4884 235 0 0 0 0 II d. C. Retorica Lucianus Abdicatus Harmon, A.M., Cambridge, Mass., Harvard University Press, 1936 Rist. 1972. 36

LUCIANUS - Abdicatus

Indice delle opere di Luciano

ΑΠΟΚΗΡΥΤΤΟΜΕΝΟΣ

[1]    Οὐ καινὰ μὲν ταῦτα, ὦ ἄνδρες δικασταί, οὐδὲ παράδοξα τὰ ὑπὸ τοῦ πατρὸς ἐν τῷ παρόντι γιγνόμενα, οὐδὲ νῦν πρῶτον τὰ τοιαῦτα ὀργίζεται, ἀλλὰ πρόχειρος οὗτος ὁ νόμος αὐτῷ καὶ συνήθως ἐπὶ τοῦτ' ἀφικνεῖται τὸ δικαστήριον. ἐκεῖνο δὲ καινότερον νῦν δυστυχῶ, ὅτι ἔγκλημα μὲν ἴδιον οὐκ ἔχω, κινδυνεύω δὲ τιμωρίαν ὑποσχεῖν ὑπὲρ τῆς τέχνης εἰ μὴ πάντα δύναται πείθεσθαι τούτῳ κελεύοντι, οὗ τί γένοιτ' ἂν ἀτοπώτερον, θεραπεύειν ἐκ προστάγματος, οὐκέθ' ὡς ἡ τέχνη δύναται, ἀλλ' ὡς ὁ πατὴρ βούλεται; ἐβουλόμην μὲν οὖν τὴν ἰατρικὴν καὶ τοιοῦτόν τι ἔχειν φάρμακον ὃ μὴ μόνον τοὺς μεμηνότας ἀλλὰ καὶ τοὺς ἀδίκως ὀργιζομένους παύειν ἐδύνατο, ἵνα καὶ τοῦτο τοῦ πατρὸς τὸ νόσημα ἰασαίμην. νυνὶ δὲ τὰ μὲν τῆς μανίας αὐτῷ τέλεον πέπαυται, τὰ δὲ τῆς ὀργῆς μᾶλλον ἐπιτείνεται, καὶ τὸ δεινότατον, τοῖς μὲν ἄλλοις ἅπασιν σωφρονεῖ, κατ' ἐμοῦ δὲ τοῦ θεραπεύσαντος μόνου μαίνεται. τὸν μὲν οὖν μισθὸν τῆς θεραπείας ὁρᾶτε οἷον ἀπολαμβάνω, ἀποκηρυττόμενος ὑπ' αὐτοῦ πάλιν καὶ τοῦ γένους ἀλλοτριούμενος δεύτερον, ὥσπερ διὰ τοῦτ' ἀναληφθεὶς πρὸς ὀλίγον ἵν' ἀτιμότερος γένωμαι πολλάκις ἐκπεσὼν τῆς οἰκίας.

[2]    Ἐγὼ δὲ ἐν μὲν τοῖς δυνατοῖς οὐδὲ κελευσθῆναι περιμένω· πρῴην γοῦν ἄκλητος ἧκον ἐπὶ τὴν βοήθειαν. ὅταν δέ τι ᾖ τελέως ἀπεγνωσμένον, οὐδ' ἐπιχειρεῖν βούλομαι. ἐπὶ δὲ τῆς γυναικὸς ταύτης εἰκότως καὶ ἀτολμότερός εἰμι· λογίζομαι γὰρ οἷα πάθοιμ' ἂν ὑπὸ τοῦ πατρὸς ἀποτυχών, ὃς οὐδὲ ἀρξάμενος τῆς θεραπείας ἀποκηρύττομαι. ἄχθομαι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐπὶ τῇ μητρυιᾷ χαλεπῶς ἐχούσῃ (χρηστὴ γὰρ ἦν) καὶ ἐπὶ τῷ πατρὶ δι' ἐκείνην ἀνιωμένῳ, τὸ δὲ μέγιστον, ἐπ' ἐμαυτῷ ἀπειθεῖν δοκοῦντι καὶ ἃ προστάττομαι ὑπουργεῖν οὐ δυναμένῳ καὶ δι' ὑπερβολὴν τῆς νόσου καὶ ἀσθένειαν τῆς τέχνης. πλὴν οὐ δίκαιον οἶμαι ἀποκηρύττεσθαι τὸν ἃ μὴ δύναται ποιεῖν μηδὲ τὴν ἀρχὴν ὑπισχνούμενον.

[3]    Δι' ἃς μὲν οὖν αἰτίας καὶ πρότερον ἀπεκήρυξέ με ῥᾴδιον συνιδεῖν ἐκ τῶν παρόντων. ἐγὼ δὲ καὶ πρὸς ἐκείνας μέν, ὡς οἴομαι, ἱκανῶς τῷ μετὰ ταῦτα βίῳ ἀπελογησάμην, καὶ ταυτὶ δὲ ἃ νῦν ἐγκαλεῖ ὡς ἂν οἷός τε ὦ ἀπολύσομαι, μικρὰ ὑμῖν διηγησάμενος τῶν ἐμῶν.

   Ὁ γὰρ δυσάγωγος καὶ δυσπειθὴς ἐγώ, ὁ καταισχύνων τὸν πατέρα καὶ ἀνάξια πράττων τοῦ γένους, τότε μὲν αὐτῷ τὰ πολλὰ ἐκεῖνα βοῶντι καὶ διατεινομένῳ ὀλίγα χρῆναι ἀντιλέγειν ᾠόμην. ἀπελθὼν δὲ τῆς οἰκίας ἐνόμιζόν μοι δικαστήριον ἔσεσθαι μέγα καὶ ψῆφον ἀληθῆ τὸν μετὰ ταῦτα βίον καὶ τὸ φαίνεσθαι πάμπολυ τῶν τοῦ πατρὸς ἐγκλημάτων ἐκείνων ἀφεστηκότα καὶ περὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων ἐσπουδακότα καὶ τοῖς ἀρίστοις συνόντα. προεωρώμην δὲ καὶ τοιοῦτό τι καὶ ὑπώπτευον ἤδη ὡς οὐ σφόδρα καθεστηκότος πατρὸς ἀδίκως ὀργίζεσθαι καὶ ἐγκλήματα ψευδῆ καθ' υἱοῦ συντιθέναι· καὶ ἦσάν τινες οἱ μανίας ἀρχὴν ταῦτα εἶναι νομίζοντες καὶ ἀπειλὴν καὶ ἀκροβολισμὸν οὐκ ἐς μακρὰν ἐπιπεσουμένου τοῦ κακοῦ, μῖσος ἄλογον καὶ νόμον ἀπηνῆ καὶ βλασφημίας προχείρους καὶ δικαστήριον σκυθρωπὸν καὶ βοὴν καὶ ὀργὴν καὶ ὅλως χολῆς μεστὰ πάντα. διὸ δὴ τάχα μοι καὶ ἰατρικῆς δεήσειν ποτὲ προσεδόκων.

[4]    Ἀποδημήσας οὖν καὶ τοῖς εὐδοκιμωτάτοις τῶν ἐπὶ τῆς ἀλλοδαπῆς ἰατρῶν συγγενόμενος καὶ πόνῳ πολλῷ καὶ προθυμίᾳ λιπαρεῖ χρησάμενος ἐξέμαθον τὴν τέχνην. ἐπανελθὼν δὲ καταλαμβάνω τὸν πατέρα σαφῶς ἤδη μεμηνότα καὶ ὑπὸ τῶν ἐπιχωρίων ἰατρῶν ἀπεγνωσμένον, οὐκ ἐς βάθος ὁρώντων οὐδ' ἀκριβῶς φυλοκρινούντων τὰς νόσους. πλὴν ὅπερ γε εἰκὸς ἦν ποιεῖν χρηστὸν υἱόν, οὔτε ἐμνησικάκησα τῆς ἀποκηρύξεως οὔτε μετάπεμπτος γενέσθαι περιέμεινα· οὐδὲ γὰρ εἶχόν τι αὐτῷ ἴδιον ἐγκαλεῖν, ἀλλὰ πάντα ἐκεῖνα ἦν ἀλλότρια τὰ ἁμαρτήματα καὶ ὥσπερ ἔφην ἤδη, τῆς νόσου. παρελθὼν οὖν ἄκλητος οὐκ εὐθὺς ἰασάμην· οὐ γὰρ οὕτω ποιεῖν ἔθος ἐστὶν ἡμῖν οὐδὲ ταῦτα ἡ τέχνη παραινεῖ, ἀλλὰ πάντων πρῶτον τοῦτο διδασκόμεθα συνορᾶν εἴτε ἰάσιμόν ἐστι τὸ νόσημα εἴτε ἀνήκεστον καὶ ὑπερβεβηκὸς τοὺς ὅρους τῆς τέχνης. καὶ τηνικαῦτα, ἢν μὲν εὐμεταχείριστον ᾖ, ἐπιχειροῦμεν καὶ πᾶσαν σπουδὴν ἐσφερόμεθα σῶσαι τὸν νοσοῦντα· ἢν δὲ κεκρατηκὸς ἤδη καὶ νενικηκὸς τὸ πάθος ἴδωμεν, οὐδὲ τὴν ἀρχὴν προσαπτόμεθα, νόμον τινὰ παλαιὸν τῶν προπατόρων τῆς τέχνης ἰατρῶν φυλάττοντες, οἵ φασι μὴ δεῖν ἐπιχειρεῖν τοῖς κεκρατημένοις.

   Ἰδὼν οὖν τὸν πατέρα ἔτι ἐντὸς τῆς ἐλπίδος καὶ τὸ πάθος οὐχ ὑπὲρ τὴν τέχνην, ἐπὶ πολὺ τηρήσας καὶ ἀκριβῶς ἐξετάσας ἕκαστα ἐπεχείρουν ἤδη καὶ τὸ φάρμακον τεθαρρηκότως ἐνέχεον, καίτοι πολλοὶ τῶν παρόντων ὑπώπτευον τὴν δόσιν καὶ τὴν ἴασιν διέβαλλον καὶ πρὸς κατηγορίας παρεσκευάζοντο.

[5] παρῆν δὲ καὶ ἡ μητρυιὰ φοβουμένη καὶ ἀπιστοῦσα, οὐ τῷ μισεῖν ἐμέ, ἀλλὰ τῷ δεδιέναι καὶ ἀκριβῶς εἰδέναι πονηρῶς ἐκεῖνον διακείμενον· ἠπίστατο γὰρ μόνη τὰ πάντα συνοῦσα καὶ ὁμοδίαιτος τῇ νόσῳ. πλὴν ἀλλ' ἔγωγε οὐδὲν ἀποδειλιάσας ‑ ἠπιστάμην γὰρ οὐ ψευσόμενά με τὰ σημεῖα οὐδὲ προδώσουσαν τὴν τέχνην ‑ ἐπῆγον τὴν ἴασιν ἐν καιρῷ τῆς ἐπιχειρήσεως, καίτοι κἀμοί τινες τῶν φίλων συνεβούλευον μὴ θρασύνεσθαι, μὴ καὶ διαβολήν τινα μείζω ἐνέγκῃ μοι τὸ ἀποτυχεῖν ὡς ἀμυνομένῳ τὸν πατέρα φαρμάκῳ καὶ μνησικακήσαντι ὧν ἐπεπόνθειν ὑπ' αὐτοῦ.

   Καὶ τὸ κεφάλαιον, σῶος μὲν οὗτος εὐθὺς ἦν καὶ ἐσωφρόνει πάλιν καὶ πάντα διεγίγνωσκεν· οἱ παρόντες δὲ ἐθαύμαζον, ἐπῄνει δὲ καὶ ἡ μητρυιὰ καὶ φανερὰ πᾶσιν ἦν χαίρουσα κἀμοὶ εὐδοκιμοῦντι κἀκείνῳ σωφρονοῦντι. οὗτος δ' οὖν (μαρτυρεῖν γὰρ αὐτῷ ἔχω) μήτε μελλήσας μήτε σύμβουλόν τινα περὶ τούτων προσλαβών, ἐπειδὴ τὸ πᾶν ἤκουσε τῶν παρόντων, ἔλυε μὲν τὴν ἀποκήρυξιν, υἱὸν δὲ ἐξ ὑπαρχῆς ἐποιεῖτό με, σωτῆρα καὶ εὐεργέτην ἀποκαλῶν καὶ ἀκριβῆ πεῖραν εἰληφέναι ὁμολογῶν καὶ περὶ τῶν ἔμπροσθεν ἐκείνων ἀπολογούμενος. τοῦτο γενόμενον εὔφραινε μὲν πολλούς, ὅσοι παρῆσαν χρηστοί, ἐλύπει δὲ ἐκείνους ὅσοις ἀποκήρυξις υἱοῦ ἡδίων ἀναλήψεως. εἶδον γοῦν τότε οὐ πάντας ὁμοίως ἡδομένους τῷ πράγματι, ἀλλ' εὐθύς τινος καὶ χρόαν τρεπομένην καὶ βλέμμα τεταραγμένον καὶ πρόσωπον ὠργισμένον, οἷον ἐκ φθόνου καὶ μίσους γίνεται.

   Ἡμεῖς μὲν οὖν, ὡς τὸ εἰκός, ἐν εὐφροσύναις καὶ [6] θυμηδίαις ἦμεν, ἀλλήλους ἀπειληφότες· ἡ μητρυιὰ δὲ μετὰ μικρὸν εὐθὺς νοσεῖν ἤρξατο νόσον, ὦ ἄνδρες δικασταί, χαλεπὴν καὶ παράλογον· ἀρχόμενον γὰρ εὐθὺς τὸ δεινὸν παρεφύλαξα. οὐ γὰρ ἁπλοῦν οὐδὲ ἐπιπόλαιον τῆς μανίας τὸ εἶδος, ἀλλά τι παλαιὸν ὑποικουροῦν ἐν τῇ ψυχῇ κακὸν ἀπέρρηξε καὶ ἐς τοὐμφανὲς ἐξενίκησε. πολλὰ μὲν οὖν καὶ ἄλλα ἡμῖν ἐστι σημεῖα τῶν ἀνιάτως μεμηνότων, ἓν δὲ ἐκεῖνο καινὸν ἐπὶ τῆς γυναικὸς ταύτης παρεφύλαξα· πρὸς μὲν γὰρ τοὺς ἄλλους ἡμερωτέρα καὶ πραεῖά ἐστι καὶ παρόντων εἰρήνην ἄγει ἡ νόσος, ἂν δέ τινα ἰατρὸν ἴδῃ καὶ τοῦτ' ἀκούσῃ μόνον, κατ' ἐκείνου μάλιστα παροξύνεται, ὅπερ καὶ αὐτὸ τοῦ πονηρῶς καὶ ἀνηκέστως ἔχειν ἐστὶ τεκμήριον.

   Ταῦτα ὁρῶν ἐγὼ μὲν ἠνιώμην καὶ τὴν γυναῖκα ᾤκτειρον ἀξίαν οὖσαν καὶ παρὰ τὸ προσῆκον [7] δυστυχοῦσαν. ὁ πατὴρ δὲ ὑπὸ ἰδιωτείας (οὐ γὰρ οἶδεν οὔτε ἀρχὴν τοῦ κατέχοντος κακοῦ οὔτε τὴν αἰτίαν οὔτε τὸ μέτρον τοῦ πάθους) ἐκέλευεν ἰᾶσθαι καὶ τὸ ὅμοιον ἐκχέαι φάρμακον· οἴεται γὰρ ἓν εἶναι μανίας εἶδος καὶ μίαν τὴν νόσον καὶ τἀρρώστημα ταὐτὸν καὶ παραπλησίαν τὴν θεραπείαν δεχόμενον. ἐπεὶ δέ, ὅπερ ἀληθέστατον, ἀδύνατον εἶναί φημι σώζεσθαι τὴν γυναῖκα καὶ ἡττῆσθαι ὑπὸ τῆς νόσου ὁμολογῶ, ἀγανακτεῖ καὶ ὀργίζεται καί φησιν ἑκόντα καθυφίεσθαι καὶ προδιδόναι τὴν ἄνθρωπον, ἐγκαλῶν ἐμοὶ τὴν ἀσθένειαν τῆς τέχνης. καὶ πάσχει μὲν σύνηθες τοῖς λυπουμένοις· ὀργίζονται γοῦν ἅπαντες τοῖς μετὰ παρρησίας τἀληθῆ λέγουσιν. πλὴν ἔγωγε ὡς ἂν οἷός τε ὦ δικαιολογήσομαι πρὸς αὐτὸν καὶ ὑπὲρ ἐμαυτοῦ καὶ τῆς τέχνης.

[8]    Καὶ πρῶτόν γε ἀπὸ τοῦ νόμου ἄρξομαι καθ' ὃν οὗτός με ἀποκηρῦξαι βούλεται, ἵν' εἰδῇ οὐκέθ' ὁμοίαν οὖσαν αὐτῷ νῦν τε καὶ πρότερον τὴν ἐξουσίαν. οὐ γὰρ ἅπασιν, ὦ πάτερ, ὁ νομοθέτης οὐδὲ πάντας υἱέας οὐδὲ ὁσάκις ἂν ἐθέλωσιν ἀποκηρύττειν συγκεχώρηκεν οὐδ' ἐπὶ πάσαις αἰτίαις, ἀλλ' ὥσπερ τοῖς πατράσιν τὰ τηλικαῦτα ὀργίζεσθαι ἐφῆκεν, οὕτω καὶ τῶν παίδων προὐνόησεν, ὡς μὴ ἀδίκως αὐτὸ πάσχωσιν· καὶ διὰ τοῦτο οὐκ ἐλευθέραν ἐφῆκε γίγνεσθαι οὐδὲ ἄκριτον τὴν τιμωρίαν, ἀλλ' ἐς δικαστήριον ἐκάλεσε καὶ δοκιμαστὰς ἐκάθισε τοὺς μήτε πρὸς ὀργὴν μήτε διαβολὴν τὸ δίκαιον κρινοῦντας. ᾔδει γὰρ πολλοῖς πολλάκις ἀλόγους αἰτίας ὀργῆς παρισταμένας, καὶ τὸν μὲν ψευδεῖ τινι διαβολῇ πειθόμενον, τὸν δὲ οἰκέτῃ πιστεύοντα ἢ γυναίῳ ἐχθρῷ. οὔκουν ἡγεῖτο ἀδίκαστον γίγνεσθαι τὸ πρᾶγμα οὐδ' ἐξ ἐρήμης τοὺς παῖδας εὐθὺς ἁλίσκεσθαι, ἀλλὰ καὶ ὕδωρ ἐγχεῖται καὶ λόγος ἀποδίδοται καὶ ἀνεξέταστον οὐδὲν καταλείπεται.

[9]    Ἐπεὶ τοίνυν ἔξεστιν, καὶ τοῦ μὲν ἐγκαλεῖν μόνου ὁ πατὴρ κύριος, τοῦ κρῖναι δὲ εἰ εὔλογα αἰτιᾶται ὑμεῖς οἱ δικάζοντες, αὐτὸ μὲν ὅ μοι ἐπιφέρει καὶ ἐφ' ᾧ νῦν ἀγανακτεῖ μηδέπω σκοπεῖτε, πρότερον δὲ ἐκεῖνο ἐξετάσατε, εἰ ἔτι δοτέον ἀποκηρύττειν αὐτῷ ἅπαξ ἀποκηρύξαντι καὶ χρησαμένῳ τῇ παρὰ τοῦ νόμου ἐξουσίᾳ καὶ ἀποπληρώσαντι τὴν πατρικὴν ταύτην δυναστείαν, εἶτ' αὖθις ἀναλαβόντι καὶ λύσαντι τὴν ἀποκήρυξιν. ἐγὼ μὲν γὰρ ἀδικώτατον εἶναί φημι τὸ τοιοῦτον, ἀπεράντους γίνεσθαι καὶ τῶν παίδων τὰς τιμωρίας καὶ πολλὰς τὰς καταδίκας καὶ τὸν φόβον ἀΐδιον καὶ τὸν νόμον ἄρτι μὲν συνοργίζεσθαι, μετὰ μικρὸν δὲ λύεσθαι, καὶ πάλιν ὁμοίως ἰσχυρὸν εἶναι, καὶ ὅλως ἄνω καὶ κάτω στρέφεσθαι τὰ δίκαια πρὸς τὸ ἐπὶ καιροῦ δοκοῦν πατράσιν. ἀλλὰ τὸ μὲν πρῶτον ἄξιον ἐφιέναι καὶ ἀγανακτοῦντι συναγανακτεῖν καὶ κύριον τῆς τιμωρίας ποιεῖν τὸν γεγεννηκότα· ἢν δὲ ἅπαξ ἀναλώσῃ τὴν ἐξουσίαν καὶ καταχρήσηται τῷ νόμῳ καὶ ἐμπλησθῇ τῆς ὀργῆς, εἶτα μετὰ ταῦτα ἀναλάβῃ, χρηστὸν εἶναι μεταπεισθείς, ἐπὶ τούτων ἀνάγκη μένειν καὶ μηκέτι μεταπηδᾶν μηδὲ μεταβουλεύεσθαι μηδὲ μεταποιεῖν τὴν κρίσιν.

   Τοῦ μὲν γὰρ τὸν γεννηθέντα πονηρὸν ἢ χρηστὸν ἀποβήσεσθαι οὐδέν, οἶμαι, γνώρισμα ἦν, καὶ διὰ τοῦτο τοὺς ἀναξίους τοῦ γένους παραιτεῖσθαι συγκεχώρηται τοῖς ὅτε ἠγνόουν ἀναθρεψαμένοις.

[10] ὅταν δὲ μὴ κατ' ἀνάγκην ἀλλ' ἐπ' ἐξουσίας αὐτός τις ἀφ' ἑαυτοῦ καὶ δοκιμάσας ἀναλάβῃ, τίς ἔτι μηχανὴ μεταβάλλεσθαι, ἢ τίς ἔτι χρῆσις ὑπόλοιπος τοῦ νόμου; φαίη γὰρ ἂν πρὸς σὲ ὁ νομοθέτης, "Εἰ πονηρὸς οὗτος ἦν καὶ τοῦ ἀποκηρυχθῆναι ἄξιος, τί παθὼν ἀνεκάλεις; τί δ' αὖθις ἐπανῆγες ἐς τὴν οἰκίαν; τί δ' ἔλυες τὸν νόμον; ἐλεύθερος γὰρ ἦσθα καὶ τοῦ μὴ ποιεῖν ταῦτα κύριος. οὐ γὰρ δὴ ἐντρυφᾶν σοι δοτέον τοῖς νόμοις οὐδὲ πρὸς τὰς σὰς μεταβολὰς συνάγεσθαι τὰ δικαστήρια, οὐδὲ ἄρτι μὲν λύεσθαι ἄρτι δὲ κυρίους εἶναι τοὺς νόμους καὶ τοὺς δικαστὰς καθῆσθαι μάρτυρας, μᾶλλον δὲ ὑπηρέτας, τῶν σοὶ δοκούντων, ὁτὲ μὲν κολάζοντας ὁτὲ δὲ διαλλάττοντας, ὁπόταν σοι δοκῇ. ἅπαξ γεγέννηκας, ἅπαξ ἀνατέτραφας, ἅπαξ καὶ τὸ ἀποκηρύττειν ἀντὶ τούτων ἔχεις, καὶ τότε, ἢν δικαίως αὐτὸ ποιεῖν δοκῇς· τὸ δ' ἄπαυστον τοῦτο καὶ ἀΐδιον καὶ πολὺ ῥᾴδιον μεῖζον ἤδη τῆς πατρικῆς ἐστιν ἐξουσίας."

[11]    Μὴ δή, πρὸς Διός, ὦ ἄνδρες δικασταί, συγχωρήσητε αὐτῷ ἑκούσιον τὴν ἀνάληψιν πεποιημένῳ καὶ λύσαντι τὴν γνῶσιν τοῦ πάλαι δικαστηρίου καὶ ἀκυρώσαντι τὴν ὀργὴν αὖθις τὴν αὐτὴν τιμωρίαν ἀνακαλεῖν καὶ ἐπὶ τὴν ἐξουσίαν τὴν πατρικὴν ἀνατρέχειν, ἧς ἔξωρος ἤδη καὶ ἕωλος ἡ προθεσμία καὶ μόνῳ τούτῳ ἄκυρος καὶ προδεδαπανημένη. ὁρᾶτε γάρ που καὶ ἐν τοῖς ἄλλοις δικαστηρίοις ὡς ἀπὸ μὲν τῶν κλήρῳ λαχόντων δικαστῶν, ἤν τις ἄδικον οἴηται γεγενῆσθαι τὴν κρίσιν, δίδωσιν ὁ νόμος ἐς ἕτερον ἐφεῖναι δικαστήριον· ἢν δέ τινες ἑκόντες αὐτοὶ σύνθωνται δικαστὰς καὶ προελόμενοι ἐπιτρέψωσιν διαιτᾶν, οὐκέτι. οἷς γὰρ ἐξῆν μηδὲ τὴν ἀρχὴν ἐμμένειν, εἰ τούτους τις αὐθαίρετος εἵλετο, στέργειν ἐστὶ δίκαιος τοῖς ἐγνωσμένοις. οὕτω δὴ καὶ σύ, ὃν ἐξῆν μηκέτ' ἀναλαμβάνειν εἰ ἀνάξιος ἐδόκει τοῦ γένους, τοῦτον εἰ χρηστὸν ἡγησάμενος εἶναι πάλιν ἀνείληφας, οὐκέτ' ἀποκηρύττειν ἕξεις· ὅτι γὰρ οὐκ ἄξιος αὖθις παθεῖν ταῦτα, ὑπ' αὐτοῦ σοῦ μεμαρτύρηται καὶ χρηστὸς ἤδη ἀνωμολόγηται. ἀμετανόητον οὖν τὴν ἀνάληψιν καὶ τὴν διαλλαγὴν βέβαιον εἶναι προσήκει μετὰ κρίσιν οὕτω πολλὴν καὶ δύο δικαστήρια, ἓν μὲν τὸ πρῶτον, ἐφ' οὗ παρῃτήσω, δεύτερον δὲ τὸ σόν, ὅτε μετεβουλεύσω καὶ ἀνάδαστον ἐποίησας· τὰ πρότερον ἐγνωσμένα λύσας βεβαιοῖς τὰ μετ' ἐκεῖνα βεβουλευμένα. μένε τοίνυν ἐπὶ τῶν τελευταίων καὶ φύλαττε τὴν σαυτοῦ κρίσιν· πατέρα σε εἶναι δεῖ· τοῦτο γὰρ ἔδοξέ σοι, τοῦτ' ἐδοκίμασας, τοῦτ' ἐκύρωσας.

[12]    Ἐγὼ μὲν οὐδ' εἰ μὴ φύσει παῖς ἦν, θέμενος δὲ ἀποκηρύττειν ἤθελες, ἐξεῖναι ἄν σοι ᾠόμην· ὃ γὰρ τὴν ἀρχὴν μὴ ποιεῖν δυνατὸν ἦν, τοῦτ' ἄδικον λύειν ἅπαξ γενόμενον. τὸν δὲ καὶ φύσει καὶ αὖθις προαιρέσει καὶ γνώμῃ ἐσπεποιημένον, πῶς εὔλογον αὖθις ἀπωθεῖσθαι καὶ πολλάκις τῆς μιᾶς οἰκειότητος ἀποστερεῖν; εἰ δ' οἰκέτης ὢν ἐτύγχανον, καὶ τὸ μὲν πρῶτον πονηρὸν οἰόμενος ἐπέδησας, μεταπεισθεὶς δὲ ὡς οὐδὲν ἠδίκουν ἐλεύθερον ἀφῆκας εἶναι, ἆρ' ἄν σοι πρὸς καιρὸν ὀργισθέντι αὖθις ἐξῆν ἐς τὴν ὁμοίαν δουλείαν ἐπανάγειν; οὐδαμῶς. τὰ γὰρ τοιαῦτα βέβαια καὶ διὰ παντὸς κύρια ὑπάρχειν οἱ νόμοι ἀξιοῦσιν.

   Ὑπὲρ μὲν οὖν τοῦ μηκέτι ἐξεῖναι τούτῳ ἀποκηρύττειν ὃν ἅπαξ ἀποκηρύξας ἑκὼν ἀνέλαβεν [13] ἔτι πολλὰ εἰπεῖν ἔχων ὅμως παύσομαι. σκέψασθε δὲ ἤδη ὅντινα ὄντα καὶ ἀποκηρύξει· καὶ οὐ δή που τοῦτό φημι, ὡς τότε μὲν ἰδιώτην, νῦν δὲ ἰατρόν· οὐδὲν γὰρ ἂν πρὸς τοῦτο ἡ τέχνη συναγωνίσαιτο· οὐδ' ὅτι τότε μὲν νέον, νῦν δὲ ἤδη καὶ προβεβηκότα καὶ τὸ πιστὸν τοῦ μηδὲν ἀδικῆσαι ἂν παρὰ τῆς ἡλικίας ἔχοντα· μικρὸν γὰρ ἴσως καὶ τοῦτο. ἀλλὰ τότε μέν, εἰ καὶ μηδὲν ἠδικημένος, ὡς ἂν ἔγωγε φαίην, ἀλλ' οὐδὲ εὖ πεπονθὼς παρῃτεῖτο τῆς οἰκίας, νῦν δὲ σωτῆρα ἔναγχος καὶ εὐεργέτην γεγενημένον. οὗ τί γένοιτ' ἂν ἀχαριστότερον, σωθέντα δι' ἐμὲ καὶ τηλικοῦτον κίνδυνον διαπεφευγότα τοῖς τοιούτοις εὐθὺς ἀμείβεσθαι, τῆς θεραπείας ἐκείνης οὐδένα λόγον ἔχοντα, ἀλλ' οὕτω ῥᾳδίως ἐπιλελῆσθαι καὶ ἐπὶ τὴν ἐρημίαν ἐλαύνειν τὸν ἐφησθέντ' ἂν δικαίως ἐφ' οἷς ἀδίκως ἐξεβέβλητο, μὴ μόνον δ' οὐ μνησικακήσαντα, ἀλλὰ καὶ σώσαντα καὶ σωφρονεῖν παρασκευάσαντα;

[14]    Οὐ γὰρ σμικρόν, ὦ ἄνδρες δικασταί, οὐδὲ τὸ τυχὸν εὖ πεποιηκὼς αὐτόν, ὅμως τῶν τοιούτων νῦν ἀξιοῦμαι. ἀλλ' εἰ καὶ οὗτος ἀγνοεῖ τὰ τότε, πάντες ὑμεῖς ἴστε οἷα ποιοῦντα αὐτὸν καὶ πάσχοντα καὶ ὅπως διακείμενον ἐγὼ παραλαβών, τῶν μὲν ἄλλων ἰατρῶν ἀπεγνωκότων, τῶν δὲ οἰκείων φευγόντων καὶ μηδὲ πλησίον προσιέναι τολμώντων, τοιοῦτον ἀπέφηνα ὡς καὶ κατηγορεῖν δύνασθαι καὶ περὶ τῶν νόμων διαλέγεσθαι. μᾶλλον δέ, ὁρᾷς, ὦ πάτερ, τὸ παράδειγμα· τοιοῦτον ὄντα σε παρ' ὀλίγον οἵα νῦν ἡ γυνή ἐστιν, πρὸς τὴν ἀρχαίαν φρόνησιν ἐπανήγαγον. οὐ δὴ δίκαιον τοιαύτην μοι γενέσθαι ἀντ' ἐκείνων τὴν ἀμοιβὴν οὐδὲ κατ' ἐμοῦ σε μόνου σωφρονεῖν· ὅτι γὰρ μὴ μικρὰ ὑπ' ἐμοῦ εὐηργέτησαι, καὶ ἀπ' αὐτῶν ὧν ἐγκαλεῖς δῆλόν ἐστιν· ὃν γὰρ ὡς ἐν ἐσχάτοις οὖσαν τὴν γυναῖκα καὶ παμπονηρῶς ἔχουσαν οὐκ ἰώμενον μισεῖς, πῶς οὐ πολὺ μᾶλλον ὅτι σε τῶν ὁμοίων ἀπήλλαξα ὑπεραγαπᾷς καὶ χάριν ὁμολογεῖς, τῶν οὕτω δεινῶν ἀπηλλαγμένος; σὺ δέ, ὅπερ ἀγνωμονέστατον, σωφρονήσας εὐθὺς ἐς δικαστήριον ἄγεις καὶ σεσωσμένος κολάζεις καὶ ἐπὶ τὸ ἀρχαῖον ἐκεῖνο μῖσος ἀνατρέχεις καὶ τὸν αὐτὸν ἀναγινώσκεις νόμον. καλὸν γοῦν τὸν μισθὸν ἀποδίδως τῇ τέχνῃ καὶ ἀξίας ἀμοιβὰς τῶν φαρμάκων ἐπὶ τὸν ἰατρὸν ὑγιαίνων μόνον.

[15]    Ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, τὸν εὐεργέτην τούτῳ κολάζειν ἐπιτρέψετε καὶ τὸν σώσαντα ἐξελαύνειν καὶ τὸν σωφρονίσαντα μισεῖν καὶ τὸν ἀναστήσαντα τιμωρεῖσθαι; οὔκ, ἤν γε τὰ δίκαια ποιῆτε. καὶ γὰρ εἰ τὰ μέγιστα νῦν ἁμαρτάνων ἐτύγχανον, ἦν μοί τις οὐ μικρὰ προοφειλομένη χάρις, ἐς ἣν ἀποβλέποντα τοῦτον καὶ ἧς μεμνημένον καλῶς εἶχε τῶν μὲν παρόντων καταφρονεῖν, δι' ἐκεῖνα δὲ πρόχειρον τὴν συγγνώμην ἔχειν, καὶ μάλιστα εἰ τηλικαύτη τις ἡ εὐεργεσία τυγχάνοι ὡς πάντα ὑπερπαίειν τὰ μετὰ ταῦτα. ὅπερ οἶμαι κἀμοὶ πρὸς τοῦτον ὑπάρχειν, ὃν ἔσωσα, καὶ ὃς τοῦ βίου παντὸς χρεώστης ἐστί μοι, καὶ ᾧ τὸ εἶναι καὶ τὸ σωφρονεῖν καὶ τὸ συνιέναι παρέσχημαι, καὶ μάλιστα ὅτε οἱ ἄλλοι πάντες ἤδη ἀπεγνώκεσαν καὶ ἥττους εἶναι ὡμολόγουν τῆς νόσου.

[16]    Τοῦτο γὰρ μείζω οἶμαι ποιεῖν τὴν ἐμὴν εὐεργεσίαν, ὃς οὔτε υἱὸς ὢν τότε οὔτε ἀναγκαίαν τῆς θεραπείας ἔχων αἰτίαν ἀλλὰ ἐλεύθερος καθεστὼς καὶ ἀλλότριος, τῆς φυσικῆς αἰτίας ἀφειμένος, ὅμως οὐ περιεῖδον, ἀλλ' ἐθελοντής, ἄκλητος, αὐτεπάγγελτος ἧκον· ἐβοήθησα, προσελιπάρησα, ἰασάμην, ἀνέστησα, καὶ τὸν πατέρα ἐμαυτῷ διεφύλαξα, καὶ ὑπὲρ τῆς ἀποκηρύξεως ἀπελογησάμην, καὶ τῇ εὐνοίᾳ τὴν ὀργὴν ἔπαυσα, καὶ τὸν νόμον ἔλυσα τῇ φιλοστοργίᾳ, καὶ μεγάλης εὐεργεσίας τὴν ἐς τὸ γένος ἐπάνοδον ἐπριάμην, καὶ ἐν οὕτως ἐπισφαλεῖ καιρῷ τὴν πρὸς τὸν πατέρα πίστιν ἐπεδειξάμην, καὶ μετὰ τῆς τέχνης ἐμαυτὸν ἐσεποίησα, καὶ γνήσιος υἱὸς ἐν τοῖς δεινοῖς ἀνεφάνην.

   Πόσα γὰρ οἴεσθε παθεῖν με, πόσα καμεῖν παρόντα, ὑπηρετοῦντα, καιροφυλακοῦντα, νῦν μὲν εἴκοντα τῇ τοῦ πάθους ἀκμῇ, νῦν δὲ τὴν τέχνην ἐπάγοντα πρὸς ὀλίγον ἐνδιδόντος τοῦ κακοῦ; ἔστιν δὲ τῶν ὄντων ἁπάντων τούτων ἐν τῇ ἰατρικῇ τὸ ἐπισφαλέστατον τοὺς τοιούτους ἰᾶσθαι καὶ πλησιάζειν οὕτω διακειμένοις· ἐς γὰρ τοὺς πλησίον πολλάκις ἀφιᾶσι τὴν λύτταν, ἐπιζέσαντος τοῦ πάθους. καὶ ὅμως πρὸς οὐδὲν τούτων ἀπώκνησα οὐδὲ ἀπεδειλίασα, συνὼν δὲ καὶ πάντα τρόπον ἀντεξεταζόμενος τῇ νόσῳ τὸ τελευταῖον ἐκράτησα τῷ φαρμάκῳ.

[17]    Μὴ γὰρ τοῦτ' ἀκούσας εὐθὺς ὑπολάβῃ τις "Ποῖος δὲ ἢ πόσος ὁ κάματος ἐγχέαι φάρμακον;" πολλὰ γὰρ πρὸ τούτου γενέσθαι δεῖ, καὶ προοδοποιῆσαι τῇ πόσει καὶ προπαρασκευάσαι ῥᾴδιον ἐς ἴασιν τὸ σῶμα καὶ τῆς ἁπάσης ἕξεως φροντίσαι κενοῦντα καὶ ἰσχναίνοντα καὶ οἷς χρὴ τρέφοντα καὶ κινοῦντα ἐς ὅσον χρήσιμον καὶ ὕπνους ἐπινοοῦντα καὶ ἠρεμίας μηχανώμενον, ἅπερ οἱ μὲν ἄλλο τι νοσοῦντες ῥᾳδίως πεισθεῖεν ἄν, οἱ μεμηνότες δὲ διὰ τὴν ἐλευθερίαν τοῦ νοῦ δυσάγωγοι καὶ δυσηνιόχητοι καὶ τῷ ἰατρῷ ἐπισφαλεῖς καὶ τῇ θεραπείᾳ δυσκαταγώνιστοι. ὅταν γοῦν πολλάκις οἰήθωμεν ἤδη πλησίον γενέσθαι τοῦ τέλους καὶ ἐλπίσωμεν, ἐμπεσόν τι μικρὸν ἁμάρτημα ἐπακμάσαντος τοῦ πάθους ἅπαντα ῥᾳδίως ἐκεῖνα ἀνέτρεψε καὶ ἐνεπόδισε τὴν θεραπείαν καὶ τὴν τέχνην διέσφηλε.

[18]    Τὸν οὖν ταῦτα πάντα ὑπομεμενηκότα καὶ οὕτω χαλεπῷ νοσήματι προσπαλαίσαντα καὶ πάθος ἁπάντων παθῶν τὸ δυσαλωτότατον νενικηκότα ἔτι τούτῳ ἀποκηρύττειν ἐπιτρέψετε, καὶ τοὺς νόμους ὡς βούλεται ἑρμηνεύειν κατ' εὐεργέτου συγχωρήσετε, καὶ τῇ φύσει πολεμεῖν αὐτὸν ἐάσετε;

   Ἐγὼ τῇ φύσει πειθόμενος, ὦ ἄνδρες δικασταί, σώζω καὶ διαφυλάττω τὸν πατέρα ἐμαυτῷ κἂν ἀδικῇ· οὑτοσὶ δὲ τὸν εὐεργετηκότα παῖδα τοῖς νόμοις, ὥς φησιν, ἀκολουθῶν διαφθείρει καὶ τοῦ γένους ἀποστερεῖ. μισόπαις οὗτος, ἐγὼ φιλοπάτωρ γίγνομαι. ἐγὼ τὴν φύσιν ἀσπάζομαι, οὗτος τὰ τῆς φύσεως παρορᾷ καὶ καθυβρίζει δίκαια. ὢ πατρὸς μισοῦντος ἀδίκως· ὢ παιδὸς φιλοῦντος ἀδικώτερον. ἐγκαλῶ γὰρ ἐμαυτῷ, τοῦ πατρὸς ἀναγκάζοντος, ὅτι μισούμενος οὐ δέον φιλῶ καὶ φιλῶ πλέον ἢ προσῆκεν. καίτοι γε ἡ φύσις τοῖς πατράσιν τοὺς παῖδας μᾶλλον ἢ τοῖς παισὶν τοὺς πατέρας ἐπιτάττει φιλεῖν. ἀλλ' οὗτος ἑκὼν καὶ τοὺς νόμους παρορᾷ, οἳ τοὺς οὐδὲν ἠδικηκότας παῖδας τῷ γένει φυλάττουσιν, καὶ τὴν φύσιν, ἣ τοὺς γεννήσαντας ἕλκει πρὸς πόθον τῶν γεγεννημένων πολύν. οὐχ ὅπως μείζους ἀρχὰς εὐνοίας ἔχων πρὸς ἐμὲ μείζονα τὰ δίκαιά μοι τῆς εὐνοίας ἐσφέρει καὶ ἐπιδίδωσιν, ἢ τό γε ἔλαττον ἐμὲ μιμεῖται καὶ ζηλοῖ τοῦ φίλτρου· ἀλλ', οἴμοι τῆς συμφορᾶς, προσέτι καὶ μισεῖ φιλοῦντα καὶ ἀγαπῶντα ἐλαύνει καὶ εὐεργετοῦντα ἀδικεῖ καὶ ἀσπαζόμενον ἀποκηρύττει, καὶ τοὺς φιλόπαιδας νόμους ὡς μισόπαιδας κατ' ἐμοῦ μεταχειρίζεται. ὢ μάχης ἣν ἐσάγεις, πάτερ, τοῖς νόμοις κατὰ τῆς φύσεως.

[19]    Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν ὡς θέλεις· κακῶς ἑρμηνεύεις, ὦ πάτερ, καλῶς κειμένους τοὺς νόμους. οὐ πολεμεῖ φύσις καὶ νόμος ἐν ταῖς εὐνοίαις, ἀλλ' ἀκολουθοῦσιν ἀλλήλοις ἐνταῦθα καὶ συναγωνίζονται τῇ λύσει τῶν ἀδικημάτων. ὑβρίζεις τὸν εὐεργέτην, ἀδικεῖς τὴν φύσιν. τί καὶ τοὺς νόμους συναδικεῖς τῇ φύσει; οὓς καλοὺς καὶ δικαίους καὶ φιλόπαιδας εἶναι θέλοντας οὐ συγχωρεῖς, καθ' ἑνὸς παιδὸς ὡς κατὰ πολλῶν κινῶν πολλάκις καὶ ἡσυχάζειν οὐκ ἐῶν ἐν ταῖς τιμωρίαις τοὺς ἐν ταῖς τῶν παίδων πρὸς τοὺς πατέρας εὐνοίαις ἡσυχάζειν ἐθέλοντας, καίτοι γε ἐπὶ τοῖς μηδὲν ἡμαρτηκόσιν μηδὲ κειμένους. καὶ μὴν οἵ γε νόμοι καὶ ἀχαριστίας δικάζεσθαι διδόασιν κατὰ τῶν τοὺς εὐεργέτας μὴ ἀντευποιούντων. ὁ δὲ πρὸς τῷ μὴ ἀμείβεσθαι καὶ ἐπ' αὐτοῖς οἷς πέπονθε κολάζειν ἀξιῶν, σκέψασθε εἴ τινα ὑπερβολὴν ἀδικίας ἀπολέλοιπεν.

   Ὡς μὲν οὖν οὔτε ἀποκηρύττειν ἔτι τούτῳ ἔξεστιν ἅπαξ ἤδη τὴν πατρικὴν ἐξουσίαν ἀποπληρώσαντι καὶ χρησαμένῳ τοῖς νόμοις, οὔτε ἄλλως δίκαιον εὐεργέτην ἐς τὰ τηλικαῦτα γεγενημένον ἀπωθεῖσθαι καὶ τῆς οἰκίας παραιτεῖσθαι, ἱκανῶς, [20] οἶμαι, δέδεικται. ἤδη δὲ καὶ ἐπ' αὐτὴν τὴν αἰτίαν ἔλθωμεν τῆς ἀποκηρύξεως καὶ τὸ ἔγκλημα ἐξετάσωμεν ὁποῖόν ἐστιν. ἀνάγκη δὲ αὖθις ἐπὶ τὴν γνώμην ἀναδραμεῖν τοῦ νομοθέτου· ἵνα γάρ σοι τοῦτο πρὸς ὀλίγον δῶμεν, τὸ ἐξεῖναι ὁσάκις ἂν θέλῃς ἀποκηρύττειν, καὶ κατά γε τοῦ εὐεργέτου προσέτι τὴν ἐξουσίαν ταύτην συγχωρήσωμεν, οὐχ ἁπλῶς, οἶμαι, οὐδὲ ἐπὶ πάσαις αἰτίαις ἀποκηρύξεις. οὐδὲ τοῦθ' ὁ νομοθέτης φησίν, ὅ τι ἂν τύχῃ ὁ πατὴρ αἰτιασάμενος, ἀποκηρυττέτω, καὶ ἀπόχρη θελῆσαι μόνον καὶ μέμψασθαι. τί γὰρ ἂν ἔδει δικαστηρίου; ἀλλ' ἐν ὑμῖν ποιεῖ τοῦτο, ὦ ἄνδρες δικασταί, σκοπεῖν εἴτε ἐπὶ μεγάλοις καὶ δικαίοις ὁ πατὴρ ὀργίζεται εἴτε καὶ μή. οὐκοῦν τοῦτο ἤδη ἐξετάσατε. ἄρξομαι δὲ ἀπὸ τῶν μετὰ τὴν μανίαν εὐθύς.

[21]    Τὰ μὲν δὴ πρῶτα τῆς σωφροσύνης τοῦ πατρὸς λύσις ἦν τῆς ἀποκηρύξεως, καὶ σωτὴρ καὶ εὐεργέτης καὶ πάντα ἦν ἐγώ. καὶ οὐδέν, οἶμαι, τούτοις ἔγκλημα προσεῖναι ἐδύνατο. τὰ μετὰ ταῦτα δέ, τί τῶν πάντων αἰτιᾷ; τίνα θεραπείαν, τίνα ἐπιμέλειαν υἱοῦ παρῆκα; πότε ἀπόκοιτος ἐγενόμην; τίνας πότους ἀκαίρους, τίνας κώμους ἐγκαλεῖς; τίς ἀσωτία; τίς πορνοβοσκὸς ὕβρισται; τίς ᾐτιάσατο; οὐδὲ εἷς. καὶ μὴν ταῦτ' ἐστὶν ἐφ' οἷς μάλιστα ὁ νόμος ἀποκηρύττειν ἐφίησιν.

   "Ἀλλὰ νοσεῖν ἤρξατο ἡ μητρυιά." τί οὖν; ἐμοὶ τοῦτ' ἐγκαλεῖς καὶ νόσου δίκην ἀπαιτεῖς; [22] "οὔ," φησίν. ἀλλὰ τί; "θεραπεύειν προσταττόμενος οὐ θέλεις, καὶ διὰ τοῦτ' ἄξιος ἂν εἴης ἀποκηρύξεως ἀπειθῶν τῷ πατρί." ἐγὼ δὲ τὸ μὲν οἷα προστάττοντι αὐτῷ ὑπακούειν οὐ δυνάμενος ἀπειθεῖν δοκῶ πρὸς ὀλίγον ὑπερθήσομαι· πρότερον δὲ ἁπλῶς ἐκεῖνό φημι, ὡς οὐ πάντα προστάττειν οὔτε τούτῳ δίδωσιν ὁ νόμος οὔτ' ἐμοὶ τὸ πείθεσθαι πᾶσιν πάντως ἀναγκαῖον. ἐν δ' οὖν τοῖς τῶν προσταγμάτων τὰ μὲν ἀνεύθυνά ἐστιν, τὰ δὲ ὀργῆς καὶ τιμωρίας ἄξια. ἐὰν νοσῇς αὐτός, ἐγὼ δὲ ἀμελῶ· ἐὰν τῶν κατ' οἶκον ἐπιμελεῖσθαι κελεύῃς, ἐγὼ δὲ ὀλιγωρῶ· ἐὰν τὰ κατ' ἀγρὸν ἐπισκοπεῖν προστάττῃς, ἐγὼ δὲ ὀκνῶ ‑ πάντα ταῦτα καὶ τὰ τοιαῦτα εὐλόγους ἔχει τὰς προφάσεις καὶ τὰς μέμψεις πατρικάς. τὰ δὲ ἄλλα ἐφ' ἡμῖν ἐστιν τοῖς παισίν, ὄντα τῶν τεχνῶν καὶ τῆς τούτων χρήσεως, καὶ μάλιστα εἰ μηδὲν ὁ πατὴρ αὐτὸς ἀδικοῖτο. ἐπεί τοι ἂν τῷ γραφεῖ πατὴρ προστάττῃ, "ταῦτα μέν, τέκνον, γράφε, ταυτὶ δὲ μή," καὶ τῷ μουσικῷ, "τήνδε μὲν τὴν ἁρμονίαν κροῦε, ταύτην δὲ μή," καὶ τῷ χαλκεύοντι, "τοιαῦτα μὲν χάλκευε, τοιαῦτα δὲ μή," ἆρ' ἄν τις ἀνάσχοιτο ἀποκηρύττοντα, ὅτι μὴ κατὰ τὰ ἐκείνῳ δοκοῦντα ὁ παῖς χρῆται τῇ τέχνῃ; οὐδὲ εἷς, οἶμαι.

[23]    Τὸ δὲ τῆς ἰατρικῆς ὅσῳ σεμνότερόν ἐστιν καὶ τῷ βίῳ χρησιμώτερον, τοσούτῳ καὶ ἐλευθεριώτερον εἶναι προσήκει τοῖς χρωμένοις, καί τινα προνομίαν ἔχειν τὴν τέχνην δίκαιον τῇ ἐξουσίᾳ τῆς χρήσεως, ἀναγκάζεσθαι δὲ μηδὲν μηδὲ προστάττεσθαι πρᾶγμα ἱερὸν καὶ θεῶν παίδευμα καὶ ἀνθρώπων σοφῶν ἐπιτήδευμα, μηδ' ὑπὸ δουλείαν γενέσθαι νόμου μηδ' ὑπὸ ψῆφον καὶ τιμωρίαν δικαστηρίου, μηδὲ ὑπὸ φόβον καὶ πατρὸς ἀπειλὴν καὶ ὀργὴν ἰδιωτικήν. ὥστε καὶ εἰ τοῦτό σοι σαφῶς οὑτωσὶ καὶ διαρρήδην ἔλεγον, "Οὐ βούλομαι οὐδὲ θεραπεύω δυνάμενος, ἀλλ' ἐμαυτῷ μόνῳ τὴν τέχνην οἶδα καὶ πατρί, τοῖς δὲ ἄλλοις ἅπασιν ἰδιώτης εἶναι βούλομαι," τίς τύραννος οὕτω βίαιος ὡς ἀναγκάσαι ἂν καὶ ἄκοντα χρῆσθαι τῇ τέχνῃ; τὰ γὰρ τοιαῦτα ἱκετείαις καὶ δεήσεσιν, οὐ νόμοις καὶ ὀργαῖς καὶ δικαστηρίοις ὑπάγειν, οἶμαι, προσήκει· πείθεσθαι τὸν ἰατρὸν χρή, οὐ κελεύεσθαι· βούλεσθαι, οὐ φοβεῖσθαι· ἐπὶ τὴν θεραπείαν οὐκ ἄγεσθαι, ἑκόντα δὲ ἐρχόμενον ἥδεσθαι. πατρικῆς δὲ ἀνάγκης ἄμοιρος ἡ τέχνη, ὅπου γε τοῖς ἰατροῖς καὶ δημοσίᾳ αἱ πόλεις τιμὰς καὶ προεδρίας καὶ ἀτελείας καὶ προνομίας διδόασιν.

[24]    Ταῦτα μὲν οὖν ἁπλῶς ἂν εἶχον εἰπεῖν ὑπὲρ τῆς τέχνης, εἰ καὶ σοῦ διδαξαμένου με καὶ πολλὰ ἐπιμεληθέντος καὶ ἀναλώσαντος ὡς μάθοιμι πρὸς μίαν ὅμως θεραπείαν ταύτην, δυνατὴν οὖσαν, ἀντέλεγον. νυνὶ δὲ κἀκεῖνο ἐννόησον, ὡς παντάπασιν ἄγνωμον ποιεῖς οὐκ ἐῶν με χρῆσθαι μετ' ἐλευθερίας ἐμῷ κτήματι. ταύτην ἐγὼ τὴν τέχνην οὐχ υἱὸς ὢν σὸς ἐξέμαθον οὐδὲ τῷ σῷ νόμῳ ὑποκείμενος, καὶ ὅμως αὐτὴν μεμάθηκά σοι ‑ καὶ πρῶτος αὐτῆς ἀπολέλαυκας ‑ οὐδὲν παρὰ σοῦ πρὸς τὸ μαθεῖν ἔχων. τίνα διδάσκαλον ἐμισθώσω; τίνα φαρμάκων παρασκευήν; οὐδ' ἡντιναοῦν· ἀλλὰ πενόμενος ἐγὼ καὶ τῶν ἀναγκαίων ἀπορούμενος καὶ ὑπὸ τῶν διδασκάλων ἐλεούμενος ἐπαιδευόμην, καί μοι τοιαῦτα παρὰ τοῦ πατρὸς ἦν πρὸς τὸ μαθεῖν ἐφόδια, λύπη καὶ ἐρημία καὶ ἀπορία καὶ μῖσος οἰκείων καὶ ἀποστροφὴ συγγενῶν. ἀντὶ τούτων τοίνυν χρῆσθαί μου τῇ τέχνῃ ἀξιοῖς καὶ δεσπότης εἶναι θέλεις τῶν ὅτ' οὐκ ἦσθα δεσπότης πεπορισμένων; ἀγάπα εἴ τί σε καὶ πρότερον ἑκὼν οὐ προοφείλων εὖ ἐποίησα, μηδεμίαν μηδὲ τότε χάριν ἀπαιτεῖσθαι δυνάμενος.

[25]    Οὐ δὴ δεῖ τὴν εὐποιίαν τὴν ἐμὴν ἀνάγκην ἐς τὸ λοιπόν μοι γενέσθαι, οὐδὲ τὸ ἑκόντα εὐεργετῆσαι ἀφορμὴν τοῦ ἄκοντα κελεύεσθαι καταστῆναι, οὐδὲ ἔθος ὑπάρξαι τοῦτο, τὸ ἅπαξ τινὰ ἰασάμενον πάντας ἐς ἀεὶ θεραπεύειν ὁπόσους ἂν ὁ θεραπευθεὶς θέλῃ· ἐπεὶ δεσπότας ἂν οὕτως καθ' ἡμῶν εἴημεν τοὺς θεραπευομένους κεχειροτονηκότες καὶ μισθὸν τὸ δουλεύειν αὐτοῖς καὶ τὸ πάντα κελεύουσιν ὑπηρετεῖν προσδεδωκότες, οὗ τί γένοιτ' ἂν ἀδικώτερον; διότι σε νοσήσαντα χαλεπῶς οὕτως ἀνέστησα, διὰ τοῦτο νομίζεις ἐξεῖναί σοι καταχρῆσθαί μου τῇ τέχνῃ;

[26]    Ταῦτα μὲν οὖν εἶχον ἂν λέγειν, εἰ καὶ δυνατὰ μὲν οὗτος προσέταττεν, ἐγὼ δὲ μὴ πάντως ἅπασι μηδὲ πρὸς ἀνάγκην ὑπήκουον. νῦν δὲ ἤδη σκέψασθε καὶ οἷά ἐστιν αὐτοῦ τὰ ἐπιτάγματα· "Ἐπεὶ γὰρ ἐμὲ ἰάσω," φησίν, "μεμηνότα, μέμηνεν δὲ καὶ ἡ γυνὴ καὶ ὅμοια πάσχει" ‑ τοῦτο γὰρ οἴεται ‑ "καὶ ὑπὸ τῶν ἄλλων ὁμοίως ἀπέγνωσται, δύνασαι δὲ σὺ πάντα ὡς ἔδειξας, ἰῶ καὶ ταύτην καὶ ἀπάλλαττε ἤδη τῆς νόσου." τοῦτο δέ, οὑτωσὶ μὲν ἁπλῶς ἀκοῦσαι, πάνυ εὔλογον ἂν δόξειεν, καὶ μάλιστα ἰδιώτῃ καὶ ἀπείρῳ ἰατρικῆς· εἰ δέ μου ἀκούσαιτε ὑπὲρ τῆς τέχνης δικαιολογουμένου, μάθοιτ' ἂν ὡς οὔτε πάντα ἡμῖν δυνατά ἐστιν οὔθ' αἱ τῶν νοσημάτων φύσεις παραπλήσιοι οὔτ' ἴασις ἡ αὐτὴ οὔτε φάρμακα τὰ αὐτὰ ἐπὶ πάντων ἰσχυρά, καὶ τότ' ἔσται δῆλον ὡς πάμπολυ τοῦ μὴ βούλεσθαί τι τὸ μὴ δύνασθαι διαφέρει. ἀνάσχεσθε δέ μου τὰ περὶ τούτων φιλοσοφοῦντος, καὶ μὴ ἀπειρόκαλον μηδὲ ἐξαγώνιον μηδὲ ἀλλότριον ἢ ἄκαιρον ἡγήσησθε τὸν περὶ τῶν τοιούτων λόγον.

[27]    Πρῶτα μὲν δὴ σωμάτων φύσεις καὶ κράσεις οὐχ αἱ αὐταί, κἂν ὅτι μάλιστα ἐκ τῶν ὁμοίων συνεστάναι ὁμολογῶνται, ἀλλὰ τὰ μὲν τῶνδε, τὰ δὲ τῶνδε μᾶλλον ἢ ἔλαττον μετέχει. καὶ λέγω τοῦτο ἔτι περὶ τῶν ἀνδρείων, ὡς οὐδὲ ταῦτα πᾶσιν ἴσα ἢ ὅμοια οὔτε τῇ κράσει οὔτε τῇ συστάσει. διάφορα δὴ καὶ μεγέθει καὶ εἴδει ἀνάγκη καὶ τὰ νοσήματα ἐγγίγνεσθαι αὐτοῖς, καὶ τὰ μὲν εὐίατα εἶναι καὶ πρὸς τὴν θεραπείαν ἀναπεπταμένα, τὰ δὲ τέλεον ἀπεγνωσμένα καὶ ῥᾳδίως ἁλισκόμενα καὶ κατὰ κράτος ὑπὸ τῶν νοσημάτων λαμβανόμενα. τὸ τοίνυν οἴεσθαι πάντα πυρετὸν ἢ πᾶσαν φθόην ἢ περιπλευμονίαν ἢ μανίαν μίαν καὶ τὴν αὐτὴν οὖσαν τῷ γένει ὁμοίαν ἐπὶ παντὸς εἶναι σώματος, οὐ σωφρονούντων οὐδὲ λελογισμένων οὐδὲ τὰ τοιαῦτα ἐξητακότων ἐστὶν ἀνθρώπων, ἀλλὰ τὸ αὐτὸ ἐν μὲν τῷδε ῥᾴδιον ἰᾶσθαι, ἐν δὲ τῷδε οὐκέτι. ὥσπερ οἶμαι καὶ πυρὸν ἢν τὸν αὐτὸν ἐς διαφόρους χώρας ἐμβάλῃς, ἄλλως μὲν ἐν τῇ πεδινῇ καὶ βαθείᾳ καὶ ποτιζομένῃ καὶ εὐηλίῳ καὶ εὐηνέμῳ καὶ ἐξειργασμένῃ ἀναφύσεται, εὐθαλὴς οἶμαι καὶ εὔτροφος καὶ πολύχους καρπός, ἄλλως δὲ ἐν ὄρει καὶ ὑπολίθῳ γηδίῳ, ἄλλως δὲ ἐν δυσηλίῳ, ἄλλως δὲ ἐν ὑπωρείᾳ, καὶ ὅλως διαφόρως καθ' ἑκάστους τόπους. οὕτω δὲ καὶ τὰ νοσήματα παρὰ τοὺς ὑποδεξαμένους τόπους ἢ εὔφορα καὶ εὔτροφα ἢ ἐλάττω γίγνεται. τοῦτο τοίνυν ὑπερβὰς ὁ πατὴρ καὶ ὅλον ἀνεξέταστον καταλιπὼν ἀξιοῖ πᾶσαν μανίαν τὴν ἐν ἅπαντι σώματι ὁμοίαν εἶναι καὶ τὴν θεραπείαν ἴσην.

[28]    Πρὸς δὲ τούτοις τοσούτοις οὖσιν, ὅτι τὰ γυναικεῖα σώματα πάμπολυ τῶν ἀνδρείων διαφέρει πρός τε νόσου διαφορὰν καὶ πρὸς θεραπείας ἐλπίδα ἢ ἀπόγνωσιν ῥᾴδιον καταμαθεῖν· τὰ μὲν γὰρ τῶν ἀνδρῶν εὐπαγῆ καὶ εὔτονα, πόνοις καὶ κινήσεσιν καὶ ὑπαιθρίῳ διαίτῃ γεγυμνασμένα, τὰ δὲ ἔκλυτα καὶ ἀσυμπαγῆ, ἐνσκιᾳτροφημένα καὶ λευκὰ αἵματος ἐνδείᾳ καὶ θερμοῦ ἀπορίᾳ καὶ ὑγροῦ περιττοῦ ἐπιρροίᾳ. εὐαλωτότερα τοίνυν τῶν ἀνδρείων καὶ ταῖς νόσοις ἐκκείμενα καὶ τὴν ἴασιν οὐ περιμένοντα καὶ μάλιστα πρὸς μανίας εὐχερέστερα· ἅτε γὰρ πολὺ μὲν τὸ ὀργίλον καὶ κοῦφον καὶ ὀξυκίνητον ἔχουσαι, ὀλίγην δὲ τὴν τοῦ σώματος αὐτοῦ δύναμιν, ῥᾳδίως ἐς τὸ πάθος τοῦτο κατολισθάνουσιν.

[29]    Οὐ δίκαιον τοίνυν παρὰ τῶν ἰατρῶν τὴν ὁμοίαν ἐπ' ἀμφοῖν θεραπείαν ἀπαιτεῖν, εἰδότας ὡς πολὺ τοὐν μέσῳ, βίῳ παντὶ καὶ πράξεσιν ὅλαις καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐξ ἀρχῆς εὐθὺς κεχωρισμένων. ὅταν τοίνυν λέγῃς ὅτι μέμηνε, προστίθει καὶ ὅτι γυνὴ οὖσα μέμηνε, καὶ μὴ σύγχει πάντα ταῦτα τῷ τῆς μανίας ὑπάγων ὀνόματι ἑνὶ καὶ τῷ αὐτῷ δοκοῦντι, ἀλλὰ χωρίσας, ὥσπερ ἐστὶ δίκαιον, τῇ φύσει, τὸ δυνατὸν ἐφ' ἑκάστου σκόπει. καὶ γὰρ ἡμεῖς, ὅπερ ἐν ἀρχῇ τῶν λόγων εἰπὼν μέμνημαι, τοῦτο πρῶτον ἐπισκοποῦμεν, φύσιν σώματος τοῦ νοσοῦντος καὶ κρᾶσιν, καὶ τίνος πλείονος μετέχει, καὶ εἰ θερμότερον ἢ ψυχρότερον, καὶ ἀκμάζον ἢ παρηβηκός, καὶ μέγα ἢ μικρόν, καὶ πιμελὲς ἢ ὀλιγόσαρκον, καὶ πάντα τὰ τοιαῦτα. καὶ ὅλως ἄν τις αὐτὰ προεξετάσῃ, πάνυ ἀξιόπιστος ἂν εἴη ἀπογιγνώσκων τι ἢ ὑπισχνούμενος.

[30]    Ἐπεὶ καὶ τῆς μανίας αὐτῆς μυρία εἴδη ἐστὶν καὶ παμπόλλας ἔχει τὰς αἰτίας καὶ οὐδὲ τὰς προσηγορίας αὐτὰς ὁμοίας· οὐ γὰρ ταὐτὸν παρανοεῖν καὶ παραπαίειν καὶ λυττᾶν καὶ μεμηνέναι, ἀλλὰ ταῦτα πάντα τοῦ μᾶλλον ἢ ἧττον ἔχεσθαι τῇ νόσῳ ὀνόματά ἐστιν. αἰτίαι τε τοῖς μὲν ἀνδράσιν ἄλλαι, ταῖς δὲ γυναιξὶν ἕτεραι, καὶ τῶν ἀνδρῶν αὐτῶν τοῖς μὲν νέοις ἄλλαι, τοῖς δὲ γεγηρακόσιν διάφοροι, οἷον νέοις μὲν πλῆθος ὡς τὸ πολύ, γέροντας δὲ καὶ διαβολὴ ἄκαιρος καὶ ὀργὴ ἄλογος πολλάκις κατ' οἰκείων ἐμπεσοῦσα τὸ μὲν πρῶτον διετάραξεν, εἶτα κατ' ὀλίγον ἐς μανίαν περιέτρεψεν. γυναικῶν δὲ πολλὰ καθικνεῖται καὶ ῥᾳδίως ἐς τὴν νόσον ἐπάγεται, μάλιστα δὲ μῖσος κατά τινος πολὺ ἢ φθόνος ἐπ' ἐχθρῷ εὐτυχοῦντι ἢ λύπη τις ἢ ὀργή· κατ' ὀλίγον ταῦτα ὑποτυφόμενα καὶ μακρῷ χρόνῳ ἐντρεφόμενα μανίαν ἀποτελεῖ.

[31]    Τοιαῦτά σοι, ὦ πάτερ, καὶ ἡ γυνὴ πέπονθεν καὶ ἴσως τι λελύπηκεν αὐτὴν ἔναγχος· οὐδὲν γὰρ ἐκείνη ἐμίσει. πλὴν ἔχεταί γε καὶ οὐκ ἂν ἐκ τῶν παρόντων ὑπ' ἰατροῦ θεραπευθῆναι δύναιτο· ὡς εἴ γε ἄλλος τις ὑπόσχοιτο, εἴ τις ἀπαλλάξειε, μίσει τότε ὡς ἀδικοῦντα ἐμέ. καὶ μὴν κἀκεῖνο, ὦ πάτερ, οὐκ ἂν ὀκνήσαιμι εἰπεῖν, ὅτι εἰ καὶ μὴ τελέως οὕτως ἀπέγνωστο, ἀλλά τις ἔτι σωτηρίας ἐλπὶς ὑπεφαίνετο, οὐκ ἂν οὐδὲ οὕτω ῥᾳδίως προσηψάμην οὐδ' αὖ προχείρως φάρμακον ἐγχέαι ἐτόλμησα, δεδιὼς τὴν τύχην καὶ τὴν παρὰ τῶν πολλῶν δυσφημίαν. ὁρᾷς ὡς οἴονται πάντες εἶναί τι μῖσος πρὸς τοὺς προγόνους πάσαις μητρυιαῖς, κἂν ὦσι χρησταί, καί τινα κοινὴν μανίαν ταύτην γυναικείαν αὐτὰς μεμηνέναι. τάχ' ἂν οὖν τις ὑπώπτευσεν, ἄλλως χωρήσαντος τοῦ κακοῦ καὶ τῶν φαρμάκων οὐ δυνηθέντων, κακοήθη καὶ δολερὰν τὴν θεραπείαν γεγονέναι.

[32]    Καὶ τὰ μὲν τῆς γυναικός, ὦ πάτερ, οὕτως ἔχει, καὶ πάνυ σοι τετηρηκὼς λέγω ‑ οὔ ποτε ῥᾷον ἕξει, κἂν μυριάκις πίῃ τοῦ φαρμάκου. διὰ τοῦτ' ἐπιχειρεῖν οὐκ ἄξιον, εἰ μὴ πρὸς μόνον τὸ ἀποτυχεῖν με κατεπείγεις καὶ κακοδοξίᾳ περιβαλεῖν θέλεις. ἔασον ὑπὸ τῶν ὁμοτέχνων φθονεῖσθαι. ἐὰν δέ με ἀποκηρύξῃς πάλιν, ἐγὼ μὲν καίτοι πάντων ἔρημος γενόμενος οὐδὲν κατὰ σοῦ δεινὸν εὔξομαι· τί δ' ἄν, ὅπερ μὴ γένοιτο, αὖθις ἡ νόσος ἐπανέλθῃ; φιλεῖ γάρ πως τὰ τοιαῦτα ἐρεθιζόμενα παλινδρομεῖν. τί με πρᾶξαι δεήσει; θεραπεύσω μὲν εὖ ἴσθι καὶ τότε καὶ οὔ ποτε λείψω τὴν τάξιν ἣν τοὺς παῖδας ἔταξεν ἡ φύσις, οὐδὲ τοῦ γένους τὸ ἐπ' ἐμαυτῷ ἐπιλήσομαι. εἶτ' ἂν σωφρονήσῃς, αὖθις ἀναλαμβάνειν πώποτε πιστεῦσαί με δεῖ; ὁρᾷς; ἤδη καὶ ταῦτα ποιῶν ἐπισπᾷ τὴν νόσον καὶ ὑπομιμνήσκεις τὸ πάθος. χθὲς καὶ πρῴην ἐκ τηλικούτων κακῶν ἀνασφήλας διατείνῃ καὶ βοᾷς, καὶ τὸ μέγιστον, ὀργίζῃ καὶ πρὸς μῖσος τρέπῃ καὶ τοὺς νόμους ἀνακαλεῖς. οἴμοι, πάτερ, ταῦτ' ἦν σου καὶ τῆς πάλαι μανίας τὰ προοίμια.