι ὥστε [4] αὐτῶν τοῦ Νέρωνος δεομένου, καὶ ἐγκλήματα οἷα ὁ καιρὸς ἐκεῖνος ἔφερε λαβόντες, καὶ μήτε λόγου τυγχάνοντες μήτε ἐς ὀφθαλμοὺς τοῦ Νέρωνος ἀφικνούμενοι, καὶ διὰ τοῦθ' ὑφ' ἁπάντων ὁμοίως ἀτιμαζόμενοι, ἀποθανεῖν τε ἐπεθύμησαν καὶ ἐτελεύτησαν τὰς φλέβας [5] αὑτῶν σχάσαντες, τοῦ δὲ δὴ Κορβούλωνος ὅτι καὶ ἐκεῖνον ἐντιμότατα μεταπεμψάμενος, καὶ τά τε ἄλλα καὶ πατέρα καὶ εὐεργέτην αὐτὸν ἀεὶ ὀνομάζων, ἔπειτ' ἐπειδὴ τῇ Κεγχρείᾳ προσέσχε, σφαγῆναι, πρὶν καὶ ἐς ὄψιν αὐτῷ ἐλθεῖν, προσέταξε· κιθαρῳδήσειν γὰρ ἤμελλεν, ὥς τινες λέγουσι, καὶ οὐχ ὑπέμεινεν αὐτῷ [6] τὸ ὀρθοστάδιον ἔχων ὀφθῆναι. καὶ ὃς ἐπειδὴ τάχιστα τὸ προστεταγμένον ἔγνω, ξίφος τε ἔλαβε, καὶ ἑαυτὸν ἐρρωμένως παίων ἔλεγεν "ἄξιος·" τότε γὰρ δή, τότε πρῶτον ἐπίστευσεν ὅτι κακῶς ἐπεποιήκει καὶ φεισάμενος τοῦ κιθαρῳδοῦ καὶ πρὸς αὐτὸν ἐλθὼν ἄνοπλος. Xiph. 179, 5180, 16 R. St., et (p. 80, 2326) Exc. Val. 255.
[18]
[1] ἐν μὲν δὴ τῇ Ἑλλάδι ταῦτ' ἐπράττετο· τί γὰρ δεῖ λέγειν ὅτι καὶ τὸν Πάριν τὸν ὀρχηστὴν ἀποθανεῖν ἐκέλευσεν, ὅτι ὀρχεῖσθαι παρ' αὐτῷ μαθεῖν ἐθελήσας οὐκ ἠδυνήθη; τί δ' ὅτι Καικίναν Τοῦσκον ὑπερώρισεν, ὅτι τῆς Αἰγύπτου ἄρχων ἐλούσατο ἐν τῷ βαλανείῳ [2] ὃ ἐκείνῳ ὡς καὶ ἐς τὴν Ἀλεξάνδρειαν ἥξοντι ἐποιήθη; ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὸν αὐτὸν χρόνον ὁ Ἥλιος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο, καὶ Σουλπίκιον Καμερῖνον ἄνδρα τῶν πρώτων μετὰ τοῦ υἱέος ἀπέκτεινεν, ἐγκαλέσας σφίσιν ὅτι Πυθικοὶ ἐκ προγόνων ἐπικαλούμενοι οὐκ ἐπαύσαντο τὸ πρόσρημα τοῦτ' ἔχοντες, ἀλλ' ἐς τὰς [3] τοῦ Νέρωνος νίκας τὰς Πυθικὰς ἐκ τῆς ὁμωνυμίας ἠσέβουν. τῶν δὲ Αὐγουστείων ἄγαλμα αὐτοῦ χιλίων λιτρῶν ποιήσειν ὑποσχομένων, πᾶν τὸ ἱππικὸν ἠναγκάσθη συντελέσαι σφίσι τὸ ἀνάλωμα. τὰ δὲ δὴ τῆς γερουσίας ἔργον καθ' ἕκαστον ἐπεξελθεῖν· τοσαῦται γὰρ αἵ τε θυσίαι καὶ ἱερομηνίαι ἐπηγγέλθησαν ὥστε μηδ' ὅλον τὸν ἐνιαυτὸν ἐξαρκέσαι.
[19]
[1] ὁ δὲ Ἥλιος πολλάκις μὲν καὶ πρότερον ἐπιστείλας αὐτῷ, παραινῶν ὅτι τάχιστα ἀνακομισθῆναι, ὡς δ' οὐκ ἐπείθετο, ἦλθεν αὐτὸς ἐς τὴν Ἑλλάδα ἑβδόμῃ ἡμέρᾳ, καὶ ἐξεφόβησεν αὐτὸν εἰπὼν μεγάλην τινὰ ἐπιβουλὴν ἐν τῇ Ῥώμῃ παρασκευάζεσθαι κατ' αὐτοῦ, ὥστε [2] παρευθὺς ἐς τὴν Ἰταλίαν ἀποπλεῦσαι. καὶ ἐγένετο μέν τις ἐλπὶς ὑπὸ χειμῶνος αὐτὸν φθαρήσεσθαι, μάτην δὲ πολλοὶ ἥσθησαν· ἐσώθη γάρ. καί τισι καὶ αὐτὸ τοῦτο ὀλέθρου αἴτιον ἐγένετο, ὅτι καὶ εὔξαντο [20] [1] καὶ ἤλπισαν αὐτὸν ἀπολεῖσθαι. ἐπεὶ δ' οὖν ἐς τὴν Ῥώμην ἐσήλασε, τοῦ τε τείχους τι καθῃρέθη καὶ τῶν πυλῶν περιερράγη, νενομίσθαι τινῶν λεγόντων ἑκάτερον τοῖς ἐκ τῶν ἀγώνων στεφανηφόροις [2] γίνεσθαι. καὶ ἐσεφοίτησαν πρῶτοι μὲν οἱ τοὺς στεφάνους οὓς ἀνῄρητο κομίζοντες, καὶ μετ' αὐτοὺς ἕτεροι σανίδια [τε] ἐπὶ δοράτων ἀνατείνοντες, ἐφ' οἷς ἐπεγέγραπτο τό τε ὄνομα τοῦ ἀγῶνος καὶ τὸ εἶδος τοῦ ἀγωνίσματος, ὅτι τε Νέρων Καῖσαρ πρῶτος [3] πάντων τῶν ἀπὸ τοῦ αἰῶνος Ῥωμαίων ἐνίκησεν αὐτό, ἔπειτα αὐτὸς ἐφ' ἅρματος ἐπινικίου, ἐν ᾧ ποτε ὁ Αὔγουστος τὰ πολλὰ ἐκεῖνα νικητήρια ἐπεπόμφει, ἁλουργίδα χρυσόπαστον ἔχων καὶ κότινον ἐστεφανωμένος, τὴν Πυθικὴν δάφνην προτείνων· καὶ αὐτῷ [4] ὁ Διόδωρος ὁ κιθαρῳδὸς παρωχεῖτο. καὶ οὕτω διά τε τοῦ ἱπποδρόμου καὶ διὰ τῆς ἀγορᾶς μετά τε τῶν στρατιωτῶν καὶ μετὰ τῶν ἱππέων τῆς τε βουλῆς διελθὼν ἐς τὸ Καπιτώλιον ἀνέβη, καὶ ἐκεῖθεν ἐς τὸ Παλάτιον, πάσης μὲν τῆς πόλεως ἐστεφανωμένης καὶ [5] λυχνοκαυτούσης καὶ θυμιώσης, πάντων δὲ τῶν ἀνθρώπων, καὶ αὐτῶν τῶν βουλευτῶν ὅτι μάλιστα, συμβοώντων "Ὀλυμπιονῖκα οὐᾶ, Πυθιονῖκα οὐᾶ, Αὔγουστε Αὔγουστε. Νέρωνι τῷ Ἡρακλεῖ, Νέρωνι τῷ Ἀπόλλωνι. ὡς εἷς περιοδονίκης, εἷς ἀπ' αἰῶνος, [6] Αὔγουστε Αὔγουστε. ἱερὰ φωνή· μακάριοι οἵ σου ἀκούοντες". τί γὰρ δεῖ περιπλέκειν καὶ οὐκ αὐτὰ τὰ λεχθέντα δηλοῦν; οὐδὲ γὰρ οὐδ' αἰσχύνην τινὰ τῇ συγγραφῇ τὰ ῥηθέντα, ἀλλὰ καὶ κόσμον τὸ μηδὲν αὐτῶν ἀποκρυφθῆναι φέρει.
[21]
[1] ἐκτελέσας δὲ ταῦτα ἱπποδρομίας ἐπήγγειλε, καὶ τοὺς στεφάνους, τούτους τε καὶ τοὺς ἄλλους πάντας ὅσους ἅρμασι νικήσας εἰλήφει, ἐς τὸν ἱππόδρομον ἐσήνεγκε καὶ τῷ ὀβελίσκῳ τῷ Αἰγυπτίῳ περιέθηκε· καὶ ἦσαν ὀκτὼ καὶ ὀκτακόσιοι καὶ χίλιοι. ποιήσας δὲ ταῦτα [2] ἡνιόχησε. Λάρκιος δέ τις Λυδὸς προσῆλθεν αὐτῷ πέντε καὶ εἴκοσι μυριάδας προσφέρων ἵνα κιθαρῳδήσῃ· καὶ ὃς τὸ μὲν ἀργύριον οὐκ ἔλαβεν, ἀπαξιώσας μισθοῦ τι ποιῆσαι (καὶ διὰ τοῦτο Τιγελλῖνος αὐτὸ ἐσέπραξεν, ἵνα μὴ αὐτὸν ἀποκτείνῃ), ἐς μέντοι τὸ θέατρον καὶ ὣς ἐσελθὼν καὶ ἐκιθαρῴδησε καὶ ἐτραγῴδησεν, ἐπεὶ τοῖς γε ἵπποις οὐκ ἔστιν ὅτε οὐχ ἡμιλλᾶτο. ἔστι δὲ ὅτε καὶ ἑκὼν ἡττᾶτο, ὅπως τά γε ἄλλα τὰ πλείω πιστεύηται ἐπ' ἀληθείας κρατεῖν. Xiph. 186, 16182, 6 R. St.
[3] Δίων ξβ΄ βιβλίῳ· "καὶ κακὰ ἀμύθητα πολλὰς πόλεις εἰργάζετο". Bekk. Anecd. 142, 9. 10.
[22]
[1] Ὁ μὲν οὖν Νέρων οὕτω τε ἔζη καὶ οὕτως ἐμονάρχει, λέξω δὲ καὶ ὅπως κατελύθη καὶ ἐκ τῆς ἀρχῆς ἐξέπεσεν. Xiph. 182, 68 R. St.
[1a] ἔτι δ' ἐν τῇ Ἑλλάδι ὄντος τοῦ Νέρωνος Ἰουδαῖοι εἰς προῦπτον ἀπέστησαν, καὶ ἐπ' αὐτοὺς τὸν Οὐεσπασιανὸν ἔπεμψε. καὶ οἱ ἐν τῇ Βρεττανίᾳ δὲ καὶ οἱ Γαλάται βαρυνόμενοι ταῖς εἰσφοραῖς ἤσχαλλον ἐκ πλείονος καὶ ἐφλέγμαινον. Zon. 11, 13 p. 479, 811 B. (p. 41, 59 D.)
[1] ‹ἦν τις› Γαλάτης ἀνὴρ Γάιος Ἰούλιος Οὐίνδιξ, ἐκ μὲν προγόνων Ἀκυτανὸς τοῦ βασιλικοῦ φύλου, κατὰ δὲ τὸν πατέρα βουλευτὴς τῶν Ῥωμαίων, τό τε σῶμα ἰσχυρὸς καὶ τὴν ψυχὴν συνετός, τῶν τε πολεμικῶν ἔμπειρος καὶ πρὸς πᾶν ἔργον μέγα εὔτολμος· τό τε φιλελεύθερον καὶ τὸ φιλότιμον πλεῖστον εἶχεν· ὃς προέστη τῶν Γαλατῶν. Xiph. 182, 811 R. St., Exc. Val. 256 (p. 694), Zon. 11, 13 p. 479, 11. 12 B. (p. 41, 9. 10 D.)
[2] οὗτος ὁ Οὐίνδιξ συναθροίσας τοὺς Γαλάτας πολλὰ πεπονθότας τε ἐν ταῖς συχναῖς ἐσπράξεσι τῶν χρημάτων καὶ ἔτι πάσχοντας ὑπὸ Νέρωνος, καὶ ἀναβὰς ἐπὶ βῆμα μακρὰν διεξῆλθε κατὰ τοῦ Νέρωνος ῥῆσιν λέγων δεῖν ἀποστῆναί τε αὐτοῦ καὶ ἅμα οἷ ἐπιστῆναι αὐτῷ, [3] "ὅτι" φησὶ "πᾶσαν τὴν τῶν Ῥωμαίων οἰκουμένην σεσύληκεν, ὅτι πᾶν τὸ ἄνθος τῆς βουλῆς αὐτῶν ἀπολώλεκεν, ὅτι τὴν μητέρα τὴν ἑαυτοῦ καὶ ᾔσχυνε καὶ ἀπέκτεινε, καὶ οὐδ' αὐτὸ τὸ σχῆμα τῆς ἡγεμονίας [4] σώζει. σφαγαὶ μὲν γὰρ καὶ ἁρπαγαὶ καὶ ὕβρεις καὶ ὑπ' ἄλλων πολλαὶ πολλάκις ἐγένοντο· τὰ δὲ δὴ λοιπὰ πῶς ἄν τις κατ' ἀξίαν εἰπεῖν δυνηθείη; εἶδον, ὦ ἄνδρες φίλοι καὶ σύμμαχοι, πιστεύσατέ μοι, εἶδον τὸν ἄνδρα ἐκεῖνον, εἴγε ἀνὴρ ὁ Σπόρον γεγαμηκώς, ὁ Πυθαγόρᾳ γεγαμημένος, ἐν τῷ τοῦ θεάτρου κύκλῳ καὶ ἐν τῇ ὀρχήστρᾳ ποτὲ μὲν κιθάραν ἔχοντα καὶ ὀρθοστάδιον καὶ κοθόρνους, [5] ποτὲ δὲ ἐμβάτας καὶ προσωπεῖον. ἤκουσα αὐτοῦ πολλάκις ᾄδοντος, ἤκουσα κηρύττοντος, ἤκουσα τραγῳδοῦντος. εἶδον αὐτὸν δεδεμένον, εἶδον συρόμενον, κύοντα δή, τίκτοντα δή, πάντα ὅσα μυθολογεῖται καὶ λέγοντα καὶ ἀκούοντα καὶ πάσχοντα καὶ δρῶντα. εἶτά τις τὸν τοιοῦτον Καίσαρα καὶ αὐτοκράτορα καὶ Αὔγουστον ὀνομάσει; μηδαμῶς· [6] μηδεὶς ὑβριζέτω τὰ ἱερὰ ἐκεῖνα ὀνόματα. ταῦτα μὲν γὰρ Αὔγουστος καὶ Κλαύδιος ἔσχον, οὗτος δὲ δὴ Θυέστης τε καὶ Οἰδίπους Ἀλκμέων τε καὶ Ὀρέστης δικαιότατ' ἂν καλοῖτο· τούτους γὰρ ὑποκρίνεται, καὶ ταύτας ἀντ' ἐκείνων τὰς ἐπωνυμίας ἀντεπιτέθειται. ἀνάστητε οὖν ἤδη ποτέ, καὶ ἐπικουρήσατε μὲν ὑμῖν αὐτοῖς, ἐπικουρήσατε δὲ τοῖς Ῥωμαίοις, ἐλευθερώσατε ‹δὲ› πᾶσαν τὴν οἰκουμένην". Xiph. 182, 11183, 3 R. St. [23] [1]
τοιαῦτά τινα τοῦ Οὐίνδικος εἰπόντος ἅπαντες συνεφρόνησαν. οὐχ ἑαυτῷ δὲ τὴν ἀρχὴν πράττων ὁ Οὐίνδιξ τὸν Γάλβαν τὸν Σέρουιον τὸν Σουλπίκιον ἐπιεικείᾳ τε καὶ ἐμπειρίᾳ πολέμων διαπρέποντα καὶ τῆς Ἰβηρίας ἄρχοντα, δύναμίν τε οὐ μικρὰν ἔχοντα, ἐς τὴν ἡγεμονίαν προεχειρίσατο· κἀκεῖνος ὑπὸ τῶν στρατιωτῶν αὐτοκράτωρ ἀνηγορεύθη. Xiph. 183, 39 R. St.
[24]
τοιοῦτος μέν τις ὁ Οὐίνδιξ ἐγένετο· Ῥοῦφος δὲ ἄρχων τῆς Γερμανίας ὥρμησε μὲν ὡς καὶ τῷ Οὐίνδικι πολεμήσων, γενόμενος δὲ ἐν Οὐεσοντίωνι ταύτην ἐπολιόρκει, πρόφασιν ἐπεὶ μὴ [2] ἐδέξατο αὐτόν. τοῦ δὲ Οὐίνδικος πρὸς βοήθειαν τῆς πόλεως ἀντεπιόντος αὐτῷ καὶ οὐ πόρρω στρατοπεδεύσαντος ἀντεπέστειλαν μὲν ἀλλήλοις τινά, καὶ τέλος καὶ ἐς λόγους ἦλθον μόνοι καὶ ‹μηδενός› σφισι τῶν ἄλλων παρόντος, καὶ κατὰ τοῦ Νέρωνος, ὡς εἰκάζετο, συνέθεντο πρὸς ἀλλήλους.
[3] μετὰ δὲ τοῦτο ὁ Οὐίνδιξ ὥρμησε μετὰ τοῦ στρατοῦ ὡς τὴν πόλιν καταληψόμενος· καὶ αὐτοὺς οἱ τοῦ Ῥούφου στρατιῶται προσιόντας αἰσθόμενοι, καὶ νομίσαντες ἐφ' ἑαυτοὺς ἄντικρυς χωρεῖν, ἀντεξώρμησαν αὐτοκέλευστοι, καὶ προσπεσόντες σφίσιν ἀπροσδοκήτοις τε καὶ ἀσυντάκτοις [3] οὖσι παμπόλλους κατέκοψαν. ἰδὼν δὲ τοῦτο καὶ περιαλγήσας ὁ Οὐίνδιξ αὐτὸς ἑαυτὸν ἔσφαξε. Xiph. 183, 1225 R. St.
[4a] (τῆς δ' ἀποστασίας παρατεινομένης ὁ Οὐίνδιξ ἑαυτὸν ἀπέσφαξε, τῶν μετ' αὐτοῦ στρατιωτῶν κινδυνευσάντων ὑπεραλγήσας 14 3. 44`1), καὶ πρὸς τὸ δαιμόνιον ἀγανακτήσας ὅτι τοσούτου πράγματος ὀριγνηθείς, τοῦ τὸν Νέρωνα καθελεῖν καὶ τοὺς Ῥωμαίους ἐλευθερῶσαι, οὐκ ἐξετέλεσεν αὐτό. Zon. 11, 13 p. 480, 16 B. (p. 41, 1924 D.)
[3] καὶ τὸ μὲν ἀληθὲς οὕτως ἔχει, πολλοὶ δὲ δὴ μετὰ ταῦτα, τὸ σῶμα αὐτοῦ κατατρώσαντες, δόξαν τισὶ μάτην ὡς καὶ αὐτοὶ ἀπεκτονότες αὐτὸν παρέσχον.
[25]
[1] Ῥοῦφος δὲ τοῦτον μὲν ἰσχυρῶς ἐπένθησε, τὴν δὲ αὐτοκράτορα ἀρχήν, καίτοι τῶν στρατιωτῶν πολλάκις αὐτῷ ἐγκειμένων, οὐκ ἠθέλησε δέξασθαι, δυνηθεὶς ἂν ῥᾳδίως ἐπιτυχὴς αὐτῆς γενέσθαι· δραστήριός τε γὰρ ἀνὴρ ἦν καὶ ἰσχὺν μεγάλην καὶ πρόθυμον εἶχε, καὶ οἱ στρατιῶται τὰς μὲν τοῦ Νέρωνος εἰκόνας καθεῖλον καὶ συνέτριψαν, [2] αὐτὸν δὲ Καίσαρα καὶ Αὔγουστον ὠνόμαζον. ὡς δ' οὐκ ἐπείθετο, ἐνταῦθα τῶν στρατιωτῶν τις ἑνὶ τῶν σημείων αὐτοῦ ταῦτα διὰ ταχέων ἐπέγραψε· καὶ ὃς ἐκεῖνά τε ἀπήλειψε, καὶ μόλις ποτὲ αὐτοὺς καταστήσας ἔπεισεν ἐπὶ τῇ βουλῇ καὶ τῷ δήμῳ [3] ποιήσασθαι, εἴτ' οὖν ὅτι οὐκ ἠξίου τοὺς στρατιώτας τινὶ τὸ κράτος διδόναι (τῇ τε γὰρ γερουσίᾳ καὶ τῷ δήμῳ προσήκειν τοῦτ' ἔλεγεν), εἴτε καὶ παντελῶς μεγαλογνωμονῶν, ὡς οὐδὲν τῆς αὐτοκρατορικῆς ἀρχῆς ὑπὲρ ἧς καὶ οἱ ἄλλοι πάντα ἔπραττον, ‹καὶ αὐτὸς δεό›μενος. Xiph. 183, 25184, 8 R. St.
[26]
[1] ὅτι ὁ Νέρων μαθὼν τὰ κατὰ τὸν Οὐίνδικα ἐν Νέᾳ πόλει τὸν γυμνικὸν ἀγῶνα ἀπ' ἀρίστου θεωρῶν, οὐκ ἐλυπήθη, ἀλλὰ καταπηδήσας ἐκ τῆς ἕδρας ἀθλητῇ τινὶ συνεσπούδασεν· οὐδὲ ἐς τὴν Ῥώμην ἠπείχθη, ἀλλὰ καὶ γράμματα ἁπλῶς τῇ βουλῇ πέμψας παρῃτήσατο ὅτι οὐκ ἀφίκετο, λέγων βραγχᾶν, καθάπερ τι ᾆσαι καὶ [2] τότε αὐτοῖς δεόμενος. καὶ τήν γε αὐτὴν φροντίδα καὶ ἐπιμέλειαν τῆς τε φωνῆς καὶ τῶν ᾀσμάτων τῶν τε κιθαρισμάτων, οὐχ ὅτι ἐν τῷ τότε παρόντι, ἀλλὰ καὶ μετὰ ταῦτα ἐποιεῖτο· καὶ οὔτε τι ἐξ ἐκείνων ἐξέκραξεν, εἴ τε καὶ ἠναγκάσθη τι οἷα ἐν τοιούτοις ὢν ἐκβοῆσαι, εὐθύς τις αὐτὸν ὡς καὶ κιθαρῳδήσειν μέλλοντα ἀνεχαίτιζεν καὶ ἀνελάμβανεν. Exc. Val. 2574a (p. 694).
[23]
(.... ἀνηγορεύθη c. 23, 1.)
λέγεται δὲ ὅτι τοῦ Νέρωνος διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπικηρύξαντος τῷ Οὐίνδικι ἀκούσας ὁ Οὐίνδιξ ἔφη ὅτι "ὁ Νέρωνα ἀποκτείνας τήν τε κεφαλὴν αὐτοῦ κομίσας μοι τὴν ἐμὴν ἀντιλήψεται". (τοιοῦτος μέν τις ὁ Οὐίνδιξ ἐγένετο κ.τ.λ. c. 24, 1.) Xiph. 183, 912 R. St.
[26]
[3] τά τε ἄλλα ὅσα εἰώθει ὁμοίως ἐποίει, χαίρων τοῖς ἠγγελμένοις ὅτι ἄλλως τε κατακρατήσειν τοῦ Οὐίνδικος ἤλπιζεν καὶ ὑπόθεσιν ἀργυρισμοῦ καὶ φόνων εἰληφέναι ἐδόκει. καὶ ἐτρύφα, καὶ τὸ τῆς Σαβίνης ἡρῷον ἐκποιηθὲν καὶ κοσμηθὲν λαμπρῶς ὡσίωσεν, ἐπιγράψας αὐτῷ ὅτι Σαβίνῃ αὐτὸ θεᾷ Ἀφροδίτῃ αἱ γυναῖκες [4] ἐποίησαν. καὶ τοῦτο μὲν ἠλήθευσεν· ἐκ γὰρ τῶν χρημάτων ἃ πολλὰ καὶ παρὰ τῶν γυναικῶν ἐσεσύλητο ἐξειργάσθη· συχνὰ δὲ δὴ καὶ ἤθυρεν, ὧν ἐγὼ τὰ μὲν ἄλλα παραλείψω, ἓν δὲ εἴπω. νύκτωρ ποτὲ τοὺς πρώτους τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἐξαπίνης σπουδῇ, ὡς καὶ περὶ τῶν παρόντων τι κοινώσων σφίσι, μεταπέμψας "ἐξεύρηκα" ἔφη "πῶς ἡ ὕδραυλις" (αὐτὸ γὰρ τὸ ῥηθὲν γραφήσεται) [5] "καὶ μεῖζον καὶ ἐμμελέστερον φθέγξεται". τοιαῦτα μὲν καὶ τότε ἔπαιζεν, οὐδὲ ἔμελεν αὐτῷ ὅτι αἱ θύραι ἀμφότεραι, αἵ τε τοῦ μνημείου τοῦ Αὐγουστείου καὶ αἱ τοῦ κοιτῶνος τοῦ ἐκείνου, αὐτόμαται ἐν τῇ αὐτῇ νυκτὶ ἀνεῴχθησαν, οὐδ' ὅτι ἐν τῷ Ἀλβανῷ τοσούτῳ δή τινι αἵματι ὗσεν ὥστε καὶ ποταμοὺς ῥυῆναι, οὐδ' ὅτι ἐκ τῆς Αἰγύπτου ὑπαναχωρήσασα ἐπὶ πολὺ ἡ θάλασσα μέρος μέγα [27] [1] τῆς Λυκίας κατέλαβεν· ἐπεὶ δὲ περί τε τοῦ Γάλβα ἤκουσεν ὅτι αὐτοκράτωρ ὑπὸ τῶν στρατιωτῶν ἀνερρήθη, περί τε τοῦ Ῥούφου ὅτι αὐτοῦ ἀπέστη, ἐν δέει τε μεγάλῳ ἐγένετο, καὶ αὐτός τε ἐν Ῥώμῃ παρεσκευάζετο καὶ ἐπ' ἐκείνους Ῥούβριον Γάλλον καὶ ἄλλους τινὰς ἔπεμψεν. Exc. Val. 2574b (usque ad ἔπαιζεν, v. 10), Xiph. 184, 823 R. St. (inde a νύκτωρ v. 5).
[1a] ὁ δὲ Νέρων μαθὼν καὶ τὸν Πετρώνιον, ὃν κατὰ τῶν ἐπαναστάντων μετὰ τοῦ πλείονος προεπεπόμφει στρατεύματος, τὰ τοῦ Γάλβου φρονήσαντα, οὐκέτ' οὐδεμίαν ἐλπίδα τῶν ὅπλων ἔσχεν, ἀλλ' (ἐβουλεύσατο τούς τε βουλευτὰς κ.τ.λ. 14 2). Zon. 11, 13 p. 480, 11- 14 B. (p. 42, 1–4 D.)
[2] ὑπὸ πάντων δὲ ὁμοίως ἐγκαταλειφθεὶς ἐβουλεύσατο μὲν τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν καταπρῆσαι ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι, ὑπειπὼν ὅτι "ἂν καὶ ἐκ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γε τέχνιον ἡμᾶς ἐκεῖ διαθρέψει·" ἐς τοῦτο γὰρ ἀνοίας ἐληλύθει ὥστε καὶ πιστεῦσαι ὅτι ἄλλως τε ἰδιωτεῦσαι καὶ προσέτι καὶ κιθαρῳδεῖν δυνήσεται. Xiph. 184, 2328 R. St., ε. Ϝa. (. ).
[2b] μέλλοντος δὲ ταῦτα πράσσειν ἡ βουλὴ τὴν περὶ τὸν Νέρωνα φρουρὰν ἀποκαλέσασα εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τὸν μὲν πολέμιον ἀπέφηνε, τὸν δὲ Γάλβαν ἀνθείλετο αὐτοκράτορα. Zon. 11, 13 p. 480, 1719 B. (p. 42, 811 D.)
[3] ἐπεὶ δὲ ᾔσθετο ὅτι καὶ ὑπὸ τῶν σωματοφυλάκων ἐγκαταλέλειπται, (ἐν κήποις δέ τισιν ἐτύγχανε καθεύδων) φυγεῖν ἐπεχείρησεν.
ἐσθῆτά τε οὖν φαύλην ἔλαβε καὶ ἐπὶ ἵππον οὐδὲν βελτίονα ἀνέβη, καὶ ἐπ' αὐτοῦ κατακεκαλυμμένος πρὸς χωρίον τι Φάωνος Καισαρείου, μετά τε αὐτοῦ ἐκείνου καὶ μετὰ Ἐπαφροδίτου τοῦ τε Σπόρου, [28] [1] νυκτὸς ἔτι οὔσης ἤλασε. καὶ αὐτοῦ ταῦτα πράσσοντος σεισμὸς ἐξαίσιος ἐγένετο, ὥστε καὶ δόκησιν παρασχεῖν ὅτι ἥ τε γῆ πᾶσα διαρρήγνυται καὶ αἱ τῶν πεφονευμένων ὑπ' αὐτοῦ ψυχαὶ πᾶσαι ἅμα ἐπ' αὐτὸν ἀναθορνύουσι. γνωρισθεὶς οὖν καὶ ὣς ὑπό τινος, ὥς φασι, τῶν ἀπαντησάντων, καὶ αὐτοκράτωρ προσαγορευθεὶς ἔκ τε τῆς ὁδοῦ ἀπετράπη καὶ ἐς καλαμώδη τόπον [2] τινὰ κατεκρύφθη. καὶ ἐνταῦθα μέχρι τῆς ἡμέρας ὑπέμεινεν ἐρριμμένος, ὅπως ὡς ἥκιστα διορῷτο. καὶ πάντα μὲν τὸν παριόντα ὡς καὶ ἐφ' ἑαυτὸν ἥκοντα ὑποπτεύων, πᾶσαν δὲ φωνὴν ὡς καὶ ἀναζητοῦσαν αὑτὸν ὑποτρέμων, εἴ τέ που κυνίδιον ὕλαξεν ἢ καὶ ὀρνίθιον ἐφθέγξατο ῥωπίον τε καὶ κλάδος ὑπ' αὔρας [3] ἐσείσθη, δεινῶς ἐταράττετο, καὶ οὔθ' ἡσυχάζειν ὑπ' αὐτῶν ἐδύνατο, οὔτ' αὖ λαλεῖν τινι τῶν παρόντων, μὴ καὶ ἕτερός τις ἀκούσῃ, ἐτόλμα, ἀλλ' αὐτὸς καθ' ἑαυτὸν τὴν τύχην καὶ ἐθρήνει καὶ ὠλοφύρετο. ἐλογίζετο γὰρ τά τε ἄλλα, καὶ προσέτι ὅτι πολυανθρωποτάτῃ ποτὲ θεραπείᾳ γαυρωθεὶς μετὰ τριῶν ἐξελευθέρων [4] ἐκύπταζε. τοιοῦτον γὰρ δρᾶμα τότε τὸ δαιμόνιον αὐτῷ παρεσκεύασεν, ἵνα μηκέτι τοὺς ἄλλους μητροφόνους καὶ ἀλήτας ἀλλ' ἤδη καὶ ἑαυτὸν ὑποκρίνηται· καὶ τότε μετεγίνωσκεν ἐφ' οἷς ἐτετολμήκει, καθάπερ ἄπρακτόν τι [5] αὐτῶν ποιῆσαι δυνάμενος. Νέρων μὲν δὴ τοιαῦτα ἐτραγῴδει, καὶ τὸ ἔπος ἐκεῖνο συνεχῶς ἐνενόει, "οἰκτρῶς θανεῖν μ' ἄνωγε σύγ γαμος πατήρ·" ὀψὲ δ' οὖν ποτε, ἐπειδὴ μηδεὶς αὐτὸν ἀναζητῶν ἑωρᾶτο, μετῆλθεν ἐς τὸ ἄντρον, κἀνταῦθα καὶ ἔφαγε πεινήσας ἄρτον ὁποῖον οὐδεπώποτε ἐβεβρώκει, καὶ ἔπιε διψήσας ὕδωρ ὁποῖον οὐδεπώποτε ἐπεπώκει. ἐφ' ᾧ δυσανασχετήσας εἶπε "τοῦτό ἐστιν ἐκεῖνο τὸ ποτὸν τὸ ἐμὸν τὸ ἄφθονον". Xiph. 184, 28-185, 26 R. St.
[29]
[1] καὶ ὁ μὲν ἐν τούτοις ἦν, ὁ δὲ δῆμος τῶν Ῥωμαίων ἐβουθύτει καὶ ὑπερέχαιρε καί τινες καὶ πιλία ὡς ἠλευθερωμένοι ἔφερον. καὶ τῷ Γάλβᾳ τὰ τῇ αὐτοκράτορι ἀρχῇ προσήκοντα ἐψηφίσαντο.
[1] παρὰ πάντα δὲ ζήτησιν αὐτοῦ τοῦ Νέρωνος ἐποιοῦντο, καὶ χρόνον μέν τινα ἠπόρησαν ὅπου ποτὲ ἀπεληλυθὼς εἴη, ἔπειτα μαθόντες ἔπεμψαν ἐπ' αὐτὸν [2] ἱππέας. καὶ οὕτως ἐκεῖνος προσιόντας αὐτοὺς αἰσθόμενος προσέταξε τοῖς παροῦσιν ἑαυτὸν ἀποκτεῖναι. ἐπεί τε οὐχ ὑπήκουσαν, ἀνεστέναξέ τε καὶ ἔφη "ἐγὼ μόνος οὔτε φίλον οὔτε ἐχθρὸν ἔχω". κἀν τούτῳ πελασάντων αὐτῷ τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἀπέκτεινε, τὸ θρυλούμενον ἐκεῖνο εἰπών, "ὦ Ζεῦ, οἷος τεχνίτης παραπόλλυμαι". καὶ αὐτὸν δυσθανατοῦντα ὁ Ἐπαφρόδιτος προσκατειργάσατο.
[3] ἐβίω δὲ ἔτη τριάκοντα καὶ μῆνας ἐννέα, ἀφ' ὧν ἦρξεν ἔτη δεκατρία καὶ μῆνας ὀκτώ, ἔσχατος τῶν ἀπὸ τοῦ Αἰνείου καὶ ἀπὸ τοῦ Αὐγούστου γεγονότων, καθάπερ που σαφῶς καὶ αἱ δάφναι αἱ ὑπὸ τῆς Λιουίας φυτευθεῖσαι τό τε γένος τῶν λευκῶν ὀρνίθων προδιαφθαρέντα αὐτοῦ ἐσήμανεν. Xiph. 185, 27-186, 10 R. St.
[4] ὅτι οὐδενὶ ἀνέλπιστος ἦν ἡ ἐγχείρησις τῆς βασιλείας ἐν τηλικαύτῃ γενομένη ταραχῇ. Petr. Patr. exc. Vat. 79 (p. 216 Mai. 6 p. 197, 22. 23 Dind.)
[5] ὅτι ὁ Ῥοῦφος πρὸς Γάλβαν ἦλθε, καὶ παρὰ μὲν ἐκείνου οὐδὲν ὅ τι ἄξιον εἰπεῖν εὕρετο, εἰ μή τις αὐτὸ τοῦτ' ἐκλογίσαιτο ὅτι πολλάκις αὐτοκράτωρ ὀνομασθεὶς ἔζησε· παρὰ δὲ δὴ τῶν ἄλλων ἀνθρώπων ὄνομα μέγα, καὶ μεῖζον ἢ εἴπερ ὑπεδέδεκτο τὴν ἡγεμονίαν, ἐκτήσατο, ὅτι οὐκ ἠθέλησεν αὐτὴν λαβεῖν. Exc. Val. 259 (p. 697).
[6] Γάλβας δ', ἐπεὶ ὅ τε Νέρων διέφθαρτο καὶ ἡ βουλὴ τὴν ἀρχήν οἱ ἐψηφίσατο καὶ ὁ Ῥοῦφος αὐτῷ προσεχώρησεν, ἀνεθάρσησεν, οὐ μέντοι καὶ τὸ Καίσαρος ἀνέλαβεν ὄνομα πρὶν τοὺς τῆς βουλῆς πρεσβευτὰς πρὸς αὐτὸν ἐλθεῖν. ἀλλ' οὐδὲ τὸ τοῦ αὐτοκράτορος πρότερον εἰς οὐδὲν γράμμα ἐνεγεγράφει. Zon. 11, 14 p. 482, 6-10 B. (p. 43, 10-15 D.)