61219 3809 0 0 128 0 VI d. C. Filosofia Simplicius Commentarius in Epicteti enchiridion Dübner, F., Paris, Didot, 1842. 192

Simplicius - Commentarius in Epicteti enchiridion

ΣΙΜΠΛΙΚΙΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΕΠΙΚΤΗΤΟΥ ΕΓΧΕΙΡΙΔΙΟΝ. ΠΡΟΟΙΜΙΟΝ.

   Περὶ μὲν τοῦ βίου τοῦ Ἐπικτήτου, καὶ τῆς αὐτοῦ τελευτῆς, Ἀῤῥιανὸς ἔγραψεν, ὁ τὰς Ἐπικτήτου Διατριβὰς ἐν πολυστίχοις συντάξας βιβλίοις· καὶ ἀπ' ἐκείνου μαθεῖν ἐστιν, ὁποῖος γέγονε τὸν βίον ὁ ἀνήρ. Τὸ δὲ βιβλίον τοῦτο, τὸ Ἐπικτήτου Ἐγχειρίδιον ἐπιγεγραμμένον, καὶ τοῦτο αὐτὸ συνέταξεν ὁ Ἀῤῥιανὸς, τὰ καιριώτατα καὶ ἀναγκαιότατα ἐν φιλοσοφίᾳ καὶ κινητικώτατα τῶν ψυχῶν ἐπιλεξάμενος ἐκ τῶν Ἐπικτήτου λόγων· ὡς αὐτὸς ἐν τῇ πρὸς Μασσαληνὸν ἐπιστολῇ ἔγραψεν ὁ Ἀῤῥιανὸς, ᾧ καὶ τὸ σύνταγμα προσεφώνησεν, ὡς ἑαυτῷ μὲν φιλτάτῳ, μάλιστα δὲ τὸν Ἐπίκτητον τεθαυμακότι. Τὰ δὲ αὐτὰ σχεδὸν καὶ ἐπ' αὐτῶν τῶν ὀνομάτων σποράδην ἐν τοῖς Ἀῤῥιανοῦ τῶν Ἐπικτήτου Διατριβῶν γραφόμενα εὑρίσκεται.

   Σκοπὸν δὲ ἔχει τὸ βιβλίον, εἰ τύχοι τῶν πειθομένων αὐτῷ, καὶ μὴ μόνον ἀκουόντων, ἀλλὰ καὶ πασχόντων ὑπὸ τῶν λόγων, καὶ εἰς ἐργασίαν αὐτοὺς ἀγόντων, ἐλευθέραν ἀποτελέσαι τὴν ἡμετέραν ψυχὴν, οἵαν αὐτὴν καὶ ὁ ποιήσας καὶ γεννήσας δημιουργὸς καὶ πατὴρ προεβάλλετο· ὥστε μήτε φοβεῖσθαί τι, μήτε λυπεῖσθαι ἐπί τινι, μήτε ὑπό τινος τῶν χειρόνων δεσπόζεσθαι. Ἐγχειρίδιον δὲ αὐτὸ ἐπιγέγραπται, διὰ τὸ πρόχειρον ἀεὶ αὐτὸ δεῖν καὶ ἕτοιμον εἶναι τοῖς βουλομένοις εὖ ζῇν· καὶ γὰρ καὶ τὸ στρατιωτικὸν ἐγχειρίδιον, ξίφος ἐστὶ, πρόχειρον ἀεὶ τοῖς χρωμένοις ὀφεῖλον εἶναι. Πολὺ δὲ τὸ δραστήριον καὶ κινητικὸν ἔχουσιν οἱ λόγοι· ὡς τοὺς μὴ πάνυ νενεκρωμένους, νύττεσθαι ἐξ αὐτῶν, καὶ συναισθάνεσθαι τῶν οἰκείων παθῶν, καὶ πρὸς διόρθωσιν αὐτῶν ἐπεγείρεσθαι· τοὺς μὲν μᾶλλον, τοὺς δὲ ἧττον. Καὶ εἴ τις ὑπὸ τούτων μὴ πάσχει τῶν λόγων, ὑπὸ μόνων ἂν τῶν ἐν ᾅδου δικαστηρίων ἀπευθυνθείη.

   Παιδεύει δὲ τὸν ἄνθρωπον, ὡς κατὰ ψυχὴν λογικὴν οὐσιωμένον, τῷ σώματι χρώμενον ὡς ὀργάνῳ. Καὶ διὰ τοῦτο καὶ γαμεῖν καὶ παιδοποιεῖν ἐνδίδωσι, καὶ τῶν ἄλλων τῶν ἐν τῷ βίῳ αἱρετῶν ἀπολαύειν· πανταχοῦ δὲ βούλεται τὴν λογικὴν δύναμιν ἀδούλευτον φυλάττειν τοῦ τε σώματος καὶ τῶν ἀλόγων παθῶν, καὶ πρὸς τὸ οἰκεῖον ἀγαθὸν καὶ τὴν ἐκείνων χρῆσιν ἀναφέρουσαν. Τῶν δὲ ἐκτὸς δοκούντων ἀγαθῶν, ὅσα μὲν δύναται συμφωνεῖν πρὸς τὸ ἀληθινὸν ἀγαθὸν, καρποῦσθαι συγχωρεῖ μεμετρημένως· τὰ δὲ ἀναρμοστοῦντα πρὸς ἐκεῖνο, παραινεῖ παντελῶς ἀποτρέπεσθαι.

   Καὶ τοῦτο δ' ἄν τις τῶν λόγων τούτων θαυμάσειεν, ὅτι τοὺς πειθομένους καὶ ἐργαζομένους τὰ λεγόμενα, [2] μακαρίους ἀποτελοῦσι καὶ εὐδαίμονας, οὐδὲν δεηθέντας τὰς μετὰ θάνατον τῆς ἀρετῆς ἀμοιβὰς ἐπαγγέλλεσθαι, κἂν πάντως ἀκολουθῶσι καὶ αὗται. Τὸ γὰρ ὡς ὀργάνοις χρώμενον τῷ σώματι καὶ τοῖς ἀλόγοις πάθεσι, πάντη πάντως χωριστὴν ἔχει τὴν οὐσίαν αὐτῶν, καὶ ἐπιδιαμένουσαν μετὰ τὴν ἐκείνων φθοράν· καὶ δῆλον, ὅτι καὶ τὴν τελειότητα σύστοιχον τῇ οὐσίᾳ. Ἀλλὰ κἂν θνητήν τις ὑποθῆται τὴν ψυχὴν, συναπολλυμένην τῷ σώματι, ὁ κατὰ ταύτας ζῶν τὰς ὑποθήκας, τὴν ἑαυτοῦ τελειότητα ἀπολαμβάνων, τὸ οἰκεῖον καρπούμενος ἀγαθὸν, εὐδαίμων ὄντως ἐστὶ καὶ μακάριος. Καὶ γὰρ καὶ τὸ σῶμα τὸ ἀνθρώπινον, καίτοι θνητὸν ὑπάρχον, εἰ τὴν κατὰ φύσιν τὴν ἑαυτοῦ τελειότητα ἀπολάβοι, ἔτυχε τοῦ οἰκείου ἀγαθοῦ, καὶ οὐδενὸς ἔτι δεῖται πρὸς τοῦτο.

   Κομματικοὶ δέ εἰσιν οἱ λόγοι, καὶ γνωμονικοὶ, κατὰ τὸ τῶν ὑποθηκῶν καλουμένων παρὰ τοῖς Πυθαγορείοις εἶδος. Πλὴν καὶ τάξις τίς ἐστι πρὸς ἀλλήλους ἐν πᾶσι σχεδὸν αὐτοῖς, καὶ ἀκολουθία, ὡς προϊόντες εἰσόμεθα. Κἂν τὰ κεφάλαια δὲ διωρισμένα γέγραπται, εἰς μίαν πάντα τείνει τέχνην, τὴν διορθωτικὴν τῆς ἀνθρωπίνης ζωῆς· καὶ πάντες οἱ λόγοι πρὸς ἕνα τείνουσι σκοπὸν, τὴν λογικὴν ψυχὴν διεγεῖραι πρός τε τὴν φυλακὴν τοῦ οἰκείου ἀξιώματος, καὶ πρὸς τὴν κατὰ φύσιν χρῆσιν τῶν οἰκείων ἐνεργειῶν. Καὶ εἰσὶ μὲν οἱ λόγοι σαφεῖς· οὐ χεῖρον δὲ ἴσως, κατὰ τὸ δυνατὸν διαπτύσσειν αὐτούς. Ὅ τε γὰρ γράφων, συμπαθέστερός τε ἅμα πρὸς αὐτοὺς γενήσεται καὶ τῆς ἀληθείας αὐτῶν κατανοητικώτερος· καὶ τῶν φιλομαθῶν οἱ πρὸς λόγους ἀσυνηθέστεροι, ἴσως ἕξουσί τινα χειραγωγίαν ἐκ τῆς ἑρμηνείας αὐτῶν.

   Τοῦτο δὲ πρῶτον, ὅπερ εἶπον, διαρθρωτέον, πρὸς τὸν ὁποῖον ἄνθρωπον οὗτοι πεποίηνται οἱ λόγοι, καὶ πρὸς ποίας ἀνθρωπίνης ζωῆς ἀρετὴν ἀνάγουσι τὸν πειθόμενον. Οὔτε οὖν πρὸς τὸν καθαρτικῶς δυνηθέντα ζῇν· ἐκεῖνος γὰρ, ὅση δύναμις, φεύγειν ἀπὸ τοῦ σώματος βούλεται καὶ τῶν σωματικῶν παθῶν, καὶ εἰς ἑαυτὸν συννεύειν· οὔτε ἔτι μᾶλλον πρὸς τὸν θεωρητικόν· ἐκεῖνος γὰρ καὶ τὴν ἑαυτοῦ λογικὴν ζωὴν ὑπερτρέχων, ὅλος εἶναι βούλεται τῶν κρειττόνων. Ἀλλ' ἐκείνοις ἁρμόζουσι, τοῖς κατὰ τὴν λογικὴν μὲν ζωὴν οὐσιωμένοις, ὡς ὀργάνῳ δὲ χρωμένοις τῷ σώματι, καὶ μήτε μέρος τῆς ψυχῆς τὸ σῶμα νομίζουσι, μήτε αὐτὴν μέρος εἶναι τοῦ σώματος, μήτε μετὰ τοῦ σώματος συμπληροῦσαν τὸν ἄνθρωπον, ὡς ἐκ δυοῖν μερῶν συγκείμενον, τῆς τε ψυχῆς, καὶ τοῦ σώματος. Οὗτος μὲν γὰρ ὁ ἄνθρωπος ὁ πολύς ἐστιν, ὁ συμπεφυρμένος τῇ γενέσει, καὶ ὑπ' αὐτῆς καταπεπονημένος, μηδὲν μᾶλλον λογικὸν ἢ ἄλογον ζῶον ὑπάρχων, καὶ διὰ τοῦτο μηδὲ κυρίως λεγόμενος ἄνθρωπος. Ὁ δὲ ὄντως ἄνθρωπος εἶναι βουλόμενος, καὶ τὴν εὐγένειαν τὴν ἑαυτοῦ προθυμούμενος ἀνακτήσασθαι, ἣν ὁ θεὸς παρὰ τὰ ἄλογα ζῶα τοῖς ἀνθρώποις ἐχαρίσατο, οὗτος φυλάσσει τὴν ἑαυτοῦ λογικὴν ψυχὴν, ὥσπερ ἔχει φύσεως, οὕτω ζῇν, ἄρχουσαν τοῦ σώματος, καὶ ὑπερανέχουσαν αὐτοῦ, καὶ οὐχ ὡς μέρει συντεταγμένῳ, ἀλλ' ὡς ὀργάνῳ χρωμένην. Καὶ τούτῳ προσήκουσιν [3] αἱ ἠθικαὶ καὶ πολιτικαὶ ἀρεταὶ, ἐφ' ἃς οὗτοι οἱ λόγοι προτρέπουσιν.

   Ἀλλ', ὅτι μὲν οὗτός ἐστιν ὁ ἀληθινὸς ἄνθρωπος, ὁ κατὰ τὴν λογικὴν ψυχὴν οὐσιωμένος, προηγουμένως μὲν ὁ τοῦ Πλάτωνος Σωκράτης ἔδειξεν, Ἀλκιβιάδῃ τῷ καλῷ, τῷ Κλεινίου, διαλεγόμενος. Ὁ δὲ [Ἐπίκτητος], ὑπόθεσιν ταύτην λαβὼν, διδάσκει τοὺς πειθομένους αὐτῷ, διὰ ποίας ζωῆς καὶ ποίων ἔργων τὸν τοιοῦτον ἄνθρωπον δύνατόν ἐστι τελεώσασθαι. Ὥσπερ γὰρ τὸ σῶμα, τὰς κατὰ φύσιν κινήσεις ἐπιτεῖνον, γυμνάζεται δι' αὐτῶν, καὶ ἐῤῥωμενέστερον ἀποδείκνυται· οὕτω καὶ ἡ ψυχὴ, διὰ τῶν κατὰ φύσιν ἐνεργειῶν, εἰς τὴν κατὰ φύσιν ἕξιν τὴν ἑαυτῆς οὐσίαν καθίστησιν. Οὐδὲν δὲ ἐμποδίζει τῇ σχολῇ τῶν λόγων, ἀλλὰ καὶ ἀναγκαῖον ἴσως ἐστὶ, τοῦτο δὴ τὸ καθ' ὑπόθεσιν ὑπὸ τοῦ Ἐπικτήτου προληφθὲν, ὅτι ὁ ἀληθῶς ἄνθρωπος ἡ λογικὴ ψυχή ἐστιν, ἡ τῷ σώματι ὡς ὀργάνῳ χρωμένη, πρὸ τῆς τῶν κατὰ μέρος ἐξηγήσεως προδιαρθρῶσαί τε καὶ προαποδεῖξαι. Καὶ γὰρ ὁ μὲν Ἐπίκτητος τὰς τῷ τοιούτῳ ἀνθρώπῳ πρεπούσας καὶ οἰκείας ἐνεργείας ὑπ' ὄψιν προτιθεὶς, γινώσκειν τε αὐτὰς ἀκριβῶς, καὶ ἐργάζεσθαι τοὺς πειθομένους αὐτῷ παρακαλεῖ καὶ ἀνακινεῖ· ἵνα δι' αὐτῶν, ὡς εἶπον, καὶ τὴν οὐσίαν τὴν ἰδίαν τελεωσώμεθα· ὅτι δὲ οὗτός ἐστιν ὁ κυρίως ἄνθρωπος, οὐκ ἀποδείκνυσιν, ἀλλ', ὅπερ εἶπον, ὡς ὑπόθεσιν λαμβάνει.

   Ὁ τοίνυν Σωκράτης, λαβὼν ἐκ τῆς ἐναργείας, ὅτι ὁ ἄνθρωπος, ὥσπερ τῇ σμίλῃ, οὕτω καὶ τῇ χειρὶ χρῆται πρὸς τὴν ἐργασίαν· καὶ προσλαβὼν, ὅτι τὸ χρώμενον ἄλλο ἐστὶ, καὶ τὸ ᾧ χρῆται ἄλλο, ὡς ὄργανον· συνήγαγεν, ὅτι ἄνθρωπός ἐστι τὸ τῷ σώματι χρώμενον ὡς ὀργάνῳ. Χρῆται δὲ τῷ σώματι ὡς ὀργάνῳ, ἔν τε ταῖς τέχναις, καὶ ταῖς ἄλλαις ἐργασίαις, οὐκ ἄλλο τι ἢ ἡ λογικὴ ψυχή. Εἶτα πάλιν λαβὼν ἐκ τῶν εἰρημένων, ὅτι τὸ χρώμενον τῷ σώματι, καὶ ἄρχει πανταχοῦ ἐκείνου ᾧ χρῆται, ἐκ διαιρέσεως ἐρωτᾷ τὸν λόγον· λέγων, ὅτι ἀνάγκη, τὸν ἄνθρωπον ἢ τὴν ψυχὴν εἶναι, ἢ τὸ σῶμα, ἢ τὸ συναμφότερον. Εἰ οὖν ὁ μὲν ἄνθρωπος ἄρχει τοῦ σώματος, τὸ δὲ σῶμα ἑαυτοῦ οὐκ ἄρχει, δῆλον, ὅτι οὐκ ἔστιν ὁ ἄνθρωπος τὸ σῶμα. Ἀλλ' οὐδὲ τὸ συναμφότερον, διὰ τὴν αὐτὴν αἰτίαν· εἰ γὰρ ὁ ἄνθρωπος ὁ ἄρχων τοῦ σώματός ἐστι, μὴ ἄρχοντος τοῦ σώματος, οὐδὲ τὸ συναμφότερον ἂν εἴη τὸ ἄρχον. Ὅλως δὲ, εἰ τὸ μὲν σῶμα καθ' αὑτὸ ἀκίνητον καὶ νεκρόν ἐστιν, ἡ δὲ ψυχὴ τὸ κινοῦν ἐστιν· ὁρῶμεν δὲ καὶ ἐπὶ τῶν τεχνῶν, ὅτι κινεῖ μὲν ὁ τεχνίτης, κινεῖται δὲ τὰ ὄργανα τῆς τέχνης· δῆλον, ὅτι ὀργάνου τάξιν ἔχει τὸ σῶμα πρὸς τὴν ψυχήν. Αὕτη οὖν ἐστιν ὁ ἄνθρωπος· καὶ ὁ βουλόμενος ἀνθρώπου ἐπιμελεῖσθαι, τῆς ψυχῆς ἐπιμελείσθω τῆς λογικῆς, καὶ περὶ τὰ οἰκεῖα αὐτῆς ἀγαθὰ διατριβέτω. Ὁ γὰρ τοῦ σώματος ἐπιμελούμενος, οὐκ ἀνθρώπου, οὐδὲ τῶν ὄντως ἡμῶν ἐπιμελεῖται, ἀλλὰ τοῦ ὀργάνου. Ὁ δὲ περὶ χρήματα καὶ τὰ τοιαῦτα σπουδάζων, οὔτε ἀνθρώπου ἐπιμελεῖται, οὔτε ἀνθρώπου ὀργάνου, ἀλλὰ τῶν τοῦ ὀργάνου.

[4]

ΕΞΗΓΗΣΙΣ.

   [IN CAP. I, 14 1.] Ἐφ' ἡμῖν ἐκεῖνα λέγει, ὧν κύριοί ἐσμεν, καὶ ὧν τὴν ἐξουσίαν ἔχομεν. Ταῦτα [γὰρ] καὶ ἐπ' αὐτῷ ἑκάστῳ λέγομεν, ἃ μὴ παρ' ἄλλου ἔχει, μηδὲ ὑπ' ἄλλου τινὸς ἐμποδίζεσθαι δύναται. Τοιαῦτα δέ ἐστι τὰ κινήματα τῆς ψυχῆς, τὰ ἔνδοθεν ὑπ' αὐτῆς κατὰ τὴν αὐτῆς κρίσιν καὶ αἵρεσιν γινόμενα. Οὐ γὰρ δυνατὸν, ἔξω κινεῖσθαι τὴν αἵρεσιν· ἀλλὰ κἂν τὸ αἱρετὸν ἔξωθεν ᾖ, ἡ αἵρεσις αὐτὴ, καὶ ἡ ἐπὶ τὸ αἱρετὸν κίνησις, ἔνδοθέν ἐστι. Τοιοῦτον δέ ἐστι, τὸ τοιάνδε ἢ τοιάνδε ὑπόληψιν ἔχειν περὶ τῶν πραγμάτων· οἷον, ὅτι ὁ πλοῦτος ἢ ὁ θάνατος, ἤ τι τῶν ἄλλων, ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορόν ἐστι. Κἂν γὰρ ἄλλου τινὸς ἀκούσαντες δοξάσωμεν ἢ οὕτως ἢ οὕτως περὶ αὐτοῦ, δοξάσωμεν δὲ ὅλως, καὶ μὴ, ὡς οἱ διδακτοὶ ὄρνιθες τὸ κονδῖτον πίω λέγουσι, τί λέγουσιν οὐκ εἰδότες, οὕτω καὶ ἡμεῖς λέγωμεν· ἡ δόξα αὕτη καὶ ἡ ὑπόληψις, ἡμέτερόν ἐστι κίνημα, ἠρεθισμένον ἔξωθεν ἐνίοτε, καὶ προκληθὲν ὑπὸ τοῦ διδάσκοντος, οὐ μέντοι ἐντεθὲν ὑπ' αὐτοῦ. Τοιοῦτον δέ ἐστι καὶ ἡ ἐπί τι ὁρμὴ, ἔνδοθεν οὖσα καὶ αὕτη. Κἂν γὰρ ἐκεῖνο, ἐφ' ὃ ὁρμῶμεν, ἔξωθεν ᾖ, κἂν ἀφορμή τις γίνηται τῇ ὁρμῇ, ἀλλ' αὐτή γε ἡ ὁρμὴ ἔνδοθέν ἐστιν ὅλη· οὐχ ὡς οἱ κατὰ ὠθισμὸν ἑτεροκινήτως κινούμενοι ἔξωθεν ἔχουσι τὴν ἑαυτῶν κίνησιν, ἀλλὰ μᾶλλον ὡς οἱ κατὰ τὴν ἑαυτῶν ζωὴν διεγειρόμενοι. Καὶ ἡ ὄρεξις δὲ τοιοῦτόν ἐστιν, ἔκτασις οὖσα τῆς ψυχῆς ἐπὶ τὸ ὀρεκτόν· καὶ ἡ ἔκκλισις ἐναντία τῇ ὀρέξει, ἀποστροφὴ καὶ φυγὴ οὖσα ἀπὸ τοῦ ἐκκλιτοῦ.

   Δῆλον δὲ, ὅτι προηγεῖται μὲν ἡ ὑπόληψις, καὶ λογική τις οὖσα γνῶσις, καὶ ἀνθρώπῳ πρέπουσα. Ὅταν δὲ περὶ κακοῦ ἢ ἀγαθοῦ ἡμετέρου, ὄντος, ἢ δοκοῦντος, ἡ ὑπόληψις ᾖ, ἀνακινεῖται πάντως ἔκκλισις ἢ ὄρεξις, ἐπακολουθεῖ δὲ ἡ ὁρμή. Ὀρεχθῆναι γὰρ δεῖ πρῶτον ἢ ἀπαρεσθῆναι, καὶ οὕτως ὁρμῆσαι προσελθεῖν τῷ ὀρεκτῷ, ἢ ἀποστραφῆναι τὸ ἐκκλιτὸν, ὅπερ ἐναντίον ἐστὶ τῷ ὀρεκτῷ. Οἱ μέντοι Στωϊκοὶ τὴν ὁρμὴν καὶ ἀφορμὴν προετίθεσαν [τῆς τε ὀρέξεως καὶ] τῆς ἐκκλίσεως, τὰ πρὸ τῆς ὀρέξεως καὶ ἐκκλίσεως κινήματα τῆς ψυχῆς θεασάμενοι.

   Ἀλλ' αἱ μὲν ἄλογοι ὀρέξεις, τοῦτ' ἔστι, θυμὸς, καὶ ἐπιθυμία, προσεχεῖς οὖσαι τοῖς σώμασι, καὶ ζωαὶ τῶν σωμάτων οὖσαι, ὡς δοκεῖν ἀπὸ τῆς κράσεως τῶν σωμάτων ἀναβλαστάνειν, πολὺ τὸ ἑτεροκίνητον ἔχουσι· καὶ οὐκ ἔτι αὐτεξούσιοι ἁπλῶς, οὐδὲ ἐπὶ τοῖς ὀρεγομένοις κυρίως εἰσὶ, κἂν ἔνδοθεν καὶ αὗται κινῶνται. Καὶ ἡ λογικὴ δὲ ψυχὴ, ὅταν μὲν ἑαυτὴν ἐνδῷ τοῖς σώμασι καὶ τοῖς ἀλόγοις καὶ τοῖς σωματικοῖς κινήμασι, καὶ αὐτὴ νευροσπαστεῖται, καὶ ὠθεῖται, καὶ οὐκ ἔτι εὔλυτα ἐφ' ἑαυτῇ ἔχει τὰ κινήματα. Ὅταν δὲ κατὰ τὴν ἑαυτῆς φύσιν καὶ ἐνέργειαν ἐνεργῇ, τότε ἐλευθέρως καὶ αὐτεξουσίως ἔνδοθεν ἀφ' ἑαυτῆς κινεῖται· καὶ ἐπὶ ταύτης τὸ ἐφ' ἡμῖν ὁρᾶται καὶ ἀναμφίλεκτον. Ἵνα δὲ καὶ ἀκριβέστερον καταμάθωμεν, καὶ τί ἐστὶ τὸ ἐφ' [5] ἡμῖν τοῦτο, καὶ ἐν τίσι τῶν ὄντων ἐστὶ, καὶ ὅτι ῥίζα καὶ ἀρχὴ τοῦτο πάσης εὐζωΐας καὶ κακοζωΐας τοῖς ἀνθρώποις ἐστὶν, ἄνωθέν ποθεν ἀρξάμενοι λέγωμεν.

   Πάντων τῶν ὄντων πηγὴ καὶ ἀρχὴ τὸ Ἀγαθόν ἐστιν. Οὗ γὰρ πάντα ἐφίεται, καὶ εἰς ὃ πάντα ἀνατείνεται, τοῦτο πάντων ἀρχὴ καὶ τέλος ἐστί. Καὶ ἀφ' ἑαυτοῦ τὸ Ἀγαθὸν πάντα παράγει, τά τε πρῶτα, καὶ τὰ μέσα, καὶ τὰ ἔσχατα. Ἀλλὰ τὰ μὲν πρῶτα, καὶ ἑαυτῷ προσεχῆ, ὅμοια ἑαυτῷ παράγει· μία ἀγαθότης, πολλὰς ἀγαθότητας· καὶ μία ἁπλότης, καὶ ἑνὰς ἡ ὑπὲρ πάσας, πολλὰς ἑνάδας· καὶ μία ἀρχὴ, πολλὰς ἀρχάς. Ταὐτὸν γάρ ἐστιν ἓν, καὶ ἀρχὴ, καὶ ἀγαθὸν, καὶ Θεός. Καὶ γὰρ Θεὸς μὲν τὸ πρῶτον, καὶ πάντων αἴτιον. Ἀνάγκη δὲ, τὸ πρῶτον, καὶ ἁπλούστατον εἶναι· ὅτι τὸ σύνθεσιν ὁποιανοῦν ἔχον καὶ πλῆθος, δεύτερόν ἐστι τοῦ ἑνός· καὶ τὸ πλῆθος, καὶ τὰ μὴ ἀγαθὰ, τοῦ ἀγαθοῦ ἐφίεται, ὡς ὑπὲρ αὐτὰ ὄντος· καὶ τὸ μὴ ὂν αὐτὸ ἀρχὴ, ἀπ' ἀρχῆς ἐστι πάντως. Ἀνάγκη δὲ, καὶ δύναμιν ἔχειν τὴν ἀκροτάτην καὶ πᾶσαν. Δυνάμεως δὲ περιουσία ἐστὶ, τὸ, πάντα παράγουσαν ἀφ' ἑαυτῆς, τὰ ὅμοια πρὸ τῶν ἀνομοίων παράγειν. Διὸ πολλὰς ἀρχὰς ἡ μία ἀρχὴ, καὶ πολλὰς ἁπλότητας, καὶ πολλὰς ἀγαθότητας παράγει προσεχῶς ἀφ' ἑαυτῆς. Τὰ γὰρ ὄντα πάντα, διαφορὰς ἔχοντα πρὸς ἄλληλα, καὶ πεπληθυσμένα ταῖς οἰκείαις διαφοραῖς, εἰς μίαν ἕκαστα ἀρχὴν οἰκείαν ἀνάγεται. Οἷον, τὰ καλὰ πάντα, ὅσα τε, καὶ ἐν οἷς ἐστι, καὶ ἐν ψυχαῖς, καὶ ἐν σώμασιν, εἰς μίαν ἀνάγεται κάλλους πηγήν. Οὕτω δὲ καὶ τὰ σύμμετρα πάντα, καὶ τὰ ἀληθῆ πάντα. Καὶ αἱ ἀρχαὶ πᾶσαι ὁμοφυεῖς πως εἰσὶ τῇ πρώτῃ, καθ' ὃ ἀρχαὶ καὶ πηγαὶ καὶ ἀγαθότητες, μετὰ τῆς προσηκούσης ὑφέσεως καὶ ἀναλογίας. Ὅπερ γάρ ἐστιν ἡ μία ἀρχὴ πρὸς πάντα τὰ ὄντα, τοῦτο ἑκάστη πρὸς τὸ πλῆθος τὸ περιεχόμενον ὑπὸ τῆς κατ' αὐτὴν ἰδιότητος. Οὐ γὰρ ἦν δυνατὸν, μὴ καὶ ἕκαστον πλῆθος, κατὰ διαφοράν τινα ἀφωρισμένον, εἰς οἰκείαν ἀρχὴν ἀνατείνεσθαι, τὴν πᾶσι τὸ ἓν καὶ ταὐτὸν εἶδος ἐπιλάμπουσαν. Παντὸς γὰρ πλήθους ἡγεῖται τὸ ἓν, καὶ πᾶσα ἐν πολλοῖς ἰδιότης ἀφ' ἑνὸς εἰς τὰ πολλὰ παραγίνεται.

   Πᾶσαι οὖν αἱ μερικαὶ ἀρχαὶ ἐνίδρυνται τῇ ὅλῃ, καὶ ὑπ' αὐτῆς οὐ διαστηματικῶς οὐδὲ πληθυντικῶς περιέχονται, ἀλλ' ὡς ἐν τῷ ὅλῳ τὰ μέρη, καὶ ὡς ἐν τῷ ἑνὶ τὸ πλῆθος, καὶ ἐν τῇ μονάδι ὁ ἀριθμός. Πάντα γάρ ἐστιν ἐκεῖνο, πρὸ πάντων· καὶ περὶ τὴν μίαν ἀρχὴν αἱ πολλαὶ ἀρχαὶ πληθύονται, καὶ ἐν τῇ μιᾷ ἀγαθότητι αἱ πολλαὶ ἀγαθότητες ἐνίδρυνται. Καὶ ἔστιν ἐκεῖνο, οὐ τὶς ἀρχὴ, ὥσπερ ἑκάστη τῶν ἄλλων· ἡ μὲν, καλοῦ· ἡ δὲ, ἀληθείας· ἡ δὲ, συμμετρίας, ἢ ἄλλου τινός· ἀλλ' ἁπλῶς Ἀρχή· καὶ οὐ τῶν ὄντων ἁπλῶς ἀρχὴ, ἀλλ' Ἀρχὴ ἀρχῶν. Δεῖ γὰρ καὶ τὸ ἀρχικὸν ἰδίωμα, ὥσπερ τὰ ἄλλα, μὴ ἀπὸ πλήθους ἄρχεσθαι, ἀλλ' εἰς μίαν μονάδα συγκορυφοῦσθαι, τὴν Ἀρχὴν τῶν ἀρχῶν.

   Τὰ μὲν οὖν πρῶτα τῶν ὑπὸ τοῦ πρώτου Ἀγαθοῦ παραγομένων, διὰ τὸ πρὸς αὐτὸ ὁμοφυὲς, οὐκ ἐξέστη τοῦ [6] εἶναι ἀγαθά· ἀκίνητα ὄντα, καὶ ἀμετάβλητα, καὶ ἐν τῇ αὐτῇ ἀεὶ μακαριότητι ἱδρυμένα, οὐκ ἐνδεῆ τοῦ ἀγαθοῦ, ὅτι αὐτοαγαθότητές εἰσι. Τὰ δὲ ἄλλα πάντα, ὑπὸ τοῦ ἀγαθοῦ τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἀγαθοτήτων παραχθέντα, ἀποστάντα τοῦ εἶναι αὐτοαγαθὰ καὶ ἀκινήτως ἐνιδρῦσθαι ἐν τῇ ὑπάρξει τῆς θείας ἀγαθότητος, κατὰ μέθεξιν ἔχει τὸ ἀγαθόν. Ἀλλὰ τὰ μὲν ἔσχατα καὶ ἑτεροκίνητα, οἷον τὰ σώματα, ὥσπερ καὶ τὴν οὐσίαν καὶ τὴν κίνησιν ἔξωθεν ἔχει, οὔτε ὑφιστάνειν ἑαυτὰ δυνάμενα, διὰ τὸ μεριστὰ καὶ ἄστατα ὄντα μὴ δύνασθαι ὅλα δι' ὅλων ἑαυτοῖς ἐφαρμόττειν, ἵνα καὶ ὅλου ἕκαστον ὅλον ἑαυτοῦ αἴτιον ᾖ, οὔτε κινεῖν ἑαυτὰ, διὰ τὸ νεκρὰ εἶναι καθ' αὑτὰ καὶ ἀπνεύμονα· οὕτω καὶ τὸ ἀγαθὸν ἔξωθεν ἔχει. Τὰ δὲ μέσα, ἀπὸ μὲν τῆς ἀκινήτου φύσεως, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης, ὑπέβη· τῶν δὲ ἐσχάτων καὶ ἑτεροκινήτων ὑπερέχοντα, κινεῖται μὲν, ὑφ' ἑαυτῶν δὲ κινεῖται, καὶ οὐκ ἀπ' ἄλλων ἔξωθέν τινων, ὥσπερ τὰ σώματα. Τοιαῦται δέ εἰσιν αἱ ψυχαὶ, ἑαυτάς τε κινοῦσαι καὶ τὰ σώματα. Καὶ διὰ τοῦτο τὰ ἔνδοθεν κινούμενα σώματα, ἔμψυχα λέγομεν· τὰ δὲ ἔξωθεν μόνως, ἄψυχα.

   Ἡ οὖν ψυχὴ, ὑφ' ἑαυτῆς κινουμένη, κινεῖ καὶ τὰ σώματα. Εἰ γὰρ ὑφ' ἑτέρου τινὸς ἔξωθεν κινουμένη, ἐκίνει τὸ σῶμα· ὑπ' ἐκείνου κυρίως ἂν ἦν τὸ σῶμα κινούμενον, τοῦ τὴν ψυχὴν κινοῦντος. Αὕτη οὖν ἡ αὐτοκίνητος οὐσία, ἅτε ὑποβᾶσα τοῦ ἀκινήτου, καὶ κατὰ μέθεξιν ἀγαθυνομένη, κινεῖται μὲν ἐπὶ τὸ ἀγαθὸν, ἀλλ' ἀφ' ἑαυτῆς κινεῖται, καὶ οὐκ ἀπ' ἄλλου, ἐφιεμένη τε αὐτοῦ καὶ κατορεγομένη. Καὶ εἰσὶν αὐτῶν ἴδιαι κινήσεις αὗται, ἥ τε ἔφεσις, καὶ ὄρεξις, καὶ ὁρμὴ, καὶ αἵρεσις. Ἀλλ' αἱ μὲν πρῶται τῶν ψυχῶν, ἅτε προσεχῶς ὑπὸ τῶν αὐτοαγαθῶν παραχθεῖσαι· κἂν ἔσχον τι πρὸς ἐκεῖνα ὑφειμένον, διὰ τὸ μὴ εἶναι ἀγαθότητες, ἀλλ' ὀρέγεσθαι τοῦ ἀγαθοῦ· πλὴν, ὡς συγγενεῖς πρὸς αὐτὸ, συμφυῶς τε αὐτοῦ καὶ ἀναποσπάστως ὀρέγονται, καὶ τὴν αἵρεσιν μονοειδῶς πρὸς ἐκεῖνο τεταμένην ἔχουσιν, οὐδέποτε ἀποκλίνουσαι πρὸς τὸ χεῖρον. Καὶ εἴπερ ἡ προαίρεσις ἄλλου ἀντ' ἄλλου τινός ἐστιν αἵρεσις, τάχα οὐκ ἂν εἴη προαίρεσις ἐν ἐκείνοις· εἰ μή τις αὐτὴν προαίρεσιν, ὡς τὰ πρῶτα ἀγαθὰ αἱρουμένην, καλοῖ. Αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ, πρὸς σύνδεσμον ὑποστᾶσαι τῶν τε ἀεὶ ἄνω καὶ τῶν ἀεὶ κάτω μενόντων, καὶ διὰ τοῦτο πεφυκυῖαι καὶ πρὸς ἐκεῖνα ἐπιστρέφεσθαι καὶ πρὸς ταῦτα· ὅταν μὲν πρὸς ἐκεῖνα νεύωσιν ὅλαι, ἁπλᾶς ἔχουσι καὶ ἀναντιθέτους τὰς ὀρέξεις καὶ αἱρέσεις αὐτῶν. Ὅταν δὲ ἀδυνατήσωσι πρὸς τὴν ἄνω στροφὴν, διὰ τὸ κατὰ τὴν πρὸς τὸ κάτω ἐθέλειν ἐνεργεῖν, κατ' οὐσίαν καὶ αὐτὴν ἐνυπάρχουσαν αὐτῇ πρὸς ψύχωσίν τε καὶ κίνησιν τῶν καθ' αὑτὰ ἀψύχων τε καὶ ἑτεροκινήτων σωμάτων, καὶ πρὸς διακόσμησιν τῶν ἑτεροκινήτως πεφυκότων τοῦ ἀγαθοῦ μετέχειν, ἥτις τῇ ἑαυτῆς κινήσει κινεῖ τὰ ἑτεροκίνητα· τότε οὖν τοῖς γινομένοις καὶ φθειρομένοις καὶ πρὸς τὴν τοῦ ἀγαθοῦ στέρησιν ὑποφερομένοις συνοῦσα, καὶ ἐνδιδοῦσα ἑαυτὴν ἐκείνοις, οὐκ [7] ἔτι ἀναντίθετον ἔχει τὴν ἑαυτῆς αἵρεσιν· ἀλλ' ἀεὶ μὲν πρὸς τὸ αἱρετὸν καὶ ἀγαθὸν φερομένην, τὸ δὲ ἀγαθὸν, ἢ ὄντως ἀγαθὸν ὑπάρχον, ἢ ὡς ἀγαθὸν ἐξαπατῶν καὶ δελεάζον, διά τινα συνοῦσαν αὐτῷ ἡδονήν. Ἐπειδὴ γὰρ τῷ ἀληθινῷ ἀγαθῷ σύνεστιν ἡ ἀληθινὴ ἡδονὴ, ὅπου ἂν ἡδονῆς αἴσθηται σκιαγραφίας, μὴ κρίνουσα αὐτὴν ὁποία τις ἐστὶ, πότερον ἀληθὴς καὶ τῷ ἀληθινῷ ἀγαθῷ συγγενὴς, ἢ ἀπατηλὴ καὶ σκιὰ ἀγαθοῦ ψευδώνυμος, ἐπιτρέχει ὡς πρὸς τὸ ἀγαθὸν, οὐκ ἐφιστάνουσα ὅτι πολλαπλάσιον ἔχει τὸ λυπηρόν· προηγούμενόν τε πάντως· οὐ γὰρ ἥδεται ἐσθίων ὁ μὴ πρότερον ὑπὸ πείνης λυπηθεὶς, οὐδὲ πίνων ἥδεται ὁ μὴ διψήσας. Καὶ σύνεστι δὲ πάντως τῇ ἡδονῇ ἡ λύπη. Τοιγαροῦν ἐὰν μεταξὺ στήσῃς τὸν ἐν τῷ πίνειν ἡδόμενον, ἔτι ἐνοῦσαν ὄψει τὴν δίψαν. Καὶ ἕως τότε ἐστὶν ἡ ἡδονὴ, ἕως ἂν ἡ λύπη συνυπάρχῃ· παυσαμένης γὰρ τῆς πείνης, ἢ δίψης, ἢ ῥίγους, ἤ τινος τῶν τοιούτων, οὐκ ἔτι ἡδέα, ἀλλὰ προσκορῆ φαίνεται τὰ ἐναντία. Καὶ ἕπεται δὲ ὡς ἐπίπαν λύπη τοῖς δι' ἡδονὴν εἰς ἀμετρίαν ὑποφερομένοις.

   Διὰ τὴν αἵρεσιν δὲ τοῦ ἡδέος ἀγαθοῦ, πάντα ἡμῖν γίνεται τὰ ἁμαρτήματα· ὥσπερ διὰ τὴν αἵρεσιν τοῦ ἀληθινοῦ ἀγαθοῦ τὰ κατορθώματα. Καὶ διὰ τῆς αἱρέσεως καὶ προαιρέσεως τυγχάνομεν τοῦ τε ἀγαθοῦ καὶ τοῦ ἐναντίου. Ὅταν μὲν γὰρ ἡ αἵρεσις εὔλυτος ᾖ καὶ καθαρὰ, αὐτῆς οὖσα τῆς λογικῆς ψυχῆς, καθ' ἣν οὐσιώμεθα, τότε ἐπὶ τὸ ὄντως αἱρετὸν καὶ τὸ ἀληθῶς φέρεται. Διὸ τὸ ἴδιον ἀγαθὸν τῆς ψυχῆς, Ἀρετὴ λέγεται, ὡς αἱρετὴ οὖσα κυρίως, καὶ κατὰ τὴν ὄντως αἵρεσιν παραγινομένη. Ὅταν δὲ τοῖς ἀλόγοις πάθεσι συνορέγηται, καὶ τὸ ἐκείνων οἰκεῖον νομίζῃ, τότε ψευδώνυμον ἔχει τὴν αἵρεσιν. Ἐπεὶ καὶ τοῦτό ἐστιν ἐφ' ἡμῖν, ἡ αἵρεσις καὶ προαίρεσις ἡμῶν. Ἡ γὰρ ὑπόληψις, καὶ ὁρμὴ, καὶ ὄρεξις, καὶ ἔκκλισις, εἰς τὴν αἵρεσιν καὶ προαίρεσιν ἀναφέρονται, ἔνδοθεν οὖσαι πᾶσαι τῆς ψυχῆς κινήσεις, καὶ οὐκ ἔξωθεν ὠθισμοί. Διὸ καὶ κυρία τούτων ἐστί. Καὶ διὰ τοῦτο καὶ ὁ Θεὸς, καὶ οἱ νόμοι, καὶ τῶν ἀνθρώπων οἱ ἔμφρονες, εἰς τὴν αἵρεσιν καὶ προαίρεσιν, ὡς ἐφ' ἡμῖν ὄντα, ἀποβλέποντες, τά τε ἁμαρτήματα καὶ τὰ κατορθώματα διακρίνουσιν, ἀλλ' οὐκ εἰς τὰς πράξεις αὐτάς· ὅτι οὐκ ἐφ' ἡμῖν ἐκεῖναι, καὶ ὅτι ταῖς αἱρέσεσι καὶ προαιρέσεσιν εἰδοποιοῦνται. Καὶ γὰρ φόνος ὁ μὲν ἀκούσιος, ὡς μὴ κατὰ αἵρεσιν, μηδὲ κατὰ τὸ ἐφ' ἡμῖν καὶ τὴν ἡμετέραν ἐξουσίαν γενόμενος, συγγινώσκεται· ὁ δὲ κατ' ἀξίαν καὶ δίκην φονεύων, καὶ ἐπαινεῖται. Οὕτως οὐχ αἱ πράξεις ἐν ἑαυταῖς ἔχουσι τὸ εὖ ἢ κακῶς, ἀλλ' ἀπὸ τῆς αἱρέσεως ἢ προαιρέσεως τῶν ἐφ' ἡμῖν ὄντων εἰδοποιοῦνται.

   Καλῶς οὖν ὁ Ἐπίκτητος ἀπὸ τούτου τὴν ἀρχὴν τῆς παιδαγωγίας ἐποιήσατο, καὶ πρὸς τοῦτο ἀναφέρειν πάντα ἡμῖν παραινεῖ, ὡς κατ' αὐτὸ καὶ τοῦ ἀγαθοῦ καὶ τοῦ ἐναντίου μεταλαμβάνουσιν. Ὅταν δὲ λέγῃ, Τῶν ὄντων τὰ μὲν ἐφ' ἡμῖν ἐστι, τὰ δὲ οὐκ ἐφ' ἡμῖν· [8] οὐ πάντων τῶν ὄντων ποιεῖται τὴν διαίρεσιν, ἀλλὰ τῶν ἐν ἡμῖν καὶ περὶ ἡμᾶς ὄντων. Οὐδὲ γὰρ ἔχει τινὰ ἐξισασμὸν ἡ ἀντίθεσις, ὅπερ πρέπει ταῖς διαιρέσεσιν, εἴ τις πρὸς τὴν διαίρεσιν τῶν ἐφ' ἡμῖν οὖσαν, πάντα ἀνατιθεῖ τὰ ὄντα, τά τε ὑπερκόσμια, καὶ τὰ ἐγκόσμια.

   Ἐπεὶ δέ τινες ἐνίστανται, μηδὲν εἶναι βουλόμενοι ἐφ' ἡμῖν, ἀλλ' οἱ μὲν ἐξ ἀνάγκης πάσας ἡμῶν τὰς ἐνεργείας γίνεσθαι καὶ τὰ πάθη νομίζοντες, οἱ δὲ ἐκ ταυτομάτου, κατὰ τὸ εἰκῆ καὶ ὡς ἔτυχε φερομένων ἡμῶν, ὥσπερ κυλίνδρων· ἤρκει μὲν τὰ ἤδη ῥηθέντα περὶ τῆς τοῦ ἐφ' ἡμῖν καὶ τῆς αἱρέσεως καὶ προαιρέσεως ἐν τοῖς οὖσι τάξεως, καὶ τῆς ἀναγκαίας αὐτῶν ὑποστάσεως· οὐδὲν δὲ ἴσως κωλύει, καὶ προηγουμένως τινὰ ποιεῖσθαι λόγον πρὸς τοὺς ἀναιροῦντας τὸ ἐφ' ἡμῖν.

   Τὸ μὲν οὖν αὐτόματον, καὶ τὸ μὴ ἐφ' ἡμῖν, καὶ τὸ ὡς ἔτυχεν, εἰ μὲν οὕτω λέγεται, ὡς ἄνευ τινὸς προηγουμένου σκοποῦ ἐνεργούντων ἡμῶν, οὔτε ἀληθὴς ὁ λόγος, οὔτε, εἰ ἀληθὴς ἦν, ἐπὶ πασῶν ἠλήθευε τῶν ἐνεργειῶν ἡμῶν. Καὶ γὰρ πᾶσαι αἱ τέχναι καὶ αἱ φύσεις, σκοπόν τινα καὶ τέλος ποιησάμεναι, πρὸς αὐτὸ πάσας τὰς ἐνεργείας τὰς ἀπ' ἀρχῆς ἄχρι πέρατος ἀπευθύνουσι. Καὶ ὅλως πᾶσα τῶν ἐμψύχων κίνησις καὶ ἐνέργεια, τινὸς ἕνεκα ἀγαθοῦ ἐπιτελεῖται, ἢ ὄντος, ἢ δοκοῦντος εἶναι. Καὶ γὰρ ἡ ἀπὸ τοῦ βλαβεροῦ φυγὴ, διὰ τὸ ἀγαθὸν καὶ ὡς ὠφέλιμος γίνεται. Εἰ δὲ οὕτω τις τὸ εἰκῆ καὶ ὡς ἔτυχε λέγει, ὡς ἀδυνάτου ἢ ἐπιβλαβοῦς ὄντος τοῦ ὀρεκτοῦ, (ὡς λέγομεν, εἰκῆ καὶ ὡς ἔτυχε φάρμακον προσέφερέ τινι, ἢ τὸ ἀδυνατοῦν ὠφελῆσαι, ἢ βλάπτον ἐνίοτε,) οὐκ ἀναιρεῖ τὸ ἐφ' ἡμῖν ὁ οὕτω λέγων. Οὐ γὰρ τῶν δυνατῶν καὶ ὠφελίμων μόνον τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν ἐφ' ἡμῖν εἶναι λέγομεν, ἀλλὰ καὶ τῶν ἀδυνάτων καὶ βλαβερῶν. Διὸ οὐ μόνον τὰς κατορθούσας ἐφ' ἡμῖν λέγομεν, ἀλλὰ καὶ τὰς ἁμαρτωλάς.

   Τῶν δὲ ἠναγκασμένην καὶ οὐκ αὐτεξούσιον λεγόντων, οὐδὲ ἐφ' ἡμῖν, τὴν ὑπόληψιν καὶ ὄρεξιν, καὶ ὅλως τὴν αἵρεσιν καὶ προαίρεσιν, ὡς ἑτέρωθεν κινουμένην, καὶ οὐκ ἔνδοθεν ἀφ' ἡμῶν προαγομένην· οἱ μὲν τὴν ἔνδειαν, αἰτίαν λέγουσι. Τίς γὰρ πεινῶν, ἢ διψῶν, [ἢ ῥιγῶν,] οὐκ ὀρέγεται τροφῆς, καὶ πόματος, ἢ θέρμης, κἂν θέλῃ, κἂν μὴ θέλῃ; τίς δὲ νοσῶν οὐκ ἐπιθυμεῖ ὑγείας; Τινὲς δὲ, αὐτὸ τὸ ὑποληπτὸν, καὶ τὸ ὀρεκτὸν, ἢ φευκτὸν, ἑκόντας καὶ ἄκοντας κινεῖν φασιν ἡμᾶς πρὸς ἑαυτά. Τίς γὰρ τῶν ὁπωσοῦν ἀριθμεῖν μαθόντων, τὰ δὶς δύο οὐκ ἂν ὑπολάβῃ τέσσαρα; καὶ πῶς ἐφ' ἡμῖν ἐστι τὸ οὕτως ὑπολαβεῖν, καὶ οὐ μᾶλλον ἐπὶ τῇ τοῦ ὑποληπτοῦ φύσει; τίς δὲ ἀγαθοῦ τινος αἰσθόμενος, ἢ καλοῦ, ἢ τῶν ἐναντίων, οὐχὶ τῶν μὲν ὀρέγεται, τὰ δὲ ἐκκλίνει, ὑπ' ἐκείνων κινούμενος; καὶ γὰρ τῶν φυσικῶν οἱ ἄριστοι τὸ πρώτως κινοῦν, τὸ ὀρεκτὸν εἶναί φασι. Τὸ δὲ ἑτέρωθεν ἐξ ἀνάγκης πάσης κινούμενον, πῶς ἂν εἴη ἐφ' ἡμῖν; Ἄλλοι δὲ τὴν τοῦ ὀρεγομένου διάθεσιν [9] αἰτιῶνται, ὡς ἐξ ἀνάγκης κινουμένην ἐφ' ὃ πέφυκεν, οὐκ ὂν ἐπ' αὐτῷ τὸ μὴ οὕτως ὀρεχθῆναι. Ὁ γὰρ σωφρονικὸς τὴν ἕξιν τῶν σωφρόνων ἔργων καὶ ἐπιτηδευμάτων ὀρέγεται· καὶ ὁ ἀκόλαστος, τῶν ἀκολάστων· καὶ ἐπ' οὐδετέρῳ αὐτῶν ἐστι, κἂν βούληται, τὸ μὴ οὕτως ὀρεχθῆναι. Τινὲς γοῦν καὶ δυσχεραίνοντες τὰς ἑαυτῶν ὀρέξεις, καὶ βουλόμενοι μὴ κινεῖσθαι αὐτὰς, ὠθοῦνται ὅμως ὑπὸ τῶν ἕξεων καὶ τῶν συνεθισμῶν ἐπὶ τὰ οἰκεῖα ὀρεκτὰ, καὶ ἕλκονται ὑπ' ἐκείνων ἑτεροκινήτως, ὡς οὐκ ὂν ἐπ' αὐτοῖς τὸ μὴ οὕτως. Καὶ ὑπολαμβάνει δὲ περὶ τῶν πραγμάτων, ὁ μὲν ἐπιστήμων, τἀληθῆ· ὁ δὲ ἀμαθὴς, τὰ ψευδῆ. Καὶ οὐ δυνατὸν ἄλλως. Οὔτε γὰρ ἐπὶ τῷ ἐπιστήμονι ἐστὶ, τὸ ψεῦδος ὑπολαβεῖν· οὔτε ἐπὶ τῷ ἀμαθεῖ, τὸ ἀληθὲς πάντως. Ἀλλ' οὐδὲ τὸ μὲν ψευδῆ ὑπολαβεῖν, ἐπὶ τῷ ἀμαθεῖ ἐστι· τὸ δὲ μὴ ψευδῆ, ἐπὶ τῷ ἐπιστήμονι. Οὐ γὰρ ἂν εἵλετο ψεῦδος ὑπολαμβάνειν ὁ ἀμαθὴς, εἰ ἐπ' αὐτῷ ἦν· καὶ ὁ σπουδαῖος, εἰ ἐπ' αὐτῷ ἦν τὸ ἀληθῆ ὑπολαμβάνειν, εἶχεν ἂν καὶ τὸ ψευδοδοξεῖν· [ἀδύνατον δὲ, ἐν οἷς ἐπιστήμων ἐστὶ, ψευδοδοξεῖν] αὐτὸν, καὶ εἰ πάνυ τις αὐτὸν ὑπόθοιτο βούλεσθαι. Ὡς γὰρ ἐπὶ τῶν αἰσθητῶν, καὶ τῶν ἐῤῥωμένας ἐχόντων τὰς αἰσθήσεις, ἀδύνατον παραισθάνεσθαι· οὕτως ἔχει καὶ ἐπὶ τῶν λογισμῷ ληπτῶν. Ταῦτα μὲν ἄν τινες εἴποιεν, τὸ ἐφ' ἡμῖν μὴ συγχωροῦντες εἶναι. Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων τὴν εἱμαρμένην περιφορὰν, ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τῶν ὀρέξεων τῶν ἡμετέρων, καὶ τῆς ὑπολήψεως, καὶ τῆς αἱρέσεως, αἰτίαν εἶναι φασί. Καὶ μαρτύρονται τοὺς ἀστρολογικοὺς, ἀπὸ τῆς ἐν τῇ γενέσει τῶν ἀστέρων θέσεως λέγοντας, ὅτι ὅδε μὲν φιλήδονος ἔσται, ὅδε δὲ φιλοχρήματος, καὶ ἄλλος φιλόμουσος καὶ φιλόσοφος. Τὰς γὰρ ὀρέξεις δηλονότι προλέγουσιν, ἃς ἐν ἡλικίᾳ προβαλοῦνται γενόμενοι. Εἴπερ οὖν ἀληθεύουσιν οὗτοι, ἀνάγκη πάντως ἐκείνας τὰς ὀρέξεις προβάλλεσθαι, τὰς ὑπὸ τῆς εἱμαρμένης δοθείσας, καὶ οὐκ ἔστιν ἐφ' ἡμῖν τὸ ἄλλας ἀντ' αὐτῶν προβάλλεσθαι. Πῶς οὖν ἐφ' ἡμῖν ἔσται ἔτι τὸ τοίως ἢ τοίως ὀρέγεσθαι, εἰ πάντως ἀνάγκη καὶ βουλομένοις καὶ μὴ βουλομένοις ἡμῖν μονοειδῶς ἐπὶ τόδε ἢ τόδε τὸ ὀρεκτὸν ἀποτείνεσθαι; Αὗται μὲν καὶ τοιαῦταί τινες ἂν εἶεν αἱ πρὸς τὸ ἐφ' ἡμῖν ἐνστάσεις, οὐδὲ τὰς ὀρέξεις ἢ ἐκκλίσεις, ἢ ὅλως τὰς αἱρέσεις ἡμῶν, ἐφ' ἡμῖν εἶναι συγχωροῦσαι.

   Ῥητέον δὲ πρὸς μὲν τὸν ἀπὸ τῆς ἐνδείας λόγον, ὅτι οὐκ ἐντίθησιν ὄρεξιν ἡ ἔνδεια. Πολλὰ γοῦν καὶ τῶν πάντη ἀψύχων, ὥσπερ τὰ φυτὰ, ἐνδεῶς ἴσχοντα ποιότητός τινος, οἷον ὑγρότητος, ἢ ξηρότητος, ἢ θερμασίας, ἢ ψύξεως, ὅμως οὐκ ὀρέγονται, ὅτι μή ἐστιν ὀρεκτικά. Τὰ γὰρ ὀρεγόμενα, καὶ αἰσθάνεσθαι τοῦ ὀρεκτοῦ ἀνάγκη, καὶ κινεῖσθαι ἐπ' αὐτό. Οὐκ ἐντίθησι μὲν οὖν τὴν ὄρεξιν ἡ ἔνδεια· τὸ δὲ ὀρεκτικὸν, ἐνδεὲς γενόμενον, εἰς βοήθειαν τῆς ἐνδείας προβάλλει τὴν ὄρεξιν· ὥσπερ οὐδὲ τὰς χεῖρας ἡμῖν ἐντίθησιν ἡ κνησμώδης διάθεσις· ἐγγινομένῃ δὲ αὐτῇ βοηθοῦσιν αἱ χεῖρες. Ἀλλ' οὐδὲ τὰς τέχνας ἐντιθέασιν αἱ χρεῖαι, ἀλλ' ἡ ψυχὴ πρὸς τὴν βοήθειαν [10] αὐτῶν εὑρίσκει τε καὶ προβάλλεται τὰς τέχνας. Πᾶσα μὲν γὰρ ὄρεξις, κίνησις ἔνδοθέν ἐστι τῆς ὀρεγομένης ψυχῆς, ὑπ' αὐτῆς ἐκτεινομένη, οὐκ ἔξωθεν ἐντιθεμένη ποθέν. Ἀλλ' ἡ μὲν τῶν ἀλόγων ζώων ἄλογος ζωὴ, σωματικὴ οὖσα, καὶ μηδὲν σχεδὸν ἔχουσα τῶν σωμάτων ὑπερανέχον, ὡς ἐπὶ οἰκείαις ἐνδείαις ταῖς τοῦ σώματος τὰς ὀρέξεις προβάλλεται μονοειδεῖς οὔσας· διὸ καὶ ἠναγκασμέναι δοκοῦσι, καὶ οὐκ αὐτεξούσιοι. Ἡ δὲ λογικὴ ψυχὴ τῶν ἀνθρώπων, διὰ τὴν ἑαυτῆς μεσότητα, τριττὴν ἔχουσα σχέσιν· τὴν μὲν πρὸς τὸ χεῖρον, τὸ σωματικὸν καὶ ἄλογον, τὴν δὲ πρὸς ἑαυτὴν, τὴν δὲ πρὸς τὸ κρεῖττον· τριττὴν καὶ ζωὴν προβάλλεται, καὶ τριττὴν ὄρεξιν. Καὶ ὅταν μὲν τοῖς σώμασιν ἑαυτὴν ἐνδῷ, καὶ ταῖς ἀλόγοις τοῦ σώματος ζωαῖς, τότε τὴν ἔνδειαν ἐκείνων οἰκείαν ἡγουμένη, συνορέγεται ἐκείνων ἠναγκασμένως. Καὶ αὕτη ἐστὶν ἡ ὄρεξις αὐτῆς, ἡ τὸ αὐτεξούσιον ἀμφισβητήσιμον ἔχουσα. Ὅταν δὲ τὴν ἑαυτῆς ζωὴν ζῇ, ἢ τὴν κρείττονα, τότε καὶ ὄρεξιν ἐκείναις οἰκείαν προβάλλεται, τοῦ ἐκείνων ἀγαθοῦ ἐφιεμένη. Αὕτη οὖν ἐστὶν ὄντως κυρία ἡ ψυχὴ ἢ τῶνδε ἢ τῶνδε ὀρέγεσθαι, ὡς πλείονα ὀρέξεων εἴδη πεφυκυῖα προβάλλεσθαι, τὰ μὲν χείρονα, τὰ δὲ κρείττονα· τοῖς μὲν χείροσι κακυνομένη, τοῖς δὲ κρείττοσιν ἀρετουμένη, ὅτι ἡ κατ' ἐκεῖνα αἵρεσις, ὄντως αἵρεσίς ἐστι. Διὸ πολλάκις ἐνδεῶς τοῦ σώματος ἔχοντος, καὶ πεινῶντος καὶ ὀρεγομένου τροφῆς, αὕτη ὄρεξιν ἀσιτίας προβάλλεται, ἢ διὰ θεσμόν τινα ἐπιτάττοντα τοῦτο, ἢ δι' ἐπιμέλειάν τινα ἑαυτῆς ἢ τοῦ σώματος. Καὶ δῆλον, ὅτι ἐξουσίαν εἶχε τότε συνορεχθῆναι τῷ σώματι· ὅπερ αἱ πολλαὶ ποιοῦσι ψυχαί· ἀλλ' ὡς μείζονος ἀγαθοῦ, τὴν ἑτέραν προβάλλεται. Πρὸς ψυχὴν οὖν λογικὴν ἀποτεινόμενος ὁ Ἐπίκτητος, εἰκότως ἐπ' αὐτῇ φησιν εἶναι, τοίως ἢ τοίως ὀρέγεσθαι.

   Οἱ δὲ τὸ ὀρεκτὸν κινεῖν τὴν ψυχὴν ἐπὶ τὴν ὄρεξιν λέγοντες, λέγουσι μέν τι ἀληθὲς, οὐ μέντοι ὅσον νομίζουσι λέγειν. Οὐ γὰρ ὡς ἑτεροκίνητον τὴν ψυχὴν κινεῖ εἰς ὄρεξιν, ἀλλὰ τὴν ἑαυτοῦ προτεῖνον ὑποδοχὴν ἐπιτηδείαν, δι' ἧς ἐκκαλεῖται τὸ πρὸς αὐτὸ ἐκτείνεσθαι πεφυκός. Ὡς γὰρ τὸ αἰσθητὸν οὐκ ἐντίθησι τὴν αἴσθησιν τῷ αἰσθανομένῳ, οὐδ' ὡς ἑτεροκίνητον ἕλκειν ἐφ' ἑαυτὸ εἴωθεν, ἀλλ' ἑαυτὸ προτείνει σύμμετρον εἰς συναρμογὴν τοῦ πεφυκότος αὐτῷ συναρμόζεσθαι· οὕτω καὶ τὸ ὀρεκτὸν, τὴν ἑαυτοῦ προτεῖνον ἐπιτηδειότητα, ἐκκαλεῖται τὴν ἐπ' αὐτὸ τῆς ψυχῆς ἔκτασιν, τὴν ἐπιτηδείως πρὸς τοῦτο ἔχουσαν. Διὸ τῶν ὀρεκτῶν προκειμένων, οἱ μὲν ὀρέγονται, οἱ δὲ οὔ. Καίτοι, εἰ τὸ ὀρεκτὸν τοιαύτην εἶχε φύσιν, ὡς ἀναγκάζειν τὸ ὀρεγόμενον, καὶ ἀπ' αὐτοῦ ἡ κίνησις ἐνεδίδοτο, πάντα ἦν ἀνάγκη ὀρέγεσθαι αὐτοῦ τὰ ὀρεκτικά· εἰ καὶ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον· καὶ οὐδὲ ὄρεξις ἂν ἦν τὸ τοιοῦτον, ἀλλ' ὠθισμὸς, ἢ ὁλκὴ βίαιος, οἵα ἐπὶ τῶν σωμάτων ὁρᾶται. Ἡ γὰρ ὄρεξις, ἔκτασίς τις ἐστὶ μένοντος τοῦ ὀρεγομένου, καὶ οὐκ ἀφισταμένου· ὥσπερ τὰς χεῖρας ἐκτείνομεν, μὴ μεταβαινούσας. Ἔστιν οὖν κίνησις ἔνδοθεν ἀφ' ἡμῶν ἡ ὄρεξις, καὶ ἡ ὑπόληψις, καὶ τὰ τοιαῦτα· ἀλλὰ ποτὲ μὲν ἁρμοδίως [11] πρὸς τὴν φύσιν τοῦ ὀρεκτοῦ καὶ ὑποληπτοῦ προβαλλομένη, ποτὲ δὲ παραλλάσσουσα, ὅταν ὡς πρὸς ὀρεκτόν τι φέρεσθαι δοκῶμεν, ὀρεκτὸν μὲν δοκοῦν, πλέον δὲ ἔχον τὸ ἀνόρεκτον· καὶ προφαῖνον μέν τι ὡς ὀρεκτὸν, καθ' ὃ ἐκκαλεῖται τὴν ὄρεξιν· κρύπτον δέ τι φευκτὸν ἐν ἑαυτῷ, ὅπερ διὰ τὴν περὶ τὸ εἴδωλον τοῦ ὀρεκτοῦ εὐπρέπειαν, ἐνυπάρχον αὐτῷ διαλανθάνει. Ὁ γὰρ κλέπτων, ἐπὶ τὸ τῆς εὐπορίας εἴδωλον ὡς ἐπὶ ὀρεκτὸν φερόμενος, τὸ ἐνυπάρχον φευκτὸν τῇ τοιαύτῃ εὐπορίᾳ, τὸ μὲν μάλιστα τὴν ψυχὴν ἄδικον ποιοῦν, οὐδὲ οἶδεν, οὐδ' εὐλαβεῖται· τὴν δὲ ὑπ' ἀνθρώπων σύλληψιν καὶ κόλασιν, ἣν μόνην ἀποτυχίαν τῆς τοιαύτης ὁρμῆς νομίζει, διὰ τὸ ὑπερζέον τῆς ὀρέξεως κατανωτίζεται· προβαλλόμενος τὸ τοὺς πολλοὺς τῶν τὰ τοιαῦτα ποιούντων λανθάνειν. Ἐφ' ἡμῖν οὖν ἐστι τὸ βασανίζειν τὸ ὀρεκτὸν, εἴτε ἀληθῶς ἐστι τοιοῦτον, εἴτε εἰδώλῳ μόνον ὀρεκτοῦ, ὡς ἐπὶ τοῦ εἰρημένου τῷ τῆς εὐπορίας, παρακέχρωσται· ἔτι δὲ μᾶλλον τὴν ἡμετέραν ὄρεξιν παιδεύειν, καὶ διδάσκειν τῶν κυρίως ὀρεκτῶν ὀρέγεσθαι, καὶ μὴ πλανᾶσθαι περὶ τὰ εἴδωλα.

   Πρὸς δὲ τοὺς λέγοντας, διὰ τὸ τὴν ὄρεξιν τοῦ ὀρεγομένου καὶ τὴν ὑπόληψιν τοῦ ὑπολαμβάνοντος ἐπὶ τὸ οἰκεῖον ὀρεκτὸν καὶ ὑποληπτὸν φέρεσθαι κατὰ φύσιν, μὴ εἶναι ἐπ' αὐτῷ τὸ οὕτως ἢ ἐναντίως, ὥσπερ οὐδ' ἐπὶ τῇ βώλῳ τὸ ἐπὶ τὸ κάτω φέρεσθαι· (ἦν γὰρ ἂν ἐπ' αὐτῇ καὶ ἡ ἐπὶ τὸ ἄνω φορά·) καὶ πρὸς τούτους οὖν ῥητέον, ὅτι διττή ἐστιν ἡ ἀνάγκη· ἡ μὲν, ἀντικειμένη πρὸς τὸ αὐτεξούσιον, ἡ δὲ, συνυπάρχουσα αὐτῷ. Ἡ μὲν οὖν ἔξωθεν, ἀναιρεῖ τὸ αὐτεξούσιον· οὐδεὶς γὰρ ἔξωθεν ἀναγκαζόμενός τι ποιεῖν ἢ μὴ ποιεῖν, αὐτεξουσίως ἐνεργεῖν λέγεται. Ἡ δὲ ἔνδοθεν, ἡ πάντα ἀναγκάζουσα κατὰ τὴν ἑαυτῶν φύσιν ἐνεργεῖν, αὕτη φυλάττει μᾶλλον τὸ αὐτεξούσιον. Καὶ γὰρ τὸ αὐτοκίνητον, κατὰ τὴν τοῦ αὐτοκινήτου φύσιν, ὑφ' ἑαυτοῦ κινεῖσθαι ἀνάγκη· καὶ οὐ διὰ τοῦτο ἑτεροκίνητόν ἐστιν. Οὐ γὰρ ἔξωθεν ἡ ἀνάγκη, ἀλλὰ συνοῦσα τῇ τοῦ αὐτοκινήτου φύσει, καὶ σώζουσα αὐτὴν, καὶ εἰς τὰς οἰκείας ἐνεργείας προάγουσα. Εἰ δὲ καὶ τῆς ἕξεως καὶ τῆς διαθέσεως, τῆς καλλίονος, καὶ τῆς χείρονος, ἑαυτῇ αἰτία ἐστὶν ἡ ψυχὴ, διὰ τῆς εὐαγωγίας τε καὶ τῆς ἀναγωγίας· δῆλον, ὅτι καὶ τῶν ἀπὸ τῆς ἕξεως καὶ διαθέσεως ἐνεργειῶν αὐτὴν αἰτιατέον. Οὐ μέντοι οὐδὲ τούτῳ χρὴ κρίνειν ἐπὶ πάντων τὸ αὐτεξούσιον καὶ τὸ ἐφ' ἡμῖν, τῷ δύνασθαι καὶ τὰ ἐναντία ποιεῖν. Αἱ γὰρ τῷ ἀγαθῷ ἀεὶ συνηρτημέναι ψυχαὶ, καὶ τὸ ἀγαθὸν αἱρούμεναι, καὶ αὐτεξούσιον ἔχουσι τὴν αἵρεσιν, (οὐ γάρ ἐστιν αἵρεσις ἡ ἠναγκασμένη·) καὶ τοῦ ἀγαθοῦ ἀεὶ ἔχουσιν αὐτὴν, οὐδέποτε πρὸς τὸ ἐναντίον ὑποσυρόμεναι. Αἱ δὲ ἡμέτεραι ψυχαὶ, ἀγαθαὶ μὲν οὖσαι, τῶν ἀγαθῶν ὀρέγονται· καὶ κακαὶ γινόμεναι, τῶν κακῶν· μεταβάλλουσι δὲ καὶ ἀπό τε κακίας εἰς ἀρετὴν, ἐπιμελόμεναι, καὶ ἀπὸ ἀρετῆς εἰς κακίαν, ἀμελοῦσαι· καὶ ἑκάτερον κατὰ αἵρεσιν οἰκείαν, οὐ κατὰ ἀνάγκην, ποιοῦσαι. Διὸ παντοίας ὁ θεὸς κακίας ἀναίτιός ἐστι. Κἂν γὰρ ἐποίησε ψυχὴν [12] κακύνεσθαι πεφυκυῖαν, διὰ τὸ μὴ τὰ πρῶτα μόνον παραγαγεῖν, ἀλλὰ καὶ τὰ μέσα καὶ τὰ ἔσχατα· ἵνα καὶ τέλειον τὸ πᾶν οὕτως ἀποτελεσθῇ, καὶ τὰ πρῶτα ὄντως πρῶτα μένῃ, καὶ μὴ ἔσχατα, καὶ ἄγονα, καὶ ἀδρανῆ, καὶ ὑλικὰ γένηται· ἐποίησε μὲν οὖν διὰ τοῦτο καὶ τὴν πεφυκυῖαν κακύνεσθαι ψυχὴν, ἀγαθὸς ὢν, διὰ τὸν πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος· ἀλλ' οὐ συνεχώρησεν ἄλλως αὐτὴν κακύνεσθαι, εἰ μὴ αὐτὴ θελήσει.

   Πρὸς δὲ τοὺς λέγοντας τὴν εἱμαρμένην περιφορὰν μὴ μόνον τὰς πράξεις ἡμῶν, ἀλλὰ καὶ τὰς αἱρέσεις ἀναγκάζειν, καὶ μηδὲν ἐφ' ἡμῖν ἀπολείπειν, ἀλλ' ὄνομα μόνον εἶναι τοῦτο τὸ ἐφ' ἡμῖν, ῥητέον, ὡς, εἴπερ ἀγένητος καὶ ἄφθαρτός ἐστιν ἡ λογικὴ ψυχὴ, (ὅπερ νῦν ὡς ὑποκείμενον εἰλήφθω, ἀποδεδειγμένον ἐν ἄλλοις, κἂν οἱ ἀπὸ τῆς Στοᾶς ἀλλοιότερόν τι περὶ αὐτῆς δοξάζωσιν·) εἰ γοῦν ἀγένητος καὶ ἄφθαρτός ἐστιν ἡ λογικὴ ψυχὴ, αὕτη μὲν οὐκ ἂν ὑπὸ τῶν κινουμένων αἰτίων ὑφίστασθαι λέγοιτο· τὸ δὲ ὄργανον αὐτῆς, τοῦτ' ἔστι, τὸ ζῶον, ὅπερ ἐστὶ τὸ σῶμα, τὸ τῆς ζωῆς μετέχον, τοῦτο ἐκεῖθεν παράγεται. Τὰ γὰρ κινούμενα αἴτια, κατὰ τὴν διάφορον πρὸς τὰ τῇδε σχέσιν, ἄλλοτε ἄλλων ἐστὶν ὑποστατικά· τὸ δὲ ὄργανον, οἰκεῖον παράγεται τῇ χρησομένῃ ψυχῇ. Ὥσπερ οὖν ἀπὸ τῆς τῶν τεχνικῶν ὀργάνων διαφορᾶς δυνατόν ἐστι τοὺς χρωμένους αὐτοῖς τεχνίτας ἐπιγινώσκειν, ὅτι ταῦτα μὲν τέκτονος, ἐκεῖνα δὲ οἰκοδόμου, καὶ ἄλλα χαλκέως· καὶ οὐχ ὁλοσχερῶς μόνον οὕτως, ἀλλὰ καὶ τὰς ἕξεις τῶν χρωμένων αὐτοῖς τεχνιτῶν, καὶ τὰς ἐν τῇ τέχνῃ ὀρέξεις, καὶ τὰ ἀποτελέσματα, δυνατὸν ἀπὸ τῶν ὀργάνων διαγινώσκειν· οἱ γὰρ περιττόν τι κατὰ τὰς τέχνας ἔχοντες, καὶ τοῖς ὀργάνοις ἀκριβέστερον κέχρηνται· οὕτως οἱ περὶ τὴν ἀστρολογίαν δεινοὶ, τὴν τοῦ ὀργάνου φύσιν ἀπὸ τῆς τῶν αἰτίων διαφορᾶς ὁρῶντες, καὶ περὶ τῆς ἕξεως τῆς τῷ ὀργάνῳ χρησομένης στοχάζονται, καὶ τὰ πολλὰ ἐπιτυγχάνουσιν· ὅτι αἱ πολλαὶ τῶν ψυχῶν, καὶ μάλιστα ἐν ταῖς μοχθηραῖς πολιτείαις, εἰς ἃς αἱ βεβαρυμμέναι ψυχαὶ ἀπὸ προτέρας ἀξίας συνάγονται, ἐκδιδοῦσαι τοῖς ὀργάνοις ἑαυτὰς περιττότερον, ὡς μηκέτι ὡς ὀργάνοις, ἀλλ' ὡς μέρεσιν οἰκείοις κεχρῆσθαι, κατ' ἐκεῖνα καὶ τὰς οἰκείας ὀρέξεις προβάλλονται. Ἔτι δὲ καὶ σύμφωνός ἐστιν ἡ εἱμαρμένη περιφορὰ τῇ προβολῇ τῶν ψυχῶν τῇ κατ' αὐτὴν ἐρχομένῃ εἰς τὴν γένεσιν, οὐκ ἀναγκάζουσα μὲν τὰς ψυχὰς τῶνδε ὀρέγεσθαι ἢ τῶνδε, σύμφωνος δὲ οὖσα ταῖς ὀρέξεσιν αὐτῶν. Ὥσπερ οὖν ἐν ταῖς πόλεσιν, οἱ μὲν ἱεροὶ καιροὶ καὶ τόποι τοὺς θεοσεβεστέρους καὶ σπουδαιοτέρους εἰς ταὐτὸν συνάγουσιν, οἱ δὲ πρὸς τὰς δημώδεις ἡδονὰς ἐπιτήδειοι τοὺς μοχθηρότερον ζῶντας καὶ ἀναγωγότερον συναθροίζουσι, καὶ ἔστιν ἀπὸ τῶν καιρῶν καὶ τῶν τόπων, καὶ περὶ τῆς ὀρέξεως καὶ ἕξεως τῶν συνιόντων στοχάζεσθαι· οὕτω καὶ ἀπὸ τῶν καιρῶν καὶ τῶν τόπων τῆς εἱμαρμένης περιφορᾶς περὶ τῶν συμφώνως αὐτῇ συνερχομένων εἰς γένεσιν ψυχῶν ἀποφαίνεσθαι. Ὅταν γὰρ τὸ κολαστικὸν εἶδος τῆς θείας ἀγαθότητος τῇ πρὸς τόνδε τὸν τόπον τῆς εἱμαρμένης σχέσει οἰκείως [13] ἔχῃ, τότε εἰς ἐκεῖνον τὸν τόπον αἱ κολάσεως δεόμεναι ψυχαὶ καταπέμπονται. Συναγωγὸς γὰρ ἐν πᾶσιν ἡ ὁμοιότης καὶ οἰκειότης ἐστίν.

   Οὐκ ἀναγκάζει τοίνυν τὰς ὀρέξεις τῶν ψυχῶν ἡ εἱμαρμένη, οὐδὲ τὸ ἐφ' ἡμῖν ἀναιρεῖ, ἀλλὰ σύμφωνοι ἐκεῖναι, ποτὲ μὲν πρὸς τήνδε, ποτὲ δὲ πρὸς τήνδε τὴν εἱμαρμένην εἰσί· καὶ τοῖς κατ' ἀξίαν κατασκευαζομένοις ὀργάνοις, ὅπερ εἶπον πρότερον, συντυπούμεναι· εἰκότως ἀπὸ τῆς εἱμαρμένης περιφορᾶς, ὁποίας ἕξουσι τὰς ὀρέξεις, γινώσκονται. Καὶ αἱροῦνται μὲν τοὺς βίους αἱ ψυχαὶ, κατὰ τὴν προτέραν ἑαυτῶν τῆς ζωῆς ἀξίαν καὶ ἕξιν· τοῦ δὲ εὖ ἢ κακῶς χρήσασθαι τοῖς βίοις, ἐν ἑαυταῖς τὴν ἐξουσίαν ἔχουσι. Διὸ καὶ ἐμπορικὸν βίον ἑλόμενοί τινες, εὖ ζῶσι πολλάκις· καὶ φιλοσοφεῖν δοκοῦντες, ἀσχημονοῦσι· διότι τὰ μὲν εἴδη τῶν βίων αὐτὰ, οἷον γεωργικὸν, ἢ ἐμπορικὸν, ἢ μουσικὸν βίον, αὐταί τε αἱ ψυχαὶ κατὰ τὴν προτέραν ἑαυτῶν ἕξιν αἱροῦνται, καὶ τὸ Πᾶν αὐταῖς ἀφορίζει κατὰ τὴν ἀξίαν· τὴν δὲ ποιότητα τῆς ζωῆς ἀφ' ἑαυτῶν προτιθέασιν αἱ ψυχαί. Διὸ καὶ ἐπαίνου καὶ ψόγου τυγχάνουσιν, ἐπὶ ταῖς διαφόροις προαιρέσεσιν. Ἀλλ' οὐδὲ φαῦλόν τι ἀπὸ τῆς εἱμαρμένης ἐνδίδοται, ὥσπερ τολμῶσι λέγειν, ὅτι πανοῦργοι, καὶ παιδερασταὶ, καὶ μοιχοὶ γίνονται. Κἂν γὰρ ἀληθεύωσί τινες τῶν ἀστρολόγων ταῦτα προλέγοντες, τοῦτο συμβαίνει, τὴν τοιάνδε ἐκεῖθεν ἰοῦσαν ἰδιότητα ἀσυμμέτρως δεχομένων ἡμῶν ἢ συμμέτρως. Καὶ γὰρ φρονήσεως παράλλαξις, καὶ πανουργία[ν] ποιεῖ· καὶ τὸ παιδεραστικὸν ἰδίωμα, οἱ μὲν συμμέτρως ὑποδεχόμενοι, σωτῆρες καὶ εὐεργέται γίνονται τῆς νεότητος· οἱ δὲ ἀσυμμέτρως, ὀλέθριοι καὶ διαφθορεῖς. Ἐπεὶ καὶ εἰς τὰς ἡλιακὰς ἀκτῖνας ἀσυμμέτρως ἀτενίζων τις, πηροῦται καὶ σκοτίζεται τὴν ὄψιν· καίτοι φωτοδότης ὁ ἥλιος καὶ τοῦ ὁρᾷν καὶ ὁρᾶσθαι αἴτιος. Πόθεν οὖν οἱ ἀστρολόγοι γινώσκοντες, τίνες συμμέτρως, καὶ τίνες ἀσυμμέτρως μεθέξουσι, τοὺς μὲν φρονίμους, τοὺς δὲ πανούργους ἔσεσθαι λέγουσιν; ἢ ἄρα δυνατὸν ἐνεῖναι τούτων τεκμήρια ταῖς σχηματογραφίαις· τὰ μὲν φανερὰ, ὥσπερ ἡ ἐν καρκίνῳ τοῦ ἡλίου θέσις, [τοῦ] ἀσυμμετρότερον ὑφ' ἡμῶν μετέχεσθαι· τὰ δὲ καὶ ἀφανῆ τοῖς τὴν τέχνην ἀγνοοῦσι τὴν ἀστρολογικήν; Ὅτι γὰρ τὰ κατὰ φύσιν ἔχοντα ἀεὶ, καὶ τὴν δημιουργικὴν φυλάττοντα φύσιν, καὶ δύναμιν ἔχοντα τὴν ἀκροτάτην, πάντως καὶ βούλησιν ἀγαθὴν ἔχει, καὶ κακοῦ οὐδενὸς αἴτιά ἐστι, πρόδηλον. Πᾶσα γὰρ κακία, διὰ ἀδυναμίαν συμβαίνει, εἴπερ ἡ δύναμις ἀγαθόν τι ἐστίν. Ἡ μέντοι ἀσύμμετρος καὶ τῶν ἀγαθῶν μέθεξις, βλαβερὰ γίνεται πολλάκις. Ταῦτα μὲν οὖν καὶ πρὸς τοὺς ἀπὸ τῆς εἱμαρμένης τὸ ἐφ' ἡμῖν ἐπιχειροῦντας ἀναιρεῖν εἰρήσθω.

   Νυνὶ δὲ λεγέσθω πρὸς πάντας, ὅτι οἱ τὸ ἐφ' ἡμῖν ἀναιροῦντες καὶ τὸ αὐτεξούσιον τῆς ψυχῆς, ἀγνοοῦσι τὴν οὐσίαν τῆς ψυχῆς διὰ τοῦτο φθείροντες. Τὸ γὰρ αὐτοκίνητον αὐτῆς ἀναιροῦσι, καθ' ὃ μάλιστα οὐσίωται. Εἴτε γὰρ αὐτοκίνητός ἐστιν, ἔνδοθεν ἀφ' ἑαυτῆς ἐγείρεται πρὸς τὰς ὀρέξεις καὶ τὰς ὁρμὰς, καὶ οὐκ ἔξωθέν [14] ποθεν ἑλκομένη ἢ ὠθουμένη, ὥσπερ τὰ σώματα· εἴ τε ἔξωθεν κινεῖται, οὐκ ἔστιν αὐτοκίνητος. Ἔπειτα τὴν ζωτικὴν ἐκτένειαν τῆς ψυχῆς, καὶ τὴν συγκατάθεσιν αὐτῆς καὶ ἀπάρνησιν οὐ προσλογίζονται οἱ τὸ ἐφ' ἡμῖν ἀναιροῦντες. Τίς δὲ οὐκ ἔχει συναίσθησιν τοῦ θέλειν καὶ μὴ θέλειν, καὶ τοῦ αἱρεῖσθαι καὶ ἐκκλίνειν, καὶ τοῦ συντίθεσθαι καὶ ἀπαρνεῖσθαι; ἅπερ πάντα ἔνδοθέν εἰσι κινήσεις ἀπ' αὐτῆς τῆς ψυχῆς, καὶ οὐκ ἔξωθεν ὠθισμοὶ ἢ ὁλκαί τινες, ὡς ἐπὶ τῶν ἀψύχων. Ταύτῃ γὰρ διαφέρει τὰ ζῶντα σώματα τῶν ἀψύχων, ὅτι ἔνδοθεν κινεῖται. Εἰ δὲ τοῦτο ἀληθές ἐστι, τὸ κινοῦν αὐτὰ αὐτοκίνητόν ἐστι, καὶ οὐχ ἑτεροκίνητον. Εἰ γὰρ ἔξωθεν ἐκεῖνο ἐκινεῖτο, καὶ τὸ σῶμα ἂν πρῶτον ὑπ' ἐκείνου ἐκινεῖτο τοῦ ἔξω, ὡς πρότερον εἴρηται, καὶ οὐκ ἔτι ἔνδοθεν, ἀλλ' ἔξωθεν ἂν ἦν κινούμενον, καὶ παραπλησίως τοῖς ἄλλοις ἀψύχοις καὶ αὐτὸ ἄψυχον ἂν ἦν. Ἔτι δὲ οἱ τὸ ἐφ' ἡμῖν ἀναιροῦντες, καὶ τὸ θέλειν, καὶ τὸ μὴ θέλειν, καὶ αἵρεσιν, καὶ προαίρεσιν, καὶ ὄρεξιν, καὶ ἔκκλισιν, καὶ ὁρμὴν, καὶ τὰ τοιαῦτα· οὗτοι καὶ τὴν ἀρετῆς καὶ κακίας ψυχικῆς διαφορὰν ἀναιροῦσι, καὶ ἔπαινον καὶ ψόγον οὐκ ἀπολείπουσι δίκαιον, ἀλλὰ καὶ τοὺς ἐπὶ τούτοις καλῶς κειμένους νόμους ἀνατρέπουσι. Καὶ ὅρα, ὁποῖος ἔτι εἴη τῶν ἀνθρώπων ὁ βίος, τούτων ἀναιρουμένων· ὅτι τοῦ τῶν θηρίων οὐδὲν ἀπέχων.

   Τί οὖν; φαίη τις ἄν· οὐκ ἀναγκαζόμενοι πολλάκις ὑπὸ τυράννων, ἢ ὑπὸ παθῶν οἰκείων, καὶ συμπαθειῶν, ἢ ἀντιπαθειῶν, αἱρούμεθα τάδε τινὰ ποιεῖν ἢ πάσχειν, καὶ μὴ βουλόμενοι; καὶ πῶς τὸ ἐφ' ἡμῖν ἔτι τότε καὶ αὐτεξούσιον ὁραθήσεται; Λέγω τοίνυν, ὅτι καὶ τότε ἡ αἵρεσις αὐτεξούσιός ἐστι. Κἂν γὰρ προηγουμένως οὐκ ἦν αἱρετὸν ἐκεῖνο ἐφ' ὃ δι' ἀνάγκην φερόμεθα, ἀλλ', ὡς πρὸς ἄλλο τι χεῖρον παραβαλλόμενον, αἱρετὸν δοκεῖ, καὶ αἱρούμεθα αὐτό. Καὶ ἀδύνατον, ποιῆσαί τι, μὴ πρότερον ἐπινεύσαντα πρὸς τὸ ποιῆσαι. Ὁ γὰρ ἄνευ τοῦ ἑλέσθαι ποιεῖν τι δοκῶν, ὥσπερ ὁ ἐμπίπτων τινὶ ἄκων ἀπ' ἄλλου ὠθούμενος, οὗτος ἀψύχου δίκην ποιεῖ· καὶ οὐδὲ ποιεῖν ἂν λέγοιτο τότε κυρίως, ἀλλὰ πάσχειν. Διὸ, κἂν ἀκουσίως ποιῶμεν, ἀλλ' αἱρούμεθα ὅμως καὶ οὕτω ποιῆσαι. Τοιγαροῦν τῆς αὐτῆς ἀνάγκης ἐπαχθείσης, οἱ μὲν εἵλοντο ποιεῖν τὸ ἐπιταχθὲν, δέει μείζονος κακοῦ· οἱ δὲ οὐχ εἵλοντο, μεῖζον κακὸν ποιῆσαι τὸ ἐπιταχθὲν τοῦ ἀπειλουμένου τοῖς μὴ ποιοῦσι νομίζοντες. Οὕτως ἄρα καὶ ἐν τοῖς ἀκουσίως τι ποιεῖν δοκοῦσι σώζεται τὸ ἐφ' ἡμῖν καὶ τὸ αὐτεξούσιον. Οὐ γὰρ ταὐτὸν τὸ ἑκούσιον, καὶ τὸ ἐφ' ἡμῖν· ἀλλ' ἑκούσιον μὲν τὸ προηγουμένως αἱρετόν· ἐφ' ἡμῖν δὲ, οὗ τὴν ἐξουσίαν ἔχομεν εἰς τὸ αἱρεῖσθαι, εἴτε προηγουμένως, εἴτε δι' ἀποφυγὴν κακοῦ μείζονος. Καὶ ἔστι δὲ ὅτε καὶ τὸ ἑκούσιον συμμίγνυται τῷ ἀκουσίῳ, ὅταν καὶ τὸ αἱρετὸν μὴ καθαρῶς αἱρετὸν ᾖ, ἀλλὰ καὶ ἀναιρέτου μετέχῃ. Καὶ καλῶς ὁ Ὅμηρος τὴν τοιαύτην ἐν τῇ ψυχῇ μῖξιν ἐνεδείξατο τοῦ ἑκουσίου καὶ τοῦ ἀκουσίου, διὰ τοῦ, "Ἑκὼν ἀέκοντί γε θυμῷ."

   Ταῦτα εἱλόμην μηκῦναι, διότι πᾶς σχεδὸν ὁ προκείμενος [15] λόγος ἀπὸ τῆς τοῦ ἐφ' ἡμῖν διαιρέσεως ἤρτηται. Παιδευτικὸς γὰρ ὢν, καλῶς εὐθὺς ἐξ ἀρχῆς διδάσκει, ποῦ τὸ ἀγαθὸν καὶ τὸ κακὸν τὰ ἡμέτερα χρὴ τίθεσθαι, καὶ ὅτι, αὐτοκίνητοι ὄντες, ἐν ταῖς ἡμετέραις ἐνεργείαις ἔχομεν αὐτά. Τὰ μὲν γὰρ ἑτεροκίνητα, ὥσπερ τὸ εἶναι, οὕτω καὶ τὸ ἀγαθὸν καὶ τὸ κακὸν, ἑτέρωθεν ἔχουσι, κατὰ τὸ ἐγγινόμενον αὐτοῖς ἔξωθεν πάθος· τὰ δὲ αὐτοκίνητα, τῆς ἑαυτῶν κινήσεως καὶ ἐνεργείας αἴτια ὄντα, καὶ τὸ ἀγαθὸν τὸ ἑαυτῶν, καὶ τὸ κακὸν, ἐν ταύταις ἔχουσιν. Ἐνέργειαι δὲ αὐτῶν κυρίως, κατὰ μὲν τὸ γνωστικὸν, αἱ τῶν ὄντων ὑπολήψεις εἰσί· κατὰ δὲ τὸ ζωτικὸν καὶ ὀρεκτικὸν, αἵ τε ὀρέξεις καὶ ἐκκλίσεις, καὶ ὁρμαί. Διὸ, ὅταν μὲν ὀρθῶς ὑπολαμβάνωμεν, καὶ ὀρεγώμεθα καὶ ἐκκλίνωμεν δεόντως, τότε τὸ ἀγαθὸν ἑαυτῶν καὶ τὴν κατὰ φύσιν ἔχομεν τελειότητα· ὅταν δὲ μὴ, τὰ ἐναντία. Οἰκεῖα δὲ ἡμῶν ἐστιν ἔργα ταῦτα, ὡς ὑφ' ἡμῶν μόνων κατὰ τὴν ἡμετέραν αἵρεσιν ἐνεργούμενα. Αἱ μὲν γὰρ πράξεις αἱ περὶ τὰ ἐκτὸς, αἵ τε κατὰ τὰς τέχνας καὶ τὰς ἐν τῷ βίῳ χρείας, καὶ τὸ διδάσκειν καὶ παιδεύειν, καὶ εἴ τι τούτου σεμνότερον, πολλῶν δεῖται τῶν συναιρομένων· τὸ δὲ ὑπολαμβάνειν, καὶ αἱρεῖσθαι, ἡμῶν αὐτῶν ἐστιν ἴδια ἔργα, ἐν τῇ ἐξουσίᾳ τῇ ἡμετέρᾳ κείμενα. Διὸ καὶ ἐν ἑαυτοῖς τὸ ἀγαθὸν ἡμῶν καὶ τὸ κακὸν ἐστίν· οὐδεὶς γὰρ ἂν εὐθύνοιτο ἐπ' ἐκείνοις, ὧν οὐκ ἔστι κύριος.

   Οὐχ, ὅτι μηδὲν ἐν τούτοις συντελεῖ ἡ ψυχὴ, διὰ τοῦτο ταῦτα οὐκ ἐφ' ἡμῖν εἶναι λέγεται· καὶ γὰρ τὸ σῶμα καὶ ἡ κτῆσις, προνοούσης μὲν αὐτῆς, καλλιόνως διατίθεται· ἀμελούσης δὲ, χειρόνως· καὶ πρὸς τὸ εὐδοξεῖν ἀφορμὰς αὕτη δίδωσι, καὶ ἀρχὰς διὰ σπουδῆς οἰκείας περιποιεῖται· καὶ οὐδ' ἂν ἄρχοι, μάλιστα ἐν ταύταις ταῖς πολιτείαις, μὴ καὶ αὐτῆς ἑλομένης· ἀλλ', ὅτι οὐ μόνη αὕτη κυρία ἐστὶ τούτων, ἀλλὰ καὶ ἄλλων δεῖται ταῦτα πολλῶν τῶν τῇ ψυχῇ συναιρομένων ἵνα γένηται, διὰ τοῦτο οὐκ ἐφ' ἡμῖν ταῦτα εἶναι φασί. Καὶ γὰρ τὸ σῶμα δεῖται μὲν καὶ τῶν ἐξ ἀρχῆς σπερμάτων ἐῤῥωμένων, καὶ συμπήξεως ὑγιοῦς· δεῖται δὲ καὶ εὐτροφίας, καὶ γυμνασίων, τόπων τε καὶ ἀέρων εὐκράτων, καὶ ὑδάτων χρηστῶν· καὶ ἐπὶ τούτοις πᾶσιν ἔκκειται τὸ ἰσχυρότερον ποιεῖν ὅ τι ἂν εἰς αὐτὸ βούληται. Καὶ τούτων οὐδενὸς ἡμεῖς ἐσμὲν κύριοι, πρὸς τὸ πάντη πάντως περιποιῆσαι ἢ ἀποσοβῆσαι. Πολεμίων γοῦν ἐπιόντων ἰσχυροτέρων, ἐβουλήθημεν ἂν ἀφανεῖς γενέσθαι· καὶ νοσοῦντες, ἀθρόως ὑγιᾶναι· καὶ ὅμως οὐκ ἐγγίνεται ἡμῖν. Ὁμοίως δὲ καὶ ἡ κτῆσις ἔχει, καὶ πρὸς περιποίησιν πολλῶν δεομένη τῶν συναιρομένων, καὶ πρὸς μείωσιν πολλοῖς τοῖς δυνατωτέροις ὑποκειμένη. Καὶ αἱ δόξαι δὲ αἱ περὶ ἡμῶν, οὐκ ἐφ' ἡμῖν εἰσι, κἂν ἀφορμάς τινας αὐταῖς καὶ ἡμεῖς παρεχώμεθα, ἀλλ' ἐπὶ τοῖς δοξάζουσιν. Ἐπ' αὐτοῖς γάρ ἐστιν ὁποῖα βούλονται ὑπολαμβάνειν. Τοιγαροῦν καὶ ἀσεβοῦντες πολλάκις περὶ τὸ θεῖον, αὐτοί τε εὐσεβεῖν ἑαυτοὺς ἡγοῦνται, καὶ ὑπὸ τῶν ἄλλων τοιοῦτοι νομίζονται. Καὶ τὸ ἐναντίον ἄλλοι σεμνοτέρας καὶ μεγαλειοτέρας ὑπολήψεις [16] ἔχοντες περὶ τοῦ θείου, καὶ ἀνθρωπικὰ καὶ εὐτελῆ παραιτούμενοι περὶ αὐτοῦ λέγειν, ἀσεβεῖς παρά τινων ὑπολαμβάνονται· καὶ τοὺς σωφρονοῦντας, ἠλιθίους ἡγοῦνται τινές. Οὕτω τὸ εὐδοξεῖν οὐκ ἐφ' ἡμῖν ἐστιν, ἀλλ' ἐπὶ τοῖς περὶ ἡμῶν τοίως ἢ τοίως δοξάζειν ἑλομένοις. Αἱ δὲ ἀρχαὶ, καὶ τῶν ἀρχομένων δέονται, καὶ τῶν πρὸς τὸ ἄρχειν συναιρομένων. Ἐν αἷς δὲ πολιτείαις καὶ ὤνιοί εἰσιν αἱ ἀρχαὶ, καὶ πολλοῦ χρυσίου ἀποδιδόμεναι, ἐν ταύταις ὁ χρημάτων ἀπορῶν οὐκ ἂν εἰς ἀρχὴν παρέλθοι, κἂν πάνυ βούλοιτο. Οὕτω τὰ τοιαῦτα πάντα τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν, οὐκ ὄντα ἡμέτερα ἔργα. Ἐν δὲ τῇ διαιρέσει τῶν οὐκ ἐφ' ἡμῖν προτάττει τὸ σῶμα· διὰ γὰρ τοῦτο εἰς χρείαν τῶν οὐκ ἐφ' ἡμῖν ἐμπεπτώκαμεν. Διὰ γὰρ τὰ χρήματα πάντες οἱ πόλεμοι· ταῦτα δὲ ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὴν τοῦ σώματος θεραπείαν.

   [IN CAP. I, 14 2.] Εἰπὼν, τίνα μὲν τὰ ἐφ' ἡμῖν, τίνα δὲ τὰ οὐκ ἐφ' ἡμῖν, ἐφεξῆς ὁποῖά ἐστιν ἑκάτερα παραδείκνυσιν· ὅτι τὰ μὲν ἐφ' ἡμῖν, ἐλεύθερα· ὅτι οὔτε γενέσθαι ἀναγκάζεται ὑπ' ἄλλων, οὔτε κωλύεται, οὔτε ἄλλος ἔχει τὴν ἐξουσίαν τῆς χρήσεως αὐτῶν. Τοιοῦτον γάρ ἐστι τὸ ἐλεύθερον, αὐτεξούσιον ὑπάρχον, καὶ κύριον τῆς ἑαυτοῦ χρήσεως. Τὰ δὲ οὐκ ἐφ' ἡμῖν, τοῖς πορίζειν ἢ κωλύειν δυναμένοις ὑποκείμενα, δεσπότας ἐκείνους ἔχει, καὶ δοῦλα ἐκείνων ἐστί. Καὶ τὰ μὲν ἀρκοῦντα αὑτοῖς, εὐσθενῶς διάκειται, τὰ δὲ ἄλλων χρῄζοντα, ἀσθενῆ καὶ ἐνδεῆ εἰσι. Καὶ τὰ μὲν ἀκώλυτά ἐστιν, ὡς αὐτεξούσια· (τίς γὰρ κωλύσει τοίως ἢ τοίως ὑπολαβεῖν, ἢ ὀρεχθῆναί τινος, ἢ ἀπαρεσθῆναι;) τὰ δὲ οὐκ ἐφ' ἡμῖν, καὶ πορίζεσθαι καὶ ἀφαιρεῖσθαι ὑπ' ἄλλων πεφυκότα, ὑπ' ἐκείνων καὶ κωλύεται πολλάκις, ἢ μὴ γινόμενα, ἢ ἀφαιρούμενα. Δῆλον δὲ, ὅτι τὰ μὲν ἐφ' ἡμῖν, ἡμέτερα ὄντα ἔργα, ἴδια ἡμῶν ἐστι· τὰ δὲ οὐκ ἐφ' ἡμῖν, ὡς ἐν ἄλλων ἐξουσίᾳ κείμενα, ἀλλότριά ἐστιν. Ὥστε καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ, τὰ μὲν τῶν ἐφ' ἡμῖν, οἷον τὸ ἀληθῶς ὑπολαμβάνειν ἢ ψευδῶς, ἢ ὀρθῶς ὀρέγεσθαι, ἢ πλημμελῶς, ἡμέτερά ἐστιν ἀγαθὰ ἢ κακά· τὰ δὲ τῶν οὐκ ἐφ' ἡμῖν, οὐχ ἡμέτερα· ἀλλὰ τὰ μὲν τοῦ σώματος, τοῦ ὀργάνου τοῦ ἡμετέρου· τὰ δὲ τοῦ δοξαρίου, ἔτι ποῤῥώτερον.

   [IN 14 3.] Εἰπὼν, τίνα τὰ ἐφ' ἡμῖν, καὶ τίνα τὰ οὐκ ἐφ' ἡμῖν ἐστι, καὶ ὁποῖα ἑκάτερά ἐστι, καὶ ὁποίαν ἔχοντα πρὸς ἡμᾶς σχέσιν· ὅτι τὰ μὲν ἐφ' ἡμῖν, ἴδιά ἐστι, τὰ δὲ οὐκ ἐφ' ἡμῖν, ἀλλότρια· παραινεῖ λοιπὸν συμφώνως ἡμᾶς τῇ φύσει αὐτῶν, καὶ μὴ παρηλλαγμένως, περὶ αὐτὰ ἀναστρέφεσθαι. Ταῦτα γὰρ εὐδαιμονίας ἡμῖν καὶ κακοδαιμονίας αἴτια γίνονται. Τὸ μὲν γὰρ τυγχάνειν τῶν ἀγαθῶν, καὶ κακῷ μηδενὶ περιπίπτειν, εὐδαίμονας ποιεῖ· τὸ δὲ τῶν ἀγαθῶν καὶ ὠφελίμων ἀποτυγχάνειν, ἢ περιπίπτειν τοῖς βλαβεροῖς, κακοδαίμονας. Εἰ οὖν τὸ ἀγαθὸν ἡμῶν ἐστιν ἐν τῷ κατὰ φύσιν ὀρέγεσθαι καὶ ἐκκλίνειν, ταῦτα δὲ ἐν τοῖς ἐφ' ἡμῖν ἐστιν, ἐν τούτοις ζητητέον τὸ ἀγαθόν· ἵνα τύχωμεν πάντως ζητοῦντες, διὰ τὸ κύριοι εἶναι τοῦ τυχεῖν, (εἴπερ κύριοι τοῦ ὀρέγεσθαι καὶ ἐκκλίνειν κατὰ φύσιν ἐσμέν·) καὶ μὴ οὐκ [17] οἰκείου τύχωμεν ἀγαθοῦ. Ἐὰν δὲ τῶν οὐκ ἐφ' ἡμῖν ὀρεγώμεθα, καὶ ἐν ἐκείνοις ζητῶμεν τὸ ἀγαθὸν, διχῶς ἀποτυγχάνειν ἀνάγκη. Καθ' ἕνα μὲν τρόπον πάντη καὶ πάντως, ὅτι κἂν ἐπιτύχωμεν αὐτῶν, οὐχὶ οἰκείων ἀγαθῶν ἐπιτύχοιμεν ἄν· καθ' ἕτερον δὲ, ὅτι καὶ ἀποτυγχάνειν ἐν τοῖς πλείοσιν ἀνάγκη τὸν τὰ ἀλλότρια ὡς οἰκεῖα ἐπιζητοῦντα, καὶ ὀρεγόμενον ἐκείνων τῶν ἐν ἄλλων ἐξουσίᾳ κειμένων. Συμβαίνει οὖν ἐπὶ τούτων, καὶ τὰς ὁρμὰς ἐμποδίζεσθαι καὶ ταράττεσθαι μὴ ἰθυπορούσας, καὶ λυπεῖσθαι πάντως καὶ πενθεῖν. Ὥσπερ γὰρ ἡδόμεθα τυγχάνοντες [τῶν αἱρετῶν,] καὶ ἐκκλίνοντες τὰ ἀναίρετα· οὕτως, ἂν ἀποτυγχάνωμεν τῶν αἱρετῶν, ἢ τοῖς ἐκκλινομένοις περιπίπτωμεν, λυπεῖσθαι ἀνάγκη, καὶ τοὺς δοκοῦντας αἰτίους μέμφεσθαι, ποτὲ μὲν ἀνθρώπους, ποτὲ δὲ τοὺς τὰ ὅλα διοικοῦντας. Πάσχομεν δέ τι καὶ ἄλλο δεινόν. Συμπάσχοντες γὰρ τοῖς οὐκ ἐφ' ἡμῖν, ὅταν ἀφέληταί τις αὐτὰ, προσαπόλλυμεν καὶ τὰ ἐφ' ἡμῖν, ἅπερ ἐκεῖνος ἀφελέσθαι οὐ δύναται, τὸ ὀρθῶς ὀρέγεσθαι καὶ ἐκκλίνειν.

   Εἰπὼν δὲ ὅσα κακὰ ἕπεται τῇ παραλλαγῇ· ἐὰν δὲ καλῶς [φησὶ] τὰ οἰκεῖα καὶ τὰ ἀλλότρια διαθησώμεθα, καὶ μὴ τῶν ἀλλοτρίων, ἀλλὰ τῶν οἰκείων ἀγαθῶν καὶ ἐφ' ἡμῖν ὄντων ἀντεχώμεθα, τοῦτ' ἔστι τοῦ κατὰ φύσιν ὀρέγεσθαι καὶ ἐκκλίνειν· οὔτε ἀναγκάσει (ἄλλος δηλονότι) οὐδεὶς, οὔτε κωλύσει ποτὲ ἡμᾶς οὕτως ὀρέγεσθαι καὶ ἐκκλίνειν· εἴπερ ἐφ' ἡμῖν ἐστίν. Εἰ δὲ τοῦτο, οὔτε λυπησόμεθά ποτε· λυπεῖ γὰρ ἡμᾶς οὐκ ἄλλο τι, πλὴν δυοῖν τούτων, τοῦ τε μὴ τυγχάνειν ὧν βουλόμεθα, καὶ τοῦ περιπίπτειν ἐκείνοις ἃ ἐκκλίνειν σπουδάζομεν. Περὶ δὲ τὰ ἐφ' ἡμῖν ἐσπουδακότες, οὔτε ἀποτευξόμεθα τινὸς ὧν ὀρεγόμεθα, οὔτε περιπεσούμεθά τινι ὧν ἐκκλίνομεν. Ὥστε οὐδὲ φοβηθησόμεθά ποτε τινά· εἴπερ φοβούμεθα ἢ τοὺς βλάπτοντας ἡμᾶς, ἢ τοὺς τὰς ὠφελείας κωλύοντας. Οὐδεὶς δὲ ἰσχυρός ἐστιν οὕτως, ὡς τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις, ἐν αἷς τὸ ἀγαθὸν καὶ κακόν ἐστι τοῦ κατὰ λόγον ζῶντος, βιάσασθαι. Ὥστε οὐδὲ ἐχθρὸν ἕξομέν τινα. Ἐχθρὸς γὰρ ὁ βλάπτων νομίζεται· βλαβερὸς δὲ οὐδείς ἐστι τῷ βλαβῆναι μὴ δυναμένῳ ὑπ' ἄλλου. Οὐδὲ μέμφεται οὖν τινα ὁ τοιοῦτος, οὐδ' ἐγκαλέσει τινί· ἀλλ' οὐδὲ ἄκων ποτέ τι πράξει. Ἄλυπος οὖν καὶ ἄφοβος, καὶ ἐλεύθερος, καὶ εὐδαίμων ὄντως ὁ τοῦ τοιούτου βίος ἔσται, ἄνευ πάθους καὶ ἡδονῇ ζῶντος.

   Καὶ ὅρα, ὅπως οὐ μόνον ὠφελιμώτερον, ἀλλὰ καὶ ἡδύτερον ἀποδείκνυσι τὸν τοῦ σπουδαίου βίον· ὥσπερ ὁ Πλάτων [φησὶν,] ὅτι πᾶν ζῶον κατὰ φύσιν τοῦ ἡδέως ἀντέχεται, καὶ φεύγει τὰ λυπηρά. Τῶν ἡδέων δὲ τὰ μὲν τοῖς ἀγαθοῖς ἡμῶν καὶ ὠφελίμοις σύνεστι, τὰ δὲ τοῖς βλαβεροῖς. Κἀνταῦθα χρὴ νήφειν, ὅπως ἂν καὶ ἐκλεγοίμεθα τὰς ἐπωφελεῖς ἡδονὰς, καὶ πρὸς ταύτας συνεθιζοίμεθα. Ὅτι γὰρ ἡδυτέρα δοκεῖ ἡ σωφροσύνη τῷ σπουδαίῳ, ἤπερ ἡ ἀκολασία τῷ μοχθηρῷ, δηλοῖ τὸ, πολλοὺς μὲν τῶν μοχθηρῶν εἰς σώφρονας μεταβάλλειν· τοὺς δὲ σώφρονας μετὰ λόγου καὶ φρονήσεως, [18] μηδέποτε μεταπίπτειν εἰς ἀκολασίαν. Καίτοι εἰ μὴ ἡδὺς ἦν ἐκπρεπῶς τοῖς σώφροσιν ὁ τοιοῦτος βίος, οὐκ ἂν ἑκόντες αὐτὸν καὶ εὐαρεστοῦντες ἠσπάζοντο. Ὅτι οὖν καὶ ἡδύτερός ἐστιν ὁ τοῦ σπουδαίου βίος, δείκνυσιν ἐκ τοῦ ἀνεμποδίστου, καὶ ἀκωλύτου, καὶ ἑκουσίου τῆς διαγωγῆς τῶν ἐν τοῖς ἐφ' ἡμῖν μόνοις καὶ τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀποτιθεμένων.

   [IN CAP. I, 14 4.] Δείξας, ἐν τίσιν ἐστὶ τὸ ἀγαθὸν τὸ ἡμέτερον, ὅτι ἐν τοῖς ἐφ' ἡμῖν, καὶ ὁποῖος ἔσται ὁ βίος τοῖς ἐκεῖθεν αὐτὸ πορίζεσθαι βουλομένοις, καὶ μὴ ἀπὸ τῶν ἐκτὸς καὶ οὐκ ἐφ' ἡμῖν ὄντων, καὶ ὅτι πρὸς τὴν τῶν ἀγαθῶν τεῦξιν ἀνεμπόδιστος καὶ ἀκώλυτός ἐστι παντελῶς, καὶ ἀπὸ βλάβης ἄτρωτος, οὐδεμίαν ἐπίβασιν τοῖς βλαβεροῖς παρεχόμενος· καὶ οὐ μόνον ἐπωφελὴς, ἀλλὰ καὶ ἡδὺς, οὔτε κατὰ τὴν ὄρεξιν ἐμποδιζόμενος, οὔτε ὧν ἐκκλίνει περιπίπτων τινὶ, ἀλλ', ἁπλῶς εἰπεῖν, μακάριός τε καὶ εὐδαίμων διατελῶν· ἐφεξῆς προτρέπει τε καὶ συντείνει τὸν ἀκροατὴν, ἀξίαν ἐπιδείξασθαι προθυμίαν τῶν τοιούτων ἐπαγγελμάτων, μὴ μόνον οὐ πάρεργον ἄλλου τινὸς ἡγούμενον τὴν περὶ τὰ τοιαῦτα σπουδὴν, ἀλλὰ μηδ' ἄλλο τι πάρεργον πρὸς αὐτὴν ποιούμενον. Διὸ τῶν ἐκτὸς ὅσα μὲν ἀσύμφωνα πρὸς τὸν κατὰ φύσιν βίον τῆς λογικῆς ψυχῆς ἐστιν, ὥσπερ τρυφαὶ, καὶ ἡδοναὶ σωματικαὶ, καὶ ἀκάθαρτος πλοῦτος, καὶ δυναστεῖαι, καὶ τυραννίδες, ταῦτα παντελῶς ἀφιέναι παρακελεύεται· ὡς οὐ δυνατὸν ὂν, καὶ περὶ ταῦτα σπουδάζειν, καὶ κατὰ φύσιν ἔχοντα ἑαυτὸν φυλάττειν. Τὰ δὲ ἄλλα ὅσα τῶν ἐκτὸς δύναται ἐμφρόνως μεταχειριζόμενα μὴ ἐμποδίζειν τοῖς ψυχικοῖς ἀγαθοῖς, οἷον οἴκου κτῆσιν καὶ οἰκετίας, γάμον τε ἔννομον, καὶ εὐγενῆ παιδοποιίαν, καὶ ἀρχὴν δικαίαν, ἐνίοτε καὶ τῶν χρειωδῶν ἐπιμέλειαν, ταῦτα πάντα καὶ τὰ τοιαῦτα ὑπερθέσθαι πρὸς τὸ παρὸν παραινεῖ τοὺς παιδευομένους, εἰκότως· καὶ γὰρ ἀπερισπάστους αὐτοὺς εἶναι χρὴ πανταχόθι πρὸς τὴν τῆς ἀρετῆς ἄσκησιν, εἰ μέλλοιεν τελέως κατορθοῦν αὐτήν.

   Καὶ μέντοι δεῖ τὸν μέλλοντα ἐν τοῖς ἐκτὸς μὴ δημοτικῶς, ἀλλὰ κατ' ἄνδρα τὸν ἀγαθὸν ἀναστρέφεσθαι, καὶ φρόνησιν ἔχειν τῶν ἐπωφελῶν καὶ βλαπτικῶν διακριτικὴν, καὶ τὰς ἀλόγους ὀρέξεις ὑπεσταλμένας τῷ λόγῳ, καὶ μὴ κατεξανισταμένας αὐτοῦ, ἀλλ' ἐφ' οἷς ἐκεῖνος ὀρεκτοῖς κελεύει κινεῖσθαι, καὶ ὅτε, καὶ ἐφ' ὅσον, ἐπ' ἐκεῖνα κατὰ τὸ μέτρον τὸ ἀφοριζόμενον αὐτοῖς διεγείρεσθαι. Τὰ γὰρ ἁμαρτήματα γίνεται, ἢ τοῦ λόγου τὸ δέον μὴ διορίζοντος διὰ φρονήσεως ἔλλειψιν· ἢ τούτου μὲν, εἰ καὶ ἀτόνως, ὁρῶντος ὅμως τὸ δέον πραχθῆναι, τῶν δὲ ἀλόγων ὀρέξεων δι' ἀπαιδευσίαν κατεξανισταμένων τυραννικῶς τῆς χαλαρᾶς τοῦ λόγου κρίσεως· ὡς ὅταν ἡ τραγῳδία τὴν Μήδειαν ὑποκρινομένη λέγῃ·

   Καὶ μανθάνω μὲν, οἷα δρᾷν μέλλω κακά·

   θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.

Χρεία τοίνυν τῷ μέλλοντι ζῇν ἀναμαρτήτως ἐν τῇ περὶ τὰ ἐκτὸς χρήσει, καὶ τὴν φρόνησιν παρασκευάσαι, καὶ [19] τῶν ἀλόγων ὀρέξεων τὴν μετριότητα, καὶ τὸ πρὸς τὸν λόγον εὐπειθές· καὶ οὕτως, ὥσπερ ὅπλοις ἀῤῥαγέσι τούτοις πεφραγμένος, κατὰ καιρὸν ἅπτεσθαι τῶν τοιούτων. Διὸ καὶ τὰ συμφωνεῖν δυνάμενα τῶν ἐκτὸς πρὸς τὴν ἀρετὴν, ὑπερθέσθαι πρὸς τὸ παρὸν παραινεῖ τοῖς παιδευομένοις, ἕως ἂν τὴν χρηστικὴν ἀρετὴν αὐτῶν κτήσωνται, διὰ τῆς ἀπερισπάστου ἀσκήσεως. Οὔτε γὰρ εἰς πόλεμον ἀπιέναι χωρὶς ὅπλων καλὸν, οὔτε πραγμάτων χωρὶς φρονήσεως καὶ μετριοπαθείας ἐφάπτεσθαι.

   Αὐτὸς δὲ οὐκ ἀσύμφορον μόνον, ἀλλὰ καὶ ἀνήνυτον δείκνυσι τοῖς παιδευομένοις τὴν περὶ τὰ ἐκτὸς σπουδήν. Εὐαγωγίας μὲν γὰρ καὶ ὀρέξεων λελογισμένων καὶ ἐκκλίσεων, δι' ὧν μόνων ἐλευθερία καὶ εὐδαιμονία τοῖς ἀνθρώποις περιγίνονται, πάντως ἀποτυγχάνειν ἀνάγκη τοὺς καὶ τῶν μὴ ἐφ' ἡμῖν ὀρεγομένους, καὶ ἐκεῖνα ἐκκλίνοντας. Δουλεύειν γὰρ ἀνάγκη ταῖς ἀλόγοις ὀρέξεσιν, ὡς λυττῶσί τε καὶ ἀγρίοις δεσπόταις· δουλεύειν δὲ καὶ τῶν ἀνθρώπων τοῖς τε πορίζουσι τὰ τοιαῦτα ὀρεκτὰ, καὶ τοῖς κωλύειν δυναμένοις, ἵνα μὴ κωλύωσι, καὶ τοῖς ἐπάγουσι τὰ φευκτά. Ἔτι δὲ καὶ τῆς σχολῆς ἡμᾶς παραιρουμένη τῆς πρὸς τὴν περὶ τὰ οἰκεῖα ἐπιμέλειαν, ἡ περὶ τὰ ἐκτὸς σπουδὴ ἀποτυγχάνειν πάντως τῶν οἰκείων ἀγαθῶν ποιεῖ. Οἱ γὰρ ἀμφοτέρων ὀρεγόμενοι, καὶ περὶ ἄμφω σπουδάζοντες, οὔτε διακρίνουσι τὰ ἀγαθὰ καὶ τὰ μὴ τοιαῦτα, οὔτε τὴν προσήκουσαν σπουδὴν τοῖς οἰκείοις ἀγαθοῖς ἀπονέμουσιν· οὔτε, μὴ σπουδάζοντες ὡς δεῖ περὶ αὐτὰ, τυγχάνειν αὐτῶν δυνήσονται. Ὡς ἐπίπαν δὲ καὶ τῶν ἐκτὸς ἀποτυγχάνουσιν, ὡς μὴ μόνοις αὐτοῖς προσασχολούμενοι, ἀλλ' ἀμηγέπη καὶ τῶν οἰκείων ἀγαθῶν ὀρεγόμενοι, μηδὲ ἀνέδην πάντα ποιεῖν καὶ πάσχειν ὑπὲρ τῆς τεύξεως αὐτῶν αἱρούμενοι, ἀλλ' ἔστιν ὅτε καὶ ἀπὸ αἰδοῦς τινὸς ἀνθελκόμενοι. Καὶ ἔστιν ὁ τοιοῦτος βίος τοῦ μὲν μονοτρόπως εἰς τὰ ἐκτὸς ἀποκλίναντος, ἧττον μοχθηρός· ἐπίπονος δὲ καὶ ἀηδὴς ἐκείνου μᾶλλον, συγκλώθειν τὰ ἀσύγκλωστα σπουδάζων, καὶ ἐναντιώσεσι καὶ μεταμελείαις ἀεὶ συνεχόμενος, καὶ ἀποτυγχάνων ἑκατέρων, διὰ τὸ ἑκατέρων ἐφίεσθαι· λυπηρὸς δέ ἐστι, καὶ ἀναίρετος. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι συνεχῶς ἐν τοῖς ἑξῆς ὁ Ἐπίκτητος χρήσεται τῷ Μέμνησο, πρὸς τὴν λογικὴν ψυχὴν διαλεγόμενος, τὴν συνουσιωμένους [μὲν] ἔχουσαν ἀεὶ τοὺς τῶν ὄντων λόγους, καὶ σύμφυτον αὐτῇ τὴν τῶν ὄντων ἀλήθειαν· ἀτονοῦσαν δέ ποτε πρὸς τὴν εἰλικρινῆ θέαν, τῷ περισπασμῷ τῆς ἐν αὐτῇ γενεσιουργοῦ δυνάμεως, καὶ διὰ τοῦτο εἰς λήθην ὑποφερομένην, τὴν πάντων αὐτῇ τῶν κακῶν αἰτίαν, καὶ δεομένην τοῦ συνεχῶς ἀκούειν τοῦ Μέμνησο. Ὅταν δὲ λέγῃ, ὅτι τηλικούτων ἐφιέμενον οὐ δεῖ μετρίως κεκινημένον ἅπτεσθαι αὐτῶν, οὐ κυρίως ἐπὶ τοῦ ἐμμέτρου καὶ ἀσυμμέτρου τῷ Μετρίως, ἀλλὰ καταχρηστικῶς, ἐπὶ τοῦ ἐνδεοῦς, ἐχρήσατο. Ὁ γὰρ κίνδυνος τοῦ ἀποπεσεῖν τῶν οἰκείων ἀγαθῶν ἄναλκιν οὐ φῶτα λαμβάνει, κατὰ Πίνδαρον.

   [IN CAP. I, 14 5.] Εἰπὼν ὅτι χρὴ τὸν μέλλοντα τῶν οἰκείων ἀγαθῶν τυγχάνειν ἄνθρωπον καὶ τὴν οἰκείαν [20] εὐδαιμονίαν περιποιεῖσθαι, ἀπερίσπαστον ἀπὸ τῶν ἐκτὸς θεῖναι ἑαυτόν· ἐπειδὴ καὶ τοῖς ἑαυτῶν ἐπιμελομένοις ἐμπίπτουσι πολλάκις φαντασίαι, αἱ μὲν, ὀρεκτικαί τινος τῶν ἐκτὸς, αἱ δὲ ἐκκλιτικαὶ τῶν ἀναιρέτων· διδάσκει, πῶς δεῖ χρώμενον ταῖς τοιαύταις φαντασίαις ἀβλαβῆ μένειν ἀπ' αὐτῶν. Τραχείας δὲ τὰς τοιαύτας φαντασίας ἐκάλεσεν, ὡς ἀλόγους καὶ παροίστρους, καὶ τραχυνούσας ὄντως τὴν ζωὴν τῇ ἀσυμμετρίᾳ καὶ ἀνωμαλίᾳ τῶν κινήσεων. Ὅπερ δὲ ἐν τοῖς ἑξῆς σαφέστερον παραινεῖ, τὸ μὴ συναρπάζεσθαι εὐθὺς ὑπὸ τῆς ἐμπιπτούσης φαντασίας, ἢ ὀρεκτικῆς, ἢ ἐκκλιτικῆς, τοῦτο καὶ νῦν λέγει· ὅτι χρὴ πρὸς αὐτὴν κινηθεῖσαν εὐθὺς ἀνθίστασθαι, καὶ τέως τὴν σφοδρότητα αὐτῆς ἐκλύειν, διὰ τῆς ἐννοίας τοῦ φαντασίαν εἶναι. Αἱ δὲ φαντασίαι, ποτὲ μὲν ἀληθῶν εἰσιν ἀνατυπωτικαὶ καὶ ἀληθῶς ἐπωφελῶν ἢ ἡδέων· ποτὲ δὲ διακενῆς ὀνειροπολοῦσιν. Αὐτῷ τε οὖν τούτῳ τῷ διατεθῆναι εὐθὺς, ὅτι οὐ πάντως τοιοῦτόν ἐστι τὸ φανταστὸν, οἷον φαντάζεται, χαλᾶται τὸ σύντονον τῆς φαντασίας, ὥστε μὴ παρεμποδίζειν τὴν τοῦ λόγου κρίσιν· ἣν εὐθὺς μετὰ τὸ γαληνιασθῆναι τὴν φαντασίαν, καὶ τῆς τραχύτητος ἀπαλλαγῆναι, παραινεῖ προσάγειν εἰς ἀκριβῆ διάθεσιν τοῦ φαντασθέντος. Πολλοὶ δέ εἰσι τῶν τοιούτων κριτικοὶ κανόνες· οἱ μὲν, ἀπ' αὐτῆς τῆς φύσεως τῶν φανταστῶν λαμβανόμενοι· πότερον εἰς ψυχικὸν ἀγαθὸν, ἢ σωματικὸν, ἤ τι τῶν ἐκτὸς ἀναφέρονται· καὶ πότερον εἰς ὠφέλειάν τινα τείνουσιν, ἢ πρὸς ἡδονὴν μόνον· ἔτι δὲ καὶ, εἰ δυνατὰ ὅλως, ἢ ἀδύνατα. Ἔστι δέ τις κανὼν, καὶ ἀπὸ τῆς περὶ αὐτὰ κρίσεως καὶ σπουδῆς τῶν ἐμφρόνων τε καὶ ἀφρόνων ἀνθρώπων· καὶ ἔτι μᾶλλον, ἀπὸ τῆς θείας κρίσεως. Ὅπερ γὰρ ἀρεστὸν δοκεῖ θεῷ καὶ τοῖς ἔμφροσιν ἀνθρώποις, τοῦτο ἂν εἴη σπουδῆς ἄξιον τῷ σωθησομένῳ· τὰ δὲ ἀπαρεστὰ ἐκείνοις, φευκτέα. Οὐδεὶς γὰρ ἀνόητος οὕτως ἢ ἐμπαθής ἐστιν, ὡς οἰηθῆναι τὴν ἀκολασίαν ἢ τὴν ἀδικίαν ἀρέσκειν θεῷ. Πολλῶν οὖν ὄντων κανόνων κριτικῶν τῆς τῶν φανταζομένων ἡμῖν διαφορᾶς, εἷς ἐστιν ἀνθρώπων ὡς ἀνθρώπων ἴδιος, ᾧ κοινῶς ἐπὶ πάντων ἡμᾶς δεῖ χρῆσθαι· οὗτος ὁ ἀπὸ τῆς τῶν ἐφ' ἡμῖν καὶ οὐκ ἐφ' ἡμῖν διακρίσεως. Εἰ γὰρ τῶν μὴ ἐφ' ἡμῖν ἐστί τι τῶν φανταζομένων ἢ ὀρεκτῶν ἢ ἐκκλιτῶν, καλῶς ἔχει γινώσκειν τε καὶ ἐπιλέγειν εὐθὺς, ὅτι τοῦτο οὐδὲν πρὸς ἡμᾶς. Οὔτε γὰρ ἀγαθὸν, οὔτε κακὸν ἡμέτερον εἶναί τι δύναται, μὴ ἐφ' ἡμῖν ὂν, διὰ τὸ εἰδοποιὸν τῆς ἀνθρωπίνης οὐσίας αὐτεξούσιον. Ὅλως γὰρ ὑποστᾶσα τοιαύτη φύσις ἐν τοῖς οὖσι, καὶ τὸ ἀγαθὸν ἑαυτῆς καὶ τὸ κακὸν αὐθαίρετον ἔχειν ἔμελλεν.

   [IN CAP. II.] Καὶ τοῦτο συνεχὲς τῷ πρὸ αὐτοῦ ἐστιν, ἀπόδειξιν ἐπέχον τοῦ, τὰ φανταζόμενα ὀρεκτὰ, εἰ μὲν τῷ ἐφ' ἡμῖν καὶ οὐκ ἐφ' ἡμῖν κανονίζοιντο, ἐπιτυχεῖς καὶ μακαρίους ποιεῖν, εἰ δὲ μὴ, ἀτυχεῖς καὶ δυστυχεῖς, καὶ κακοδαίμονας. Καὶ διορίζει πρῶτον, τίνας μὲν ἐπιτυχεῖς καὶ εὐτυχεῖς καλοῦμεν, τίνας δὲ ἀτυχεῖς καὶ δυστυχεῖς· καὶ ὅτι τῆς μὲν ὀρέξεως τὸ ἐπάγγελμα καὶ τὸ τέλος ἐστὶ τὸ τυχεῖν οὗ ὀρέγεται, ἐκκλίσεως δὲ [21] τὸ μὴ περιπεσεῖν ἐκείνῳ ὃ ἂν φύγῃς. Καὶ ἔστιν εὐτυχὲς τοῦτο, τὸ μὴ περιπεσεῖν ὥσπερ ἀτυχὲς μὲν, τὸ μὴ τυχεῖν τοῦ ὀρεκτοῦ, ὅτι οὐκ ἔτυχε· δυστυχὲς δὲ, τὸ τῷ εὐτυχεῖ ἀντικείμενον, τὸ τῷ φευκτῷ περιπεσεῖν· ὅτι ἔτυχε μὲν, ἀλλὰ κακοῦ τινος ἔτυχε. Ταῦτα καλῶς διαστήσας, ἐπάγει τὰ ἑξῆς· ὅτι, ἂν μὲν μόνα ἐκκλίνῃς τὰ παρὰ φύσιν τῶν ἐπὶ σοὶ, οἷον ἀκολασίας, καὶ ἀδικίας, καὶ τὰ τοιαῦτα, ἐπειδὴ ἐπὶ σοί ἐστι τὸ ἐκκλῖναι, οὐδενὶ ὧν ἐκκλίνεις περιπεσῇ· ὥστε οὐδέποτε δυστυχήσεις. Νόσον δὲ, ἢ πενίαν, ἤ τι τῶν οὐκ ἐφ' ἡμῖν ἐὰν ἐκκλίνης, ἐπειδὴ μὴ ἔστιν ἐπὶ σοὶ τὸ ταύτας ἀποφεύγειν, ἀνάγκη δήποτε περιπεσεῖν, καὶ δυστυχῆ γενέσθαι. Ὁμοίως δὲ κἂν ὀρέγῃ τῶν οὐκ ἐπὶ σοὶ, ἀτυχεῖν πολλάκις ἀνάγκη, τοῦ ὀρεκτοῦ μὴ τυγχάνοντα. Εἰ δὲ ἐν τοῖς ἐφ' ἡμῖν ἡ ὄρεξις καὶ ἡ ἔκκλισις γίνεται, οὔτε ἀτυχεῖν οὔτε δυστυχεῖν ποτε συμβήσεται, ἀλλ' ἀεὶ εὐτυχεῖν καὶ ἐπιτυγχάνειν. Καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· Ὁ ἐν τοῖς οὐκ ἐφ' ἡμῖν τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν τιθεὶς, καὶ τῶν ὀρεκτῶν ἀποτυγχάνει πολλάκις, καὶ τοῖς ἐκκλινομένοις περιπίπτει, ὡς ἐπ' ἄλλοις οὔσης τῆς ἐξουσίας αὐτῶν· ὁ δὲ τοιοῦτος ἀτυχής τε καὶ δυστυχὴς ὡμολόγηται· ὥστε καὶ ἄθλιος, καὶ κακοδαίμων.

   Καὶ ὅρα, ὅπως Σωκρατικὸς ὁ λόγος καὶ συγκαταβατικὸς, καὶ ἀπ' αὐτῶν τῶν σπουδαζομένων ἡμῖν μετάγων ἐπὶ τὸ κάλλιον. Πάντες γὰρ καὶ οἱ σπουδαίως καὶ οἱ μοχθηρῶς ζῶντες, ἐν τούτῳ τίθενται τὴν εὐδαιμονίαν, ἐν τῷ τῶν μὲν ὀρεκτῶν αὐτοῖς καὶ ἐφετῶν τυγχάνειν, τοῖς δὲ ἀναιρέτοις καὶ φευκτοῖς μὴ περιπίπτειν. Διαφέρουσι δὲ, ὅτι οἱ μὲν σπουδαῖοι τῶν ὄντως καὶ εἰλικρινῶς ἀγαθῶν καὶ ὠφελίμων ὀρέγονται, καὶ ἐκκλίνουσι τὰ ὄντως βλαβερὰ καὶ κακά· τοῦ λόγου ὄντος ἐν αὐτοῖς τοῦ κρίνοντος, καὶ τῶν ἀλόγων ὀρέξεων συνειθισμένων αὐτοῖς ἕπεσθαι τῷ λόγῳ, καὶ ἡδέα νομίξειν τὰ τῷ λόγῳ δοκοῦντα τοιαῦτα. Οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων, τὸν μὲν λόγον ἀνεπιμέλητον ἔχοντες, τὰς δὲ ἀλόγους ὀρέξεις ὑπὸ συνεχοῦς κινήσεως γεγυμνασμένας, τῷ ἡδεῖ τὰ ὀρεκτὰ κρίνουσιν, ἀλλ' οὐχὶ τῷ ὠφελίμῳ· καὶ ἡδοναῖς περιπίπτουσι πολλάκις ταῖς τῷ λυπηρῷ παραπλησίως κεκραμέναις, διὰ τὸ μηδὲ ἡδονὰς εἶναι κυρίως αὐτὰς, ἀλλ' οἷον σκιάς τινας ἡδονῶν καὶ παραχρώσεις. Πάντες δὲ ὅμως, ὅπερ εἶπον, ἐν τούτῳ τίθενται τὴν εὐτυχίαν τε καὶ ἐπιτυχίαν, ἐν τῷ τῶν ὀρεκτῶν τυγχάνειν, μὴ πειρᾶσθαι δὲ τῶν φευκτῶν. Ὑποδείκνυσιν οὖν ὁ λόγος οὗτος καὶ τοῖς μοχθηροῖς, ὡς, εἰ βούλοιντο μήτε ὀρεγόμενοι ἀποτυγχάνειν, μήτε ἐκκλίνοντες περιπίπτειν, ἐν τοῖς ἐφ' ἡμῖν τὰ ὠφελοῦντα, ὀρεκτὰ, καὶ τὰ βλάπτοντα, φευκτὰ τίθεσθαι. Τῶν μὲν γὰρ οὐκ ἐφ' ἡμῖν ὀρεγομένους, καὶ ἐκκλίνοντας ἐκεῖνα, καὶ ἀτυχεῖν ἀνάγκη αὐτοὺς καὶ δυστυχεῖν· ὅπερ φευκτὸν καὶ ἐκείνοις ἐστίν.

   "Ἆρον οὖν τὴν ἔκκλισιν ἀπὸ πάντων τῶν οὐκ ἐφ' ἡμῖν, καὶ μετάθες ἐπὶ τὰ παρὰ φύσιν τῶν ἐφ' ἡμῖν. Νόσον μὲν γὰρ ἢ πενίαν ἂν ἐκκλίνῃς·" ἐπειδὴ οὐκ ἔστιν [22] ἐφ' ἡμῖν τελέως τὸ ταῦτα ἐκφεύγειν· (κἂν γὰρ ἔχωμέν τινα δύναμιν συντελοῦσάν ποτε πρὸς τὴν ἀποφυγὴν, ἀλλ' οὔτε ἀεὶ οὔτε τὸ ὅλον ἰσχύει·) διὸ δυστυχεῖν ἀνάγκη, περιπίπτοντας ἐκείνοις ἃ ἐκκλίνομεν. Ἐὰν δὲ πεισθέντες αὐτῷ, τὴν ἔκκλισιν μεταθῶμεν εἰς τὰ παρὰ φύσιν τῶν ἐφ' ἡμῖν, ὡς ἐκκλίνειν τὰς ψευδεῖς περὶ τῶν ὄντων ὑπολήψεις, καὶ τὰ πρὸς τὴν κατὰ φύσιν διαγωγὴν τὴν τῷ λόγῳ πρέπουσαν ἐμποδίζοντα· ἐφ' ἡμῖν ὄντος τοῦ ἐκφυγεῖν τὰ τοιαῦτα, διότι ἐκκλίσεως μόνης δεόμεθα τῆς ἐφ' ἡμῖν οὔσης, οὐ περιπεσούμεθά ποτε οἷς ἐκκλίνομεν.

   Ἀλλὰ ταῦτα μὲν δῆλα. Πῶς δὲ πᾶσαν ὄρεξιν ἀνελεῖν παντελῶς ἐπὶ τοῦ παρόντος παρακελεύεται; Τὸ μὲν γὰρ τὴν τῶν οὐκ ἐφ' ἡμῖν ὄρεξιν ἀνελεῖν, πρόδηλον ἔχει τὴν ὠφέλειαν· ὅτι μὴ τυγχάνοντες μὲν, ἀτυχεῖς ἐσόμεθα, καὶ ἀηδῶς ζήσομεν· κἂν τύχωμεν δέ ποτε, οὔτε ὠφελίμου ἡμῖν οὔτε οἰκείου τυγχάνομεν ἀγαθοῦ. Ἀλλὰ καὶ τοὐναντίον, τῶν ἐφ' ἡμῖν ἀγαθῶν τὴν ὄρεξιν διὰ τίνα αἰτίαν ἀποκωλύει; ὅτι, φησὶ, τούτων, ὧν ὀρέγεσθαι καλὸν, οὐδὲν οὔπω σοι πάρεστι. Καίτοι εἰ παρῆν, οὐκ ἔτι τάχα τοῦ ὀρεχθῆναι καιρὸς ἦν. Καὶ γὰρ ἔκτασις τοῦ ὀρεγομένου ἡ ὄρεξις ἐπὶ τὸ ὀρεκτὸν, ὡς οὐ παρόντος. Τίς δ' ἂν καὶ τύχῃ τοῦ ἀγαθοῦ χωρὶς ὀρέξεως αὐτοῦ; Ὅλως δὲ, εἰ τὸ ἀγαθὸν ἡμῶν οὐκ ἐν ταῖς πράξεσιν, ἀλλ' ἐν ταῖς κατὰ φύσιν ὀρέξεσι καὶ ἐκκλίσεσι· πῶς τὴν ὄρεξιν παντελῶς ἀνελεῖν ἐν τῷ παρόντι διακελεύεται; πῶς δὲ δυνατὸν χωρὶς ὀρέξεως διατελεῖν ἄνθρωπον; Δοκεῖ δὲ καὶ ἐναντίον εἶναι τοῦτο τῷ πρὸ ὀλίγου ῥηθέντι, ὅτε ἔλεγε. "Τηλικούτων οὖν ἐφιέμενος, μέμνησο ὅτι οὐ δεῖ μετρίως κεκινημένον ἅπτεσθαι αὐτῶν." Οὐ γὰρ σωματικὴν κίνησιν ἐνεδείκνυτο, ἀλλὰ τὴν κατὰ προθυμίαν καὶ ὄρεξιν. Πῶς δὲ καὶ ἔστιν ὁρμᾷν ἄνευ ὀρέξεως; ὀρεχθῆναι γὰρ ἀνάγκη πρότερον, καὶ οὕτως ὁρμῆσαι. Μήποτε οὖν πρὸς τοὺς ἀρχομένους παιδεύεσθαι ὁ λόγος ἐστὶν, οἷς οὐκ ἀσφαλὲς ὀρέγεσθαι ὅλως πρὸ τοῦ μαθεῖν τίνων ὀρέγεσθαι χρή· ὁρμᾷν δὲ χρὴ καὶ ἀφορμᾷν, κατὰ τὴν ὁρμὴν τὴν τῆς ὀρέξεως καὶ τῆς ἐκκλίσεως προηγουμένην; μήποτε δὲ πρὸς τοὺς ἔτι παιδευομένους διαλεγόμενος, οὐ πᾶσαν ἁπλῶς τὴν ὄρεξιν τῶν ἐφ' ἡμῖν ἀγαθῶν ἀνελεῖν παρακελεύεται, ὡς δοκεῖ λέγειν, ἀλλὰ τὸ σφοδρὸν παραιτεῖται τῆς ὀρέξεως; [οὐ μόνον δὲ τῆς ὀρέξεως,] ἀλλὰ καὶ τῆς ἐκκλίσεως, ἣν ἐφιέναι δοκεῖ; καὶ γὰρ ὁρμᾷν καὶ ἀφορμᾷν κούφως καὶ ἀνειμένως παρακελεύεται. Δῆλον δὲ, ὅτι ὁρμῶμεν μὲν ὀρεχθέντες, ἀφορμῶμεν δὲ ἐκκλίνοντες. Προηγεῖται γὰρ τῆς μὲν ὁρμῆς ἡ ὄρεξις, τῆς δὲ ἀφορμῆς ἡ ἔκκλισις. Καὶ ὅταν οὖν πρότερον ἔλεγε, "Τηλικούτων οὖν ἐφιέμενος, μέμνησο ὅτι οὐ δεῖ μετρίως κεκινημένον ἅπτεσθαι αὐτῶν," οὐ σφοδρὰν ὄρεξιν παρήγγειλεν, ἀλλ' ἅπερ ἐφεξῆς αὐτὸς ἐπάγει, "τὰ μὲν ἀφεῖναι παντελῶς, τὰ δὲ ὑπερθέσθαι πρὸς τὸ παρόν."

   Τὸ δὲ σφοδρὸν τῆς ὁρμῆς, καὶ τῆς ὀρέξεως, καὶ τῆς ἀφορμῆς, καὶ τῆς ἐκκλίσεως, ἐπὶ τῶν παιδευομένων εἰκότως παραιτεῖται, διὰ τὸ μὴ ὑπερπηδᾷν, καὶ ὑπερβάθμιον [23] πόδα τείνειν ὑπὸ προθυμίας περιττοτέρας. Τοῦτο γὰρ καὶ τῆς ψυχῆς ἐπὶ τῶν πλείστων ἐκλύει τὸν τόνον, καὶ τὰ σώματα προσδιαφθείρει. Καὶ πολλοὶ τοῦτο πεπόνθασιν ἤδη, τῶν ἀκαίρῳ καὶ ἀμέτρῳ χρησαμένων προθυμίᾳ πρὸς ἄσκησιν. Ὀλίγαι γάρ εἰσι φύσεις, καὶ σωμάτων καὶ ψυχῶν, αἱ ἀθρόως μεταβαίνειν δυνάμεναι ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ εἰλικρινῆ ἀγαθά· ὅπερ Διογένει, καὶ Κράτητι, καὶ Ζήνωνι, καὶ τοῖς τοιούτοις ὑπῆρξεν· οἱ δὲ πολλοὶ, καὶ πίπτειν κατ' ὀλίγον, καὶ ἐγείρεσθαι κατ' ὀλίγον πεφύκαμεν, κατὰ ψυχὴν, ὥσπερ καὶ κατὰ σῶμα. Ἡ γὰρ διὰ τῶν μέσων ὁδὸς βεβαιοτέρα καὶ ἀσφαλεστέρα ἐστὶ, τὴν τῆς ψυχῆς δύναμιν καὶ προθυμίαν συνέχουσα καὶ διακρατοῦσα, καὶ κατ' ὀλίγον προσαύξουσα. Διόπερ ὁρμᾷν καὶ ἀφορμᾷν κούφως καὶ ἀνειμένως, καὶ μεθ' ὑπεξαιρέσεως παρακελεύεται· τοῦτ' ἔστι, μετὰ τοῦ ἐνδιδόναι τι ὀλίγον, καὶ μὴ εἰς ἄκρον ἀποτείνειν τὴν ὁρμὴν καὶ τὴν ὄρεξιν, ἢ τὴν ἔκκλισίν τε καὶ ἀφορμήν. Ὁ γὰρ ἐξ ἀναγώγου βίου πρὸς ἐγκράτειαν συνεθιζόμενος, οὐκ εὐθὺς ὤφειλεν ἐπιπηδᾷν τῇ ἄκρᾳ λιτότητι καὶ νηστείᾳ, ἀλλὰ κατ' ὀλίγον ὑπεξαίρειν ἑαυτὸν ἀπὸ τῶν προτέρων· καὶ, ὅπερ ὁ τῶν χρυσῶν ἐπῶν ποιητὴς εἶπεν, Εἴκοντα χρὴ φεύγειν ἀπὸ τῶν τοιούτων. Καὶ ἐπὶ τῶν γνώσεων δὲ, τοὺς ἀρχομένους παιδεύεσθαι οὐ χρὴ δόγματα εὐθὺς τὰ φαντάσματα ποιεῖσθαι, ἵνα, κἂν δέῃ μεταθέσθαι, εὐηνίως μετατιθῶνται.

   Ἀλλ' εἰ πρὸς ἄμφω κούφως καὶ ἀνειμένως ἔχειν συμφέρει τοὺς παιδευομένους, διὰ τί τὴν μὲν ἔκκλισιν μεταθεῖναι παραινεῖ ἐπὶ τὰ παρὰ φύσιν τῶν ἐφ' ἡμῖν, τὴν δὲ ὄρεξιν πρὸς τὸ παρὸν παντελῶς ἀναιρεῖν; ἢ ὅτι τοὺς ἀρχομένους ἀπὸ μοχθηροτέρας ἀγωγῆς ἐπὶ καλλίονα μεταβαίνειν, χρὴ πρῶτον ἐξεμεῖν τὸν τῆς κακοζωΐας ἰὸν, καὶ τότε τοῖς τῆς εὐζωΐας ἀγαθοῖς τρέφεσθαι; ὃ γὰρ ἐπὶ σωμάτων εἶπεν ὁ θαυμαστὸς Ἱπποκράτης, ὅτι τὰ μὴ καθαρὰ τῶν σωμάτων ὅσῳ ἂν θρέψῃς, μᾶλλον βλάψῃς· τοῦτο πρότερον ἐπὶ ψυχῶν ἐστὶν ἀληθές. Ἡ γὰρ προϋπάρχουσα μοχθηρία τὰ προσιόντα χρηστὰ διαφθείρει· ποτὲ μὲν ἀηδῆ νομίζουσα, ποτὲ δὲ βλαβερά· ποτὲ δὲ καὶ ὡς ἀχρήστων ἢ ὡς ἀδυνάτων καταγινώσκουσα, ἅμα μὲν συντονωτέρα γίνεται, καὶ μετὰ πεῖραν, ὡς δοκεῖ, τῶν καλλιόνων καταφρονοῦσα· ἅμα δὲ ἀνιάτως ἴσχει, μηδὲ εἰς ὕστερον, ὅ τι δυνατὸν ἦν ἐνίοτε παθεῖν ὑπὸ τῶν καλλιόνων λόγων καὶ ἔργων, προσιεμένη αὐτό· ὡς εἴ τις ἐν ἰκτερικῷ πάθει τὸ μέλι πικρὸν νομίσας, μηδὲ γεύσασθαι λοιπὸν ἀνέχοιτο μέλιτος. Ὥστε ἡ τάξις ἀπαιτεῖ τὰ παρὰ φύσιν πρῶτον ἐκκλίνειν, καὶ οὕτω τῶν κατὰ φύσιν ὀρέγεσθαι. Διὸ καλῶς ἐπὶ τοῦ παρόντος ἀνελεῖν τὴν ὄρεξιν τῷ τοιούτῳ παρακελεύεται, ἕως ἂν διὰ τῆς τῶν παρὰ φύσιν ἐκκλίσεως καθαρθεὶς ἐπιτήδειος, γένηται πρὸς τὴν τῆς εὐαγωγίας καταδοχήν. Ὁ μέντοι λόγος οὗτος καὶ τοὺς ἀρχομένους παιδεύεσθαι πρὸς τὸ ἄλυπον καὶ ἄφοβον καὶ ἐλεύθερον παρασκευάζει, ἵνα καὶ ἡδέως διάγωσι τὸν βίον, οὗπερ μάλιστα πᾶν ἀντέχεται ζῶον. Καὶ ὀρέγεσθαι μὲν καλόν ἐστιν ἀπαθείας, καὶ τῆς κατὰ φύσιν πρεπούσης τῷ [24] λόγῳ διαγωγῆς· τοῖς δὲ ἀρχομένοις ἀγαπητὸν μετριοπαθεῖν, καὶ πίπτειν ἔστιν ὅτε, καὶ πάλιν ἐγείρεσθαι. Τοῖς οὖν τοιούτοις οὐκ ἐφικτὰ τέως ἐκεῖνά ἐστιν, ὧν ὀρέγεσθαι καλόν. Τοῦτο γάρ ἐστι τὸ, Οὔπω σοι πάρεστιν. Ὀρεγομένους οὖν τῶν τέως μὴ ἐφικτῶν, καὶ λυπεῖσθαι, καὶ ἀτυχεῖν ἀνάγκη, καὶ ἀτονεῖν καὶ ἀπαγορεύειν ἐνίοτε. Πάντη δὲ πάντως οἱ τῶν μειζόνων ἀσυμμέτρως ὀρεγόμενοι, τῶν συμμέτρων καταφρονοῦσι, καὶ περιπτύουσιν αὐτὰ, πρὸς τὰ μείζονα παραβάλλοντες· καίτοι ἀδύνατον, πρὸ τῶν μικρῶν, φασὶ, τῶν μεγάλων μεταλαχεῖν, καὶ πρὸ τῶν συμμέτρων ἡμῖν ἐντὸς τῶν μειζόνων γενέσθαι.

   [IN CAP. III.] Διελὼν τὰ ἐφ' ἡμῖν καὶ οὐκ ἐφ' ἡμῖν, καὶ εἰπὼν ὅτι τὰ μὲν, ἴδια χρὴ νομίζειν, τὰ δὲ, ἀλλότρια, καὶ ὅπως δεῖ τοῖς ἐφ' ἡμῖν προσφέρεσθαί τινα, καὶ ἐκκλίνειν μὲν τὰ παρὰ φύσιν, τὴν δὲ ὄρεξιν πρὸς τὸ παρὸν ἐπέχειν, δι' ἃς εἶπον ἴσως αἰτίας· ἐπειδὴ καὶ τοῖς οὐκ ἐφ' ἡμῖν ἀνάγκη χρῆσθαι πολλάκις, διδάσκει, ἵνα, κἂν μή ἐστιν ἐφ' ἡμῖν, ἀταράχως ὅμως καὶ ἀλύπως ἐν τούτοις ἀναστρεφώμεθα. Διαιρεῖ δὲ τὸ οὐκ ἐφ' ἡμῖν τριχῆ· εἴς τε τὰ ἡδονὴν παρεχόμενα ψιλὴν χωρὶς ὠφελείας· τοιαῦτα γὰρ τὰ ψυχαγωγοῦντα ἐστί· καὶ εἰς τὰ χρειώδη καὶ ὠφέλιμα· καὶ εἰς τὰ δι' οἰκειότητα στεργόμενα, κἂν μὴ χρείαν ἢ ὠφέλειαν παρέχηται. Ταῦτα γὰρ τὰ τρία, ἡδονὴ, καὶ χρεία, καὶ φύσεως ἀναγκαία στοργὴ, προσηλοῖ τὴν ψυχὴν τῇ θνητῇ δυσχερείᾳ. Ψυχαγωγοῦνται δὲ ἄλλοι ἄλλοις· οἱ μὲν, τραγῳδίαις καὶ κωμῳδίαις· οἱ δὲ, ἀγῶσιν ἀθλητικοῖς ἢ ἱππικοῖς, ἢ τοῖς τοιούτοις· οἱ δὲ ὀρχησταῖς, καὶ θαυματοποιοῖς, καὶ μίμοις, καὶ γελοίοις. Καὶ οἱ μὲν, θεάμασι τερπνοῖς· ἢ φυσικοῖς, ὡς οἱ τῶν ταώνων ἢ ὀρνέων τὰ κάλλη τεθηπότες, ἢ λειμῶνας καὶ ἄλση, καὶ τὰ τοιαῦτα· ἢ τεχνικοῖς, ὡς οἱ περὶ γραφὰς, καὶ ἀνδριάντας, καὶ οἰκοδομὰς, καὶ τῶν ἄλλων τεχνῶν τὰ κάλλη ἐσπουδακότες· οἱ δὲ, τοῖς ἐν ἀκοῇ καλοῖς ἐκδεδομένοι, ὡς οἱ τὰς καλὰς φωνὰς καὶ τῶν μουσικῶν ὀργάνων τοὺς ἤχους ἀσπαζόμενοι, καὶ ἔτι μᾶλλον οἱ ταῖς ἱστορίαις καὶ τοῖς μυθικοῖς διηγήμασιν ὡς ἡδέσι χαίροντες· ψυχαγωγεῖ γὰρ καὶ ταῦτα ἡμᾶς· διὸ καὶ ἐκ παίδων φιλόμυθοι τυγχάνομεν ἅπαντες. Καὶ τὰ χρειώδη δὲ, διάφορα ἐστί· τὰ μὲν, εἰς ψυχικὴν ὠφέλειαν τείνοντα, ὡς διδάσκαλος, καὶ ἀγαθοὶ ἑταῖροι, καὶ βιβλία παιδευτικὰ, καὶ τὰ τοιαῦτα· τὰ δὲ, εἰς σῶμα, ὡς τροφαὶ, καὶ ἀμπεχόναι, καὶ γυμνάσια· τὰ δὲ, εἰς τὰ ἐκτὸς, οἷον δυναστεῖαι, καὶ κτήματα, καὶ χρήματα, καὶ τὰ τοιαῦτα. Στέργεται δὲ δι' οἰκειότητα, κἂν τύχῃ μηδεμίαν χρείαν παρεχόμενα, τέκνα, γαμεταὶ, συγγενεῖς, φίλοι, πολῖται. Ἐπὶ πάντων οὖν φησὶ τῶν τοιούτων· Ἀναμιμνήσκου καὶ προχειρίζου τὴν φύσιν αὐτῶν, ὁποία τις ἐστὶν, ὅτι φθαρτὴ, ὅτι εὐαφαίρετος, ὅτι οὐκ ἐφ' ἡμῖν. Ἡ γὰρ συνεχὴς τῆς τούτων φύσεως ἀνάμνησις, μελέτη τῆς ἀφαιρέσεως αὐτῶν ἐστιν· ἡ δὲ μελέτη, συνήθειάν τινα ποιοῦσα, οὐ συγχωρεῖ προσπιπτόντων αὐτῶν λυπεῖσθαι· ὥσπερ καὶ ἐν τοῖς ἄλλοις τὰ συνήθη φορητά ἐστι καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, κἂν πάνυ δυσχερῆ τυγχάνῃ.

   Καλῶς δὲ κἀνταῦθα καὶ ἐν τοῖς ἑξῆς παραινεῖ ἀπὸ [25]τῶν μικρῶν ἄρχεσθαι· καὶ οὐ τῶν μικρῶν ἁπλῶς, ἀλλὰ καὶ τῶν μικροτάτων, ἵνα μὴ, κατὰ τὴν παροιμίαν, ἐν πίθῳ τὴν κεραμείαν μελετῶμεν. Ὁ μὲν γὰρ ἀπὸ τῶν μειζόνων ἀρχόμενος, ἡττᾶται ῥᾳδίως καὶ ἀτυχεῖ· καὶ ἀτονῶν, ἀσθενέστερος γίνεται, καὶ ἀπογινώσκει· ὁ δὲ τοῖς μικροτάτοις εὐθὺς ἐπιχειρῶν, ἅμα ἰσχυρότερος πάντως ἐφ' ὁσονοῦν γίνεται, καὶ θαῤῥαλεώτερος, καὶ καλλίων οὗ πρότερον ἦν· ὥστε τῶν μὲν ἴσων ῥᾳδίως κρατεῖν, ἀσφαλέστερον δὲ ἤδη πρὸς τοῖς ὀλίγῳ μείζοσιν ἐπιτίθεσθαι. Ὁ γὰρ τετράκις τῆς ἡμέρας ἐσθίων, ἐὰν εὐθὺς νηστεύειν ὅλην τὴν ἡμέραν ἐπιχειρήσῃ, καὶ τὸ σῶμα τῇ ἀθρόᾳ μεταβολῇ ταράσσει, καὶ αὐτὸς ἐπιπόνως καὶ ἀηδῶς διάγει. Διὸ καὶ ἐπισφαλὴς καὶ ἀβέβαιος ἡ τοιαύτη προκοπὴ γίνεται. Εἰ δὲ ἀντὶ τοῦ τετράκις μεταλάβῃ τέως τρίτον ἐσθίειν, καὶ τοῦτο συνεθισθῇ, ῥᾳδίως ἐπὶ τὸ δὶς, καὶ ἔτι εὐκολώτερον ἐπὶ τὸ ἅπαξ μεταβαίνει ἐσθίειν, καὶ ἀσφαλέστερον, καὶ βεβαιότερον. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἐν χρείᾳ στεργομένων, ἐὰν ἐπὶ τῶν μικρῶν καὶ μὴ πάνυ σπουδαζομένων συνεθισθῇ τις πρόχειρον αὐτῶν ποιεῖσθαι τὴν φύσιν, καὶ τὸ εὐαφαίρετον αὐτῶν οὐκ ἀνέλπιστον· (οἷον ἐπὶ τῆς χύτρας διὰ τὴν χρείαν ἀγαπωμένης, ὅτι θραυστή ἐστι· τί δ' ἂν εἴη χύτρας εὐτελέστερον;) κατ' ὀλίγον μεταβαίνων, καὶ ἰσχυροποιούμενος, ἰσχύσει καὶ τέκνον αὐτοῦ καταφιλῶν, οὐ λόγῳ μόνον εἰπεῖν, οὐδὲ φαντασίᾳ τυπωθῆναι ψιλῇ, ἀλλ' ὅλῃ ζωῇ διατεθῆναι, ὅτι ἄνθρωπον καταφιλεῖ, φθαρτόν τι πρᾶγμα, καὶ εὐαφαίρετον· διατεθεὶς δὲ οὕτω καὶ συνεθισθεὶς, οὐ ταραχθήσεται ἀφαιρουμένου.

   Καὶ ὅρα, ὅπως ἡ ἔμφρων καὶ τεχνικὴ τῶν πραγμάτων μεταχείρισις καὶ τοῖς μὴ ἐφ' ἡμῖν, διὰ τῶν ἐφ' ἡμῖν, ὡς ἐφ' ἡμῖν οὖσι κέχρηται. Τὸ μὲν γὰρ μὴ ἀποθανεῖν τὸ τέκνον, οὐκ ἐφ' ἡμῖν ἐστι· τὸ δὲ, πρόχειρον ἔχοντας τὴν φύσιν αὐτοῦ, καὶ διὰ τοῦτο καὶ τὸ ἀποθανεῖν ἐλπίζοντας ἐπίσης τῷ ζῇν, μὴ ταραχθῆναι ἀποθανόντος, ἀλλ' οὕτως ἔχειν ὡς εἰ καὶ μὴ ἀπέθανε, ἐφ' ἡμῖν ὂν, καὶ τὸ μὴ ἀποθανεῖν, οὐκ ὂν ἐφ' ἡμῖν, καὶ τοῦτο ἐφ' ἡμῖν εἶναι ποιεῖ· εἴπερ ἔξεστι τῷ τοιούτῳ λέγειν, ὅτι, Ἐμοὶ τὸ τέκνον οὐκ ἀπέθανεν· ἢ, τό γε ἀληθέστερον, ὅτι, Κἂν ἀπέθανεν, ἐγὼ ἐμαυτὸν ὡς μὴ ἀποθανόντος διαφυλάττω ἀτάραχον. Καλῶς δὲ τὰ παραδείγματα τῶν ἐν χρείᾳ καὶ τῶν στεργομένων παρέθετο μόνον, ὡς ἐνδεικνύμενος, ὅτι τοῖς προκόπτειν ὅλως ἀρξαμένοις εὐκαταφρόνητα ὤφειλεν εἶναι τὰ διὰ ψυχαγωγίαν μόνην ὑπό τινων σπουδαζόμενα.

   [IN CAP. IV.] Εἰπὼν ὅπως ἔχειν δεῖ πρὸς τὰ σπουδαζόμενα παρ' ἡμῶν ἐν τοῖς ἐκτὸς, δηλονότι τὰ ψυχαγωγοῦντα, καὶ τὰ χρειώδη, καὶ τὰ στεργόμενα ὑφ' ἡμῶν· ἐφεξῆς ἐπάγει, πῶς χρὴ πρὸς τὰς καθ' ἡμᾶς πράξεις παρασκευάζεσθαι, ἐν αἷς πολὺ τὸ οὐκ ἐφ' ἡμῖν· ὅτι καὶ τούτων τὴν φύσιν δεῖ προλογίζεσθαι, ὁποῖά τινα ἔχει τὰ ἐπισυμβαίνοντα, καὶ μὴ ἀπελπίζειν, ὅτι καὶ ἐκεῖνα ἐπὶ σοῦ συμβαίνει· ἵνα, εἰ δύσκολα εἴη τὰ εἰωθότα ἐπισυμβαίνειν, εἰ μὲν μὴ ἀναγκαῖον τὸ ἔργον, μηδὲ [26] προσήσῃ αὐτὸ τὴν ἀρχήν. Ὁ γοῦν Ῥωμαῖος Κάτων, ὁ μέγας, ἓν τῶν ἑαυτοῦ παροραμάτων ἐν τῷ βίῳ ἔλεγε, τὸ ἑλέσθαι πλεῦσαι κατὰ τὴν ἀποδημίαν ἐκείνην, ἣν ἠδύνατο καὶ δι' ὁδοιπορίας ποιήσασθαι. Εἰ γὰρ προσήσῃ, κἂν μὴ συμβῇ τι δυσχερὲς, φύσιν δὲ ἔχῃ πολλάκις ἐπισυμβαίνειν, ἁμάρτημά ἐστι καὶ χωρὶς ἀνάγκης ἑλέσθαι αὐτό· καὶ τὸ, δυνάμενον ἀσφαλέστερον αὐτὸ μεταχειρίσασθαι, τὴν ἐπισφαλεστέραν ὁδὸν αἱρεῖσθαι διὰ τὸ πολλοὺς καὶ ἐν αὐτῇ διασώζεσθαι. Εἰ μέντοι ἀνάγκη πάλιν ἅψασθαι τοῦ ἔργου, ἢ πλεῦσαι εἰς νῆσον πάντως δεόμενον, ἢ ἀπὸ νήσου, καὶ πατρὶ ἢ φίλῳ κινδυνεύοντι παραστῆναι, καὶ πολεμῆσαι πάντως ὑπὲρ πατρίδος· τότε μὴ φεύγειν μὲν τὸ ἔργον, προμελετῶντα δὲ τὴν φύσιν αὐτοῦ καὶ τὰ ἐπισυμβαίνειν εἰωθότα, οὕτως ἅπτεσθαι αὐτοῦ· ἵνα διὰ τῆς μελέτης συνεθιζόμενοι πρὸς αὐτὰ, μὴ ταραττώμεθα συμβαινόντων αὐτῶν. Ὁ γὰρ οὕτω παρασκευαζόμενος, καὶ μὴ συμβαινόντων εὐφραίνεται, ὡς ἤδη σχεδὸν διὰ τῆς μελέτης συμβεβηκότα ἀποφυγών· κἂν συμβῇ ποτε, τῷ ἐλπίζειν, ἀταράχως αὐτὰ καὶ ἀκινδύνως ἐκδέχεται.

   Ἀλλ' ἐρεῖ τις, πρῶτον μὲν, ἀτόλμους καὶ ἀπράκτους γενέσθαι τοὺς τὰς ἀποτυχίας ἀεὶ τῶν ἔργων ἐννοοῦντας· ἔπειτα, ἀνιαρὰν εἶναι τὴν τῶν λυπούντων ὡς πάντως γινομένων φαντασίαν, καὶ ἀνιαρότερον ἔτι τὸ καὶ χρόνον ἐνίοτε πολὺν αὐτῇ συνεῖναι, τοῦ ἔργου παρατείνοντος. Διὸ καὶ κάλλιον ἂν οὗτος φαίη τὸν Δημοσθένην συμβουλεύειν, ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα· φέρειν δὲ, ἃ ἂν ὁ θεὸς διδῷ, γενναίως. Ἀλλ' εἰ μὲν ὁ Δημοσθένης, ὦ βέλτιστε, ἀγαθὴν ἐλπίδα λέγει, τὴν ἐπὶ τῇ τῶν ἀγαθῶν ἐγχειρήσει, ὁποῖον ἂν τὸ τέλος ἀποβῇ· καὶ αὐτὸς ταὐτὰ τῷ Ἐπικτήτῳ λέγει, πλὴν τοῦ προσθεῖναι τὴν μέθοδον, πῶς δεῖ γενναίως φέρειν ἅπερ ἂν ὁ θεὸς διδῷ, κἂν τυγχάνῃ δυσχερέστερα. Ὁ μέντοι Ἐπίκτητος τὴν εὐφορίαν πορίζεσθαι συμβουλεύει, διὰ τὸ προδιεσκέφθαι τὴν φύσιν τοῦ ἔργου, καὶ ὅτι πρέπον ἡμῖν ἐστιν, καὶ ὅτι ἔχει τινὰ ἑπόμενα δυσχερῆ ἐνίοτε, ἅπερ εὔφορα γίνεται ἑκατέρωθεν· καὶ διὰ τὸ ὠφέλιμον καὶ καθῆκον τοῦ ἔργου, ᾧ ἐνίοτε συνέστη τὰ δυσχερῆ· καὶ διὰ τὸ προμεμελετῆσθαι, καὶ μὴ ἀνελπίστως προσπίπτειν αὐτά. Εἰ μέντοι ἀγαθὴν ἐλπίδα παραινεῖ προβάλλεσθαι ὁ Δημοσθένης τὴν ἐπὶ σωτηρίᾳ πάντως καὶ ἀποφυγῇ τοῦ κλιμακτῆρος, δύσκολον, οἶμαι, μᾶλλον δὲ ἀδύνατόν ἐστι, τὸν σωτηρίας ἐλπίδα ἀεὶ προβαλλόμενον εὐφόρως φέρειν τὰ ἐπισυμβαίνοντα δυστυχῆ. Οὔτε γὰρ τὸ σῶμα, οὔτε ἡ ψυχὴ, ἀταράχως τὰς ἀθρόας ὑποφέρει μεταβολάς· εἴπερ καὶ αἱ τῶν ὡρῶν μεταβολαὶ, καίτοι οὐκ ἀθρόως ἀλλὰ κατ' ὀλίγον γινόμεναι, ὅμως νοσήματα τίκτουσιν ὡς ἐπὶ τὸ πλεῖστον.

   Οὐ μέντοι ἀτόλμους, οὐδὲ ἀπράκτους, οὐδὲ ἀνιαρῶς ζῶντας ποιεῖ τὸ προλογίζεσθαι τὰ ταῖς πράξεσι συνυπάρχοντα πολλάκις δυσχερῆ. Εἰ γὰρ ἀγαθὸν εἶναι καὶ ὠφέλιμον τῇ ψυχῇ, (ταὐτὸν δ' εἰπεῖν, τῷ ἀνθρώπῳ,) τὴν πρᾶξιν ὁ λόγος ὑπαγορεύσει, κἂν δέῃ κινδυνεύειν [27] ἐν αὐτῇ· πάντως ἡ τοῦ ἀγαθοῦ ἔφεσις καὶ τολμᾷν καὶ πράττειν ποιεῖ, καὶ τὴν ἔννοιαν τοῦ ἐνίοτε καὶ κινδυνεῦσαι παραμυθεῖται τὸ πεισθῆναι τῷ ὀρθῷ λόγῳ, λέγοντι, αἱρετὸν εἶναι τὸ ἔργον, κἂν δέῃ κινδυνεύειν ἐν αὐτῷ. Καὶ γὰρ ὁ μὲν κίνδυνος καὶ ἡ βλάβη περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ὄντα, οὐχ ἡμῶν ἐστι κακὸν, τῶν ὄντως ἡμῶν, ἐὰν νήφωμεν. Ἡ δὲ ὠφέλεια ἢ τὸ ἀγαθὸν τοῦ τὴν ἀγαθὴν πρᾶξιν μετὰ κινδύνων ἑλέσθαι, τῆς ψυχῆς ὄντα, τοῦτ' ἔστιν ἡμῶν, τῶν ὄντως ἡμῶν, πολλαῖς ὀδύναις, καὶ ζημίαις, καὶ φυγαῖς, καὶ ἀτιμίαις ἀντισηκοῦται· μᾶλλον δὲ καταβαρεῖ ἐκεῖνα, καὶ τῇ ὑπερβολῇ τοῦ ἀγαθοῦ παραμυθεῖται. Καὶ γὰρ πᾶς ἄνθρωπος μεῖζον ἀγαθὸν μετὰ ἐλάττονος κακοῦ αἱρεῖται. Εἰ μέντοι φανῇ τὸ μὲν ἀγαθὸν ἡμέτερον, τὸ δὲ κακὸν ἀλλότριον, καὶ μὴ λόγος μόνον τοῦτο λέγῃ προφορικὸς, καὶ ψιλὴ φαντασία, ἀλλὰ καὶ λόγος συμφυὴς τῇ ἀληθείᾳ, καὶ ζωὴ τῆς διαφορᾶς αὐτῶν συναισθομένη· πῶς ἔτι ἀτόλμως ἢ ἀνιαρῶς διατεθήσεται ἐπὶ τῇ ἐλπίδι τῶν ἐνίοτε ἐπισυμβαινόντων δυσχερῶν ταῖς ἀγαθαῖς ἐγχειρήσεσι; καὶ αὐτὸ γὰρ τοῦτο, τὸ μετὰ κινδύνων ἑλέσθαι τὸ ἀγαθὸν, καὶ μὴ ἀταλαιπώρως, ἀλλὰ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, μεγίστην εὐφροσύνην τοῖς κατὰ φύσιν διακειμένοις ἐνδείκνυται. Καὶ δηλοῦσιν οἱ Μενοικεῖς, καὶ ὅσοι τὸν ὑπὲρ πατρίδος εἵλοντο θάνατον.

   Καὶ ὁ μὲν Ἐπίκτητος ἐπὶ τοῦ εὐτελεστάτου τὴν διδασκαλίαν ποιεῖται· ἅμα μὲν ἐπὶ τῶν πολλοῖς καὶ πολλάκις συμβαινόντων γνωριμώτερον ποιῶν τὸν λόγον, καὶ τὴν συναίσθησιν τῶν ἀκουόντων ἀνακινῶν· ἅμα δὲ, ὅπερ αὐτὸς εἶπε, προσεχῶς ἐν τοῖς ἐλάττοσι γυμνάζεσθαι τοὺς ἀρχομένους παραινῶν, διὰ τὰς εἰρημένας πρότερον αἰτίας. Ἔξεστι δὲ καὶ ἐπὶ τὰ μείζονα μετατιθέναι, ἐφ' οἷς καὶ κίνδυνοι μείζονες ἕπονται πολλάκις· καὶ ἐπ' ἐκείνων τοῦ ἔργου τὴν φύσιν λογίζεσθαι, ποία τις ἐστὶν, καὶ εἰ πρέπουσα ἡμῖν, καὶ τίνα ἔχει δυσχερῆ πολλάκις ἐπισυμβαίνοντα· καὶ προορίζειν ἑαυτῷ τὸ καὶ ταῦτα φέρειν, εἰ γίνοιτο, μετρίως. Οὕτω γὰρ ἑαυτὸν κατὰ φύσιν ἔχοντα διατηρήσει, ἐὰν καὶ τὸ τῆς πράξεως ἀγαθὸν καρπώσηται, καὶ ὑπὸ τῶν συμβαινόντων μὴ ταραχθῇ. Ταραχθεὶς γὰρ καὶ ἐν κακῷ νομίσας γενέσθαι, ἢ τὴν ἀρχὴν κακῶς ἔκρινεν ἅψασθαι τοῦ ἔργου· ἢ, εἰ τότε καλῶς, νῦν ἀγεννῶς καὶ δειλῶς ταράττεται, καὶ μεταγινώσκει· ἅπερ ἄμφω οὐ κατὰ φύσιν ἐστίν.

   [IN CAP. V.] Εἰπὼν ὅπως ἀτάραχον δυνατὸν μένειν ὑπὸ τῶν ταῖς πράξεσιν ἐπισυμβαινόντων πολλάκις δυχερῶν· ὅτι προμελετήσαντα αὐτὰ ὡς ἑπόμενα, καὶ ἐγκρίναντα καὶ μετ' αὐτῶν ἑλέσθαι τὴν πρᾶξιν· μετὰ τὴν ἀπὸ τῆς μελέτης ἀταραξίαν, νῦν ἄλλην παραδίδωσι, τὴν ἀπὸ τῆς φύσεως αὐτῶν τῶν δοκούντων δυσχερῶν καὶ ταραττόντων ἡμᾶς ἔνδειξιν· ἐνταῦθα οὐκ ἔτι μικρῷ, ἀλλὰ τῷ μεγίστῳ τῶν ταραττόντων ἡμᾶς, τῷ θανάτῳ χρώμενος εἰς παράδειγμα. Ἐὰν γὰρ ἐπὶ τούτου δειχθῇ τὸ προκείμενον, πολὺ μᾶλλον ἐπὶ τῶν ἧττον τούτου δοκούντων δεινῶν ἀποδεδειγμένον ἔσται. Λέγει [28] οὖν, ὅτι τὰ πράγματα τὰ δοκοῦντα γίνεσθαι ἡμῖν δεινὰ, καὶ διὰ τοῦτο ταράττοντα ἡμᾶς ὡς ἐν δεινῷ γινομένους, οὔτε δεινά ἐστιν αὐτὰ, οὔτε τῆς ταραχῆς ἡμῖν κατ' ἀλήθειαν αἴτια· ἀλλὰ τὰ περὶ τῶν πραγμάτων δόγματα, ὅτι δεινά ἐστι, ταῦτά ἐστι τὰ ταράττοντα ἡμᾶς. Καὶ δείκνυσιν, ὅτι τὸ πάντων τῶν δεινῶν δοκοῦν δεινότατον εἶναι, ὁ παρὰ καιρὸν ἐξ ἀνθρώπων ἐπαγόμενος θάνατος, οὐκ ἔστι δεινός. Δείκνυσι δὲ τοῦτο, διὰ βραχέων μὲν, ἀκριβῶς δὲ καὶ ἀποδεικτικῶς συλλογιζόμενος οὕτως· τὰ φύσει δεινὰ, πᾶσι δοκεῖ δεινὰ, ὥσπερ τὰ φύσει θερμὰ, ἢ ψυχρὰ, ἢ καλὰ, ἢ ὅμοια, πᾶσι δοκεῖ τοιαῦτα, καὶ μάλιστα τοῖς κατὰ φύσιν ἔχουσι, καὶ ἐμφρονεστέροις· ὁ δὲ θάνατος οὐ πᾶσι δοκεῖ δεινός· Σωκράτει γοῦν οὐκ ἔδοξε δεινὸς, ὅς γε καὶ δυνάμενος φυγεῖν αὐτὸν, ὑπέμεινεν ὅμως ἀταράχως, πᾶσαν ἐκείνην τὴν ἡμέραν πρὸς τοὺς ἑταίρους τὴν τῆς ψυχῆς ἐκφαίνων ἀλήθειαν, καὶ τὴν καθαρτικὴν τῶν φιλοσόφων ζωὴν, ὁποῖά τις ἐστὶν, ἐκδιδάσκων. Καὶ τὸ συμπέρασμα δῆλον ἐκ τῶν κειμένων, ὅτι ὁ θάνατος οὐκ ἔστι δεινὸς τῇ ἑαυτοῦ φύσει· ὥστε οὐδ' ὁ ταράττων ἡμᾶς, αὐτός ἐστιν· ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτοῦ, ὅτι δεινός ἐστιν ὁ θάνατος, τοῦτό ἐστι τὸ ταράσσον ἡμᾶς. Καὶ τὸ μέλι πικρὸν οὐκ ἔστιν, ὁ δὲ ἰκτερικὸς πικρὰν ἴσχων ἐπὶ τῷ μέλιτι διάθεσιν διὰ τὸν ἐν αὐτῷ πλεονεκτοῦντα πικρὸν χυμὸν, ὡς ἀπὸ πικροῦ τοῦ μέλιτος ταράσσεται· καὶ χρὴ τὸν χυμὸν ἐκεῖνον καθαίρειν, ἵνα κατὰ φύσιν τῶν ποιοτήτων ἀντιλαμβανώμεθα. Οὕτω δὴ κἀνταῦθα τὰ δόγματα διορθωτέον ἡμῖν τὰ περὶ τῶν πραγμάτων· τῷ κανόνι τοῦ ἐφ' ἡμῖν καὶ οὐκ ἐφ' ἡμῖν, καὶ τοῦ ἰδίου καὶ ἀλλοτρίου, κρίνοντας τὸ ἀγαθὸν ἡμῶν καὶ κακόν. Εἰ οὖν ὁ θάνατος τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν, οὐκ ἂν εἴη κακόν· εἰ δὲ μὴ τῆς ψυχῆς ἐστι κακὸν, ἀλλὰ τοῦ σώματος, οὐκ ἂν εἴη κακὸν ἡμῶν. Ὁ δέ γε Πλάτων, καὶ ὁ τοῦ Πλάτωνος Σωκράτης, καὶ ἀγαθὸν αὐτὸν εἶναι, καὶ κρείττονα τῆς μετὰ τοῦ σώματος ζωῆς, ἀποφαίνεται· οὐ τοῖς μὲν, τοῖς δὲ οὔ· ἀλλ' ἁπλῶς πᾶσι. Λέγει οὖν ὁ ἐν τῷ Φαίδωνι Σωκράτης· Ἴσως μὲν θαυμαστόν σοι φαίνεται, εἰ τοῦτο μόνον τῶν ἄλλων ἁπλοῦν ἐστι, καὶ οὐδέποτε τυγχάνει τῷ ἀνθρώπῳ, ὥσπερ καὶ τὰ ἄλλα πάντα, ὅτε καὶ βέλτιον τεθνάναι ἢ ζῇν. Ἐν δὲ τοῖς Νόμοις αὐτοπροσώπως αὐτὸς ὁ Πλάτων διατείνεται λέγων· Κοινωνία γὰρ ψυχῆς καὶ σώματος διαλύσεως οὐκ ἔστι κρείττων, ὡς ἔγωγε φαίην ἂν σπουδῇ λέγων. Ἀλλ' ὁ μὲν Ἐπίκτητος ὡς ἐπὶ δεινοτάτου πάντων τοῦ θανάτου δοκοῦντος τὴν ἀπόδειξιν ἐποιήσατο.

   Ἐπειδὴ δὲ ἕκαστος ἡμῶν, ᾧ ἂν περιπέσῃ δυσχερεῖ, ἐκεῖνο καὶ θανάτου νομίζει δεινότερον· καὶ γὰρ ἐνίοτε ὀδύνης οὐδὲ πάνυ σφοδρᾶς παρούσης, τὸν θάνατον ἑτοίμως καλοῦμεν· κἂν πενόμενοι τύχωμεν, τὴν πενίαν χείρονα τοῦ θανάτου νομίζομεν· ἔξεστι καὶ ἐπὶ τούτων τῷ αὐτῷ τρόπῳ τῆς ἀποδείξεως χρῆσθαι, ᾧπερ ὁ Ἐπίκτητος ἐπὶ τοῦ θανάτου ἐχρήσατο. Καὶ γὰρ τὰς σφοδροτάτας ὀδύνας αἱροῦνται νοσοῦντες μὲν καὶ οἱ τυχόντες, [29] ὅταν καίειν καὶ τέμνειν ἑαυτοὺς τοῖς ἰατροῖς ὑπέχωσι, καὶ μισθὸν τελοῦντες. Κἂν γὰρ διὰ τὸ ζῇν τοῦτο ποιῶσι, τὸν θάνατον χείρονα νομίζοντες, ἀλλ', ὅτι φέρειν δυνατὸν ἀταράχως, ἂν συμφέρειν δόξῃ, διὰ τούτων δηλοῦται. Οἱ δὲ Λακεδαιμονίων νέοι, διὰ τὴν φιλοτιμίαν μόνην, τὴν μαστίγωσιν ἐκείνην τὴν φοβερὰν ὑπέμενον, ἄχρι θανάτου σχεδὸν τὴν καρτερίαν ἐπιδεικνύμενοι. Καὶ δῆλον ὅτι εὐφόρως καὶ ἡδόμενοι· οὐ γὰρ ἂν ἑκόντες εἰς τοιοῦτον ἀγῶνα κατέβαινον. Διέκειντο δὲ οὕτω πρὸς ἐκείνας τὰς ὀδύνας, οὐχ ὅτι οὐκ ὠδυνῶντο, ἀλλ' ἔλαττον μὲν ἴσως τῶν ἀγυμνάστων καὶ ἁπαλῶν· δόγμα δὲ ἔχοντες, ὅτι οὐ δεινὸν αἱ ὀδύναι, ἀλλὰ καὶ καλὸν καὶ συμφέρον τοῖς ἀνδρικῶς αὐτὰς ὑπομένουσι καὶ ἀταράχως. Καὶ πενία δὲ, εἴποι ἂν ὁ Ἐπίκτητος, οὐδὲν δεινόν· ἐπεὶ καὶ Κράτητι ἂν ἔδοξε τῷ Θηβαίῳ δεινὸν, ὃς τῶν ἑαυτοῦ τῇ πόλει παραχωρήσας, καὶ εἰπὼν,

   Κράτης Κράτητα χρημάτων ἀποστερεῖ· τότε ἔδοξεν ἐλευθεροῦσθαι, καὶ στέφανον ὡς ἐπὶ ἐλευθερίᾳ περιεβάλλετο, ὅτι τὴν πενίαν ἀντὶ τῆς εὐπορίας ἠλλάξατο. Οὕτως ἄρα οὐδὲν τούτων δεινόν ἐστι φύσει καὶ ἀφόρητον, ὡς ἡμῖν δοκεῖ, ἀλλ' ἐνίοτε καὶ τῶν ἐναντίων αὐτοῖς ὠφελιμώτερα, ὅταν πρὸς ἡμᾶς αὐτοὺς, τοῦτ' ἔστι πρὸς τὴν λογικὴν ψυχὴν ἡμῶν, τὴν χρείαν αὐτῶν ἀνενέγκωμεν.

   Χρὴ οὖν τὸν μέλλοντα μὴ ταράττεσθαι ὑπὸ τῶν τοιούτων, δόγματα ὀρθὰ περὶ αὐτῶν ἔχειν. Τοῦτο δὲ ἐφ' ἡμῖν ἐστιν· ὥστε καὶ τὸ μὴ ταράττεσθαι, ἐφ' ἡμῖν ἐστι. Καὶ μέγα τι τοῖς πειθομένοις ὑπάρξει, τὸ καὶ τοῖς μὴ ἐφ' ἡμῖν ὡς ἐφ' ἡμῖν οὖσι κεχρῆσθαι. Κἂν γὰρ τὸ ἀτιμασθῆναι, ἢ χρημάτων ἀφαιρεθῆναι, ἢ τυπτηθῆναι, οὐκ ἔστιν ἐπ' ἐμοί· ἀλλὰ τὸ ὀρθὸν ἔχειν περὶ αὐτῶν δόγμα, ὅτι οὐ δεινὰ, ἀλλὰ καὶ ὠφέλιμα πολλάκις, ἐπ' ἐμοί ἐστιν. Ἀρκεῖ δὲ τὸ τοιοῦτον δόγμα, πρὸς τὸ μηδὲ γίνεσθαι δοκεῖν αὐτὰ, ἢ γινόμενα μὴ βλαβερὰ νομίζειν, ἀλλ' ἔστιν ὅτε καὶ ὠφέλιμα. Πᾶς γὰρ εὖ φρονῶν, ὡς οἶμαι, κάλλιον ἂν ἡμῖν, τοῦτ' ἔστι τῇ ψυχῇ, νομίσοι τὸ ἐν δυσχερέσιν ἀταράχως διαγενέσθαι, τοῦ μὴ περιπεσεῖν δυσχερείᾳ· καὶ τοσούτῳ κάλλιον, ὅσῳ μείζονα τὰ δυσχερῆ καὶ σκληρότερα. Ὡς γὰρ τῶν σωματικῶν κινήσεων αἱ σφοδρότεραι μᾶλλον γυμνάζουσι τὰ πρὸς αὐτὰς ἀντέχοντα σώματα, πρός τε ὑγείαν, καὶ πρὸς εὐσθένειαν, καὶ τάχος· οὕτω καὶ τῶν ψυχικῶν· ὥστε, ἐν οἷς χρεία του, ὡς δυνατὸν εὐφόρως καὶ ἀταράχως ὑπενεγκεῖν. Ὅπερ διὰ δύο τούτων περιγίνεται, τοῦ τε ὀρθῶς δοξάζειν περὶ αὐτῶν, καὶ τοῦ παρεσκευάσθαι περὶ αὐτὰ, διά τε τῆς τληπαθεστέρας τοῦ σώματος ἀγωγῆς, (ἥτις πρὸς πᾶν ἐστιν ἐπιτήδειος, δι' ἣν πολλοὶ καὶ τῶν μοχθηρῶν ἀνθρώπων πληγὰς, καὶ τὰ ἐπώδυνα δοκοῦντα ἡμῖν, περιπτύουσιν·) ἔτι δὲ καὶ διὰ τοῦ προμελετᾷν αὐτὰ καὶ προελπίζειν· ἅπερ πάντα τῶν ἐφ' ἡμῖν ἐστιν. Εἰ τοίνυν μήτε ὁ θάνατος, μήτε τι τῶν τοιούτων δεινόν ἐστι, δῆλον ὅτι οὔτε αὐτὰ, [30] οὔτε οἱ ἐπάγοντες αὐτὰ, τῆς ταραχῆς ἡμῖν εἰσιν αἴτια, ἀλλ' ἡμεῖς αὐτοὶ ἑαυτοῖς, καὶ τὰ δόγματα ἡμῶν. Οὐ χρὴ οὖν ἄλλον αἰτιᾶσθαί ποτε τῆς ταραχῆς ἡμῶν, ἢ λύπης, ἢ φόβου, ἢ τινὸς ἄλλου τοιούτου· ἀλλ' ἡμᾶς αὐτοὺς, καὶ τὰ ἡμέτερα δόγματα.

   [Ἀπαιδεύτου κτλ.] Τοῦτο συνεχὲς τῷ πρὸ αὐτοῦ ἐστι· καὶ εἴπερ εἶχε τὸν γὰρ σύνδεσμον, ὡς λέγειν, "Ἀπαιδεύτου γάρ ἐστιν ἔργον τὸ ἄλλοις ἐγκαλεῖν ἐφ' οἷς αὐτὸς πράσσει κακῶς," τὴν αἰτίαν ἂν ἔλεγε καλῶς τοῦ μὴ δεῖν ἄλλοις ἐγκαλεῖν ἐφ' οἷς ταραττόμεθα, ἢ φοβούμεθα, ἢ λυπούμεθα, ἢ ὅλως ἐν κακῷ τινι εἶναι νομίζομεν. Δι' ἀπαιδευσίαν γὰρ τοῦτο πάσχομεν. Καὶ λοιπὸν καλῶς συνάπτει τῇ τοῦ ἀπαιδεύτου περὶ ταῦτα διαθέσει, τήν τε τοῦ ἀρχομένου παιδεύεσθαι, καὶ τὴν τοῦ πεπαιδευμένου· Ὁ μὲν γὰρ πεπαιδευμένος, ὡς κατὰ φύσιν ζῶν, καὶ μήτε ἀποτυγχάνων ὧν ὀρέγεται, μήτε περιπίπτων οἷς ἐκκλίνει, οὔτε ἐν κακῷ τινι νομίζει εἶναι, οὔτε αἰτιᾶταί τινα, ὡς αἴτιον αὐτῷ τοῦ κακῶς πράττειν. Ὁ δὲ ἀρχόμενος παιδεύεσθαι, ἀποτυγχάνει μὲν ἔστιν ὅτε τῶν ὀρεκτῶν, καὶ περιπίπτει τοῖς ἐκκλινομένοις, διὰ τὸ μετὰ τῶν ἀλόγων παθῶν ἐνεργεῖν τότε· κατεσχημένος δὲ ὑπὸ τῆς τῶν ἐφ' ἡμῖν [καὶ τῶν οὐκ ἐφ' ἡμῖν] διαιρέσεως, οἶδεν ὅτι αὐτὸς ἑαυτῷ αἴτιος καὶ τῆς ἀποτυχίας καὶ τῆς περιπτώσεως γίνεται, καὶ οὐκ ἄλλος, ὅταν ἐν τοῖς οὐκ ἐφ' ἡμῖν ποτε τὸ ἀγαθὸν ἡμῶν ἢ τὸ κακὸν ἀποκεῖσθαι νομίσῃ.

   Διὰ τί δὲ, φαίη ἄν τις, ὁ ἀρχόμενος παιδεύεσθαι, καίτοι γινώσκων ὅτι τὸ ἀγαθὸν ἡμῶν καὶ κακὸν ἐφ' ἡμῖν ἐστιν, (οὐ γὰρ ἂν ἑαυτῷ ἐνεκάλει, μὴ τοῦτο γινώσκων,) ἁμαρτάνει, ὥστε καὶ ἑαυτῷ ἐγκαλεῖν; ἢ ὅτι προηγεῖται μὲν ἡ γνῶσις τῶν ἀγαθῶν καὶ κακῶν, τοῦ λόγου τοῦ ἐν ἡμῖν οὖσα ἐνέργεια, οὐκ εὐθὺς δὲ ἐπὶ πάντων καὶ τὰ ἄλογα πάθη τὰ ἐν ἡμῖν μετρεῖται, καὶ ῥυθμίζεται, καὶ ὑποτάττεται τῷ λόγῳ; καὶ μάλιστα, ὅταν διὰ ῥᾳθυμίαν καὶ ἀργίαν τοῦ λόγου, κίνησιν δὲ συνεχῆ τῆς ἀλογίας, νενευρωμένα γένηται καὶ τυραννοῦντα τὰ πάθη. Τοιαύτην δὲ εἶχεν ἐν τῇ τραγῳδίᾳ τῆς ψυχῆς διάθεσιν ἡ λέγουσα,

   Καὶ μανθάνω μὲν οἷα δρᾷν μέλλω κακὰ,

   θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.

Ἀγαπητὸν οὖν, ἐν χρόνῳ τὰ μὲν βιαζόμενον τὸν λόγον, τὰ δὲ ἐπᾴδοντα, σύμφωνα ἑαυτῷ τὰ πάθη ἐργάσασθαι· ὅτε καὶ ἡ τοῦ λόγου γνῶσις τρανεστέρα, καὶ ἐπιστημονικὴ, καὶ τελέως ἀνενδοίαστος γίνεται. Εἰκότως οὖν οἱ ἀρχόμενοι παιδεύεσθαι ἁμαρτάνουσι μέν τινα, καὶ τῶν παθῶν μήπω ἡττημένων, καὶ τοῦ λόγου μήπω κατ' ἐπιστήμην ἐνεργοῦντος· ἑαυτοῖς δὲ ἐγκαλοῦσι, καὶ οὐκ ἄλλοις, διὰ τὴν ὁποιανοῦν παραδοχὴν τῆς τῶν οὐκ ἐφ' ἡμῖν καὶ τῶν ἐφ' ἡμῖν διαιρέσεως. Οἱ μέντοι ἀπαίδευτοι τελέως καὶ ἁμαρτάνουσι πολλὰ, διά τε τὰ ἄλογα πάθη σφύζοντα ἐν ἑαυτοῖς, καὶ διὰ τὴν τοῦ λόγου ἄγνοιαν· οὔπω διακρίναντες τὸ ὄντως ἀγαθὸν καὶ κακὸν, οὔτε ἑαυτοὺς ἀπὸ τῆς ἀλογίας ἑλκύσαντες, οὐδὲ [31] κατὰ τὴν ψιλὴν ἔννοιαν. Καὶ τί λέγω τῆς ἀλογίας; ὅτι ἡμᾶς αὐτοὺς καὶ τὴν ἡμετέραν οὐσίαν τὸ σῶμα εἶναι νομίζομεν· οἱ δὲ φιλοχρήματοι [τὰ χρήματα] Ἁμαρτάνομεν μὲν οὖν, ἀπαίδευτοι ὄντες, διὰ ταῦτα· ἐν τοῖς ἐκτὸς δὲ τὸ ἀγαθὸν ἡμῶν καὶ τὸ κακὸν τιθέμενοι, καὶ τελέως ἀγνοοῦντες, τί τέ ἐστι τὸ ἡμέτερον ἀγαθὸν ὄντως καὶ κακὸν, καὶ ὅθεν ἐστὶν, αἰτίους ἡμῖν τῶν κακῶν εἶναι νομίζομεν τοὺς ἢ ἀφαιρουμένους τι τῶν ἀγαθῶν ἡμῖν καὶ ὀρεκτῶν δοκούντων ἐν τοῖς ἐκτὸς, ἢ τοῖς ἐκκλινομένοις ὑφ' ἡμῶν περιβάλλοντας ἡμᾶς. Καίτοι οὐδὲ τὰ ἀγαθὰ νομιζόμενα τὰ ἐκτὸς, οὐδὲ τὰ κακὰ, πάντως τοιαῦτά ἐστιν· ἀλλὰ καὶ τὴν ἐναντίαν ἔστιν ὅτε κατάστασιν ἔχει ἑκάτερα. Διόπερ οἱ ἀπαίδευτοι τῶν νέων, τοὺς μὲν παιδαγωγοὺς, ὡς κακῶν αὐτοῖς αἰτίους, μισοῦσι· τοὺς δ' εἰς ἡδονὰς προκαλουμένους, ὡς εὐεργέτας, ἀσπάζονται.

   Τεκμήρια μέντοι ἡμῖν ἐναργῆ διὰ βραχέων ὁ Ἐπίκτητος παραδέδωκε, τῶν τε πεπαιδευμένων, καὶ τῶν ἀπαιδεύτων, καὶ τῶν ἔτι ἀρχομένων παιδεύεσθαι. Ὅτι οἱ μὲν, ἀναμάρτητοι ὄντες, διὰ τὴν τοῦ λόγου τελειότητα, καὶ τῆς ἀλογίας τὴν πρὸς τὸν λόγον εὐαρμοστίαν τε καὶ ὑποκατάκλισιν, οὐδενὶ ἐγκαλοῦσί ποτε ὡς κακῶν αἰτίῳ αὐτοῖς· οὐδὲ γὰρ ἐν κακῷ οἰκείῳ γίνονταί τινι, οὔτε ὑφ' ἑαυτῶν, εἴπερ εἰσὶ πεπαιδευμένοι, οὔτε ὑπὸ ἄλλων· ὅτι μὴ ἐν τοῖς ἐκτὸς τὸ κακὸν ἔχουσιν. Οἱ δὲ ἀπαίδευτοι, καὶ ἁμαρτωλοί εἰσι δι' ἄμφω· καὶ αὐτοὶ κακῶς διακείμενοι τόν τε λόγον καὶ τὴν ἀλογίαν· καὶ ἄλλοις τὴν ἑαυτῶν κακίαν ἐπιγράφουσιν, ὡς ἐν τοῖς ἐκτὸς αὐτὴν ὁρῶντες. Ἔστι δὲ καὶ εὔκολον, καὶ ἡδὺ, καὶ τοῖς ἀπαιδεύτοις ὄντως πρέπον, τὸ τῶν οἰκείων ἁμαρτημάτων ἄλλους αἰτίους προβάλλεσθαι. Οἱ δὲ ἀρχόμενοι παιδεύεσθαι, καὶ σωτηρίας ἔχοντες ἀρχὴν, κἂν ἁμαρτάνωσι καὶ ἐν κακῷ τινί ποτε γίνωνται, ἀλλ' ἴσασι, ποῦ τέ ἐστι, καὶ ὅπου φύεται τὸ κακὸν, καὶ τί τὸ τῆς ἐκφύσεως αὐτῷ αἴτιον· διὸ καὶ ἐκείνῳ ἐγκαλοῦσι. Καὶ οὐδεὶς οἶμαι τούτοις χρώμενος τοῖς κριτηρίοις ἐμφρόνως, διαμαρτήσαι ποτὲ τῆς ἀκριβοῦς διακρίσεως τούτων τῶν καταστημάτων, τοῦ τε πεπαιδευμένου, καὶ τοῦ ἀπαιδεύτου, καὶ τοῦ ἀρχομένου παιδεύεσθαι.

   Παιδεία μὲν γάρ ἐστι κυρίως ἡ τοῦ ἐν ἡμῖν παιδὸς ὑπὸ τοῦ ἐν ἡμῖν παιδαγωγοῦ ἐπανόρθωσις. Καὶ παῖς μὲν, ἡ ἐν ἡμῖν ἀλογία, τὸ μὲν ὠφέλιμον μὴ ὁρῶσα, πρὸς δὲ τὸ ἡδὺ τεταμένη μόνον, ὥσπερ οἱ παῖδες· παιδαγωγὸς δὲ, ὁ λόγος, ῥυθμίζων ἀεὶ καὶ μετρῶν τὰς ἀλόγους ἐν ἡμῖν ὀρέξεις, καὶ πρὸς τὸ ὠφέλιμον ἀπευθύνων αὐτάς. Διὸ καὶ οἱ μὲν ἀπαίδευτοι, κατὰ τὴν τοῦ παιδὸς ὄρεξιν ζῶντες ἀνεπιστρόφως, πολλὰ ἁμαρτάνουσιν, αὐτοὶ ἐνδόντες διὰ τὸ ἀνεπίστροφον, οὔτε ἑαυτοὺς αἰτιώμενοι. Οἱ δὲ ἀρχόμενοι, καὶ τὸν παιδαγωγὸν ἤδη προσδιανιστάμενον ἔχουσι, καὶ τὸν παῖδα ὑπακούειν ἀρχόμενον· διὸ, κἂν ἁμαρτάνωσί τινα, καὶ τίς ὁ ἁμαρτάνων αἰσθάνονται, καὶ ἐκείνῳ ἐγκαλοῦσι, καὶ οὐκ ἄλλῳ τινί. Οἱ δέ γε πεπαιδευμένοι, καὶ τὸν παιδαγωγὸν ἔχουσι νήφοντα, καὶ τοῦ παιδὸς ἤδη κεκρατηκότα, [32] καὶ τὸν παῖδα φρενωθέντα, καὶ τὴν ἑαυτοῦ τελειότητα ἀπολαβόντα κατὰ τὸ ὑποτετάχθαι τῷ παιδαγωγῷ, συμφωνεῖν τε αὐτῷ· αὕτη γὰρ ἀρετὴ παιδός ἐστιν.

   [IN CAP. VI.] Διδάξας ὅπως δυνατόν ἐστιν ἐπὶ τοῖς ἔξωθεν προσπίπτουσι δεινοῖς ἀτάραχον καὶ ἄφοβον καὶ ἄλυπον διατελεῖν, νῦν διδάσκει, πῶς χρὴ καὶ ἐπὶ τοῖς αἱρετοῖς δοκοῦσι τῶν ἐκτὸς διαγίνεσθαι· ἅπερ ἀλλότρια καλεῖ ἀγαθὰ, κατὰ τὸν ἐξ ἀρχῆς λόγον, ἐν ᾧ ἔλεγε τὰ οὐκ ἐφ' ἡμῖν ἀσθενῆ εἶναι, καὶ δοῦλα, καὶ κωλυτὰ, καὶ ἀλλότρια. Καὶ λέγει, ὅτι ἐπ' οὐδενὶ τῶν δοκούντων ἀγαθῶν τῶν ἐκτὸς ἐπαίρεσθαι χρή. Δηλοῖ δὲ οἶμαι νῦν ἡ ἔπαρσις, οὐχὶ κουφότητα καὶ μετεωρισμὸν καὶ ἀλαζονείαν, ὡς εἰώθαμεν πολλάκις ἐπὶ κακῷ τῇ λέξει κεχρῆσθαι· οὐ γὰρ ἂν ἐπὶ τοῖς ἡμετέροις καὶ ἀληθινοῖς ἀγαθοῖς ἐπαίρεσθαι συνεβούλευεν· ἀλλὰ δοκεῖ μοι νῦν ἡ ἔπαρσις δηλοῦν αὐτῷ ὑπόληψιν αὐξήσεώς τινος καὶ ἁδρύσεως ἐπὶ προσλήψει τινὸς ἀγαθοῦ. Οὐ χρὴ οὖν, φησὶ, τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἡμᾶς νομίζειν αὐξάνεσθαι καὶ ἐν ὑπεροχῇ γίνεσθαί τινι· ἕκαστον γὰρ ἀγαθὸν ἐκείνου ἐστὶν ἀγαθὸν, ἐν ᾧ ἔχει τὴν ὑπόστασιν, καὶ ὃ κατὰ φύσιν διατίθησι, καὶ οὐκ ἄλλου. Καὶ τὸ ἐν ἵππῳ τοίνυν ἀγαθὸν, τοῦ ἵππου ἐστὶν αὐτοῦ, καὶ οὐχ ἡμέτερον. Εἰ γὰρ τολμηρὸς ἢ δρομικὸς εἴη, ἣ εὐήνιος, τὴν ἀρετὴν ἔχει τὴν ἵππου· ἥτις οὐκ ἔστιν ἡμετέρα ἀρετὴ, ὥστε οὔτε ἀγαθόν ἐστιν ἡμέτερον, οὔτε προσαύξει ἡμᾶς, οὔτε τελειοῖ.

   Τί οὖν, ἂν φαίη τις, ἡ τῶν χρημάτων καὶ ὀργάνων ἀρετὴ, οὐκ εἰς τοὺς κεκτημένους καὶ χρωμένους ἀναφέρεται; οὐ δὲ ποιεῖ τέκτονα αὐτὸν ἀγαθὸν, μὴ πρότερον ὄντα. Ἄλλη γὰρ σκεπάρνου ἀρετὴ, κατὰ τὸ σχῆμα καὶ τὴν ὀξύτητα· καὶ ἄλλη τοῦ τέκτονος, κατὰ τὴν τέχνην. Ἀλλ' ἔστι μὲν αὐτοῦ τοῦ σκεπάρνου ἀγαθὸν ἡ ὀξύτης, καὶ ἡ εὐσχημοσύνη· συντελεῖ δὲ αὕτη πρὸς ὑπουργίαν, καὶ τὸ δι' αὐτοῦ ἀποτέλεσμα· (αὕτη γὰρ ὀργάνου ἀρετή·) οὐ μέντοι πρὸς τὴν τέκτονος τελειότητα. Ἐκεῖνος γὰρ ἐν τοῖς λόγοις τοῖς τεχνικοῖς τὸ ἀγαθὸν ἔχει τὸ οἰκεῖον, κἂν τὸ ἀποτέλεσμα τὸ ἐκτὸς χειρόνως ἀποβῇ διὰ τὴν ὕλην, ἢ τὰ ὄργανα, ἢ ἄλλο τι τῶν ἐμποδιζόντων.

   Τί οὖν ἐστι, φησὶν, ἡμέτερον ἀγαθὸν, ἐφ' ᾧ χρὴ διατεθῆναι ὡς προσηυξημένους τε καὶ τελειωθέντας; Πρότερον μὲν εἶπεν ἐν πρώτοις τὴν ὀρθὴν ὑπόληψιν· νῦν δὲ, τὴν κατὰ φύσιν χρῆσιν τῶν ὑπολήψεων· ὅπερ γὰρ ἐκάλεσεν ὑπόληψιν ἐκεῖ, τοῦτο νῦν φαντασίαν ὀνομάζει. Φαίνεται γὰρ ἡμῖν καὶ ὑπολαμβάνεται καὶ δοξάζεται τὰ ὄντα τοῖα ἢ τοῖα, ποτὲ μὲν ὀρθῶς, ποτὲ δὲ διεστραμμένως. Καὶ εἴη μὲν ἂν καὶ αὕτη κατὰ φύσιν χρῆσις φαντασιῶν, τὸ φαίνεσθαι τὰ ὄντα ἡμῖν οἷα καὶ ἔστι, καὶ μὴ παραλλάττειν ἐν τῇ συμπλοκῇ αὐτῶν, ἀγαθὸν μὲν τὴν ἀκολασίαν, κακὸν δὲ τὴν σωφροσύνην νομίζουσι· κατὰ δὲ τὸ κυριώτατον, χρῆσις φαντασιῶν, ἡ τῶν κατὰ φύσιν γενομένων ἀγαθῶν ὄρεξις, καὶ κακῶν ἔκκλισις· οὐχ ἡ γνῶσις αὐτῶν ἁπλῶς, [33] ὅτι τόδε μὲν ἀγαθὸν, τόδε δὲ κακόν· ἀλλ' ἡ τοῦ φανέντος ἀγαθοῦ ὄρεξις, καὶ τοῦ φανέντος κακοῦ ἔκκλισις· ἐπειδὴ οὐ τοῦ πράττειν ἐσμὲν κύριοι, ἀλλὰ τοῦ ὀρέγεσθαι κατὰ φύσιν καὶ ἐκκλίνειν.

   Μήποτε δὲ καὶ ἄλλο τι προσενδείκνυται διὰ τῆς κατὰ φύσιν χρήσεως τῶν φαντασιῶν; τὸ καὶ τὰ ἔργα δεῖν ἡμῶν σύμφωνα εἶναι ταῖς ὀρθαῖς ὑπολήψεσι καὶ ὀρέξεσι· καὶ μὴ μόνον νομίζειν, ὅτι ἀγαθόν ἐστιν ἡ σωφροσύνη, ἀλλὰ καὶ σωφρονεῖν, καὶ τὰ ἔργα κατὰ φύσιν συμφώνως ταῖς ὀρθαῖς ὑπολήψεσιν καὶ ὀρέξεσιν ἀποδιδόναι· καὶ μὴ, νομίζειν μὲν ἀγαθὸν τὴν δικαιοσύνην, καὶ ἀμυδρῶς ὀρέγεσθαι, (διὰ τὸ πᾶν τὸ δοκοῦν ἀγαθὸν καὶ ὀρεκτὸν εἶναι·) ἀδικεῖν δέ· ὅπερ τοῖς ἀκρατέσι συμβαίνει· τῆς ὀρέξεως τῆς τοῦ ἡδέος νικώσης τὴν τοῦ ἀγαθοῦ ὄρεξιν· καὶ τοῦ μὲν λόγου, κἂν ἀμυδρῶς, ὁρῶντος δὲ ὅμως τὸ δέον, καὶ μέχρι τινὸς καὶ μαχομένου ὑπὲρ αὐτοῦ· καὶ ὀρέξεων καὶ ἐκκλίσεων, ὀρθῶν μὲν, ἀμυδρῶν δὲ, συγκινουμένων· τῶν δὲ ἀλόγων παθῶν κατισχυόντων αὐτοῦ, καὶ περισπώντων, καὶ τὰ ἑαυτοῖς ὀρεκτὰ πράττειν ἀναγκαζόντων. Ὅ γε, ὡς εἶπον πρότερον, ἐν τῇ τραγῳδίᾳ ἐκεῖνο λέγει,

   Καὶ μανθάνω μὲν οἷα δρᾷν μέλλω κακὰ,

   θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.

Χρὴ οὖν μὴ δοξάζειν μόνον ὀρθῶς, καὶ ὀρέγεσθαι, καὶ ἐκκλίνειν· ἀλλὰ καὶ τὰ ἔργα σύμφωνα ταῖς ὀρθαῖς δόξαις ἀποδιδόναι. Καὶ τοῦτο ἴσως ἐστὶν ἡ κατὰ φύσιν τῶν φαντασιῶν χρῆσις, ἣν ἡμέτερον ἀγαθὸν ἡγεῖσθαι χρὴ, καὶ μηδὲν τῶν ἐκτός· ὥσπερ τοῦ τέκτονος ἀγαθὸν, ὡς τέκτονος, ἡ κατὰ τοὺς τεχνικοὺς λόγους ἐνέργεια· ἡ μὲν ἐν ταῖς ἐννοίαις, ἡ δὲ καὶ ἐκτὸς ἐν ταῖς πράξεσιν.

   [IN CAP. VII.] Συντόμως καὶ ἐπιστρεπτικῶς ἡμᾶς ἀπὸ τῶν ἐκτὸς δοκούντων ἀγαθῶν ἀναχαιτίσας, διὰ τοῦ δεῖξαι πάντα ἀλλότρια ἐκεῖνα καὶ οὐδὲν αὐτῶν ἡμέτερον ἀγαθόν· ἵνα μὴ νομίσῃ τις, καὶ γάμου, καὶ παιδοποιίας, καὶ πάσης κτήσεως καὶ μεθέξεως τῶν ἐκτὸς ἀποκωλύειν ἡμᾶς τελέως αὐτὸν, παραδίδωσιν ἐφεξῆς, τίνων τε, καὶ πῶς χρὴ ἐκείνων μετέχειν· ὅτι πάντα χρὴ τῆς πρὸς θεὸν ἐπιστροφῆς ἐξαρτᾷν, τὸν τοῦ παντὸς κυβερνήτην, καὶ ἐκείνου ἐχόμενον, τούτων κατὰ τάξιν μετέχειν. Πρῶτον μὲν, τῶν ἀναγκαίων ἐν βίῳ, καὶ ὧν χωρὶς ἀδύνατον ζῇν· ἅπερ διὰ τοῦ ὑδρεύσασθαι ἐδήλωσε· τὰ περὶ τροφὴν λέγων, καὶ ἀμπεχόνην, καὶ οἴκησιν· οἷα καὶ ὅσα τοῖς ἀπερίττως ζῶσιν ἀρκεῖ. Καὶ τούτοις οὖν νέμειν τινὰ σπουδὴν, κατὰ δεύτερον λόγον. Τὰ δὲ μὴ ἀναγκαῖα μὲν, χρειώδη δὲ ἄλλως ὄντα πρὸς τὸν βίον, οἷον γυνὴ, καὶ τέκνα, καὶ κτῆσις, καὶ τὰ τοιαῦτα, ὁδοῦ πάρεργον, φησὶ, καὶ κατὰ τρίτον λόγον διδόμενα ἀπὸ τοῦ Παντὸς, προσδέχεσθαι χρὴ, ὅταν καὶ κατὰ καιρὸν διδῶται, τεταμένον ἀεὶ πρὸς τὸ προηγούμενον ἐφετόν. Τρυφὰς δὲ, καὶ πλοῦτον, καὶ δυναστείας, καὶ τὰς τοιαύτας ἀλλοτριοπραγμοσύνας, ὡς μὴ δυνάμενα τῷ κατὰ φύσιν βίῳ συνεῖναι, οὐδὲ ὁδοῦ πάρεργον [34] προσίεσθαι συγχωρεῖ· ταῦτα γάρ ἐστιν, ἃ πρότερον ἔλεγε δεῖν παντελῶς ἀφιέναι. Γάμον δὲ, καὶ παιδοποιίαν, καὶ τὰ τοιαῦτα, τοῖς μὲν ἀρτίως ἀρχομένοις παιδεύεσθαι συνεβούλευσε πρὸς τὸ παρὸν ἀναβάλλεσθαι, ἵνα πῆξιν ἡ ἀρχὴ τῆς παιδείας λάβῃ· τοῖς δὲ ἤδη πως προκεκοφόσιν, ὡς δύνασθαι χρῆσθαι τοῖς τοιούτοις ἀβλαβῶς, τούτοις ὁδοῦ πάρεργον ἐκδίδωσι καὶ τούτων μετέχειν.

   Δοκεῖ δέ μοι καὶ τὸ παράδειγμα πάνυ οἰκείως πεπλασμένον παραγαγεῖν. Τὴν μὲν γὰρ θάλασσαν, διὰ τὸ ἐμβριθὲς, καὶ κλυδαινόμενον, καὶ παντοίως μεταβαλλόμενον, καὶ πνίγον τοὺς καταδύνοντας εἰς αὐτὴν, καὶ οἱ παλαιοὶ μυθοπλάσται τῆς γενέσεως ἔλεγον σύμβολον. Τὸ δὲ πλοῖον εἴη ἂν τὸ διακομίζον εἰς τὴν γένεσιν τὰς ψυχὰς, εἴτε μοῖραν, εἴτε εἱμαρμένην, εἴτε ἄλλο τι τοιοῦτον αὐτὸ καλεῖν χρή. Ὁ δὲ κυβερνήτης τοῦ πλοίου, εἴη ἂν ὁ θεὸς, ὁ καὶ τὸ πᾶν καὶ τὴν εἰς τὴν γένεσιν κάθοδον τῶν ψυχῶν, ταῖς ἑαυτοῦ προνοίαις, πρὸς τὸ δέον καὶ κατ' ἀξίαν ἀπευθύνων τε καὶ κυβερνῶν. Ἡ δὲ καθόρμισις τοῦ πλοίου, ἡ εἰς τὸν προσήκοντα τόπον, καὶ ἔθνος, καὶ γένος, τῶν ψυχῶν κατάταξις· καθ' ἣν αἱ μὲν ἐν τῷδε τῷ τόπῳ, καὶ ἔθνει, καὶ ὑπὸ τόδε τὸ γένος, καὶ ὑπὸ τῶνδε γεννῶνται τῶν γονέων, αἱ δὲ ὑπ' ἄλλων. Ἡ δὲ ἐπὶ τὴν ὕδρευσιν ἔξοδος, ἡ περὶ τὰ ἀναγκαῖα τῷ βίῳ σπουδὴ, ὧν χωρὶς ἀδύνατόν ἐστι διαβιῶναι· τί γὰρ ὕδατος τοῖς ἐν γενέσει πρὸς τροφὴν καὶ πόσιν ἀναγκαιότερον; Τὸ δὲ, ὁδοῦ πάρεργον κοχλίδιον ἀναλέγειν, ἢ βολβάριον, καὶ αὐτὸς ἐξηγήσατο συμφώνως· ὅτι γυναῖκα, καὶ κτῆσιν, καὶ τὰ τοιαῦτα διδόμενα ἀπὸ τοῦ Παντὸς, δεκτέον μὲν, οὔτε δὲ ὡς προηγουμένως ἀγαθὰ, καὶ ἡμέτερα ἀγαθά. Τὸ γὰρ προηγούμενον, ἡ πρὸς τὸν κυβερνήτην ἐστὶ τάσις ἀεὶ καὶ ἐπιστροφή. Ἀλλ' οὐδ' ὡς περὶ ἀναγκαῖα ταῦτα σπουδαστέον, ὥσπερ περὶ τὴν ὕδρευσιν· ἀλλ' ὡς πάρεργα ὄντως, καὶ ἄλλως χρήσιμα ὄντα τῷ βίῳ, ταῦτα δεκτέον.

   Ἐὰν δὲ ὁ κυβερνήτης καλέσῃ ἐπὶ τὸ πλοῖον, ἀνακαλούμενος ἐντεῦθεν πρὸς ἑαυτόν τε ἡμᾶς, καὶ τὴν πατρίδα τὴν ἀληθινὴν ὅθεν ἤλθομεν· τρέχε, φησὶν, ἐπὶ τὸ πλοῖον, πάντα ἀφεὶς ταῦτα τὰ πρὸς τὴν γένεσιν, ἀκολουθῶν καλοῦντι, καὶ τούτων μηδὲ ἐπιστρεφόμενος ὅλως· ἵνα μὴ, καὶ ἐὰν φυσικῶς λυθῇς, κατὰ προαίρεσιν ἐνταῦθα μένῃς· ἐὰν γὰρ, φησὶ, μὴ ἑκὼν καὶ πρόθυμος ἀκολουθήσῃς, τὰ τῇδε πάντα καταλιπὼν, δεδεμένος ἐμβληθήσῃ εἰς τὸ πλοῖον, ὥσπερ τὰ προβάτια· τοῦτ' ἔστιν, ἄκων, καὶ κατακλάων σαυτόν τε καὶ τοὺς παρόντας, ἀπολείψεις τὸν τῇδε βίον, ὥσπερ οἱ ἀνόητοι καὶ προβατώδεις ἄνθρωποι.

   Ἁπτόμενον δὲ ὅλως, ὁδοῦ πάρεργον, γάμου καὶ παιδοποιίας καὶ τῶν τοιούτων, κατὰ καιρὸν ἅπτεσθαι χρή· ὥστε κόρον λαβόντα τὸν σύμμετρον, ἀσχέτως ἀπελθεῖν ἐντεῦθεν, καὶ προθύμως ὑπακοῦσαι τῷ κυβερνήτῃ καλοῦντι. Γέρων δὲ ὢν, καὶ πλησίον ἤδη τοῦ τέλους, μηδενὶ τούτων δεθῇς δεσμῷ, ἀλλ' ὅλος εἰς τὴν ἀνακομιδὴν [35] τέτασο καὶ τὸν ἐνταῦθα χωρισμόν· ἵνα μὴ, τοῦ καιροῦ τῆς ἀναχωρήσεως ἐνστάντος, καλούμενος, ὀπισθοβαρὴς εὑρεθῇς, ὑπὸ τῶν δεσμῶν ἀνθελκόμενος, καὶ νεόγαμον θρηνῶν γαμετὴν, καὶ παῖδας νηπίους. Καὶ ἄλλως δὲ τῷ γέροντι καθήκει τῆς ἐντεῦθεν ἀναχωρήσεως μᾶλλον, ἢ τῆς ἐνταῦθα ἐπιμελεῖσθαι ῥιζώσεως.

   [IN CAP. VIII.] Εἰπὼν καὶ τίνων χρὴ ἀπὸ τῶν ἐκτὸς μεταλαμβάνειν· ὅτι τῶν μὲν ἀναγκαίων, ἀναγκαίως· τῶν δὲ, ὁδοῦ πάρεργον· οὐδενὸς δὲ τούτων κατὰ προηγούμενον σκοπόν· καὶ διὰ τούτων ἐνδοὺς τῇ τῶν ἐκτὸς χρήσει· τοὺς τρόπους λοιπὸν παραδίδωσι, καθ' οὓς καὶ ἀβλαβῶς καὶ ἀταράχως δυνατόν ἐστι κεχρῆσθαι τοῖς ἐκτὸς, καὶ εὐαρέστως. Ἀνάγκη δέ ἐστιν, εἰ μέλλοιμεν μὴ δυσχεραντικῶς ζῇν ἀπαρεσκόμενοι τοῖς γινομένοις, ἢ τὸ Πᾶν ἀεὶ τὰ ἀρέσκοντα ποιεῖν ἡμῖν, ἢ ἡμᾶς τοῖς ἀπὸ τοῦ Παντὸς ἡμῖν ἀπονεμομένοις ἀρέσκεσθαι. Ἄλλως γὰρ ἀδύνατον εὐροεῖν. Ἀλλὰ τὸ μὲν ἀναγκάζειν τὸ Πᾶν ἐκεῖνα ποιεῖν τὰ ἡμῖν ἀρέσκοντα, καὶ ἀδύνατον ἡμῖν ἐστι, καὶ οὐδὲ πάντη συμφέρον· πολλὰ γὰρ ἡμῖν ἀρέσκει τῶν καὶ ἡμῖν ἀσυμφόρων, ἢ δι' ἄγνοιαν τῆς φύσεως αὐτῶν, ἢ διὰ τὸ συνεκτρέχειν ἡμᾶς ποτε ἀλόγοις ὀρέξεσιν. Ἀνάγκη οὖν, εἰ μέλλοιμεν εὐροεῖν, ἡμᾶς αὐτοὺς οὕτω διατιθέναι, ὡς τοῖς ὑπὸ τοῦ Παντὸς γινομένοις ἀρέσκεσθαι.

   Ἀλλὰ σκληρὸν ἴσως καὶ ἀδύνατον δόξει τισὶ τὸ ἐπίταγμα, τὸ θέλειν γίνεσθαι τὰ γινόμενα, ὡς γίνεται. Τίς γὰρ τῶν εὖ φρονούντων ἀνθρώπων ἢ τὰ κοινὰ κακὰ ἀπὸ τοῦ παντὸς συμβαίνοντα, οἷον σεισμοὺς, καὶ κατακλυσμοὺς, καὶ ἐκπυρώσεις, λοιμούς τε, καὶ λιμοὺς, καὶ φθορὰς παντοίων ζώων τε καὶ καρπῶν· ἢ τὰ ἀπὸ ἀνθρώπων εἰς ἀνθρώπους ἀνοσίως ἐπιτελούμενα, πόλεων ἁλώσεις, καὶ αἰχμαλωτισμοὺς, καὶ φόνους ἀδίκους, καὶ λῃστείας, καὶ ἁρπαγὰς, καὶ ἀκολασίας, καὶ τυραννικὰς βίας, μέχρι καὶ τοῦ ἀσεβεῖν ἀναγκαζούσας· ἔτι δὲ παιδείας καὶ φιλοσοφίας ἀπώλειαν, ἀρετῆς τε πάσης καὶ φιλίας, καὶ τῆς πρὸς ἀλλήλους πίστεως· καὶ τεχνῶν πασῶν καὶ ἐπιστημῶν, διὰ πολλῶν χρόνων εὑρεθεισῶν τε καὶ βεβαιωθεισῶν, τῶν μὲν παντελῆ ἀφανισμὸν, ὡς μόνα τὰ ὀνόματα αὐτῶν μνημονεύεσθαι, τῶν δὲ τεχνῶν τῶν πολλῶν τῶν πρὸς βοήθειαν ἡμῖν τοῦ βίου παρὰ θεοῦ δοθεισῶν, οἷον ἰατρικῆς, καὶ οἰκοδομικῆς, καὶ τεκτονικῆς, καὶ τῶν τοιούτων, σκιὰς μόνας καὶ εἴδωλα περιλελεῖφθαι; Ταῦτα οὖν καὶ τὰ τοιαῦτα, τὰ ἐν τῷ καθ' ἡμᾶς βίῳ περιττεύσαντα, τίς ἀκούειν ἐθέλοι, οὐ λέγω καὶ ὁρᾷν, καὶ μετέχειν αὐτῶν, καὶ θέλειν γίνεσθαι αὐτὰ, εἰ μὴ κακοθελής τις εἴη καὶ μισόκαλος ἄνθρωπος;

   Τὰ δὴ τοιαῦτα τῶν ἀπόρων, οὐ μόνον τοὺς πολλοὺς, ἀλλὰ καὶ τοὺς ἀστειοτέρους ἐνοχλοῦντα, τυχεῖν χρὴ διαλύσεως, εἰ μέλλοι καὶ ὁ τοῦ Ἐπικτήτου λόγος ἀνεύθυνος φαίνεσθαι, καὶ ἡ τοῦ δημιουργοῦ θεοῦ διοίκησις ἀνεπίληπτος. Ὅπου γὰρ τὸ συμφέρον, ἐκεῖ καὶ τὸ εὐσεβὲς τιθέμεθα, ὡς αὐτὸς ἡμᾶς διδάξει μετ' ὀλίγον ὁ Ἐπίκτητος. Λέγω τοίνυν, ὡς, εἰ μὲν κακὰ ὄντως ἐστὶ [36] ταῦτα τὰ γινόμενα, ἅπερ ἐτραγῴδησεν ὁ ἀπορῶν λόγος, καὶ τοιαῦτα κακὰ οἷάπερ ἡμῖν φαίνεται, οὔτε ἀγαθὸς ἂν εἴη ἄνθρωπος ὁ εὐαρεστῶν τοῖς κακοῖς, οὔτε τὸν διοικοῦντα τὰ τῇδε ἀναίτιον εἶναι τῶν κακῶν προχωρεῖ· οὔτε αἴτιον νομίζοντας κακῶν αὐτὸν, ἢ τιμᾷν, ἢ φιλεῖν, ἢ σέβειν δυνατὸν, κἂν μυρία ἐπὶ μυρίοις ἀπομνύμεθα. Πᾶν γὰρ ζῶον, ὡς αὐτὸς ἐρεῖ, τὰ μὲν βλαβερὰ, καὶ τὰ αἴτια αὐτῶν, φεύγει τε καὶ ἐκτρέπεται· τὰ δὲ ὠφέλιμα, καὶ τὰ αἴτια αὐτῶν, μέτεισί τε καὶ θαυμάζει. Ἢν μέντοι φανῇ τὰ μὲν γινόμενα ταῦτα μὴ κακὰ ὄντα, ὥσπερ νομίζομεν, ἀλλ' ἀγαθὰ μᾶλλον, ὡς πρὸς μεγάλα ἀγαθὰ συντελοῦντα, καὶ ἐκείνων ἕνεκα γινόμενα· εἰ δέ τι εἴη κακὸν, ὅλως ἐν τοῖς γινομένοις τοῦτο μὴ ὂν, ἀλλ' ἐν ταῖς ὀρέξεσι καὶ ὁρμαῖς ταῖς ἡμετέραις· οὔτε ὁ θέλων γίνεσθαι τὰ γινόμενα, ὡς γίνεται, κακός ἐστιν· οὔτε ὁ διοικῶν τὰ τῇδε, κακοῦ φανήσεται αἴτιος.

   Ταῦτα τοίνυν, ἐν οἷς ἐστι τὰ δοκοῦντα κακὰ, ἐν τῷ τῆς γενέσεως καὶ φθορᾶς ὄντα τόπῳ, τὰ μέν ἐστι σώματα, τὰ δὲ ψυχαί· αἱ μὲν, ἄλογοι, συμπεφυκυῖαι τοῖς σώμασι, καὶ οὐδὲν σχεδὸν ἔχουσαι αὐτῶν ἐξῃρημένον, ἀλλὰ ζωαὶ τῶν σωμάτων οὖσαι, καὶ κατ' ἐκεῖνα καὶ μετ' ἐκείνων κινούμεναι· αἱ δὲ, λογικαὶ, αὐτοκίνητοι, καὶ τῶν σωμάτων ἐξῃρημέναι, καὶ προαιρέσεως καὶ ὁρμῆς οὖσαι κύριαι.

   Ὧν τὰ μὲν σώματα, ἑτεροκίνητα τελέως ὄντα, καὶ τὴν οὐσίαν πᾶσαν ἔξωθεν ἔχοντα, προηγουμένως μὲν ἀπὸ τῶν οὐρανίων κινήσεων γίνεταί τε, καὶ φθείρεται, καὶ μεταβάλλει παντοίας μεταβολάς· προσεχῶς δὲ, καὶ ὑλικώτερον, ὑπ' ἀλλήλων. Καὶ γὰρ ἀκόλουθόν ἐστι τοῦτο, ἀπὸ τῶν ἀϊδίων τὰ γινόμενα καὶ φθειρόμενα κυρίως ὑφίστασθαι, καὶ ἀπὸ τῶν αὐτοκινήτων τὰ ἑτεροκίνητα, καὶ ἀπὸ τῶν περιεχόντων τὰ περιεχόμενα. Καὶ ἔστιν αὕτη τάξις καὶ δίκη τοῦ Παντὸς, τὸ ταῦτα ἐκείνοις ἀκολουθεῖν, οὐκ ἔχοντα ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως ἢ αἱρέσεως, καὶ ὁρμῆς οὐκ ὄντα κύρια, οὐδὲ τὴν διαφορὰν τῆς αὐτῶν ἀξίας κατὰ προαίρεσιν ἔχοντα, ἀλλὰ τοῖς αἰτίοις συνδιατιθεμένην· ὥσπερ καὶ αἱ σκιαὶ τῶν σωμάτων οὐ κατὰ προαίρεσιν τοίως ἢ τοίως τρέπονταί τε καὶ διατίθενται, ἀλλὰ τῇ τῶν αἰτίων ἕπονται καταστάσει, τὴν αὐτὴν ἔχουσαι ἀεὶ ἀξίαν. Καὶ οὐδὲ αὐτοῖς μὲν τοῖς μεταβαλλομένοις σώμασι κακόν ἐστιν ἡ μεταβολὴ, οὔτε τοῖς συνθέτοις, οὔτε τοῖς ἁπλοῖς. Πρῶτον μὲν, ὅτι φύσις ἐστὶν αὐτοῖς τοιαύτη, καὶ ἄλλως ἔχειν ἀδύνατον αὐτοῖς· ἐπεὶ οὐδὲ ταῖς λογικαῖς ψυχαῖς κακὸν ἂν ἦν ἡ ἄγνοια, καὶ ἡ κατὰ τὰς ἀλόγους ὀρέξεις ζωὴ, εἰ μὴ πεφύκει γινώσκειν τὸ ἀληθὲς, καὶ ἄρχειν τῶν ἀλόγων ὀρέξεων, καὶ ὑπερέχειν αὐτῶν· ἔπειτα, ὅτι καὶ τὰ σύνθετα, ἐξ ἐναντίων συγκείμενα καὶ μαχομένων ἀλλήλοις, καὶ ἐν ἀλλοτρίοις ὄντων τόποις, καὶ πλεονεκτούντων ἀλλήλων διὰ τῶν νόσων, ποτὲ μὲν ἐκκρίνοντα τὰ διαφθειρόμενα ἐν αὐταῖς ἀναῤῥώννυται· ποτὲ δὲ εἰς φθορὰν ὁδεύοντα, αὐτὰ μὲν τοῦ μόχθου καὶ τῆς ταλαιπωρίας καὶ τῆς ἐν αὐτοῖς τῶν ἐναντίων πλεονεξίας ἀπαλλάττεται, τῶν δὲ ἐν αὐτοῖς ἁπλῶν ἕκαστον ἀποδίδοται [37] τῇ αὐτοῦ ὁλότητι, εἰς ἐκνεασμὸν καὶ ἀνάῤῥωσιν τῆς ἐγγενομένης αὐτοῖς ὑπὸ τῶν ἐναντίων ἀσθενείας. Ἕκαστον γὰρ αὐτῶν, ποιοῦν τι εἰς τὸ ἐναντίον, καὶ ἀντιπάσχει πάντως ὑπ' αὐτοῦ. Ὅταν δὲ τὰ ἁπλᾶ μεταβάλλῃ εἰς ἄλληλα κατὰ τὰς τῶν ἐναντίων ποιοτήτων μεταβολὰς, γίνεται πάλιν ὅπερ ἦν πρότερον. Τὸ γὰρ ὕδωρ εἰς ἀέρα μεταβάλλει, ἀφ' οὗ καὶ γέγονε πρότερον· καὶ ὁ ἀὴρ εἰς πῦρ, ἐξ οὗ γέγονε.

   Καὶ οὐδὲν ἐν τούτοις οἶμαι κακὸν, κἂν κατακλυσμοὺς, κἂν ἐκπυρώσεις, κἂν ἀθροωτέρας μεταβολὰς ἀπεργάσωνται, δι' ἀντανίσωσιν τῶν ἐν τῷ παντὶ στοιχείων· κἂν λοιμοὶ, ἢ σεισμοὶ, τὰ σύνθετα σώματα διαλύσωσιν. Εἰ δὲ καὶ συντελεῖ ταῦτα, διὰ τὴν ἐπ' ἄπειρον ἀνακύκλησιν τοῦ γενητοῦ, διὰ τὸ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν εἶναι· πῶς κακὸν δυνατὸν εἶναι τὴν τοῦ μέρους φθορὰν, εἰ λυσιτελεῖ τῷ ὅλῳ; Καὶ γὰρ ἐπὶ τῶν μερικῶν ζώων ἡ φύσις ὁρᾶται καταφρονοῦσα τοῦ μέρους διὰ τὸ ὅλον· ὅταν τὰ ῥεύματα ἀπὸ τῶν κοινοεργῶν μορίων, καρδίας, καὶ γαστρὸς, καὶ ἥπατος, καὶ ἐγκεφάλου, εἰς πόδας ἄκρους ἀποπέμπει καὶ χεῖρας, καὶ πρὸς τὸ δέρμα δι' ἐκφυμάτων καὶ λειχήνων καὶ τῶν τοιούτων ἀπωθεῖται, καὶ ἀποσκήμματα ποιεῖ φθοροποιὰ εἰς τὰ μόρια, διὰ τὴν τοῦ ὅλου σωτηρίαν. Καὶ μέντοι καὶ ἰατρικὴ τέχνη, μιμουμένη τὴν φύσιν, σήπει τὰ ἀποστήματα, καὶ τέμνει, καὶ καίει, καὶ κατατείνει, καὶ ἐκκόπτει μόρια, διὰ τὸ σῶσαι τὸ ὅλον· καὶ οὐδεὶς τούτοις, ὡς κακῶς γινομένοις, ἐγκαλεῖ. Ὡς εἴ γε κατ' αὐτὰ μόνα ἦν τὰ σώματα, καὶ μηδαμῶς μηδὲν τῶν περὶ αὐτὰ συμβαινόντων εἰς τὰς ἀνθρωπίνας ψυχὰς ἀνεφέρετο, οὐδὲν ἂν οἶμαι τῶν κατὰ τὰς μεταβολὰς αὐτῶν κακὸν ἐνομίζετο.

   Ἐπειδὴ δὲ καὶ ψυχαὶ ἡμῖν ἐν τοῖς σώμασιν· αἱ μὲν, ἄλογοι, συμπεφυκυῖαι τοῖς σώμασι, καὶ ἐκείνων οὖσαι ζωαὶ, καὶ ἐν ἐκείνοις καὶ μετ' ἐκείνων τήν τε οὐσίαν ἔχουσαι καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν· αἱ δὲ, λογικαὶ, ἐξῃρημέναι κατὰ φύσιν τῶν σωμάτων, καὶ χωρισταὶ παντελῶς ἀπ' αὐτῶν οὖσαι, αὐτοκίνητοί τε καὶ προαιρετικαὶ, καὶ κύριαι ὁρμῆς καὶ ὀρέξεως, ὡς δέδεικται πρότερον· αἱ μὲν ἄλογοι, εἰ μὲν μηδὲν μηδὲ ἴχνος ἔχουσιν αὐτοκινησίας, μηδὲ ὄρεξιν ἔνδοθεν, ἢ ὁποιανοῦν κίνησιν, ἀλλὰ τελέως τῶν σωμάτων εἰσὶ ζωαὶ, δῆλον ὅτι καὶ τὴν οὐσίαν σὺν τοῖς σώμασιν ἔχουσιν ὑπὸ τῆς εἱμαρμένης παραγινομένην, καὶ τὴν ἀξίαν κατ' ἐκεῖνά τε καὶ μετ' ἐκείνων ἀφωρισμένην, καὶ συνδιατιθεμένην ταῖς ἐκείνων κινήσεσιν, ὡς εἴρηται περὶ τῶν σκιῶν. Εἰ δὲ τοῦτο μὲν ταῖς τῶν φυτῶν ζωαῖς μᾶλλον προσήκει, διὸ καὶ κατεῤῥιζωμένα ἐστὶ, καὶ αἰσθήσεως ἐστέρηται καὶ κινήσεως, τῶν τῇ ὀρέξει καὶ ὁρμῇ τῆς ψυχῆς συνόντων· τὰ δὲ ἄλογα ζῶα καὶ τούτου ἔτυχεν· εἰκός ἐστι, τὰς τῶν ἀλόγων ψυχὰς, μέσας οὔσας τῶν ζώων, τῶν τε κατεῤῥιζωμένων τοῖς σώμασι, καὶ τῶν τελέως κατὰ φύσιν ἀπολελυμένων καὶ αὐτοκινήτων, ἔχειν τι ὀρέξεως ἴχνος καὶ ὁρμῆς, ἔνδοθεν ἀπ' αὐτῶν ἐγειρόμενον, καὶ ποτὲ μὲν κατὰ φύσιν τὴν τοῦ εἴδους κινούμενον, ὡς ὅταν [38] ὁ λέων σύμμετρον τῷ εἴδει τὸν θυμὸν ἔχει· ποτὲ δὲ ὑπερζεόντως ἢ ἐλλειπόντως. Καὶ κατὰ ταῦτα καὶ ἀξίας ἴσχουσι διαφορὰν καὶ βίων ἀνομοιότητα, πρὸς τῇ κατὰ τὴν εἱμαρμένην διαθέσει, ἣν ὡς ἑτεροκίνητον ἔχουσι. Χρὴ γὰρ τὰ μέσα τινῶν ὄντα, ἑκατέρῳ πως τῶν ἄκρων κοινωνεῖν.

   Ἡ μέντοι λογικὴ ψυχὴ, αὐτοκίνητος οὖσα, καὶ ὀρέξεως τελέως κυρία καὶ ὁρμῆς, καὶ τὴν ἀξίαν ἔχει πρὸς τὴν προαίρεσιν· χρωμένη δὲ τῷ σώματι, καὶ τὰ πάθη αὐτοῦ πρὸς ἑαυτὴν ἔχει ἀναφερόμενα. Ἀλλ' ὅταν μὲν κατὰ φύσιν ζῶσα ὡς ὀργάνῳ χρῆται τῷ σώματι, ἐξῃρημένη αὐτοῦ καὶ ὑπερέχουσα, τότε αἱ τοῦ σώματος βλάβαι τὰς μὲν δι' αὐτοῦ ἐνεργείας ἐμποδίζουσιν αὐτῇ, οὐδενὸς δὲ αὐτῇ δεινοῦ μεταδιδόασι. Καὶ γὰρ καὶ τὸ ἀλγεῖν, ἐν τῷ σκέλει μένειν ἔλεγεν ὁ θεῖος Σωκράτης. Ὅταν δὲ οἰκειώσηται τὸ σῶμα πλέον τοῦ δέοντος, οὐχ ὡς ὄργανον ἔτι, ἀλλ' ὡς μέρος ἑαυτῆς περιπτυσσομένη, μᾶλλον δὲ ὡς ἑαυτήν· τότε σὺν αὐτῷ καὶ δι' αὐτοῦ παθαινομένη καὶ ἀλογουμένη, καὶ τὰς τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ὀρέξεις οἰκείας νομίζουσα, καὶ ὑπουργοῦσα αὐταῖς, καὶ μηχανὰς ὑποβάλλουσα πρὸς τὸ τυχεῖν τῶν ὀρεκτῶν, κακύνεται κατὰ πάντα, καὶ νοσεῖ τὴν τῆς ψυχῆς νόσον, καὶ ἰατρείας δεῖται πρὸς τὸ ἀπαλλαγῆναι αὐτῆς. Καὶ ἐπεὶ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, χρὴ τὴν δι' ἡδονῆς ὄρεξιν καὶ γλυκυθυμίας κακυνθεῖσαν, τῆς πρὸς σώματα καὶ χρήματα συμπαθείας, καὶ τιμὴν, καὶ δυναστείαν, καὶ τὰ τοιαῦτα, τῇ περὶ ταῦτα λύπῃ ἀποτυγχανόμενα κολάζεσθαί τε καὶ ἰατρεύεσθαι, καὶ μάλιστα ἐπὶ τοῖς τοῦ σώματος πάθεσιν. Πλησιαίτερον γάρ ἐστιν αὐτῆς τοῦτο, καὶ αἱ ἐπ' αὐτῷ καὶ σὺν αὐτῷ ὀδύναι αἰσθητότεραι. Ἀποστᾶσα γὰρ ἡ ψυχὴ τῶν τε ἑαυτῆς κρειττόνων, καὶ ἑαυτῆς, καὶ ὅλην ἑαυτὴν ἐνδοῦσα τῷ τε σώματι καὶ τοῖς ἐκτὸς, καὶ ἐκεῖνα ἑαυτὴν νομίσασα, καὶ τὸ ἀγαθὸν τὸ ἑαυτῆς ἐν ἐκείνοις ζητοῦσα, καὶ κατὰ τοῦτο νοσήσασα καὶ κακυνθεῖσα· πῶς ἂν ἄλλως καταγνῶναι τούτων ἠδύνατο, καὶ τῆς πρὸς αὐτὰ ῥοπῆς, καὶ καταφρονῆσαι αὐτῶν, καὶ ἐπιστραφῆναι πρὸς ἑαυτὴν καὶ τὰ κρείττονα, καὶ ἐν τούτοις τὸ ἀγαθὸν ζητεῖν, εἰ μὴ, πρὸς τῷ βλαβερῷ, καὶ λυπηρῶν πειραθῇ τούτων; διὰ γὰρ ἡδονὴν εἰς αὐτὰ ῥέπουσα, ὡς ταύτης ἐν ἐκείνοις καὶ σὺν ἐκείνοις τυγχάνουσα, ἕως μὲν ἂν ἀπολαύοι ταύτης ἐν αὐτοῖς, προσήλωται αὐτοῖς καὶ προστέτηκεν. Οὐδεὶς γὰρ ἧλος οὕτως ἰσχυρός ἐστι προσπερονῆσαι καὶ κολλῆσαι ὡς ἡ ἡδονὴ, καὶ τὸ ἀπ' αὐτῆς δέλεαρ.

   Ὁ τοίνυν ἀγαθὸς ἰατρὸς, ἀνιαρὰ ταῦτα, εἰς ἃ νένευκεν, αὐτῇ προσφέρων, ἀποστρέφεσθαι ποιεῖ αὐτὰ, ὥσπερ αἱ τὰ παιδία ἀπογαλακτίζειν βουλόμεναι, πικρῷ τινι τὰς θηλὰς ὑπαλείφουσι. Καὶ τὴν μὲν ἀρχὴν, ὡς δυοῖν κακοῖν τὸ κουφότερον αἱρούμεναι αἱ ψυχαὶ, ἀντὶ σωματικῆς ὀδύνης, καὶ βιωτικῶν περιστάσεων, τὸν θάνατον αἱροῦνται, καὶ τὸν ἀπὸ τοῦ σώματος χωρισμόν· ὅπερ οὐκ ἄν ποτε ὑπῆρξεν αὐταῖς, εὐροούσαις περὶ τὸ σῶμα. Συνεθίζονται δὲ ὅμως μισεῖν καὶ ἀποστρέφεσθαι τὴν ἐνταῦθα ἡδονὴν, μείζονος καὶ πολυπλασίονος λύπης [39] φόβῳ ἐντεῦθεν εἰργόμεναι· ὥσπερ καὶ τὰ παιδία φόβῳ τὴν ἀρχὴν ἀπὸ τῶν βλαβερῶν ἀναστέλλονται· καί τις ὑφηδόμενος σιτίῳ τινὶ ἢ ποτῷ βλαβερῷ, πολλάκις ὀδύνης ἀπ' αὐτῶν πειρώμενος, καὶ λύπης σφοδρᾶς, φόβῳ τοῦ μὴ τούτοις περιπεσεῖν ἀπέχεται αὐτῶν. Καίτοι τίς ἂν ἀλύπως τοῖς ἡδέσι χρώμενος, κἂν βλαβερὰ τυγχάνῃ ὄντως, ἀποστρέψειεν ἂν ἀπ' αὐτῶν; Καὶ ἔστι μὲν τοῦτο, τὸ τῶν ἡδέων ἀπέχεσθαι διὰ φόβον τῆς μείζονος λύπης, οὐκ ἀπαλλαγὴ πάθους, ἀλλ' ἀνταλλαγὴ μᾶλλον· (τὸ γὰρ ἡδὺ τῆς ἀλυπίας ἀλλαττόμεθα τοῦ τῆς ἀπολαύσεως ἡδέος·) μετὰ τοῦ καὶ ἄλλο πάθος προσλαμβάνειν τὸ πάθος. Πλὴν συντελεῖ τοῦτο τὴν ἀρχὴν τοῖς παιδικῶς ἡμῖν καὶ ἀνοήτως διακειμένοις, εἰς τὸ διαβληθῆναι πρὸς ταῦτα οἷς σφοδρῶς συμπεπόνθαμεν· καὶ τότε λοιπὸν τήν τε φύσιν τούτων καταμανθάνοντες, ὅτι πρὸς τῷ βλαβερῷ καὶ τὸ λυπηρὸν ἔχουσιν τοῦ ἡδέος πλέον καὶ πολλαπλάσιον, καὶ εἰς ἑαυτοὺς ἐπιστρέφοντες, καὶ ἐν ἑαυτοῖς τὸ ἀγαθὸν εὑρίσκοντες ὂν, καὶ οὐκ ἐν σώματι ἢ τοῖς ἐκτὸς, καὶ μέν τι καὶ τῆς πρὸς τὸ Κρεῖττον ἡμῶν ὁμοιότητος αἰσθανόμενοι, καὶ ταύτην τιμῶντες, οὐκ ἔτι φόβῳ, ἀλλ' ἐπιστήμῃ καὶ ἀρετῇ, τὸν κατὰ φύσιν βίον αἱρούμεθα. Καὶ γὰρ καὶ τὰ παιδία, ἅπερ ἐξέκλινον πρότερον καὶ ἐπετήδευον διὰ φόβον, ταῦτα ὕστερον φρενωθέντα λοιπὸν αἱρούμενα πράττουσι.

   Καὶ οὗτος σκοπὸς τῷ ἐπιμελομένῳ ἡμῶν θεῷ, τὸ μήτε προστετηκέναι τὴν λογικὴν ψυχὴν τῷ σώματι, καὶ τοῖς ἐκτός· μήτε φόβῳ, ἀλλ' αἱρουμένην, ἀπέχεσθαι αὐτῶν· ὡς ἐν τῇ αἱρέσει καὶ τῇ ἐκκλίσει καὶ τοῦ ἀγαθοῦ ἡμῶν καὶ τοῦ κακοῦ κειμένων. Καὶ εἰς τοῦτο τὸ τέλος ἡ ἰατρεία τῆς Προνοίας ἐπείγεται, εἰς τὸ ἐπαναγαγεῖν τὴν ψυχὴν εἰς αἵρεσιν τοῦ κατὰ φύσιν βίου· ὥσπερ καὶ οἱ ἄριστοι τῶν ἰατρῶν διὰ τομῶν καὶ καύσεων, καὶ τῶν τοιούτων, τὴν κατὰ φύσιν ἕξιν περιποιοῦσι τοῖς σώμασιν, ὥστε τὰς κατὰ φύσιν ἐνεργείας ἀποδιδόναι. Καὶ ἔστιν ἰατρικὴ τῆς πονηρίας, ἡ δίκη· καὶ ταύτην ἔχει τὴν χρείαν τὰ περὶ ἡμᾶς ταῦτα δοκοῦντα κακὰ, ὥσπερ καὶ ἰατροῖς δυσχεραίνομεν, εἰ παρέχουσι τομὰς καὶ καύσεις, καὶ τὰ ἀνιαρὰ τῶν βοηθημάτων. Διὸ καὶ πρὸς ταῦτα δυσχεραίνουσιν οἱ παιδικοὶ καὶ ἀνόητοι. Καὶ ὅστις πειρᾶται τοῖς συμβαίνουσιν ἑαυτῷ παρακολουθεῖν καὶ τοῖς ἄλλοις, καὶ τὰς γινομένας τῆς ψυχῆς διαθέσεις ἐπισκοπῶν, ὁμολογήσει ῥᾳδίως, οἶμαι, τὰ δυσχερῆ ταῦτα μὲν ἀρχὴν παρέχειν τῇ ψυχῇ πρὸς τὴν τοῦ σώματος καὶ τῶν ἐκτὸς, καὶ, ὡς ἂν ὁ θαυμαστὸς εἴποι, τῶν οὐκ ἐφ' ἡμῖν καταφρόνησιν.

   Ὥσπερ δὲ ἡ τῶν σωμάτων ἰατρικὴ, τὸ μέν τι μέρος ἔχει θεραπευτικὸν, τὰ νοσοῦντα σώματα διὰ τῶν ἐναντίων ἐπανορθούμενον· τὸ δὲ, ὑγιεινὸν, διαίτῃ καὶ γυμνασίοις βεβαιότερόν τε καὶ τελεώτερον ὑγιαίνειν ποιοῦν· καὶ ἔστι τινὰ τῶν γυμνασίων ἐπίπονα σφόδρα, καὶ μόνοις τοῖς ἀνδρείοις καὶ τληπαθέσι φορητά· οὕτω καὶ ὁ τῶν ψυχῶν βοηθὸς, οὐ μόνον τὰς νοσούσας θεραπεύει διὰ τῶν ἐν τῷ βίῳ δυσχερῶν, ἀλλὰ καὶ τὰς ὑγιεῖς γυμνάζει, καὶ ὑγιεινοτέρας καὶ ἀνδρειοτέρας ποιεῖ, καὶ τὴν [40] ἀρετὴν αὐτῶν διαφανεστέραν τοῖς ἄλλοις εἰς μίμησιν ἐπιδείκνυσιν. Ὅτι μὲν γὰρ δέονται γυμνασίων καὶ αἱ ἀγαθαὶ τῶν ἀνθρώπων ψυχαὶ, ὥσπερ καὶ τὰ ὑγιαίνοντα σώματα, πρόδηλον· Κίνησις γὰρ κρατύνει, ἀργίη δὲ τήκει, φησὶν ὁ Ἱπποκράτης. Διὰ τί; ὅτι τὰ μὲν ἀεὶ τὴν ἑαυτῶν ἔχοντα τελειότητα, καὶ τὰς κατὰ φύσιν ἐνεργείας ἀεὶ ἐνεργοῦντα, προχείρους ἀεὶ καὶ ἑτοίμους ἔχει τὰς ἐνεργείας· τὰ δὲ μὴ ἐνεργοῦντα δεῖται γυμνασίας εἰς μίμησιν τῆς ἀεικινησίας, ἵνα μὴ τῇ ἀργίᾳ τῆς ἐνεργείας ἐπιλαθόμενα, καὶ νεκρωθέντα, καιροῦ καλοῦντος, τῆς χρείας ἐλλείπῃ. Τὸ γὰρ ποτὲ μὲν ἐνεργοῦν, ποτὲ δὲ μὴ ἐνεργοῦν, δι' ἀτονίαν τοῦτο πάσχον, δεῖται τῆς διὰ τοῦ ἐνεργεῖν ἀναῤῥώσεως.

   Πᾶσα δὲ γυμνασία διὰ τῶν αὐτῶν ἐπιτελεῖται, δι' ὧν καὶ ἡ προηγουμένη ἐνέργεια, πρὸς ἣν γυμναζόμεθα. Ἡ γοῦν πρὸς πάλην γυμνασία, διὰ τοῦ συνεχῶς παλαίειν γίνεται· καὶ ἡ πρὸς πυγμὴν, διὰ τοῦ συνεχῶς πυκτεύειν, καὶ ταῖς πληγαῖς συνεθίζεσθαι· οὕτω γὰρ καὶ ἡ πρὸς πόλεμον, διὰ τὸ πολεμίους μιμεῖσθαι τοὺς συγγυμναστάς· καὶ ὅσῳ μᾶλλόν εἰσιν οἱ προσγυμναζόμενοι μεγάλοι καὶ ἰσχυροὶ, τοσούτῳ μᾶλλον τὸ γυμνάσιον ἀνύει τὸν ἑαυτοῦ σκοπόν. Ὥστε κἂν πρὸς ἡδονὴν γυμνάζηταί τις ἐπὶ τὸ κρατεῖν ἡδονῆς, ἀνάγκη τῶν ἡδέων ἐφαπτόμενον, ἐθίζεσθαι καταφρονεῖν αὐτῶν· κἂν πρὸς λύπην, λυπηρῶν μετέχειν· κἂν πρὸς φόβον, φοβεροῖς τισιν ἑαυτὸν ἐμβάλλειν· κἂν πρὸς ἀλγηδόνας, τὸν διὰ μαστιγώσεως ἀγῶνα τῶν ἐν Λακεδαίμονι νέων εὐγενῶν ζηλοῦν, καὶ τὰ πρὸς ἐκεῖνον τὸν ἀγῶνα γυμνάσια πάντα ἀλγεινὰ ὄντα· ἢ τὸν ἐφ' ἡμῶν Σαλούστιον, ἄνθρακα πεπυρακτωμένον ἐπιθέντα γυμνῷ τῷ μηρῷ, καὶ φυσῶντα αὐτὸν, καὶ δοκιμάζοντα ἑαυτὸν, μέχρι πόσου δύναται καρτερεῖν. Οὐδὲν γὰρ διαφέρει τῷ εἴδει τὰ γυμνάσια τῶν προηγουμένων ἐνεργειῶν, ἀλλὰ τοσοῦτον μόνον, ὅτι ἐλαφρότερά πως εἰσὶ, καὶ ὅτι ἐφ' ἡμῖν ἐστιν ὅταν βουλώμεθα παύεσθαι.

   Ἐπειδὴ οὖν ὁ τὰς ἀνθρωπίνας ψυχὰς καταπέμπων εἰς γένεσιν Θεὸς, δυνάμεις δέδωκεν αὐταῖς, καθ' ἃς καὶ ἀβλαβῶς κεχρῆσθαι τοῖς ἐν γενέσει δελεάζουσί τε καὶ ἐκπλήττουσι, καὶ ὑπερανέχειν αὐτῶν δυνήσονται· ταύτας τὰς δυνάμεις γυμνάζων ὁ θεὸς, ἵνα μὴ ἀργοῦσαι χαλαρώτεραι καὶ ἀτονώτεραι γένωνται, καὶ, καιροῦ ποτε καλοῦντος τὴν χρείαν αὐτῶν, ὑστερήσωσιν, ἄθλους πολλάκις προτίθησι ταῖς ψυχαῖς. Καὶ οὐκ ἂν Ἡρακλῆς, ἢ Θησεὺς, ἢ Διογένης, ἢ Σωκράτης τοιοῦτοί τινες ἐγένοντο, οὐδ' ἂν διεφάνη τῆς ἀνθρωπίνης ἀρετῆς τὸ μέγεθος μέχρι πόσου δύναται διελθεῖν· εἰ μὴ τοὺς μὲν πρὸς τὰ φοβερώτερα τῶν θηρίων καὶ τοὺς κακούργους τῶν ἀνθρώπων ἀγωνίσασθαι προεκαλέσατο, τοὺς δὲ εἰς λιτότητα ἄκραν καὶ τὸν κατὰ φύσιν βίον προώθησε. Καὶ ἔστιν, οἶμαι, καὶ τοῦτο τοῖς ἐφιστάνουσι πρόδηλον, ὅτι οἱ ἐν περιστάσεσι καλῶς διαγινόμενοι, ἀνδρικώτεροι τὸ λοιπὸν ἀποβαίνουσιν. Εἰ γὰρ τὴν πρὸς τὰ φοβερώτατα ἀγωνίαν παίγνιον ὁ συνεθισμὸς ποιεῖ, ὡς ὀλίγου κερματίου χάριν αἱρεῖσθαί τινας αὐτὴν, πῶς οὐκ [41] ἂν ἐν τοῖς μετριωτέροις ἡ γυμνασία παρασκευάσοι καταφρονεῖν τῶν δυσχερῶν τοῖς ἀγυμνάστοις δοκούντων;

   Εἴτε οὖν ὡς θεραπεία νοσούντων, εἴτε ὡς γυμνασία ὑγιαινόντων προσάγεται ταῖς ψυχαῖς τὰ δυσχερῆ ταῦτα καὶ ἐπίπονα δοκοῦντα, οὐκ ἂν εἴη κακὰ αὐταῖς. Ἐπεὶ οὕτω γε καὶ τοῖς σώμασι τὸ ἰατρεύεσθαι, καὶ γυμνάζεσθαι, ἐπίπονα ὄντα, καὶ κακὰ ἂν λέγοιμεν. Κατ' ἀξίαν δὲ πάντως γινόμενα τήν τε τῆς φύσεως καὶ τὴν τῆς προαιρέσεως, οὐκ ἂν εἴη κακά. Τὸ γὰρ κατ' ἀξίαν, δίκαιον· τὸ δὲ δίκαιον, ἀγαθόν. Ἀλλ' οὐδὲ τοῖς σώμασιν, ὡς σώμασιν ἀναισθήτοις καθ' αὑτὰ οὖσι, κακόν ἐστι τὸ τέμνεσθαι ἢ καίεσθαι. Ἡ γὰρ εἰς τὰ ἁπλᾶ ἀνάλυσις, οὐ κακὸν τῷ συνθέτῳ. Εἰ οὖν τὴν τῶν σωμάτων ἰατρικὴν, γυμνάζουσαν, καὶ καίουσαν, καὶ κατατείνουσαν, καὶ μόρια ἀποκόπτουσαν, καὶ τὰ αὐτὰ τοῖς ἀφειδῶς κολάζουσιν ἀνθρώποις ποιοῦσαν, οὐ κακὸν λέγομεν, ἀλλ' ἀγαθὸν, καὶ χάριν καὶ μισθὸν τελοῦμεν τοῖς ἰατρεύουσι· διὰ τί τὴν τοῦ θεοῦ ἰατρείαν οὐκ ἀγαπῶμεν; οὐ γὰρ θυμῷ, οὐδὲ ἀμυντικῶς, οὐδὲ παρ' ἀξίαν, οὐδ' ἐπὶ βλάβῃ ποιεῖ τι τούτων ὁ θεός· ἀλλ' ἰατρικῶς, καὶ κηδεμονικῶς, καὶ πατρικῶς, καὶ ἐπὶ μεγίστῃ ὠφελείᾳ· καὶ ἀρκεῖ φάναι, κατὰ τὴν θείαν ἀγαθότητα.

   Πολυειδὴς δέ ἐστιν ἡ τοῦ θεοῦ ἰατρική. Τοὺς μὲν νόσοις, ἢ πενίᾳ, ἢ ἀτιμίαις· τοὺς δὲ λοιμοῖς, ἢ σεισμοῖς, ἢ ἐπικλύσεσιν, ἢ ναυαγίοις, ἢ πολέμοις, ἢ ἀνθρωπίναις κολάσεσιν ἰατρεύουσα. Οὐ κακὰ οὖν, ἀλλὰ ἀγαθὰ ταῦτα· εἴπερ τὸ ἰατρεύεσθαι, ἀγαθόν. Εἰ δέ τις ταῦτα μὴ ἀξιοῖ καλεῖν ἀγαθὰ, διὰ τὸ μὴ εἶναι προηγουμένως αἱρετὰ, οἷα χρὴ τὰ κυρίως ἀγαθὰ εἶναι, μὴ κακὰ εὐθὺς αὐτὰ καλείτω, ἀλλ' ἀναγκαῖα πρὸς τὴν τοῦ ὄντως ἀγαθοῦ κτῆσιν· πρὸς ἣν ἐξ ἀνάγκης τούτων δεόμενοι, αἱρούμεθα αὐτὰ δι' ἐκείνην. Καὶ γὰρ τομὰς καὶ καύσεις ἰατρικὰς, καὶ τὰ τοιαῦτα, οὐδεὶς αἱρεῖται προηγουμένως· ἀλλὰ τῆς ὑγείας ἐφιέμενοι αἱρούμεθα αὐτὰ, ἧς ἀνάγκη διὰ τούτων τυχεῖν. Καὶ καλῶς ἀναγκαῖα ταῦτα κεκλήκασιν οἱ σοφοὶ, ἅπερ ἀνάγκη πάντη προσληφθῆναι, εἰ μέλλοι τὸ ἀγαθὸν ἀποφαίνεσθαι· ἀγαθὰ μὲν ὄντα καὶ αὐτὰ, εἴπερ πρὸς ἀγαθὸν συντελεῖ, τὰ μὲν πρὸς σωματικὴν ὑγείαν, τὰ δὲ πρὸς ψυχικήν· ὑφειμένα δὲ τῶν προηγουμένων ἀγαθῶν· πρὸς ἃ παραβάλλοντες αὐτὰ οἱ πολλοὶ, κακὰ νομίζουσι, κακῶς οἶμαι περὶ τούτων φρονοῦντες, εἴπερ ἀνάγκη τοῦ ἀγαθοῦ διὰ τούτων ἡμᾶς τυγχάνειν.

   Εἰ τοίνυν καὶ τὰ ὑπὸ τοῦ ἀποροῦντος προταθέντα λέλυται, καὶ πάντα τὰ γινόμενα καὶ κατ' ἀξίαν γίνεται, τὰ μὲν τῆς φύσεως, τὰ δὲ τῆς προαιρέσεως, καὶ ἐπ' ὠφελείᾳ γίνεται ὑπὸ τοῦ θεοῦ· δῆλον, ὅτι πᾶς εὖ φρονῶν καὶ θέλοι ἂν γίνεσθαι τὰ γινόμενα, (εἴπερ μὴ φθονεῖ τοῖς δικαιουμένοις τε καὶ ἰατρευομένοις,) καὶ τὸν τοιοῦτον ἰατρὸν σέβει, καὶ τιμᾷ, καὶ φιλεῖ γνησίως, καὶ εὐεργέτην ὁρίζεται.

   Ἀλλ', ὅτι μὲν τὰ συμβαίνοντα ταῦτα δυσχερῆ τοῖς ἀνθρώποις, ἰατρεῖαί τινές εἰσι, καὶ ὅτι τὸ ἰατρεύεσθαι [42] τοῖς δεομένοις καὶ ψυχῇ καὶ σώματι ἀγαθόν ἐστι, συγχωρήσειεν ἄν τις, ὡς οἶμαι· αὐτὸ δέ τοι τὸ νοσεῖν, καὶ κατὰ ψυχὴν, καὶ κατὰ σῶμα, καὶ δεῖσθαι τοιαύτης ἰατρείας ἐπιπόνου τε καὶ ὀδυνηρᾶς, τοῦτο τίς ἂν ἀγαθὸν, καὶ οὐχὶ κακὸν, καὶ τὸν αἴτιον αὐτοῦ, κακοῦ νομίζοι αἴτιον; Ἢ πάλιν τὰ αὐτὰ λέγειν ἀνάγκη; ὅτι ἡ μὲν τοῦ σώματος νόσος, οὔτε αὐτῷ τῷ σώματι κακόν ἐστιν, εἴπερ καὶ φύσιν ἔχει τοιαύτην, καὶ πρὸς διάλυσιν ὁρᾷ τοῦ συνθέτου, καὶ ἀπόδοσιν τῶν ἁπλῶν εἰς τὰς οἰκείας ὁλότητας, καὶ ἀπαλλαγὴν αὐτῶν καὶ ἐλευθερίαν τῆς τε ἐν ἀλλοτρίῳ τόπῳ διαγωγῆς, καὶ τῆς πρὸς τὰ ἀντικείμενα μάχης. Ἀλλ' οὔτε τῇ ψυχῇ κακόν ἐστιν ἡ τοῦ σώματος νόσος, εἴπερ ἰατρεία οὖσα τῆς ψυχῆς δέδεικται, καὶ φαίνεται πολλαχοῦ ἐναργῶς αὐτή. Κἂν ἐπιβλαβὴς δὲ τῷ μερικῷ σώματι ἡ νόσος ἦν, καὶ ἡ φθορὰ αὐτῆς, ὠφέλιμος δὲ οὖσα ἐφαίνετο τῇ τε τοῦ χρωμένου ψυχῇ, καὶ τῇ τοῦ παντὸς συστάσει τῶν ἐν αὐτῷ στοιχείων, καὶ τῷ ἀπεράντῳ τῆς γενέσεως κύκλῳ, διὰ τοῦτο ἐπ' ἄπειρον προϊόντι, διὰ τὸ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν εἶναι· κατεφρόνησεν ἂν ὁ ἄριστος διοικητὴς τοῦ φθαρτοῦ τὴν φύσιν, καὶ μερικῆς καὶ χείρονος φθορᾶς, διὰ τὸ κρεῖττον καὶ τὸ ὅλον, καὶ τὸ ἀνέκλειπτον τῆς γενέσεως.

   Ἀλλ' ἡ τῆς ψυχῆς γε νόσος, φαίη τις ἂν, οὔτε αὐτῆς ἀγαθόν ἐστι τῆς νοσούσης ψυχῆς, οὔτε πρὸς τὸ ὅλον τι λυσιτελεῖ· ὥστε τὴν νόσον αὐτῆς, κακοῦ τινος αἴτιον εἶναι· καὶ ὁ θέλων κακύνεσθαι αὐτὴν καὶ νοσεῖν, κακὸς ἂν εἴη· καὶ ἡ ἀπορία ἡ αὐτὴ δόξει μένειν. Τί οὖν τὸ αἴτιον τῆς νόσου καὶ κακίας τῇ ψυχῇ, ἐκ τῶν πρότερον περὶ τοῦ ἐφ' ἡμῖν καὶ τοῦ οὐκ ἐφ' ἡμῖν ῥηθέντων ἀναμνησθῶμεν· ὅτι τὸ μὲν ἀγαθὸν τῆς ψυχῆς ἐν τῷ κατὰ φύσιν ὀρέγεσθαι καὶ ἐκκλίνειν ἐστίν· τὸ δὲ κακὸν, ἐν τῷ παρὰ φύσιν. Ἡ δὲ ὄρεξις καὶ ἡ ἔκκλισις δέδεικται, ὡς οἶμαι, ἐφ' ἡμῖν οὖσα· ὥστε ἡμεῖς ἑαυτοῖς αἴτιοι καὶ τῆς ἀρετῆς ἐσμεν, καὶ τῆς κακίας. Διὸ καὶ ἐπαινοῦνται οἱ σπουδαῖοι, ὡς τὸ ἀγαθὸν δι' οἰκείας αἱρέσεως ἔχοντες, ὅπερ διὰ τοῦτο Ἀρετὴ καλεῖται· καὶ οἱ μοχθηροὶ διὰ τοῦτο μεμπτοί εἰσιν, ὡς κύριοι μὲν ὄντες τοῦ μὴ τοιοῦτοι εἶναι, διὰ δὲ ῥᾳθυμίαν γενόμενοι μοχθηροί. Ὡς εἴ γε ἔξωθεν ἐνετίθετο ταῦτα, οὐκέτι προαίρεσις ἀγαθὴ ἦν, ἢ κακὴ, ἀλλὰ τύχη τις καὶ ἀνάγκη. Θεὸς οὖν καὶ ἐνταῦθα κακίας ἀναίτιος.

   Μήποτε δὲ οὐδὲ ἡ τῆς ψυχῆς νόσος καὶ κακία λεγομένη, ἁπλῶς κακόν ἐστιν, ἀλλ' ἔχει τι καὶ αὐτὴ ἀναγκαῖον, πρὸς τὴν τῆς ἀνθρωπίνης ἀρετῆς ὑπόστασιν; Ὡς γὰρ ἡ ὑγεία τῶν ἐνταῦθα σωμάτων οὐκ ἂν ἦν αὕτη ὑγεία, εἰ μὴ καὶ μᾶλλον νοσεῖν ἐπεφύκει ταῦτα τὰ σώματα, ἀλλ' ἦν ἂν ἀκήρατός τις διάθεσις, ἀναντίθετος οὖσα πρὸς νόσον, οἵα τις ἡ τῶν οὐρανίων ἐστίν· οὕτω καὶ αἱ τῶν ἀνθρωπίνων ψυχῶν ἀρεταὶ, σωφροσύνη, καὶ δικαιοσύνη, καὶ φρόνησις, καὶ ὁ ἄλλος ἅπας αὐτῶν χορὸς, οὗτος οὖν ἂν ἦν, εἰ μὴ καὶ κακύνεσθαι ἐπεφύκεσαν αἱ ψυχαί· ἀλλ' εἶχον ἂν ἀρετάς τινας ἀγγελικὰς, ἢ θείας, οὐ μέντοι γε ἀνθρωπίνας. Αὗται γὰρ τοιαῦται [43] τὴν φύσιν εἰσὶν, ὡς καὶ εἰς κακίαν παρατρέπεσθαι. Εἰ τοίνυν ἀγαθαί εἰσιν αἵ τε ἀνθρώπιναι ἀρεταὶ, καὶ σωματικὴ ὑγεία, καὶ ἔδει μὴ τὰ πρῶτα μόνον ἢ ἀκήρατα ἀγαθὰ ἀπὸ τῆς τοῦ ἀγαθοῦ πηγῆς ὑποστῆναι, ἀλλὰ καὶ τὰ μέσα καὶ τὰ ἔσχατα· ἀναγκαῖον ἦν, τῶν παρατρεπομένων ἀγαθῶν καὶ τὰς παρατροπὰς οὐχ ὑποστῆναι, (οὐδὲ γὰρ ἔχουσι προηγουμένην ὑπόστασιν,) ἀλλὰ παρυποστῆναι τοῖς οὖσι.

   Καὶ ὅρα τὴν ὑπερβολὴν τῆς θείας ἀγαθότητος, ὅτι τὴν μὲν τοῦ σώματος φθορὰν, κἂν σκιᾶς δίκην, ὡς εἶπον, τῇ κινήσει τῶν αἰτίων ἐξ ἀνάγκης συμπεριτρέπεται, ἀλλ' ἀγαθὰ εἶναι ἐποίησε, καὶ τοῖς νοσοῦσιν αὐτοῖς καὶ φθειρομένοις σώμασι, κατὰ τὴν εἰς τὰ ὅλα στοιχεῖα ἐνάπλωσιν καὶ τὸν ἐκνεασμὸν, καὶ ταῖς χρωμέναις ψυχαῖς, δι' αὐτῶν ἰατρευομέναις, καὶ τῷ ὅλῳ γενητῷ, πρὸς τὴν ἐπ' ἄπειρον, ὡς εἴρηται, διαμονήν. Τῆς δὲ ψυχικῆς κακίας, τῆς μόνης φανείσης ὁπωσοῦν κακίας, ἑαυτὸν ἐξεῖλε· πρῶτον μὲν, ὡς ἀναγκαῖον αὐτὸ πρὸς τὸ ἀγαθὸν, καὶ οὐχ ὡς κακὸν, συγχωρήσας τοῖς οὖσι παρυποστῆναι· ἔπειτα, καὶ αὐτὸ τοῦτο τῇ βουλήσει πάντως κελεύσας ἕπεσθαι τῆς ψυχῆς, καὶ μηδέποτε εἰς τὰ ὄντα παρελθεῖν, εἰ μὴ ἐκείνη θέλοι. Διὸ τὰ ἀκούσια, ὡς οὐκ ὄντα κακὰ, καὶ ὑπὸ θεοῦ συγγινώσκεται, καὶ ὑπὸ τῶν νόμων.

   Καὶ ἔστι καὶ τῇ ψυχῇ ἀκούσιόν πως τὸ κακόν. Οὐδὲ γὰρ ὡς κακὸν αἱρεῖταί ποτε κακὸν ἡ ψυχή· ἀλλ' ὡς ἀγαθῶν τινῶν ὀρεγομένη, ποτὲ μὲν χρημάτων, ποτὲ δὲ σωματικῆς ἀπολαύσεως, ἢ δυναστείας, ἢ τιμῆς, τὸ συνὸν τούτοις βλαβερὸν ἢ οὐχ ὁρᾷ ὅλως, ἢ κατανωτίζεται, ὑπὸ τῆς τῶν ἐρωμένων βιαζομένη ὀρέξεως. Οὕτω πανταχόθεν ἐκβέβληται τὸ τελέως κακὸν ἀπὸ τῶν ὄντων. Καὶ μᾶλλον ἂν εἴη τὸ μηδαμῶς ὂν, ἤπερ τὸ τελέως καὶ αὐτεξουσίως κακὸν τῆς ἀνθρωπίνης ψυχῆς παρυφίστασθαι.

   Εἰ δέ τις αἴτιον νομίζει τοῦ κακοῦ τὸν θεὸν, ὡς τὴν αὐτεξούσιον ψυχὴν ὑποστήσαντα, ἧς ἀποτυχία τὸ κακόν ἐστιν· εἰ μὲν κακόν ἐστιν ἡ αὐτοκίνητος καὶ αὐτεξούσιος τῶν ψυχῶν οὐσία, κακοῦ λέγειν αἴτιον ἀνάγκη τὸν ταύτην ὑποστήσαντα· εἰ δ' ἀγαθόν ἐστι, καὶ πολλῶν τῶν ἐν τῷ κόσμῳ ἀγαθῶν μεῖζον καὶ τιμιώτερον, πῶς ἂν εἴη κακοῦ αἴτιος ὁ τὸ ἀγαθὸν ὑποστήσας; Ἐπεὶ οὖν ἐστὶ τὸ κατὰ φύσιν αἱρετόν τε καὶ ἐφετὸν εἶναι, τίς ἂν ἕλοιτο ἀνθρώπων, καὶ τῶν τῆς ἀνθρωπίνης ἀρετῆς συναισθομένων, φυτὸν εἶναι μᾶλλον, ἢ ὁτιοῦν τῶν ἀλόγων ζώων, ἤπερ ἄνθρωπος; καίτοι καὶ τὰ φυτὰ, καὶ τὰ ἄλογα, ἀγαθὰ λέγομεν, ἐν τάξει τινὶ τοῦ ἀγαθοῦ, καὶ τῇ πρὸς ἄλληλα ὑφέσει περάτων ἀφωρισμένων· Εἰ δὲ καὶ ἐφ' ἡμῖν ἐστι τὸ ἀγαθοῖς ἢ κακοῖς εἶναι, καὶ τούτου τὴν ἐξουσίαν ἡμεῖς ἔχομεν, καὶ ἡμῶν οὔτε τι ἀναγκάσαι οὔτι κωλύσαι δύναται τὴν αἵρεσιν καὶ τὴν ἔκκλισιν, ἡ μὲν οὐσία αὕτη καὶ ἡ δύναμις ἡ αὐτεξούσιος, σεμνή τις ἐστὶν, ἐμοὶ δοκεῖ, καὶ μεγαλοπρεπὴς καὶ ἀρχική· καὶ ὁ ταύτην ὑποστήσας, ἀγαθός τις καὶ δυνατός ἐστιν. Εἰ δὲ αὐτή ποτε δι' ἑαυτὴν παραφέροιτο, [44] κυρία οὖσα τοῦ μὴ παρενεχθῆναι, τίς ἂν ἄλλος τῆς παραφορᾶς αἴτιος λέγοιτο δικαίως, ἢ αὐτὴ ἡ ψυχὴ, ἀρχή τις οὖσα καὶ αἰτία τοῦ τε ἀγαθοῦ, καὶ τῆς παρατροπῆς αὐτοῦ; καὶ ἀπ' αὐτῆς ἔχει τὴν ἀρχὴν ἡ παρατροπή· τὸ γὰρ ὑποστῆσαν αὐτὴν αἴτιον, οὐχ ἁπλῶς παρατρεπομένην ὑπέστησεν, ἀλλ', ἐὰν αὐτὴ θέλῃ, ἀπαράτρεπτον μένουσαν. Εἰ οὖν ἡ θέλησις αὐτῆς ἐστι τῆς ψυχῆς ἔνδοθεν οὖσα κίνησις, αὐτὴ ἂν εἴη αἰτία ἑαυτῇ τῆς παρατροπῆς. Καὶ ὅρα τὴν τοῦ θεοῦ μηχανήν. Ἐπειδὴ γὰρ ἔδει μεταξὺ τῶν ἀεὶ ὄντων ἄνω, καὶ τῶν ἀεὶ ὄντων κάτω, γενέσθαι τὰ μέσα, τὰ ποτὲ μὲν τοῖς ἄνω, ποτὲ δὲ τοῖς κάτω ὁμοιούμενα, καὶ συνδέοντα τὰ ἄκρα πρὸς τὴν τοῦ παντὸς τελειότητα· ἡ δὲ πρὸς τὰ κάτω ῥοπὴ παρυφισταμένην ἔχει παρατροπήν· δύναμιν ἐνδέδωκε τοιαύτην τοῖς μέσοις τούτοις, ὥστε ἀπαράτρεπτα μένειν ἕως ἂν βούλοιντο, καὶ πανταχόθεν αὐτὸς εἴη τῆς ὁποιασοῦν κακίας ἀναίτιος.

   Ἀλλὰ ταῦτα μὲν, ἐπὶ πλέον μηκυνθέντα, οὐ μόνον πρὸς τὸν Ἐπικτήτου ῥηθέντα νῦν λόγον ἁρμόζει, ἀλλὰ καὶ πρὸς τὸν περὶ τῆς τοῦ κακοῦ ὑποστάσεως, ὃν μετ' ὀλίγον διδάσκει. Ἐπεὶ πρός γε τὸ παρὸν ἀρκεῖ καὶ τοῦτο οἶμαι ῥηθὲν, ὅτι, ὅταν λέγῃ ὁ Ἐπίκτητος, "Θέλε γίνεσθαι τὰ γινόμενα ὡς γίνεται," οὐ περὶ τῆς ψυχικῆς λέγει κακίας, (οὐ γὰρ ἂν εὐροεῖν ἔλεγε τοὺς τῇ κακίᾳ τῇ ἑαυτῶν καὶ τῇ τῶν ἄλλων ἀρεσκομένους,) ἀλλὰ περὶ τῶν εἰς τὸ σῶμα καὶ τῶν ἐκτὸς συμβαινόντων· οἷς δύναται ὁ πεπαιδευμένος, ὁποῖά ποτ' ἂν ᾖ, καλῶς χρήσασθαι, καὶ, ὅσῳ ἂν ᾖ σκληρότερα, τοσούτῳ μᾶλλον ὑπ' αὐτῶν ὠφεληθῆναι. Καὶ γὰρ ἐκεῖνά ἐστι "τὰ γινόμενα", ἅπερ ἀπαιδεύτως ζητοῦμεν ἀκολουθεῖν ταῖς ἡμετέραις ὀρέξεσί τε καὶ ἐκκλίσεσιν· ἀλλ' οὐχὶ αἱ ὀρέξεις αὐταὶ καὶ ἐκκλίσεις, ἐν αἷς τὸ ἀγαθὸν ἡμῶν καὶ τὸ κακόν· αὗται γὰρ ἐφ' ἡμῖν εἰσιν, ὡς βουλόμεθα. Τὰ δὲ οὐκ ἐφ' ἡμῖν συμβουλεύει μὴ ζητεῖν γίνεσθαι ὡς θέλομεν, ὅτι μήτε κύριοι τούτου ἐσμὲν, μήτε ἀεὶ συμφερόντως ζητοῦμεν· τὰ μὲν ἡδέα πολλάκις, κἂν βλαβερὰ τυγχάνῃ, ζητοῦντες γίνεσθαι· τὰ δὲ σκληρότερα, κἂν ὡς ἰατρεῖαι προσάγωνται, παραιτούμενοι.

   [IN CAP. IX.] Εἰπὼν ὅτι τὸν βουλόμενον εὐροεῖν οὐ χρὴ ζητεῖν τὰ γινόμενα γίνεσθαι ὡς θέλει, ἀλλὰ θέλειν γίνεσθαι ὡς γίνεται· διὰ τούτων ἅμα μὲν τὸ προκείμενον ἐπιδείκνυσιν, ὅτι εὐφόρως δεῖ φέρειν τὰ ἀπὸ τῶν ἐκτὸς προσπίπτοντα δυσχερῆ· ἅμα δὲ ἔνστασιν, ὡς οἶμαι, λύει τινά. Καὶ ἡ μὲν ἀπόδειξις τοιαύτη τις φαίνεται· εἰ μὲν ἡμέτερα ἦν τὰ ἀπὸ τῶν ἐκτὸς προσπίπτοντα δυσχερῆ, ἔδει μὲν καὶ οὕτως, εἴπερ ὠφέλιμα ἦν, εὐκόλως φέρειν αὐτὰ, κἂν ᾖ δυσχερέστερα· εἰ δὲ μὴ ἔστιν ἡμέτερα, ἀλλὰ ἕκαστον ἄλλου τινὸς, τί δυσχεραίνομεν ἐπὶ τοῖς ἀλλοτρίοις; "Νόσος, σώματος ἐμπόδιον·" καὶ καλῶς ἐμπόδιον εἶπεν, ἀλλ' οὐχὶ κακόν· οὐ γὰρ κακὸν τῷ σώματι ἡ νόσος, οὐδὲ ἡ φθορὰ, ὡς δέδεικται πρότερον, ἀλλ' ἐμπόδιον τῶν ἐνεργειῶν αὐτοῦ· καὶ χώλανσις, ἣν αὐτὸς εἶχεν Ἐπίκτητος· (διὸ καὶ ἀπὸ ζωῆς, ἀλλ' οὐκ ἀπὸ γλώσσης [45] φθέγγεται μόνον·) καὶ "ἡ χώλανσις οὖν, σκέλους ἐστὶν ἐμπόδιον·" καὶ πενία, δαπάνης· "προαιρέσεως δὲ οὒ, εἰ μὴ αὐτὴ θέλει." Εἰ μὲν οὖν σῶμα ἦμεν, ἢ σκέλος, ἢ χρήματα· ἡμῶν ἂν ἦν ταῦτα ἐμπόδιον. Εἰ δὲ τούτων μὲν οὐδὲν, ψυχὴ δὲ λογικὴ τῷ σώματι χρωμένη ὡς ὀργάνῳ, καὶ τοῖς ἐκτὸς εἰς ὑπηρεσίαν, τὸ δὲ ἀγαθὸν καὶ τὸ κακὸν, ἐν προαιρέσει [ὂν], οὐκ ἐμποδίζεται ὑπ' αὐτῶν· δῆλον, ὅτι οὐδὲ ἡμεῖς ἐμποδιζόμεθα, οὐδὲ ἡμῶν ἐστιν ἐμπόδιον τῶν ἔξωθεν προσπιπτόντων οὐδὲν, ἀλλ' ἕκαστον ἄλλου τινὸς, ὧν οὐδὲν ἡμεῖς ἐσμέν· οὐδὲ ὡς ἐπὶ οἰκείοις χρὴ δυσχεραίνειν αὐτοῖς· συμβαίνει γὰρ οὕτω τὴν προαίρεσιν ἐπ' ἀλλοτρίοις οἰκεῖον ἴσχειν κακὸν, τὴν δυσχέρανσιν. Οὕτω μὲν οὖν, οἶμαι, τὸ προκείμενον ἀποδέδεικται.

   Ἔνστασιν δὲ λύει τινὰ, ἀπὸ τοῦ συμφέροντος, ὡς οἶμαι, κατὰ τοὺς τῶν ῥητόρων δεινούς. Φαίη γὰρ ἄν τις, μηδὲ συμφέρον εἶναι τὸ νοσεῖν ἢ τὸ πένεσθαι. Τίς γὰρ νοσῶν, δύναται τὰς κατὰ φύσιν ἐνεργείας ἀποδιδόναι; τίς δὲ πάνυ πενόμενος, οὐκ ἀναγκάζεται τῷ πορισμῷ τῶν ἀναγκαίων προσκαρτερεῖν; Λύει οὖν ταύτην τὴν ἔνστασιν ἐκ τοῦ, τὴν νόσον καὶ τὴν πενίαν καὶ τὰς τοιαύτας περιστάσεις μὴ εἶναι προαιρέσεως ἐμπόδια, καθ' ἣν οὐσίωται ἄνθρωπος, καὶ καθ' ἣν τὸ ἀγαθὸν καὶ τὸ κακόν. Τίς γὰρ κωλύει τὸν νοσοῦντα, τὰ μὲν κατὰ φύσιν αὐτῷ αἱρεῖσθαι, τὰ δὲ παρὰ φύσιν ἐκκλίνειν; τί δὲ ἡ ἄκρα πενία ἠνάγκασε τῶν μὴ καλῷ καὶ ἀγαθῷ ἀνδρὶ πρεπόντων ποιῆσαι; οὐχὶ δὲ καὶ Διογένης, καὶ Κράτης, καὶ Ζήνων, τότε γνησίως ἐφιλοσόφησαν, καὶ τὸν κατὰ φύσιν ἥκοντα τοῖς ἀνθρώποις βίον, καὶ τὸν ἐν τῇ λιτότητι πλοῦτον, τότε μάλιστα τοῖς ὁρᾷν δυναμένοις ἐπεδείξαντο, ὅτε τὴν ἄκραν ἀκτημοσύνην ἀντὶ τῆς εὐπορίας ἠλλάξαντο; τίς γὰρ οὐκ ἀγαπᾷ τρέφειν τὸν τοιοῦτον, λαμβάνειν χάριν μᾶλλον ἤπερ διδόναι νομίζων; Καὶ τί νῦν ἄλλων δεόμεθα παραδειγμάτων; ὅτε αὐτὸς ὁ ταῦτα λέγων Ἐπίκτητος, καὶ δοῦλος ἦν, καὶ τὸ σῶμα ἀσθενὴς, καὶ χωλὸς ἐκ νέας ἡλικίας, καὶ πενίαν ἀκροτάτην ἐπετήδευσεν, ὡς τὸ ἐν Ῥώμῃ οἴκημα αὐτοῦ μηδέποτε κλείθρου δεηθῆναι, ἅτε μηδὲν ἔνδον ἔχον, εἰ μὴ τὴν στιβάδα καὶ τὴν ψίαθον, ἐφ' ὧν ἐκάθευδε. Καὶ οὗτός ἐστιν ὁ λέγων, "Χώλανσις σκέλους ἐμπόδιον, προαιρέσεως δὲ οὒ, ἐὰν μὴ αὐτὴ θέλῃ·" ἀπὸ ζωῆς προφέρων τοὺς λόγους, καὶ οὐχὶ τὰ ἐπαινεῖσθαι δοκοῦντα σπουδάζων λέγειν· ὅπερ οἱ πολλοὶ ποιοῦσιν ἡμῶν. Διὸ καὶ οὕτως εἰσὶ δηκτικοὶ τῶν εὐμοίρων ψυχῶν οἱ τοῦδε τοῦ ἀνδρὸς λόγοι.

   [IN CAP. X.] Μεγάλα προτείνας τινὰ καὶ ἀδύνατα δοκοῦντα εἶναι πολλοῖς, ὡς τὸ τὴν νόσον τοῦ σώματος ὡς ἀλλότριον κακὸν περιπτύειν, καὶ θέλειν γίνεσθαι τὰ γινόμενα ὡς γίνεται· καὶ ὑπὸ μὲν τῶν ἡδέων τῶν προσπιπτόντων ἔξωθεν μὴ δελεάζεσθαι, ὑπὸ δὲ τῶν λυπηρῶν μὴ ταπεινοῦσθαι· εἰκότως προτίθεται δεῖξαι, ὅτι δυνατὰ ταῦτά ἐστι, καὶ οὐκ ἀδύνατα προσταττόμεθα. Καὶ δείκνυσιν, ὅτι ὁ τὴν ψυχὴν ποιήσας τὴν ἀνθρωπίνην, οὐκ ἀεὶ ἄνω πεφυκυῖαν μένειν, ὡς τὰς ἀγγελικὰς, καὶ ἔτι πρότερον [46] τὰς θείας, ἀλλὰ καὶ εἰς γένεσίν ποτε καταβαίνουσαν, καὶ τοῖς τοιούτοις ὁμιλοῦσαν, δυνάμεις ἔδωκεν αὐτῇ πρὸς ἕκαστα, καθ' ἃς δυνήσεται ἀβλαβὴς ὑπὸ τῶν τοιούτων διαβαίνειν καὶ ὑπερανέχειν αὐτῶν· πρὸς μὲν τὰ ἡδέα δοκοῦντα, ἐγκράτειαν. Καὶ οὐκ εἶπε σωφροσύνην, ἀλλ' ἐγκράτειαν· ἐπειδὴ πρὸς τοὺς ἔτι παιδευομένους ἐστὶν ἡ παραίνεσις· ἐφ' ὧν κινεῖται μὲν τὰ πάθη καὶ ἀμφισβητεῖ πρὸς τὸν λόγον, ἡττᾶται δὲ, ὅταν ἡ παιδεία ἀνύσιμος ᾖ. Καὶ τοῦτό ἐστι τὸ ἐγκρατὲς τῆς ζωῆς εἶδος· ὡς, ὅταν γε μὴ κρατήσῃ τοῦ πάθους ὁ λόγος, αὐτὸς ἡττώμενος, ἀκρατὴς ἡ διάθεσις λέγεται. Ἐπὶ δὲ τῶν τελέως πεπαιδευμένων, τὸ παθητικὸν, ὅπερ ἐν ἡμῖν παιδικὸν καθέστηκε, τελέως καὶ ἀναμφισβητήτως ὑποκέκλιται τῷ λόγῳ, ὡς ὑπ' ἐκείνων κινεῖσθαι μόνον ὑφ' ὧν ὁ λόγος προστάξει, καὶ ὅτε, καὶ ἐφ' ὅσον. Καὶ ἔστι τοῦτο σωφροσύνη, σωτηρία καὶ ὑπεροχὴ τοῦ ἐν ἡμῖν φρονοῦντος. Μερίζεται γὰρ τοῦτο, τοῖς πάθεσιν ὑποκλινόμενον, καὶ διασπώμενον ὑπ' αὐτῶν· σῷον δὲ μένει καὶ ὁλόκληρον, ὑπερανέχον τῶν παθῶν.

   Πρὸς δὲ τὰ ἐπίπονα καὶ τὰ λυπηρὰ, τοῖς μὲν πεπαιδευμένοις ἀνδρεία πάρεστιν, οὐδὲ παρελθεῖν εἴσω τῶν τῆς ψυχῆς προθύρων συγχωροῦσα λύπην, ἀλλὰ τὰ ἐπίπονα πάντα, ὡς γυμνάσιον αὐτῇ προτεινόμενον, ἀλύπως καὶ ἀθλίπτως ἐκπονοῦσα· τοῖς δὲ παιδευομένοις, καρτερία, πρὸς τὰ συμβαίνοντα λυπηρὰ γεννικῶς ἀνθισταμένη, καὶ ποιοῦσα μὴ καταπίπτειν τὴν ψυχὴν, ἀλλὰ μάχεσθαι, καὶ ἀμύνασθαι τὰς τῆς λύπης πληγάς. Ἡ γὰρ ἔντονος τῆς καρτερίας ἀντίταξις, τὸν μὲν λόγον ποιεῖ νικᾷν, τὸ δὲ πάθος ἡττᾶσθαι. Καὶ τούτου πολλάκις γινομένου μετὰ φρονήσεως, συνεθίζεται τὸ πάθος ὑπακούειν τῷ λόγῳ, καὶ μὴ ἀντιτείνειν, ἤδη πεπαιδευμένον. Καὶ οὐκ ἔτι χρεία τὸν [πεπαιδευμένον] λυπούμενον καρτερεῖν, οὐδὲ γὰρ λυπεῖται ἔτι ὁ τοιοῦτος ἐνταῦθα. Οὐδὲ γὰρ ὀρέγεταί τινος, οὗ ἀποτυγχάνει· οὔτε ἐκκλίνει τι, ᾧ περιπίπτει. Πᾶσα δὲ λύπη ἐπὶ τούτοις συμβαίνει.

   Πρὸς δὲ λοιδορίαν, εὑρήσεις αὐτῆς, φησὶν, ἀμυντήριον τὴν ἀνεξικακίαν. Οὔτε γὰρ πόνον, οὔτε θλῖψιν τῇ ἑαυτῆς φύσει [φέρει] ἡ λοιδορία τοῖς λοιδορουμένοις, ἀλλὰ τὸ δόγμα τὸ ἐν ἡμῖν, ἢ κενόδοξον, ἢ θυμοειδές· τοσοῦτον δὲ μόνον ποιεῖ, καταγινώσκειν τοῦ λοιδοροῦντος. Ἵνα οὖν μὴ μετὰ πάθους ἡμετέρου κατάγνωσις γένηται, γινώσκειν μὲν χρὴ τὴν τοῦ λοιδοροῦντος κακίαν, (ἢ γὰρ ψευδῶς λοιδορεῖ, ἢ δι' ἔχθραν τινά·) ἀνέχεσθαι δὲ αὐτῆς ὡς οὐδὲν ἡμᾶς βλαπτούσης. Τάχα δὲ τῆς μὲν κακίας τοῦ λοιδοροῦντος ἀνέχεσθαι, ἐννοοῦντας ὅτι αὐτὸς ὁ βεβλαμμένος ἐστὶν, ὁ τὴν ἑαυτοῦ προαίρεσιν, ταὐτὸν δὲ εἰπεῖν ἑαυτὸν, κακύνας· ἀπὸ δὲ τῆς λοιδορίας καὶ ὠφελεῖσθαι πάντως· προφανῶς μὲν, εἰ εἴη ψευδής· εἰ δὲ καὶ ἀληθὴς ᾖ, ὅτι ἐκφαίνει τι τῶν ἡμετέρων κακῶν, καὶ ἀγνοούμενον παρ' ἡμῶν, ἢ γινωσκόμενον μὲν, νομιζόμενον δὲ λανθάνειν τοὺς ἄλλους. Ἱκανὸν γάρ ἐστι τοῦτο, ἀποστρέφειν τοὺς ἀρχομένους παιδεύεσθαι, καὶ μήπω διὰ μόνον τὸ ἀγαθὸν, ἀλλὰ καὶ διὰ φιλοτιμίαν, τῶν ῥυπαρωτέρων κρατοῦντας παθῶν. Χρήσιμος γὰρ [47] πρὸς τὴν τῶν ἄλλων παθῶν διόρθωσιν ἡ φιλοτιμία. Διὸ καὶ ἔσχατος λέγεται χιτὼν τῶν παθῶν ἡ φιλοτιμία· ὅτι τὰ ἄλλα πάθη συνεργούσης αὐτῆς ἀποδυσαμένη ἡ ψυχὴ, ἐσχάτην ἀποδύεται ταύτην, εἰς αὐτὸ λοιπὸν τὸ ἀγαθὸν ἀπογυμνουμένη.

   Χρὴ οὖν, φησὶν, ἐφ' ἑκάστου τῶν ἔξωθεν προσπιπτόντων, καὶ πρὸς τὸ ἐκτὸς ἑλκόντων, μὴ συναρπάζεσθαι εὐθὺς ὑπὸ τῆς φαντασίας αὐτοῦ, ἢ ἀγαθὸν τὸ προσπῖπτον ἢ κακὸν λεγούσης· μηδὲ ὄρεξιν ἢ ἔκκλισιν εὐθὺς κινεῖν, ἀλλὰ τὴν ἐν ἡμῖν οὖσαν συμμαχίαν εὑρόντα καὶ προσκαλεσάμενον, σὺν ἐκείνῃ καὶ δι' ἐκείνης ἀμύνεσθαι τὰ προσπίπτοντα.

   [IN CAP. XI.] Εἰπὼν περὶ τῆς τῶν ἐκτὸς προσλήψεως καὶ περιπτώσεως, τίνων τε καὶ ὅπως χρὴ λαμβάνειν, καὶ ὅπως δεῖ τοῖς ἔξωθεν προσπίπτουσιν ἡδέσι τε καὶ λυπηροῖς κεχρῆσθαι· περὶ τῆς ἀποβολῆς αὐτῶν νῦν λέγει, πῶς χρὴ ἐπ' αὐτῇ διατίθεσθαι. Ἐπεὶ οὖν ὁ μὲν τὰ ἴδια ἑαυτοῦ νομίζων ἀπολλύναι, οὐ δύναται μὴ καὶ λυπεῖσθαι, καὶ τὸν ἀφελόμενον μέμφεσθαι· ὁ δὲ τὰ ἀλλότρια ἀποδιδοὺς, εἰ μὴ πάνυ ἀγνώμων εἴη, οὔτε λυπεῖται, οὔτε μέμφεται τῷ τὰ οἰκεῖα ἀναλαμβάνοντι· ἔστι δὲ τὰ ἐκτὸς οὐχ ἡμέτερα, διὸ οὐδὲ ἐφ' ἡμῖν ἐστιν, ἀλλ' ἡμέτερα μόνα ὄρεξίς ἐστι καὶ ὁρμὴ καὶ ἔκκλισις, ἐν οἷς τὸ ἀγαθόν ἐστι καὶ τὸ κακὸν τὸ ἡμέτερον· χρὴ περὶ τῶν ἐκτὸς, ὡς περὶ ἀλλοτρίων βεβαίως διακείμενον, πρόχειρον ἔχειν τοῦτο. Ἔσται δὲ πρόχειρον, ἐὰν, μὴ μέχρι τῶν ὀνομάτων ὡς ἐπ' ἀλλοτρίοις διακεώμεθα, [ἀλλὰ] καὶ συνεθίζωμεν ἑαυτοὺς μέχρι καὶ τούτων.    Ὁ μὲν οὖν, τοῦ παιδίου ἀποθανόντος, οἰμώζων, καὶ λέγων χαῶσαι αὐτὸν, δῆλός ἐστιν ὡς ἐπ' ἰδίῳ πρότερον διακείμενος, καὶ διὰ τοῦτο ἀπώλειαν καλῶν τὴν ἀφαίρεσιν, καὶ δυσχεραίνων ἐπ' αὐτῇ· καὶ δῆλος ὁ τοιοῦτός ἐστιν, εἴπερ ἠδύνατο, καὶ ἀμύνεσθαι τὸν ἀφελόμενον θέλων. Ὁ δέ γε ὡς ἀλλότριον ἀποδεδωκέναι νομίζων, οὔτε ἑαυτὸν θλίβει, οὔτε αἰτιᾶται τὸν ἀναλαβόντα ὃν δέδωκε. Καὶ ὅρα, οἷον διὰ τούτων ἡμῖν ἐπιδείκνυσιν ὁ Ἐπίκτητος· ὅτι οὐ μόνον ἡ ἔννοια τὴν ἑαυτῆς διάθεσιν ἐντίθησι τῷ προφερομένῳ ἐξ αὐτῆς λόγῳ, ἀλλὰ καὶ οἱ λόγοι τὰς ἐννοίας πρὸς ἑαυτοὺς διατιθέασι. Χρὴ οὖν, φησὶ, καὶ τοῖς ὀνόμασι τῶν ἀλλοτρίων καλεῖν τὰ ἐκτὸς, ἵνα καὶ ἀπὸ τούτων ὡς ἐπ' ἀλλοτρίοις διατιθώμεθα· καὶ μέντοι καὶ χρῆσθαι αὐτοῖς ὡς ἀλλοτρίοις, ἀεὶ τοῦτο περὶ αὐτῶν ἐννοοῦντας. Καὶ ἐπειδὴ αἱ περὶ αὐτὰ φροντίδες καὶ ἐπιμέλειαι τὴν περὶ αὐτὰ συμπάθειαν αὔξουσι, καὶ ταύτας ὡς ἀλλοτρίων, φησὶ, χρὴ ποιεῖσθαι καὶ ἐπιμελεῖσθαι μὲν αὐτῶν, (οὐ γὰρ ῥᾳθυμεῖν προσήκει,) οὐ μέντοι ὡς ἰδίων, οὐδ' ὡς ἀναφαιρέτων, ἀλλ' ὡς τοῦ πανδοχείου οἱ παριόντες, ἀλλότριόν τε αὐτὸ ἡγούμενοι, καὶ μετ' ὀλίγον ἀπολείπειν ἐλπίζοντες αὐτὸ, ἕως δ' ἂν παρῶσι, τῆς εὐχρηστίας αὐτοῦ κατὰ τὸ δυνατὸν φροντίζοντες. Καλῶς δὲ, "ἕως ἂν διδῶται," εἶπεν· ἵνα πρόχειρον ὑπάρχῃ τὸ, ὑπ' ἄλλου δεδόσθαι αὐτὸ, τοῦ καὶ ἀφαιρουμένου.

   Ἐπειδὴ δέ τινες καὶ τοὺς τρόπους τῆς ἀφαιρέσεως [48] εἰς προσθήκην λύπης ἐκτραγῳδοῦσι· Διὰ τί με οὕτως, ἢ τοιῶσδε, ἀφείλετο; διὰ τί δὲ οὕτως ἐτελεύτησε τὸ παιδίον, ἢ ἡ γυνή; ἤθελον εἰ πυρετῷ, καὶ μὴ σπασμῷ· ὅμοιόν ἐστι, φησὶ, τοῦτο τῷ δυσχεραίνειν, Διὰ τί ὁ δούς μοι τόδε τι, διὰ τοῦδέ τινος αὐτὸ, ἀλλὰ μὴ διὰ τοῦδε ἀφείλετο; καίτοι τὸν δεδωκότα καθ' ὃν ἠβουλήθη τρόπον, καὶ ἀναλαβεῖν ὡς ἐβούλετο πρέπει. Καὶ αὐτὸς ὁ Ἐπίκτητος ἐπὶ τῶν τὰς μεγίστας συμπαθείας κινούντων, τέκνου, καὶ γαμετῆς, ἐποιήσατο τὸν λόγον· πρὸς ἃ παραβαλλόμενα τὰ ἄλλα, καὶ ὑπὸ τῶν τυχόντων καταφρονεῖται. Ἀλλ', ὅπερ αὐτὸς καὶ πρότερον εἶπε, καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ, ἀπὸ τῶν μικρῶν ἄρχεσθαι χρή. Ἔκλεψέ τις τὸ κερμάτιον, ἀφείλετο τὸν οἰκέτην, ἢ τὴν οἰκίαν, ἢ λοιπὸν καὶ τὰ ὑπάρχοντα ἐδήμευσε· μὴ εἴπῃς, ὅτι Ἀπώλεσα αὐτὰ, ἀλλ' ὅτι Ἀπέδωκα.

   [IN CAP. XII.] Εἰπὼν ὅτι οὕτω χρὴ τῶν ἐκτὸς ἐπιμελεῖσθαι ὡς ἀλλοτρίων καὶ ὡς τοῦ πανδοχείου οἱ παριόντες ἀκούει τινῶν πρὸς τοῦτο λεγόντων· Ἀλλ' ἂν ἀμελήσω τῶν ἐμῶν, οὐχ ἕξω διατροφάς· ἂν μὴ κολάσω τὸν δοῦλον, πονηρὸς ἔσται. Πρὸς οὓς ἀποκρίνεται, τὴν ἐξ ἀρχῆς ἔνστασιν φυλάττων τοῦ λόγου, τὴν τὸ ἀγαθὸν καὶ τὸ κακὸν τὸ ἡμέτερον ἐν τοῖς ἐφ' ἡμῖν τιθεῖσαν, καὶ οὔτε ἐν τῷ σώματι, οὔτε ἐν τοῖς ἐκτός. Ἔστι δὲ ὁ λόγος πρὸς τοὺς ἔτι παιδευομένους, οὔπω τοιαύτην ἕξιν ἔχοντας, ὡς δύνασθαι καὶ ἑαυτῶν ἅμα καὶ τῶν ἔξω ἐπιμελεῖσθαι ἀβλαβῶς. Τοῦτο γὰρ τοῖς ἤδη πεπαιδευμένοις ὑπάρχει, οἵτινες ἐν ἀσφαλείᾳ ἑαυτοὺς ἱδρύσαντες, τὴν ἐν αὐτοῖς ἀλογίαν ὑποτάξαντες τῷ λόγῳ, οὐ δεδοίκασιν ἔτι, μή πως ἔξω νεύοντες, ὑπὸ τῶν ἀλόγων ὀρέξεων πρὸς τὰ ἐκτὸς παρασυρῶσι, καὶ τὴν ἐκείνων ἀταξίαν καὶ ταραχὴν εἰσδέξωνται· μένοντες γὰρ ἐν ἑαυτοῖς οὗτοι, καὶ τὰ ἐκτὸς ἀπὸ τῆς ἐν αὐτοῖς τάξεως διακοσμοῦσιν. Οἷς δὲ ἔτι σφύζει τὸ ἄλογον, δέος ἐστὶν ἐπιτρέπειν πρὸς τὰ ἐκτὸς ἀποτείνεσθαι. Συγγενῶς γὰρ ἔχουσι πρὸς ταῦτα αἱ ἄλογοι ὀρέξεις, καὶ οὔπω μεμετρημέναι, οὐδὲ ὑποταχθεῖσαι τῷ λόγῳ, καθέλκουσιν αὐτὸν, καὶ καταβαπτίζουσιν εἰς τὰ ἐκτὸς, μήπω τῶν πηδαλίων τῶν οἰκείων ἐπιλαβόμενον.

   Τί οὖν χρὴ ποιῆσαι πρὸς τὸ τὸν παιδευόμενον μὴ ἀπορῆσαι τῶν ἀναγκαίων τροφῶν; Δυνατὸν μὲν ἦν εἰπεῖν, ὅτι πρὸς τὴν ἀπὸ τῆς ἀμελείας μείωσιν τῶν ὑπαρχόντων ἀνθέξει καλῶς ἡ τοῦ παιδευομένου λιτότης, καὶ τὸ ὀλιγαρκὲς, ὅπερ αὐτῷ μᾶλλον προσήκει· εἰ δὲ μήτε πρὸς ταῦτα ἀντέχοι, οὐ λείψουσιν οἱ τρέφειν αἱρούμενοι τὸν καὶ ὀλίγοις ἀρκούμενον, καὶ διὰ τὴν ἑαυτοῦ ἐπιμέλειαν τῶν ὑπαρχόντων καταφρονήσαντα. Δυνατὸν μὲν οὖν, ὅπερ εἶπον, τοιούτοις πρὸς αὐτὸν χρήσασθαι λόγοις, ἀληθῶς λεγομένοις. Ὁ δὲ τούτους μὲν ὡς μαλακοὺς παρῆκε, καὶ ὡς τὸν τόνον τῆς ἀρετῆς χαλῶντας, καὶ ῥυπαίνοντας τὴν καθαρότητα αὐτῆς, εἰ πάντη πάντως τῶν ἐκτὸς προσδεήσεται· εἰς δὲ τὸ ἄκρον αὐτὸ τῆς συγκρίσεως ἀνέβη. Κρεῖσσον γάρ ἐστι λιμῷ ἀποθανεῖν, ἄλυπον καὶ ἄφοβον γενόμενον, καὶ ἀπολαβόντα τὴν ἑαυτοῦ τελειότητα, ἢ ζῇν ἐν ἀφθόνοις, ταρασσόμενον.

[49] Τί γὰρ ὄφελος τῆς τῶν ἐκτὸς ἀφθονίας τῷ παρὰ φύσιν διακειμένῳ, καὶ βλαπτομένῳ μᾶλλον ὑπ' αὐτῆς; τί δὲ ὄφελος πολυτελῶν καὶ ποικίλων ὄψων τῷ μὴ δυναμένῳ διὰ νόσον ἀβλαβῶς αὐτοῖς χρήσασθαι; "Κρεῖσσον δὲ καὶ τὸν παῖδα κακὸν γενέσθαι, ἢ σὲ κακοδαίμονα." Εἰ μὲν γὰρ δυνατὸν ἦν, σεαυτὸν σώζοντα τοῦ παιδὸς ἐπιμεληθῆναι, τοῦτο ἂν ἦν κάλλιον· εἰ δὲ ἀδύνατον τοῦτο, δυοῖν ἕνεκεν, καὶ ὅτι ἀπαίδευτος οὐκ ἂν ἄλλον παιδεύσειε, καὶ ὅτι, τὸν παῖδα μηδὲν ὠφελῶν, αὐτὸς τὰ μέγιστα βλάπτεται, καλὸν ἂν εἴη λοιπὸν, ἐκεῖνον μὲν ἐπὶ τῆς ἑαυτοῦ κακίας ἀφιέναι, ἡμᾶς δὲ ἑαυτῶν ἐπιμελεῖσθαι.

   Οὕτως οὖν συντείνας τοῖς ἀκροτάτοις τὸν παιδευόμενον, αἱρεῖσθαι μᾶλλον αὐτὸν τὸν ἀπὸ λιμοῦ θάνατον συμβουλεύων, ἢ μένειν ἀπαίδευτον διὰ τὴν περὶ τὰ ἐκτὸς ἀσχολίαν· καὶ τὸν παῖδα περιορᾷν (εἰ ἀνάγκη) κακὸν γενόμενον, ἤπερ ἑαυτὸν κακοδαίμονα· ἐν αὐτῇ τῇ χρήσει ἀπὸ τῶν μικρῶν ἄρχεσθαι συμβουλεύει, καὶ τῆς δυνάμεως τοῦ παιδευομένου καλῶς στοχαζόμενος. Ἡ μὲν γὰρ διὰ τῶν συμμέτρων ἄσκησις καὶ γυμνασία, καὶ ἀσφαλής ἐστι καὶ ἀνύσιμος. Εἰ δέ τις τῶν μὲν συμμέτρων ὡς εὐτελῶν καταφρονήσει, τοῦ ἐν τῇ τοῦ ἐλαίου ἐκχύσει καὶ τῇ κλοπῇ τοῦ οἴνου γυμνάσασθαι, τοῖς δὲ ἀσυμμέτροις ἐπιπηδήσει· οὔτε τούτων δύναται περικρατῆσαι, ἅτε μὴ κατὰ βαθμὸν αὐτοῖς ἐπιβὰς, οὔτε δι' ἐκείνων ἔτι προκόψαι, καταφρονήσας αὐτῶν. Ὑπόθου γάρ τινα, μὴ διὰ τῶν μικρῶν γυμνασάμενον, τὸν Κράτητα μιμήσασθαι, καὶ τὰ ἑαυτοῦ πάντα ἀθρόως ἀποβαλεῖν· πόθεν ὅτι οὐ ταχέως μετανοήσει, καὶ διατελέσει τὴν προτέραν εὐπορίαν ἐπιζητῶν; κἂν γὰρ Κράτης, ἢ Διογένης, ἢ Ζήνων, ἢ ἄλλος ὅστις οὖν, ἀθρόως εἰς τὸ ἄκρον ἐπεπήδησε τῆς λιτότητος, καὶ τῆς κατὰ φύσιν ζωῆς· ἀλλὰ σπάνιον τοῦτο, καὶ οὐκ ἀσφαλὲς πρὸς τὸ σπάνιον παραβάλλεσθαι τὸν μὴ καὶ αὐτὸν σπάνιον ὄντα, ἀλλ' ἕνα ἐνίοτε τῶν πολλῶν.

   Εἰπὼν δὲ, ὡς ἀπὸ τῶν μικρῶν ἀρξάμενον γυμνάζεσθαι χρὴ πρὸς τὸ καταφρονεῖν τῆς τῶν κτημάτων καὶ χρημάτων μειώσεως, τῆς ἡμετέρας ἕνεκα προκοπῆς· ἐπάγει, πῶς καὶ ἐπὶ τῶν οἰκετῶν, ἀπὸ τῶν μικρῶν ἀρξάμενοι, γυμνασώμεθα καταφρονεῖν αὐτῶν τῆς ἀνυπηρεσίας, καὶ μὴ ταράττεσθαι ἐπ' αὐτῇ. Προεπινοεῖν γὰρ δεῖ, φησὶ, τῇ φαντασίᾳ, ὅτι καλούμενος ὁ παῖς οὐχ ὑπακούσει, ἢ ὑπακούων οὐ ποιήσει τὸ προσταχθέν. Καὶ χρὴ προσεπινοεῖν, μὴ οὕτω καλῶς αὐτῷ εἶναι [ὥστε ἐπ' ἐκείνῳ εἶναι] τὸ ἐμὲ ταραχθῆναι. Τὰ μὲν γὰρ αἰφνίδια ταράττει μάλιστα τοὺς ἀρχομένους παιδεύεσθαι, καὶ ἐξίστησι, καὶ ἐπιλανθάνεσθαι ποιεῖ τῆς ἐνστάσεως· τὰ δὲ προμελετώμενα νήφειν ποιεῖ, καὶ μεμνῆσθαι, καὶ τῷ συνεθισμῷ παρασκευάζεσθαι πρὸς τὰ δυσχερῆ ταῖς φαντασίαις καὶ ταῖς ἐλπίσιν. Ὡς δὲ διαφέρει τὸ, παρεσκευασμένον αὐτὰ δέχεσθαι, ἢ ἀπαράσκευον, παντὶ δῆλον. Καὶ γὰρ οὐ μόνον τὰ λυπηρὰ, ἀλλὰ καὶ τὰ ἡδέα, ἀνελπίστως προσπίπτοντα, τὰ μὲν λυπηρὰ ἀθρόως πιλεῖ καὶ συνάγει τὴν φαντασίαν, καὶ [50] σὺν αὐτῇ τὴν σύγκρισιν τοῦ τε σώματος καὶ τοῦ πνεύματος· τὰ δὲ ἡδέα ἀθρόως διαχεῖ καὶ διασπᾷ, καὶ διαφορεῖ τὸν τόνον· ὥστε ἐπ' ἀμφοῖν, καὶ ταῦτα ἐναντίων ὄντων, τὰ αὐτά πως ἕπεσθαι συμπτώματα, λειποθυμίας, καὶ ἀποψύξεις, καὶ μέχρι θανάτου πολλάκις ἀπαγορεύσεις.

   Ἀλλὰ ταῦτα μὲν δῆλα. Τοῦ δὲ Ἐπικτήτου ἐπὶ μὲν τῆς τῶν ἄλλων ὑπαρχόντων μειώσεως, μετὰ τὸ γενέσθαι παραινοῦντος ἐπιλέγειν, "Τοσούτου πωλεῖται ἀπάθεια, τοσούτου ἀταραξία, προῖκα δὲ οὐδὲν παραγίνεται·" ἐπὶ τῶν οἰκετῶν δὲ, ὅτι, καλοῦντος τὸν οἰκέτην, "προενθυμεῖσθαι δεῖ, ὅτι οὐ πάντως ὑπακούσει, ἢ ὑπακούσας οὐ ποιήσει τὸ προσταχθέν·" καλῶς ἔχοι ἂν, ὡς ἐπ' ἀμφοῖν ἀμφοτέρων προστεταγμένων ἀκούειν. Καὶ γὰρ τὴν τῶν ὑπαρχόντων μείωσιν προϋπογράφειν ἑαυτῷ δεῖ καὶ προελπίζειν· καὶ τοῦ οἰκέτου μὴ ὑπακούσαντος, ἢ μὴ ποιήσαντος τὸ προσταχθὲν, ἐπιλέγειν, ὅτι Τοσούτου πωλεῖται ἀπάθεια, τοσούτου ἀταραξία· προῖκα δὲ οὐδὲν παραγίνεται. Αὐτὸς δὲ ἴσως ὡς ἐπὶ εὐτελεστέρῳ, τῷ ἐκχεῖσθαι τὸ ἔλαιον, καὶ κλέπτεσθαι τὸ οἰνάριον, οὐκ ἐνόμισε δεῖσθαι προπαρασκευῆς, ἀλλ' ἀρκεῖν γενομένου ἐπιλέγειν· καὶ ὅτι ἐπὶ τῶν μικροτέρων καὶ ἡ σύγκρισις ἱκανή ἐστι κινεῖν τὴν ψυχὴν, εἴπερ, ἐλαίου καὶ οἰναρίου εὐτελῶν προϊεμένων, δυνατόν ἐστι τὸν βουλόμενον ἀπάθειαν καὶ ἀταραξίαν λαβεῖν, καὶ οὐ τὴν πρὸς ἅπαξ μόνον, ἀλλὰ καὶ τὴν κατὰ ἕξιν, εἴ τις ταύτην καλῶς ἐμπορεύοιτο τὴν ἀγορασίαν. Τίς γὰρ ἂν οὐ χρύσεα χαλκείων ἀνταλλάξαιτο, κατὰ τὸν Ὁμήρου Διομήδη; τίς δὲ οὐκ ἂν, νοῦν ἔχων, τὰ μέγιστα τῆς ψυχῆς ἀγαθὰ πρίαιτο, τὰ ἐκτὸς προϊέμενος; ἐνίοτε δὲ μὴ προϊέμενος, ἀλλ' ἀρκούμενος τῇ παρασκευῇ τοῦ ἀδιαφόρως προΐεσθαι;

   [IN CAP. XIII.] Πολλοὶ περὶ τὰ ἐκτὸς σπουδάζομεν, οὐ μόνον τοῦ πορισμοῦ τῶν ἀναγκαίων ἕνεκεν, ἀλλὰ καὶ τοῦ μὴ δοκεῖν τοῖς ἄλλοις ἄπρακτοί τινες καὶ ἀνόητοι. Καὶ πρὸς ταύτην οὖν τὴν φαντασίαν ἐνιστάμενος, συμβουλεύει τῷ παιδευομένῳ καὶ προκόψαι θέλοντι, μὴ διὰ ταύτην τοῖς ἐκτὸς ἑαυτὸν ἐπιδιδόναι, τῶν ἐντὸς ἀμελήσαντα. Οἷον γάρ ἐστι τὸ ἀνόητον ὄντως ἀποληφθῆναι, διὰ τὸ μὴ νομισθῆναι τοῖς ἀνοήτοις ἀνόητον; Καὶ αὐτὸ δὲ τοῦτο, τὸ συνεθίσαι ἑαυτὸν, μήτε κατὰ τὸ δοκοῦν τοῖς ἀνοήτοις ἐθέλειν ζῇν, μήτε ἐπιστρέφεσθαι αὐτῶν, ὅπως ἂν οὗτοι περὶ ἡμῶν διακέοιντο, ἀλλ' εἰς τὸν ὀρθὸν λόγον ἀποβλέποντα, καὶ τῇ κρίσει τῶν κατ' αὐτὸν ζώντων ἑπόμενον, τὰ καθ' ἑαυτὸν οἰκονομεῖν, εἰς τὸ τὸν κατὰ φύσιν πρέποντα λογικῷ ζώῳ, τῷ ἀνθρώπῳ, βίον περιποιήσασθαι, τὰ μέγιστα συντελεῖ.

   Πολὺς λόγος ἐστὶ τῷ Ἐπικτήτῳ, τὴν τοῦ παιδευομένου ψυχὴν πρὸς ἑαυτὴν ἐπιστρέψαι, κατὰ τὸν τῆς παιδείας μάλιστα καιρόν. Ἐπειδὴ οὖν οὐ μόνη ἡ τῶν ἐκτὸς ἐπιμέλεια ἕλκει τὴν ψυχὴν πρὸς τὰ ἐκτὸς, ἀλλὰ καὶ ἔτι μᾶλλον ἡ περὶ τὴν κενὴν δόξαν πτοία, καὶ τοῖς ἀστειοτέροις καὶ ἐπὶ ποσὸν ἤδη προκεκοφόσιν ἐνοχλοῦσα· καὶ ταύτην ἀπ' αὐτῆς τῆς ῥίζης ἐκκόπτειν παρακελεύεται· "Μηδὲν βούλου δοκεῖν ἐπίστασθαι, λέγων·" οὐκ ἐμποδίζων [51] τῇ ἐφέσει τῆς ἐπιστήμης, ἀλλὰ τὴν τοῦ δοκεῖν ὄρεξιν ἀναστέλλων. Χαυνοῖ γὰρ αὕτη τὴν ψυχὴν, καὶ πρὸς τὸ ἐκτὸς ἕλκει· καὶ ἅμα μὲν τοῖς πολλοῖς ζῇν, καὶ μηκέτι ἑαυτῇ, παρασκευάζει· ἅμα δὲ τῇ δοκήσει τῇ ἐκείνων ἀρκουμένην οὐ συγχωρεῖ πρὸς τὸ εἰλικρινὲς τῆς ἐπιστήμης ὁδεύειν. Καλῶς δὲ οὐκ εἶπε, μηδὲν δόκει ἐπίστασθαι, ἀλλὰ, Μηδὲν βούλου δοκεῖν ἐπίστασθαι. Ἡ μὲν γὰρ δόκησις ἡ περὶ ἡμῶν, οὐχ ἡμῶν ἐστιν, οὐδὲ ἐφ' ἡμῖν· τὸ δὲ βούλεσθαι, ἡμέτερόν ἐστιν ἔργον. Ἐπειδὴ οὖν δοκοῦμεν πολλάκις τισὶ, κἂν μὴ βουλώμεθα, Τότε, φησὶν, ἀπίστει σεαυτῷ· βοηθεῖ γὰρ τοῦτο πρὸς τὸ μὴ ἐπιτρέπειν ἑαυτὸν τῇ τῶν πολλῶν κρίσει, μηδὲ ἀρκούμενον ἐκείνῃ πρὸς τὴν προκοπὴν ἐμποδίζεσθαι. Δῆλον δὲ, ὅτι τὸ ἀπιστεῖν αὑτῷ ἐπὶ ταῖς καλλίοσι περὶ αὑτοῦ ὑπολήψεσι τοῖς ἔτι παιδευομένοις προσήκει. Ὁ γὰρ ἐπιστήμων, ἀσφαλῶς τε ἑαυτὸν καὶ ἀληθῶς κρίνειν δυνάμενος, οὐ δεῖται τοῦ ἑαυτῷ ἀπιστεῖν.

   Δόκησις δὲ, οὐ τοῦ ἐπίστασθαι μόνον γίνεται, ἀλλὰ καὶ τοῦ σώφρονα, ἢ δίκαιον, ἢ ἀνδρεῖον εἶναι, ἢ φρόνησιν ἔχειν, ἢ ὅλως ἀρετήν τινα, ἢ δύναμιν πολιτικὴν, ἢ περιττοτέραν παρ' ἀνθρώποις τιμήν. Ταῦτα πάντα καὶ τὰ τοιαῦτα περιέλαβε διὰ βραχέος μορίου, τοῦ τὶς, εἰπών· Κἂν δόξῃς τὶς εἶναί τισιν. Εἶτα λοιπὸν, κοινὸν ἐπάγει συμπέρασμα τοῖς τε νῦν εἰρημένοις, καὶ τοῖς πρότερον, περὶ τῆς τῶν ἐντὸς ἐπιμελείας, ὅτι οὐ ῥᾴδιον τῷ παιδευομένῳ, καὶ τὴν προαίρεσιν κατὰ φύσιν ἔχουσαν διαφυλάξαι, καὶ τῶν ἐκτὸς ἀντιποιεῖσθαι, χρημάτων, ἢ δόξης. Ἡ μὲν γὰρ τῆς προαιρέσεως ἐν τῷ κατὰ φύσιν φυλακὴ, περίσπουδον μὲν τῶν ἐφ' ἡμῖν, καταφρονητικὸν δὲ τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν· ἡ δὲ πρὸς τὰ ἐκτὸς συντονία, τὸ ἐναντίον ἐπιτηδεύει. Διὸ οὐ ῥᾴδιον τῷ παιδευομένῳ τὸ ἀμφότερον ποιεῖν. Καὶ ἀσφαλῶς οὐκ εἶπεν ἀδύνατον, ἀλλ', οὐ ῥᾴδιον, διὰ τὰς σπανίας φύσεις, καὶ τὰ σπάνια κινήματα τῶν μεγαλουργῶν ψυχῶν. Ἀλλ' ἀνάγκη, φησὶν, εἰ μέλλοι κατορθοῦν ὁπότερον, τοῦ ἑτέρου παντάπασιν ἀμελεῖν.

   [IN CAP. XIV, 14 1.] Σπουδῆς ἄξιά ἐστι τά τε δυνατὰ κατορθοῦσθαι (ὁ γὰρ περὶ τὰ ἀδύνατα σπουδάζων, ἀνόητος) καὶ ἔτι τὰ προσήκοντα τῷ σπουδάζοντι· τὸ γὰρ ἀλλοτριοπραγμονεῖν, περιττόν· καὶ τρίτον σπουδῆς ἄξιον, τὸ λόγου τινὸς ἄξια εἶναι τὰ προτιθέμενα, καὶ ἀσφάλειαν ἔχειν καὶ βεβαιότητα. Τίς γὰρ εὖ φρονῶν, περὶ τὰ εὐτελῆ, καὶ μὴ σπουδῆς ἄξια, τὰ σαθρὰ, σπουδάζοι; Βουλόμενος οὖν ἀποτρέψαι τὸν παιδευόμενον τῆς περὶ τὰ ἐκτὸς σπουδῆς, διὰ τῆς τοῦ ἐφ' ἡμῖν καὶ οὐκ ἐφ' ἡμῖν διαιρέσεως, ἐν ἀρχῇ περιληφθείσης, καὶ ἀλλότρια δείκνυσι τὰ ἐκτός. Οὐ γάρ ἐστιν ἐφ' ἡμῖν τὰ ἀλλότρια, ὡς δέδεικται. Ὁ τοίνυν τὰ τέκνα, καὶ τὴν γυναῖκα, καὶ τοὺς φίλους βουλόμενος ζῇν, βούλεταί τι καὶ σπουδάζει τῶν οὐκ ἐφ' ἡμῖν· ὅπερ εὐθὺς διὰ τοῦτο καὶ ἀδύνατον ἡμῖν ἐστι, τὸ πάντως περιποιεῖσθαι. Ὧν γὰρ οὔκ ἐσμεν κύριοι, ταῦτα οὐ πάντως ἑαυτοῖς δυνάμεθα περιποιεῖν· τῶν γὰρ κυρίων [52] ἐστὶ, τὸ δοῦναι ἡμῖν. Ἔστι δὲ καὶ φύσει εὐτελῆ, καὶ σαθρὰ, καὶ εὐαπόβλητα, τὰ ἐκτός. Τὰ γὰρ θνητὰ θνήσκειν ἀνάγκη, ὅταν ἐπέλθῃ τὸ χρεών.

   Ὁμοίως δὲ καὶ ὁ τὸν οἰκέτην ἀπαιτῶν καὶ ἑαυτοῦ ἐνίοτε καλλίονα εἶναι, ὅπερ πάσχομεν πολλάκις οἱ πρὸς τὰς πλημμελείας τῶν οἰκετῶν δυσχεραίνοντες, μωρὸς, φησὶν, ἐστὶ, τὰ ἀδύνατα θέλων. Ἀδύνατον γὰρ, τὴν κατὰ τὸ ἄλογον τὸ ἑαυτῆς ζῶσαν ψυχὴν (ὅπερ ἐστὶ κακία ψυχῆς) μὴ πλημμελῶς ἐνεργεῖν, καὶ μὴ τὰς κακίᾳ πρεπούσας ἐνεργείας ἀποδιδόναι. Ἀνάγκη οὖν, τὸν περὶ τὰ ἀδύνατα, καὶ ἀλλότρια, καὶ εὐαπόβλητα, καὶ σαθρὰ σπουδάζοντα, ἀποτυγχάνειν αὐτῶν· καὶ ἀποτυγχάνοντα, λυπεῖσθαι καὶ θρηνεῖν· ἐὰν οὖν βουλώμεθα μὴ ἀποτυγχάνειν, περὶ τὸ ἐφ' ἡμῖν σπουδαστέον. Ἐφ' ἡμῖν δέ ἐστι, τὸ τῶν κατὰ φύσιν προσηκόντων ἡμῖν ὀρέγεσθαι. Περὶ τοῦτο οὖν, καὶ μὴ περὶ τὰ ἐκτὸς, τὴν ἑαυτῶν σπουδὴν δαπανήσωμεν.

   [IN CAP. XIV, 14 2.] Καὶ τοῦτο διαβολὴν ἔχει τῶν ἐκτὸς, καὶ τῆς πρὸς αὐτὰ τῶν ψυχῶν ἀπονεύσεως· δι' ἣν οὐ μόνον λυπούμεθα, καὶ θρηνοῦμεν, ἀποτυγχάνοντες ὧν ὀρεγόμεθα, καὶ περιπίπτοντες οἷς ἐκκλίνομεν· ἀλλὰ καὶ δουλεύειν, καὶ οὐχ ἑνὶ μόνον, ἀλλὰ καὶ πολλοῖς, ἐνίοτε δὲ καὶ πικροῖς δεσπόταις, ἀναγκαζόμεθα. "Κύριος γὰρ, φησὶν, ἑκάστου καὶ δεσπότης ἐστὶν, ὁ ἔχων ἐξουσίαν, τὰ θελόμενα ὑπ' αὐτοῦ, καὶ ὧν ὀρέγεται, ἢ περιποιῆσαι, ἢ ἀφελέσθαι ἀπ' αὐτοῦ." Καὶ γὰρ τοῖς δυναμένοις παρασχεῖν τὰ ὀρεκτὰ ὑποκλινόμεθα, καὶ ὑποταττόμεθα, καὶ ὑπηρετοῦμεν δουλικῶς, ἵνα παράσχωσιν ἡμῖν αὐτά. Καὶ τοὺς δυναμένους ἀφελέσθαι ἃ ἔχομεν, κολακεύομεν μετὰ δέους· καὶ τρέμομεν καὶ περισαίνομεν, ὡς δεσπότην, τὸν τὰ ἐκκλινόμενα παρ' ἡμῶν ἐξουσίαν ἔχοντα ἐπαγαγεῖν, ἵνα μὴ ἐπαγάγῃ· καὶ τὸν ἀφελέσθαι δυνάμενον, ἵνα μὴ ἀφέληται. Δῆλον δὲ, ὅτι καὶ τὰ ἐκτὸς καὶ τὰ ἀλλότρια ἡμῶν ταῦτα ἐστὶν, ὧν ἄλλοι τὴν ἐξουσίαν ἔχουσιν, εἰς τὸ περιποιεῖν ἢ ἀφαιρεῖσθαι. Τῶν γὰρ ἡμετέρων ἡμεῖς κύριοι, καὶ ἐφ' ἡμῖν ἐστιν ἐκεῖνα. Εἰ οὖν ἀγαθὸν ἡ ἐλευθερία, καὶ βουλόμεθα εἶναι ἐλεύθεροι, καὶ μὴ δοῦλοι, μήτε ὀρεχθῶμεν τινὸς τῶν ἐπ' ἄλλοις ὄντων, μήτε ἐκκλίνωμεν αὐτά. Εἰ δὲ μὴ, δουλεύειν ἀνάγκη πολυειδῶς, ἵνα τύχωμεν τῶν ὀρεκτῶν, καὶ μὴ ἀφαιρεθῶμεν αὐτῶν· ἵνα ἐκκλίνωμεν τὰ φευκτὰ, καὶ μὴ περιπίπτωμεν αὐτοῖς.

   Ὅρα δὲ, ὅτι ἐφ' ἑκάστου διπλοῦς ἔχομεν τοὺς δεσπότας· τὸν μὲν, ἔνδον· τὸν δὲ, ἔξω. Ἡ γὰρ ἄλογος ὄρεξις τὸν λόγον κινήσασα, τοῦτ' ἔστιν ἡμᾶς τοὺς κατ' αὐτὸν οὐσιωμένους, καὶ αἰχμάλωτον λαβοῦσα, σὺν ἐκείνῳ δουλεύει λοιπὸν τῷ ἐκτὸς δεσπότῃ· ὥστε μὴ μόνον δούλους ἡμᾶς, ἀλλὰ καὶ δούλων δούλους εἶναι. Καὶ οἱ μὲν ἄλλοι δοῦλοι χωρίζονται τῶν δεσποτῶν, κἂν ἐν τοῖς ὕπνοις, καὶ ἔνδοσιν ἐξ αὐτῶν λαμβάνουσί τινα· ἡμεῖς δὲ καὶ ἐν τοῖς ὕπνοις ταῖς ἀκολάστοις καὶ ἀδίκοις καὶ ἀλλοκότοις προστάξεσι τῶν χαλεπῶν τούτων δεσποτῶν ὑπηρετοῦμεν, καὶ ἔνδοσιν οὐδεμίαν ἔχομεν, ὅταν αὐτοῖς [53] ὑποταγῶμεν· ἀλλὰ ποτὲ μὲν ἔργοις, ποτὲ δὲ λόγοις, ποτὲ δὲ φαντασίαις ὑπ' αὐτῶν ἐξοιστρούμεθα. Καὶ τὸ χεῖρον, ὅτι τῶν μὲν δούλων οἱ μετριώτεροι ἄκοντες ὑπηρετοῦσι τοῖς ἀτόποις τῶν δεσποτῶν ἐπιτάγμασιν· ἡμεῖς δὲ καὶ συνηδόμενοι, καὶ μηχανὰς ὑποβάλλοντες πρὸς τὸ τυχεῖν ἢ ἐκκλῖναι ὧν οὐδέποτε ἀβλαβῶς καὶ ἀσυμφόρως κελεύουσι.

   [IN CAP. XV.] Πολλαχῶς ἀναχαιτίσας τὴν ἐπὶ τὰ ἐκτὸς τῶν παιδευομένων ῥοπὴν, ἵνα μὴ τελέως πάλιν αὐτῶν ἀποτρέπειν νομισθῇ, λέγει, τίνων καὶ ὅπως χρὴ μεταλαμβάνειν. Καὶ πρῶτον μὲν ἔλεγεν, ὅτι τῶν ἀναγκαίων καὶ τῶν ἄλλως χρησίμων πρὸς τὸν βίον, ὁδοῦ πάρεργον μεταληπτέον, πρὸς τὸ πλοῖον ἀεὶ τεταμένον. Νῦν δὲ, ὅτι τὰ μὲν διδόμενα ἐξ αὐτῶν κοσμίως χρὴ λαμβάνειν, καὶ τέκνα, καὶ ἀρχὴν, καὶ πλοῦτον, καὶ τὰ τοιαῦτα· μὴ ἐκτείνειν δὲ ἐπ' αὐτὰ τὴν ὄρεξιν. Ἀλλ' εἰ μὲν γινόμενα ἀφαιροῖτο, (τοῦτο γὰρ νομίζω δηλοῦν τὸ Παρέρχεται,) μὴ κάτεχε, φησί· τοῦτ' ἔστι, μὴ βιάζου μένειν αὐτὰ, μηδὲ δυσχέραινε τὴν ἀφαίρεσιν. Εἰ δὲ οὔπω ἥκει, μὴ ὀρέγου αὐτῶν, μηδὲ πρὸς αὐτοῖς ὅλος γίνου ταῖς ἐπιθυμίαις καὶ φαντασίαις, σαυτοῦ τε καὶ τῆς ἑαυτοῦ προκοπῆς ἐπιλανθανόμενος. Καὶ διδομένων δὲ, φησὶ, μὴ ὅλον σαυτὸν περιχαρῶς καὶ λαιμάργως ἐκτείνῃς πρὸς αὐτά· ἀλλὰ κοσμίως, καὶ τεταγμένως, ἄκρῳ δακτύλῳ, τὸ λεγόμενον, αὐτῶν μεταλάμβανε· ἵνα καὶ ἄρχειν αὐτῶν δύνῃ, καὶ χρῆσθαι δεόντως, ἐξῃρημένος καὶ μὴ κατακλυζόμενος ὑπ' αὐτῶν. Συμποσίῳ δὲ ἀπείκασε τὴν εἰς ταὐτὸ συνοδίαν τῶν ὑπὸ θεοῦ συναγομένων, ὡς ἑστιάτορος, καὶ μετέχοντος ἑκάστου τῶν ἀπονεμομένων ὑπ' αὐτοῦ προσφόρως ταῖς οἰκείαις ὀρέξεσι· τοῦ μὲν κοσμίως, ἑαυτῷ τε κατὰ φύσιν, καὶ κατὰ τὴν γνώμην τοῦ ἑστιάτορος, ὅτι καὶ συμπότης αὐτῷ δοκεῖ· τοῦ δὲ ἀτάκτως καὶ ἐπισεσυρμένως, καὶ ἑαυτῷ τε ἀσυμφόρως, καὶ ἀνοικείως τῷ ἑστιάτορι.

   Ἐὰν δὲ καὶ διδομένου, φησὶ, τινὸς τῶν ἐκτὸς τούτων ὑπὸ τῶν πολλῶν μακαριζομένων, μὴ λάβῃς, ἀλλ' ὑπερίδῃς, ὡς Κράτης ἐποίησε καὶ Διογένης· Ἀλεξάνδρου γὰρ ἐρωτήσαντος τί βούλεται, Ἀπόστηθι, φησὶ, τοῦ ἡλίου· ἔτυχε γὰρ ὑπ' αὐτὸν θερμαινόμενος· ὥστε θαυμάσαντα τὴν μεγαλοφροσύνην τοῦ ἀνδρὸς τὸν Ἀλέξανδρον εὔξασθαι, εἰ μὲν δυνατὸν, καὶ τὸν Διογένην γενέσθαι· εἰ δὲ μὴ, μεῖναι Ἀλέξανδρον. Ὁ τοίνυν, φησὶ, καὶ διδομένων αὐτῶν μὴ λαμβάνων, ἀλλ' ὑπερορῶν, καὶ εἰς τὴν ἐξῃρημένην τῆς γενέσεως ὑπεροχὴν τῆς ζωῆς ἀνατρέχων, οὐ συμπότης μόνον τῶν Κρειττόνων, ἀλλὰ καὶ συνάρχων γίνεται. Ἡ μὲν γὰρ περὶ τὴν γένεσιν πρόνοια τῶν Κρειττόνων, συνεστίους ποιεῖται τοὺς κατὰ γνώμην αὐτῶν ἐν αὐτῇ πολιτευομένους· ἡ δὲ ἐξαίρεσις αὐτῶν καὶ ὑπεροχὴ τῶν ὅλων (ἐξῄρηται γὰρ τὸ κυρίως ἄρχον τοῦ ἀρχομένου), αὕτη τὰς μιμουμένας ψυχὰς εἰς τὸ συνάρχειν αὐτοῖς καλεῖ. Μετεωροπολοῦσαι γὰρ τότε, συνδιοικοῦσι τὸ πᾶν, καὶ οὐκ ἐγκατατεταγμέναι αὐτῷ. Διὸ, φησὶν, οἱ ὑπεριδόντες [54] τούτων, Ἡράκλειτός τε καὶ Διογένης, ἀξίως θεῖοί τε ἦσαν καὶ ἐλέγοντο· θεῖοι γὰρ, οἱ κατὰ τὸ ἄκρον καὶ ἐξῃρημένον τὸ ἐν αὐτοῖς διαζήσαντες· τὸ γὰρ πανταχοῦ ἄκρον, θεῖον, ὅτι πάντων ἀκρότατον θεός.

   [IN CAP. XVI.] Ὥσπερ ἐν τοῖς αἱρετοῖς δοκοῦσι τῶν ἐκτὸς, οὐ δεῖ πρόχειρον καὶ ἐπιδεικτικὸν αὐτῶν εἶναι, ἐννοοῦντα, ὅτι, ὁποῖά ποτ' ἂν ᾖ, οὐκ ἔστιν ἐν αὐτοῖς τὸ ἀγαθὸν ἡμῶν· οὕτω καὶ ἐν τοῖς φευκτοῖς δοκοῦσι τῶν ἐκτὸς, ἀσφαλῆ χρὴ εἶναι, ὡς οὐδὲ τῶν κακῶν τῶν ἡμετέρων ἐν τοῖς ἐκτὸς κειμένων. "Ὅταν οὖν, φησὶ, κλαίοντα ἴδῃς, ἢ ὡς ἀποθανόντος αὐτῷ τοῦ τέκνου, ἢ ὡς ἀποδημοῦντος, ἢ ὡς ἀπολωλεκότος τὰ αὐτοῦ, μή σε συναρπάσῃ ἡ φαντασία, ὡς ἐν κακοῖς ὄντος ἐκείνου τοῖς ἐκτός." Οὐ γὰρ ἐν τοῖς ἐκτός ἐστιν ἡμῶν τὰ κακὰ, ὥσπερ οὐδὲ τὰ ἀγαθά. Πῶς οὖν ὁ κλαίων οὗτος ὡς ὑπὸ κακοῦ τοῦ συμβεβηκότος θλίβεται; οὐ γὰρ τοιοῦτον φύσει τὸ συμβεβηκός ἐστιν· ἐπεὶ καὶ πάντας ἔθλιβεν ἂν, οἷς συνέβαινεν· ὥσπερ τὸ φύσει θερμὸν πάντας θερμαίνει τοὺς ψαύοντας. Ἀναξαγόρας δὲ, ἀκούσας, ὅτι τέθνηκεν αὐτοῦ ὁ υἱὸς, γαληνῶς ἅμα καὶ μεγαλοφρόνως, ᾜδειν, φησὶ, θνητὸν γεννήσας. Τί οὖν θλίβει τοῦτον; Τὸ δόγμα τὸ περὶ τοῦ συμβεβηκότος, ὅτι κακόν· τοῦτό ἐστι τὸ θλῖβον αὐτόν. Τὸ δὲ δόγμα, ἡμέτερόν ἐστιν. Ὥστε θλίβει μὲν ὄντως τὸ κακόν· τοῦτο δὲ οὐκ ἐν τοῖς ἐκτὸς, ἀλλ' ἐν τοῖς ἐφ' ἡμῖν ἐστι, τὸ τοίως ἢ τοίως περὶ τῶν συμβαινόντων ὑπολαμβάνειν.

   Τί οὖν; ἀσυμπαθῶς ἔχειν δεῖ πρὸς τοὺς θλιβομένους τὸν ἐπιεικῆ; καὶ, τοῦ δόγματος αὐτῶν καταγινώσκοντα, περιορᾷν αὐτούς; Οὐδαμῶς· ἀλλὰ συμπεριφέρεσθαι μὲν, καὶ μέχρι τινὸς συγκαταβαίνειν, καὶ λόγον συμπαθῆ λέγοντα, κἂν δέοι συνεπιστενάξοντα, οὐ προσποιητῶς· οὐ γὰρ προσήκει τῷ ἐπιεικεῖ ἡ προσποίησις· ἀλλ' αὐτὸν ἐπὶ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ στενάζοντα, οἷα πράγματα στεναγμοῦ ἄξια νομίζει. Προσέχειν δὲ χρὴ τῷ μέτρῳ τῆς συγκαταβάσεως, μὴ τῇ συμπαθείᾳ προαχθῇ καὶ αὐτὸς ἔνδοθεν ἐπὶ τῷ συμβεβηκότι στενάξαι· οὐδὲ γὰρ βοηθεῖν ἔτι δύναται τῷ θρηνοῦντι. Χρὴ γὰρ τὸν μέλλοντα τῷ πάθει βοηθεῖν, καὶ ἀνθέλκειν αὐτὸν ἀπὸ τοῦ πάθους, μέχρι τινὸς συγκαταβαίνειν, ἀσφαλῶς ἡδρασμένον αὐτόν. Οὔτε γὰρ ἐφ' ἑαυτῷ τις τελέως μένων ἀνασπάσει τὸν κατασυρόμενον ὑπὸ ῥεύματος, οὔτε ὅλος ἐκείνῳ συγκατασπασθείς. Ὁ μὲν γὰρ τελέως ἐξῃρημένος, ἀσυμπαθὴς εἶναι δοκῶν, οὐ πείθει τὸν παθαινόμενον· ὁ δὲ καὶ αὐτὸς συνηττηθεὶς τῷ πάθει, ἄλλου δεῖται τοῦ βοηθήσοντος.

   [IN CAP. XVII.] Πρότερον μὲν συμποσίῳ τὴν ἐνταῦθα διαγωγὴν καὶ μέθεξιν τῶν ἐκτὸς ἀπείκαζε, καὶ συμποσιάρχῃ τὸν διδόντα θεόν· ὅτι κυρίους ἡμᾶς τοῦ λαβεῖν, ἢ μὴ λαβεῖν, ὑπετίθετο. Καὶ διὰ τοῦτο τὴν ὄρεξιν ἡμῶν ἐπαιδαγώγει, πῶς ἔχειν αὐτὴν χρὴ, καὶ τὴν αἵρεσιν, πρός τε τὰ παρόντα τῶν ἐκτὸς, καὶ τὰ παρεληλυθότα, καὶ τὰ μέλλοντα. Καὶ γὰρ ἐν τοῖς συμποσίοις κατὰ τὴν ἑαυτοῦ αἵρεσιν ἕκαστος [καὶ ἀπέχεται] καὶ μεταλαμβάνει τῶν προσφερομένων. Νυνὶ [55] δὲ σκηνῇ τὸν βίον ἀπεικάζει· καὶ δράματος ὑποκριτὰς τοὺς ἐν αὐτῷ πολιτευομένους, καὶ χορηγὸν τοῦ δράματος καὶ διδάσκαλον τὸν θεὸν ὑπογράφει· ὅτι τὸ μὲν λαβεῖν καὶ μὴ λαβεῖν τὸ ἀπονεμόμενον, οὐκ ἔστιν ἐφ' ἡμῖν. Ἀνάγκη γὰρ πάντως λαβεῖν οἷα πολλὰ τῶν ἀπὸ τῆς εἱμαρμένης ἐστί. Κἂν γὰρ πλοῦτον ἐφ' ἡμῖν ἐστι μὴ λαβεῖν, ἀλλὰ πενίαν οὐ πάντως ἐφ' ἡμῖν ἐστιν ἐκκλῖναι, ἢ νόσον. Κἂν τὸ δεσπόταις μὴ εἶναι ἢ ἄρχουσιν, ἐφ' ἡμῖν ἐστιν· ἀλλὰ τὸ μὴ δουλεῦσαι ἢ ἀρχθῆναι, οὐκ ἔστιν ἐφ' ἡμῖν. Διὸ ἐπὶ τούτων ἡ χρῆσίς ἐστιν ἐφ' ἡμῖν. Καὶ τὸ ἀγαθὸν ἡμῶν ἢ τὸ κακὸν ἐν τούτοις, οὐκ ἐν τῷ ὀρεχθῆναι ἢ μὴ, ἢ λαβεῖν ἢ μὴ λαβεῖν, ὡς πρότερον ἐλέγετο, ἀλλ' ἐν τῇ χρήσει ἐστὶν, ἐφ' ἡμῖν οὔσῃ καλῶς ἢ κακῶς διατεθῆναι. Τὸ γάρ τοι νοσεῖν καλῶς, ἢ πένεσθαι καλῶς, καὶ ὅλως ἡ χρῆσις καὶ τοῦ κατὰ αἵρεσιν καὶ τοῦ ἐξ ἀνάγκης ληφθέντος ἐφ' ἡμῖν ἐστιν· ὥσπερ καὶ ἐπὶ τῆς σκηνῆς, τὸ μὲν ἐκλέξασθαι τῶν ὑποκριτῶν ἕκαστον πρὸς τὸ ἐπιτήδειον πρόσωπον ἐν τῷ δράματι, πρὸς βασιλέα, ἢ δοῦλον, ἢ μαινόμενον, ὡς τὸν Ὀρέστην, τοῦ διδάσκοντος τὸ δρᾶμά ἐστι, καὶ τῶν ἐν αὐτῷ προσώπων καὶ τῶν ὑποκριτῶν τὴν ποιότητα ἐπεσκεμμένου· τὸ δὲ ὑποκρίνεσθαι καλῶς τὸ δοθὲν πρόσωπον, τοῦ ἐκλεγέντος ἐστὶν ὑποκριτοῦ. Διὸ καὶ εὐδοκιμεῖ πολλάκις δοῦλος, ἢ πτωχὸς, ἢ μαινόμενος ἐν τῷ δράματι· καὶ ἀποδοκιμάζεται πλούσιος, ἢ στρατηγὸς, ἢ βασιλεύς· ὅταν ἐκεῖνοι μὲν καλῶς τὸ δοθὲν πρόσωπον ὑποκρίνωνται, οὗτοι δὲ κακῶς, τὸ ἐφ' ἑαυτοῖς· ὧν οἱ μὲν καλῶς ἐξεπόνησαν, οἱ δὲ κακῶς. Οὕτω δὲ καὶ ἐν τῷ βίῳ. Πόσων ἄρα βασιλέων, καὶ πλουσίων, καὶ ἐῤῥωμένων, ὁ δοῦλος καὶ πένης καὶ χωλὸς Ἐπίκτητος ὑπό τε τοῦ χορηγοῦ καὶ διδασκάλου θεοῦ, καὶ ὑπὸ τῶν ἐν τῷ βίῳ θεατῶν, προεκρίθη, ὅτι καλῶς τὸ δοθὲν αὐτῷ πρόσωπον καὶ κατὰ τὴν τοῦ διδασκάλου γνώμην ὑπεκρίνατο, τὸ ἐφ' ἑαυτῷ καλῶς οἰκονομήσας· ἐν ᾧ τὸ ἀγαθὸν καὶ τὸ κακόν ἐστι τὸ ἀνθρώπινον, καὶ τὸ ἐπαινετὸν παρὰ τοῖς εὖ φρονοῦσι, καὶ τὸ ψεκτόν.

   [IN CAP. XVIII.] Τοῦτο, οἶμαι, τὸ κεφάλαιον τὴν προσήκουσαν ἔσχεν ἂν τάξιν, εἰ πρὸ τοῦ προσεχῶς εἰρημένου ἐτέτακτο, μετὰ τὸ πρὸ ἐκείνου, οὗ ἀρχὴ, "Ὅταν κλαίοντα ἴδῃς ἐν πένθει." Εἰπὼν γὰρ ἐν ἐκείνῳ, ὅτι οὐ χρὴ συμπαθαίνεσθαι τοῖς ἐν κακῷ νομίζουσιν εἶναι δι' ἀφαίρεσίν τινος τῶν ἐκτὸς, οὐδὲ συναρπασθέντα νομίζειν ὅτι ἐν κακῷ ἐστιν ὁ τοιοῦτος, εἴπερ ἐν τοῖς ἐφ' ἡμῖν ἐστιν ἡ οὐσία τοῦ ἀγαθοῦ καὶ κακοῦ ἡμῶν· νῦν λέγει, ὅτι καὶ ἐὰν ὄρνις, ἢ σύμβολός τις, ἢ μαντεία, δόξῃ σοι τινὰ κακὰ σημαίνειν, μηδὲ οὕτω συναρπασθῇς· ἀλλὰ χωρίσας τῶν ἀπὸ τοῦ σώματός σου καὶ τῶν ἐκτὸς, ἐννόησον, ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακόν σου ἐπὶ σοί ἐστιν. Ἐὰν οὖν σὺ μὴ θέλῃς ἐν κακῷ εἶναι, τὰ σημαινόμενα ταῦτα κακὰ οὐκ ἂν εἴη σοὶ σημαινόμενα, ἀλλ' ἢ τῷ σωματίῳ σου, ἢ τῷ δοξαρίῳ, ἢ τῇ περιουσίᾳ, ἢ τέκνοις, ἢ γυναικί· σοὶ δὲ πάντα αἴσια σημαίνεται, ἐὰν θέλῃς σὺ, διὰ τὸ ἐπὶ σοὶ εἶναι τὸ ἀγαθόν σου, καὶ τὸ κακόν. Ἀμέλει ἀπὸ τῶν περὶ τὰ ἐκτὸς [56] δοκούντων κακῶν καὶ ὠφελεῖσθαί σε δυνατόν· καὶ ὅσῳ μείζονα δοκεῖ ταῦτα, τοσούτῳ μᾶλλον ὠφελεῖσθαι ἀπ' αὐτῶν, καλῶς ἐν αὐτοῖς ἀναστραφέντα. Καίτοι εἰ σὰ κακὰ ἦν ταῦτα, ἔβλαπτεν ἄν σε, καὶ οὐκ ὠφέλει. Εἰ οὖν καὶ ὠφελεῖσθαί σε δυνατὸν ἐξ αὐτῶν, καὶ σοὶ οὐδὲν ἂν γένοιτο κακὸν, εἰ μὴ σὺ θέλεις· καὶ τὰ σημαινόμενα ταῦτα ὡς σὰ κακὰ, ἐὰν θέλῃς, οὐ σά ἐστιν, ἀλλὰ τῶν περὶ σὲ τινός. [IN CAP. XIX, 14 1.] Εἰπὼν ὅτι σοὶ οὐδὲν σημαίνεται κακὸν, ἐὰν μὴ σὺ θέλῃς· ὥστε καὶ ἐπὶ σοὶ εἶναι τὸ μὴ εἶναι ἐν κακῷ· τούτου οἶμαι τὴν αἰτίαν καὶ τὴν ἀπόδειξιν διὰ τοῦ νῦν παρατεθέντος ᾐνίξατο. Εἰ γὰρ ἐπὶ σοί ἐστι τὸ μηδέποτε πρὸς τὰ ἐκτὸς παραβάλλεσθαι καὶ ἀγωνίζεσθαι, ἢ ὀρεγόμενον, ἢ ἐκκλίνοντα, ἐν οἷς ἡττᾶσθαί ποτε ἀνάγκη, ἢ ἀποτυγχάνοντα τῶν ὀρεκτῶν, ἢ περιπίπτοντα τοῖς ἐκκλινομένοις· ἀλλ' ἐν τοῖς ἐπὶ σοὶ μόνοις ἀναστρέφου, ἐν οἷς κύριος εἶ τοῦ μηδέποτε ἀποτυγχάνειν, ἢ ὀρεγόμενον ἢ ἐκκλίνοντα· ταὐτὸν δὲ εἰπεῖν, μηδέποτε ἡττᾶσθαι, ἀλλ' ἀεὶ εἶναι ἀνίκητον. Εἰ δὲ καὶ τοῦτο, δῆλον, ὅτι καὶ τὸ μηδέποτε γενέσθαι ἐν κακῷ, ἐπὶ σοί ἐστιν. Ὁ γὰρ ἐν κακῷ γενόμενος, ἡττᾶται ὑπὸ τοῦ κακοῦ. Εἰ δὲ ἐπὶ σοὶ τὸ μηδέποτε ἐν κακῷ γενέσθαι, ἐπὶ σοὶ ἂν εἴη τὸ μηδέποτε κακόν τι σοὶ σημαίνεσθαι. Ὀρθῶς ἄρα εἴρηται, ὅτι τῶν κακῶν οὐδέν σοι σημαίνεται, ἐὰν μὴ σὺ θέλῃς· τοῦτ' ἔστιν, "ἐὰν μὴ εἰς ἀγῶνα καταβαίνῃς, ὃν οὐκ ἔστιν ἐπὶ σοὶ νικῆσαι·" τοῦτ' ἔστιν, ἐὰν μὴ ἐν τοῖς ἐκτὸς τὸ ἀγαθὸν σαυτοῦ καὶ τὸ κακὸν ἀφορίζῃς. [IN CAP. XIX, 14 2.] Εἰπὼν ἀνίκητον εἶναι τὸν μὴ καταβαίνοντα εἰς ἀγῶνα τῶν οὐκ ἐφ' ἡμῖν· ἐπειδὴ πρὸς ταῦτα ἕλκει μάλιστα τὰ τῶν ἐν αὐτοῖς εὐροεῖν δοκούντων παραδείγματα, καὶ ὁ πρὸς αὐτοὺς ζῆλος, καὶ φθόνος· δείκνυσι συντόμως, ὅτι οὐδεὶς τῶν τἀγαθὸν τὸ ἀνθρώπινον ζητούντων, ἢ φθονεῖ τούτοις, ἢ ζηλεύει ποτέ. Εἰ γὰρ τὸ ἀνθρώπινον ἀγαθὸν ἐν τοῖς ἐφ' ἡμῖν ἐστιν, οἱ δὲ προτίμησιν, καὶ δυναστείαν, καὶ εὐδοκίμησιν παρὰ τοῖς πολλοῖς ἔχοντες, οὐ τῶν ἐφ' ἡμῖν τι ἔχουσιν· δῆλον, ὅτι οἱ τοιοῦτοι οὐδὲ ἀγαθὸν ἔχουσιν ἀνθρώπῳ προσῆκον. Ποίαν οὖν χώραν ἔχει πρὸς τοὺς τοιούτους φθόνος, ἢ ζηλοτυπία; καὶ γὰρ ὁ μὲν φθόνος, λύπη ἐστὶν ἐπ' ἀλλοτρίῳ ἀγαθῷ· ὁ δὲ ζῆλος, ζέουσα θέλησις τοῦ παρισωθῆναι τῷ νομιζομένῳ ἀγαθῷ. Φύεται δὲ ταῦτα τὰ πάθη, ἐκ τοῦ πάντα ἄνθρωπον κατὰ φύσιν τιμῆς ἐπιθυμεῖν, καὶ τοῦ τῶν ὁμοίων μὴ ἀποπίπτειν. Διὸ οἱ μὲν ἀτονώτεροι τὴν φύσιν, καὶ προκόπτειν αὐτοὶ μὴ ἰσχύοντες, τῇ καθαιρέσει τῶν πέλας παρισοῦσθαι ἢ ὑπερέχειν αὐτῶν βούλονται, καὶ λυποῦνται ἐπὶ ταῖς τῶν πέλας εὐπραγίαις. Καὶ ἐστὶ τοῦτο φθόνος. Πρὸς γὰρ τὸν εὖ ἔχοντα, ἢ δοκοῦντα εὖ ἔχειν, ὁ φθόνος ἕρπει· τὸν ὅμοιον δὲ μάλιστα, ἢ συγγενείᾳ, ἢ ἐπιτηδεύματι, ἢ τύχῃ. Οὐδεὶς γὰρ φθονεῖ τῷ πάνυ ὑπερέχοντι, ἢ τῷ πάνυ ἐλάττονι· ὅτι οὐδ' ἁμιλλᾶταί τις πρὸς τοὺς τοιούτους. Οἱ δὲ τόνον ἔχοντές τινα, θερμῶς κινοῦνται πρὸς τὸ αὐτοὶ προκόψαντες παρισωθῆναι, ἢ καὶ ὑπερβαλεῖν [57] ἐκείνους, πρὸς οὓς ἡ ἅμιλλα. Διὸ ὁ μὲν φθόνος ἀεὶ φαῦλόν ἐστι πάθος· ὁ δὲ ζῆλος, ὅταν περὶ ἀρετῆς γένηται, ἀγαθὸς, καὶ συγγενὴς τοῦ ἀγαθοῦ ἔρωτος· ὅταν δὲ περί τι τῶν ἐκτὸς, φαῦλος, καὶ τῷ φθόνῳ συντεταγμένος.

   Εἰ τοίνυν ὁ μὲν φθόνος, καὶ ὁ ζῆλος, ὡς ἐπ' ἀγαθοῖς γίνεται· προτίμησις δὲ, καὶ δυναστεία, καὶ εὐδοκίμησις, τὰ παρὰ τοῖς πολλοῖς ἀγαθὰ δοκοῦντα, οὐκ ἔστιν ἀγαθὰ, εἴπερ ἐν τοῖς ἐφ' ἡμῖν τὸ ἀγαθόν ἐστι· δῆλον, ὅτι ἐπὶ τούτων φθόνος καὶ ζῆλος οὐδεμίαν ἔχουσι χώραν, κατά γε τὸ ἀληθές. Οὐ χρὴ τοίνυν, φθονοῦντα, ἢ ζηλοῦντα τοὺς περὶ τὰ τοιαῦτα εὐροοῦντας, ἐν τούτοις τίθεσθαι τὸ ἀγαθὸν τὸν παιδευόμενον. Ἐλευθερίας γὰρ αὐτὸν ὀρέγεσθαι χρὴ τῆς ἀπὸ τῶν αὐτῶν παθῶν ἀλογίστων ὄντων πέδης, καὶ οὐδενὸς τῶν ἐκτός. Μία δὲ ὁδὸς εἰς ἐλευθερίαν ἄγει, φησὶν, ἡ καταφρόνησις τῶν οὐκ ἐφ' ἡμῖν· ἐν οἷς ἡ δουλεία, καὶ ἡ ἧττα. Ἐν τούτοις γὰρ τὸ ἀποτυγχάνειν ὧν ὀρεγόμεθα, καὶ περιπίπτειν οἷς ἐκκλίνομεν· περὶ ταῦτα ἡ τῶν ἀλόγων ἐν ἡμῖν παθῶν ὄρεξις, καὶ ἡ καθ' ἡμῶν τυραννὶς αὐτῶν. Διὸ τῶν ἐκτὸς καταφρονοῦντες, καὶ τὰς συγγενεῖς πρὸς αὐτὰ ὀρέξεις, ὡς τῶν συμμάχων ἐρημωθείσας, ὑποκατακλίνεσθαι ποιοῦμεν τῷ λόγῳ.

   [IN CAP. XX, XXI.] Διασύρας πάλιν τὰ ἐν τοῖς ἐκτὸς νομιζόμενα ἀγαθὰ, καὶ μίαν ὁδὸν πρὸς ἐλευθερίαν τὴν καταφρόνησιν τῶν οὐκ ἐφ' ἡμῖν εἰπών· τὰς πρὸς ταῦτα ἐνστάσεις, ἢ καὶ λόγῳ λεγομένας, ἢ πάντως γοῦν ταῖς ἐννοίαις τῶν ἄρτι παιδευομένων ἐνοχλούσας, διαλύει· ἀπὸ τῶν αὐτῶν τῆς παιδείας ἀρχῶν ὁρμώμενος. Καὶ αἱ μὲν ἐνστάσεις λέγουσιν, ὅτι καταφρονοῦντες τῶν ἐκτὸς, καὶ διὰ τοῦτο εὐτελεῖς καὶ ἀδύνατοι μένοντες, πολλὰ πεισόμεθα κακὰ ὑπὸ τῶν ὑπερεχόντων, ἐὰν μήτε δύναμιν ἔχωμεν, μήτε κολακεύειν τοὺς δυναμένους αἱρώμεθα. Καὶ γὰρ λοιδοροῦσι, καὶ τύπτουσι, καὶ παντοίως ὑβρίζουσιν ἡμᾶς, καὶ τὰ ὑπάρχοντα ἀφαιροῦνται, καὶ φυγαδεύουσι, καὶ τὸ τελευταῖον ἐνίοτε καὶ φονεύουσιν. Αὐτὸς δὲ πρὸς ταῦτά φησιν, ὅτι τούτων οὐδὲν δεινόν· ἦ γὰρ ἂν πᾶσιν ἐφαίνετο δεινά· ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῶν, ὅτι δεινὰ, τοῦτό ἐστι δεινόν. Ὥστε οὔτε ὑβρίζουσιν οὗτοι, τοιαῦτα ποιοῦντες· ἀλλὰ τὸ ἐν ἡμῖν δόγμα, ὅτι ὑβριζόμεθα, τοῦτό ἐστι τὸ ὑβρίζον ἡμᾶς. Τὸ δὲ δόγμα, καὶ ἡ περὶ τούτου ὑπόληψις, ἡμέτερόν ἐστιν ἔργον. Ἡμεῖς οὖν ἑαυτοὺς ὑβρίζομεν. Ὅτι δὲ οὐδὲ δεινόν ἐστιν, οὐδὲ δυσχεράνσεως ἀξία ἡ ὕβρις, δῆλον ἐντεῦθεν· ἢ γὰρ ἀληθής ἐστιν, ἢ ψευδής· καὶ εἰ μὲν ἀληθὴς, τί δυσχεραίνομεν τὰ ἀληθῆ ἀκούοντες; διὰ τί δὲ ποιεῖν αὐτὰ οὐ δυσχεραίνομεν, ἀκούειν δὲ δυσχεραίνομεν; εἰ δὲ ψευδὴς, ἐκεῖνος βλάπτεται ὁ ψευδόμενος.

   Τί οὖν χρὴ ποιεῖν πρὸς τοῦτο; Μὴ συναρπάζεσθαι, φησὶν, ὑπὸ τῆς φαντασίας τοῦ ὑβρίζεσθαι, καὶ βοᾷν ἢ ὀδύρεσθαι ἐν κακῷ νομίζοντας εἶναι· ἀλλὰ δοῦναι καιρὸν ἑαυτῷ τῆς τοῦ συμβάντος ἐπισκέψεως, ὁποῖόν ποτε ἐστίν. Ἂν γὰρ χρόνου τινὸς καὶ διατριβῆς τύχῃς, μὴ [58] συναρπασθῇς ὑπὸ τοῦ αἰφνιδίου, ἅμα μὲν [ἄλυπος ἔσῃ,] ἅμα δὲ καιρὸν ἕξεις τὰς τῆς παιδείας ἀρχὰς προχειρίσασθαι, καὶ διελέσθαι, πότερον τῶν ἐφ' ἡμῖν ἐστι τὸ συμβὰν, ἢ τῶν οὐκ ἐφ' ἡμῖν. Κἂν τῶν οὐκ ἐφ' ἡμῖν εὕρῃς αὐτὰ, συνάψεις, ὅτι οὐδὲ ἀγαθὸν ἡμῶν οὐδὲ κακόν ἐστι, καὶ ὅτι ἐπ' ἐμοί ἐστι καὶ ὡς ἀγαθῷ χρήσασθαι αὐτῷ, καὶ ὠφεληθῆναι ἐξ αὐτοῦ, μεγαλοφρόνως αὐτὸ περιπτύοντι. Πρὸς δὲ τὸ μὴ συναρπασθῆναι συνεργεῖ τὰ μέγιστα τὸ ἐθισθῆναι, τινὸς τοιούτου συμβαίνοντος, σιωπᾷν, ἕως ἂν τῆς ἔνδοθεν ἀναζέσεως αἰσθώμεθα κατασταλείσης, καὶ ὁ ἐν ἡμῖν κύων μηκέτι ὑλακτῇ. Λέγεται γοῦν καὶ Σωκράτης, εἴ ποτε θυμωθείη, πάντως σιωπᾷν.

   Τούτοις οἶμαι τὰ ἑξῆς δεῖ συμπλέκειν τάχα, καὶ συμπλεκτικὸν αὐτοῖς σύνδεσμον προσεννοεῖν, λέγοντα· "Θάνατος δὲ καὶ φυγὴ, καὶ πάντα τὰ ἄλλα τὰ δεινὰ φαινόμενα, πρὸ ὀφθαλμῶν ἔστω σοι καθ' ἡμέραν·" καὶ τὰ ἑξῆς. Κοινῷ γὰρ λόγῳ περὶ πάντων τῶν ἔξωθεν προσπιπτόντων, καὶ δοκούντων δεινῶν, εἰπὼν, ὅτι αὐτῶν μὲν οὐδὲν δεινὸν, οὐδὲ ὑβριστικὸν, οὐδὲ βλαβερόν ἐστιν· ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῶν, τοῦτό ἐστι τὸ ὑβρίζον καὶ βλάπτον· βοήθειαν πρὸς τὰς λοιδορίας καὶ τὰς πληγὰς καὶ τὰ τοιαῦτα προσέθηκεν, εἰς τὸ μὴ θυμοῦσθαι ὑπ' αὐτῶν ἢ καταπίπτειν, τὸ μὴ συναρπάζεσθαι ὑπὸ τῆς φαντασίας. Πρὸς δὲ φυγὴν καὶ θάνατον, καὶ τὰ δεινότερα τῶν τοιούτων, ἄλλην πορίζει βοήθειαν, τὸ μὴ ἀπογινώσκειν τῶν τοιούτων, ἀλλὰ συνεχῶς ἐλπίζειν ὡς ἐνίοτε ἐσόμενα. Ἐὰν γὰρ ὁ μὲν λόγος ἀποδεικνύῃ, μήτε ἀγαθὰ μήτε κακὰ τὰ ἐκτὸς εἶναι, ὁ δὲ διὰ τῆς φαντασίας συνεθισμὸς φυσιοῖ πως ἡμᾶς οὕτω πρὸς αὐτὰ ἔχειν ὡς πρὸς συνήθη· οὔτε ἀπὸ τῶν δεινῶν δοκούντων ταπεινούμεθα, οὔτε τῶν ἡδέων δοκούντων λίαν ὀρεγόμεθα.

   [IN CAP. XXII.] Διὰ τοσούτων παραινέσεων πάντας ἀνθρώπους προτρέψας, καθὸ ἀνθρώπους, τῶν μὲν ἐκτὸς καὶ τῆς περὶ αὐτὰ πτοίας ἀποστῆναι, ὡς ἀλλοτρίων, ἐν ἑαυτοῖς δὲ τὸ ἀγαθὸν καὶ τὸ κακὸν ζητεῖν, ὅπερ τοῖς αὐτεξουσίοις προσήκει ζώοις, καὶ αἱρέσεως κυρίοις καὶ ὁρμῆς· ἐντεῦθεν λοιπὸν ὡς ἤδη ποσῶς προκεκοφόσι, καὶ φιλοσοφίας ἐπιθυμοῦσι, διαλέγεται τὰ πολλά. Καὶ τὴν ἀρχὴν εὐθὺς τῆς τοιαύτης ἐπιθυμίας προασφαλίζεται, τὰ ἐν ἀρχῇ συμβαίνειν εἰωθότα τοῖς τοιούτοις προλέγων, ἵνα μὴ ἐξαίφνης προσπεσόντα ταράξῃ, καὶ διαλύσῃ τὴν ἔνστασιν. Εἰώθασι γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων τοὺς ἀποτρέχειν βουλομένους τῆς συνήθους διαγωγῆς βαρύνεσθαι. Καὶ ποτὲ μὲν, διὰ τὸ μὴ δοκεῖν αὐτοὶ χειρόνως πράττειν, μάλιστα οἱ συνήθεις, καταγελῶσι καὶ χλευάζουσι· ποτὲ δὲ καὶ ὡς ἀναξίως ἐπαιρομένους ὀνειδίζουσιν, ἅμα μὲν θυμούμενοι κατ' αὐτῶν, ἅμα δὲ φθόνῳ, τὴν προθυμίαν ἐκκόπτειν βουλόμενοι. Καὶ δὴ πολλοὶ τοῖς γέλωσι τούτοις, καὶ τοῖς μώκοις, καὶ τοῖς ὀνειδισμοῖς ἡττηθέντες, ἔλιπον τὴν τάξιν, καὶ πρὸς τὰ πρότερον συνήθη ἐπέστρεψαν. Μῶκος δέ ἐστιν ὁ μυκτηρισμὸς, καὶ ὁ διὰ τοιούτου σχήματος εὐτελισμός. [59] Ἄλλοις δὲ οὐ μέχρι σχήματος καὶ μώκων καὶ ὀνειδισμῶν μόνον προχωρεῖ τὰ τοῦ πράγματος· ἀλλὰ καὶ κινδύνους ὑπομένουσι καὶ κλιμακτῆρας, αὐτοί τε καὶ οἱ συμπράττοντες αὐτοῖς εἰς εὐαγωγίαν· τοὺς μὲν ὑπὸ τῶν οἰκείων, διὰ συμπαθείας, ἀχρήστους οἰομένων ἔσεσθαι τῷ βίῳ· τοὺς δὲ ὑπὸ τῶν ἔξωθεν, τὰ μὲν φθονούντων τῇ ὑπεροχῇ τοῦ καλλίονος βίου, τὰ δὲ θυμουμένων ἐπὶ τῇ καταφρονήσει αὐτῶν τε καὶ τοῦ κατ' αὐτοὺς βίου.

   Συμβαίνει δὲ τῷ ὄντι, τινὰς τῶν ὀρεχθέντων μὲν φιλοσοφίας καὶ εὐζωΐας διά τινα εὐφυΐαν τε καὶ εὐμοιρίαν, μήπω δὲ κατασχεθέντας ὑπ' αὐτῆς, ἀλλ' ἐν ἐλπίδι τέως καὶ φαντασίᾳ μόνῃ γενομένους τῆς ὑπεροχῆς αὐτῆς, ἣν ἔχει πρὸς τοὺς ἄλλους βίους, ὡς ἤδη ἔχοντας ἐπαίρεσθαι, διὰ τὸ μὴ ἔχειν. Οὐδὲν γὰρ οὕτω φιλοσοφίας καὶ εὐζωΐας ἐστὶν ἀλλότριον, ὡς ἡ ἀνεσπασμένη ὀφρὺς, καὶ κενὴ ἔπαρσις αὕτη, τὸ Γνῶθι σαυτὸν τοῦ θεοῦ παράγγελμα μὴ λογιζομένη· ὃ καὶ ἀρχὴ καὶ τέλος πάσης ἐστὶ φιλοσοφίας καὶ εὐζωΐας. Εὐθὺς οὖν ἀνάξιοι τούτων οἱ ἐπαιρόμενοι φαίνονται. Οὐ γὰρ ἀπὸ μεγέθους ψυχῆς ἡ ἔπαρσις αὕτη γίνεται, ἀλλ' ἔστιν οἴδημα κενὸν, καὶ παρὰ φύσιν πρὸς τὰ ἐκτὸς ἐκχεόμενον, καὶ τῶν ἐντὸς ἀποσπώμενον· τοῦ ὑγιεινοῦ μεγέθους, ὥσπερ ἐπὶ τοῦ σώματος, τῇ κατὰ φύσιν διαθέσει τῶν ἐντὸς ἑπομένου, καὶ δι' ὅλου γενομένου ὁμαλῶς, καὶ συνεχῆ τὴν κρίσιν πρὸς τὰ ἐντὸς τῶν ἐκτὸς διασώζοντος.

   Παραγγέλλει οὖν τοῖς ἐπιθυμοῦσι φιλοσοφίας, τοῦτο μὲν τὸ πάθος φυλάττεσθαι, ὡς καὶ ἀνθρώποις ἐστυγημένον, καὶ τοῦ ἐπιβουλεύεσθαι ῥᾳδίως καὶ δικαίως τοῖς ἔχουσιν αἴτιον· καθαρεύοντα δὲ αὐτοῦ, μὴ ἐπιστρέφεσθαι πρὸς γέλωτας, καὶ μώκους, καὶ ὀνειδισμοὺς, ἐννοοῦντα τί ἐστιν ἄνθρωπος, καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει· ἀλλὰ βεβαίως ἐμμένειν τῇ τοῦ βελτίονος βίου αἱρέσει, ὡς ὑπὸ θεοῦ προτρεπόμενον ἐπὶ ταῦτα. Τὸ γὰρ μέγιστον τῶν ἐκ θεοῦ δωρηθέντων ἀνθρώποις, φιλοσοφία ἐστί. Δηλοῦσι δὲ καὶ οἱ καταγελῶντες αὐτοὶ, μεγάλην μὲν ἔχοντες ἔννοιαν φιλοσοφίας, ἡμᾶς δὲ ὡς ἀναξίους αὐτῆς διασύροντες, ὅταν λέγωσιν, ὅτι Ἄφνω φιλόσοφος ἡμῖν ἐπανελήλυθεν. Ἔτι δὲ μᾶλλον, ἐὰν πράῳ καὶ μετρίῳ ἤθει τὴν ἔνστασιν μέχρι τέλους διαφυλάξωμεν, θαυμάσουσι καὶ αὐτοὶ, τὸ φιλοσοφίας κάλλος καὶ μέγεθος ἐν τῷ πρότερον καταγελωμένῳ ὁρῶντες.

   Ἐὰν δὲ ἡττηθεὶς, φησὶ, τοῦ γέλωτος αὐτῶν, παραλύσῃς τὴν ἔνστασιν, καὶ ἐπανέλθῃς πρὸς τὰ πρότερον, διπλοῦν τότε προσλήψῃ καταγέλωτα. Καὶ γὰρ ὁ ἐν ἀρχῇ γέλως, προκόψαντος μὲν καὶ θαυμασθέντος ὑπὸ τῶν καταγελώντων, οὐδὲν ἦν πρὸς σὲ, ἀλλ' εἰς ἐκείνους ἀντέστραπτο τοὺς καταγελῶντας. Ἐὰν δὲ ἡττηθῇς αὐτῶν, καὶ ἐκείνου τοῦ γέλωτος γέγονας ἄξιος, ἐπὶ κοθόρνῳ ῥόπαλον ἐπιχειρήσας λαβεῖν, καὶ μετὰ ζωῆς εὐτελοῦς καὶ ἐπισεσυρμένης φιλοσοφίᾳ προσελθών· καὶ δεύτερον ἐπεσπάσω πάλιν δικαίως, τὴν τάξιν λιπὼν ἐν ᾗ κατετάχθης, καὶ ὑπὸ φαύλων οὕτω πολεμίων, γέλωτος [60] καὶ μώκου, καὶ τῶν τοιούτων, ἀπ' αὐτῆς ἐξωσθείς. Διπλοῦν οὖν ὄντως ὁ τοιοῦτος προσλήψεται καταγέλωτα, δικαίως, καὶ τοῖς ἔμφροσιν ἀρεστῶς, ὁ τῷ γέλωτι τῶν ἀδίκων καὶ ἀνοήτων ἡττηθεὶς, μηδὲν πρὸς αὐτὸν ὄντι, εἰ τὴν ἔνστασιν διεφύλαξε· μὴ διαφυλάξας δὲ, δίκαιον αὐτὸν καὶ ἔμφρονα γενόμενον εἰς ἑαυτὸν ἐπεσπάσατο.

   Καὶ ἔστιν ἱκανὰ ταῦτα βοηθεῖν τῇ μὴ παντελῶς ἐκνενευρισμένῃ ψυχῇ πρὸς τὸ φυλάσσειν πανταχοῦ τὰς καλλίονας στάσεις. Σύμμαχον γὰρ αὐτῇ καὶ τὴν ἐπὶ τοῖς καλοῖς φιλοτιμίαν ποιεῖ, τόνον ἱκανὸν προστιθεῖσαν τῷ λόγῳ, καὶ εἰς αὐτὸν ἀποκαθαιρομένην· ὅτι τὴν τιμὴν μὴ δι' αὐτὴν καὶ τοὺς τιμῶντας ἁπλῶς ἀγαπῶμεν, καὶ ἔξω τιθέμεθα τὸ ἀγαθὸν, ἀλλὰ τεκμήριον αὐτὴν ποιούμεθα τοῦ ἔχειν τι ἀγαθὸν καὶ τιμῆς ἄξιον. Διόπερ οὐ τὴν τοῦ τυχόντος τιμὴν ἀποδεκτέον, ἀλλὰ τὴν τῶν ἐμφρόνων, ὧν τῇ μαρτυρίᾳ πιστεύειν ἀσφαλές.

   [IN CAP. XXIII.] Εἰπὼν ὅτι τῶν βελτίστων φαινομένων ἔχεσθαι δεῖ, ὡς ὑπὸ θεοῦ τεταγμένων εἰς ταύτην τὴν χώραν, καὶ ὅτι ἐὰν μὲν ἐμμείνῃς τοῖς καλῶς δεδογμένοις, αὐτοί σε θαυμάσονται οἱ πρότερον καταγελῶντες· ἐὰν δὲ ἡττηθῇς, διπλοῦν προσλήψῃ καταγέλωτα· κοινῶς πρὸς ταῦτα ἐπήγαγεν, ὅτι τὸ ἀφ' ἑαυτοῦ πρὸς τὰ ἔξω στραφῆναι ἐπὶ τῷ ἀρέσαι τινὶ, λύει τὴν φιλόσοφον ἔνστασιν, τὴν εἰς ἑαυτὸν καὶ τὰ κρείττονα βουλομένην ἐστράφθαι. "Ἀρκοῦ οὖν, φησὶν, ἐν παντὶ, τῷ εἶναι φιλόσοφος·" τοῦτ' ἔστι, τῷ ἀγαθὸς ἀνὴρ εἶναι. Εἰ δὲ μὴ ἀρκεῖ σοι τὸ εἶναι μόνον, ἀλλὰ καὶ ἐκφαίνεσθαι βούλει τὸ σὸν ἀγαθόν· (ἐπειδὴ τὰ ὄντως ἀγαθὰ καὶ καλὰ προλάμπει· καὶ μᾶλλον ἄν τις πιστεύοι ἀγαθὸς εἶναι, εἰ καὶ διαφαίνοιτο αὐτοῦ ἡ ἀγαθότης·) καὶ τότε, φησὶ, μὴ πρὸς τὰ ἐκτὸς καὶ τοὺς πολλοὺς ἀποτείνου, τοὺς μηδὲ ἀξίους ὄντας τῶν τοιούτων κριτὰς, ἀλλὰ σεαυτῷ φαίνου, καὶ ἱκανόν ἐστι. Φιλοσοφῶν γὰρ ἤδη, (πρὸς γὰρ τὸν τοιοῦτον ὁ λόγος,) ἅμα μὲν τὴν σεαυτοῦ ἔνστασιν φυλάξεις. εἰς ἑαυτὸν ἐπεστραμμένος, ἅμα δὲ καὶ κριτὴν σεαυτοῦ σεαυτὸν ἕξεις, καλλίονα τῶν πολλῶν. Καὶ ὅρα τὴν διαφορὰν τοῦ προτέρου τοιούτου ῥηθέντος πρὸς τὸν ἀρχόμενον παιδεύεσθαι, καὶ τοῦ νῦν πρὸς τὸν ἤδη φιλοσοφεῖν ἐπιθυμοῦντα. Ἐκεῖ μὲν γὰρ ἔλεγε, Μηδὲν βούλου δοκεῖν ὅλως ἐπίστασθαι· ἐπειδὴ τοῖς ἐκτὸς ἐκεῖνος ἠβούλετο πάντως δοκεῖν, καὶ πρὸς ἐκείνην τὴν δόξαν ἐπτοημένος, καὶ οὔπω κριτὴς ὢν ἑαυτοῦ ἀξιόχρεως· ἐνταῦθα δὲ, ἐπειδὴ καὶ στρέφεσθαι πρὸς ἑαυτὸν οὗτός ἐστιν ἑτοιμότερος, καὶ τοῦ δοκεῖν ὀρέγεται, ὡς τεκμήριον τοῦ εἶναι ἀγαθὸς, διὸ οὕτως εἶπεν, Ἀρκοῦ τῷ εἶναι. Εἰ δὲ καὶ δοκεῖν θέλεις, καὶ κριτὴς μέντοι σεαυτοῦ λοιπὸν δύνασαι εἶναι, "σεαυτῷ φαίνου, φησὶ, καὶ ἱκανόν ἐστι."

   Μήποτε δὲ καὶ ἄλλην τινὰ χρείαν δηλοῖ τοῦτο τὸ κεφάλαιον; δοκεῖ γάρ μοι ὁ θαυμαστὸς οὗτος ἀνὴρ, ἀσφαλῶς χρώμενος τοῖς λόγοις, ὅταν εἴπῃ τὸ παρακούεσθαι δυνάμενον, εὐθὺς τὴν παρακοὴν διορθοῦν. Εἰπὼν οὖν πρότερον, ὅτι, ἐὰν ἐμμείνῃς τοῖς αὐτοῖς, οἱ καταγελῶντες [61] οὗτοί σε ὕστερον θαυμάσονται· ἂν δὲ ἡττηθῇς αὐτῶν, διπλοῦν προσλήψῃ καταγέλωτα· καὶ δόξας τῆς ἔξωθεν κρίσεως ἐξαρτᾷν τὸν ἀκούοντα, διὰ τούτου τῶν ἐκτὸς ἀναχαιτίζει, καὶ ἀπὸ τῆς πρὸς τοὺς ἐκτὸς δοκήσεως, ἔξω τὴν ψυχὴν ἑλκούσης, καὶ ῥυπαινούσης αὐτὴν, εἰς ἑαυτὸν ἐπανάγει, καθαρωτέραν οὖσαν καὶ μηκέτι μάταιον, ἀλλὰ χρείαν τινὰ παρεχομένην. Τὸ γὰρ δοκεῖν τοῖς ἔμφροσι κριταῖς ἀγαθὸν εἶναι, τεκμήριον ὄντως ἱκανόν ἐστι τοῦ εἶναι ἀγαθόν. Καὶ πρὸς τοῦτο, οἶμαι, βλέπων, εἶπε τὸ Σαυτῷ φαίνου, καὶ ἱκανόν ἐστι.

   [IN CAP. XXIV.] Τῶν ἐπιστρεφομένων πρὸς τὴν ἑαυτῶν ἐπιμέλειαν ἄλλοι ὑπ' ἄλλων περισπῶνται τινῶν, καὶ ἀπ' ἐκείνων τὰς ἐνστάσεις ἑαυτοῖς τε καὶ τοῖς προτρέπουσιν αὐτοὺς ἐπὶ τὸ κρεῖττον προβάλλονται. Καὶ οἱ μὲν νῦν ἀρχόμενοι παιδεύεσθαι, ταπεινοὶ ἔτι καὶ εὐτελεῖς ὄντες, λέγουσιν· Ἂν ἀμελήσω τῶν ἐμῶν, οὐχ ἕξω διατροφάς· ἂν μὴ κολάσω τὸν οἰκέτην, πονηρὸς ἔσται. Οἱ δὲ ἤδη προκεκοφότες, ταῦτα μὲν ὡς μικρὰ περιπτύουσι, καὶ θαῤῥοῦσιν, ὅτι οὐκ ἂν οὕτως ἄχρηστοι πρὸς τὸ πᾶν εἶεν ἔργον, ὡς ὑπὸ λιμοῦ διαφθαρῆναι· ὑπὸ δὲ τῆς τῶν καθηκόντων ἀποδόσεως, καὶ ὡς ἀγαθῆς καὶ ὡς τιμίας οὔσης, περισπῶνται. Τῆς γὰρ καθαρωτάτης τιμῆς ὀρέγονται οὗτοι, καὶ τὴν ἀτιμίαν ἐκκλίνουσι, καὶ φίλοις ἐπικουρεῖν βούλονται καὶ πατρίδι. Ἀπὸ τούτων φέρουσι τὰς ἐνστάσεις, ἃς διαλύει νῦν ὁ Ἐπίκτητος, καλῶς διὰ πασῶν ἐξελθών.

   Καὶ πρώτην μὲν τὴν κοινὴν τίθησιν τὴν ἀπὸ τῆς ἀτιμίας εἰλημμένην, ὅτι ἀναχωρῶν τῶν ἐκτὸς, καὶ τῆς ἀγορᾶς, ἐν ᾗ

   ἄνδρες ἀριπρεπέες τελέθουσι κατὰ τὸν Ὅμηρον, ἀτίμως βιώσομαι, καὶ οὐδεὶς οὐδαμοῦ. Καὶ λύει, δυνάμει συλλογιζόμενος οὕτως· Ἡ ἀτιμία κακόν. Τὸ κακὸν ἐφ' ἡμῖν, ὥσπερ καὶ τὸ ἀγαθόν. Τὸ δὲ ἐφ' ἡμῖν οὐκ ἂν δι' ἄλλον ἢ ὑπ' ἄλλου ὑπάρχοι ἡμῖν· ἐπεὶ οὐκ ἂν ἐφ' ἡμῖν ἔτι ἐλέγετο. Ἡ ἄρα ἀτιμία, ὅταν παρῇ, ἐφ' ἡμῖν, καὶ ἐν ἡμῖν ἐστιν, κἂν ἀτιμάζωσί τινες ἔξωθεν, κἂν μὴ ἀτιμάζωσιν. Ὥστε οὐ χρὴ τὴν ἀπὸ τῶν ἄλλων ἀτιμίαν δεδοικέναι, οὐδὲ ἀτιμίαν ὅλως νομίζειν αὐτήν· εἴπερ ἡ ἀτιμία, κακὸν οὖσα, ἐν ἡμῖν ἐστιν.

   Ἀλλ' ἴδωμεν λοιπὸν καὶ τὰ λήμματα τὰ παραληφθέντα, πῶς ἔχουσιν ἀληθείας. Ἡ ἀτιμία, φησὶ, κακόν ἐστι. Εἰ γὰρ τὸ ἀγαθὸν τιμή ἐστιν, ὡς πάντες ὁμολογοῦμεν, τὸ ἄτιμον καὶ ἡ ἀτιμία κακὸν ἂν εἴη· εἰ γὰρ ἀγαθὸν ἦν, τίμιον ἂν ἦν, καὶ οὐκ ἄτιμον. Ἔτι δὲ, εἰ ἡ τιμὴ ἀγαθόν ἐστιν, εἴπερ τοῖς ἀγαθοῖς προσήκει πᾶσι· (καὶ γὰρ θεῷ καὶ τοῖς Κρείττοσι καὶ τοῖς ἀγαθοῖς τῶν ἀνθρώπων ἡ τιμὴ προσήκει, καθὸ ἀγαθή ἐστι·) δῆλον, ὅτι ἡ ἀτιμία κακὸν ἂν εἴη. Εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρξει. Ἐναντίον δὲ τιμῇ μὲν, ἀτιμία· ἀγαθῷ δὲ, κακόν. Ὅτι δὲ τὸ ἀγαθὸν ἡμῶν καὶ κακὸν, αὐτεξουσίων ὄντων, [62] ἐφ' ἡμῖν ἐστι, καὶ ἐν τῇ ἡμετέρᾳ προαιρέσει, καὶ οὐδὲν μὴ κατὰ προαίρεσιν ἡμῶν ἐστι γινόμενον ἢ ἀγαθὸν ἢ κακὸν, δέδεικται, οἶμαι, πρότερον, καὶ οὐ χρὴ πάλιν τὰ αὐτὰ λέγειν. Εἰ οὖν ἐφ' ἡμῖν ἡ ἀτιμία, καὶ ἐν ἡμῖν ἐστιν, ὅταν παρῇ· οὐκ ἂν ἄτιμοι διὰ τὰ ἐκτὸς εἴημεν, κἂν τελέως αὐτῶν καταφρονήσωμεν. Εἰ γὰρ μὴ ἔστιν ἐφ' ἡμῖν τὸ μὴ τυχεῖν ἀρχῆς, ἢ τὸ παραληφθῆναι εἰς συμβουλὴν, ἢ εἰς ἑστίασιν· τὸ μὴ τυχεῖν τούτων, οὐκ ἂν εἴη κακὸν ἡμέτερον· ὥστε οὐδ' ἡ ἀτιμία, εἴπερ ἡ ἀτιμία κακόν.

   Ἀλλὰ τί σημαίνει τὸ, Οὐ δύνασαι ἐν κακῷ εἶναι δι' ἄλλον, οὐ μᾶλλον ἢ ἐν αἰσχρῷ; καὶ γὰρ καὶ περισκελέστερον ἀπήγγελταί πως τὸ ῥησείδιον. Ἔοικε δὲ τὸ, μὴ δύνασθαι ἐν κακῷ εἶναι δι' ἄλλον, ὡς ἀπὸ προφανεστέρων. Ὡς γὰρ τοῦ ἀγαθοῦ τὸ καλὸν ἐκφανέστερόν ἐστιν, ἐπανορθοῦν αὐτοῦ τὰ κρυφίᾳ ἑνώσει· διὸ θέλγει καὶ κηλεῖ τοῦτο, καὶ καλεῖ πρὸς ἑαυτὸ, καὶ ἔρωτα πᾶσιν ἐναποτίκτει τῆς πρὸς αὐτὸ ἐπιστροφῆς· οὕτω καὶ τὸ αἰσχρὸν, προφανέστερον καὶ προδηλότερόν ἐστι τοῦ κακοῦ. Αἰσχρὸν δὲ λέγεται, τὸ ταῖς ἡδοναῖς παρὰ τὸ προσῆκον κεχρῆσθαι. Τοῦτο δὲ κατὰ προαίρεσιν, καὶ οὐ δι' ἄλλον συμβαίνει. Τὸ γὰρ ἥδεσθαι, ἡμέτερόν ἐστι κίνημα. Οὐ μᾶλλον οὖν δύναταί τις ἐν κακῷ εἶναι δι' ἄλλον, ἤπερ ἐν αἰσχρῷ. Δῆλον δὲ, ὅτι καὶ ἐν αἰσχρῷ οὐκ ἔστι δι' ἄλλον. Εἰ οὖν εἶναι μὴ δύναταί τις ἐν αἰσχρῷ δι' ἄλλον, οὐ μᾶλλον δὲ ἐν κακῷ εἶναι δυνατὸν δι' ἄλλον ἤπερ ἐν αἰσχρῷ· δῆλον, ὅτι καὶ ἐν κακῷ οὐκ ἔστι δι' ἄλλον· εἴπερ μηδὲν μᾶλλον ἔχει τὸ ἐν κακῷ, τοῦ ἐν αἰσχρῷ εἶναι. Καὶ γὰρ τὸ κακὸν ἐφ' ἡμῖν ὁμοίως ἐστὶν, ὥσπερ τὸ αἰσχρόν.

   Μήποτε δὲ ἐκφαντικώτερος ὁ λόγος ἔσται, τὸ ἀρνητικὸν μόριον ὑπερβιβαζόντων ἡμῶν; ἵνα ᾖ μᾶλλον οὕτως, ἤπερ ἐν αἰσχρῷ· καὶ λέγοι ἂν, ὅτι οὐ δύναται ἐν κακῷ εἶναι δι' ἄλλον, ἵνα ἐκ τοῦ μᾶλλον ἡ κατασκευὴ τοῦ λόγου ληφθῇ. Εἶχε δ' ἂν ἀλήθειάν τινα ὁ λόγος, εἰ ἐννοήσαιμεν, ὅτι τὸ μὲν καλὸν καὶ αἰσχρὸν οἱ ῥήτορες τῷ ἐπαινετῷ καὶ τῷ ψεκτῷ χαρακτηρίζουσι, τῆς κρίσεως αὐτὸ τῶν πολλῶν ἐξαρτῶντες· τὸ δὲ συμφέρον καὶ ἀσύμφορον, ταὐτὸν δὲ εἰπεῖν τὸ ὠφέλιμον καὶ βλαβερὸν, ἤτοι τὸ ἀγαθὸν καὶ τὸ κακὸν, οὐ θέσει τινὶ, οὐδὲ κρίσει ἀνθρώπων, ἀλλὰ φύσει λέγουσιν ὑπάρχειν. Ὡς πρὸς ταύτην οὖν τὴν ὑπόθεσιν, τὴν τὸ αἰσχρὸν τῆς κρίσεως τῶν ψεγόντων ἐξαρτῶσαν, (εἶπεν,) μᾶλλον οὐ δυνατὸν ἐν κακῷ δι' ἄλλον εἶναι, ἤπερ ἐν αἰσχρῷ. Εἰ οὖν ἐν αἰσχρῷ μὴ δυνατὸν εἶναι δι' ἄλλον, ὡς εἴρηται πρότερον, μᾶλλον δὲ οὐ δυνατὸν ἐν κακῷ εἶναι δι' ἄλλον, ἤπερ ἐν αἰσχρῷ· δῆλον, ὅτι τελέως ἀδύνατον ἐν κακῷ εἶναι δι' ἄλλον.

   Πῶς δὲ, φησὶ, καὶ οὐδεὶς οὐδαμοῦ ἔσῃ, ἐὰν μὴ δύναμιν πολιτικὴν ἔχῃς; ἐπελάθου, ὅτι οὐχ οὗτός ἐστιν ὁ τόπος, ἐν ᾧ τὸ ἀγαθὸν καὶ τὸ κακὸν τὸ ἀνθρώπινον; ἀλλ' ἐν ὀρέξει καὶ ἐκκλίσει, καὶ ὅλως τοῖς ἐπὶ σοὶ, ἐν οἷς ἔξεστί σοι πολλοῦ ἀξίῳ εἶναι, ἐὰν σὺ θέλῃς κατὰ φύσιν ἐν αὐτοῖς ἀναστρέφεσθαι. Καὶ τὸν τόπον οὖν [63] τοῦ ἀγαθοῦ ἐν σαυτῷ ἔχων, καὶ δυνάμενος ἐν αὐτῷ πολλοῦ ἄξιος εἶναι, διὰ τί λέγεις οὐδεὶς οὐδαμοῦ εἶναι; δηλονότι διὰ τὸ τέως ἐν τοῖς ἐκτὸς τὸ ἀγαθὸν τίθεσθαι, ὧν ἀνάγκη καταφρονεῖν τὸν γνησίως φιλοσοφοῦντα. Ἀλλὰ, κἂν ἐγὼ σιγῶν δύναμαι ἐν ἐμαυτῷ πολλοῦ ἄξιος εἶναι, οἱ φίλοι, φησὶν, ἀβοήθητοι ἔσονται. Τοῦ ποσῶς προκεκοφότος ὁ λόγος. Οὗτος γὰρ, ὅσον μὲν ἐφ' ἑαυτῷ, καταφρονεῖ πολλάκις τῶν ἐκτὸς, ὀρέγεται δὲ βοηθεῖν τοῖς φίλοις, ἀγαθὸν νομίζων αὐτὸ καὶ καλὸν ὑπάρχειν· καὶ διὰ τοῦτο καὶ χρημάτων, ἐνίοτε δὲ καὶ πολιτικῆς δυνάμεως ἐπιθυμεῖ, διὰ τὸ μὴ ἄχρηστος εἶναι τοῖς ἑαυτοῦ φίλοις. Λύει οὖν καὶ ταύτην τὴν ἔνστασιν, ἀπό τε τοῦ ἐφ' ἡμῖν, καὶ ἀπὸ τοῦ χρησιμώτερον εἶναι φίλον, τοῦ χρήματα καὶ δυναστείας πορίζοντος, τὸν ἑαυτὸν πιστὸν εἰς τὴν φιλίαν παρεχόμενον· καὶ ἀπὸ μὲν τοῦ ἐφ' ἡμῖν, ὅτι χρήματα, καὶ πολιτικαὶ δυναστεῖαι, καὶ τιμαὶ, οὐκ εἰσὶ τῶν ἐφ' ἡμῖν. Εἰ μὲν γὰρ ἔχων τύχοι τις τῶν φιλοσοφούντων, διδότω προθύμως, λαμβάνειν χάριν μᾶλλον ἐκ τούτου, ἢ διδόναι, νομίζων· εἰ δὲ μὴ ἔχει, οὐδὲ ἀδικεῖ τὴν φιλίαν. Τίς γὰρ δύναται δοῦναι ἑτέρῳ ἃ μὴ ἔχει αὐτός;

   Κτῆσαι οὖν, φασὶν οἱ φίλοι, ἵνα ἔχωμεν καὶ ἡμεῖς· Ἀλλ', εἰ μὲν δυνατὸν κτήσασθαί με, μένοντα καὶ πρὸς ὑμᾶς πιστὸν φίλον, καὶ κατ' ἐμαυτὸν πάντων κεκαθαρμένον τῶν αἰσχύνην τῷ φιλοσόφῳ φερόντων, δείκνυε τὴν ὁδὸν, καὶ κτήσομαι. Καὶ ἔοικεν ὁ ἀνὴρ οὗτος ἐνδιδόναι καὶ χρηματίζεσθαί ποτε διὰ τοὺς φίλους, καὶ πολιτικῆς ἀντέχεσθαι δυνάμεως, ἐὰν ᾖ δυνατὸν πορίζεσθαι ταῦτα, καὶ ἔχειν, διασώζοντα τὸν κατὰ φύσιν ἑαυτῶν προσήκοντα βίον. Εἰ δὲ ἀδύνατον ὡς ἐπιτοπλεῖστόν ἐστι τοῦτο, καὶ ἀνάγκη ταῦτα βουλόμενον περιποιήσασθαι, τὴν ἔνστασιν ἀπολέσαι τοῦ οἰκείου ἀγαθοῦ· δῆλον, ὅτι τῷ, Κτῆσαι ἵνα καὶ ἡμεῖς ἔχωμεν, τὸ ἑαυτοῦ ἀγαθὸν αἰτοῦσιν ἀπολέσαι, τοῦτ' ἔστι τὸ τῆς λογικῆς ψυχῆς ἀγαθὸν, ἵνα ἑαυτοῖς τὰ μὴ ἀγαθὰ ἑαυτῶν περιποιήσωνται. Οὐ γάρ ἐστιν, ἃ ζητοῦσιν, τῆς ψυχῆς ἀγαθὰ τῆς λογικῆς, καθ' ἣν ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, ἀλλ' ὀρεκτὰ τῶν ἀλόγων ὀρέξεων. Ἀγνώμονες οὗτοι καὶ ἄνισοι. Ἄνισοι μὲν ὅτι καὶ ἄφιλοι· (ἡ γὰρ φιλότης, ἰσότης, ὡς ἔλεγον οἱ Πυθαγόρειοι·) καὶ ὅτι ἄνισόν ἐστι τὸ ἑλέσθαι κακῶν τῷ ἐσχάτῳ περιβαλεῖν τὸν φίλον, διὰ τὸ ἀποπλῆσαι τὴν ἄλογον αὐτῶν ὄρεξιν. Ἀγνώμονες δὲ, καὶ ὡς τῷ δόντι ἑαυτὸν εἰς συμπεριφορὰν αὐτοῖς τοιαῦτα προστάττοντες, καὶ ὡς μὴ δυνάμενοι διακρῖναι τὴν διαφορὰν, οὗ τε ἀπόλλυσιν ὁ φίλος, πειθόμενος αὐτοῖς, καὶ οὗ αὐτοὶ περιποιήσονται· ὅτι ἐκεῖνο μὲν ἀγαθῶν τὸ μέγιστον αὐτῷ, τοῦτο δὲ οὐ μόνον οὐκ ἀγαθὸν τούτων ἴδιον, ἀλλ' ἐνίοτε καὶ κακόν. Ἀγνώμονας δὲ αὐτοὺς, καὶ ἀνοήτους, ἴσως καὶ διὰ τὸ ἐφεξῆς ἐπαγόμενον καλεῖ· ὅτι ἀργύριον πιστοῦ φίλου προτιμῶσι καὶ αἰδήμονος. Διὰ τούτου δὲ καὶ ἐναργέστερον δείκνυσιν, ὅτι οὐκ ἔσται τοῖς φίλοις ὁ τοιοῦτος ἄχρηστος, ἀλλὰ καὶ χρησιμώτερος τῶν ποριζόντων ἀργύριον. Εἰ γὰρ καὶ [64] τῶν οἰκετῶν οἱ πιστοὶ καὶ αἰδήμονες, χρησιμώτεροι τῶν τεχνικῶν καὶ ἐργατικῶν εἰσι, καὶ τιμιώτεροι τοῖς δεσπόταις, πόσῳ μᾶλλον οἱ τοιοῦτοι φίλοι τῶν ποριζόντων ἀργύριον τιμιώτεροι τοῖς ἔμφροσιν ἔσονται; καὶ γὰρ πρὸς συνδιαγωγὴν καὶ συμβουλὴν οὗτοι, καὶ πρὸς φυλακὴν τῶν φιλτάτων καὶ τιμίων, καὶ ἐν κινδύνοις καὶ νόσοις, καὶ μετὰ θάνατον, οἱ πιστοὶ φίλοι χρησιμώτεροι δείκνυνται, οὐδὲν ἀπᾴδοντες τῶν χρωμένων αὐτοῖς φίλων. Εἰ οὖν φίλοι ὄντως εἰσὶ, συλλήψονται τῷ φίλῳ εἰς τὸ πιστὸν διαμένειν, καὶ αἰδήμονα, καὶ πρὸς τὸ ἑαυτῶν χρησιμώτερον ἀποβλέποντες· ἀλλ' οὐκ ἐκεῖνα πράττειν ἀξιώσουσι, δι' ὧν καὶ τὸ φίλος εἶναι πιστὸς, καὶ χρήσιμος τοῖς φίλοις, ἀπολέσει.

   Ἀλλ' ἡ πατρὶς, ὅσον ἐπ' ἐμοὶ, φησὶν, ἀβοήθητος ἔσται. Ἠδύνατο μὲν καὶ διὰ τῶν αὐτῶν καὶ ταύτην λῦσαι τὴν ἔνστασιν, ὅτι τῶν ἐπὶ σοὶ κύριος εἶ· τίς δέ σοι εἶπεν, ὅτι τῶν ἐπὶ σοί ἔστι, στοὰς καὶ βαλανεῖα τῇ πατρίδι περιποιεῖν; τίς δὲ δύναται ἑτέρῳ δοῦναι ἃ μὴ ἔχει αὐτός; κἂν ἀκούσῃ, Κτῆσαι οὖν, ἵνα καὶ ἡ πατρὶς ἔχῃ· τὰ πρότερα ἐκεῖνα ἐπαγαγεῖν. Ἀλλ' ἐάσας ταῦτα ἡμῖν ὡς κοινὰ συννοεῖν, εἰδικωτέραν καὶ προσφυεστέραν μετὰ πολλῆς ἐνεργείας τὴν πρὸς τὴν πατρίδα ἀπόκρισιν γοργῶς ἐποιήσατο· Τί πρὸς σὲ τοῦτο, εἰπὼν, εἰ διὰ σὲ ἡ πατρὶς στοὰς οὐκ ἔχει, καὶ βαλανεῖα; οὐδὲ γὰρ ὑποδήματα διὰ τὸν χαλκέα ἔχει, ἀλλὰ διὰ τὸν τῶν ὑποδημάτων δημιουργόν· οὐδὲ ὅπλα διὰ τὸν σκυτέα, ἀλλὰ διὰ τὸν ὁπλοποιόν. Πᾶσα γὰρ πόλις τότε συμφερόντως ἑαυτῇ καὶ δικαίως οἰκεῖται, ὅταν ἕκαστος τῶν ἐν αὐτῇ, τὸ ἑαυτοῦ ἔργον ἐκπονῶν, μὴ πολυπραγμονῇ, ἀλλ' ὁ μὲν χαλκεὺς, καὶ τῶν ἄλλων ἕκαστος τῶν τοιούτων, τὸ ἑαυτοῦ ἔργον χρήσιμον τῇ πόλει παρέχῃ. Ἐγὼ δὲ, φαίη ἂν ὁ φιλοσοφῶν, τί ἂν αὐτῇ χρήσιμος εἴην; Πρὸς ὃν πάλιν καλῶς ὑπαντᾷ, ὡς, Εἰ ἄλλον τινὰ κατεσκεύαζες ἐν αὐτῇ πιστὸν καὶ αἰδήμονα πολίτην, ἆρα οὐκ ἂν χρειωδέστερόν τι αὐτῇ τοῦ χαλκέως ἐπόριζες; ὥστε μάλιστα μὲν, ἂν καὶ ἄλλους κατασκευάσῃς τοιούτους, τὰ μὲν νουθετῶν καὶ διδάσκων, τὰ δὲ παράδειγμα καλοῦ καὶ ἀγαθοῦ πολίτου γινόμενος· εἰ δὲ μὴ, ἀλλὰ σαυτὸν αὐτὸς παρέχων τοιοῦτον· χρησιμώτερόν τι παρέχεις αὐτῇ ὧν οἱ ἄλλοι παρέχουσι.

   Τίνα οὖν, φησὶν, ἕξω χώραν ἐν τῇ πόλει· ὥσπερ ἕκαστος τῶν ἄλλων ἔχει, ὁ μὲν ἄρχων, ὁ δὲ προπολεμῶν, ὁ δὲ τῶν πρὸς τὸν βίον τι χρησίμων δημιουργῶν; Αὐτὸς μὲν οὖν κοινῶς πρὸς τοῦτο ἀπήντησεν, ὅτι, Ἣν ἂν δύνῃ χώραν ἔχειν πρὸς τὴν πόλιν, φυλάττων τὸν πιστὸν καὶ αἰδήμονα, ταύτην ἔχε. Εἰ δὲ εἰς χρήματα καὶ βαλανεῖα καὶ στοὰς βουλόμενος ὠφελεῖν, ἀποβάλῃς τὸ πιστὸν καὶ αἰδῆμον, οὐδὲ εἰς ἐκεῖνα ἴσως ὠφελήσαις αὐτὴν, ἅπαξ ἄπιστος καὶ ἀναιδὴς ἀποτελεσθείς. Τί δὲ κάλλιον αὐτῇ; πιστοὺς ἔχειν καὶ αἰδήμονας πολίτας; ἢ στοὰς καὶ βαλανεῖα;

   Ἀλλὰ ζητητέον, τίνα χώραν ὁ φιλοσοφῶν ἐν τῇ πόλει καθέξει· ἢ μάλιστα μὲν τὴν ἀνθρωποποιὸν, καὶ [65] πιστῶν καὶ αἰδημόνων πολιτῶν δημιουργόν; Ἔργον γὰρ ἕξει οὐδὲν ἄλλο, ἢ ἑαυτόν τε καὶ τοὺς ἄλλους εἰς τὸν κατὰ φύσιν ἀνθρώπῳ προσήκοντα βίον ἀποκαθαίρειν· κοινός τε πάντων ἔσται πατὴρ καὶ παιδαγωγὸς, διορθωτής τε καὶ σύμβουλος, καὶ κηδεμονικὸν πᾶσιν ἑαυτὸν παρέχων, καὶ συνεργὸς ὢν παντὸς ἀγαθοῦ· τοῖς μὲν εὐημεροῦσι συνηδόμενος, τοῖς δὲ λυπουμένοις συνταλαιπορῶν, καὶ παραμυθούμενος αὐτούς· καὶ ἁπλῶς ἐκεῖνα πράξει, ἅπερ ὁ νομίζων ἔργον ἴδιον ἔχειν καὶ χώραν ἐν τῇ πόλει τὴν πάντων ἀνθρώπων εὐποιητικὴν ἐπιμέλειαν, ἐφ' ὅσον δύναται. Εἰ δὲ καὶ πρὸς ἕν τι τῶν ἐν τῇ πόλει ἐπιτηδευμάτων ἀποκεχωρισμένον αὐτὸν ἐθέλοις ἰδεῖν, ἐν μὲν ταῖς ἀγαθαῖς πολιτείαις, καὶ ἄρχων πάντως ὁ τοιοῦτος αἱρεθήσεται, ὡς ὑπερέχων τῶν ἄλλων, καὶ τὴν τοῦ ποιμένος πρὸς τὰ πρόβατα σώζων ἀναλογίαν· καὶ σύμβουλος, ὡς ἔμφρων· καὶ στρατηγὸς, εἰ τῶν κατὰ πόλεμον ἔμπειρος τύχοι, ὡς ἀνδρικώτερος τῶν ἄλλων καὶ εὐβουλότερος. Καὶ γὰρ Σωκράτης ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ τὰ ἀριστεῖα ἔλαβε· καὶ διὰ τῶν πολεμίων ἀναχωροῦντι μόνῳ, φασὶν, οὐδεὶς ἐτόλμησεν ἐπελθεῖν, πάντων τοῦ ἀνδρὸς καταπλαγέντων τὸ φρόνημα. Ἀλλὰ καὶ Ξενοφῶν τοὺς μυρίους ἐκείνους διέσωσε, στρατηγὸς αἱρεθεὶς, διὰ τοιαύτης ὁδοῦ καὶ τοιούτων ἐθνῶν, καὶ εἰς τὴν Ἑλλάδα παρακομίσας αὐτούς. Καὶ δικαστὴς δὲ οὗτος ἀδέκαστος ἔσται, καὶ πρεσβευτὴς ἀξιόχρεως, καὶ φύλαξ τῶν φυλακῆς δεομένων πιστός. Πολλὰς οὖν ἕξει χώρας ἐν τῇ τοιαύτῃ πόλει ὁ τοιοῦτος.

   Ἐν μέντοι ταῖς μοχθηραῖς πολιτείαις, τῶν μὲν κοινῶν ἀφέξεται πραγμάτων, οὔτε ἀρέσκων τοῖς κακῶς πολιτευομένοις, οὔτε αὐτὸς ἐκείνοις ἀρεσκόμενος, οὔτε δυνάμενος τοῖς τῶν τοιούτων ἄρχουσιν ὑπουργεῖν, καὶ φυλάττειν ἅμα τὸν πιστὸν καὶ αἰδήμονα. Διὸ, νουθετεῖν πράγματα ἀνίατα παραιτούμενος, εἰ μὲν δυνατός ἐστιν, εἰς ἄλλην καλλίονα πολιτείαν μεταχωρήσει· ὡς αὐτὸς ὁ Ἐπίκτητος, τῆς Δομετιανοῦ τυραννίδος καταγνοὺς, ἀπὸ τῆς Ῥώμης ἐξέστη πρὸς τὴν Νικόπολιν. Εἰ δὲ ἀδύνατος, ὡς ὑπὸ τειχίον τι κρυβήσεται, τὸν κονιορτὸν ἐκκλίνων· ἑαυτοῦ τε καὶ τῶν ἄλλων, ὧν ἂν δύναιτο, τῆς εὐαγωγίας ἐπιμελόμενος· καὶ πανταχοῦ νύκτωρ καὶ μεθ' ἡμέραν σκοπῶν, ἐν συγγενείᾳ, καὶ φίλοις, καὶ πᾶσι τοῖς πολίταις, εἴ που τις παραπέσοι πρᾶξις ἀγαθὴ, τῆς αὐτοῦ δεομένη συνεργείας. Πολλαὶ δὲ καὶ κατὰ τὰς τοιαύτας εὑρίσκονται πολιτείας ἢ συμβουλῆς δεόμεναί τινος καὶ συνεργείας πιστῆς, ἢ συμπαθείας καὶ παραμυθίας, ἢ [καὶ] μέχρι τοῦ συγκινδυνεῦσαι· ὅταν καὶ τοῦτό ποτε τὸ καθῆκον ὑπαγορεύῃ. Κἂν μὲν κατὰ ῥοῦν αὐτῷ προχωρῇ τὰ πράγματα, τῷ θεῷ χάριν ὁμολογεῖν, ὡς ἐν τρικυμίᾳ γαληνιῶντα· εἰ δὲ διὰ τὸν ἀκήρυκτον πόλεμον τοῦ παρὰ φύσιν βίου πρὸς τὸν κατὰ φύσιν, καὶ τῶν μεθυόντων πρὸς τοὺς νήφοντας, καὶ δυσχερῆ προσπίπτει τινά· οἱ μὲν ὑποδειλιῶντες, καὶ τὴν ἔνστασιν διαλύοντες, ἀξίους ἑαυτοὺς τῆς μοχθηρᾶς πολιτείας ἀποδεικνύουσι καὶ μάτην αὐτὴν [66] ὑπερορῶντες ἐλέγχονται· οἱ δὲ ὡς γυμνασίῳ χρώμενοι, καὶ τοῖς σκληροτέροις συγγυμνασταῖς προθυμότερον συμπλεκόμενοι, ὡς καὶ τῷ γυμνασιάρχῳ χάριν ὑπὲρ τούτων ὁμολογεῖν, οὗτοι ὡς ἐν Ὀλυμπίοις στεφανωθήσονται, οὐ θαλλῷ κοτίνου, ἀλλ' εὐζωΐας καὶ ἀληθείας πληρώματι.

   Καλὸν δὲ καὶ ἐν ταῖς τοιαύταις πολιτείαις, ἐν αἷς πολλοὶ φθονοῦσι τῷ κατὰ φύσιν βουλομένῳ ζῇν, μέτριον παρέχειν ἑαυτόν· καὶ τὸ ἔλαττον ἐν τιμῇ μὲν μάλιστα, καὶ ἐν τοῖς ἄλλοις δὲ τοῖς ἐκτὸς, ἀγαπῶντα· ὅπως ἂν ὁ φθόνος κατὰ τὸ δυνατὸν μετριάζοιτο. Καίτοι οὐκ ἀγνοῶ, ὅτι καὶ ἡ μετριοφροσύνη πολλάκις δριμὺν ἐπεσπάσατο φθόνον. Καλὸν δὲ καὶ τὰ πρὸς τοὺς δυνάστας προσκρούματα, καὶ τὰς ἀπειροκάλους παῤῥησίας, ἐν τοῖς τοιούτοις καιροῖς φυλάττεσθαι πόῤῥωθεν· ἵνα, κἂν συμβαίη τι δυσχερὲς, μὴ τὴν αἰτίαν ὁ ἐπιεικὴς ἔχῃ, ὡς ἠρεμοῦντα θηρία παρερεθίσας, ἀλλ' αὐτῶν τῶν θηρίων τὸ ἀλόγιστόν τε καὶ μανιῶδες. Δῆλον δὲ, ὅτι πραΰνειν αὐτὰ χρὴ, μήτε ταπεινούμενον, μήτε τὴν ἐλευθερίαν ἑαυτοῦ προδιδόντα, μήτε τοῖς κόλαξιν ἑαυτὸν συντάττοντα, μήτε ἐν λόγῳ τινὶ, μήτε ἐν ἔργῳ· ὁ γὰρ ὁτιοῦν τούτων παθὼν, ἀπώλεσε τὴν ἔνστασιν, καὶ τῶν Ὀλυμπίων ἐξεκηρύχθη.

   Ἰστέον μέντοι, ὅτι αἱ μοχθηρότεραι πολιτεῖαι, τὸ μὲν ὅλον, βλαβεραὶ τῶν ψυχῶν εἰσιν, καὶ μάλιστα τὴν θείαν ἔλλαμψιν ἀναστέλλουσαι, καὶ ἀτιμάζουσαι τὰς καλλίονας ἐπιτηδεύσεις, καὶ τὰ τῆς εὐζωΐας παραδείγματα ἀφανίζουσαι. Διὸ καὶ πρὸς ἀρχὴν ὅλως εὐαγωγίας ταῖς ψυχαῖς ἐμποδίζουσι, καὶ πρὸς τὸ πῆξιν ἐν αὐταῖς τὴν εὐαγωγίαν λαβεῖν. Εἰ μέντοι τις ἐν τοιαύτῃ πολιτείᾳ εὑρεθείη ψυχὴ θείᾳ μοίρᾳ νενευρωμένη, ἤδη αὐτὴ σκληρότερον ἐν αὐτῇ γυμναζομένη, τελεωτέρα πρὸς ἀρετὴν ἀποδείκνυται. Ἀληθὲς οὖν, ὅτι πᾶσα τύχη, καὶ πᾶσα περίστασις, γαληνοτέρα τε καὶ τραχυτέρα, εἰς ὠφέλειαν συντελεῖ τῷ ἐν πᾶσιν ἀγαθὸν διὰ τῆς ἔμφρονος ἐκλογῆς ποριζομένῳ.

   [IN CAP. XXV.] Καὶ οὗτος ὁ λόγος μέρος τοῦ προτέρου δοκεῖ, πρὸς τὰς λοιπὰς ἐνστάσεις ὑπαντῶν, τὰς ὑπὸ τῆς αὐτῆς ἕξεως προσαγομένας. Ὁ γὰρ πρὸς ἑαυτὸν ἐπιστρέφων, καὶ τὰ ἐκτὸς ἄλλοις καταλιμπάνων, καὶ τῆς τῶν πλουσίων καὶ δυναστευόντων θεραπείας καταφρονῶν, ἐν ἀτιμίᾳ δοκεῖ διάγειν, προτιμωμένων αὐτοῦ πολλῶν ἐν ἑστιάσεσι καὶ προσαγορεύσεσι, καὶ τῷ εἰς συμβουλὴν μᾶλλον ἐκείνου παραλαμβάνεσθαι. Καὶ δυνατὸν μὲν ἦν, καὶ ἐνταῦθα πάλιν ἀπὸ τοῦ ἐφ' ἡμῖν, καὶ οὐκ ἐφ' ἡμῖν, διαλύειν τὴν ἔνστασιν. Εἰ γὰρ τὰ μὲν ἀγαθὰ ἡμῶν ἐφ' ἡμῖν ἐστι, ταῦτα δὲ τῶν ἐφ' ἡμῖν οὐκ ἔστιν, οὐκ ἂν εἴη ταῦτα ἡμέτερα ἀγαθά. Ὁ δὲ τοῦτον μὲν τὸν τρόπον παρῆκε τῆς λύσεως, καὶ ὡς κοινὸν, καὶ ὡς ἤδη ῥηθέντα. Ἄλλῳ δὲ ἰδίῳ μᾶλλον τοῦ προκειμένου χρῆται, καὶ ἄλλην ὠφέλειαν μείζονα ἀπὸ τῶν τοιούτων τοῖς καλῶς χρωμένοις παραδείκνυσι.

   Λέγει δὲ, ὅτι ταῦτα, ἐν οἷς ἄλλοι προτιμῶνται τῶν τὸν καλλίονα βίον αἱρουμένων, ἢ ἀγαθὰ πάντως ἐστὶν, [67] ἢ κακά. Προσκείσθω δὲ, τοῦ τελείου τῆς διαιρέσεως ἕνεκα, ἢ ἀδιάφορα. Πολλὰ γάρ ἐστι τοιαῦτα. Ἀλλ' εἰ μὲν ἀδιάφορα, οὐδὲν μᾶλλον τίμια ἢ ἄτιμά ἐστι. Διὸ κατεφρόνησε τούτου τοῦ τμήματος τῆς διαιρέσεως. Ἢ οὖν ἀγαθὰ, ἢ κακά ἐστιν. Εἰ μὲν οὖν ἀγαθὰ, χαίρειν σε δεῖ, φησὶν, ὅτι ἔτυχεν αὐτῶν ἐκεῖνος· τοῦτ' ἔστι τῇ ἐν σοὶ δυνάμει χρῆσθαι, τῇ πᾶσι τὰ ἀγαθὰ βουλομένῃ, καὶ συγχαιρούσῃ τοῖς μετέχουσιν αὐτῶν. Καὶ ὅρα, πηλίκον ἀγαθὸν ἐν τῇ δοκούσῃ ταύτῃ ἀτιμίᾳ κρυπτόμενον ἐξέφηνεν. Ἡ γὰρ πρὸς θεὸν ὁμοίωσις κυρίως αὕτη ἐστὶν, ἧς οὐδὲν ἀγαθὸν μεῖζον τοῖς μετ' αὐτόν ἐστιν. Ὁ γὰρ θεὸς δύναμιν ἔχει τὴν ἰσχυροτάτην, πάσης δυνάμεως αἴτιος ὑπάρχων, καὶ βούλησιν τὴν ἀγαθωτάτην· ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι βουληθεὶς, ἐφ' ὅσον δυνατόν ἐστι· παρισουμένης δὲ τῇ βουλήσει τῆς δυνάμεως αὐτοῦ, πάντα ἀγαθύνει, καθόσον ἑκάστῳ μετέχειν δυνατόν ἐστι τῆς αὐτοῦ ἀγαθότητος. Ἡ δὲ ἀνθρωπίνη ψυχὴ δύναμιν μὲν ἔχειν τὴν ἀκροτάτην ἀδυνατεῖ, πολλῶν καὶ αὐτῶν τῶν μετὰ θεὸν τεταγμένων τῇ δυνάμει λειπομένη· βούλησιν δὲ ἔσχεν ἀπὸ θεοῦ αὐτεξούσιον, πεφυκυῖα πᾶσι τὰ ἀγαθὰ βούλεσθαι, ὅταν αὐτὴ τοῦτο προαιρεθῇ. Εἰκότως οὖν κατὰ τοῦτο μάλιστα πρὸς θεὸν ὁμοιοῦται, καθ' ὅσον κατὰ ταύτην τὴν βούλησιν ἐνεργεῖ· κἂν μὴ δύνηται δὲ πάντα ἀγαθύνειν ὥσπερ ὁ θεὸς, ἀλλ' ὅσα δύναται ἀγαθύνουσα, τό γε ἐφ' ἑαυτῇ πάντα ἀγαθύνει, καὶ ὅσα βούλεται. Τότε γὰρ ἡ βούλησις ὄντως ἐστὶ βούλησις, καὶ τελεία βούλησις, ὅταν ἡ δύναμις αὐτῇ πᾶσα τοῦ βουλομένου συνεργῇ. Τῶν γὰρ ἐφ' ἡμῖν ἐσμὲν κύριοι· καὶ τὸ μὲν βούλεσθαι πᾶσι τὰ ἀγαθὰ, ἐφ' ἡμῖν ἐστι. Καὶ βούλεται ὁ ἀγαθὸς ἄνθρωπος πάντας ἀνθρώπους εὖ ποιεῖν, καὶ οὐ τούτους μόνον, ἀλλὰ καὶ ἄλογα ζῶα, καὶ φυτὰ, καὶ μέχρι τῶν ἀψύχων προάγει τὴν βούλησιν. Οὐ μέντοι δύναται ὅσα βούλεται· διότι ἡ μὲν βούλησις ἐφ' ἡμῖν ἐστιν, ἡ δὲ δύναμις αὐτὴ οὐκ ἐφ' ἡμῖν, ἀλλὰ καὶ ἄλλων πολλῶν αἰτίων δεομένη, καὶ κρειττόνων ἡμῶν. Καὶ διὰ τοῦτο ἐν τῇ βουλήσει τὸ ἀγαθὸν ἔχομεν, ὅτι αὐτὸ ἐφ' ἡμῖν ἐστί. Τοῦτο μὲν οὖν τοιοῦτον.

   Εἰ δὲ κατὰ φύσιν κακά ἐστι ταῦτα, περὶ ὧν ὁ λόγος· μὴ δυσχέραινε, ἀλλὰ καὶ χαῖρε πάλιν, ὅτι σὺ μὴ ἔτυχες αὐτῶν. Οὕτως ὁ ἀγαθὸς ἄνθρωπος, οὐκ ἀτιμίαν νομίσει τὸ μὴ τυγχάνειν τούτων· ἀλλὰ, κἂν ἀγαθὰ ᾖ, ἐπὶ τῷ ἄλλον τυχεῖν, κἂν κακὰ, ἐπὶ τῷ αὐτὸς μὴ τυχεῖν, εὐφρανθήσεται. Οὕτω μὲν οὖν ἀπὸ τοῦ συμφέροντος, τὴν δυσχέρανσιν, τὴν ἀπὸ τοῦ μὴ τυγχάνειν τῶν εἰρημένων τούτων, διέλυσεν. Εἴτε γὰρ ἀγαθὰ ταῦτα, μεῖζον ἀγαθὸν ἐκ τοῦ μὴ τυχεῖν ὑπέδειξε τῷ βουλομένῳ, τὴν πρὸς θεὸν ὁμοιότητα· εἴτε κακὰ, τὸ μὴ τυχεῖν ἀγαθόν ἐστιν.

   Εἶτα ἀπὸ τοῦ δυνατοῦ, καὶ ἐφεξῆς ἀπὸ τοῦ δικαίου, ποιεῖται τὴν ἐπιχείρησιν. Ἀπὸ μὲν τοῦ δυνατοῦ· ὅτι ἀδύνατόν ἐστι, τὸν μὴ θεραπεύοντα τὸν ἑστιάτορα τῶν αὐτῶν παρ' αὐτοῦ τυγχάνειν, ὧν οἱ θεραπεύοντες τυγχάνουσι. Θεραπεία δὲ τούτων, ἐστὶ τὸ φοιτᾷν ἐπὶ θύραις, [68] τὸ παραπέμπειν ἐν ἀγορᾷ, τὸ ἐπαινεῖν τὰ ὑπ' αὐτοῦ λεγόμενα καὶ γινόμενα, ὁποῖά ποτ' ἂν ᾖ. Σὲ οὖν, μὴ ποιοῦντα ταῦτα, εἴπερ βούλει φιλοσοφεῖν, ἀδύνατον τυγχάνειν τῶν αὐτῶν, ὧν οἱ ποιοῦντες τυγχάνουσιν· "Ἀλλὰ καὶ ἀδικόν ἐστι καὶ ἄπληστον, τὸ, μὴ διδόντα ἐκεῖνα, ἀνθ' ὧν πωλεῖ τὸ δεῖπνον, ἐθέλειν λαμβάνειν αὐτό." Ἄδικον μὲν γὰρ τὸ τῶν ἀλλοτρίων ἐπιθυμεῖν· ἄπληστον δὲ, τὸ καὶ τὸ δεῖπνον ἐθέλειν λαβεῖν, καὶ τὸ, ὅσου πιπράσκεται, μὴ δοῦναι. Εἶτα, ὅτι οὐδὲ ἔλαττον ἕξει τούτου τοῦ δειπνοῦντος αὐτὸς μὴ δειπνῶν, δείκνυσιν ἐναργῶς ἀπὸ τοῦ τῆς θρίδακος παραδείγματος. Ἔχοντος γὰρ ἐκείνου τὸ δεῖπνον, "Ἔχεις σὺ, φησὶ, τὸ δείπνου τιμιώτερον, τὴν σαυτοῦ ἐλευθερίαν, τὸ μὴ ἐπαινεῖν ὃν οὐκ ἤθελες, τὸ μὴ ἀνέχεσθαι αὐτοῦ τῶν ἐπὶ τῆς εἰσόδου. Εἰ δὲ ταῦτα βούλει καὶ τὸ δεῖπνον ἔχειν, καὶ ἄδικος εἶ, καὶ ἄπληστος·" καὶ, τοιοῦτος ὢν, ἀβέλτερος· ὅτι οὐχ ἕξεις, τίνι συγκρινόμενος, βελτίων φανήσῃ.

   [IN CAP. XXVI.] Αἱ κοιναὶ τῶν ἀνθρώπων περὶ τῆς τῶν πραγμάτων φύσεως ἔννοιαι, καθ' ἃς οὐ διαφερόμεθα, ἀλλ' ὁμοδοξοῦμεν ἀλλήλοις οἱ ἄνθρωποι· οἷον, ὅτι τὸ ἀγαθὸν ὠφέλιμόν ἐστιν, καὶ τὸ ὠφέλιμον ἀγαθὸν, καὶ ὅτι τοῦ ἀγαθοῦ πάντα ἐφίεται, καὶ ὅτι τὸ ἴσον οὔτε ὑπερέχει οὔτε ὑπερέχεται, καὶ ὅτι τὰ δὶς δύο τέσσαρα· αὗται οὖν αἱ ἔννοιαι, καὶ ὅσαι τοιαῦται, κατὰ λόγον ὀρθὸν συστᾶσαι ἐν ἡμῖν, καὶ πολλῷ χρόνῳ βασανισθεῖσαι, ἀληθεῖς εἰσι, καὶ τῇ φύσει τῶν πραγμάτων ἐφαρμόττουσαι. Αἱ δὲ ἴδιαι ἑκάστου ἔννοιαι, καὶ διαμαρτάνουσι πολλάκις· αἱ μὲν, ἐξ αἰσθήσεως λαμβανόμεναι ἀπατωμένης, ὡς, τὸ τὴν σελήνην ἴσην εἶναι τῷ μεγέθει τοῦ ἡλίου· ἢ ἀπὸ ὀρέξεως ἀλόγου, ὡς ἡ λέγουσα, πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι· ἢ ἀπὸ λόγου ἀβασανίστου, ὡς ἡ λέγουσα, δύο ἀρχὰς εἶναι τῶν πάντων, καὶ ἡ τὴν ψυχὴν σῶμα νομίζουσα. Αὗται οὖν, καὶ αἱ τοιαῦται, καθ' ἃς διαφερόμεθα, οὐ πάντως εἰσὶν ἀληθεῖς, ἀλλ' ἐνίοτε αἱ ταύταις ἐναντίαι· καὶ οὐκ ἀσφαλὲς ἀπὸ τούτων ἡμῖν τὴν φύσιν τῶν πραγμάτων καταμανθάνειν, ἣν εἶπε βούλημα φύσεως.

   Τεκμήριον δὲ τοῦ τῶν μὲν ἰδίων ἀβεβαίου, τῶν δὲ κοινῶν βεβαίου, τὸ, τὸν αὐτὸν ἄνθρωπον τὸ αὐτὸ πάθος ἄλλως μὲν, ἐὰν αὐτὸς πάθῃ, ἐμπαθέστερον μᾶλλον, καὶ ἀλογώτερον φέροντα· ἄλλως δὲ, ὅταν ἄλλῳ συμβαῖνον αὐτὸ θεάσηται. Ἀπαθέστερον γὰρ αὐτὸ τότε καὶ ἀληθέστερον ὁρᾷ, καὶ συμφωνότερον πρὸς τοὺς ἄλλους ἀνθρώπους, τοὺς μὴ πάσχοντας, μηδὲ πάθει κρίνοντας, ἀλλὰ λόγῳ. Καὶ τοῦτο ἐπὶ παραδείγματος εὐτελοῦς, τῆς τοῦ ποτηρίου καταθραύσεως, [δεικνύει]. Ὅταν γὰρ ἄλλου παιδάριον κατάξῃ ποτήριον, πρόχειρον ἡμῖν, καὶ τοῖς ἄλλοις τοῖς ἀπαθῶς κρίνουσι, λέγειν, ὅτι τῶν γινομένων ἐστὶ τὸ τὸν παῖδά ποτε ῥεμφθῆναι, καὶ προσκροῦσαι ἢ ἀφεῖναι αὐτὸ, καὶ τὸ ὑάλινον προσκρουσθὲν ἢ ἀφεθὲν καταχθῆναι. Ὅταν δὲ τὸ ἡμέτερον καταχθῇ, καὶ ἀγανακτοῦμεν, ὡς καινοτέρου τινὸς ἐφ' ἡμῶν γενομένου. Καίτοι ἔδει καὶ τότε ἐννοεῖν, ὅτι [69] τῶν γινομένων ἐστίν. Οὕτως οὖν, φησὶ, μετατίθει καὶ ἐπὶ τὰ μείζονα. Ἐὰν τέκνον ἄλλου ἀποθάνῃ, ἢ γυνὴ, οὐδείς ἐστιν ὃς οὐκ ἂν εἴποι, ὅτι ἀνθρώπινόν ἐστι τὸ συμβάν· κατὰ τὰς κοινὰς ἐννοίας, καὶ τῇ φύσει συμβαινούσας, κρίνων τότε τὸ γεγονός. Τὸ γὰρ ἀποθανεῖν ἄνθρωπον, ἀνθρώπινόν ἐστι, τῇ φύσει τοῦ ἀνθρώπου θνητοῦ ὄντος προσῆκον. Ἀλλ' ὅταν τὸ αὐτοῦ τινος ἀποθάνῃ, εὐθὺς Οἴμοι, καὶ, Τάλας ἐγὼ, καὶ θρῆνοι, καὶ τραγῳδίαι, ὡς ἡμῖν μόνοις παρὰ φύσιν τινὸς συμβεβηκότος.

   Ἐχρῆν δὲ μεμνῆσθαι, πῶς ἄλλου θρηνοῦντος διατιθέμεθα· ὅτι ἐφιστάνομεν τότε καλῶς, μὴ τὸ πρᾶγμα ταράττειν ἐκεῖνον, φυσικὸν ὂν, καὶ ἐξ ἀνάγκης συμβαῖνον, ἀλλὰ τὸ αὐτοῦ πάθος ὃ πέπονθε περὶ τὸ πρᾶγμα. Διπλοῦν δέ ἐστι τοῦτο· συμπάθειά τε ἄλογος, καὶ ὑπὲρ τὸ δέον γινομένη, ψυχῆς λογικῆς πρὸς σῶμα θνητὸν, καὶ εἰκὸς ἀποθανεῖν αὐτὸ, ἀλλ' οὕτω ζῇν, ὡς ἀεὶ συνεσομένῳ. Καὶ τοῦτο μάλιστα ἐκπλήττει καὶ θορυβεῖ, τὸ ἀνέλπιστον ἐπιέναι· ἐπεὶ, εἰ ἐμελετᾶτο καὶ συνειθίζετο κατὰ τὴν φαντασίαν, οὐκ ἂν οὕτως ἐτάραττε καὶ ἐλύπει. Τεκμήριον δὲ τούτου ἐναργὲς, οἶμαι, ἐστὶ, τὸ καὶ τοὺς πάνυ περιπαθῶς ἐπὶ τούτοις διατεθέντας, μετ' ὀλίγον χρόνον διὰ τὴν συνήθειαν, ὡς μηδενὸς γενομένου τοιούτου, καταπραΰνεσθαι, καὶ τότε τὰς κατὰ φύσιν ἐννοίας προβάλλεσθαι· ὅτι ἀνθρωπικόν ἐστιν, ὅτι τὸ θνητὸν ἀποθνήσκειν ἀνάγκη, ὅτι καὶ ἡμεῖς ταχέως καταληψόμεθα. Εἰ δὲ μετὰ τὸ συμβῆναι, διὰ τὸν συνεθισμὸν τοῦ χωρισμοῦ, ῥᾳδίως οὕτως αὐτὸν ὑποφέρομεν· καὶ πρὸ τοῦ συμβῆναι, οἶμαι, διὰ τῆς ἐλπίδος πρὸς τὸν χωρισμὸν συνεθιζόμενοι, οὐκ ἔτι οὕτως αὐτὸν περιπαθῶς ὑποδεξόμεθα.

   Αἴτιον δὲ τοῦ μὴ συνεχῶς πρὸ ὀφθαλμῶν ἔχοντας τὰ τοιαῦτα, συνεθίζεσθαι πρὸς αὐτὰ, ἓν μὲν, τὸ τοῖς παροῦσιν ἀεὶ συντυποῦσθαι τὰς ψυχὰς τὰς πολλῶν ἀνθρώπων· ὥστε καὶ εὐημεροῦντας, ἀεὶ νομίζειν εὐημερεῖν, καὶ, λυπηροῦ συμβαίνοντος τινὸς, μηδέποτε αὐτοῦ ἐλπίζειν ἀπαλλάττεσθαι· ἕτερον δὲ, οὐδὲν ἔλαττον τούτου, ἡ πολλὴ καὶ ἄμετρος περὶ τὰ τοιαῦτα συμπάθεια, δι' ἣν καὶ ἡ φαντασία τοῦ χωρισμοῦ λυπηρότατόν ἐστιν αὐτοῖς. Οὐδεὶς δὲ ἑκὼν τοῖς λυπηροῖς ἐνδιατρίβει. Τὴν οὖν συμπάθειαν μάλιστα μετρητέον, κρίνοντάς τε ὀρθῶς, τί τὸ συμπάσχον, καὶ τίνι συμπάσχει, ὅτι ἀλλοτρίῳ πράγματι· καὶ τῆς συνηθείας καὶ τοῦ χορτασμοῦ τὸ πολὺ παραιτητέον, καὶ λόγων ἀφεκτέον τὴν συμπάθειαν ἐπιτεινόντων, καὶ ἔτι μᾶλλον τῶν ἔργων.

   [IN CAP. XXVII.] Ὁ περὶ τῆς ὑποστάσεως τῶν κακῶν λόγος μὴ καλῶς διαρθρωθεὶς, καὶ τῆς περὶ τὸ θεῖον ἀσεβείας αἴτιος γέγονε, καὶ τῆς τῶν ἠθῶν εὐαγωγίας τὰς ἀρχὰς διετάραξε, καὶ πολλαῖς καὶ ἀλύτοις ἀπορίαις ἐνέβαλε τοὺς μὴ καλῶς αἰτιολογοῦντας αὐτήν. Εἴτε [γὰρ] ἀρχήν τις λέγοι τὸ κακὸν, ὡς εἶναι δύο τῶν ὄντων ἀρχὰς, τό τε ἀγαθὸν, καὶ τὸ κακὸν, πολλὰ καὶ μεγάλα ἄτοπα συμβαίνει. Τὸ γὰρ ἀρχικὸν τοῦτο ἀξίωμα, ἓν ὂν καὶ κοινῶς ὑπάρχον ἀμφοτέροις ἐναντίοις οὖσι, πόθεν [70] αὐτοῖς ἐφήκει, εἰ μὴ ὑπὸ μιᾶς αἰτίας, πρὸς ἀμφοῖν οὔσης; πῶς δὲ ὅλως ἐναντία ταῦτα ἔσται, μὴ ὑφ' ἕν τι κοινὸν γένος τεταγμένα; οὐ γὰρ τὰ διάφορα ἁπλῶς ἐναντία ἐστίν. Οὐ γὰρ ἄν τις εἴποι τὸ λευκὸν ἐναντίον εἶναι τῷ θερμῷ, ἢ τῷ ψυχρῷ· ἀλλὰ τὰ ὑπὸ τὸ αὐτὸ κοινὸν γένος πλεῖστον ἀλλήλων διεστηκότα, ταῦτά ἐστιν ἐναντία· τὸ μὲν λευκὸν τῷ μέλανι, κοινὸν ἔχοντα γένος τὸ χρῶμα, ἄμφω γὰρ ὁμοίως χρώματά ἐστι· τὸ δὲ θερμὸν τῷ ψυχρῷ, ὧν γένος ἡ ἁπτικὴ κατὰ ταὐτὰ ποιότης. Διὰ τοῦτο καὶ ἀδύνατον τὰ ἐναντία ἀρχὰς εἶναι, ὅτι ἀνάγκη προϋπάρχειν αὐτῶν τὸ κοινὸν γένος· καὶ μέντοι καὶ διότι ἀνάγκη πρὸ τοῦ πλήθους τὸ ἓν εἶναι, εἴπερ ἕκαστον τῶν πολλῶν ἓν ἀνάγκη εἶναι κατὰ τὴν τοῦ ἑνὸς τοῦ πρώτου μέθεξιν, ἢ μηδὲν εἶναι ὅλως. Ἔτι δὲ, εἰ ἀνάγκη πρὸ πάσης ἰδιότητος ἀρχικὴν εἶναι μονάδα, ἀφ' ἧς πᾶσα ἡ ἰδιότης ἡ ἐν πολλοῖς μεμερισμένη ὑφίσταται· (ἀπὸ γὰρ τοῦ θείου καὶ ἀρχικοῦ καλοῦ πάντα τὰ καλὰ πρόεισι· καὶ ἀπὸ τῆς πρώτης θείας ἀληθείας, πᾶσα ἀλήθεια·) ἀνάγκη οὖν καὶ τὰς πολλὰς ἀρχὰς εἰς μίαν ἀρχὴν ἀνατείνεσθαι, οὔ τινα μερικὴν ἀρχὴν οὖσαν ἐκείνην, ὥσπερ τῶν ἄλλων ἑκάστην, ἀλλ' ἀρχὴν ἀρχῶν ὑπάρχουσαν πασῶν, καὶ ἐξῃρημένην, καὶ πάσας εἰς ἑαυτὴν συναιροῦσαν, καὶ πάσαις ἀφ' ἑαυτῆς τὸ ἀρχικὸν ἀξίωμα παρεχομένην ὁμοφυῶς, μετὰ τῆς ἑκάστῃ προσηκούσης ὑφέσεως. Οὕτω μὲν οὖν ἄτοπον, τὸ, δύο ἢ πλείονας ὅλως τοῦ ἑνὸς τὰς πρώτας λέγειν ἀρχάς.

   Ἀναγκάζονται δὲ οἱ δύο λέγοντες τῶν ὅλων ἀρχὰς, τό τε ἀγαθὸν καὶ τὸ κακὸν, καὶ τὸν ἀγαθὸν παρ' αὐτοῖς λεγόμενον Θεὸν μηκέτι πάντων αἴτιον λέγειν, μηδὲ παντοκράτορα δικαίως ἀνυμνεῖν, μηδὲ δύναμιν αὐτῷ τὴν ἀκροτάτην καὶ ὅλην ἀνατιθέναι, ἀλλὰ τὸ ἥμισυ τῆς ὅλης δυνάμεως, εἴπερ ἄρα καὶ τοῦτο· μηδὲ νομίζειν, πάντα ἀγαθαίνειν καὶ φωτίζειν αὐτὸν, πηγὴν λεγόμενον ἀγαθότητος καὶ φωτός. Οἷα δὲ καὶ ὅσα βλάσφημα εἰς τὸν θεὸν τοῖς ὑπ' ἐκείνων λεγομένοις ἐξ ἀνάγκης ἀκολουθεῖ; καὶ γὰρ δειλὸν εἰσάγουσιν αὐτὸν, δεδοικότα τὸ κακὸν ἐγγὺς τῶν ὅρων αὐτοῦ γενόμενον, μὴ καὶ ἐντὸς εἰσέλθῃ. Καὶ διὰ ταύτην τὴν δειλίαν ἀδίκως καὶ ἀσυμφόρως μέρη ἑαυτοῦ καὶ μέλη τὰς ψυχὰς οὔσας, ὥς φασι, μηδὲν ἁμαρτούσας πρότερον, ἔῤῥιψε τῷ κακῷ, ἵνα τὰ λοιπὰ τῶν ἀγαθῶν διασώσῃ· ὥσπερ στρατηγὸς, φασὶ, πολεμίων ἐπιόντων, μέρος αὐτοῖς τοῦ οἰκείου στρατοῦ προΐεται, ἵνα τὸ λοιπὸν διασώσῃ. Ταῦτα γάρ ἐστιν αὐτῶν τὰ ῥήματα, εἰ καὶ μὴ ἐπ' αὐτῶν ἴσως τῶν λέξεων. Ὁ δὲ ῥίψας τὰς ψυχὰς κατ' αὐτοὺς, ἤτοι ὁ κελεύσας ῥιφῆναι, ἢ ἐλάθετο, ἢ οὐκ ἐνόησεν, οἷα μέλλουσιν αἱ ψυχαὶ πάσχειν ἐκδοθεῖσαι τῷ κακῷ· ὅτι ἐμπίπρανται, καὶ ταγηνίζονται, ὥς φασι, καὶ κακοῦνται παντοίως, μήτε ἁμαρτοῦσαί τι πρότερον, καὶ μέρη τοῦ θεοῦ οὖσαι. Τὸ δὲ τελευταῖον, ὥς φασιν, αἱ ἀσεβεῖς αὐτῶν γενόμεναι (τοιαῦται δέ εἰσι παρ' αὐτοῖς, οὐχ αἱ φονεύσασαι, ἢ μοιχεύσασαι, ἤ τι τῶν ἐξαγίστων τούτων ἀπὸ ζωῆς διεφθαρμένης ποιήσασαι, [71] ἀλλ' αἱ μὴ λέγουσαι δύο ἀρχὰς εἶναι τῶν πάντων, τὸ ἀγαθὸν καὶ τὸ κακόν), αὗται οὖν, οὐδὲ ἐπιστρέφουσιν ἔτι, φασὶν, εἰς τὸ ἀγαθὸν, ἀλλὰ μένουσι τῷ κακῷ συγκεκολλημέναι· ὥστε καὶ ἀτελῆ μένειν ἐκεῖνον, μέρη αὐτοῦ ἀπολέσαντα.

   Καὶ ἀνόητος οὖν ἐστι κατ' αὐτοὺς (μὴ γὰρ ἐμὸς ὁ λόγος ἔστω), μήτε τὸ ἑαυτοῦ συμφέρον λογίσασθαι δυνηθεὶς, μήτε τὴν τοῦ κακοῦ φύσιν γινώσκων. Πῶς γὰρ ἂν εἰσέλθοι εἰς τὴν τοῦ ἀγαθοῦ μοῖραν τὸ κακὸν, ἐξ ἀϊδίου διακεκριμένων αὐτοῖς τῶν κλήρων, ὥς φασι, καὶ κατὰ τὰς αὐτῶν φύσεις ἀφωρισμένων; Ἀπὸ τίνος οὖν λέγουσι; δῆλον δὲ, ἢ ἐκ ταὐτομάτου· καὶ εἴη ἂν πάντως ἀρχὴ κατ' αὐτοὺς τὸ αὐτόματον· ἢ ἀπό τινος ὑπὲρ ἄμφω ὄντος· ὅπως δ' ἂν ἔχῃ τοῦτο, πρὸ τοῦ κόσμου παρ' αὐτοῖς γενέσθαι. Ὡς [γὰρ] ἐν γῇ τὴν διανομὴν ποιοῦσι· τὰ μὲν τρία μέρη, τὸ ἀνατολικὸν καὶ δυτικὸν καὶ βόρειον, τῷ ἀγαθῷ διδόντες· τὸ δὲ μεσημβρινὸν, τῷ κακῷ. Καὶ γὰρ καὶ τὰ πέντε τοῦ κακοῦ ταμιεῖα, ὡς ἄντρα τινὰ ὑποτίθενται· καὶ δένδρα, καὶ ζῶα πλάττουσιν ἐκεῖ χερσαῖα καὶ ἔνυδρα, μαχόμενα ἀεὶ, καὶ ὑπὸ τοῦ Πενταμόρφου παρ' αὐτοῖς ἐσθιόμενα, καίτοι ἄφθαρτα πάντα λέγονται ἐκεῖνα, ὡς καὶ τὰ πρῶτα ἀγαθά. Διῳκισμένων δ' οὖν ἐξ ἀρχῆς κατὰ φύσιν τῶν τόπων, πῶς δυνατὸν ἦν εἰς τὴν τοῦ ἀγαθοῦ μοῖραν τὸ κακὸν εἰσελθεῖν; Πῶς δὲ δυνατὸν ἦν, [μένον] ἐναντίον; οὕτω γὰρ καὶ τὸ λευκὸν, μένον λευκὸν, μέλαν ἔσται· καὶ τὸ φῶς, μένον φῶς, ἐνδέχεται σκότος. Εἰ οὖν ταῦτα ἀδύνατα, πῶς μετὰ τοῦ δειλοῦ καὶ ἀδίκου οὐχὶ καὶ ἀνόητόν ἐστι τὸ ῥῖψαι τῷ κακῷ τὴν ψυχὴν, καὶ ἀπὸ τότε μέχρι καὶ νῦν πράγματα ἔχειν, ὥς φασι, μὴ δυνάμενον αὐτὴν τελέως ἀνακαλέσασθαι, μηδὲ δυνησόμενον, διὰ τὸ τινὰς, ὡς πρότερον ἐμνήσθην, ψυχὰς μένειν κατ' αὐτοὺς ἐν τῷ κακῷ τοῦ λοιποῦ τὸν ἄπειρον αἰῶνα; Καὶ οὐδὲ προγνῶναι τοῦτό φασιν αὐτόν· καίτοι τὸ κακὸν προγινώσκειν λέγουσι τὴν μέλλουσαν ἀποστολὴν κατ' αὐτοῦ πέμπεσθαι, καὶ μηχανὰς πρὸς αὐτὴν ἀναπλάττειν. Πόσῳ δὲ κάλλιον ἦν, ἐᾶσαι τὸ κακὸν περὶ ἑαυτὸ συντριβόμενον, ἤπερ ἐμμῖξαι ἑαυτὸ τῷ κακῷ, μηδὲ δυνατὸν ὂν αὐτοῦ περιγενέσθαι; ἀγένητον γὰρ καὶ ἄφθαρτον καὶ τὸ κακὸν ὁμοίως φασὶν, ὥσπερ καὶ τὸ ἀγαθόν. Καὶ γὰρ καὶ τοῦτο ἄν τις ἐπισκήψειεν, ὅτι ὁμοίως ταῦτα τῷ ἀγαθῷ καὶ τῷ κακῷ ὑπάρχειν φασὶ, τὸ ἀγένητον καὶ ἄφθαρτον, τὸ ἄναρχον καὶ ἀτελεύτητον· ὧν τί ἂν εἴη σεμνότερον;

   Οἷα δὲ καὶ περὶ τῆς κοσμοποιίας λέγουσι· κίονάς τινας λέγοντες, οὐκ ἐκείνας,

   αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν·

οὐ γὰρ ἀξιοῦσι μυθικῶς τινὸς τῶν λεγομένων ἀκούειν· ἀλλ', ὁποίας τις τῶν παρ' αὐτοῖς σοφῶν ἐξέφηνεν, ἐκ κραταιοῦ λίθου καὶ ἀναγλύφους αὐτὰς νομίζουσι· καὶ δώδεκα θυρίδας, μιᾶς καθ' ἑκάστην ὥραν ἀνοιγομένης. Αἱ δὲ περὶ τῶν ἐκλείψεων αἰτιολογίαι, θαυμαστὴν σοφίας ὑπερβολὴν ἐνδείκνυνται. Λέγουσι γὰρ, τῶν ἐν τῇ κοσμοποιίᾳ συνδεδεμένων κακῶν, ταραχὴν καὶ θόρυβον [72] ποιούντων ἐν ταῖς ἑαυτῶν συγκινήσεσι, παραπετάσματά τινα τοὺς φωστῆρας ἑαυτῶν προβάλλεσθαι, διὰ τὸ μὴ μετέχειν τῆς ταραχῆς ἐκείνων· καὶ τοῦτο εἶναι τὰς ἐκλείψεις, τὰς ὑπὸ τοῖς παραπετάσμασιν ἀποκρυφὰς αὐτῶν. Πόση δὲ καὶ ἡ περὶ τοῦτο ἀλλοκοτία, τὸ ἐκ πάντων τῶν ἐν τῷ οὐρανῷ μόνους τοὺς δύο φωστῆρας τιμᾷν, τῆς τοῦ ἀγαθοῦ μοίρας λέγοντας αὐτοὺς, τῶν δὲ ἄλλων καταφρονεῖν, ὡς τῆς τοῦ κακοῦ μοίρας ὄντων; καὶ τὸ φῶς τῆς σελήνης οὐκ ἀπὸ τοῦ ἡλίου νομίζειν, ἀλλὰ ψυχὰς εἶναι, ἃς ὑπὸ νουμηνίας ἕως πανσελήνου ἀπὸ τῆς γῆς ἀνασπῶσα, ἀπὸ πανσελήνου πάλιν ἕως νουμηνίας εἰς τὸν ἥλιον μεταγγίζει. Καὶ τί ταῦτα μηκύνω; τέρατα γὰρ πλάττοντές τινα, ἅπερ μηδὲ μύθους καλεῖν ἄξιον, οὐχ ὡς μύθοις χρῶνται, οὐδὲ ἐνδείκνυσθαί τι ἄλλο νομίζουσιν, ἀλλ' ὡς ἀληθέσιν αὐτοῖς τοῖς λεγομένοις πιστεύουσι· πεντάμορφον τὸ κακὸν ἀναπλάττοντες, ἀπὸ λέοντος, καὶ ἰχθύος, καὶ ἀετοῦ, καὶ οὐ μέμνημαι τίνων ἄλλων συγκείμενον, καὶ ὡς τοιοῦτον ἐπιόν τι δεδοικότες. Τοσαύτη τίς ἐστιν ἐν τοῖς λόγοις τούτοις ἡ περὶ τὸ θεῖον ἀσέβεια· καὶ τὸ θαυμαστὸν, ὅτι πάντα ταῦτα ἀνέπλασαν διὰ θεοσεβῆ δῆθεν εὐλάβειαν. Μὴ βουλόμενοι γὰρ αἴτιον τοῦ κακοῦ τὸν θεὸν εἰπεῖν, ἀρχὴν ὑπεστήσαντο ἰδίαν τοῦ κακοῦ, ἰσότιμον αὐτὴν καὶ ἰσοσθενῆ τιθέντες τῷ ἀγαθῷ, μᾶλλον δὲ καὶ ἰσχυροτέραν· μέχρι γὰρ νῦν τέως ἐν πᾶσι τοῖς ἑαυτοῦ ἐπιχειρήμασιν ὑπέρτερον φαίνεται γεγονὸς τὸ κακόν. Καὶ τοῦτο μὲν τοῦ ἀγαθοῦ φαίνεται πανταχοῦ κατ' αὐτοὺς ἀντεχόμενον, καὶ μηχανώμενον παντοίως μὴ ἀπολέσαι αὐτό· τὸ δὲ ἀγαθὸν, ὡς οὗτοι φασὶν, ἑκουσίως ἑαυτὸ τῷ κακῷ συνέμιξε· καὶ δειλῶς, καὶ ἀδίκως, καὶ ἀνοήτως, κατ' αὐτοὺς, μέχρι νῦν διεγένετο· ὥστε φεύγοντες, αἴτιον αὐτὸν τοῦ κακοῦ εἰπεῖν, πάγκακον ὑπογράφουσι· καὶ, κατὰ τὴν παροιμίαν, φεύγοντες τὸν καπνὸν εἰς πῦρ ἐμπεπτώκασιν.

   Οὕτω μὲν οὖν ἀσεβὴς περὶ τὸ θεῖον οὗτος ὁ λόγος. Τὰς δὲ ἀρχὰς τῆς φυσικῆς εὐαγωγίας, ὅσον ἐφ' ἑαυτῷ, διαφθείρει, τὸ ἐφ' ἡμῖν κατὰ ἀλήθειαν ἀναιρῶν. Τὴν γὰρ τοῦ κακοῦ ἀρχὴν ἀγένητον καὶ ἄφθαρτον καὶ ἰσχυρὰν ἐπάγει, βίᾳ τὰς ψυχὰς συνωθοῦσαν εἰς τὸ κακόν· ὥστε μηκέτι ἐφ' ἡμῖν εἶναι τὸ ἁμαρτάνειν, ἢ μή· οὕτως ὄντος ἰσχυροῦ τοῦ ἀναγκάζοντος, ὡς μηδὲ ὑπὸ θεοῦ κατ' αὐτοὺς νικηθῆναι. Καίτοι ἐχρῆν ἐννοεῖν, ὅτι, ἐὰν ὑπὸ ἰσχυροτέρου τινὸς βιαζόμεναι αἱ ψυχαὶ φονεύωσιν, ἢ μοιχεύωσιν, ἤ τι τοιοῦτον πράττωσι τῶν λεγομένων κακῶν, ὠθισμῷ καὶ οὐχ ἑκουσίως, ἀναμάρτητοι ἂν εἶεν. Τὰ γὰρ βίᾳ καὶ ἀκουσίως πραττόμενα, μὴ ὄντα ἁμαρτωλὰ, καὶ ὑπὸ θεοῦ καὶ ὑπὸ τῶν νόμων συγγινώσκεται. Καὶ οὐκ ἔτι οὐδέν ἐστιν ἁμαρτία ὅλως· οὐ γὰρ κακόν· ἂν ὑπόθηταί τις βιαζομένους ἡμᾶς ὑπὸ ἰσχυροτέρων αἰτίων τὰ τοιαῦτα πράττειν. Εἰ οὖν τούτων ὡς κακῶν ὄντων τὴν αἰτίαν ζητοῦντες, ἀρχὴν ὑπέθεντο κακοῦ· ἐκείνης δὲ ὑποτεθείσης καὶ βιαζομένης, οὐκ ἔστιν οὐδὲν ἔτι κακόν· χαριέντως αὐτοῖς ὁ λόγος περιτέτραπται. Συνάγεται γὰρ, ὅτι, εἰ ἔστιν ἀρχὴ τοῦ [73] κακοῦ, οὐκ ἔστι κακὸν ὅλως. Εἰ δὲ μὴ ἔστι κακὸν, οὐδὲ ἀρχὴ ἂν εἴη τοῦ κακοῦ. Ὥστε, εἰ ἔστιν ἀρχὴ τοῦ κακοῦ, ὥς φασιν, οὔτε κακὸν ἔσται, οὔτε ἀρχὴ τοῦ κακοῦ.

   Οὕτως οὖν ἐναργῶς ἐλεγχθείσης ταύτης τῆς ὑποθέσεως, ἐάν τις, ἐκκλίνων τοῦτον τὸν ἔλεγχον, τολμήσῃ τὸν θεὸν αὐτὸν αἴτιον τοῦ κακοῦ λέγειν ὡς κακοῦ, συντομώτερον καὶ οὗτος ἀσεβῶν ἐλέγχεται περὶ τὸν θεὸν, καὶ ψευδόμενος. Πῶς γὰρ ἂν ἀληθὴς εἴη ὁ λόγος, ὁ πρὸς τὸν θεὸν ἀσεβὴς, τὸν τῆς ἀληθείας χορηγόν; Καὶ πρῶτον μὲν, πῶς ἀγαθὸς ὁ θεὸς ὢν κατὰ τὴν ἄκραν καὶ ἀπαράτρεπτον ἀγαθότητα, τὸ κακὸν ἀφ' ἑαυτοῦ παράξει; εἰ γὰρ ἐναντίον ἐστὶ τῷ ἀγαθῷ τὸ κακὸν, ὡς οἱ ἀποροῦντες νομίζουσι, πῶς τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου παραχθήσεται; ἔτι δὲ ὁ παράγων τι ἀφ' ἑαυτοῦ, καὶ αἴτιος ὢν αὐτῷ τοῦ εἶναι, τὴν αἰτίαν ἔχων αὐτοῦ, καὶ κατ' ἐκείνην ἱστάμενος, παράγει· κατ' αἰτίαν ὢν αὐτὸς ἐκεῖνος, ὅπερ τὸ παραγόμενον καθ' ὕπαρξιν. Ὥστε λανθάνει ἑαυτὸν ὁ λόγος οὗτος, ὅτι πρὸς τῷ καὶ αὐτὸς ἐναργῶς εἰς τὸν θεὸν ἀσεβεῖν, καὶ ἀρχὴν τοῦ κακοῦ, καὶ πρῶτον κακὸν, ὡς ὁ πρότερος, εἰσάγει.

   Εἰ οὖν μήτε ἀρχὴν ἔχει τὸ κακὸν, μήτε ὁ θεὸς τοῦ κακοῦ αἴτιός ἐστι, πόθεν τὸ κακόν; ἀδύνατον γάρ τι ἄνευ αἰτίας γένεσιν ἔχειν. Ἢ χρὴ πρῶτον τί ἔστι τὸ λεγόμενον κακὸν διαρθρωθῆναι, καὶ οὕτω, πόθεν ἐστὶν, ζητεῖν; ὁ γὰρ ἀγνοῶν τί ποτέ ἐστιν ἕκαστον, οὐδὲ τὴν αὐτοῦ δύναται εὑρεῖν αἰτίαν. Ῥητέον τοίνυν, ὅτι τοῦτο μὲν τὸ κακὸν, ὃ οἱ τὴν ἀρχὴν τοῦ κακοῦ τιθέντες, καὶ οἱ πολλοὶ τῶν ἀπορούντων περὶ αὐτοῦ, ἐννοοῦσίν τινα προηγουμένην ἔχον ὑπόστασιν, ὥσπερ τὸ ἀγαθὸν, καὶ δύναμιν τῷ ἀγαθῷ παρισουμένην, καὶ ἐναντίαν ἐξίσου· καὶ αὐτὸ δὴ τοῦτο τὸ κακὸν οὐσίαν ἄμικτον τῇ ἑαυτοῦ φύσει πρὸς τὸ ἐναντίον αὐτῷ τὸ ἀγαθὸν, ὡς ἔχει τὸ μέλαν πρὸς τὸ λευκὸν, καὶ τὸ θερμὸν πρὸς τὸ ψυχρόν· τὸ δὴ τοιοῦτον κακὸν, οὐδὲ ἔστιν ὅλως ἐν τῇ φύσει τῶν ὄντων. Εἰ γὰρ ἦν προηγουμένη τις οὐσία, ὥσπερ ἄνθρωπος, εἰ τύχοι, καὶ ἵππος, εἶχεν ἂν πάντως τινὰ κατὰ φύσιν ἑαυτοῦ τελειότητα, καὶ εἶδος, καθ' ὅ ἐστι τοῦτο ὅπερ ἐστί. Πᾶν δὲ εἶδος, ἔχον τὴν κατὰ φύσιν αὐτοῦ τελειότητα, ἀγαθόν ἐστι, καὶ οὐ κακόν. Τοιγαροῦν καὶ ὀρέγεσθαι τοῦ ἀγαθοῦ τὸ κακὸν ἐκεῖνό φασι, καὶ μετέχειν αὐτοῦ, καὶ ὠφελεῖσθαι παρ' αὐτοῦ, καὶ ἀγαπᾷν τὴν μέθεξιν, καὶ πάντα πράττειν πρὸς τὸ μὴ ἀπολέσαι αὐτήν. Πῶς οὖν τὸ τοιοῦτον ὡς ἁπλῶς κακὸν ἐννοεῖν δυνατόν; Ὅπερ δέ ἐστι κακὸν, καθὸ κακοὶ καὶ ἁμαρτωλοὶ λεγόμεθα, καὶ δίκην ὑπέχομεν ὡς κακοὶ, τοῦτο συμβεβηκός ἐστι, καὶ οὐκ ἔστιν οὐσία· εἴπερ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, καὶ καθ' ἑαυτὴν οὐχ ὑφίσταται. Τί γὰρ ἂν εἴη κακὸν, ὃ μή τινός ἐστι κακόν; ὁμοίως δὲ καὶ τὸ ἀντικείμενον τούτῳ ἀγαθὸν, συμβεβηκός ἐστι καὶ αὐτό. Ἀλλὰ τὸ μὲν Ἀγαθὸν, τὸ κατὰ φύσιν ἐστὶν ἑκάστου, καθὸ τὴν αὐτοῦ ἔχει τελειότητα· τὸ δὲ Κακὸν, ἡ παρὰ [74] φύσιν διάθεσις τοῦ ἔχοντος αὐτὸ, καθ' ἣν ἐστέρηται τοῦ κατὰ φύσιν, καὶ τοῦ ἀγαθοῦ. Εἰ γὰρ ἦν καὶ τὸ κακὸν κατὰ φύσιν διάθεσις καὶ τελειότης τοῦ ἔχοντος αὐτὸ εἴδους, ἀγαθὸν ἂν ἦν καὶ αὐτὸ, καὶ οὐκ ἔτι κακὸν ἐλέγετο.

   Ὥστε οὐκ ἔστι τις προηγουμένη φύσις καὶ ὑπόστασις τοῦ κακοῦ, ὥσπερ ἡ τοῦ ἀγαθοῦ· ἀλλὰ παρυφίσταται τῷ ἀγαθῷ, ἔκπτωσις αὐτοῦ καὶ στέρησις ὑπάρχον. Οὕτω γὰρ ἔχει καὶ νόσος πρὸς ὑγίειαν, καὶ κακία ψυχῆς πρὸς ἀρετήν. Καὶ ὥσπερ τὸ μὲν περιπατεῖν ὀρθῶς, προηγουμένη τίς ἐστιν ἐνέργεια τοῦ ζώου, καὶ σκοπὸν αὐτὴν θέμενον ὁρμᾷ ἐπ' αὐτήν· τὸ δὲ σκάσαι καὶ χωλεῦσαι περιπατοῦντα, κατὰ ἀποτυχίαν τῆς προηγουμένης ἐνεργείας ἐπισυμβαίνει, καὶ παρυφίσταται αὐτῇ, παρὰ φύσιν οὖσα κίνησις· οὕτως ἔχει πᾶν κακὸν πρὸς τὸ ἀντικείμενον αὐτῷ ἀγαθόν· καὶ οὐ δυνατὸν λέγειν οὔτε προηγούμενα ὁμοίως ταῦτα, οὔτε ἰσοστάσια ἀλλήλοις, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν. Εἴδη γὰρ ὁμοίως ταῦτα ἄμφω, καὶ οὐδὲν μᾶλλον οὐδὲ ἧττον ἑκάτερον θατέρου, τὴν κατὰ φύσιν ἔχει τελειότητα, οὐδὲ στέρησίς ἐστιν ἑτέρου τὸ ἕτερον. Ἡ γὰρ στέρησις παραφορὰ καὶ ἀποτυχία τοῦ εἴδους ἐστὶν, ὥσπερ ἡ χωλεία τῆς βαδίσεως. Τούτων δὲ ἑκάτερον εἰλικρινὲς ἔχει τὸ καθ' ἑαυτὸ εἶδος, οὐδὲ τὸ ἕτερον ἑτέρου ἔλαττον. Ἐκεῖ δὲ, τοῦ ἑτέρου κατὰ φύσιν ὄντος, τὸ ἕτερον παρὰ φύσιν· καὶ παρυφίσταται τῷ κατὰ φύσιν τὸ παρὰ φύσιν, τῷ ἀγαθῷ δηλονότι τὸ κακόν. Οὐ γὰρ τῷ κακῷ, τὸ ἀγαθόν· ὥσπερ οὐκ ἂν λέγοι τις, τῇ ἀποτυχίᾳ τοῦ σκοποῦ παρυφίστασθαι τὴν ἐπιτυχίαν αὐτοῦ· οὐδὲ γὰρ τῇ νόσῳ, τὴν ὑγίειαν· ἀλλὰ τῇ μὲν ἐπιτυχίᾳ, τὴν ἀποτυχίαν· τῇ δὲ ὑγιείᾳ, τὴν νόσον. Προηγούμενον γὰρ τοῦ τοξότου τέλος ἐστὶ, τὸ ἐπιτυχεῖν τοῦ σκοποῦ· διὰ γὰρ τὸ ἐπιτυχεῖν, τοξεύει· καὶ τῆς φύσεως προηγούμενον τέλος, ἡ ὑγίεια· διὰ γὰρ τὴν σωτηρίαν καὶ ἡ ὑγίεια τοῦ ζώου, καὶ ὅλως τὸ [τέλος ἐστὶ,] δι' ὃ γίνεται ἡ ἐνέργεια. Ἐπισυμβαίνει δὲ τῷ μὲν σκοπῷ τῆς ἐπιτυχίας, ἡ ἀποτυχία· ὅταν μὴ τύχῃ τοῦ σκοποῦ ἡ ἐνέργεια, μήτε τὸ τέλος ἀπολάβῃ δι' ὃ ἐνεργεῖ, ἀλλὰ τὴν ἐκείνου ἀποτυχίαν ἀντ' ἐκείνου. Τὸ δὲ ἐπισυμβαῖνον ἀκουσίως τῷ προηγουμένῳ τέλει, παρυφίστασθαι ἂν λέγοιτο τῷ τέλει δικαίως, ἀλλ' οὐχὶ τὸ προηγούμενον τέλος τῷ ἀκουσίως ἐπισυμβαίνοντι.

   Εἰ τοίνυν τοῦ ἀγαθοῦ πάντα ἐφίεται, καὶ πᾶν τὸ ἐνεργοῦν διὰ τὸ τοῦ ἀγαθοῦ ἐπιτυχεῖν ἐνεργεῖ, ἢ τοῦ ὄντος ἀγαθοῦ, ἢ τοῦ αὐτῷ δοκοῦντος· δῆλον, ὅτι προηγούμενον μέν ἐστι τέλος πάσης ἐνεργείας, ἡ τοῦ ἀγαθοῦ τεῦξις· ἐπισυμβαίνει δέ ποτε τῇ ἐνεργείᾳ τὸ κακὸν, ὅταν ἡ ἔφεσις μὴ τοῦ κατὰ ἀλήθειαν ἀγαθοῦ γίνοιτο, ἀλλὰ τοῦ φαινομένου, ᾧ σύνεστι τὸ ἀγαθόν. Ἡδονῆς γάρ τις ἐφιέμενος [μοιχεύει], καὶ ἐπιθυμῶν εὐπορίας, κλέπτει καὶ καταποντίζει· προηγουμένως μὲν τοῦ φαινομένου αὐτοῦ ἀγαθοῦ ἐφιέμενος, καὶ ἐκείνου ἕνεκα ἐνεργῶν, ἀναγκαζόμενος δὲ σὺν ἐκείνῳ καὶ τὸ συνὸν αὐτῷ κακὸν λαβεῖν· ἐπειδὴ οὐδεὶς τοῦ μοιχεῦσαι δι' αὐτὸ τὸ [75] μοιχεῦσαι ὀρέγεται, οὐδὲ τοῦ κλέψαι διὰ τὸ κλέψαι, οὐδὲ ἄλλου τινὸς κακοῦ διὰ τὸ κακόν· τῷ μηδὲ ἐφίεσθαι τοῦ κακοῦ ὡς κακοῦ. Εἰ γὰρ ἦν ἀρχὴ καὶ αἴτιον τῶν ἀπ' αὐτοῦ, καὶ τέλος ἦν αὐτῶν, καὶ ἐφετὸν αὐτοῖς, ὥσπερ τὸ ἀγαθόν. Οὕτω δὲ πάλιν ἔχον, ἀγαθὸν ἂν ἦν, καὶ οὐ κακόν. Τὸ γὰρ ἐφετὸν, ἀγαθόν· καὶ τὸ ἀγαθὸν, καὶ ἐφετόν. Πάντα οὖν τῆς ἑαυτῶν ὠφελείας ὀρέγεται, ἢ τῆς ἀληθοῦς, ἢ τῆς φαινομένης, ὡς ἀληθοῦς μέντοι καὶ ταύτης. Οὐδεὶς γὰρ ἑκὼν ἀπατᾶται, ὥστε τὸ ψεῦδος ἀντὶ τοῦ ἀληθοῦς λαβεῖν, καὶ τὸ εἴδωλον ἀντὶ τοῦ ἀρχετύπου· ἀλλ' ὑπὸ τῆς πτοίας τῆς περὶ τὸ φαινόμενον ἀγαθὸν, ποτὲ μὲν οὐδὲ ὁρῶμεν τὸ συνὸν αὐτῷ κακὸν, ποτὲ δὲ, κἂν θεασώμεθα αὐτὸ, παραλογιζόμεθα ἑαυτοὺς, ὡς μείζονος ὄντος τοῦ ἀγαθοῦ, ἐλάττονος δὲ τοῦ συνόντος αὐτῷ κακοῦ. Αἱρούμεθα δὲ πολλάκις τὸ μεῖζον ἀγαθὸν μετὰ κακοῦ ἐλάττονος· ὥσπερ καὶ τομὰς καὶ καύσεις ὑπομένομεν, τοῦ ἐν αὐταῖς κακοῦ μεῖζον ἀγαθὸν νομίζοντες τὸ τῆς ὑγιείας τῆς δι' αὐτὰς παραγινομένης. Ὅτι δὲ πάντα τοῦ ἀγαθοῦ ἐφίεται, δῆλον καὶ ἐκ τοῦ, αὐτὸ τὸ κακὸν, εἴπερ ἦν, καὶ ἔπραττέ τι, τῆς ἑαυτοῦ ὠφελείας ἕνεκα πράττειν· ταὐτὸν δὲ εἰπεῖν, τοῦ ἀγαθοῦ τοῦ οἰκείου ἕνεκα. Τοιγαροῦν καὶ ὅσα λέγουσιν αὐτὸ πράττειν οἱ ὑποτιθέμενοι, διὰ τὸ μετέχειν τοῦ ἀγαθοῦ, καὶ παρ' ἑαυτῷ κατέχειν αὐτὸ, καὶ μὴ ἀπολλύναι, λέγουσιν. Εἰ οὖν μηδὲν ἐφίεται τοῦ κακοῦ, οὐκ ἔστιν ὑπόστασις αὐτοῦ προηγουμένη. Ἐπειδὴ δέ ἐστιν ὅλως καὶ γίνεται κατὰ τὸν εἰρημένον τρόπον, εἰκότως παρυφίστασθαι λέγεται, καὶ οὐχ ὑφίστασθαι.

   Ἀλλ' ἔστω, φαίη ἄν τις, καὶ συμβεβηκὸς τὸ κακὸν, καὶ ἀποτυχία τοῦ ἀγαθοῦ, καὶ παρυφιστάμενον αὐτῷ· καὶ τοιούτου ὄντος, τί ἂν εἴη τὸ αἴτιον ζητεῖ γὰρ ὁ λόγος· ἐπειδὴ πᾶν τὸ γινόμενον ὑπ' αἰτίου τινὸς γίνεται. Εἰ δὲ μὴ, πόθεν ἔσχε πάροδον ὅλως εἰς τὰ ὄντα ὁποιονοῦν κακὸν, τοῦ θεοῦ, ταὐτὸν δὲ εἰπεῖν, τῆς τῶν ὄντων πάντων ἀρχῆς, ἀγαθῆς οὔσης; Εἴρηται μέντοι περὶ τούτου καὶ πρότερον, ἔν τε τοῖς περὶ τοῦ ἐφ' ἡμῖν λόγοις, καὶ ἐν τῇ τοῦ ῥητοῦ ἐκείνου ἐξηγήσει, Μὴ ζήτει τὰ γινόμενα γίνεσθαι ὡς θέλεις· λεγέσθω δὲ καὶ νῦν, συντομώτερον· ὅτι ὁ Θεὸς, πηγὴ καὶ ἀρχὴ πάσης ὢν ἀγαθότητος, οὐ τὰ πρῶτα ἀγαθὰ μόνα παρήγαγεν, ὅσα αὐτοαγαθότητές εἰσιν, οὐδὲ τὰ μέσα μόνα μετὰ τούτων, ὅσα ἐν τῷ ἀγαθῷ μένει διαιωνίως, ἀλλὰ καὶ τὰ ἔσχατα, ὅσα καὶ παρατρέπεσθαι πέφυκεν ἤδη, ἀπό τε τοῦ κατὰ φύσιν, καὶ εἰς τοῦτο δὴ ὃ λέγομεν κακόν. Καὶ γὰρ μετὰ τὰ ἀΐδια σώματα τὰ ἀεὶ κατὰ φύσιν ἔχοντα, καὶ τῷ ἀγαθῷ ἀεὶ ἐνιδρυμένα, ὑπέστη τὰ γινόμενα καὶ φθειρόμενα· καὶ μετὰ τὰς ψυχὰς τὰς ἐν τῷ ἀγαθῷ ἀεὶ ἱδρυμένας, ὑπέστησαν αἱ παρατρεπόμεναι ψυχαί· ἵνα ἅμα μὲν ὁ πλοῦτος τῆς τοῦ παράγοντος ἀγαθότητος πάντα παράγῃ τὰ ἀγαθὰ, ὅσα δυνατὸν ἦν ὑποστῆναι· ἅμα δὲ τέλειος ὁ κόσμος ἀποτελεσθῇ, μὴ τὰ πρῶτα μόνα καὶ τὰ μέσα ἔχων, ἀλλὰ καὶ τὰ ἔσχατα, ὅπερ ἴδιόν ἐστι τῆς τελειότητος· ἅμα δὲ, ἵνα μὴ τὰ πρῶτα [76] ἢ τὰ μέσα, πανάγαθα ὄντα, ἔσχατα καὶ ἄτιμα εὑρεθῇ, καὶ ἀδρανῆ, καὶ μηκέτι γινομένων καὶ φθειρομένων. Τοιαῦτα γὰρ ἀνάγκη τὰ ἔσχατα εἶναι. Ἅμα δὲ καὶ ἀδύνατον ἦν, τοιούτων ὄντων τῶν πρώτων καὶ τῶν μέσων, τῶν μὲν καὶ ταῖς οὐσίαις καὶ ταῖς ἐνεργείαις ἀμεταβλήτων, τῶν δὲ τὴν μὲν οὐσίαν ἀμετάβλητον ἐχόντων, κατὰ τόπον δὲ μεταβαλλόντων τοῖς μέρεσι, [μὴ] καὶ ὑποστῆναι τὰ ἔσχατα ὑπὸ σελήνην ἀπὸ τῆς τῶν οὐρανίων περιτροπῆς, καὶ κατ' οὐσίαν ἤδη μεταβάλλοντα, καὶ παρὰ φύσιν διατιθέμενα.

   Διὰ δὴ τοὺς λογισμοὺς τούσδε, καὶ ἄλλους δηλονότι πολὺ τούτων σεμνοτέρους, ὑπέστη τὰ ὑπὸ σελήνην, καὶ ὁ θνητὸς τόπος ἐν ᾧ χώραν ἔσχεν ἡ τοῦ ἀγαθοῦ παρατροπή· διὰ τὸ δεῖν μὲν καὶ τὸ ἔσχατον ἀγαθὸν ὑποστῆναι, τὸ δὲ ἔσχατον ἐξ ἀνάγκης τοιοῦτον εἶναι οἷον καὶ παρατρέπεσθαι. Καὶ διὰ τοῦτο ἐν τοῖς ὑπὲρ τὸν τόπον τοῦτον οὐδέν ἐστι κακόν· ὅτι ἡ τοῦ κακοῦ φύσις, παρατροπή τις οὖσα τοῦ ἐσχάτου ἀγαθοῦ, τοῦ πεφυκότος παρατρέπεσθαι, ἐνταῦθά ἐστιν, ὅπου τὸ ἔσχατον ἀγαθόν. Διὸ καὶ ἡ ψυχὴ, τὴν οὐσίαν εὐγενεστέραν καὶ ἀμετάβλητον ἔχουσα, ὅταν μὲν καθ' ἑαυτὴν ὑπάρχῃ, οὐδενὸς μετέχει κακοῦ· πεφυκυῖα δὲ ἐν τούτῳ γίνεσθαι τῷ τόπῳ κατὰ σχέσιν, καὶ τοῖς ἐνταῦθα συμπλέκεσθαι σώμασι, (προνοίᾳ τοῦ πατρὸς καὶ δημιουργοῦ τῶν ὅλων, καὶ τὰς τοιαύτας ψυχὰς παραγαγόντος, ἵνα τὰ ἔσχατα συνδεθῇ τοῖς πρώτοις διὰ τῶν ἀλύτων δεσμῶν τῆς ζωτικῆς συνοχῆς,) τοῦ κακοῦ τοῦ ἐνταῦθα κατὰ τὴν παρὰ φύσιν αὐτῶν διάθεσιν ἐν νόσοις καὶ φθοραῖς, τοῦ ἐπιβάλλοντος αὐτοῖς κακοῦ, δοκεῖ μεταλαμβάνειν· οὐκ ὄντος οἶμαι κακοῦ τούτου, ἀλλὰ ἀγαθοῦ μᾶλλον, μαχομένων τε ἀλλήλοις, καὶ ἐν ἀλλοτρίοις τόποις ταλαιπωρουμένων, ἀπαλλάττεσθαι τοῦ μόχθου τούτου διαλυόμενα, καὶ τὰ ἁπλᾶ ἔτι μᾶλλον κεῖσθαι μάχης ἐλευθερούμενα, καὶ τοῖς οἰκείοις τόποις καὶ ταῖς οἰκείαις ὁλότησι πρὸς ἐκνεασμὸν ἀποδιδόμενα. Κἂν μεταβάλλῃ δὲ εἰς ἄλληλα, οὐδὲ ἔχει κακὸν οὐδὲ τοῦτο. Γίνεται γὰρ ἕκαστον, ὅπερ πρότερον ἦν. Τὸ γὰρ ὕδωρ, εἰς ἀέρα μεταβάλλον, ἐξ ἀέρος πάλιν ὕδωρ γίνεται. Τὸ δὲ μέγιστον, ὅτι καὶ ἡ τῶν συνθέτων διάλυσις, καὶ ἡ τῶν ἁπλῶν εἰς ἄλληλα μεταβολὴ, ἀγαθόν ἐστι τοῖς ὅλοις· εἴπερ ἡ ἄλλου φθορὰ, ἄλλου γένεσίς ἐστι· καὶ τοῦτο αἴτιον γίνεται τοῦ μένειν ἀνέκλειπτον τὸν τῆς γενέσεως κύκλον. Ὁρῶμεν δὲ, ὅτι καὶ ἡ φύσις πολλάκις, καὶ ἡ τέχνη, ὡς πρότερον εἴρηται, τῶν μερῶν διὰ τὸ ὅλον καταφρονεῖ· ἡ μὲν, τὰ ῥεύματα καὶ τὰ ἀποσκήμματα εἰς τοὺς ἀκροτάτους τόπους ἐκ τῶν κυριωτέρων ἀπωθουμένη· ἡ δὲ, τέμνουσα καὶ καίουσα καὶ ἐκκόπτουσα τὸ μέρος πολλάκις διὰ τὴν τοῦ ὅλου σωτηρίαν. Ὥστε τὰ τοῖς σώμασι συμβαίνοντα, ἀγαθὰ μᾶλλον ἢ κακὰ ῥητέον· καὶ τὸν αἴτιον αὐτῶν, ἀγαθῶν, ἀλλ' οὐ κακῶν αἴτιον. Καὶ γὰρ τὰ μὲν ἁπλᾶ τῶν ὑπὸ σελήνην σωμάτων οὐδὲν ἔχει κακὸν, ἀΐδια καὶ αὐτὰ ὄντα· τὸ δὲ ἐν τοῖς μέρεσι δοκοῦν εἶναι κακὸν, πλέον μὲν ἔχει τὸ ἀγαθὸν καὶ ἐν αὐτοῖς [77] τοῖς μέρεσιν, ὡς εἴρηται, τοῖς τε ἁπλοῖς καὶ τοῖς συνθέτοις· πρὸς δὲ τὸ τῶν ὅλων ἀγαθὸν ἀναφερόμενον, ἀγαθύνεται τελέως. Καὶ διὰ ταῦτα μὲν οὖν οὐκ ἂν εἴη κακὸν ἡ τῶν σωμάτων παρὰ φύσιν διάθεσις, πανταχόθεν ἀγαθυνθεῖσα.

   Εἰ δὲ φιλονεικεῖ τις, ὡς εἴρηται καὶ τοῦτο πρότερον, μὴ καλεῖν αὐτὴν ἀγαθὸν, ὡς παρατροπὴν οὖσαν τοῦ κατὰ φύσιν· μὴ κακὸν εὐθὺς καλείτω, διὰ τὴν ἔννοιαν, ἣν ἔχομεν ἀδιάρθρωτον περὶ τοῦ κακοῦ, ὡς τῷ ἀγαθῷ παντελῶς ἐναντίου· ἀλλ' ἀναγκαῖον μᾶλλον, ὡς καθ' αὑτὸ μὲν μὴ ὂν αἱρετὸν, πολλὴν δὲ μοῖραν εἰσάγον εἰς τὸ καθ' αὑτὸ αἱρετόν. Εἰ γὰρ ἦν ἁπλῶς κακὸν, οὐκ ἂν συνετέλει πρὸς τὸ ἀγαθόν. Τὸ μέντοι ἀναγκαῖον, κἂν μὴ καθ' ἑαυτὸ ᾖ αἱρετὸν, ἀλλὰ τῇ πρὸς τὸ ἀγαθὸν ἀνατάσει καὶ αὐτὸ ἀγαθύνεται. Καὶ ἔστιν ἀγαθὸν μέντοι καὶ αὐτὸ, εἴπερ ὁπωσοῦν αἱρετόν. Καὶ γὰρ τομὰς καὶ καύσεις αἱρούμεθα, καὶ μισθὸν ὑπὲρ αὐτῶν τελοῦμεν, καὶ χάριν ὁμολογοῦμεν τοῖς ἰατροῖς· οὐκ ἂν δέον, εἰ κακὸν αὐτὰ ἐνομίζομεν. Ἀγαθὸν δὲ ὑφειμένον ἐστὶ, καὶ δευτέρας τοῦ ἀγαθοῦ τάξεως, ὡς μὴ προηγουμένως, ἀλλὰ κατὰ δεύτερόν τινα λόγον ἀγαθὸν ὑπάρχον. Ὥστε καὶ ὁ τούτου ποιητὴς οὐδαμῶς ἂν εἴη κακοῦ αἴτιος, ἀλλ' ἢ ἀγαθοῦ, ἢ ἀναγκαίου, δευτέρου τινὸς ὄντος καὶ αὐτοῦ ἀγαθοῦ, καὶ εἰκότως καὶ αὐτοῦ ἀπὸ τῆς πηγῆς τῶν ἀγαθῶν καθ' ὕφεσιν ἀποῤῥέοντος. Καὶ περὶ μὲν τοῦ ἐν τοῖς σώμασι κακοῦ, καὶ τῆς αἰτίας αὐτοῦ, ἀρκείτω τὰ εἰρημένα πρὸς τὸ παρόν.

   Ἐπεὶ δὲ κακὰ μάλιστα καὶ ἁμαρτωλὰ δοκεῖ τὰ τῆς ἀνθρωπίνης ψυχῆς πταίσματα, εἴρηται μὲν καὶ περὶ τούτων πρότερον· οὐδὲν δὲ κωλύει, καὶ νῦν τούτων τήν τε φύσιν καὶ τὴν αἰτίαν ἀνιχνεῦσαι. Καὶ ῥητέον, ὅτι αἱ μὲν τῶν κρειττόνων ἡμῶν ψυχαὶ ἀεὶ ἄνω οὖσαι, καὶ ἐν τῷ ἀγαθῷ αἰωνίως ἱδρυμέναι, οὐδέποτε οὐδὲν ἔχουσι κακόν· αἱ δὲ τῶν ἀλόγων ζώων ψυχαὶ, μέσαι οὖσαι τῶν τε ἀνθρωπίνων καὶ τῶν ἐν τοῖς φυτοῖς κατεῤῥιζωμένων ψυχῶν, κατὰ μὲν τὸ σωματοειδὲς αὐτῶν, ὅμοιον ἔχουσι τοῖς σώμασι τὸ κακόν· καθ' ὅσον δὲ ὄρεξιν ἔχουσί τινα καὶ ὁρμὴν, τὸ ἐν αὐτοῖς κακὸν τῷ τῶν ἀνθρωπίνων ψυχῶν κακῷ ἔοικε· καὶ ἀπὸ τῶν περὶ ἐκείνου ῥηθησομένων καὶ τοῦτο γνωσθήσεται. Ἡ δὲ ἀνθρωπίνη ψυχὴ, μέση προελθοῦσα τῶν τε ἀεὶ ἄνω μενουσῶν ψυχῶν, διά τε τὴν ἐν τῇ ψυχικῇ οὐσίᾳ ἀκρότητα, καὶ διὰ τὴν τοῦ νοῦ μέθεξιν· καὶ τῶν ἀεὶ κάτω, διὰ τὴν πρὸς τὸ σῶμα συγγένειαν τῆς ἀλόγου ζωῆς· καὶ σύνδεσμος ζωτικὸς γινομένη τῶν τε ἄνω καὶ τῶν κάτω· διὰ τῆς αὐτεξουσίου σχέσεως, ποτὲ μὲν πρὸς ἐκεῖνα, ποτὲ δὲ πρὸς ταῦτα ὁμοιοῦται. Ἀλλ' ὅταν μὲν ἄνω μένῃ, κακοῦ παντελῶς ἀμέτοχός ἐστι, ἐν ἀγαθῷ ἱδρυμένη· ἀτονήσασα δέ ποτε πρὸς τὴν μακαρίαν ἐκείνην διαγωγὴν καὶ τὰ ἀπόῤῥητα καὶ εἰλικρινῆ ἐκεῖνα θεάματα, διὰ τὸ πεφυκέναι καὶ πρὸς τὰ κάτω ποτὲ ῥέπειν, ὅταν ἐθέλῃ· ταύτην ἀρχὴν ἔχει τῆς ὁποιασοῦν κακίας, τὴν αὐτοθελῆ κάθοδον εἰς τόνδε [78] τὸν θνητὸν τόπον. Κἂν φύσιν δὲ ἀμφίβολον ἔλαχεν, οὐκ ἀναγκαζομένη κάτεισιν ἢ ἄνεισιν· ἀλλ' οὕτως ὑπέστη, ὡς, ὅταν αὐτὴ θέλῃ, κατιέναι τε καὶ ἀνιέναι. Καὶ τί θαυμαστὸν τοῦτο ἐπὶ ψυχῆς αὐτοκινήτου κατ' οὐσίαν; ὁπότε καὶ τῶν ἀλόγων ζώων τὰ ἀμφίβια, ὅσα καὶ ἐν ὕδατι καὶ ἐν γῇ πέφυκε διάγειν, φύσιν μὲν ἔχει τοιαύτην, κατὰ δὲ τὴν οἰκείαν ὄρεξιν μεθίσταται ἑκατέρωσε, οὐκ ἀναγκαζόμενα ὑπό τινος, ἀλλ' ὅταν αὐτὰ προθυμηθῇ.

   Καταβαίνουσα δὲ ἡ ψυχὴ τῇ σχέσει ἐπὶ τὸν θνητὸν τοῦτον τόπον, καὶ μέλλουσα θνητῷ συμπλέκεσθαι σώματι, καὶ ζῶον ἓν θνητὸν μετ' αὐτοῦ συμπληροῦν, ἀλόγους προὐβάλλετο ζωάς· τὰς μὲν γνωστικὰς, αἰσθήσεις τε, καὶ φαντασίας· τὰς δὲ ὀρεκτικὰς, θυμὸν, καὶ ἐπιθυμίαν· δι' ὧν τὸ θνητὸν ζῶον ἔμελλε γνῶσίν τε ἔχειν τὴν ἑαυτῷ σύστοιχον, ἣν ἔχει καὶ τὰ ἄλογα ζῶα, καὶ τὸ ἀποῤῥέον ἀεὶ διὰ τροφῆς ἀνυφαίνειν, καὶ διὰ τῆς τοῦ ὁμοίου γεννήσεως τὴν ἀϊδιότητα τοῦ γένους φυλάττειν, καὶ τὰ βλάπτοντα ἀμύνεσθαι· ἅπερ οὐκ ἂν ὑπῆρξε τῷ θνητῷ ζώῳ, μὴ συμπληρωθέντι ταῖς ἀλόγοις ταύταις δυνάμεσι. Τίς γὰρ ἂν, καὶ μάλιστα τῶν καθαρειοτέρων, ἠνέσχετο τοσοῦτον χρόνον ἐσθίειν καὶ ἀποπατεῖν, ὡς ἄλογον ζῶον, μὴ ἐρεθιζόμενος ὑπὸ τῆς ἀλόγου ὀρέξεως; τίς δ' ἂν κύημα τηλικοῦτον, τοσοῦτον χρόνον ἐβάσταζε, μὴ τῆς παροίστρου ταύτης ἐπιθυμίας ἀναφλεγούσης, καὶ τῆς τοῦ γένους διαδοχῆς; Ἀλλὰ ταῦτα μὲν, ἤδη καὶ πρότερον εἰρημένα, ἀρκεῖ δηλῶσαι, ὅτι διὰ τὸ ἀγαθὸν καὶ πρὸς σύστασιν τοῦ ζώου αἱ ἄλογοι ὀρέξεις ἐδόθησαν· καὶ οὔπω οὐδὲν κακὸν ἀναφαίνεται.

   Ἡ δὲ λογικὴ ψυχὴ, κρείττων οὖσα κατ' οὐσίαν τοῦ τε σώματος καὶ τῆς ἀλόγου ζωῆς, καὶ ἀρχικὴν ἔχουσα πρὸς ταῦτα φύσιν, ὅταν μὲν φυλάττῃ πρὸς αὐτὰ τὴν ἑαυτῆς τάξιν, ἐξῃρημένη τε αὐτῶν, καὶ ὡς ὀργάνῳ κεχρημένη, καὶ τὸ ἀγαθὸν τῆς ὑπουργίας αὐτῶν εἰς τὸ ἑαυτῆς ἀγαθὸν ἀναφέρουσα· τότε πάντα ἀγαθά ἐστι, καὶ οὐδαμοῦ κακὸν οὐδὲν παραφύεται. Ἐὰν δὲ, καὶ αὐτῆς τῆς πρὸς τὸ κρεῖττον ὁμοιότητος ἐπιλαθομένη ἡ ψυχὴ, τὸ μὲν ἀρχικὸν ἀποβάλῃ σκῆπτρον, τῆς ἀρχικῆς δυνάμεως ἀμελήσασα, ῥέψῃ δὲ ὅλη πρὸς τὸ σῶμα καὶ τὰς ἀλόγους ζωάς· ὅπερ πάσχει μάλιστα, τὸ σφοδρὸν καὶ καταπληκτικὸν τῆς ἡδονῆς τῶν ἀλόγων ὀρέξεων τοῦ καθαροῦ καὶ προσηνοῦς τῶν λογικῶν προτιμήσασα, καὶ ὅλη ἐνδοῦσα τῇ ἀλογίᾳ, ὡς ἐκείνην ἑαυτὴν ἡγεῖσθαι· τότε παρὰ φύσιν ἀλόγως ἐνεργούσης τῆς λογικῆς, καὶ παρὰ τὴν αὐτῆς ἀξίαν, τὴν ἀρχικὴν καὶ δεσποτικὴν, αἱρουμένης δουλεύειν καὶ ἄρχεσθαι, τότε τὸ κακὸν ἀναφύεται· οὔτε ἐν τῷ κρείττονι καθ' αὑτὸ ὄντι χώραν ἔχον, οὔτε ἐν τῷ χείρονι ἐφ' ἑαυτοῦ μένοντι· ἀλλ' ὅταν τὸ κρεῖττον τῷ χείρονι συμπλακὲν, ἀμέτρως τὴν πρὸς τὸ χεῖρον ἀντὶ τῆς πρὸς τὸ κρεῖττον ὁμοιότητος ἀναδέξηται. Τοῦτο δὲ πάσχει οὐκ ἀναγκαζομένη [διὰ] τὸ αὐτεξούσιον αὐτῆς καὶ τὸ ἐφ' ἡμῖν· ἡ γὰρ αἵρεσις, ἐφ' ἡμῖν· ἡμέτερον ἔνδοθεν οὖσα κίνημα.

   Καί μοι πρόσεχε τὸν νοῦν ἐνταῦθα, μή τι παραλογισθεὶς [79] αὐτὸς, καὶ σὲ συνεξαπατήσω τὸν ἐντυγχάνοντα. Ὅτι μὲν γὰρ ἡ αἵρεσις καὶ προαίρεσις, τῆς ψυχῆς οἰκεῖόν ἐστιν ἔνδοθεν κίνημα, καὶ ὑπ' οὐδενὸς ἔξωθεν ἀναγκαζόμενον, καὶ προφανές ἐστιν, οἶμαι, καὶ εἴρηται καὶ δέδεικται πρότερον. Καὶ, ὅτι κατὰ αἵρεσιν καὶ προαίρεσιν ἡ ψυχὴ ποτὲ μὲν τὸ κρεῖττον ἐκλέγεται, ποτὲ δὲ τὸ χεῖρον ἀντὶ τοῦ κρείττονος, δέδεικται οἶμαι σαφῶς, ἐκ τοῦ, καὶ τὸν θεὸν, καὶ τοὺς καλῶς κειμένους νόμους, καὶ τῶν ἀνθρώπων τοὺς ἔμφρονας, τὰς ἀγαθὰς καὶ κακὰς ἀνθρώπων πράξεις μὴ τοῖς ἔργοις κρίνειν, ἀλλὰ ταῖς προαιρέσεσι· καὶ τιμᾷν καὶ κολάζειν, καὶ ἐπαινεῖν καὶ ψέγειν, εἰς μόνην τὴν προαίρεσιν ἀποβλέποντας, ὡς αὐτεξούσιον καὶ ἐφ' ἡμῖν οὖσαν. Διὸ τὰ βίᾳ πραττόμενα, κἂν χαλεπώτατα ᾖ, συγγνώμης ἀξιοῦσι· καὶ τὴν ἁμαρτίαν οὐ τῷ πράττοντι, ἀλλὰ τῷ βιαζομένῳ λογίζονται· διότι οὗτος μὲν κατὰ προαίρεσιν ἐβιάσατο, ἐκεῖνος δὲ παρὰ προαίρεσιν ἔπραξεν. Εἰ οὖν τοῦ κακοῦ ἡ προαίρεσις αἰτία, τῆς ψυχῆς αὐτοθελὴς οὖσα ἐνέργεια, καὶ οὐ βίᾳ ὠθουμένη· τί ἂν ἄλλο τοῦ κακοῦ λέγοιμεν αἴτιον, ἢ τὴν ψυχήν; καὶ αὐτὴν δὲ, οὐχ ὡς κακοῦ (οὐδὲν γὰρ αἱρεῖται τὸ κακὸν ὡς κακόν), ἀλλ' ὡς φαινομένου μὲν ἀγαθοῦ, κρύπτοντος δὲ ἐν αὐτῷ τὸ κακὸν, ὅπερ ἀνάγκη μετὰ τοῦ φαινομένου λαβεῖν ἀγαθοῦ. Καὶ εἴρηται καὶ περὶ τούτου πρότερον.

   Ἔχοντες οὖν τὴν αἰτίαν τοῦ κακοῦ, λαμπρᾷ τῇ φωνῇ βοῶμεν, ὅτι ὁ θεὸς κακίας ἀναίτιος· διότι τὸ κακὸν ἡ ψυχὴ ἐνεργεῖ αὐτεξουσίως, καὶ οὐχ ὁ θεός. Εἰ μὲν γὰρ βίᾳ τὸ κακὸν ἔπραττεν ἡ ψυχὴ, τάχα ἄν τις τὸν θεὸν ᾐτιάσατο, τὸν ἀναιτίως αὐτὴν συγχωρήσαντα βιασθῆναι· καίτοι οὐδὲ κακὸν ἦν τὸ βίᾳ πραττόμενον. Κατὰ προαίρεσιν δὲ αὐτὸ αἱρουμένη, αὐτὴ ἂν αἰτία λέγοιτο δικαίως. Εἰ γὰρ λέγοι τις, μηδὲ αὐτῇ συγχωρεῖν τὸν θεὸν ὀφείλειν αἱρεῖσθαι τὸ κακὸν, ἓν τῶν δύο λέγει· ἢ, ὅτι πεφυκυῖαν αὐτὴν ποτὲ μὲν τὸ ἀγαθὸν αἱρεῖσθαι, ποτὲ δὲ τὸ κακὸν, ἀναγκάζειν ἔδει μηδέποτε αἱρεῖσθαι τὸ κακόν· ἢ, ὅτι τοιαύτην ἐχρῆν ὑποστῆσαι, ὡς μηδὲ πεφυκέναι ποτὲ τὸ κακὸν αἱρεῖσθαι. Ἀλλὰ τὸ μὲν πρῶτον αὐτόθεν ἄλογον. Μάτην γὰρ ἡ αἵρεσις ἐφ' ἑκατέρου πεφυκυῖα ἐγίνετο, εἰ μηδέποτε ἐξῆν αὐτῇ πρὸς ἑκάτερον ἐνεργεῖν. Ἀλλ' οὐδὲ αἵρεσις ἦν ἔτι, παρούσης ἀνάγκης· ἐναντίως γὰρ ἔχει πρὸς τὴν ἀνάγκην ἡ αἵρεσις.

   Ὁ δὲ δεύτερος λόγος πρῶτον μὲν ἐννοείτω, ὅτι οὐδεμία τοῦ κακοῦ οὐδέποτέ ἐστιν αἵρεσις· ἔπειτα, ὅτι συμβουλεύειν ἔοικε, τὴν αὐτεξούσιον ταύτην τῆς ψυχῆς οὐσίαν, τὴν αὐτοθελῶς καὶ ἄνευ βίας ποτὲ μὲν τὸ ἀληθῶς ἀγαθὸν αἱρουμένην, ποτὲ δὲ τὸ φαινόμενον, ἀνελεῖν ἀπὸ τοῦ κόσμου, [ἢ ὡς οὐκ ἀγαθὸν,] ἢ ὡς μέγα τι κακὸν οὖσαν· καὶ οὐ λογίζεται, πόσων ἀγαθῶν νομιζομένων ἐν τῷ κόσμῳ μεῖζόν τε καὶ τιμιώτερόν ἐστιν ἀγαθὸν ἡ αὐτεξουσιότης. Πάντων γὰρ τῶν ὑπὸ σελήνην ὑπερέχει τοῦτο· καὶ οὐδεὶς ἂν ἕλοιτο φυτὸν ἢ ζῶον ἄλογον ὁποιονοῦν γενέσθαι μᾶλλον ἢ ἄνθρωπος. Πῶς οὖν ἔμελλε, τῶν ἐλαττόνων ἀγαθῶν ὑπὸ θεοῦ παραγενομένων, [80] τὸ μεῖζον ἐκείνων μὴ παραγενέσθαι; ἔπειτα, ὅπερ εἴρηται καὶ πρότερον, ἀναιρουμένης ἀπὸ τῶν ὄντων τῆς ἐφ' ἑκάτερα ῥοπῆς τῶν ψυχῶν, ἀνάγκη καὶ τὰς πολυτιμήτους ἀνθρωπίνας ἀρετὰς συναναιρεῖσθαι, καὶ τὸ εἶδος ὅλον τὸ ἀνθρώπειον. Οὐ γάρ ἐστιν ἔτι σωφροσύνη καὶ δικαιοσύνη ἀνθρωπίνη, εἰ μὴ καὶ παρατρέπεσθαι πέφυκεν· ἀπαράτρεπτός τε οὖσα, ἀγγελική τις ἂν ἦν, ἢ θεία, καὶ οὐκ ἔτι ἀνθρωπίνη. Ἐκ δὴ τούτου τοῦ λόγου, ἀναγκαία δείκνυται ἡ παρατροπὴ, καὶ τὸ κατ' αὐτὴν λεγόμενον κακόν· εἴπερ ἄνευ ταύτης οὐκ ἂν παρῆλθον εἰς τὰ ὄντα αἱ ἀρεταὶ αἱ ἀνθρώπιναι, οὐδὲ τὸ εἶδος ὅλως τοῦ ἀνθρώπου.

   Ὥστε, κἂν ὑπὸ θεοῦ λέγῃ τις παραχθῆναι τὴν παρατροπὴν ταύτην, καθόσον ἀναγκαία ἐστὶ πρὸς τὴν τῶν τοσούτων ἀγαθῶν τῶν παρατρέπεσθαι πεφυκότων ὑπόστασιν, οὐκ ἂν κακοῦ λέγειν αἴτιον αὐτὸν νομίζοιτο δικαίως. Καὶ γὰρ τὸν ἰατρὸν σήποντα τὰ ἀποστήματα, καὶ τέμνοντα τὸ σῶμα, καὶ καίοντα καὶ ἀποκόπτοντα τὰ μόρια, οὐδεὶς νόσου λέγει ποιητικὸν, ἀλλ' ὑγιείας· ἐπειδὴ ἀδύνατον ἦν χωρὶς τούτων ἐκείνους ὑγιασθῆναι τοὺς ἀνθρώπους. Ἀλλὰ καὶ ἡ θεία δίκη τὸ τιμωρὸν εἶδος τῆς δικαιώσεως, τὸ ἐπιτρίβον καὶ αὖξον τὰ πάθη τῆς ψυχῆς, μέχρι τινὸς τοιούτου ἐπάγει, διὰ τὸ μὴ δύνασθαι ἄλλως ἰαθῆναι, εἰ μὴ ἐνεργήσει πρῶτον, ἢ πολλάκις ἐνίοτε, κατὰ τὴν μανιώδη ἑαυτῆς ὄρεξιν. Διὸ καὶ οἱ παιδαγωγοῦντες καλῶς οὐ μέχρι παντὸς ἐναντιοῦνται ταῖς τῶν παίδων ὀρέξεσιν, ἀλλ' ἐνδιδόασι πολλάκις, καὶ συνεργοῦσιν ἐνίοτε· ὡς μὴ δυναμένης τῆς ψυχῆς ἐκείνης ἐξεμέσαι τελέως τὰ τοιαῦτα πάθη, εἰ μὴ ἐνεργήσει ποτὲ κατ' αὐτὰ, καὶ κορεσθῇ τῆς ἐνεργείας. Καὶ οὔτε τὸν παιδαγωγὸν τοῦτον, οὔτε τὴν θείαν δίκην κακοῦ λέγομεν αἰτίαν, ἀλλ' ἀγαθοῦ· διότι τοῦ ἀγαθοῦ ἕνεκα γίνεται. Καὶ γὰρ τὰ πρὸς σωφροσύνην τείνοντα ἐπιτηδεύματα, σωφρονικὰ λέγομεν, καὶ τὰ πρὸς ὑγίειαν ὑγιεινά. Πᾶσα δὲ πρᾶξις εἰδοποιεῖται τῷ τέλει, οὗ ἕνεκα γίνεται. Ὥστε ὁ θεὸς, τοῦ ἀναγκαίου τῆς παρατροπῆς εἰ γίνοιτό πως αἴτιος, οὐκ ἂν λέγοιτο δικαίως αἴτιος εἶναι κακοῦ.

   Πῶς δὲ καὶ αὐτοῦ τοῦ ἀναγκαίου τῆς παρατροπῆς αἴτιος, ἄξιον ἰδεῖν· ὅτι, οὐχ ὡς αὐτὸς ἐνεργῶν τὴν παρατροπήν· μὴ γένοιτο· ἀλλ' ὡς ἐνδιδοὺς τῷ αὐτεξουσίῳ τὸ τοιοῦτον τῆς ψυχῆς, ἵνα καὶ χώραν ἐν τῷ παντὶ τὸ τοιοῦτον εἶδος ἔχῃ, καὶ τὰ ἀγαθὰ τοσαῦτα ὑποστῇ, μὴ δυνάμενα χωρὶς τῆς παρατροπῆς ὑποστῆναι. Αἴτιος δὲ κυρίως ἐστὶ τῆς αὐτεξουσίου ταύτης οὐσίας, ἀγαθῆς οὔσης, καὶ πολλῶν ἀγαθῶν τῶν ἐν τῷ κόσμῳ τιμιωτέρας· ἧς ἐνέργεια παθητική ἐστιν ἡ παρατροπὴ, θελούσης, καὶ οὐκ ἀναγκαζομένης. Ὅτι δὲ ἀγαθή ἐστιν ἡ αὐτεξούσιος αὕτη οὐσία, κἂν παρατρέπεσθαί ποτε πέφυκε, δῆλον οἶμαι καὶ ἐξ ὧν οἱ τὴν ἀρχὴν τοῦ κακοῦ τιθέντες, διὰ τὸ ἀναίτιον τοῦ κακοῦ τὸν θεὸν ἀποφαίνειν, λέγουσι. Καὶ γὰρ καὶ οὗτοι, οὐ μόνον παράγεσθαι τὴν ψυχὴν ὑπὸ τοῦ θεοῦ λέγοντες, ἀλλὰ καὶ μέρος αὐτὴν ἢ μέλος τοῦ θεοῦ κομπάζοντες εἶναι, [81] πεφυκυῖαν αὐτὴν κακύνεσθαι παραδιδόασιν. Εἴτε οὖν κατὰ προαίρεσιν αὐτὴν κακύνεσθαι λέγουσιν· (ὅπερ ἀκολουθεῖ τοῖς λέγουσιν, ἐφ' ἡμῖν εἶναι τὸ νικῆσαι τὸ κακὸν ἢ ὑπ' αὐτοῦ ἡττηθῆναι, καὶ διὰ τοῦτο καὶ δίκας ἀπαιτεῖσθαι τὸν ἡττώμενον, καὶ ἀμοιβῶν ἀξιοῦσθαι τὸν νικήσαντα· ταῦτα γὰρ λέγοντες, οὐκ ἐφιστάνουσιν ὅμως, ὅτι τούτοις ἀδύνατον συνᾴδειν τὸ ἔξωθεν ὠθεῖσθαι πρὸς τὸ κακὸν τὴν ψυχήν·) ἁπλῶς δ' οὖν, εἴτε κατὰ προαίρεσιν αὐτὴν κακύνεσθαι λέγουσιν, εἴτε ἔξωθεν ὠθουμένην, πεφυκυῖα πάντως κακύνεσθαι κακύνεται· εἰ γὰρ μὴ ἐπεφύκει, οὐκ ἂν ἐκακύνθη. Τοιγαροῦν, οὔτε τὸ πρῶτον ἀγαθὸν κακύνεσθαι λέγουσιν, ἐπεὶ μηδὲ πέφυκεν ὅλως, οὔτε τὰ ἄλλα ἀγαθὰ τὰ προσεχῶς αὐτῷ συνόντα, τὴν Μητέρα τῆς ζωῆς, ὡς λέγουσι, καὶ τὸν Δημιουργὸν, καὶ τοὺς ἐκεῖ Αἰῶνας. Ὥστε καὶ οὗτοι πεφυκυῖαν κακύνεσθαι τὴν ψυχὴν ὑπὸ τοῦ θεοῦ παράγοντες, διὰ τὸ μὴ κακὴν εἶναι τὴν τοιαύτην οὐσίαν, ἀλλ' ἀγαθὴν, οὐ λέγουσιν αἴτιον τοῦ κακοῦ τὸν θεὸν εἶναι.

   Ἀλλὰ περὶ μὲν τῆς τῶν κακῶν ὑποστάσεως, ἀρκείτω τὰ εἰρημένα πρὸς τὸ παρόν. Λοιπὸν δὲ χρὴ τὴν τοῦ Ἐπικτήτου ῥῆσιν ἐπισκέψασθαι, καὶ ἰδεῖν, ὅπως τὰ διὰ τοσούτων εἰρημένα περὶ τοῦ κακοῦ, δι' ὀλίγων ἡμῖν αὐτὸς συλλαβὼν ἐπεδείξατο. Τῆς γὰρ τῶν ἠθῶν εὐαγωγίας περὶ τὴν αἵρεσιν τοῦ ἀγαθοῦ καὶ τὴν φυγὴν τοῦ κακοῦ καταγινομένης, ἀναγκαῖον ἦν ἐπιδεῖξαι τὴν φύσιν τοῦ κακοῦ καινοπρεπῆ τινα οὖσαν. Καὶ γάρ ἐστί πως, καὶ οὐκ ἔστι· παρυπόστασις οὖσα, καὶ οὐχ ὑπόστασις. Διὸ καὶ φευκτὴ τελέως, ὅτι προηγουμένην ὑπόστασιν οὐκ ἔχει. Καὶ διὰ τοῦτο οὐδὲ ἔστι τινὶ αἱρετὴ, καὶ οὐδενί ἐστι σκοπὸς τῷ ποιοῦντι. Καὶ γὰρ τῷ οἰκοδόμῳ τῷ οἰκίαν οἰκοδομοῦντι, σκοπός ἐστι καὶ τέλος ἡ οἰκία, δι' ἣν οἰκοδομεῖ· καὶ τῷ τέκτονι ἡ θύρα, δι' ἣν τεκταίνει· οὐδὲν δὲ τοῦ κακοῦ ἕνεκα ποιεῖται. Καὶ ἔστιν ὁ τοῦ Ἐπικτήτου συλλογισμὸς, ἐν βραχεῖ τοιοῦτος· Τὸ κακὸν, ἀποτυχία σκοποῦ ἐστι. Τὸ προηγουμένως κατὰ φύσιν ἐν τῷ κόσμῳ γινόμενον, σκοπός ἐστι τῷ ποιοῦντι· καὶ τέλος, ἡ ἐπιτυχία αὐτοῦ· καὶ ὅταν γένηται, τυγχάνει τοῦ σκοποῦ ὁ ποιῶν. Εἰ οὖν τὸ προηγουμένως κατὰ φύσιν ἐν τῷ κόσμῳ γινόμενον οὐκ ἔστιν ἀποτυχία σκοποῦ, (ἐπιτυχία γάρ ἐστι,) τὸ δὲ κακὸν ἀποτυχία σκοποῦ ἐστι· δῆλον, ὅτι καὶ τὸ κακὸν οὐ γίνεται προηγουμένως ἐν τῷ κόσμῳ. Καὶ ὅτι μὲν ἀποτυχία σκοποῦ ἐστι τὸ κακὸν, δῆλον ἐκ τῶν περὶ αὐτοῦ ῥηθέντων. Σκοπὸν γάρ τις θέμενος, ὡς ἀγαθὸν, τὴν ἡδονὴν, τοξεύει ἐπ' αὐτὴν, ὡς ἐπὶ ἀγαθόν. ἤτοι ἐπιτρέχει αὐτῇ βέλους ταχύτερον, τῇ γε φαντασίᾳ· καὶ μὴ ἐπιτυχὼν ἀγαθοῦ, ἀλλὰ παραλλάξας αὐτὸ, καὶ παρατραπεὶς ἐπ' αὐτοῦ, δῆλον ὅτι ἀποτυγχάνει τοῦ σκοποῦ, κακυνόμενος. Ὅτι δὲ τὰ προηγουμένως ἐν τῷ κόσμῳ γινόμενα σκοπὸς γίνεται τοῦ ποιοῦντος, καὶ τέλος ἡ ἐπιτυχία αὐτῶν, δῆλον ἐξ ὧν εἶπον περὶ τοῦ οἰκοδόμου καὶ τοῦ τέκτονος. Πᾶν γὰρ τὸ γινόμενον σκοπὸς τοῦ ποιοῦντός ἐστιν, εἰς ὃν ἀποβλέπων, ὥσπερ βέλη, τὰς ἑαυτοῦ ἐνεργείας ἐκτείνει ἐπ' αὐτόν· καὶ τέλος ἔχει τὸ [82] ἐπιτυχεῖν τοῦ σκοποῦ. Εἰπὼν δὲ οὕτως, Οὐδὲ κακοῦ φύσις ἐν κόσμῳ γίνεται· διὰ τοῦ τῆς φύσεως ὀνόματος τὸ κατὰ φύσιν καὶ προηγουμένως ὑφιστάμενον ἐδήλωσε.

   Καὶ εἴπερ οὕτω τις ἐδέξατο τὸν συλλογισμὸν, τὴν ἐλάττονα πρότασιν θεὶς διὰ τοῦ, Ὥσπερ σκοπὸς πρὸς τὸ ἀποτυχεῖν οὐ τίθεται· (τοῦτο γὰρ σημαίνει, ὅτι τὸ κακὸν ἀποτυχία σκοποῦ ἐστι·) καὶ παραλιπὼν τὴν μείζονα, τὴν λέγουσαν, ὅτι τὸ προηγουμένως ἐν τῷ κόσμῳ γινόμενον οὐκ ἔστιν ἀποτυχία σκοποῦ· (ἐπιτυχία γάρ ἐστι·) συμπέρασμα ἐπήγαγεν, ὅτι τὸ κακὸν οὐ γίνεται προηγουμένως καὶ κατὰ φύσιν ἐν τῷ κόσμῳ. Δύναται δὲ καὶ ὡς συνημμένον ἀκούεσθαι τὸ ληφθὲν τοιοῦτον· εἰ σκοπὸς πρὸς τὸ ἀποτυχεῖν οὐ τίθεται, κακοῦ φύσις ἐν κόσμῳ οὐ γίνεται· εἰ γὰρ ἐγίνετο, σκοπὸς ἂν ἦν τῷ ποιοῦντι, πρὸς ὃν ἀποβλέπων ἐποίει· σκοπὸς δὲ πρὸς τὸ φυγεῖν αὐτό· φευκτὸν γὰρ τὸ κακόν. ὥστε οὐ πρὸς τὸ τυχεῖν, ἀλλὰ πρὸς τὸ ἀποτυχεῖν αὐτοῦ ἐτίθετο. Εἰ οὖν σκοπὸς πρὸς τὸ ἀποτυχεῖν αὐτοῦ οὐ τίθεται, οὐδὲ κακοῦ φύσις ἐν κόσμῳ γίνεται.

   [IN CAP. XXVIII.] Πολλὴν ἐνέργειαν ἐποίησεν ἡ σύγκρισις τοῦ ἐπιτρέποντος ἄλλου, πρὸς ἐμὲ ἐπιτρέποντα· καὶ τοῦ σώματός μου, πρὸς τὴν ψυχήν μου. Χεῖρον γάρ ἐστιν ὑφ' ἑαυτοῦ βλάπτεσθαι, ἤπερ ὑπ' ἄλλου. Εἰ γὰρ μᾶλλον δυσχεραίνομεν ὑπὸ φίλων βλαπτόμενοι, ἢ ὑπὸ τῶν τυχόντων, διὰ τὴν φαντασίαν τῆς οἰκειότητος, καὶ τὸ παρ' ἐλπίδα συμβαίνειν· πολὺ ἂν ἀτοπώτερον εἴη, τὸ αὐτὸν ἑαυτὸν βλάπτειν. Καὶ, εἰ τοῦ σώματος βλαπτομένου δυσχεραίνομεν, πολὺ μᾶλλον ἔδει δυσχεραίνειν, τῆς ψυχῆς ἡμῶν. Εἰ δὲ τὸ μὲν ἄλλον τινὰ ἐπιτρέψαι τὸ σῶμα ἡμῶν τῷ ὑπαντῶντι, ἢ μὴ ἐπιτρέψαι, οὐκ ἔστιν ἐφ' ἡμῖν· τὸ δὲ ἡμᾶς ἐπιτρέψαι τὴν γνώμην ἡμῶν τῷ τυχόντι, ἵνα, ἐὰν ἐκεῖνος λοιδορήσῃ ἢ ὑβρίσῃ, αὐτὴ ταραχθῇ καὶ συγχυθῇ, ἢ μὴ ἐπιτρέψαι τοῦτο παθεῖν, ἐφ' ἡμῖν ἐστιν· ἀμφότερον αἰσχύνης ἄξιον, τὸ δυσχεραίνειν μὲν τὸ μήτε ἐφ' ἡμῖν ὂν, μήτε εἰς ἡμᾶς γινόμενον κακὸν, ἐνδιδόναι δὲ ἑκόντας τὸ ἡμέτερον κακὸν, ἐφ' ἡμῖν ὂν μὴ ἐνδοῦναι. Καὶ καλῶς οὐκ εἶπεν, Οὐ δυσχεραίνεις τούτου ἕνεκα· διότι δυσχεραίνομεν μὲν καὶ ἀγανακτοῦμεν ἐφ' οἷς ἄλλοι ποιοῦσιν εἰς ἡμᾶς κακοῖς, αἰσχυνόμεθα δὲ ἐφ' οἷς αὐτοὶ ποιοῦμεν εἰς ἄλλους. Ἔτι δὲ μᾶλλον αἰσχύνεσθαι χρὴ, ἐὰν εἰς ἑαυτούς· καὶ ἔτι μᾶλλον, ἐὰν ἐφ' ἡμῖν ᾖ τὸ μὴ ποιῆσαι. Αἰσχύνεται δὲ ὁ συναισθόμενος τοῦ αἴσχους τῶν κατὰ προαίρεσιν οἰκείων ἁμαρτημάτων. Τί δ' ἂν εἴη αἴσχιον τοῦ μὴ δύνασθαι τῆς παρατεθείσης ἐνεργοῦς συγκρίσεως ταύτης τὰς διαφορὰς ἰδεῖν;

   [IN CAP. XXX.] Καθήκοντά ἐστι τὰ γινόμενα κατὰ τὰ ἥκοντα καὶ ἐπιβάλλοντα καὶ κατ' ἀξίαν προσήκοντα ἑκάστοις· καὶ ταῦτά ἐστι τὰ τῆς δικαιοσύνης ἔργα τῆς τὴν ὅλην ἀρετὴν περιεχούσης. Ἔστι γὰρ δικαιοσύνη, ἡ μὲν, ἀντιδιῃρημένη πρὸς τὰς ἄλλας ἀρετάς· ἡ δὲ, πάσας ἐν ἑαυτῇ συλλαβοῦσα. Δικαιοσύνη γάρ ἐστι, τὸ τὰ κατ' ἀξίαν ἑκάστοις ἀποδιδόναι. Διὸ καὶ ἡ ἠθικὴ εὐαγωγία, καὶ ἡ πολιτικὴ περὶ τὰ καθήκοντα ἀναστρέφονται· [83] ἡ μὲν, δικαιοσύνη ψυχῆς οὖσα, καὶ τὸ καθῆκον ἑκάστῳ τῶν μερῶν τῆς ψυχῆς ἀφορίζουσα· ἡ δὲ, δικαιοσύνη πόλεως, καὶ αὐτὴ τῶν τῆς πόλεως μερῶν ἑκάστῳ τὸ πρὸς ἀξίαν ἀποδιδοῦσα. Παιδεύσας τοίνυν τὸν ἀκροατὴν διὰ τῶν προτέρων παραγγελμάτων, καὶ αὐτῶν περὶ τὰ καθήκοντα γινομένων, ἐντεῦθεν λοιπὸν αὐτῷ τὴν τέχνην τὴν περὶ τὰ καθήκοντα παραδίδωσι, πῶς ἐστιν εὑρίσκειν τε αὐτὰ, καὶ ἐργάζεσθαι. Καὶ ἅπερ ἄλλοι διὰ πολυστίχων πραγματειῶν συνέταξαν, οἱ μὲν Περὶ Καθηκόντων τὰς πραγματείας ἐπιγράψαντες, οἱ δὲ Περὶ τῶν ἐν τοῖς πρακτικοῖς Καλῶν, ὥσπερ Νικόλαος ὁ Δαμασκηνός· ταῦτα οὗτος ἐν ὀλίγοις στίχοις, μετὰ δραστικῆς ἐμφάσεως, καὶ ἐνεργείας κινούσης τὰς ψυχὰς, παραδέδωκε.

   Ταῦτα δὲ τὰ καθήκοντά ἐστιν, ὡς καθόλου [εἰς] μέρη διελεῖν αὐτὰ, τὰ μὲν, πρὸς ἀνθρώπους, καὶ ὅλως πρὸς τὰ ὅμοια· τὰ δὲ, πρὸς τὰ κρείττονα· τὰ δὲ πρὸς τὰ χείρονα· τὰ δὲ, ἴσως καὶ πρὸς ἡμᾶς αὐτούς. Καὶ τούτων δὲ ἕκαστον πολλὰς ἔχει διαφοράς· ὧν ταῖς κυριωτέραις καὶ αὐτὸς ἐπεξέρχεται, ἀπὸ τῶν πρὸς ἀνθρώπους καθηκόντων ἀρχόμενος. Καὶ καλῶς εὐθὺς ἀπ' ἀρχῆς διδάσκει, πῶς δυνατὸν εὑρίσκειν τὰ καθήκοντα· καὶ [γὰρ] οὐ τὰ αὐτὰ καθήκει πατρὶ καὶ υἱῷ ἀποδιδόναι, οὐδὲ πολίτῃ καὶ ξένῳ, οὐδὲ εὐεργέτῃ καὶ τῷ βλάψαντι, ἀλλὰ ἄλλοις ἄλλα κατὰ τὴν τῶν σχέσεων διαφορὰν, ἣν πρὸς αὐτοὺς ἔχομεν. Ἄλλη γὰρ σχέσις πρὸς πατέρα, ὡς πρὸς αἴτιον, μετὰ θεὸν, καὶ ὁλότητα ἡμῶν, καὶ εὐεργέτην· καὶ ἄλλη πρὸς υἱὸν, ὡς πρὸς αἰτιατὸν, καὶ μέρος πως ἡμέτερον.

   Ἀλλὰ, τί ποτ' ἔστιν ἡ σχέσις, δεῖ πρότερον ἐννοῆσαι, καὶ οὕτω ταῖς διαφοραῖς αὐτῶν ἐπιστῆσαι. Ἡ τοίνυν σχέσις, ὡς κοινῶς εἰπεῖν, σύνταξίς ἐστι τινῶν πρὸς ἄλληλα, φυσικὴ ἢ προαιρετικὴ, ὁμοίων ἢ ἀνομοίων· ἡ μὲν, συναγωγός· ἡ δὲ, διαστατικὴ, μενούσης τῆς περιγραφῆς τῶν ἐν σχέσει ὄντων. Μέση γὰρ ἡ σχέσις ἐστὶ τῶν ἐχόντων τὴν σχέσιν· καὶ ἔχεται ἀλλήλων κατὰ τὴν σχέσιν, ἢ μᾶλλον κατεσχέθη ὑπ' ἀλλήλων· ὥστε καὶ διακριθέντα, καὶ ἄλλα γινόμενα, μὴ τελέως ἀποσπασθῆναι, ἀλλὰ μεῖναι ἀλλήλων ὄντα. Διὸ καὶ ἔστι καὶ λέγεται προσάλληλα, τὰ τὴν σχέσιν ἔχοντα. Ἔστι δὲ σύνταξις φυσικὴ, ὁμοίων συναγωγὸς, ἡ τῶν ἀδελφῶν. Διὸ καὶ ὁμοίως πρὸς ἄλληλα ἀποδίδονται. Ὁ γὰρ ἀδελφὸς, ἀδελφοῦ ἀδελφός· καὶ ὁ ἴσος, ἴσου ἴσος· καὶ ὁ συγγενὴς, συγγενοῦς συγγενής· καὶ ὁ πολίτης, πολίτου πολίτης. Σύνταξις δὲ φυσικὴ, ὁμοίων διαστατικὴ, ἡ τῶν ἀλλοτρίων κατὰ γένος. Καὶ γὰρ καὶ αὐτὴ σύνταξίς ἐστι φυσικὴ, καὶ καθ' ὁμοιότητα. Διὸ καὶ λέγεται προσάλληλα καθ' ὁμοιότητα· ὁ γὰρ ἀλλότριος, ἀλλοτρίου ἀλλότριος. Διαστατικὴ μέντοι ἡ σύνταξις· τὸ γὰρ ἀλλότριον χωριστικὸν τῶν γενῶν ἐστιν, ὥσπερ τὸ συγγενὲς, ἑνωτικόν. Διὰ δὲ τὴν ὁμοιότητα, κἄν τε συναγωγὸς, κἄν τε διαστατικὴ, τὰ καθήκοντα τὰ αὐτά ἐστιν ἐφ' ἑκατέρου πρὸς τὸ ἕτερον. Σύνταξις δὲ φυσικὴ, ἀνομοίων συναγωγὸς, πατρὸς καὶ υἱοῦ πρὸς [84] ἀλλήλους. Καὶ γὰρ φυσική ἐστι συναγωγὸς, ἀνομοίων δὲ, διότι οὐκέτι πρὸς τὸ αὐτὸ ἡ ἀπόδοσις, ὡς ἐπὶ τῶν ἀδελφῶν. Ἐκεῖ γὰρ ἐλέγομεν, ὁ ἀδελφὸς, ἀδελφοῦ ἀδελφός· ἐνταῦθα δὲ, ὁ πατὴρ, υἱοῦ πατήρ· καὶ, ὁ υἱὸς, πατρὸς υἱός. Ἔστιν οὖν αὕτη σύνταξις, φυσικὴ, ἀνομοίων συναγωγός· ἀλλὰ τὸ ἀνόμοιον ἔχει, ὡς αἴτιον καὶ αἰτιατόν. Ἄλλη δέ ἐστι σύνταξις φυσικὴ συναγωγὸς ἀνομοίων, τῶν ὡς ἐναντίων· ὡς ἔχει τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. Καὶ γὰρ ἀνόμοια ὄντα ταῦτα, συνῆκται μὲν πρὸς ἄλληλα, κατὰ δὲ τὴν τοπικὴν ἐναντίωσιν. Σύνταξις δὲ φυσικὴ, ἀνομοίων διαστατικὴ, ὡς τὸ πέρυσι καὶ τὸ τῆτες· σχέσις γὰρ καὶ αὕτη διαστατικὴ κατὰ χρόνον.

   Σύνταξις δὲ προαιρετικὴ, ὁμοίων συναγωγὸς, ἡ τῶν φίλων· διαστατικὴ δὲ, ἡ τῶν ἐχθρῶν. Καὶ γὰρ οἱ ἐχθροὶ συντεταγμένοι μέν εἰσι κατὰ σχέσιν προαιρετικῶς, ὅμοιοι ὄντες. Διὸ καὶ πρὸς τὸ αὐτὸ ἡ ἀπόδοσις· ὁ ἐχθρὸς, ἐχθροῦ ἐχθρὸς, ὥσπερ ὁ φίλος, φίλου φίλος· διαστατικὴ δὲ ἐπὶ τῶν ἐχθρῶν ἡ σύνταξις, ὥσπερ ἐπὶ τῶν φίλων ἑνωτική. Σύνταξις δὲ προαιρετικὴ ἀνομοίων συναγωγὸς, ἡ τοῦ διδάσκοντος καὶ μανθάνοντος, ὡς αἰτίου καὶ αἰτιατοῦ· ὡς δὲ ὑπεναντίων, ἡ τοῦ πιπράσκοντος καὶ ἀγοράζοντος. Σύνταξις δὲ προαιρετικὴ, κατὰ ἀνομοιότητα διαστατικὴ, ἡ τοῦ διώκοντος καὶ τοῦ φεύγοντος· (ὁ γὰρ διώκων, φεύγοντα διώκει·) συντεταγμένη μὲν κατὰ προαιρετικὴν σχέσιν ἀνομοίων, διαστατικῶς δὲ συντεταγμένη. Ἡ μέντοι ἀνδρὸς καὶ γυναικὸς σχέσις, μέση τις ἔοικεν εἶναι τῶν τε φυσικῶν, καὶ προαιρετικῶν, ὡς ἀμφοτέρων μετέχουσα· καὶ κατὰ ἀνομοιότητα ἀποδιδομένη· ὁ γὰρ ἀνὴρ, γυναικὸς ἀνὴρ, καὶ ἡ γυνὴ, ἀνδρὸς γυνή. Μέσην δὲ καὶ οἱ γείτονες ἔχουσι σχέσιν, πρὸς ὁμοιότητα ἀποδιδόμενοι. Τὸ δὲ ἄρχον, καὶ τὸ ἀρχόμενον, τὸ μὲν φυσικόν ἐστιν· (ἄρχει γὰρ ἀεὶ τὸ κρεῖττον τοῦ χείρονος ἐν τῷ παντί·) τὸ δὲ προαιρετικὸν, ὅταν κατὰ σύνταξιν οἱ μὲν πλούσιοι ἄρχωσιν, οἱ δὲ πένητες ἄρχωνται· τὸ δὲ μικτὸν, ὅταν κοινῇ δόξῃ τοὺς φρονιμωτέρους ἄρχειν.

   Τοσούτων οὖν, ὡς τύπῳ φάναι, τῶν σχέσεων οὐσῶν, ἐν ὁποίᾳ ἂν τούτων πρός τινα τύχωμεν ὄντες, ἀπ' αὐτοῦ τοῦ τῆς σχέσεως εἴδους τὸ πρὸς αὐτὸ καθῆκον ἡμῶν ληπτέον, καὶ φυλακτέον· εἴτε καὶ ἐκεῖνος φυλάττει τὸ πρὸς ἡμᾶς καθῆκον, εἴτε καὶ οὔ· καὶ μάλιστα ἐπὶ τῶν φυσικῶν καθηκόντων. Τὴν μὲν γὰρ προαιρετικὴν σχέσιν καὶ ὁ ἕτερος, κακῇ προαιρέσει ἢ ἀγαθῇ χρώμενος, διαλῦσαι δύναται· τὴν μὲν φιλίαν κακῇ, τὴν δὲ ἔχθραν ἀγαθῇ· καὶ γὰρ ἡ προαίρεσις τὴν σχέσιν ταύτην εἰργάσατο· τὴν δὲ φυσικὴν, οὐχ ἡ προαίρεσις, ἀλλ' ἡ φύσις. Διὸ, εἰ μὲν ὁ φίλος ἡμῶν διὰ μοχθηρὰν προαίρεσιν ἐχθρὸς γένηται, ἔλυσε τὴν σχέσιν ἡμῶν, καὶ οὐκ ἔτι ὀφείλομεν αὐτῷ τὰ πρὸς φιλίαν καθήκοντα, οὐκ ἔτι φίλῳ εἶναι βουλομένῳ, ἀλλ' ἐχθρῷ. Εἰ δὲ πατὴρ μοχθηρᾷ χρῆται τῇ προαιρέσει, τὴν τοῦ πατρὸς σχέσιν οὐκ ἔλυσεν ἡ προαίρεσις· φυσικὴ γὰρ ἐκείνη, καὶ οὐ προαιρετική· καὶ πρὸς πατέρα ἡ τοιαύτη σχέσις, ἀλλ' [85] οὐκ ἀγαθὸν πάντως πατέρα. Κἂν τύχῃ οὖν ὁ πατὴρ κακὸς, ἀλλὰ τὰ τῷ πατρὶ καθήκοντα ἀποδοτέον.

   Χρὴ οὖν ἐπιμελεῖσθαι παντοίως αὐτοῦ, καὶ ὅτι αἴτιος ἡμῖν μετὰ θεὸν τοῦ εἶναι γέγονε, καὶ ὅτι διὰ τὰς ἐπιμελείας αὐτοῦ καὶ συμπαθείας ἐτράφημέν τε, καὶ μέχρι τοῦδε προήλθομεν· καὶ, ὡς δανεισαμένους παρὰ τῶν γονέων τὴν ἐπιμέλειαν, ἀποδιδόναι μετὰ τόκων αὐτοῖς εὐγνωμόνως προσήκει, καὶ τοῖς ἐπιτάγμασιν αὐτῶν προθύμως ὑπουργεῖν πᾶσιν, ὅσα μὴ πρὸς κακίαν Ψυχῆς ἐκκαλεῖται. Ταῦτα γὰρ ἀβαρῶς αὐτοῖς κατὰ τὸ δυνατὸν παραιτητέον, ὡς τῷ πατρὶ τῶν ψυχῶν ἀπαρέσκοντα· καὶ τῶν ἄλλων δὲ χρὴ παραχωρεῖν ἁπάντων, ἢ σώματος, ἢ τῶν ἐκτός. Εἰ γὰρ τοῖς κατὰ τύχην δεσπόταις, ἀργυρίου πριαμένοις, ὑπόκειται καὶ τὰ σώματα τῶν δούλων, καὶ τὰ ὑπάρχοντα, πόσῳ μᾶλλον τοῖς κατὰ φύσιν γενομένοις αἰτίοις τοῦ εἶναι; ὥστε καὶ τυπτόντων ἀνέχεσθαι πρᾳότερον τῶν ὑπὸ τοῦ δεσπότου τυπτομένων οἰκετῶν· καὶ λοιδορούντων, ἔτι μᾶλλον, καὶ ὑβριζόντων. Οἱ δὲ παλαιοὶ τῶν Ῥωμαίων νόμοι, καὶ πρὸς τὴν τῆς φύσεως ὑπεροχὴν ἀποβλέψαντες, καὶ πρὸς τοὺς πόνους οὓς οἱ γονεῖς ὑπὲρ τῶν τέκνων πονοῦσιν, ἅμα καὶ τοὺς παῖδας παντοδαπῶς ὑποτάξαι βουλόμενοι, καὶ τῇ τῶν γονέων (οἶμαι) φυσικῇ φιλοστοργίᾳ θαῤῥήσαντες· καὶ πιπράσκειν, εἰ βούλοιντο, τοὺς παῖδας τοῖς γονεῦσιν ἐπέτρεψαν, καὶ φονεύειν ἀτιμωρήτως. Οἱ δὲ ἔτι παλαιότεροι τοσοῦτον τοὺς γονέας ἐσέφθησαν, ὡς καὶ θεοὺς αὐτοὺς ὁρμῆσαι καλεῖν· εὐλαβηθέντες δὲ τὴν θείαν ὑπεροχὴν, τοὺς τῶν γονέων ἀδελφοὺς θείους ἐκάλεσαν· ἐνδεικνύμενοι τὴν τάξιν, ἣν τοὺς γονέας ἔχειν πρὸς τοὺς παῖδας τοὺς ἑαυτῶν ὑπελάμβανον. Χρὴ δὲ ἐν τοῖς εἰς τοὺς γονέας καθήκουσι μάλιστα μὲν δι' αὐτὸ τὸ ἀγαθὸν ποιεῖν αὐτὰ, καὶ διὰ τὸ κατὰ φύσιν ἔχουσαν τὴν ἑαυτῶν προαίρεσιν διατηρεῖν· ἤδη δὲ καὶ κατὰ τὴν θείαν ἐννοεῖν δίκην, ὅτι τοιούτους εἰκὸς περὶ ἡμᾶς τοὺς ἡμετέρους παῖδας γενέσθαι, ὁποῖοί τινες ἡμεῖς πρὸς τοὺς γονέας γεγόναμεν.

   Κἂν ἀδελφὸς οὖν ἀδικῇ, σὺ τὴν πρὸς ἀδελφὸν φυσικὴν τῆς σχέσεως σύνταξιν διατήρει, καὶ τὴν ὁμολογίαν, ἣν ὡμολόγησας τῷ παντὶ, πρὸς τούτους, ἀλλὰ μὴ πρὸς ἄλλους γονέας, καὶ ἀδελφοὺς, καὶ συγγενεῖς ἐλθεῖν αἱρησόμενος. Ἐννόει δὲ καὶ, ὅτι τὸ μὲν ἐκεῖνον δικαίως ἢ ἀδίκως σοὶ προσενεχθῆναι οὐκ ἔστιν ἐπὶ σοί· τὸ δὲ σὸν, ἐπὶ σοὶ ἐστί. Διὸ οὐ χρὴ σκοπεῖν, πῶς προσφέρεται, ἀλλὰ τί σὺ ποιῶν κατὰ φύσιν ἕξεις. Οὗ γὰρ κύριος εἶ, τοῦτο σπούδαζε κατὰ τὸ σοὶ προσῆκον διατιθέναι. Ἐν τούτῳ γάρ σου καὶ ἡ ὠφέλεια καὶ ἡ βλάβη. Ἐκεῖνος γὰρ, ὅπως ἂν διαγένηται, σὲ οὐ βλάψει, ἐὰν τὴν ὠφέλειαν καὶ τὴν βλάβην ἐπὶ σοὶ ζητῇς. Εἰ δὲ ἐν τοῖς ἔξωθεν γινομένοις αὐτὴν ἀφορίσῃς, τότε ὑπὸ σεαυτοῦ ἔσῃ βεβλαμμένος, ἀλλ' οὐχ ὑπὸ τοῦ ἀδελφοῦ. Ἐννόει δὲ καὶ, ὅτι, ἐὰν διὰ τῆς σεαυτοῦ πρᾳότητος καὶ στοργῆς καὶ φίλον σεαυτοῦ τὸν ἀδελφὸν κατασκευάσῃς, αἱ δύο σχέσεις μιγνύμεναι θαυμαστὴν ἕνωσιν ἀπεργάζονται.

[86]    Τὰ δὲ περὶ τοὺς τῶν ἀγαθῶν διδασκάλους καθήκοντα, τὰ αὐτά πως τοῖς πρὸς τοὺς γονέας ἐστὶ, μετά τινος τάχα ἐπιτάσεως· ὅτι οἱ τροφεῖς οὗτοι καὶ ἐπιμεληταὶ, οὐ τοῦ σώματος ἡμῶν, ἀλλ' ἡμῶν αὐτῶν εἰσι, καὶ οὐδὲ κατ' ἀνάγκην τὴν φυσικὴν, ὥσπερ οἱ γονεῖς, ἔν τε τοῖς ἀλόγοις ζώοις, καὶ ἐν τοῖς ἀνθρώποις, ἀλλὰ κατὰ προαίρεσιν ἀγαθὴν, μιμουμένην τὴν θείαν ἀγαθότητα, τὴν τὰς ψυχὰς τὰς εἰς γένεσιν πεσούσας ἐκεῖ πάλιν ἐπανάγουσαν ὅθεν προῆλθον. Πλεονάζει δὲ τὰ πρὸς τοὺς διδασκάλους καθήκοντα, τῷ δεῖν πᾶσι τοῖς ὑπὸ τούτων ἐπιταττομένοις, ὡς θεοῦ προστάττοντος, ἀπροφασίστως ὑπηρετεῖν. Ὁ γὰρ τῶν κατὰ φύσιν ἡμῖν προσηκόντων διδάσκαλος, οὐδὲν ἐπιτάξει τῶν μὴ πρὸς τοῦτον τὸν σκοπὸν ἀποτεινομένων. Ἐὰν δὲ οἱ γονεῖς ἡμῖν καὶ διδάσκαλοι τῶν ἀγαθῶν τύχωσιν ὄντες, τότε τῶν δύο σχέσεων συναφθεισῶν, καὶ τὰ καθήκοντα κατ' ἀμφοτέρους ἀποδοτέον, ὡς θεῖόν τινα τύπον προσκυνοῦντας αὐτούς· ὅτι καὶ τοῦ εἶναι, καὶ τοῦ καλῶς εἶναι, καὶ οὗτοι, ὥσπερ ὁ Θεὸς, γεγόνασιν αἴτιοι.

   Τὰ δὲ περὶ τοὺς φίλους καθήκοντα, καὶ τίμια καὶ χρειώδη τυγχάνοντα, συντόμως, ὡς δυνατὸν, ῥητέον. Ἐν οἷς πρώτη μέν ἐστιν, ἡ ἐκλογὴ τῶν φίλων· δευτέρα δὲ, ἡ χρῆσις αὐτῶν, καὶ ἡ διὰ τῆς ἀρίστης χρήσεως φυλακή· ἐξ ὧν ἀποφαίνεται τὸ τῆς φιλίας παντοδαπὸν ἀγαθόν. Τὴν μὲν οὖν ἐκλογὴν ποιεῖσθαι χρὴ, πρῶτον μὲν, εἰς ὁμοιότητα τῶν ἠθῶν ἀποβλέποντα· τὰ γὰρ ἀνόμοια, ἀνάρμοστα πρὸς φιλίαν εἰσὶ, κἂν ἄμφω δόξῃ χρηστά· τὰ γὰρ δὴ ἀραιότερα καὶ σταθηρότερα τῶν ἠθῶν, πρὸς τὰ εὐκίνητα καὶ παράθερμα οὐ συναρμόττει. Δεύτερον δὲ ἀφορᾷν χρὴ, πῶς ἐχρήσατο τοῖς προτέροις ἑαυτοῦ φίλοις οὗτος, ὃν πρὸς φιλίαν ἐκλεγόμεθα. Καὶ τὸ τρίτον, ὃ καὶ πρῶτόν ἐστι, καὶ μέσον, καὶ ἔσχατον, πότερον ὑπὸ τῶν ἀλόγων ἄρχεται παθῶν, ἢ ὁπωσοῦν ὁ λόγος ἐν αὐτῷ κρατεῖ. Τούτῳ δὲ ἀκολούθως τὰς ὀρέξεις ἐπισκεπτέον, πότερον πρὸς τὰ καλὰ καὶ ἀγαθὰ, καὶ τὰ ὑπὸ τῶν ἀγαθῶν ἐπαινούμενα κινοῦνται, ἢ πρὸς τὰ ἡδέα καὶ ἀσχήμονα, καὶ τοῖς συρφετοῖς ἀνθρώποις ἀρεστά. Καὶ ἔτι μέντοι, πότερον εὐήνιοί τινές εἰσιν αἱ ὀρέξεις καὶ ἐκκλίσεις, καὶ τῷ ὀρθῷ λόγῳ ῥᾳδίως πειθόμεναι· ἢ σφοδραί τε καὶ ἀχαλίνωτοι, καὶ τὸ φαινόμενον αὐταῖς ἀρεστὸν ἀεὶ προτιμῶσαι. Αἱ μὲν γὰρ τοιαῦται, πάντα πρὸς τὸ δοκοῦν αὐταῖς βιαζόμεναι, οὐκ εἰσὶ πρὸς φιλικὴν ἕνωσιν ἐπιτήδειοι· ἀλλὰ καὶ τὸ ἀγαθὸν ἐν τοῖς ἐκτὸς τιθέμεναι, χρήμασιν, ἢ σώμασιν, ἢ δόξαις πολιτικαῖς, καὶ αὗται πρὸς φιλίαν ἀνάρμοστοι. Μεριστῶν γὰρ ὄντων τούτων, ὁ σφοδρότερον ὀρεγόμενος, καὶ τὸ πλέον λαμβάνων, τὸ ἔλαττον ἀπολείπει πάντως, ὡς μηκέτι τὸν φίλον τοῦ ἴσου τυχεῖν. Ἀλλ' ἐπὶ μὲν χρημάτων, καὶ σωμάτων, τοῦτο πρόδηλον. Καὶ ὁ δοξοκομπῶν δὲ πάντως καὶ μονοδοξεῖν βούλεται. Τὰ δὲ ψυχικὰ ἀγαθὰ, ἐπιστῆμαι καὶ ἀρεταὶ, ἀμέριστα τοῖς μετέχουσι παρόντα, τοῦ ἑτέρου μετέχοντος, οὐ μειοῦται ἐν τῷ ἑτέρῳ, ἀλλὰ καὶ αὔξεται. Συνεγείρεται γὰρ καὶ συνεκπυροῦται ταῦτα ἐν ταῖς τῶν μετεχόντων [87] ψυχαῖς, καὶ μεταδιδόμενα πολλαπλασιάζεται, καὶ, ὥσπερ ἀπὸ πυρείων παρατριβομένων, ἓν ἐκλάμπει τὸ τῆς ἀληθείας καὶ εὐζωΐας φῶς. Ἔτι δὲ οἱ μὲν πρὸς τὸ ἀληθῶς ἀγαθὸν ἀποτεινόμενοι φίλοι, καὶ πρὸς τὸν ὀρθὸν λόγον ἑαυτοὺς ἀποτείνοντες, ἑνὶ κανόνι χρῶνται διακριτικῷ τοῦ συμφέροντος· κοινὸν γὰρ ἐπ' ἀμφοῖν τὸ ἀγαθὸν, καὶ ὁ ὀρθὸς λόγος εἷς. Κοινοῦ δὲ ὄντος ἐν ταῖς τῶν φίλων ψυχαῖς κανόνος, τοῦ διακρίνοντος τά τε ὠφέλιμα καὶ τὰ βλαβερὰ, καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ, ἑνοῦσθαι πρὸς ἀλλήλους αὐτοὺς ἀνάγκη, καὶ πᾶσαν διάστασιν καὶ ταραχὴν ἐκποδὼν γίνεσθαι. Ἐὰν δὲ μὴ χρῶνται κανόνι ἄμφω κοινῷ τῷ ὀρθῷ λόγῳ, διασπᾶσθαι ἀνάγκη.

   Καὶ ἡ μὲν ἐκλογὴ τῶν φίλων τοιαύτη. Ἡ δὲ χρῆσις αὐτῶν, καὶ ἡ φυλακὴ, ἑνὶ λόγῳ, τὸ ὀρθὸν ἕξει διὰ τοῦ τοῖς φίλοις ἡμῶν οὕτω κεχρῆσθαι, ὡς ἡμῖν ἐκείνους χρῆσθαι βουλόμεθα· καὶ τὰ μὲν ἀφ' ἡμῶν εἰς αὐτοὺς γινόμενα ἀγαθὰ κατασμικρύνειν ἀεὶ ταῖς ἐννοίαις, τὰ δὲ ἀπ' ἐκείνων εἰς ἡμᾶς μείζονα ἡγεῖσθαι. Τὸ δὲ ἐναντίον ἐπὶ τῶν παροραμάτων· τὰ μὲν ἐκείνων κατασμικρύνειν· ἐπὶ δὲ τοῖς ἡμετέροις, ὡς ἐπὶ μείζοσι, μεταγινώσκειν. Ἴδιον δὲ μηδὲν ἔχειν ὑπολαμβάνειν, ὃ μὴ καὶ μᾶλλον ἡμῶν τοῖς φίλοις προσήκει· πρωτείων τε παραχωρεῖν ἡδέως ὡς ἑαυτῷ παραχωροῦντα, εἴπερ ὁ φίλος, ἄλλος ἐγὼ κατὰ τὸν παλαιόν ἐστι λόγον. Ἐπεὶ δὲ καὶ ἀνθρώπους ὄντας ἀνάγκη ποτέ τι ἁμαρτεῖν εἰς ἀλλήλους, χρὴ τὴν ἔνστασιν φυλάττοντα τῆς φιλίας πάσῃ δυνάμει, οὕτω τὸ παροραθὲν ἐπανορθοῦν μετὰ πρᾳότητος, πειθόμενον τῷ χρυσῷ ὄντως ἐκείνῳ παραγγέλματι·

   Μὴ δ' ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρᾶς,

   ὄφρα δύνῃ·

καὶ τὴν συγγνώμην πιστὴν καὶ ἔργῳ καὶ λόγῳ προσφέρειν αὐτῷ· ἵνα μὴ τὸ τῆς ἁμαρτίας συνειδὸς ὕποπτον ποιήσῃ τοῦ λοιποῦ τὴν φιλίαν τῷ ἁμαρτόντι, μὴ πιστεύοντι τὸν ἁμαρτηθέντα τὴν αὐτὴν φυλάττειν προαίρεσιν. Δῆλον δὲ, ὅτι οὐ μόνον τῷ φίλῳ χρὴ, ἀλλὰ καὶ τοῖς τοῦ φίλου, τὰς συμπαθεῖς ἐπιμελείας ἀποδιδόναι· ὥστε καὶ ἐκείνους μηδὲν ἔλαττον οἰκείως ἔχειν πρὸς αὐτὸν νομίζειν, ἢ πρὸς τὸν ἑαυτῶν. Ἀπόντος τε οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἐπιμελεῖσθαι προσήκει· ὅπερ ἐγὼ σύνοιδά τινι τῶν ἐμῶν φίλων. Ἵνα δὲ συντέμω τὸν λόγον, τῆς ἐκλογῆς ὀρθῶς γινομένης, καὶ ἀρχῆς ἀγαθῆς καταβαλλομένης, αὐτὴ λοιπὸν ἡ μετὰ λόγου συμπάθεια πρὸς τὴν χρῆσιν ἄγει τὴν δέουσαν, καὶ τὰ φιλικὰ καθήκοντα ῥᾳδίως διδάσκει· καὶ γὰρ αὐτοφυῶς λοιπὸν, ὡς αὐτῷ, τῷ φίλῳ χρώμενος, ὁ φίλος πάντα ποιήσει τὰ δέοντα.

   Οἷον δὲ κτῆμα, καὶ πόσων ἀγαθῶν αἴτιον ἡ φιλία, μακροῦ μὲν ἂν εἴη λόγου διεξελθεῖν· λεγέσθω δὲ ὅμως ὀλίγα τὰ νῦν ἐπιόντα. Πρῶτον μὲν οὖν, ἑκάτερος τῶν φίλων δύο μὲν ἕξει ψυχὰς, δύο δὲ σώματα. Δῆλον δὲ, ὅτι καὶ τὰ ἐκτὸς κοινά. Εἰ δὲ πλείονές εἰσιν οἱ τοιοῦτοι [88] φίλοι, πολλαπλάσιος ἕκαστος αὐτῶν ἐστι καὶ ψυχαῖς καὶ σώμασι καὶ τοῖς ἐκτός. Ἔν τε οὖν τῇ τῶν ὄντων ζητήσει, μέγα φῶς ἀληθείας ταῖς οὕτως ἡνωμέναις ψυχαῖς ἀναφαίνεται· καὶ ἐν τῇ τῆς ἀρετῆς ἀσκήσει ἀπὸ τῶν ἑκάστου πλεονεκτημάτων, εἰς τὸ κοινὸν ἀγομένων, καὶ συγγυμναζομένων, μία τις ὁλοτελὴς ἀρετὴ κοινῶς τε ἅπασι καὶ ἰδίᾳ ἑκάστῳ παραγίνεται ῥᾳδίως, καὶ ὑπὸ τῶν κρειττόνων ἐλλαμπομένη διὰ τὴν τελειότητα. Βουλαί τε ἀσφαλεῖς ἐν τοῖς πλείοσι τοῖς τοιούτοις, καὶ πράξεις ἄπταιστοι, φρονήσει τε ἅμα καὶ δυνάμει πλουσιώτεραι πραττόμεναι. Ἀποδημῶν δὲ τῶν οἰκείων ὁ φίλος, πάρεστιν αὐτοῖς διὰ τοῦ φίλου παρόντος· καὶ οὐ ζῶν μόνον, ἀλλὰ καὶ ἀποθνήσκων θαῤῥεῖ, ὡς συνδιάγων αὐτοῖς. Ἡδὺ δὲ ὅπως ἐστὶ τὸ χρῆμα. Τί γὰρ ἂν εἴη ἡδύτερον φίλου καὶ ὄψεως καὶ ἀκοῆς, καὶ τῶν ὑπ' αὐτοῦ πραττομένων; πίστις δὲ καὶ θάῤῥος, οὔτε ἐπὶ συγγενείᾳ βεβαίως οὕτω γένοιτ' [ἂν], οὔτε ἐπὶ δυναστείᾳ, ἢ πλήθει χρημάτων, ὡς ἐπὶ φίλοις γνησίοις. Λέγεται γοῦν, ὅτι Ἀλέξανδρος ἐρωτηθεὶς, ποῦ τοὺς θησαυροὺς ἔχει, τοὺς φίλους ὑπέδειξε. Καὶ παιδαγωγὸς δὲ ἄριστος ὁ φίλος. Ὑπ' οὐδενὸς γὰρ οὕτως ἀβαρῶς ἐλέγχεταί τις πλημμελήσας, ὡς ὑπὸ φίλου· οὔτε αἰδούμεθά τινα ἄλλον οὕτως ἐφ' οἷς παραβαίνομέν τι τῶν καλῶς ἐχόντων, ὡς τὸν φίλον. Καὶ τὰς εὐημερίας δὲ καὶ εὐφροσύνας αὔξει παρὼν ὁ φίλος· καὶ τὰς λύπας καὶ φροντίδας οὐδεὶς οὕτως ἐπικουφίζει καὶ παραμυθεῖται, ὡς ὁ φίλος. Καὶ γυμνάσιον δὲ πρὸς τὴν ἀρίστην χρῆσιν τῶν ἀνθρώπων ἐστὶν ἀσφαλές. Καὶ γὰρ πρωτείων τις ἡδέως παραχωρεῖ τῷ φίλῳ, καὶ πλημμελοῦντός τις ἀβαρῶς ἀνέχεται, καὶ τὰ δοκοῦντα ἀπλάστως τις καὶ ἀληθῶς λέγει πρὸς φίλον. Ἀμείβεσθαί τε τὰς εὐεργεσίας καὶ εὐνοίας σπουδάζει προθύμως· καὶ τὸ φιλάνθρωπον δὲ καὶ ἀγαθοειδὲς τῆς ψυχῆς πρὸς οὐδένα οὕτως, ὡς πρὸς φίλον, μετ' εὐφροσύνης ἐκτείνεται. Σύμμαχός τε ἀπροφάσιστος, καὶ ἄχρι θανάτου, οὐδενὶ ἂν γένοιτο τοιοῦτός τις, οἷος τῷ φίλῳ. Καὶ εἰ δυνατὸν ἦν στρατόπεδον ἀπὸ φίλων συνεστάναι, πολλῷ ἂν ἐλάττονες ὄντες οὗτοι, πλείονας ἀντιπάλους ῥᾳδίως κατηγωνίζοντο. Πρὸς τοὺς φίλους οὖν εὐφόρως ἐν τούτοις ἀσκούμενός τις καὶ συνεθιζόμενος ἀπόνως διὰ τὴν φιλικὴν συμπάθειαν, εὐκόλως ἂν αὐτοῖς χρήσαιτο, καιροῦ καλοῦντος, καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους, κατὰ τὸ αὐτῷ προσῆκον. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ ταῖς φυσικαῖς σχέσεσι τὸ ἀσπαστὸν καὶ συμπαθὲς, καὶ μετὰ προθυμίας τῶν καθηκόντων ἀποδοτικὸν, ἡ φιλία παρέχεται. Καὶ γὰρ καὶ ἀδελφοὶ, (καὶ γυνὴ,) καὶ τέκνα, καὶ ἀνὴρ, καὶ γαμετὴ, ἐὰν μὴ φίλοι ὦσιν ἀλλήλων, κἂν πείθωνται τῷ Ἐπικτήτῳ, καὶ τῇ φυσικῇ σχέσει τὸ καθῆκον ἀποδιδῶσιν, ἀλλ' οὐ προθύμως, οὐδὲ μετ' εὐφροσύνης, οὐδὲ τὸ ὅλον ἑκουσίως, ἀλλ' ἀμηγέπη καὶ ὡς ἀναγκαζόμενοι ποιοῦσι· λειτουργίαν τινὰ ἐπικειμένην νομίζοντες ἐκτελεῖν, ἀλλ' οὐκ ἐπιγήθοντες τοῖς γινομένοις, οὐδ' ὡς προηγούμενα αὐτὰ ἀγαθὰ ἀγαπῶντες, ἀλλ' ὡς ἀναγκαίως χρώμενοι, πρὸς τὴν τοῦ καθήκοντος ἀποπλήρωσιν.

[89] Αἴτιον δὲ τοῦ τοσαύτην δύναμιν ἔχειν τὴν σχέσιν τὴν φιλικὴν, τὸ κατὰ προαίρεσιν αὐτὴν ἐπιτελεῖσθαι. Τὰ μὲν γὰρ προαιρέσεως ἐστερημένα, διὰ τῆς φυσικῆς συνδέδεται σχέσεως· τὰ δὲ προαιρετικὰ, μείζονα τῆς φυσικῆς συνδέσεως τὴν προαιρετικὴν ἔχει, ὅτι καὶ τῆς ψυχικῆς οὐσίας ἡ λογικὴ καὶ προαιρετικὴ ὑπερτέρα ἐστὶ, καὶ μᾶλλον τῷ ἑνὶ τῷ πάντα ἑνίζοντι πλησιάζουσα.

   Καὶ ἔστι μὲν μεγάλα καὶ θαυμαστὰ φιλίας ἀγαθὰ καὶ τὰ εἰρημένα, πλὴν ἀνθρώπινα τά γε πλεῖστα αὐτῶν· τὸ δὲ μέγιστον καὶ μάλιστα θεῖον αὐτῆς χρῆμα ἀγνοεῖται· ὅτι ἡ καθαρὰ φιλία, τὰς φίλας ψυχὰς εἰς ἕνωσιν συνάγουσα, μελέτη καλλίστη γίνεται τῆς πρὸς θεὸν ἑνώσεως. Καὶ γὰρ ἀδύνατον, [πρὸ] τῆς πρὸς τὰς ὁμοφύλους ψυχὰς, κρείττονος ἑνώσεως τυχεῖν. Καὶ καλῶς οἱ Πυθαγόρειοι περισσῶς τῶν ἄλλων ἀρετῶν τὴν φιλίαν ἐτίμων, καὶ σύνδεσμον αὐτὴν πασῶν τῶν ἀρετῶν ἔλεγον. Καὶ μιᾶς γὰρ ἡστινοσοῦν τῶν ἀρετῶν ἀπολειπομένης, οὐκ ἐθέλει παραγίνεσθαι φιλία. Τίς γὰρ ἄδικος, ἢ ἀκόλαστος, ἢ δειλὸς, ἢ ἔτι μᾶλλον ἀνόητος, δύναται τὸ τῆς φιλίας ἀγαθὸν ὑποδέχεσθαι; Χρὴ οὖν τὸν βουλόμενον εἶναι φίλον, καθαίρειν ἑαυτὸν, ὅση δύναμις, ἀπὸ τῶν ἀλόγων τῆς ψυχῆς παθῶν, καὶ τότε τὸν ὅμοιον ζητεῖν, καὶ εὑρόντα περιπτύσσεσθαι, τὸ ἥμισυ τὸ ἑαυτοῦ εὑρηκέναι νομίζοντα, κατὰ τὸν Ἀριστοφάνους μῦθον. Ἀλλὰ ταῦτα μὲν τῇ περὶ τὴν φιλίαν ἐπιθυμίᾳ κεχαρίσθω, τῇ κἂν ἐν λόγοις αὐτὴν ἐφιεμένῃ ὁρᾷν, διὰ τὴν παντελῆ σχεδὸν αὐτῆς ἀπὸ τῶν καθ' ἡμᾶς ἀνθρώπων ἀναχώρησιν.

   Ἐπανιτέον δὲ ὅθεν ἐξέβημεν, καὶ τὰς λοιπὰς προσθετέον σχέσεις, ὧν ἐμνημόνευσεν ὁ Ἐπίκτητος. Εἰπὼν γὰρ, δεῖν ἀπὸ τῆς διαφορᾶς τῶν σχέσεων τὴν διαφορὰν τῶν καθηκόντων εὑρίσκειν· Οὕτω, φησὶ, καὶ ἀπὸ τῆς τοῦ πολίτου σχέσεως τὸ περὶ αὐτὸν καθῆκον ληπτέον. Συγγένεια δέ τις ἐστὶ καὶ αὕτη. Εἰ γὰρ κοινὴ μήτηρ ἡ πόλις, μητρὶς οὖσα καὶ πατρίς· δῆλον, ὅτι κατὰ τοῦτο ἀδελφοί πως εἰσὶν οἱ πολῖται. Καὶ κατὰ τὸ προφανὲς δὲ τοῦτο, κἂν πόῤῥωθεν, ἀλλ' οὖν πᾶσι σχεδὸν τοῖς γνησίοις πολίταις, καὶ μὴ μετοίκοις, εὑρίσκεταί τις πρὸς ἀλλήλους συγγένεια. Ἀρκεῖ δὲ καὶ τὸ κατὰ τὴν φύσιν συγγενές. Πολλὴν γὰρ ἔχουσι κατὰ τὰς φύσεις ὁμοιότητα, οὐ μόνον οἱ τῶν αὐτῶν πόλεων, ἀλλὰ καὶ οἱ τῶν αὐτῶν ἐθνῶν. Ὡς συγγενέσιν οὖν τοῖς πολίταις προσενεκτέον, τῆς τε τῶν ἠθῶν εὐαγωγίας αὐτῶν κατὰ τὸ δυνατὸν ἐπιμελόμενον, ἵνα ἅμα περιγένηται καὶ τὸ ἀγαθοῖς συνοικεῖν ἀνθρώποις, καὶ τοῦ ἀνενδεοῦς ἐν τοῖς ἀναγκαίοις, καὶ τῆς ἐν ταῖς περιστάσεσιν ἐπικουρίας· τοῖς τε ὀρφανοῖς παισὶ καὶ ταῖς χηρευούσαις γυναιξὶ πατέρα φαίνεσθαι. Δύναται γὰρ ὁ μὲν διὰ χρημάτων, ὁ δὲ διὰ πολιτικῆς δυνάμεως αὐτοῦ ἢ φίλων, οἱ δὲ διὰ συμβουλῆς ἀγαθῆς, οἱ δὲ διὰ σωματικῆς ὑπουργίας, ὁ δὲ κἂν μηδὲν γοῦν ἄλλο, διὰ συμπαθείας γοῦν τὸν πολίτην παραμυθεῖσθαι.

   Ὁ δὲ γείτων, ἐὰν καὶ πολίτης ᾖ, ἔχει τι πλέον πρὸς οἰκειότητα· ὥσπερ γὰρ πόλιν τὴν αὐτὴν καὶ γένος, οὐ [90] μάτην οὐδὲ ἐκ ταὐτομάτου τυγχάνομεν ἔχοντες, οὕτω καὶ τόπον τὸν αὐτὸν τῆς πόλεως κατά τινα κοινὴν ἀξίαν κληρούμεθα. Πλείονα γοῦν οἰκειότητα χρὴ πρὸς τοὺς γείτονας τῶν πολιτῶν ἐπιδείκνυσθαι, τά τε ἐπὶ τῶν πολιτῶν εἰρημένα μετά τινος ἐπιτάσεως καὶ ἐπὶ τῶν γειτόνων φυλάττοντα, καὶ μεταδιδόντα ὧν δυνατόν ἐστι, καὶ μεταλαμβάνοντα, καὶ τοῖς τε ἀγαθοῖς αὐτῶν συνηδόμενον, καὶ ἐν τοῖς λυπηροῖς συστυγνάζοντα· νοσούντων τε, ὡς οἰκείων, ἐπιμελεῖσθαι· καὶ ἐν ταῖς πρὸς ἄλλους αὐτῶν ὁμιλίαις δῆλον εἶναι πᾶσι, τῷ γείτονι τὰ δίκαια προϊσχομένῳ κατὰ τὸ δυνατὸν βοηθήσαντα· καὶ, ἁπλῶς εἰπεῖν, αἰσχύνης νομίζειν ἄξιον, τὸ ἐν οἷς ὁ γείτων δεῖται, δυνατοῖς ἡμῖν, ἐν τούτοις παρ' ἄλλων αὐτὸν ὠφελεῖσθαι.

   Ἔστι δέ τις σχέσις καὶ πρὸς τοὺς ξένους τοὺς ἐπιδημοῦντας ἡμῖν, ὑπὸ τοῦ τοὺς ξένους ἐφορῶντος θεοῦ συνδεομένη. Χρὴ οὖν καὶ τούτοις τὸ καθῆκον ἀποδιδόναι, διά τε τὸν ἐφορῶντα αὐτοὺς θεὸν, καὶ διὰ τὴν αὔξησιν τῆς ἐν ἡμῖν φιλανθρωπίας, ὀφειλούσης μὴ μόνῃ συνάπτεσθαι τῇ οἰκειότητι, ἀλλὰ καὶ ἐπὶ τὸ γένος ὅλον τὸ τῶν ἀνθρώπων ἐκτείνεσθαι· ἔτι μέντοι, ἵνα καὶ ἡμεῖς μετὰ παῤῥησίας ἱκετεύωμεν, ἡμῖν συλλαμβάνεσθαι τὸν τοὺς ξένους ἐφορῶντα θεὸν, καὶ κατὰ τὴν θείαν δίκην καὶ ἡμεῖς τυγχάνωμεν τούτων· ὧν ἡμεῖς τοῖς ξένοις μεταδεδώκαμεν. Χρὴ γὰρ ἐννοεῖν, ὅτι καὶ τῷ θεῷ δανείζει τις τὰς ἀγαθὰς προαιρέσεις καὶ πράξεις, καὶ μετὰ τόκων μεγάλων, εὐγνωμονέστερον ἀνθρώπων, αὐτὸς ἀποδίδωσι. Καθήκει δὲ μηδαμῶς τὸν ξένον ἀδικεῖν, ἀλλὰ καὶ ὑπ' ἄλλων ἀδικουμένῳ κατὰ τὸ δυνατὸν βοηθεῖν. Ἔρημον γὰρ ὄντα ἐπικουρίας ἀνθρωπίνης ὁ τοὺς ξένους ἐφορῶν θεὸς ἐλεεῖ μᾶλλον, καὶ μᾶλλον ἐκδικεῖ. Χρὴ δὲ καὶ πρὸς τὴν χρείαν, ἧς ἕνεκεν ἀφῖκται, συλλαμβάνειν αὐτῷ τὸν δυνάμενον, καὶ ἐπιτηδείων δεομένῳ κατὰ δύναμιν παρασχεῖν· κἂν νοσήσῃ ξένος, ἐφ' ὅσον οἷόν τε, βοηθεῖν, καὶ πρὸς τὴν οἴκαδε ἐπάνοδον συμπράττειν κατὰ τὸ δυνατόν.

   Χρὴ δὲ, φησὶν, καὶ ἀπὸ τῆς πρὸς τὸν στρατηγὸν σχέσεως τὸ περὶ τὸν στρατηγὸν καθῆκον εὑρίσκειν τὸν στρατιώτην. Καθήκει δὲ καὶ ἐπιτάττοντι ταχέως ὑπακούειν, διὰ τὴν ὀξύτητα τῶν ἐν τοῖς πολέμοις καιρῶν, καὶ ἀνδρικῶς ἀγωνίζεσθαι τῷ στρατηγῷ πειθόμενον, ὡς ἐπ' αὐτῷ οὔσης τῆς τοῦ πολέμου τύχης. Καὶ προκινδυνεύειν δὲ καθήκει τοῦ στρατηγοῦ τὸν στρατιώτην· διότι ἑνὸς μὲν στρατιώτου πεσόντος, οὐδὲν μέγα τὸ μέρος ἐκεῖνο κατὰ τὸν πόλεμον βλάπτεται· στρατηγοῦ δὲ πεσόντος, κἂν νικῶντες τύχωσιν οἱ ὑπ' αὐτὸν στρατιῶται, καὶ τοῖς φρονήμασιν εὐθὺς καταπίπτουσιν, καὶ ὡς πρόβατα ποιμένος στερηθέντα λύκων ἐπερχομένων ἄλλος ἀλλαχοῦ πρὸς φυγὴν διασπείρονται· ὥστε οὐ μόνον τὸ στρατόπεδον, ἀλλὰ καὶ ἡ πατρὶς κινδυνεύει στρατηγοῦ κατὰ τὸν πόλεμον πίπτοντος. Δηλοῖ δὲ τὰ ἐπὶ τῷ θανάτῳ Κύρου συμβάντα, ἅπερ Ξενοφῶν ἐν τῇ Ἀναβάσει ἱστόρησεν.

   Δῆλον δὲ, ὅτι καὶ πρὸς τοὺς ἐν ταῖς πόλεσιν ἄρχοντάς [91] ἐστί τις τῶν ἀρχομένων σχέσις, καὶ καθήκοντα τὰ πρέποντα τῇ σχέσει. Πρέπει δὲ, τοῖς ὄντως ἄρχουσι πάντα πείθεσθαι τοὺς ἀρχομένους, καὶ ὑπακούειν προθύμως, καὶ τιμᾷν ὡς μετὰ θεὸν εὐεργέτας. Οἱ γὰρ ἀληθῶς ἄρχοντες, ἀπὸ τῆς ψυχῆς ἄρχονται, καὶ διὰ πάντων τῶν τοῦ ἀνθρώπου χωροῦσιν ἐπιμελόμενοι. Καὶ, ὅπερ ὁ Ἱπποκράτης ἐπὶ τῶν ἰατρῶν εἶπεν, τοῦτο καὶ ἐπὶ τῶν ἀρχόντων ἰδεῖν ἐστι δαψιλέστερον· ἐπ' ἀλλοτρίαις γὰρ ξυμφοραῖς ἰδίας καρποῦνται λύπας μὲν οὐ πάντως, εἴπερ πείθοιντο Ἐπικτήτῳ, φροντίδας δὲ, καὶ πόνους, καὶ τῶν οἰκείων καταφρονήσεις, καὶ ἀσχολίας, ἀφελκούσας αὐτοὺς τῆς πρὸς ἑαυτοὺς καὶ τὰ κρείττονα ἐπιμελείας. Χρὴ δὲ μὴ μόνον ὑπουργεῖν, ἀλλὰ καὶ συνεργεῖν τοῖς ἄρχουσι τοὺς δυναμένους, καὶ συγκινδυνεύεσθαι νομίζειν αὐτοῖς τὴν ἀρχήν. Εἰ δὲ ὀνόματι μόνον τύχωσιν ἄρχοντες, τὰ τοῖς ἄρχουσι προσήκοντα μὴ πράττοντες· καὶ οὕτως, ὡς μὲν μοχθηρῶν χρὴ καταγινώσκειν, τὸ δὲ τῇ ἀρχῇ προσῆκον ἀποδιδόναι, πρωτείων παραχωροῦντας, καὶ πειθομένους ἐφ' οἷς κατὰ τὴν ψυχὴν οὐ βλαπτόμεθα. Ἀλλ' ἐπὶ τὰ λοιπὰ κεφάλαια τοῦ Ἐπικτήτου τρεπτέον, μὴ ἐμαυτὸν λάθω προθέμενος μὲν τὰ τοῦ Ἐπικτήτου σαφηνίσαι, περὶ καθηκόντων δὲ βαττολογῶν νῦν.

   [IN CAP. XXXI.] Παραδοὺς τὰ πρὸς τοὺς ὁμοφύλους, τοῦτ' ἔστι, τὰ πρὸς τοὺς ἀνθρώπους καθήκοντα, μεταβαίνει λοιπὸν ἐπὶ τὰ πρὸς τοὺς κρείττονας ἡμῶν. Δεῖ γὰρ ἀπὸ τῶν προσεχῶν ἀρχόμενον, οὕτως ἐπὶ τὰ ὑπέρτερα ἀναβαίνειν καὶ ἐν τοῖς καθήκουσι. Καὶ ταῦτα δὲ ἀπὸ τῆς σχέσεως εὑρίσκει. Σχέσις μὲν γάρ ἐστιν, ὡς πρὸς αἴτια πρῶτα καὶ ὑπερέχοντα. Δῆλον δὲ, ὅτι τοιαῦτα ὄντα, οὐδὲν αὐτὰ δεῖται παρ' ἡμῶν. Διὸ καὶ τὰ πρὸς αὐτοὺς καθήκοντα ἡμῖν ἐστι τὰ οἰκειοῦντα καὶ ὑποτάττοντα ἡμᾶς αὐτοῖς. Τοῦτο γάρ ἐστι τὸ τὴν σχέσιν καὶ τὴν κατὰ φύσιν σύνταξιν φυλάττειν τὰ αἰτιατὰ πρὸς τὰ πρῶτα καὶ τὰ ἐξῃρημένα αἴτια. Τιμᾷν οὖν αὐτοὺς δεῖ, καὶ σέβεσθαι, καὶ πείθεσθαι τοῖς ὑπ' αὐτῶν γινομένοις, καὶ εἴκειν αὐτοῖς ἑκόντας, καὶ ἀρεσκομένους, ὡς ὑπ' ἀρίστης γνώμης καὶ ἀγαθῆς προνοίας γινομένοις. Ταῦτα δὲ ἡμῖν ὑπάρξει, τῆς τε γνώσεως ἡμῖν ἀληθιζομένης, καὶ τῆς ζωῆς κατὰ φύσιν διατιθεμένης· καὶ τῆς μὲν γνώσεως ὑπολήψεις καὶ δόξας ὀρθὰς περὶ αὐτῶν ἰσχούσης, ὅτι τέ ἐστι πρῶτα τῶν ἄλλων αἴτια, καὶ ὅτι διοικεῖ τὰ παραγόμενα, καὶ προνοεῖ τῶν ὅλων, καὶ ὅτι καλῶς αὐτὰ καὶ δικαίως κατευθύνει· (εἴτε γὰρ μὴ εἶναί τις αὐτὰ νομίζει· εἴτε εἶναι μὲν, μὴ προνοεῖν δέ· εἴτε εἶναι μὲν, καὶ προνοεῖν, μὴ δικαίως δὲ καὶ κατὰ λόγον ὀρθὸν προνοεῖν· οὔτε τιμήσειεν ἂν καὶ σεφθείη, οὔτε τοῖς γινομένοις ὑπ' αὐτῶν ὑπείκει καὶ πείθεται, ὡς ὑπ' ἀρίστης γνώμης γινομένοις·) τῆς δὲ ζωῆς εὐαρέστως πρὸς τὰ γινόμενα διατιθεμένης, ὡς ὑπὸ ἀρίστης γνώμης διοικουμένων τῶν ὅλων, καὶ μήτε μεμφομένης τι, μήτε ἐγκαλούσης τοῖς αἰτίοις. Τοῦτο δὲ οὐκ ἂν σχοίημεν, εἰ μὴ τὸ ἀγαθὸν καὶ κακὸν ἡμῶν ἐν τοῖς ἐφ' ἡμῖν ζητοῦμεν, ἵνα ἐν τούτοις τὰς ὀρέξεις ἔχωμεν [92] καὶ τὰς ἐκκλίσεις, καὶ μήτε ὀρεγόμενοί ποτε ἀποτυγχάνωμεν, μήτε ἐκκλίνοντες περιπίπτωμεν. Ἐὰν γὰρ τῶν ἐκτὸς ὡς ἀγαθῶν ὀρεγώμεθα, καὶ ὡς κακὰ τινὰ τῶν ἐκτὸς ἐκκλίνωμεν, ἀνάγκη καὶ τῶν ὀρεκτῶν πολλάκις ἀποτυγχάνειν, καὶ τοῖς ἐκκλινομένοις περιπίπτειν, ἀποτυγχάνοντες δὲ ὧν ὀρεγόμεθα, καὶ περιπίπτοντες οἷς ἐκκλίνομεν, ἀνάγκη μέμφεσθαι καὶ μισεῖν τοὺς αἰτίους τούτων, ἢ τοὺς δυναμένους μὲν παῦσαι, περιορῶντας δέ. Πᾶν γὰρ ζῶον, τάχα δὲ καὶ πάντα τὰ ὄντα, τοῦ μὲν ἀγαθοῦ ἐφίεται, τὰ δὲ κακὰ διὰ τὸν αὐτὸν λόγον ἐκκλίνει κατὰ φύσιν· καὶ διὰ τοῦτο τὰ μὲν βλαβερὰ ἢ ὄντα ἢ δοκοῦντα, ὡς κακὰ, καὶ τὰ αἴτια αὐτῶν, ἐκτρέπεται· τὰ δὲ ὠφέλιμα ὁμοίως, ἢ ὄντα, ἢ δοκοῦντα, καὶ τὰ αἴτια αὐτῶν, ἀσπάζεται καὶ μεταδιώκει, καὶ ὡς μεγάλα τεθαύμακεν. "Ἀδύνατον οὖν ἐστι, βλάπτεσθαί τινα οἰόμενον χαίρειν τῷ δοκοῦντι βλάπτειν· ὥσπερ καὶ τὸ αὐτῇ τῇ βλάβῃ χαίρειν ἀδύνατόν ἐστιν." Ὥσπερ γὰρ πρὸς τὴν βλάβην, οὕτω καὶ πρὸς τὸν ποιοῦντα τὴν βλάβην διατίθεται. Ἡ δὲ βλάβη, κακόν· τὸ δὲ κακὸν, φευκτὸν καὶ μισητόν· ὥσπερ τὸ ἀγαθὸν, ἐφετὸν καὶ ἀσπαστόν.

   Καὶ ὅτι ἀνάγκη τὸν αἴτιον νομιζόμενον τοῦ δοκοῦντος κακοῦ μισεῖν καὶ λοιδορεῖν, πιστοῦται τέως ἐκ τοῦ, μηδὲ τὴν φυσικὴν οἰκειότητα ἀρκεῖν πρὸς τὸ μὴ μισεῖν τοὺς τῶν φαινομένων ἀγαθῶν ἀποστεροῦντας, ἢ τοῖς δοκοῦσι κακοῖς περιβάλλοντας. Διὰ τοῦτο γὰρ καὶ ὁ πατὴρ ὑπὸ υἱέος μισούμενος λοιδορεῖται, ὅταν τῶν δοκούντων ἀγαθῶν μὴ μεταδιδῷ τῷ παιδὶ, ἢ τῶν δοκούντων τι κακῶν ἐπάγῃ, τύπτων, ἢ συνεθίζων πρὸς ἐγκράτειαν. Καὶ Πολυνείκην δὲ καὶ Ἐτεοκλέα, τοὺς Οἰδίποδος παῖδας, καίτοι ἀδελφοὺς ὄντας, τοῦτο ὅμως καὶ μέχρι τοῦ μονομαχῆσαι καὶ ἀνελεῖν ἀλλήλους προήγαγε, τὸ, ἀγαθὸν δοκοῦσαν τὴν τυραννίδα ὑπ' ἀλλήλων ἀφαιρεῖσθαι νομίζειν. Καὶ ὁ γεωργὸς δὲ, ὅταν σπείραντος μὴ ἐπιβρέξῃ, ἢ πλέον ὕσῃ ποτὲ, ἢ ἄλλο τι τῶν βλάπτειν ἢ ὠφελεῖν δοκούντων γένηται ἢ μὴ γένηται, λοιδορεῖ τοὺς αἰτίους· ποτὲ μὲν καὶ λόγοις βλασφημῶν· εἰ δὲ μὴ, τῇ γε ἐννοίᾳ. Καὶ οἱ ναῦται δὲ δυσχεραίνουσιν, ὅταν μὴ οἰκεῖος ἄνεμος αὐτοῖς ἐπιπνέῃ, καίτοι πολλάκις ὁ μὲν νότου χρῄζει κατὰ ταὐτὸν, ὁ δὲ βορέου· καὶ οὐκ ἐννοοῦσιν, ὅτι ἅμα πνεῖν τοὺς ἀντικειμένους ἀδύνατον· ἀλλὰ μόνον δυσφοροῦσι πρὸς τὸν τῶν ἀνέμων αἴτιον, ὅτι μὴ τοῦ οἰκείου τυγχάνουσιν, ἢ τοῦ ἐναντίου πειρῶνται. Καὶ οἱ ἔμποροι δὲ, ὠνούμενοι μὲν, ἀφθονίαν εἶναι βούλονται τῶν ἐμπορευομένων, πιπράσκοντες δὲ, σπάνιν· καὶ ἀγανακτοῦσιν, ὁπότερον ἂν τούτων μὴ γένηται, καὶ τοὺς τὰ ὅλα διοικοῦντας αἰτιῶνται. Καὶ οἱ τὰς γυναῖκας δὲ, καὶ τὰ τέκνα, καὶ ὅλως τὰ φίλτατα ἀπολλύντες, ὡς ἀποτυχόντες ὧν ὀρέγονται, καὶ περιπεσόντες οἷς ἐξέκλιναν, μέμφονται τοὺς διοικοῦντας. Τοὺς γὰρ τὸ δοκοῦν συμφέρον πορίζοντας, ἐκείνους καὶ τιμᾷν καὶ σέβειν πεφύκαμεν. Τῇ γὰρ τοῦ συμφέροντος τεύξει, σέβας εὐθὺς ἀνακινεῖται πρὸς τοὺς τὸ συμφέρον παρέχοντας· ὥσπερ τῇ τοῦ ἀσυμφόρου, μῖσος καὶ ἀποστροφὴ πρὸς [93] τοὺς αἰτίους. Ὥστε, ὅστις ἐπιμελεῖται τοῦ ὀρέγεσθαι ὡς δεῖ, καὶ ἐκκλίνειν, ἀλλὰ μὴ πρὸς τὰ ἐκτὸς τείνει τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν, οὗτος ἐν ταὐτῷ καὶ εὐσεβείας ἐπιμελεῖται. Τυγχάνων γὰρ ἀεὶ ὧν ὀρέγεται, καὶ μὴ περιπίπτων οἷς ἐκκλίνει, διὰ τὸ ἐφ' ἡμῖν εἶναι ταῦτα, εὐαρεστεῖ πρὸς τὰ γινόμενα, καὶ τὸ προσῆκον σέβας τοῖς αἰτίοις αὐτῶν ἀποδίδωσιν. Ὁ δὲ τῶν ἐκτὸς ὀρεγόμενος, καὶ ταῦτα ἐκκλίνων· εἰ μὴ τὰς τῶν ἀνθρώπων γνώμας ἔχει τῇ ἑαυτοῦ δοκήσει συντρεπομένας, καὶ πλοῦτον καὶ πενίαν, καὶ ὑγίειαν καὶ νόσον, καὶ ζωὴν καὶ θάνατον, καὶ νίκας καὶ ἥττας, καὶ μέντοι ἀνέμους καὶ ὄμβρους καὶ χάλαζαν, καὶ πάντα τὰ μετέωρα, καὶ τὴν εἱμαρμένην πᾶσαν περιφοράν· ἐπειδὴ εἰς ταῦτα τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις ἐξέτεινεν, ἀναγκαίως πολλῶν μὲν ὀρεγόμενος ἀποτυγχάνει, πολλοῖς δὲ ἐκκλίνων περιπίπτει· ὥστε καὶ δυσχεραίνει πάντως, καὶ μέμφεται τοὺς αἰτίους, καὶ ζῇ βίον πρὸς τῷ λυπηρῷ καὶ ἐπιπόνῳ καὶ ἀσεβῆ πρὸς τὸ θεῖον· ὥστε παντοίως εἶναι κακοδαίμονα.

   Παραδοὺς δὲ τῆς περὶ τὸ θεῖον εὐσεβείας τὰ κυριώτατα αἴτια, τήν τε ἄπταιστον περὶ αὐτῶν ἐπιστήμην, καὶ τὸ πείθεσθαι καὶ εἴκειν τοῖς ὑπ' αὐτῶν γινομένοις ἑκόντας καὶ εὐαρεστοῦντας ὡς ὑπὸ τῆς ἀρίστης γνώμης γινομένοις· καὶ δείξας, ὅτι τοῦτο ἀδύνατόν ἐστι τοῖς μὴ τὸ ἀγαθὸν καὶ κακὸν ἐν τοῖς ἐφ' ἡμῖν τιθεμένοις, ἀλλ' ἐν τοῖς ἐκτός· ἐφεξῆς προστίθησι καὶ τὰς διὰ τῶν ἐκτὸς τῷ θείῳ προσαγομένας τιμάς· ὧν τὰς νομίμους καὶ ἐνθέσμους ὁ θεὸς πάντως τοῖς ἀνθρώποις ἐξέφηνεν, ὡς αἱ ἱστορίαι δηλοῦσιν· ἵνα καὶ ἡμεῖς δι' αὐτῶν τυγχάνωμεν τῆς πρὸς αὐτὸν οἰκειότητος· καὶ τὰ ἐκτὸς, διὰ τῶν προσφερομένων ἀπολαύοντα τῆς θείας ἐλλάμψεως, ἄφθονά τε ἡμῖν καὶ εὔχρηστα γίνηται. Ὡς γὰρ τὴν ψυχὴν, ἧς αἴτιός ἐστιν, ἀνατίθεμεν αὐτῷ, καὶ ἀφιεροῦμεν, ἀποκαθαίροντες αὐτὴν διά τε τῆς ἐπιστημονικῆς περὶ αὐτοῦ ἐννοίας, καὶ διὰ τῆς κατὰ φύσιν ζωῆς· οὕτως ἐπὶ ταύτῃ χρὴ καὶ τὸ σῶμα τὸ ὑπ' αὐτοῦ δοθὲν ἀνατιθέναι καθαίροντας, [καὶ τὰ] ἔξωθεν δὲ διὰ τὰς φανερὰς καὶ ἀφανεῖς κηλῖδας ἀποῤῥύπτοντας. Ἡ δὴ κεκαθαρμένη διὰ τῶν εἰρημένων τρόπων ψυχὴ, διὰ τοῦ κεκαθαρμένου ὀργάνου, καὶ ἀμφιέσμασι καθαροῖς ὡς δυνατὸν κεχρημένου, καὶ τῶν ἐκτὸς ὑπὸ τοῦ θεοῦ δοθέντων προσφερέτω τὰς ἀπαρχάς. Καὶ γὰρ ὅσιον καὶ δίκαιόν ἐστι, τοῖς δεδωκόσιν ἀπάρχεσθαι· οὐχ ὅτι δεῖται τούτων ὁ θεός· (οὐδὲ γὰρ τῆς εὐζωΐας δεῖται τῆς ἡμετέρας, οὐδὲ τῶν ὀρθῶν περὶ αὐτοῦ ἐννοιῶν·) ἀλλ' ἡμεῖς διὰ τούτων, κατὰ τὸ ἐπιβάλλον αὐτοῖς μέτρον, ἐπιτηδείων γινομένων πρὸς τὴν θείαν ἔλλαμψιν, ὑποδεχόμεθα τὸν θεὸν, ὅστις ἄξιος. Οὕτω καὶ τῶν ἐκτὸς τὰ προσαγόμενα καὶ ἀνατιθέμενα ἀπὸ ζωῆς καθαρᾶς κατὰ τὸν προσήκοντα τρόπον, μεταλαμβάνει καὶ αὐτὰ τῆς θείας ἀγαθότητος, ὡς καὶ θείας ἐνεργείας ἐπιδείκνυσθαι. Καὶ γὰρ ἐπιληψίας τις ὡμολόγησεν ἀπηλλάχθαι καὶ διὰ τῆς τῶν τοιούτων μεταλήψεως· καὶ χαλάζας καὶ θαλάσσης κλύδωνας ἔπαυσε [διὰ] τῶν τοιούτων πολλάκις ὁσίων. Καὶ οἱ προσφέροντες [94] ὁσίως αὐτὰ, τῇ πρὸς αὐτὰ σχέσει συμμετέχουσι καὶ αὐτοὶ τῆς θείας ἐλλάμψεως, μετὰ τοῦ καὶ δίκαιον καὶ εὐχάριστον ἔργον ποιεῖν, τὸ τοῖς δεδωκόσιν ἀπάρχεσθαι καὶ ἀνατιθέναι. Ὅπερ δὲ εἶπον, δι' ὀλίγου τοῦ προσφερομένου καὶ τὸ ὅλον εἶδος ἐκεῖνο ἀνατίθεται καὶ ἀφιεροῦται τῷ θεῷ, καὶ τυγχάνει τῆς ἐπιβαλλούσης αὐτῷ θεόθεν ἐπικουρίας.

   Ταῦτα δὲ, φησὶ, προσήκει κατὰ τὰ πάτρια ποιεῖν ἑκάστοις. Ὁ μὲν γὰρ θεὸς ἅμα πανταχοῦ πάρεστιν ἀεὶ μετὰ πασῶν αὐτοῦ τῶν θείων δυνάμεων. Ἡμεῖς δὲ καθ' ἓν εἶδος ἀφωρισμένοι, τὸ ἀνθρώπινον εἶδος, πολλῶν ὄντων τῶν ὑπὸ θεοῦ παραχθέντων, καὶ τοῦ ἀνθρωπείου εἴδους ἓν εἶδος ζωῆς νῦν καὶ βίου αἵρεσιν ἑνὸς ἀποτεμόμενοι, καὶ ἐν μέρει βραχεῖ τοῦ παντὸς καὶ αὐτῆς τῆς γῆς ἀπομερισθέντες, ἄλλος ἄλλης θείας ἀγαθοτήτης μετέχει, καὶ ἐν ἄλλοις τόποις καὶ χρόνοις ἄλλως. Ὁρᾷς γοῦν, ὅτι, ὅταν παρ' ἡμῖν ἡμέρα ᾖ, παρ' ἄλλοις νὺξ ἐστί· καὶ, ὅταν ἀλλαχοῦ χειμὼν, ἀλλαχοῦ θέρος· καὶ ἐνταῦθα μὲν, τάδε φύεται φυτὰ καὶ ζῶα· ἐν ἄλλοις δὲ τόποις, ἕτερα· τῆς τε γῆς, καὶ τῶν ἐν αὐτῇ, μεμερισμένως δεχομένων τὰς θείας ἀγαθότητας. Ἕκαστοι οὖν, δι' ὧν ὁ θεός τε ἐξέφηνε, καὶ αὐτοὶ διὰ τῆς πείρας συνῄσθοντο, διαφόροις ὥσπερ τόποις καὶ βίοις, οὕτω καὶ καιροῖς καὶ τρόποις, καὶ τῇ τῶν θυομένων καὶ προσφερομένων ἐναλλαγῇ, τὸ θεῖον ἐξευμενίζονται. Καὶ ὅτε κατὰ θεὸν τὰ περὶ θεοῦ ὀργιάζεται, δήλη γίνεταί τις ἐν ταῖς ἀφωρισμέναις ἡμέραις ἐνέργεια τῆς θείας ἐλλάμψεως, ἥτις ἐν ἄλλαις οὐ πάντως γίνεται. Καὶ γὰρ νοσοῦντες θεραπεύονται, καὶ προλέγεταί τινα τότε τῶν συμφερόντων. Οὕτω μεγάλην ἔχει τὴν δύναμιν ἡ τῶν χρόνων διαφορὰ πρὸς τὴν θείαν οἰκειότητα. Οὕτω δὲ καὶ ἡ τῶν τόπων, καὶ τῶν λεγομένων, καὶ πραττομένων, καὶ προσφερομένων συναρμογή.

   Πάντα δὲ, φησὶ, τὰ πρὸς τὴν θείαν ἀνήκοντα τιμὴν, καὶ καθαρῶς χρὴ ποιεῖν, καὶ μὴ ἐπισεσυρμένως. Μὴ καθαρῷ γὰρ καθαρῶν ἐφάπτεσθαι οὐ θεμιτόν ἐστι· τῷ δὲ καθαρῷ καὶ εἰλικρινεῖ εἴ τι νόθον παραμιχθείη, μολύνει αὐτό. Οὐ χρὴ οὖν ἐπισεσυρμένως ποιεῖν τι· τὸ γὰρ ἐπισεσυρμένον μεταλαμβάνει τινὸς ἀπὸ τοῦ ἐδάφους ἀκαθαρσίας· οὐδὲ ἀμελῶς χρὴ, φησὶν, οὐδὲν τῶν τοιούτων ποιεῖν, ὥστε διὰ ῥᾳθυμίαν παραλιμπάνειν τι τῶν δεόντων, ἢ συγχεῖν, ἢ ἐναλλάττειν. Ὥσπερ γὰρ, ἐὰν στοιχεῖα τοῦ λόγου ἀφέλῃς, ἢ ὑπαλλάξῃς, οὐκ ἔτι γίνεται τὸ τοῦ λόγου εἶδος· οὕτω καὶ τῶν θείων ἔργων ἢ λόγων ἐὰν ἐλλείπῃ τι, ἢ ὑπήλλακται, ἢ συγκέχυται, οὐκ ἔτι γίνεται ἡ τοῦ θεοῦ ἔλλαμψις, ἀλλὰ καὶ ἐξυδαροῖ τὴν τῶν γινομένων δύναμιν ἡ τοῦ ποιοῦντος ῥᾳθυμία· ὥσπερ κυριώτατον εἰς συμπλήρωσιν καὶ τελείωσιν τῶν ἄλλων ἡ σύντονος μετὰ ἐπιστήμης προθυμία τοῦ ποιοῦντος. Ὁ δὲ περὶ τὴν τοῦ θεοῦ τιμὴν ἀμελὴς καὶ ῥᾴθυμος φαινόμενος, περὶ τί ἂν τῶν δεόντων σπουδάσειεν; Ἀλλ' οὐδ' ἀσεβῶς, φησὶ, δεῖ προσιέναι· τοῦτ' ἔστιν, ἄνευ σεβασμοῦ· ὅσῳ γὰρ ἂν τιμιώτερα καὶ σεβασμιώτερα νομίζοιτο τὰ θεῖα, τοσούτῳ [95] μᾶλλον αὐτῶν ὡς τοιούτων μετέχομεν. Καὶ γὰρ καὶ ἡμεῖς [εἰ] τῷ σεβασμῷ τοῦ θείου κατὰ τὸ δυνατὸν ὑποταττόμεθα, καὶ ἁδρυνόμεθα. Εἰπὼν δὲ, ὅτι οὐ δεῖ ἀμελῶς ποιεῖν, ηὐλαβήθη, ὡς ἔοικε, μή τις ὑπολάβῃ λέγειν αὐτὸν, ὅτι καὶ ὑπὲρ δύναμιν χρὴ τὰ τοιαῦτα ποιεῖν. Πρῶτον μὲν γὰρ, ποῦ ἂν εἴη τὸ μέτρον ἄριστον, εἰ μὴ ἐπὶ τῶν θείων, τῶν μετρούντων πάντα, καὶ ὁριζόντων τοῖς ἀρίστοις ὅροις; ἔπειτα, οὐδὲν οὕτω τὰ θεῖα ἔργα συνέχει, ὡς τὸ τὴν ταυτότητα συνεχῆ καὶ ἀνέκλειπτον φυλάττειν ἐν αὐτοῖς καὶ ἔργῳ καὶ λόγῳ, μηδὲν κατὰ τὸ δυνατὸν παραλλάττοντα. ἀδύνατον δὲ ὑπὲρ δύναμιν πολλάκις αὐτὰ ποιεῖν. Ἐοίκασι δὲ οἱ τὸ θεῖον περισσῶς φιλοτιμούμενοι, ἅμα μὲν δωροδοκίαν αὐτοῦ καταψηφίζεσθαι, ἅμα δὲ ἀγνοεῖν, τίνα χρείαν ταῦτα εἰς τὴν θείαν εἰσάγει τιμὴν, ὅτι ἀπαρχαὶ βούλονται εἶναι τῶν ὑπὸ τοῦ θεοῦ δοθέντων ἡμῖν.

   Τούτῳ μὲν οὖν τῷ θαυμαστῷ συνοδεύσας, ὡς ἐμοὶ δυνατὸν, καὶ τὸ παρὸν εἶδος τοῦ λόγου διήρθρωσα. Ἐπειδὴ δὲ ἀρχόμενος τοῦ κεφαλαίου, συντόμως τὰ περὶ θεῶν τρία προβλήματα ἐνεδείξατο, ὧν προωμολογημένων δεῖται πᾶσα νομοθεσία, καὶ πᾶσα τῶν ἠθῶν εὐαγωγία, ὅτι καὶ εἰσὶ, καὶ προνοοῦσι, καὶ καλῶς καὶ δικαίως τὰ πάντα κατευθύνουσιν· οὐδὲν κωλύει, διὰ τοὺς κερασβόλους τῶν ἀνθρώπων, τὰς ἀποδείξεις προσθεῖναι τοῖς προβλήμασι. Φύσει μὲν γὰρ οὐκ ἄνθρωποι μόνοι, ἀλλὰ καὶ τὰ ἄλογα ζῶα, καὶ τὰ φυτὰ, καὶ λίθοι, καὶ πάντα ἁπλῶς τὰ ὄντα, κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστον ἐπέστραπται πρὸς τὸν θεόν· ἄνθρωποι δὲ πρὸς τούτῳ καὶ παρὰ γονέων εὐθὺς ἐκ παίδων συνεθίζονται θεοσεβεῖν, καὶ ταῖς κοιναῖς τῶν ἀνθρώπων ἐννοίαις ἀκολουθοῦσι. Πάντες γὰρ ἄνθρωποι, καὶ βάρβαροι καὶ Ἕλληνες, καὶ κατὰ τὸν πρότερον ἄπειρον χρόνον, καὶ νῦν, κἂν ἄλλοι κατ' ἄλλας ἐννοίας, νομίζουσιν εἶναι θεόν· πλὴν Ἀκροθοϊτῶν, οὓς ἱστορεῖ Θεόφραστος, ἀθέους γενομένους, ὑπὸ τῆς γῆς ἀθρόως καταποθῆναι· καὶ εἰ δή τις ἄλλος, εἷς, ἢ δύο, κατὰ πάντα τὸν πρότερον αἰῶνα ἱστόρηται. Συμβαίνει δέ τινας, καὶ διὰ τὸ ἀναποδείκτως πιστεύειν, καὶ διὰ τὸ ὁρᾷν, ποτὲ μὲν ἀγαθοὺς δοκοῦντας δυσπραγοῦντας, ποτὲ δὲ κακοὺς ἐναντίως εὐροοῦντας, ὀλιγωρεῖν ὧν ἔχουσι προλήψεων, καὶ χώραν διδόναι τῇ τραγῳδίᾳ λέγειν·

   Τολμῶ κατειπεῖν, μήποτ' οὐκ εἰσὶν θεοί·

   κακοὶ γὰρ εὐτυχοῦντες ἐπιπλήττουσί με.

Καλῶς οὖν ἔχει, τούτους καὶ τῷ Ἐπικτήτῳ πειθομένους, μὴ ἐν τοῖς ἐκτὸς, ἀλλ' ἐν τοῖς ἐφ' ἡμῖν τίθεσθαι τὰ ἀγαθὰ ἡμῶν, καὶ τὰ κακά. Οὕτω γὰρ οὔτε ἀγαθὸς δυσπραγήσει ποτὲ, οὔτε κακὸς εὐροήσει. Καὶ μέντοι καὶ δι' ἀποδείξεως ὡς δυνατὸν βεβαιῶσαι τὰς ἀναποδείκτους περὶ θεοῦ προλήψεις, σκεψώμεθα.

   Ἀρχὴ δὲ τῆς σκέψεώς ἐστιν, ἰδεῖν πρῶτον, τί σημαίνει τὸ τοῦ Θεοῦ ὄνομα. Καὶ ἰστέον, ὅτι οἱ πρῶτον θέντες αὐτὸ, τοὺς ἐν οὐρανῷ περιπολοῦντας, παρὰ τὸ θέειν, τοῦτ' ἔστι τρέχειν καὶ ὀξέως κινεῖσθαι, οὕτως [96] ὠνόμασαν. Χρόνῳ δὲ ὕστερον, καὶ ἐπὶ τὰς ἀσωμάτους καὶ νοητὰς τῶν ὄντων αἰτίας ἀνήγαγον τὸ ὄνομα, καὶ μέχρι τῆς μιᾶς τῶν πάντων ἀρχῆς καὶ αἰτίας· ὥστε δηλοῦν τὸ ὄνομα, ἀρχὴν τῶν ὄντων, καὶ αἰτίαν νοητὴν πρωτίστην, καὶ κυριωτάτην. Ἢ γὰρ ἐκ ταὐτομάτου καὶ ἀπὸ τύχης πάντα γίνεται, τὰ γινόμενα, ἢ ἔχει προηγουμένας αἰτίας, ὑφ' ὧν γίνεται. Ἀλλὰ τὸ μὲν ἐκ ταὐτομάτου, καὶ ὡς ἔτυχε, γινόμενον, οὔτε αἴτιον ὡρισμένον ἔχει τὸ ποιοῦν, οὔτε σκοπὸς ὡρισμένος ἐστὶ τινί· οὐ γὰρ ἂν ἐκ ταὐτομάτου καὶ ἀπὸ τύχης, ἀλλὰ κατὰ προηγούμενον ὑφίστα τὸ αἴτιον, καὶ σκοπὸν ἐποίει. Ἀλλ' οὐ τάξιν οὔτε ἀκολουθίαν τὴν αὐτὴν ἡ τῶν τοιούτων ἀεὶ γένεσις φυλάττει· πάντα δὲ τὰ κατὰ φύσιν καὶ προαίρεσιν γινόμενα, καὶ σκοπὸς ὡρισμένος ἐστὶ τῷ ποιοῦντι. Καὶ γὰρ ὁ γεωργὸς σπείρει καὶ φυτεύει, σκοπὸν τιθέμενος τὸ γινόμενον· καὶ ἡ τῶν ζώων σύνοδος εἰς τεκνογονίαν ὁρᾷ· καὶ ἀκολουθία καὶ τάξις ἀπ' ἀρχῆς μέχρι τέλους φυλάττεται τῆς γενέσεως, τῶν μὲν ἐν ἀρχῇ, τῶν δὲ ἐν μέσῳ, τῶν δὲ τῷ πέρατι, κατὰ τὸν αὐτὸν εἱρμὸν παρακολουθούντων. Τὸ γὰρ σπέρμα καταβαλλόμενον, ἐπὶ μὲν φυτῶν, τεγγόμενον ὕδατι, ῥίζας ἀφίησι καὶ βλαστοὺς, εἶτα καλάμην ἢ κλάδους τρέφει, καὶ τὰ ἑξῆς, μέχρι τῆς ἀποδόσεως τοῦ καρποῦ καὶ πεπάνσεως. Ἐπὶ δὲ ζώων, ἀρδόμενον τῷ καταμηνίῳ τὸ σπέρμα ἐκτείνεταί τε, καὶ σχηματίζεται εἰς τὸ ἔμβρυον· ὃ τρεφόμενον καὶ τελειούμενον ἀποτίκτεται κατὰ τὸν προσήκοντα χρόνον. Καὶ ἡ αὐτὴ τάξις ἀεὶ καὶ ἀκολουθία φυλάττεται τῆς γενέσεως. Εἰ οὖν τὰ μὲν κατὰ φύσιν καὶ προαίρεσιν γινόμενα, καὶ αἴτιον ὡρισμένον ἔχει, καὶ σκοπὸς ὡρισμένος ἐστὶ τῷ ποιοῦντι, καὶ κατὰ τὴν ἀκολουθίαν καὶ τάξιν ἀεὶ τὴν αὐτὴν ἀποτελεῖται· δῆλον, ὅτι συνάγεται, τὸ κατὰ φύσιν καὶ προαίρεσιν, καὶ ὅλως πάντα τὰ προηγουμένως ἐν τῷ κόσμῳ γινόμενα, μὴ ἐκ ταὐτομάτου, μηδὲ ὡς ἔτυχε, γίνεσθαι, ἀλλὰ κατὰ προηγουμένας αἰτίας. Δεῖ ἄρα προηγουμένας αἰτίας εἶναι τῶν γινομένων. Καὶ εἰ γενηταὶ εἶεν αὗται, ἀνάγκη καὶ τούτων ἄλλας αἰτίας εἶναι προηγουμένας, ἕως ἂν ἐπὶ τὰ ἀγένητα ἔλθωμεν· ἅπερ οὐκέτι τῶν γινομένων ἐστὶν, ἀλλὰ ὄντα ταῦτα κυριώτερον λέγεται, ἀγένητα παντελῶς ὄντα, ἅτε ἐν αὐτοῖς ἔχοντα τὴν αἰτίαν τοῦ εἶναι, καὶ οὐκ ἔξωθεν. Ὥστε ἢ αὐθυπόστατά ἐστι τὰ πρῶτα καὶ ἀγένητα αἴτια, ἢ κρείττονα τῶν αὐθυποστάτων, ὡς δείξει προϊὼν ὁ λόγος.

   Ὁμοίως δὲ καὶ ἀπὸ τῆς κινήσεως ἀναβαίνοντες, τὰ πρῶτα κινοῦντα αἴτια, ἢ αὐτοκίνητα εὑρήσομεν, ἢ ἀκίνητα. Τὸ γὰρ ἑτεροκίνητον, ὑφ' ἑτέρου τινὸς κινεῖται· τὸ δὲ ἕτερον τοῦτο, ἢ καὶ αὐτὸ ὑφ' ἑτέρου, καὶ τοῦτο ἐπ' ἄπειρον· ὅπερ ἐστὶν ἀδύνατον· (οὐδὲν γὰρ οὕτως οὔτε κινοῦν ἔσται, οὔτε κινούμενον, μὴ οὔσης ἀρχῆς τῆς κινούσης·) ἢ ἀνάγκη, πρῶτον ἑτεροκίνητον ὑπὸ αὐτοκινήτου κινεῖσθαι, ἢ ὑπὸ ἀκινήτου. Ἀλλὰ τὸ κατὰ πᾶσαν κίνησιν ἀκίνητον ἵστησι μᾶλλον καὶ πήγνυσι, καὶ τὸ [97] ἀεὶ ὡσαύτως ἔχειν ἑκάστοις καὶ μὴ μεταβάλλειν παρέχεται. Ἀνάγκη οὖν, τὸ αὐτοκίνητον εἶναι τὸ πρώτως κινοῦν τὰ ἑτεροκίνητα. Ταῦτα δέ ἐστι τὰ γινόμενα, καὶ φθειρόμενα, καὶ αὐξόμενα, καὶ μειούμενα, καὶ κατὰ ποιότητα μεταβάλλοντα, καὶ ἀπὸ τόπων εἰς τόπους μεταβαίνοντα. Οὔτε γὰρ τὸ γινόμενον ὑφ' ἑαυτοῦ γίνεσθαι δυνατόν· ἔμελλε γὰρ εἶναι πρὸ τοῦ γενέσθαι· οὔτε τὸ αὐξόμενον ὑφ' ἑαυτοῦ αὔξεται· προσθήκῃ γὰρ αὔξεται τὸ αὐξόμενον· οὔτε τὸ ἀλλοιούμενον ὑφ' ἑαυτοῦ ἀλλοιοῦται· ὑπὸ ἐναντίας γὰρ ποιότητος ἀλλοιοῦται τὸ ἀλλοιούμενον. Ἀλλὰ οὔτε κατὰ τόπον ὑφ' ἑαυτοῦ μεταβάλλει· σώματα γὰρ ὄντα πάντα τὰ κατὰ ταύτας κινούμενα τὰς κινήσεις δειχθήσεται, μὴ δυνάμενα εἶναι αὐτοκίνητα. Χρὴ οὖν τὰ προσεχῆ τῶν γινομένων καὶ ἑτεροκινήτων αἴτια, αὐτοκίνητα εἶναι. Καὶ γὰρ, εἰ κατ' ἐπίνοιαν σταίη τὰ πάντα, οὐδαμόθεν ἄλλοθεν ἄρξαιτο ἂν τὸ κινητὸν, εἰ μὴ ἀπὸ τοῦ αὐτοκινήτου. Τό τε γὰρ ἀκίνητον ἀεὶ ὡσαύτως ἔχει, καὶ τὸ ἑτεροκίνητον τὴν τοῦ κινοῦντος περιμένει δύναμιν.

   Δεῖ δὲ καὶ ἁπλᾶς τὰς ἀρχὰς εἶναι. Τὰ γὰρ σύνθετα, ἐκ τῶν ἁπλῶν συνέστηκε· καὶ προηγεῖται τῇ φύσει τὰ ἁπλᾶ τῶν συνθέτων. Ἴδωμεν οὖν, κάτωθεν ἀνιόντες, καὶ ἀπὸ τῶν προσεχῶν ἀρχόμενοι, ζητῶμεν, εἰ δυνατὸν τὰ σώματα ἐν ἀρχῆς λόγῳ παραλαμβάνεσθαι, καὶ εἶναι τοιαῦτα, οἵας τὰς ἀρχὰς τὰς πρώτας ὁ λόγος ὑπέθετο· ἢ οὔτε αὐθυπόστατα, οὔτε αὐτοκίνητα εἶναι δύναται ταῦτα τὰ κινούμενα σώματα. Τὸ γὰρ αὐτοκίνητον, ἢ μέρει μὲν κινοῦν, μέρει δὲ κινούμενον, λέγεται αὐτοκίνητον· ἢ ὅλον ἑαυτὸ κινοῦν, καὶ ὑφ' ἑαυτοῦ κινούμενον. Ἀλλ' εἰ μέρει κινεῖ, καὶ μέρει κινεῖται, περὶ τοῦ κινοῦντος μέρους πάλιν τὰ αὐτὰ ἐρωτητέον, πότερον αὐτοκίνητόν ἐστιν, ἢ ἑτέρωθεν κινούμενον κινεῖ· καὶ εἰ τοῦτο, ἢ ἐπ' ἄπειρον προελευσόμεθα, ἢ αὐτοκίνητον ὑποθησόμεθα τὸ πρῶτον, ὡς ὅλον κινοῦν, καὶ ὅλον κινούμενον. Τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ αὐθυποστάτου ῥητέον. Ἀνάγκη γὰρ τὸ πρῶτον καὶ κυρίως αὐθυπόστατον ὅλον ὑφιστάνον εἶναι, καὶ ὅλον ὑφιστάμενον. Τὸ δὲ τοιοῦτον, ἀμερὲς εὐθὺς ἀνάγκη εἶναι, καὶ ἀδιάστατον. Μεριστὸν γὰρ καὶ διαστατὸν ὑπάρχον, οὐ δύναται ὅλον ὅλῳ ἑαυτῷ ἐφαρμόττειν, ὡς τὸ ὅλον εἶναι κινοῦν, καὶ ὅλον τὸ αὐτὸ κινούμενον, ἢ ὅλον ὑφιστὰν εἶναι, καὶ ὅλον ὑφιστάμενον. Ἀλλ' οὐδὲ ἁπλᾶ εἶναι τὰ σώματα δύναται, ἐξ ὑποκειμένου τινὸς ὄντα, καὶ εἴδους, καὶ πολλῶν τῶν συμπληρούντων αὐτὸ, μεγέθους, σχήματος, χρώματος, καὶ τῶν τοιούτων· ἅπερ οὐκ ἔστι πρωτουργὰ εἴδη, ἀλλὰ μεθέξεις τῶν πρωτουργῶν εἰδῶν ἐν ὑποκειμένῳ τινὶ ἀνειδέῳ τῷ μετέχοντι γινόμεναι. Ὅπου μὲν γάρ ἐστι πρωτότυπα τὰ εἴδη, ἔστιν αὐτὸ τοῦτο ἕκαστον ὅπερ ἐστὶ, καὶ οὐ δεῖται τινὸς τοῦ μετέχοντος ἀνειδέου. Ὅπου δὲ μέθεξίς ἐστιν ἀπὸ τῶν πρωτοτύπων, δεῖ πάντως ἄλλο εἶναι τὸ μετέχον, ἀνείδεον καθ' αὑτὸ ὑπάρχον.

[98]    Εἰ οὖν αἱ μὲν ἀρχαὶ ἀσώματοι καὶ ἀδιάστατοί εἰσι, καὶ ἁπλαῖ, καὶ πρωτουργοὶ, αὐτοκίνητοί τε, καὶ αὐθυπόστατοι, ἢ κρεῖττόν τι τούτων· τὰ δὲ σώματα οὐ δύναται εἶναι τοιαῦτα· δῆλον, ὅτι τὰ σώματα οὐκ ἂν εἶεν ἀρχαί. Τί οὖν ἐστι τὸ αὐτοκίνητον, ὅ φαμεν κινητικὸν ὑπάρχον τῶν σωμάτων ἑτεροκινήτων ὄντων, ἀρχῆς ἔχειν πρὸς αὐτὰ λόγον· ἢ τοῦτό ἐστι τὸ ἔνδοθεν κινοῦν; ἀλλὰ καὶ αὐτὸ, εἰ ὑφ' ἑτέρου ἐκινεῖτο, οὐκ ἂν ἐλέγομεν ἔνδοθεν κινεῖσθαι, ἀλλ' ἔξωθεν, ὡς τὰ σώματα. Τὸ γὰρ κυρίως κινοῦν, τὸ πρώτως κινοῦν ἐστιν· ὥσπερ, εἰ διὰ τῆς χειρὸς καὶ ῥάβδου κινῶ τὸν λίθον, ἐγώ εἰμι ὁ κυρίως κινῶν. Τί οὖν ἐστι τὸ ἔνδοθεν τὰ σώματα κινοῦν; τί ἄλλο, ἢ τοῦτο ὃ λέγομεν ψυχήν; καὶ γὰρ τὸ ἔμψυχον, ἔνδοθεν κινεῖται· καὶ τὸ ἔνδοθεν κινούμενον, ἔμψυχον λέγομεν. Εἰ τοίνυν ἡ ψυχὴ ἔνδοθεν κινεῖ τὰ σώματα, τὸ δὲ ἔνδοθεν κινοῦν τὰ σώματα τὸ αὐτοκίνητόν ἐστιν, ἡ ψυχὴ ἂν εἴη τὸ αὐτοκίνητον, ἀρχὴ καὶ αἰτία τῶν γινομένων καὶ κινουμένων ὑπάρχουσα, καὶ λόγους ἔχουσα ἐν αὐτῇ τούτων, καθ' οὓς γίνονται τὰ γινόμενα, καὶ κινοῦνται τὰ κινούμενα. Εἰ μὴ γὰρ ἔστι πρωτουργὰ τὰ ἐν τοῖς σώμασιν εἴδη, ἀλλ' ἐκ τοῦ αὐτοκινήτου προσεχῶς ὑφίστανται, δῆλον ὅτι ἑκάστου εἴδους τῶν ἐν τοῖς σώμασι, καὶ ὅλως γενητῶν, ἡ πρωτουργὸς ἀρχὴ ψυχική ἐστι, καὶ ἐκεῖνά εἰσι τὰ εἰλικρινέστερα, καὶ καθαρώτερα. Ἵνα γὰρ ἐφ' ἑνὸς ποιήσωμεν τὸ λόγον· τὸ ἐν σώμασι καλὸν, ἐν σαρξίν ἐστι, καὶ νεύροις, καὶ τοῖς τὸ σῶμα συμπληροῦσιν, εἰ τύχοι, τῶν ζώων· καλλῦνον μὲν, ὡς δυνατὸν, ἐκεῖνα· μεταλαμβάνον δὲ καὶ αὐτὸ τῆς ἐκείνων ἀσχημοσύνης, καὶ βεβαπτισμένον εἰς αὐτήν. Τὸ δὲ ἐν τῇ ψυχῇ καλὸν, ἀπολελυμένον τούτων ἁπάντων, καὶ οὐκ ἔτι εἰκὼν καλοῦ, ἀλλ' αὐτόκαλον ὑπάρχον, λόγος καθαρός ἐστιν· οὐ πῇ μὲν καλὸν, πῇ δὲ οὐ καλὸν, ἀλλ' ὅλον δι' ὅλου καλόν. Διὸ καὶ ὅταν ἡ ψυχὴ τὸ ἐν αὐτῇ καλὸν ἴδῃ, ἢ τὸ ἐν ἄλλῃ ψυχῇ, ἀτιμάζει τὸ σωματικὸν καλὸν, καὶ περιπτύει αὐτὸ, πρὸς ἐκεῖνό γε παραβάλλουσα. Οὕτω δὲ καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον πρωτουργὸν καὶ εἰλικρινές ἐστιν ἐν τῇ ψυχῇ.

   Δῆλον δὲ, ὅτι τοῖς σώμασιν ὁμοίως καὶ αἱ ψυχαὶ διῄρηνται, ἴδια τὰ σώματα κινοῦσαι· καὶ αἱ μὲν τῶν οὐρανίων εἰσὶν, αἱ δὲ τῶν ὑπὸ σελήνην. Ἄτοπον γὰρ, τὰ μὲν χείρονα τῶν σωμάτων ἔμψυχα εἶναι καὶ ζῇν, τὰ δὲ κρείττονα ἄψυχα καὶ νεκρά. Καὶ λόγον οὖν ἔχουσιν αἱ ψυχαὶ πρὸς ἀλλήλας, ὅνπερ τὰ σώματα, αἰτίαι οὖσαι αἱ ἐν οὐρανῷ τῶν ὑπὸ σελήνην. Καὶ σεμνὸν μὲν ὄντως καὶ τίμιον τὸ χρῆμα τῆς ψυχῆς, καὶ μάλιστα τῆς οὐρανίας, καὶ εἰς ἀρχῆς λόγον ἐπιτήδειον, ἀλλ' οὔτοι γε τῆς πρώτης. Τὸ γὰρ αὐτοκίνητον καὶ αὐθυπόστατον, τῶν μὲν ἑτεροκινήτων καὶ ἑτέρωθεν ὑφισταμένων προϋπάρχον· διπλόην δὲ ὅμως ἔχει τινὰ, κινοῦντος καὶ κινουμένου, καὶ ὑφιστῶντος καὶ ὑφισταμένου. Δεῖ δὲ πρὸ τοῦ συνθέτου τὸ ἁπλοῦν εἶναι, καὶ πρὸ τῶν δύο τὸ ἕν. Ἔτι δὲ καὶ ὑφ' ἑαυτοῦ κινεῖται τὸ αὐτοκίνητον· ἀλλὰ κινεῖται ὅμως, καὶ μεταβάλλει· κἂν μὴ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὰς [99] ἐνεργείας· οὐ τὰς σωματικὰς κινούμενον κινήσεις, (κατὰ γὰρ ἐκείνας, ἀκίνητόν ἐστιν,) ἀλλὰ τὰς ψυχικάς· αἷς ὀνόματά ἐστι, σκοπεῖσθαι, βουλεύεσθαι, διανοεῖσθαι, δοξάζειν· καθ' ἃς αὐτὴ κινουμένη, κινεῖ τὰ σώματα κατὰ τὰς σωματικὰς κινήσεις.

   Δεῖ δὲ πρὸ τοῦ ὁπωσοῦν μεταβάλλοντος εἶναι τὸ τελέως ἀμετάβλητον, ἵνα καὶ τὸ μεταβάλλον μένῃ μεταβάλλον. Ἡ μὲν γὰρ κίνησις καὶ μεταβολὴ καὶ τοῖς οὐρανίοις καὶ τοῖς ὑπὸ σελήνην ἀψύχοις ὑπάρχει, τῆς πρώτης κινούσης. Τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ, καὶ ὡσαύτως, καὶ περὶ τὰ αὐτὰ, καὶ καθ' ἕνα λόγον, καὶ μίαν τάξιν, πόθεν ὑπάρχει τοῖς οὐρανίοις; πόθεν δὲ καὶ ἐν τοῖς ὑπὸ σελήνην ἡ ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ ἀεὶ ἀνακύκλησις, τῶν τε στοιχείων, καὶ τῶν ὡρῶν, καὶ τῶν ζώων, καὶ τῶν φυτῶν; κἂν  γὰρ τῷ ἀριθμῷ μὴ μένῃ ταὐτὰ τὰ ἀνακυκλούμενα, ὥσπερ ἐπὶ τῶν οὐρανίων, ἀλλὰ τῷ εἴδει τὰ αὐτὰ ἀποκαθίσταται. Ἐκ γὰρ πυρὸς, ἀήρ· καὶ ἐξ ἀέρος, ὕδωρ· καὶ ἐξ ὕδατος, γῆ, καὶ πάλιν πῦρ· καὶ μετὰ ἔαρ, θέρος, καὶ μετόπωρον, καὶ χειμὼν, καὶ πάλιν ἔαρ· καὶ ἀπὸ πυροῦ, καλάμη, καὶ βοτάνη, καὶ ἄσταχυς, καὶ πάλιν πυρός· καὶ ἀπὸ ἀνθρώπου, σπέρμα, καὶ καταμήνιον, καὶ πάλιν ἄνθρωπος. Πόθεν οὖν αὕτη ἡ ταυτότης; ἡ γὰρ κίνησις, ἐκστατική ἐστι, καὶ ἑτεροποιός· δῆλον οὖν, ὅτι ἀπὸ ἀκινήτου τινὸς καὶ παντάπασιν ἀμεταβλήτου αἰτίας, τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης. Καὶ γὰρ τοῦ ποτὲ μὲν τάδε νοοῦντος ἢ ποιοῦντος, ποτὲ δὲ χρονικὰς τὰς ἐνεργείας ἔχοντος, προηγεῖσθαι ἀνάγκη τὸ ἀεὶ κατὰ τὰ αὐτὰ, καὶ ὡσαύτως, καὶ ἐν ἀμερεῖ καὶ ἀκινήτῳ αἰῶνι πάντα ἐνεργοῦν. Ὅσῳ γὰρ τοῦτο τοῦ αὐτοκινήτου κρεῖττον, τὸ μὴ μόνον κατ' οὐσίαν ἀμετάβλητον, ἀλλὰ καὶ κατὰ δύναμιν, καὶ κατ' ἐνέργειαν, πρόδηλόν ἐστι. Τὸ δὲ κρεῖττον, ἀνάγκη προϋπάρχειν κατ' οὐσίαν τῶν καταδεεστέρων. Καὶ χρὴ τὸν ἐπὶ τὰς ἀρχὰς ἀναβαίνοντα ζητεῖν, εἰ δυνατὸν εἶναί τι κρεῖττον τῆς ὑποτεθείσης ἀρχῆς· κἂν εὑρεθῇ, πάλιν ἐπ' ἐκείνου ζητεῖν· ἕως ἂν εἰς τὰς ἀκροτάτας ἐννοίας ἔλθωμεν, ὧν οὐκέτι σεμνοτέρας ἔχομεν· καὶ μὴ στῆσαι τὴν ἀνάβασιν. Οὐδὲ γὰρ εὐλαβητέον μὴ κενεμβατῶμεν, μείζονά τινα καὶ ὑπερβαίνοντα τὰς πρώτας ἀρχὰς περὶ αὐτῶν ἐννοοῦντες. Οὐ γὰρ δυνατὸν τηλικοῦτον πήδημα πηδῆσαι τὰς ἡμετέρας ἐννοίας, ὡς παρισωθῆναι τῇ ἀξίᾳ τῶν πρώτων ἀρχῶν, οὐ λέγω καὶ ὑπερπτῆναι. Μία γὰρ αὕτη πρὸς θεὸν ἀνάτασις ἀρίστη, καὶ ὡς δυνατὸν ἄπταιστος· τὸ, ὧν ἐννοοῦμεν ἀγαθῶν, τὰ σεμνότατα καὶ ἁγιώτατα καὶ πρωτουργὰ καὶ ὀνόματα καὶ πράγματα αὐτῷ ἀνατιθέντας, εἰδέναι βεβαίως, ὅτι μηδὲν ἀνατεθείκαμεν ἄξιον. Ἀρκεῖ δὲ ἡμῖν εἰς συγγνώμην, τὸ μηδὲν ἔχειν ἐκείνων ὑπέρτερον.

   Ἀνελθόντος τοίνυν τοῦ λόγου ἀπὸ τοῦ αὐτοκινήτου ἐπὶ τὸ ἀκίνητον καὶ κατὰ πάντα τρόπον ἀμετάβλητον αἴτιον, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, τῇ τε οὐσίᾳ, καὶ ταῖς δυνάμεσι, καὶ ταῖς ἐνεργείαις, καὶ ἐν αἰῶνι ἱδρυμένον τῷ τὸν χρόνον τοῖς κινουμένοις [100] συνυποστήσαντι· καὶ τῶν πολλῶν ἀρχῶν, τῶν ἐν τῷ αὐτοκινήτῳ, τὰς ἀρχικωτέρας αἰτίας ἐν τῷ ἀκινήτῳ θεασόμεθα, ἀκινήτους, καὶ αἰωνίας, καὶ ὁλοτελεῖς, καὶ πρὸς ἀλλήλας ἡνωμένας, ὡς ἑκάστην τὰς πάσας εἶναι διὰ τὴν ἕνωσιν, μενούσης ἀσυγχύτου τῆς νοερᾶς διακρίσεως. Πόθεν γὰρ τοῖς ἐν τῷ κόσμῳ εἴδεσιν ἡ διάκρισις, εἰ μὴ ὁ τοῦ κόσμου δημιουργὸς θεὸς κατὰ τὰς ἐν αὐτῷ διακεκριμένας αἰτίας αὐτὰ παρήγαγεν; οὐ μέντοι τοιαύτην ὑπονοητέον ἐκεῖ τῶν ἀρχετύπων εἰδῶν τὴν διάκρισιν, οἵα ἐστὶν ἡ τῶν εἰκόνων ἐνταῦθα· οὐδὲ ἡ τῶν ψυχικῶν λόγων διάκρισις τοιαύτη ἐστὶν, οἵα ἡ τῶν σωματικῶν. Ὥσπερ δὲ ἕκαστος τῶν ὀκτὼ οὐρανῶν, καὶ τῶν ἐν αὐτοῖς ἀστέρων, καὶ μέρος ἐστὶ τοῦ ὅλου οὐρανοῦ, καὶ αὐτοτελὲς μέρος, οὐσίαν τε ἔχων ὁλόκληρον, καὶ δυνάμεις καὶ ἐνεργείας οἰκείας· καὶ οὐ μόνον τὰ ἐν οὐρανῷ, ἀλλὰ καὶ τῶν ὑπὸ σελήνην εἰδῶν τῶν ἀεὶ ὄντων ἕκαστον, οἷον τὸ ἀνθρώπου, τὸ ἵππου, τὸ συκῆς, ἢ ἀμπέλου· (ὁλόκληρα γὰρ τούτων ἕκαστα, κἂν μὴ κατὰ τὰ ἄτομα, ὥσπερ τὰ οὐράνια, ἀλλὰ κατὰ τὰ εἴδη, τὰ ταῖς οἰκείαις διαφοραῖς πληροῦντα τὸν κόσμον·) ὁμοίως δὲ καὶ τῶν ἁπλουστέρων γενῶν ἕκαστον τῶν συνιστώντων τὰ εἴδη, οἷον οὐσία, κίνησις, στάσις, ταυτότης, ἑτερότης, κάλλος, ἀλήθεια, συμμετρία, καὶ πάντα τὰ ἄλλα τὰ ἐν τῷ σωματικῷ κόσμῳ, ἕκαστον ὅλον καὶ τέλειόν ἐστι κατὰ τὸ ἑαυτοῦ εἶδος, καίπερ πολλὰς ἔχον διαφορὰς ἐν ἑαυτῷ. Πολλῷ δὲ ἔτι μᾶλλον ἐν τῇ τοῦ παντὸς ψυχῇ ὁλοτελὲς ἕκαστον προϋπάρχει, ἀρχὴ καὶ αἰτία τοῦ ἐνταῦθα σωματικοῦ αὐτοκίνητος, συνῃρημένως αὐτοῦ τὰς διαφορὰς περιέχουσα. Καὶ πρὸς ἐκεῖνο τὰ ἐνταῦθα ἀπεικονίσθη, τελειότερον καὶ εἰλικρινέστερον καὶ παραδειγματικώτερον ὑπάρχον· πολλῷ δὲ ἔτι μᾶλλον καὶ τὰ τούτων ἀρχέτυπα εἴδη, τὰ νοερὰ καὶ θεῖα. Διὰ γὰρ τὴν ἕνωσιν, ὡς εἶπον, ἐν ἐκείνοις οὐ κατὰ ἐπαφὴν οὖσαν, ἢ συνέχειαν, ἢ κρᾶσιν σωματικὴν, ἀλλὰ κατὰ τὴν τῶν ἀδιαστάτων καὶ ἀμερίστων εἰδῶν εἰς ἓν συναλοιφὴν, μετὰ τοῦ μένειν ἀσύγχυτον τὴν διάκρισιν, τὸ ὁλοτελὲς ἕκαστον ἔχει. Καὶ ἔστιν ἀρχὴ καὶ πρωτουργὸς ἕκαστον τοῦ καθ' ἑαυτὸ εἴδους, ἄχρι τῶν ἐσχάτων. Αἱ δὲ πολλαὶ ἀρχαὶ πάντων, ἀπὸ μιᾶς ἀρχῆς ἔχουσι τὸ τῆς ἀρχῆς ἀξίωμα. Ἀνάγκη γὰρ πρὸ τῶν πολλῶν ἓν εἶναι, τὸ αἴτιον. Διὸ καὶ τῶν πολλῶν ἕκαστον ἕν ἐστιν· οὐ μέντοι τοιοῦτον, οἷον τὸ πρὸ τῶν πολλῶν. Τὸ μὲν γὰρ ἓν ἀπὸ τῶν πολλῶν, μέρος ἐστὶ τῶν πολλῶν, καὶ ἐν μέρει τὴν ἁπλότητα τοῦ ἑνὸς ὑπεδέξατο.

   Τὸ δὲ πρὸ τῶν πολλῶν ἓν, αἴτιον τῶν πολλῶν ὑπάρχον, προείληφεν ἐν ἑαυτῷ τὰ πολλὰ κατὰ μίαν ἕνωσιν, πάντα ὂν πρὸ πάντων, αἰτία αἰτιῶν ὑπάρχον, καὶ ἀρχὴ ἀρχῶν, καὶ θεὸς θεῶν, ὥσπερ ὑπὸ πάντων αὐτοφυῶς ἀνευφημεῖται. Ἔστι δὲ καὶ ἀγαθότης ἀγαθοτήτων. Τοῦ γὰρ πρώτου καθ' ἑκάστην ἰδιότητα αἰτίου πάντα ἐφίεται τὰ μετ' αὐτό· οὗ δὲ πάντα ἐφίεται, τοῦτο ἀγαθόν ἐστιν· ἡ δὲ τῶν ἀρχῶν ἀρχὴ, ἀγαθότης ἐστὶν ἀγαθοτήτων· ὁμοίως δὲ, καὶ δύναμις [101] δυνάμεων. Ἑκάστη γὰρ ἀρχὴ τὴν ἀκροτάτην ἔχει δύναμιν ἐν τῷ ἑαυτῆς εἴδει· ἡ δὲ τῶν ἀρχῶν ἀρχὴ, τὴν ἀκροτάτην ὑπὲρ πάσας τὰς δυνάμεις. Ἀλλὰ καὶ γνῶσιν ἔχειν ἀνάγκη τὴν ἀκροτάτην. Οὐ γὰρ ἄν τι τῶν ὑπ' αὐτοῦ παραγομένων ἀγνοήσειε· πάντα δ' ὑπ' αὐτοῦ παρήχθη ῥᾳδίως. Διὸ ἀνάγκη, καθάπερ ὁ λόγος ἀποδεικτικῶς ἀπὸ τῶν μερῶν ἀνῆλθεν ἐπὶ τὸ ὅλον, (οὐ γὰρ ἂν ἔγνωμεν τὸ ὅλον, ὁπόσον καὶ ὁποῖόν ἐστι, μὴ τὰ μέρη προθεασάμενοι· ἀλλ' ἑνὶ πολλάκις μερικῷ περιτυγχάνοντες, ἐκεῖνο τὸ ὅλον ἡγούμεθα,) οὕτω καὶ τὴν τιμὴν καὶ τὸ σέβας διὰ τῶν μερῶν ἐπὶ τὸ ὅλον ἀναπέμπεσθαι χρὴ, εἴπερ καὶ ἑκάστη τῶν ἀρχῶν ἀρχή ἐστι, καὶ κατὰ τοῦτο ὁμοφυὴς πρὸς τὸ ὅλον, ὥσπερ καὶ ὁμώνυμος. Οὐ γὰρ ὄνομα μόνον ἐστὶ τὸ κοινὸν, ἀλλὰ καὶ αὐτὸ τὸ ἀρχικὸν ἀξίωμα, καὶ ἡ τῶν ἀρχῶν ὑπεροχὴ πρὸς τὰ ἀπ' αὐτῶν, ἀπὸ τῆς μιᾶς καὶ ὅλης ταῖς πολλαῖς καὶ μερικωτέραις ἐνδέδοται. Εἰ δέ τις δυσχεραίνει τῷ αὐτῷ καλεῖν ὀνόματι τάς τε μερικὰς καὶ τὴν ὅλην· πρῶτον μὲν οὐκ εὐλόγως δυσχεραίνει, καὶ πράγματι δοκοῦντος εἶναι κοινοῦ τοῦ ἀρχικοῦ· ἔπειτα τὰς μὲν, ἀρχὰς καλείτω· τὴν δὲ, ἀρχὴν ἀρχῶν. Κἂν γὰρ καὶ τῶν μερικῶν ἑκάστη ἀρχὴ ἀρχῶν ἐστὶν, ὡς μερικωτέρας ὑφ' ἑαυτὴν ἔχουσα· (ἔστι γὰρ καὶ τοῦ ψυχικοῦ κάλλους ἀρχὴ, καὶ τοῦ σωματικοῦ ἄλλη καὶ κοινή πως ἀμφοῖν, ἡ τοῦ κάλλους ὡς κάλλους ἀρχή·) ἀλλ' ὅμως ἡ κυρίως ἀρχὴ τῶν ἀρχῶν, ἐκείνη ἐστὶν, ἧς ὑπερτέρα ἄλλη οὐκ ἔστιν ἀρχή· οὕτω δὲ καὶ αἴτιον αἰτίων, καὶ θεὸς θεῶν, καὶ ἀγαθότης ἀγαθοτήτων.

   Ἔτι δὲ μᾶλλον ἐπιστῆσαι χρὴ, ὅτι τοῦ πάντων αἰτίου, ὑπὲρ πάντα ὄντος τὰ ὄντα, οὐδέν ἐστιν οἰκεῖον ὄνομα· πᾶν δὲ ὄνομα ἐπὶ διακεκριμένην τινὰ ἔννοιαν φέρεται· ἀλλ' ἀπὸ τῶν μετ' αὐτὸν τὰ τιμιώτατα ἐπ' αὐτὸν ἀναπέμπομεν. Καὶ αὐτὸ γοῦν, ὡς εἴρηται, τὸ τοῦ θεοῦ ὄνομα ἀπὸ τῶν οὐρανίων μετῆκται, ὡς ὀξέως κινουμένων, καὶ θεόντων. Καὶ εὐσεβῆ καλοῦμεν αὐτὸν, καὶ φιλάνθρωπον, καὶ ἀγαθὸν, καὶ δεσπότην, καὶ ἰσχυρὸν, καὶ οὐκ αἰσχυνόμεθα· ἅπερ καὶ τῶν ἀνθρώπων πολλοῖς ἐφαρμόττειν νομίζομεν. Ἀλλὰ περὶ μὲν τοῦ πρώτου τῶν τριῶν προβλημάτων, τοῦ προθεμένου δεῖξαι, ὅτι εἰσὶ πρῶται τῶν ὄντων ἀρχαὶ, καὶ θεὸς, πάντων αἴτιος, ἀρκείτω καὶ ταῦτα· κἂν ὑπολείπωνταί τινες ἔτι τῇ ἀνόδῳ βαθμοὶ πρὸς τὴν τελειοτάτην συμπλήρωσιν. Οἶδα γὰρ ὅτι καὶ τούτων τινὰ περιττὰ δόξει τισὶν, ὡς πρὸς τὸν προηγούμενον τῆς γραφῆς σκοπὸν, τὸ τοῦ Ἐπικτήτου Ἐγχειρίδιον σαφηνίσαι προθυμηθέντα.

   Τὸ δὲ δεύτερον ἦν, ὅτι προνοεῖ καὶ διοικεῖ τὰ ὅλα ὁ θεός· ὅπερ ἤδη μὲν, οἶμαι, καὶ αὐτὸ διὰ πλειόνων ἐν τοῖς προειρημένοις ἀποδέδεικται, οὐ χεῖρον δ' ἂν εἴη καὶ προηγουμένης τυχεῖν ἐπισκέψεως. Εἰσὶ γάρ τινες, οἳ νομίζουσιν εἶναι τὰ θεῖα, καὶ τοιαῦτα, οἷά περ ὁ λόγος αὐτὰ ἐξέφηνεν, ἀγαθὰ, καὶ δύναμιν ἔχοντα τὴν ἀκροτάτην, καὶ γνῶσιν τὴν τελειοτάτην· τῶν μέντοι ἀνθρωπίνων καταφρονεῖν, ὡς μικρῶν καὶ εὐτελῶν ὄντων, [102] καὶ ἀναξίων τῆς ἑαυτῶν ἐπιμελείας. Τοῦτο δὲ πάσχουσι τὸ πάθος ὑπὸ τῆς δοκούσης αὐτοῖς τῶν ἀνθρωπίνων πραγμάτων ἀνωμαλίας· ὅταν κακοὺς δοκοῦντας ἴδωσιν ἄρχοντας καὶ πλουτοῦντας καὶ ὑγιαίνοντας, καὶ μέχρι θανάτου γηραιοῦ εὐροοῦντας, καὶ παισὶ τὴν εὔροιαν ἐνίοτε παραδιδόντας· τοὺς δὲ ἀγαθοὺς ἀπὸ τούτων ἀνήκεστα πάσχοντας, μηδεμιᾶς ἑπομένης, ὡς νομίζουσιν, ἐκδικήσεως. Ἀπὸ γὰρ τούτων οἱ μὲν, ὡς εἴρηται πρότερον, καὶ τὸ εἶναι τὸν θεὸν τολμῶσιν ἀναιρεῖν· οἱ δὲ, τὸ μὲν εἶναι, καὶ τοιοῦτον εἶναι, διὰ τὰς κοινὰς ἐννοίας ὁμολογοῦσι, τῇ δὲ περὶ τὰ ἀνθρώπινα προνοίᾳ ἀπιστοῦσι, καὶ μάλιστα ἐν συμφοραῖς ἰδίαις γενόμενοι· μὴ γὰρ ἂν τοσαύτην ἀνωμαλίαν συμβῆναι, καὶ τοὺς μὲν κακοὺς ἀτιμωρήτους, τοὺς δὲ ἀγαθοὺς ἀνεκδικήτους ἀπολείπεσθαι, θείας προνοίας ἐπιμελομένης. Ῥητέον οὖν καὶ περὶ τούτου κοινότερον καὶ καθολικώτερον, ἐκ διαιρέσεως ἐρωτῶντι τὸν λόγον. Εἰ γὰρ ὄντα, μὴ προνοοῦσι, τὰ θεῖα· ἢ ἀγνοοῦντα, ὅτι χρὴ προνοεῖν, οὐ προνοοῦσι, [ἢ γινώσκοντα]. Καὶ εἰ τοῦτο, ἢ μὴ δυνάμενα οὐ προνοεῖ, ἢ μὴ βουλόμενα· καὶ εἰ διὰ τὸ μὴ δύνασθαι, ἢ διὰ τὸ μέγεθος ὑπερβαινόντων τῶν τῇδε τὴν δύναμιν τοῦ θείου, ἢ διὰ σμικρότητα καὶ εὐτέλειαν ἀποφευγόντων τὴν πρόνοιαν αὐτοῦ. Εἰ δὲ δύναται μὲν, οὐ βούλεται δὲ, ἢ διὰ τρυφὴν καὶ ῥᾳθυμίαν ἀμελεῖ, ἢ πάλιν διὰ σμικρότητα καὶ εὐτέλειαν, κἂν δύνηται, καταφρονεῖ.

   Τοιαύτης τῆς διαιρέσεως οὔσης, κοινῶς τέως πρὸς πάντα τὰ τμήματα αὐτῆς ῥητέον· ὅτι τοιοῦτον ὂν τὸ θεῖον, οἷον ὑπόκειται, γνῶσίν τε ἔχον τὴν ἀκριβεστάτην, καὶ δύναμιν τὴν ἰσχυροτάτην, καὶ βούλησιν τὴν ἀγαθωτάτην, καὶ πάντα δὲ ἀφ' ἑαυτοῦ τὰ ὄντα παράγον, οὔτε ἀγνοεῖ, ὅτι χρὴ τῶν παρ' αὐτοῦ παραχθέντων ἐπιμελεῖσθαι· (ὅπερ οὐδὲ τῷ νωθεστάτῳ τῶν ἀλόγων ζώων ὑπάρχει· κἀκεῖνα γὰρ τῶν οἰκείων ἐπιμελεῖται γεννημάτων·) οὔτε ἀδυνατεῖν εἰκὸς, οὔτε ὡς μειζόνων ὄντων, (πῶς γὰρ ἂν εἴη μεῖζον τὸ παραχθὲν τοῦ παράγοντος;) οὔτε ὡς εὐτελεστέρων, ἢ κατὰ τὸ τυχεῖν ἐπιμελείας· εἰ γὰρ τοιαῦτα ἦν, διὰ τί ὅλως παρήγετο; ἀλλ' οὔτε τὴν βούλησιν αἰτιατέον, οὔτε ὡς διὰ τρυφὴν καὶ ῥᾳθυμίαν ἀμελοῦσαν· ἀνθρώπων γὰρ αὐτῶν ταῦτα πάθη, καὶ μοχθηρῶν ἀνθρώπων· ἐπεὶ οὐδὲ τοῖς ἀλόγοις ὑπάρχει ζώοις τὸ διὰ τρυφὴν καὶ ἀργίαν τῶν οἰκείων γεννημάτων ἀμελεῖν. Ἀλλ' οὐδ' ὡς εὐτελῶν καταφρονεῖ τούτων, ἅπερ ἠξίωσε παραγαγεῖν. Ὥστε κατὰ πάντα τρόπον ἀδύνατον, μὴ προνοεῖσθαι ὑπὸ θεοῦ τὰ ὑπ' αὐτοῦ παραχθέντα.

   Ἰδίᾳ δὲ λοιπὸν ῥητέον, πρὸς μὲν τοὺς τῆς θείας ὑπεροχῆς αἰσθανομένους, ἢ δοκοῦντας αἰσθάνεσθαι, τὰ δὲ ἀνθρώπινα κατασμικρύνοντας, καὶ ἀνάξια τῆς θείας προνοίας ἡγουμένους· ὅτι οὐδὲ τῶν εὐτελεστάτων ἐστὶν ὁ ἄνθρωπος ἐν τῷ παντὶ, καὶ τὰ ἀνθρώπινα πράγματα. Καὶ γὰρ ζῶόν ἐστιν ὁ ἄνθρωπος, καὶ ψυχὴν ἔχει τιμιωτάτην καὶ λογικὴν, καὶ θεοσεβέστατόν ἐστι πάντων τῶν γενητῶν ζώων. Ὥστε οὐκ ἄτιμον οὐδ' εὐτελές [103] ἐστι τοῦ θεοῦ κτῆμα ὁ ἄνθρωπος, οὐδὲ τὰ ἀνθρώπινα πράγματα, ὑπὸ ψυχῆς πραττόμενα λογικῆς. Εἰ δὲ καὶ σμικρόν τις ὑπόθοιτο τὸν ἄνθρωπον, εὐκολωτέραν αὐτοῦ τὴν ἐπιμέλειαν ὁμολογήσει. Ὥσπερ γὰρ αἱ αἰσθήσεις τῶν μειζόνων ῥᾷον ἀντιλαμβάνονται, τῶν δὲ σμικροτέρων χαλεπώτερον· (καὶ γὰρ πρὸς ὅρασιν, καὶ πρὸς ἀκοὴν, τὰ σμικρότερα δυσληπτότερα τῶν μειζόνων·) οὕτως αἱ δυνάμεις φέρουσί τε εὐκολώτερον τὰ σμικρότερα, καὶ κρατοῦσιν ἐκείνων μᾶλλον ἢ τῶν μειζόνων. Ῥᾷον γάρ ἐστι φέρειν μνᾶν, ἢ τάλαντον· καὶ ἀροῦν ἢ σκάπτειν ἡμίπλεθρον, ἢ πλέθρον. Ὥστε, ὅσῳ τις σμικρότερον ὑπόθοιτο, τοσούτῳ μᾶλλον εὐκολώτερον πρὸς ἐπιμέλειαν ὁμολογήσει. Ἔτι δὲ, εἰ τοῦ ὅλου κόσμου ὁ θεὸς ἐπιμελεῖται, ἀνάγκη καὶ τῶν μερῶν αὐτοῦ προνοεῖν· ὥσπερ καὶ αἱ τέχναι ποιοῦσι. Καὶ γὰρ ἰατρὸς, τοῦ ὅλου σώματος ἐπιμεληθῆναι προθέμενος, οὐκ ἂν ἀμελήσειε τῶν μερῶν· οὐδὲ στρατηγὸς, οὐδὲ οἰκονόμος, ἢ πολιτικὸς ἀνήρ. Τῶν γὰρ μερῶν ἀμελουμένων, ἀνάγκη χειρόνως τὸ ὅλον διατίθεσθαι. Οὐκ ἂν οὖν ὁ θεὸς χείρων φαίνοιτο τῶν ἀνθρώπων ἐπιμελητὴς, πρὸς τὴν τῶν ἑαυτοῦ ἐπιμέλειαν, οἵτινες μιᾷ καὶ τῇ αὐτῇ τέχνῃ τῶν τε μερῶν καὶ τοῦ ὅλου ἐπιμελοῦνται, καὶ αὐτῶν μὲν ἕνεκα τῶν μερῶν, μάλιστα δὲ τοῦ ὅλου ἕνεκεν. Ἡμεῖς δὲ πρός τινα τῶν γινομένων, ὡς εἴρηται, δυσχεραίνομεν, ἀγνοοῦντες ὅπη καὶ ταῦτα τῷ ὅλῳ συντελεῖ.

   Εἰ δὲ νομίζοι τις, τὴν περὶ τὰ ἀνθρώπινα τοῦ θεοῦ πρόνοιαν, πολὺ τὸ ἀνώμαλον ἔχοντα καὶ ἐμπαθὲς καὶ τεταραγμένον, ὄχλον ἐμποιεῖν τῷ θεῷ, καὶ περισπᾷν αὐτὸν ἀπὸ τῆς ἑαυτοῦ μακαριότητος· δῆλός ἐστι τοῖς ἀνθρωπίνοις ἐπιμεληταῖς ὁμοίους νομίζων τοὺς Κρείττονας, καὶ τὸν τρόπον τῆς ἐπιμελείας ἀγνοεῖ, νομίζων ἀνάγκην εἶναι, ὥσπερ ἡμᾶς, οὕτω καὶ τὸν θεὸν, εἴ τινος ἐπιμελοῖτο, ἀφωρισμένως ἐκείνῳ παρεῖναι, καὶ παρακολουθεῖν ἑκάστῳ τῶν ὑπ' αὐτοῦ πραττομένων, οὐδενὶ σχολάζειν ἄλλῳ δυνάμενον. Καὶ οὐκ ἐννοεῖ ὁ τοιοῦτος, ὅτι καὶ νομοθέτης ἐν πόλει τάξας νόμους, τὸν τί ποιοῦντα ἢ πάσχοντα τίνος χρὴ τυγχάνειν, καὶ ἐπιμελητὰς τούτους καὶ τῶν σμικροτάτων ἄχρις ἐπιστήσας, καὶ ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει μένει, καὶ, ἕως ἂν οἱ νόμοι σώζωνται, δι' αὐτῶν τῆς πόλεως προνοεῖ. Οὐκ ἐννοεῖ δὲ, ὅτι πολὺ πρότερον καὶ μᾶλλον ὁ θεὸς, ὁ τὸ πᾶν ὑποστήσας, ἐμψύχους ἡμῶν οὔσας κατιδὼν τὰς πράξεις, καὶ πολλὴν μὲν ἀρετὴν ἐχούσας, πολλὴν δὲ κακίαν, ἐμηχανήσατο, ποῖόν τινα γινόμενον ἀεὶ, ποίας χρὴ δίκης τυγχάνειν, καὶ τίνας τόπους μεταλλάττειν, χείρονας ἢ βελτίονας, καὶ ποίαις συντάττεσθαι ψυχαῖς· ὅτι τὰς μὲν κακίους γινομένας ταῖς κακαῖς, τὰς δὲ ἀμείνους ταῖς ἀγαθαῖς· καὶ τί χρὴ ποιεῖν, ἢ πάσχειν, κατ' ἀξίαν, εἰς ἀλλήλας τε καὶ ὑπ' ἀλλήλων. Τοῦ μέντοι τοίους ἢ τοίους γίνεσθαι, καὶ τήνδε τὴν ἀξίαν ἢ τήνδε μεταλαμβάνειν, ταῖς βουλήσεσιν ἡμῶν ἑκάστων τὰς αἰτίας ὁ θεὸς ἀπολέλοιπεν. Ὁποῖοι γὰρ ἂν ἐθέλωμεν γίνεσθαι, τοιοῦτοι γινόμεθα, διὰ τὸ αὐτεξούσιον [104] τῆς ψυχῆς, καὶ τὸ ἐφ' ἡμῖν εἶναι τήν τε ἀρετὴν καὶ τὴν κακίαν. Πᾶσί τε ἐπέστησεν ὁ θεὸς δυνάμεις τοῦ κατ' ἀξίαν ἀποκληρωτικὰς μέχρι τῆς μικροτάτης ποιήσεως.

   Καὶ οὐχ, ἅπαξ ποτὲ ταῦτα μηχανησάμενος ἐν ἀρχῇ, τινὶ χρόνῳ ἀπέστη τοῦ προνοεῖν, ὥσπερ ἄν τις ἄνθρωπος ἀρκεσθῇ τῇ νομοθεσίᾳ. Οὔτε γὰρ ἀρχὴν ἔχει χρόνου ἡ θεία ἀγαθότης, ὑφ' ἧς πάντα ἀγαθύνεται, τῷ ἀεὶ εἶναι ἐκείνην· οὔτε ὁ θεὸς ποτὲ μὲν πάρεστι, ποτὲ δὲ ἄπεστι· σωματικὰ γὰρ ταῦτα. Ἀλλ' αὐτός τε ἀεὶ πᾶσι πάρεστι, πάντων ἐξῃρημένος· καὶ ἡ πρόνοια αὐτοῦ, τῷ ἀεὶ αὐτὸν καὶ πανταχοῦ εἶναι, καὶ ἀγαθὸν εἶναι, πᾶσιν ἐφήπλωται τοῖς οὖσι, κατὰ τὴν ἐπιβάλλουσαν ἑκάστῳ τῆς ἀξίας διανομήν. Καὶ ὥσπερ ὑπὸ τοῦ ἡλιακοῦ φωτὸς πάντα φωτίζεται, καὶ τὰ μὲν ὁρᾷ, τὰ δὲ ὁρᾶται, τὰ δὲ θάλλει, τὰ δὲ ζωογονεῖται, καὶ τὰ μὲν λευκαίνεται, τὰ δὲ μελαίνεται, καὶ τὰ μὲν πήγνυται, τὰ δὲ τήκεται, ἕκαστον κατὰ τὴν ἑαυτοῦ ἐπιτηδειότητα μετέχον τῆς μιᾶς αὐτοῦ καὶ πολλῆς ἀγαθότητος ἀπραγματεύτως, οὐδὲν εἴς τι τούτων τοῦ ἡλίου πονοῦντος, οὐδὲ περισπωμένου ἀπὸ τῆς ἑαυτοῦ μακαριότητος· οὕτω πολλῷ μᾶλλον τῆς τοῦ θεοῦ ἀγαθότητος, τῆς καὶ τὸν ἥλιον τῷ κόσμῳ δωρησαμένης, πάντα μετέχει ἀπραγματεύτως, καὶ ἀγαθύνεται, κατὰ τὰ μέτρα τῆς ἑαυτῶν ἐπιτηδειότητος, οὐδὲν εἰς τοῦτο τοῦ θεοῦ πονοῦντος, οὐδὲ περισπωμένου. Οὔτε γὰρ ἀντιπάσχει ποιῶν, ὥσπερ τὰ φυσικὰ πράγματα· οὔτε ἐπείσακτον ἔχει τὴν ἀγαθότητα, ἵνα κάμῃ ποτὲ δαπανωμένη· οὔτε ἄλλοτε ἄλλα πεφυκὼς ἐνεργεῖν, ὥσπερ ἡ ἡμετέρα ψυχὴ, ἀδυνατεῖ ποτε πρὸς τὴν πρόνοιαν τοῦ κόσμου, ἢ πρὸς τὴν ἀνάτασιν ἐκείνην τὴν ἐπὶ τὸ ἀγαθὸν, τὸ τοῦ κόσμου τέλος ἐξῃρημένον. Εἰ γὰρ ἡ ἀνθρωπίνη ψυχὴ τελειωθεῖσα, καὶ εἰς θεὸν ἀναχθεῖσα, μετεωροπολεῖν λέγεται, καὶ πάντα τὸν κόσμον διοικεῖν· πόσῳ μᾶλλον ὁ τῆς ψυχῆς ὑποστάτης θεὸς ἀπερισπάστως προνοήσει τῶν ὑπ' αὐτοῦ παραγομένων;

   Ἀλλ' οὐδὲ ταῦτα τὰ συμβαίνοντα περὶ τοὺς ἀγαθοὺς καὶ κακοὺς δοκοῦντας τῶν ἀνθρώπων, ἄξια κινεῖν ἐστι τὴν τῆς προνοίας ἐπιστασίαν. Οὐ γὰρ ἀληθές ἐστιν ὃ νομίζομεν, ὅτι ἀγαθοὶ μὲν δυστυχοῦσί ποτε καὶ κακῶς πάσχουσιν, κακοὶ δὲ εὐτυχοῦσί τε καὶ εὐδαιμονοῦσιν· εἴπερ ἀληθῆ ἐστιν ἐκεῖνα, καὶ μὴ μάτην ἐῤῥαψῳδήσαμεν πρότερον, ἀποδεικνύντες, ὅτι Ἀγαθός ἐστιν ἄνθρωπος, ὁ τὸ ἀγαθὸν καὶ κακὸν τὸ ἀνθρώπινον ἐν τοῖς ἐφ' ἡμῖν τιθείς· καὶ ὅτι ὁ τοιοῦτος οὐδὲ ἀποτυγχάνει ποτὲ ὀρεγόμενος, οὐδὲ περιπίπτει ἐκκλίνων. Εἰ δὲ τοῦτο, οὐδέποτε προσλήψεταί τι κακόν. Καὶ γὰρ οἱ ἀποροῦντες κακὰ ταῦτα λέγουσι, τὸ ἀποτυγχάνειν ὧν ὀρεγόμεθα, καὶ περιπίπτειν οἷς ἐκκλίνομεν· ὥστε οὐ δυστυχεῖ ποτε ἀγαθὸς ἄνθρωπος, ὡς ἄνθρωπος, οὔτε πράττει κακῶς. Πάλιν δὲ κακοὺς ἀνθρώπους πάντες ἂν ὁμολογήσαιεν τοὺς παρὰ φύσιν, ὡς ἀνθρώπους, διαζῶντας. Οὗτοι δὲ, τοῦ αὐτεξουσίου καὶ τοῦ ἐφ' ἑαυτοῖς ἐπιλαθόμενοι, τοῦ τὴν ἀνθρωπίνην φύσιν [105] χαρακτηρίζοντος, ἐν τοῖς ἐκτὸς τὸ ἀγαθὸν καὶ τὸ κακὸν τὸ ἀνθρώπινον ἀποτίθενται, ἐν ὑγείαις σώματος, καὶ πλούτῳ, καὶ δυναστείαις, καὶ γένει, καὶ τρυφαῖς, καὶ τοῖς τοιούτοις· τὰ δὲ κακὰ, ἐν τοῖς ἐναντίοις. Διὸ τῶν μὲν ἐν τούτοις ἀγαθῶν δοκούντων ὀρέγονται· τὰ δὲ, ὡς κακὰ, ἐκκλίνουσιν. Ἀνάγκη δὲ, ἐν τοῖς ἐκτὸς, ἐπειδὴ μή ἐστιν ἐφ' ἡμῖν ἐκεῖνα, καὶ ὀρεγόμενον ἀποτυγχάνειν, καὶ ἐκκλίνοντα περιπίπτειν. Ταῦτα δὲ ἄμφω οὐκ ἔστιν ἀγαθὰ, οὐδὲ κατὰ τοὺς ἀποροῦντας, ἀλλὰ κακά. Ὥστε οἱ κακοὶ, κακοῖς ὡς ἐπὶ τὸ πολὺ περιπίπτοντες, ἐὰν ὀλίγον νήψωσιν, αἰσθήσονται, ὅτι οὔτε εὐτυχεῖς, οὔτε εὐδαίμονές εἰσιν, ἀλλὰ τὰ ἐναντία. Κἂν ὑπόθηται δέ τις, αὐτοὺς ἐν τοῖς ἐκτὸς, ἢ ὡς ἐπὶ τὸ πολὺ, ἢ καὶ ἀεὶ, εὐροεῖν, ἔτι μᾶλλόν εἰσι κακοδαίμονες. Ὅταν [γὰρ] τυγχάνωσι τούτων, ἐπιτείνουσι μᾶλλον τὴν παρὰ φύσιν ἑαυτῶν, ὡς ἀνθρώπων, διάθεσιν. Παντὶ δὲ, τὸ παρὰ φύσιν αὐτοῦ, κακία καὶ κακοδαιμονία ἐστίν.

   Ἐπειδὴ δὲ οὐ μόνον βιάζεσθαι χρὴ ταῖς ἀποδεικτικαῖς ἀνάγκαις τοὺς ἀκούοντας, ἀλλὰ καὶ συμπείθειν, εἰ μέλλουσιν αἱρεῖσθαι τὰ λεγόμενα περὶ τῶν ἀγαθῶν καὶ κακῶν δοκούντων ἐν τοῖς ἐκτὸς, ὑπομιμνήσκω τῶν ἔμπροσθεν εἰρημένων· ὅτι οὐδὲ τὰ κακὰ λεγόμενα κακά ἐστι, κἂν πόνους ἔχωσι, κἂν δυσχερείας· οὐδὲ τὰ ἀγαθὰ, κυρίως ἀγαθά· ἀλλὰ τὰ μὲν λεγόμενα κακὰ, τῶν τε νοσούντων ἰατρεῖαι, καὶ τῶν ὑγιαινόντων γυμνάσια· τὰ δὲ ἀγαθὰ, καὶ αὐτὰ, πρὸς τὴν χρείαν καὶ τὴν ἀξίαν τῶν λαμβανόντων καὶ τῶν ἀποστερουμένων δίδοται. Καὶ γὰρ πλοῦτος, τῷ μὲν χρήσασθαι δυναμένῳ καλῶς, δίδοται διά τε τὴν εἰς ἑαυτὸν καὶ κατὰ τοῦτο ῥᾳστώνην, καὶ τὴν εἰς ἄλλους εὐποιίαν, καὶ αὔξησιν τῆς ἀγαθουργοῦ προαιρέσεως· τοῖς δὲ μοχθηροῖς, εἰς τιμωρίαν καὶ κόλασιν. Καὶ γὰρ οἱ μὲν φιλάργυροι, πονοῦντες ἅπαντα τὸν βίον περὶ χρηματισμὸν, μετὰ ἀθυμίας, καὶ ἀγρυπνίας, καὶ δέους ἀεὶ ἐπηρτημένου, οὐδὲν ἀπολαύουσι τῶν χρημάτων. Καὶ τίς ἂν εἴη ταύτης δίκη δικαιοτέρα τε καὶ χαριεστέρα; Οἱ δὲ ἄσωτοι πάλιν ὄντες, πενέστεροι τῶν προσαιτούντων εἰσί· καὶ ὑπὸ τρυφῆς δέ τινες διαφθείρονται διὰ τὸν πλοῦτον, καὶ κλιμακτῆρσι πολλοῖς περιπίπτουσι, καὶ τῆς ἑαυτῶν ἐπιμελείας κατ' ἀξίαν ἀποτυγχάνουσι, διὰ τὸν πλοῦτον μήτε μανθάνοντές τι ἀγαθὸν, μήτε τὸν κατὰ φύσιν ἀνθρώπῳ προσήκοντα βίον ἐπιζητοῦντες καὶ ἐργαζόμενοι. Οὕτω δὲ καὶ ὑγεῖαι, καὶ δυναστεῖαι, βλάπτουσι καὶ μᾶλλον τοὺς κακούς· καὶ αἱ μὲν, κολαστικῶς· αἱ δὲ, κατὰ τιμωρίαν δίδονται· ἵνα διὰ τῆς ἐπιτριβῆς τῶν παθῶν κορεσθέντες, ἐξεμέσωσί ποτε τὴν ἐμπάθειαν, καὶ πρὸς κόλασιν λοιπὸν καὶ κάθαρσιν ἐπιτήδειοι γένωνται. Μέλει γὰρ τῷ προνοοῦντι τῶν ψυχῶν, οὐ τοῦ τὰς ἐνεργείας κατὰ πάθος ἐπέχειν τὰς ψυχὰς ἢ διὰ φόβον ἢ δι' ἕτερα πάθη, ἀλλὰ τοῦ τὴν ἕξιν αὐτὴν τὴν μοχθηρὰν ἀποτρίψασθαι. Καὶ εἴρηται ταῦτα διὰ πλειόνων πρότερον, καὶ ἐκεῖθεν αὐτῶν ὑπομνησθῆναι δεῖ τὸν δεόμενον. Καὶ ἀρκεῖ ταῦτα πρὸς [106] τοὺς ἀναιρεῖν τὴν τοῦ θεοῦ πρόνοιαν ἐπιχειροῦντας τοῖς λόγοις.

   Ἀλλὰ δὴ τὸ τρίτον τῷ σωτῆρι, κατὰ τὸν παλαιὸν νόμον· καὶ πρὸς τὸν τρίτον, μετὰ τοῦ σωτῆρος, τῆς ἀθεΐας λόγον ἴωμεν· ὃς εἶναι μὲν τὰ θεῖα καὶ προνοεῖν τῶν ἀνθρωπίνων ὁμολογεῖ, παρατρέπεσθαι δὲ δώροις, καὶ ἀναθήμασι, καὶ κερματίου διαδόσεσιν, ὡς οἱ νῦν οἴονται· ὥστε τοὺς ἀδικοῦντας, καὶ τοὺς πλεονεκτοῦντας καὶ ἁρπάζοντας, ὀλίγην εἰς ταῦτα μοῖραν δαπανῶντας, καὶ τοῖς ὑπὲρ τοιούτων εὔχεσθαι προσποιουμένοις καὶ πείθειν διδόντας, καὶ συγχωρεῖσθαι τὰ αὐτὰ ποιεῖν, καὶ δίκην μὴ διδόναι τῆς ἁμαρτίας. Τινὲς δὲ τῶν νῦν καὶ ἄξιον τοῦτο τῆς θείας νομίζουσιν ἀγαθότητος, τὸ συγχωρεῖν καὶ συγγινώσκειν τοῖς ἁμαρτάνουσιν· ἀδιορίστως, οἶμαι, καὶ λέγοντες, καὶ γινώσκοντες. Τί οὖν πρὸς τοῦτον ἐροῦμεν τὸν λόγον; Διπλοῦν δὴ ὄντα, διαιρετέον αὐτὸν, εἴς τε τὸν ἀδικοῦντα, καὶ τὸν ἀδικούμενον· καὶ σκοπητέον τὴν λεγομένην ταύτην συγχώρησιν καὶ συγγνώμην, τί μὲν εἰς τοὺς ἀδίκους δρᾷ, πῶς δὲ τοῖς ἀδικουμένοις προσφέρεται.

   Εἰ μὲν γὰρ ἀγαθὸν καὶ ὠφέλιμόν ἐστι τοῖς ἀδίκοις, τὸ συγχωρεῖσθαι ἀδικεῖν, καὶ μὴ διδόναι δίκην, τάχα ἂν εἴη παρὰ θεοῦ ἡ συγχώρησις. Πᾶν γὰρ ἀγαθὸν ἐκεῖθεν ἐφήκει τοῖς οὖσιν. Εἰ δὲ κακὸν τὸ μέγιστόν ἐστιν αὐτοῖς, καὶ συνεργεῖσθαι πρὸς τὸ ἀδικεῖν, καὶ μὴ διδόναι δίκην τῶν ἁμαρτημάτων, πῶς οὖν ἂν εἴη τούτων ὁ θεὸς αἴτιος; ὃς διὰ πολλῶν ἀποδέδεικται λόγων, τῶν μὲν ἀγαθῶν πάντων αἴτιος ὑπάρχειν, κακῶν δὲ ἀναίτιος. Ἀδικία τοίνυν, καὶ πλεονεξία, καὶ ἀκολασία, καὶ ὕβρις, παρὰ φύσιν οὖσαι διαθέσεις τῆς ψυχῆς, (εἴπερ τὰ ἐναντία τούτοις κατὰ φύσιν,) δῆλον ὅτι νόσοι καὶ αἴσχη καὶ κακία τῆς ψυχῆς εἰσιν. Ὁ γοῦν αὔξων ταῦτα τῇ συγχωρήσει, καὶ ἀνίατα καταλιμπάνων, ἐπιτείνει δῆλον ὅτι τὴν κακίαν. Εἰ δὲ καὶ δωροδοκῶν αὐτὸ ποιεῖ, πῶς οὐκ ἂν χείρων φαίνοιτο καὶ τῶν μέσων ἀνθρώπων; τίς γὰρ ἐπιμελεῖσθαι τινὸς ἑλόμενος, διὰ δωροδοκίαν αὐτὸ περιορᾷ κακυνόμενον; ἆρα ἰατρὸς τῶν νομίμων ἕλοιτό τις ἂν τῷ βλαπτομένῳ ὑπὸ σιτίων ἢ ποτῶν τινων, δῶρα λαμβάνων, ἢ ἱκετευόμενος, ἐπιτρέπειν αὐτῷ χρῆσθαι τοῖς βλάπτουσιν ἀδεῶς, καὶ συνεργεῖν πρὸς τὴν χρῆσιν; ἀλλὰ τὸν τομῆς ἢ καύσεως δεόμενον ἀτημέλητον ἂν καταλίποι, δώροις πειθόμενος; Εἰ οὖν ἰατρικὴ τῆς πονηρίας ἐστὶν ἡ τοῦ θεοῦ δίκη, πῶς δυνατὸν τῆς ἀνθρωπίνης ἰατρικῆς χείρονα φαίνεσθαι;

   Ἀλλὰ καὶ τῶν ἀδικουμένων προνοεῖν λεγόμενος, καὶ ἐπιμελεῖσθαι αὐτῶν, ἴδωμεν ὅπως καὶ τούτοις χρῆται, παραιτητὸς ὢν τοῖς ἀδικοῦσι συνεργεῖν διὰ τὰ δῶρα. Καίτοι, τίς ἂν μέτριος ὢν [στρατηγὸς, δωροδοκούμενος ὑπὸ τῶν] πολεμίων, προδοίη ἂν αὐτοῖς τὸ στρατόπεδον; ἢ ποιμὴν, τοῖς λύκοις τὰ πρόβατα; καὶ τί λέγω ποιμήν; ἆρα οἱ ποιμενικοὶ κύνες ἕλοιντο ἂν, μοῖραν τινὰ τῶν ἁρπασθέντων προβάτων παρὰ τῶν λύκων λαμβάνοντες, ἐπιτρέπειν αὐτοῖς τὰ λοιπὰ διαρπάζειν; [107] Πῶς οὖν οὐκ ἀσεβὴς ὁ λόγος, περὶ θεοῦ τι λέγων, ὅπερ οὐδὲ κυσὶ προσήκει ποιεῖν; Ὅλως δὲ, δώροις παράγεσθαι τὸν θεὸν ὑπὸ τῶν ἀδικούντων, πῶς ἔχει λόγον; ὑπὸ μὲν γὰρ τῶν εὐσεβούντων δῶρα πολλάκις ὁ θεὸς ὑποδέχεται, οὐκ αὐτῶν δῆλον ὅτι τῶν δώρων δεόμενος· ἀλλὰ τῶν προσαγόντων, ὥσπερ ψυχικῶς, οὕτω καὶ διὰ τῶν ἐκτὸς, πρὸς αὐτὸν ἀνατεινομένων. Καὶ εἰ μὲν προσῆγον οἱ κακοὶ τὰ δῶρα, δίκης τυχεῖν καὶ ἰατρευθῆναι δεόμενοι, τάχα ἂν ἀπεδέχετο τὰ δῶρα ὁ θεὸς καὶ παρὰ τούτων. Εἰ δὲ, ἵνα χείρονες γένωνται, πῶς ἔχει λόγον; κἂν γὰρ μηδὲν ἄλλο ἐπλημμελήσαμεν, ἤρκει τὸ δώροις ἐλπίζειν παραπείθειν τὸν θεὸν, ἔτι μᾶλλον ἀποστῆναι αὐτοὺς τῆς πρὸς αὐτὸν οἰκειότητος.

   Τίς οὖν ἐστιν οὗτος ὁ λόγος, πολὺς περιφερόμενος; καὶ πόθεν ἔχει τὴν ἀρχήν; ὁ λέγων, δώροις, καὶ ἀναθήμασιν, εὐχαῖς τε καὶ εὐποιίαις, καὶ ἱκετείαις, μεταπείθεσθαι τὸ θεῖον; καὶ συγγινώσκειν τοῖς ἁμαρτάνουσιν; ἴσως γὰρ οὐ μάτην πιστεύεται. Μήποτε οὖν, ἁπλῶς μὲν οὕτω λεγόμενος, [οὔτε εὐσεβὴς] οὔτε ὅσιος ἀποδέχεσθαι· μεταμελομένων δὲ γνησίως τῶν ἁμαρτανόντων, ταῦτα συντελεῖ πρὸς τὴν ἐπὶ τὸ θεῖον ἐπιστροφὴν, τεκμήρια τῆς μεταμελείας γινόμενα, καὶ τῆς οὐ μόνον κατὰ ψυχὴν ὑποκατακλίσεως, ἀλλὰ καὶ κατὰ τὸ σῶμα, γονυκλιτούντων τε, καὶ προσκυλιομένων, καὶ τὰ ἐκτὸς ἀνατιθέντων τε, καὶ δαπανώντων εἰς τὰ τῷ θεῷ ἀρεστά. Οὔτε γὰρ, ἁμαρτανόντων ἡμῶν, ὁ θεὸς ἀποστρέφεται, ἢ ὀργίζεται, ἢ χωρίζεται ἐξ ἡμῶν· οὔτε μεταμελομένων ἡμῶν αὐτὸς ἐπιστρέφεται, ἢ πρόσεισιν ἡμῖν ἀγαθυνθείς. Ἀνθρωπικὰ γὰρ ταῦτα, καὶ πόῤῥω τῆς κατὰ πάντα ἀμεταβλήτου θείας μακαριότητος. Ἀλλ' ἡμεῖς, κακυνθέντες διὰ τῆς εἰς τὸ παρὰ φύσιν ἐκπτώσεως, καὶ ἀνομοιωθέντες πρὸς τὴν θείαν ἀγαθότητα, διὰ τοῦ ἄδικοι καὶ ἀνόσιοι καὶ ἄφρονες γίνεσθαι, ἀποσπῶμεν ἑαυτοὺς ἐκεῖθεν· οὐ δυνάμενοι μὲν οὐδέποτε φυγεῖν τὴν ἐπὶ πάντα διήκουσαν αὐτοῦ πρόνοιαν· ἀλλ' ὡς νοσοῦντες τότε δι' ἑαυτοὺς τῇ τῆς πονηρίας ἰατρικῇ, τῇ δίκῃ, ἐπίβασιν ἐν ἑαυτοῖς παρέχομεν, πρὸς τὴν τοιαύτην πρόνοιαν καὶ ἐπιμέλειαν τοῦ θεοῦ ἐπιτηδείους ἑαυτοὺς παρέχοντες. Ἀνακτώμενοι δὲ τὸ κατὰ φύσιν ἑαυτῶν, καὶ πρὸς αὐτὸν ὁμοιούμενοι, (ὁμοίωσις δὲ πρὸς θεὸν, δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι,) πρόσιμέν τε αὐτῷ, καὶ οἰκειούμεθα. Καὶ ταύτην τὴν ἡμῶν ἐπιστροφὴν πρὸς αὐτὸν, ὡς αὐτοῦ πρὸς ἡμᾶς λέγομεν· τοιοῦτόν τι πάσχοντες, οἷον οἱ πέτρας τινὸς παραλίας κάλων ἐξάψαντες, καὶ τῷ ἐκεῖνον ἐπισπᾶσθαι ἑαυτούς τε καὶ τὸ ἀκάτιον τῇ πέτρᾳ προσάγοντες, καὶ δι' ἀπειρίαν τοῦ γινομένου δοκοῦντες οὐκ αὐτοὶ προσιέναι τῇ πέτρᾳ, ἀλλὰ τὴν πέτραν κατ' ὀλίγον ἐπ' αὐτοὺς ἰέναι. Μεταμέλειαι δὲ, καὶ ἱκετεῖαι, καὶ εὐχαὶ, καὶ τὰ τοιαῦτα, ἀναλογοῦσι τῷ κάλῳ. Διὰ γὰρ ἐκείνων τοῖς ἀποσπασθεῖσιν ἡ ἐπιστροφή· οὐχὶ λόγῳ, ἀλλ' ἔργῳ γινομένη· τῷ τοὺς μὲν ἀδικηθέντας παρ' ἡμῶν, ἢ ὑβρισθέντας, ἢ ὁπωσοῦν ἐπηρεασθέντας, θεραπεῦσαι, αὐτοὺς, ἢ [108] ἀπογόνους αὐτῶν· μισῆσαι δὲ τὴν ἀδικίαν· καὶ τῷ, τοὺς ἀδίκους ἀποστραφέντας, τοῖς τὸ δίκαιον ἀσπαζομένοις συζῇν, ἑαυτοὺς κολάζοντας. Καὶ [ἕως] ἂν τελέως καθαρθῶμεν, δεῖ ταύτῃ κεχρῆσθαι συνεχῶς, μὴ ἐκλυομένους τοῖς διαλείμμασι, καὶ ἑαυτῷ γινόμενον δίκην.

   Τεκμήριον δὲ καὶ ἀποτέλεσμα τῆς ὄντως μεταμελείας, τὸ μηκέτι τὰ αὐτὰ ἁμαρτεῖν, μηδὲ τὰ ἐκείνων ἐλάττονα. Δεῖ γὰρ ἀνισοτοιχοῦντα, ὥσπερ οἱ πλέοντες, ἐπὶ τὸ ἐναντίον μεθίστασθαι. Ὅτι δὲ ἡ ἀληθὴς μεταμέλεια ἀρκεῖ πρὸς τελείαν κάθαρσιν, δῆλον ἐκ τοῦ, καὶ τὸν θεὸν εἰς τοῦτο τὸ τέλος ὁρᾷν τῆς καθάρσεως. Πάντα γὰρ τὰ εἰς ἡμᾶς γινόμενα, κολαστικά τε, καὶ τιμωρὰ, καὶ ἐνταῦθα, καὶ ἐν ᾅδου, τέλος ἔχει τὸ μεταμεληθῆναι τὴν ψυχὴν ἐπὶ τοῖς ἑαυτῆς ἀτυχήμασι, καὶ μισῆσαι μὲν τὴν κακίαν καὶ τὴν παρὰ φύσιν ζωὴν, ἑλέσθαι δὲ ἑκοῦσαν καὶ ἀσπάσασθαι τὴν ἀρετήν. Καὶ ἐπιστημονικαί τινές εἰσι τῆς λογικῆς ψυχῆς τελειότητες, ἐάν τις ἑαυτῷ γένηται δίκη. Τάχα [δὲ] καὶ θᾶττον οὗτος κατορθοῖ, διὰ τὸ αὐτοπροαιρέτως κολάζεσθαι. Καὶ γὰρ ὀδύνης χρεία, καὶ λύπης, τοῖς διὰ τρυφὴν καὶ ἡδονὴν ἁμαρτοῦσιν. Οἱ γὰρ γνησίως μεταμελόμενοι, ταῖς πικροτάταις τοῦ συνειδότος αἰκίαις ἑαυτοὺς κολάζουσιν· αἵτινες ὀδυνηρότεραι τῶν σωματικῶν εἰσι κολάσεων, καὶ τηκτικώτεραι, καὶ μᾶλλον ἐκείνων δυσπαραμύθητοι.

   Ταῦτα πρὸς τὴν τρίτην ἀθεΐαν εἰρήσθω, χειρίστην οὖσαν ἐν ταῖς τρισίν. Αἱρετώτερον γὰρ, μὴ εἶναι μᾶλλον, μηδὲ προνοεῖν, ἢ ὄντα τινὰ, καὶ προνοεῖν δοκοῦντα, ἐπιβουλεύειν τοῖς προνοουμένοις. Τοῦτο γὰρ κακῶς εἶναι ἐστίν. Αἱρούμεθα δὲ μὴ εἶναι μᾶλλον, ἢ κακῶς εἶναι. Τούτου δὲ αἴτιον, τὸ ὑπέρτερον εἶναι τὸ ἀγαθὸν τοῦ ὄντος, καὶ εἶναι καὶ τοῦ ὄντος ἀρχὴν τὸ ἀγαθόν· ὥστε καὶ τέλος πάντων ἐκεῖνο, καὶ ἐκείνου ἕνεκα πάντα. Καὶ γὰρ καὶ τὸ εἶναι, ὡς ἀγαθὸν, ἀσπαζόμεθα. Διὸ, ὅταν κακῶς ὦμεν, ἀγαπῶμεν μᾶλλον μὴ εἶναι.

   Πλείονα δὲ ἴσως, ὡς πρὸς τὸν προκείμενον σκοπὸν, προήχθην εἰπεῖν περὶ τῶνδε τῶν προβλημάτων· διότι πάσης εὐζωΐας, καὶ τελειώσεως ψυχικῆς, ἀρχὴ καὶ τέλος ἐστὶν ἡ πρὸς τὸν θεὸν ἀνάτασις, διά τε τῶν ὀρθῶν περὶ αὐτοῦ προλήψεων, ὅτι τε ἔστι, καὶ προνοεῖ καλῶς, καὶ δικαίως τὰ πάντα κατευθύνει· καὶ διὰ τοῦ πείθεσθαι καὶ εἴκειν ἑκόντα τοῖς ὑπ' αὐτοῦ γινομένοις, ὡς ὑπὸ ἀρίστης γνώμης ἐπιτελουμένοις. Κἂν γὰρ αὐτοκίνητος ᾖ ἡ ψυχὴ καὶ αὐτεξούσιος, καὶ ἐν ἑαυτῇ τὰς ἀρχὰς ἔχῃ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν· ἀλλ' ὑπὸ θεοῦ παρήχθη τοιαύτη, ἑαυτὴν κινοῦσα. Διὸ ἕως μὲν ἐῤῥίζωται τῷ ἑαυτῆς αἰτίῳ, καὶ σώζεται, καὶ τὴν ἑαυτῆς ἔχει τελειότητα, μεθ' ἧς αὐτὴν ὑπέστησεν ὁ θεός· ἀποσπάσασα δὲ ἑαυτὴν, καὶ ὅσον ἐφ' ἑαυτῇ ἀποῤῥιζώσασα ἐκεῖθεν, μαραίνεται καὶ φθίνει, αἰσχρὰ καὶ ἀσθενὴς γινομένη, ἕως ἂν πάλιν ἐπιστραφῇ καὶ ἑνωθῇ πρὸς τὴν αἰτίαν, καὶ οὕτως ἀπολάβῃ τὴν ἑαυτῆς [109] τελειότητα. Ἀδύνατον δὲ ἐπιστραφῆναι γνησίως, μὴ τούτων ἐν αὐτῇ τῶν τριῶν προβλημάτων γνωστικῶς τε καὶ ζωτικῶς διηρθρωμένων. Τίς γὰρ ἂν θέλοι πρὸς τὸ μὴ ὂν ἀνατείνεσθαι; ἢ τὸ ὂν μὲν, μηδὲν δὲ φροντίζον ἡμῶν; ἢ τὸ ὂν μὲν, καὶ φροντίζον, ἐπὶ κακῷ δὲ καὶ ἐπὶ βλάβῃ τὴν φροντίδα ποιούμενον;

   [IN CAP. XXXII.] Μετὰ τὰ πρὸς ἀνθρώπους καθήκοντα, καὶ τὰ πρὸς τὸν θεὸν, μέλλων περὶ τῶν πρὸς ἑαυτὸν καθηκόντων λέγειν, εἶδέ τι μέσον εἶδος, ἅμα καὶ τὸ πρὸς τὸν θεὸν καὶ τὸ πρὸς ἑαυτὸν καθῆκον ἀπαιτοῦν, τὸ τῆς μαντείας. Τριχῇ δὲ διαιρεῖ τὸν λόγον· λέγων, περὶ τίνων χρὴ μαντεύεσθαι, καὶ πῶς διακείμενον μαντεύεσθαι, καὶ πῶς τοῖς μαντεύμασι κεχρῆσθαι. Ἤρξατο δὲ αὐτὸς ἀπὸ τοῦ μέσου, τάχα καὶ πρῶτον αὐτὸ δοκιμάζων εἶναι· πῶς χρὴ διαθέντα ἑαυτὸν ἐπὶ τὸ μαντεύεσθαι ὅλως ἰέναι· ὅτι οὔτε ὄρεξιν προβαλλόμενον, οὔτε ἔκκλισιν. Ἐπεὶ ἀνάγκη, τρέμοντα προσιέναι τῇ μαντείᾳ· εἰ μὲν ὀρεγόμεθα, δεδοικότες μὴ ἀδύνατον αὐτὸ εἴπῃ ὁ μάντις· εἰ δὲ ἐκκλίνομεν, δεδοικότες μὴ προαγορεύῃ ἔσεσθαι αὐτό. Πῶς οὖν ὑπάρξει τὸ μήτε ὄρεξιν μήτε ἔκκλισιν προσαγαγεῖν; ἐὰν ἐννοήσῃς, φησὶν, ὅτι τῶν ἐκτός ἐστι ταῦτα, περὶ ὧν μαντευόμεθα. Περὶ γὰρ τῶν ἐφ' ἡμῖν οὐ χρεία μαντείας. Τίς γὰρ μαντεύσεται, εἰ χρὴ τῶν κατὰ φύσιν ὀρέγεσθαι, τὰ δὲ παρὰ φύσιν ἐκκλίνειν; Εἰ οὖν ταῦτα περὶ ὧν μαντευόμεθα, τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν, εἰ πλευστέον, εἰ γαμητέον, εἰ τὸν ἀγρὸν ὠνητέον· τῶν δὲ μὴ ἐφ' ἡμῖν οὔτε ὀρέγεσθαι χρὴ, οὔτε ἐκκλίνειν αὐτά· δῆλον, ὅτι οὐ χρὴ τῷ μάντει προσφέρειν ἢ ὄρεξιν, ἢ ἔκκλισιν. Καὶ γὰρ, τί τὸ ἀποβαῖνόν ἐστιν, οὐκ ἴσμεν· αὐτὸ γοῦν τοῦτο παρὰ τοῦ μάντεως ἥκομεν πευσόμενοι. Ἀλλ' ὁποῖόν ἐστι, φησὶν, οἶδας, ἐὰν ᾖς φιλόσοφος· ὅτι τῶν μὴ ἐφ' ἡμῖν οὔτε ἀγαθόν ἐστιν οὐδὲν, οὔτε κακόν· ὥστε οὐδὲ ὀρεκτὸν, οὐδὲ ἐκκλιτόν. Καὶ γὰρ οἱ περὶ ταῦτα δεινοὶ, καὶ τὰ σημεῖα συγχεῖσθαί φασιν ὑπὸ τῆς τῶν μαντευομένων ὀρέξεως. Καὶ τοῦτο δέ σοι πρὸς ἀταραξίαν συντελέσει μαντευομένῳ, τὸ εἰδέναι, ὅτι, ὁποῖα ἂν ᾖ τὰ ἀποβαίνοντα, ἐπὶ σοί ἐστιν ὠφεληθῆναι ἀπ' αὐτῶν· καὶ ὅσῳ μᾶλλον δυσχερέστερα, τοσούτῳ μᾶλλον ὠφεληθῆναι, καλῶς αὐτοῖς χρώμενον. Θαῤῥῶν οὖν, φησὶ, ταῦτα, καὶ μηδὲν δεδοικὼς, ἔρχου ἐπὶ τὴν θείαν συμβουλήν.

   Εἶτα λοιπὸν τὸ πρὸς τὸν θεὸν καθῆκον· ὅτι, ὅταν συμβουλευθῇς, ἀκολούθει πάντως τοῖς συμβουλευθεῖσιν. Ὁ γὰρ θεῷ συμβουλεύοντι μὴ πειθόμενος, τίνι ἂν πεισθείη; Καὶ μέντοι τὸ ἀπειθεῖν ποτε τοῖς μαντεύμασιν, οὐκ ἀλλαχόθεν γίνεται, ἢ ἐκ τοῦ ὀρέξεις οἰκείας καὶ ἐκκλίσεις προβάλλεσθαι. Ὥστε τὸ μήτε ὀρεγόμενον μήτε ἐκκλίνοντα προσιέναι, μὴ μόνον εἰς τὸ θαῤῥοῦντα καὶ μὴ τρέμοντα προσιέναι συντελεῖ, ἀλλὰ καὶ εἰς τὸ πείθεσθαι τῇ θείᾳ βουλῇ.

   Εἶτα ἐφεξῆς ἐπάγει περὶ τῶν ὧν χρὴ μαντεύεσθαι· ὅτι περὶ ἐκείνων μὲν τῶν πραγμάτων, ὧν τὸ τέλος ἄδηλόν ἐστιν ἡμῖν, ἕως ἂν ἐκβῇ τὸ πρᾶγμα· οὐ δυναμένων [110] ἡμῶν ἀπὸ φρονήσεως, ἢ τῆς περὶ ἐκεῖνα τὰ πράγματα τέχνης καὶ ἐμπειρίας, τὸ τέλος ἐννοῆσαι. Οὐδεὶς γὰρ ἂν μαντεύσαιτο, εἰ χρὴ τραφῆναι ἢ καθευδῆσαι τὸν ἄνθρωπον· δεῖται γὰρ τούτων πάντως τὸ ζῶον· ἀλλ' οὐδὲ, εἰ χρὴ φιλοσοφῆσαι, ἢ κατὰ φύσιν ζῇν· δῆλα γάρ ἐστι ταῦτα τῷ ἔμφρονι, ἐπωφελῆ ὄντα· οὐδὲ, ὁποῖος ἔσται ὁ κτιζόμενος οἶκος· ἡ γὰρ τέχνη προείληφε τὸ εἶδος· οὐδὲ ὁ γεωργὸς, εἰ χρὴ σπεῖραι, ἢ φυτεῦσαι· τῷ γὰρ γεωργῷ ταῦτα ἀναγκαῖα· τὸ δὲ πότε, ἢ ποῦ, ἢ ποῖα σπέρματα ἢ φυτὰ, εἰ μὴ προείθισται ταῦτα, ἢ ἄλλως ἐν ἀρχῇ ἐστι, μαντεύσαιτο ἄν· καὶ εἰ πλευστέον, μάλιστα τοῦ καιροῦ μὴ πάντῃ ἀδεοῦς ὄντος. Οὐ μέντοι μαντευτέον, εἰ χρὴ προελθεῖν εἰς ἀγορὰν, ἢ ἐπὶ τὸν ἀγρὸν ἐξελθεῖν· καίτοι τούτοις ἕπεταί τι τέλος ποτὲ δυσχερὲς, ἀλλ' ὡς ἐπιτοπλεῖστον κατὰ νοῦν ἐκβαίνει· ἀρκεῖ δὲ, ὡς ἔοικε, τὸ ἐπιπλεῖστον, πρὸς τὸ μὴ δεῖσθαι μαντεύεσθαι. Ἐπεὶ, κἂν ἐκ λόγου τινὸς ἢ τέχνης ἀφορμαὶ διδῶνται πρὸς τὸ συνιδεῖν τὸ προκείμενον, οὐ πάντως ἀναγκαία ἔσται ἡ ἔκβασις. Οὔτε γὰρ ἡ φύσις, οὔτε ἡ τέχνη, οὔτε ἡ προαίρεσις ἐπὶ τῶν ἐκτὸς ἀναγκαίαν ἔχουσι τὴν ἔκβασιν· ἀλλ' ἀρκεῖ τὸ ὡς ἐπιτοπολὺ, πρὸς τὸ μὴ δεῖσθαι μαντείας. Τὸ γὰρ ἐπὶ πάντων ἐθέλειν μαντεύεσθαι, δειλοὺς ποιεῖ, καὶ ἀπράκτους, καὶ τὰ μικρὰ μεγάλα νομίζειν παρασκευάζει.

   Ἀλλ' ἐκεῖνο ἄξιον ἐπισκέψεως, εἰ περὶ τῶν ἐφ' ἡμῖν ὅλως οὐ μαντευτέον· πῶς χρὴ ὑπολαβεῖν περὶ τῆς ψυχῆς; πότερον θνητή ἐστιν, ἢ ἀθάνατος; καὶ, εἰ χρὴ τῷδέ τινι διδασκάλῳ χρήσασθαι; πολλοὶ γὰρ τῶν παλαιῶν φαίνονται περὶ τῆς φύσεως τῶν ὄντων ἐρωτήσαντες· καίτοι τὸ ὑπολαμβάνειν τοίως ἢ τοίως, ἡμέτερον φαμὲν, καὶ τῶν ἐφ' ἡμῖν εἶναι. Μήποτε οὖν τὰ ἀποδείξει λογικῇ ληπτὰ, δι' ἀποδείξεως δεῖ μανθάνειν; οὕτω γὰρ ἡ ἐπιστημονικὴ γενήσεται γνῶσις, ἐὰν ἀπὸ τῆς αἰτίας ἡ ἀπόδειξις γένηται. Τὸ δὲ ἀκοῦσαι παρὰ θεοῦ, ὅτι ἀθάνατός ἐστιν ἡ ψυχὴ, πίστιν μὲν ποιεῖ βεβαίαν, ὡς εἰκὸς, οὐ μέντοι ἐπιστήμην τοῦ πράγματος. Εἰ δέ τις ἀξιοῦται παρὰ θεοῦ καὶ τὰς αἰτίας μανθάνειν, καὶ ἐπιστήμων γίνεσθαι, ἄλλο τοῦτο εἶδός ἐστι τῆς ἀγαθότητος, καὶ οὐ τὸ μαντικόν· τοῦτο γὰρ ἔοικεν ἐν τοῖς πρακτικοῖς τὰς ἀδήλους ἀνθρωπίνῃ διανοίᾳ ἐκβάσεις προαγορεύειν. Διὸ καὶ εἰ ἠρώτησάν τινες περὶ τῆς φύσεως τῶν ὄντων, ἀλλὰ σπάνιοί γε οὗτοι, καὶ οὐχ οἱ πρωτεύσαντες ἐν φιλοσοφίᾳ, ἀλλ' οἱ συνειθισμένοι πιστευτικὴν ἔχειν καὶ οὐκ ἐπιστημονικὴν πίστωσιν· τοῦ θεοῦ βουλομένου, ὡς ἔοικεν, αὐτοκίνητον οὖσαν τὴν ψυχὴν δι' ἑαυτῆς τὸ ἀληθὲς ὁρᾷν.

   Ἀμέλει καὶ ὁ Ἐπίκτητος, καὶ ὁ Σωκράτης, ἐοίκασιν ἀπαγορεύειν ἐκεῖνα ἐρωτᾷν, ἃ δύναται καθ' ἑαυτὴν ἡ ψυχὴ γινώσκειν. Τοιγαροῦν οὐδὲ ἀποδέχεται τὸν ἐρωτῶντα, εἰ χρὴ συγκινδυνεῦσαι τῷ φίλῳ ἢ τῇ πατρίδι. Ὁ γὰρ ὀρθὸς λόγος ὑπαγορεύει συγκινδυνεύειν. Κἂν δύσκολα οὖν μαντευθῇ τινα, οὐδὲν ἧττον χρὴ συγκινδυνεύειν. Τίς οὖν χρεία τοῦ ἐπὶ τῶν τοιούτων [111] ἐρωτᾷν, ἐφ' ὧν δῆλόν ἐστι τὸ πρακτέον; Φαίνεται δὲ ὁ θεὸς καὶ τοῖς ἐρωτήσασί ποτε, εἰ χρὴ τὸν ἱκέτην ἐκδοῦναι, πάνυ μεμφόμενος. Ἃ γὰρ ὁ ὀρθὸς λόγος ὑπαγορεύει δεῖν πράττεσθαι, ταῦτα δεῖ ποιεῖν, καὶ μὴ ἐρωτᾷν, κἂν ἕπηταί τι δύσκολον ἡμῖν περὶ τὸ σῶμα, ἢ τὰ ἐκτός. Χρὴ γὰρ τὸ ἡμέτερον ἀγαθὸν προτιμᾷν τῶν τοῦ σώματος, ἢ τῶν ἐκτὸς, καὶ τούτων εἰς ἡμᾶς ἐχόντων τὴν ἀναφοράν.

   Ἀποδείξας δὲ, ὅτι οὐ χρὴ περὶ τῶν τοιούτων μαντεύεσθαι, ἐκ τοῦ, ὁποῖα ἂν γένηται τὰ ἱερὰ, δεῖν πάντως συγκινδυνεύειν, πιστοῦται τοῦτο καὶ ἀπὸ τοῦ τὸν θεὸν ἐκβαλεῖν τὸν μὴ βοηθήσαντα ἀναιρουμένῳ τῷ φίλῳ. Δύο γάρ τινες εἰς Δελφοὺς ἀπιόντες, λῃσταῖς περιπεπτώκασι· καὶ τοῦ ἑτέρου ὑπ' αὐτῶν ἀναιρουμένου, ὁ ἕτερος, ἢ φυγὼν, ἢ ἄλλως μὴ ἐπαμύνας, ἦλθεν εἰς τὸ μαντεῖον· καὶ ὁ θεὸς ἐξέβαλεν αὐτὸν, εἰπών·

   Ἀνδρὶ φίλῳ θνήσκοντι παρὼν πέλας οὐκ ἐπαμύνας,

   ἤλυθες οὐ καθαρός· περικαλλέος ἔξιθι σηκοῦ.

   Καὶ δῆλον μὲν, ὅτι, καὶ βουλόμενος, οὐ πάντως ἂν ἐῤῥύσατο τοῦ θανάτου τὸν φίλον· ἀλλ' ὅμως ἔδει συγκινδυνεῦσαι, καὶ συναποθανεῖν, εἰ καὶ τοῦτο ἦν ἀνάγκη βοηθοῦντα παθεῖν. Διὰ τὴν προαίρεσιν οὖν ταύτην, ἀκάθαρτον αὐτὸν ἔκρινεν ὁ θεὸς, ὡς προδόντα τὸν φίλον διὰ τὴν περιττὴν περὶ τὸ σῶμα συμπάθειαν· ὥσπερ ἐπ' ἄλλου, καὶ ἀποτυχίας γενομένης, τὴν προαίρεσιν ὅμως ὁ Θεὸς ἀπεδέξατο. Πάλιν γὰρ ἄλλων δύο τινῶν λῃσταῖς περιπεσόντων, καὶ τοῦ ἑτέρου κρατηθέντος ὑπὸ τῶν λῃστῶν, ὁ ἕτερος ῥίψας ὡς κατὰ λῃστοῦ τὸ ἀκόντιον, ἐκείνου μὲν διήμαρτεν, ἔβαλε δὲ τὸν φίλον καὶ ἀνεῖλε· καὶ ἐλθὼν εἰς τὸ μαντεῖον, οὐκ ἐτόλμησεν εἰσελθεῖν, ὡς ἀκάθαρτος τῷ φόνῳ τοῦ φίλου. Καὶ ὁ θεὸς ἐξεφώνησε πρὸς αὐτὸν τάδε τὰ ἔπη·

   Ἔκτεινας σὸν ἑταῖρον, ἀμύνων· οὔ σε μιαίνει

   αἷμα φόνου· σὺ πέλεις καθαρώτερος ἢ πάρος ἦσθα. Εἰ γοῦν ἀπὸ τοῦ φόνου τοῦ φίλου οὐ μόνον οὐκ ἐμολύνθη, ἀλλὰ καὶ καθαρώτερος γέγονεν ἤπερ ἦν πρότερον, διὰ τὴν ὀρθὴν προαίρεσιν· δῆλον, ὅτι οὐκ ἐν τῇ πράξει, ἀλλ' ἐν τῇ προαιρέσει τῶν ἀνθρώπων, τὸ κατορθοῦν ἐστι, καὶ ἁμαρτάνειν. Ἐπιστῆσαι δὲ χρὴ, ὅτι καὶ ταῦτα τὰ προσεχῶς εἰρημένα, ἀφ' οὗ ἐπεσημηνάμην, καὶ τὰ ἐφεξῆς ῥηθησόμενα πάντα, πρὸς μέσην ἕξιν ἁρμόττει, τὴν ἤδη πως προκεκοφυῖαν, καὶ ἐν τῷ φιλοσοφεῖν οὖσαν. Καὶ γὰρ ἐνταῦθα, Εἴπερ εἶ, φησὶ, φιλόσοφος· καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ τὸ τοιοῦτον ἐπισημαίνεται.

   [IN CAP. XXXIII, 14 13.] Ἐντεῦθεν τὰ πρὸς ἑαυτὸν καθήκοντα τῷ ποσῶς προκεκοφότι καὶ ἤδη φιλοσοφοῦντι παραδοὺς, Τάξαι, φησὶν, ἤδη χρὴ, καὶ ὁρίσαι χαρακτῆρα διαγωγῆς τὸν καθήκοντα τῷ τοιούτῳ βίῳ, πρὸς ὃν χρὴ καὶ τὰ κατὰ μέρος συναρμόττειν. Οἷς ἐπεξιὼν αὐτὸς, δι' αὐτῶν καὶ τὸν ὅλον χαρακτῆρα τοῦ βίου παρίστησι, παραγγέλλων φυλάττειν αὐτὸν, ἐφ' ἑαυτοῦ [112] τε ὄντα καὶ ἀνθρώποις ἐντυγχάνοντα. Τοῦτο δὲ, οἶμαι, σημαίνει, τὸ δεῖν ἀεὶ κατὰ τὸ δυνατὸν ἐν ταυτότητι διαμένειν, μίαν τὴν αὐτοῦ ζωὴν ἀεὶ διαζῶντα· καὶ μὴ τοῖς ἔξωθεν προσπίπτουσι, ποικίλοις οὖσιν, Εὐρίπου δίκην συμμεταῤῥέοντα. Ἐλέγετο οὖν καὶ ὁ Σωκράτης ἐν τῷ αὐτῷ καταστήματι ἀεὶ ὁρᾶσθαι, καὶ μήθ' ὑπὸ τῶν ἡδέων, μήτε ὑπὸ τῶν λυπηρῶν δοκούντων, μετακινεῖσθαι, διὰ τὸ μίαν καὶ τὴν αὐτὴν ζωὴν ἀεὶ τὴν ἑαυτοῦ διαζῇν. Καὶ τάχα αὐτός ἐστιν ὁ εἷς χαρακτὴρ, ὃν δεῖ τάξαι καὶ ὁρίσαι, ὃν ἐνεδείξατο συντόμως διὰ τοῦ εἰπεῖν, ὅτι δεῖ τὸν αὐτὸν φυλάττειν, ἐφ' ἑαυτοῦ τε ὄντα, καὶ ἀνθρώποις ἐντυγχάνοντα.

   Τῶν δὲ οἰκείων τῷ τοιούτῳ χαρακτῆρι πρῶτον καὶ κυριώτατον· Σιωπὴ, φησὶ, τὸ πολὺ ἔστω. Ἡ γὰρ ὅλη σπουδὴ τῶν παιδευτικῶν λόγων ἐστὶν, ἐπιστρέψαι τὴν ψυχὴν εἰς ἑαυτὴν, ἀπό τε τῶν ἐκτὸς, καὶ ἀπὸ τῶν ἀλόγων ἐν αὐτῇ παθῶν, καὶ τοῦ σώματος· ὥστε τὴν ἑαυτῆς ζωὴν τὴν αὐτὴν ἀεὶ ζῇν. Πρὸς δὲ τοῦτο ἡ σιωπὴ τὰ μέγιστα συντελεῖ. Διὸ καὶ οἱ Πυθαγόρειοι τῆς καθ' ἑαυτοὺς διαγωγῆς ἀρχὴν ἀνυσιμωτάτην συνέταττον τὴν πενταετῆ σιωπήν. Ὥσπερ γὰρ αἱ αἰσθήσεις ἔξω τείνουσι τὴν ψυχὴν, συνεργοῦσαν αὐταῖς, ὡς δηλοῦσιν οἱ μύοντες τοὺς ὀφθαλμοὺς, ὅταν ἑαυτοὺς βούλωνται συναγαγεῖν, καὶ συστρέψαι, καὶ διεγεῖραι τὸ προσεκτικὸν τῆς ψυχῆς· οὕτω καὶ ὁ προφορικὸς λόγος, οὐ συνεργούσης τότε ταῖς αἰσθήσεσιν, ἀλλ' αὐτῆς ἐνεργούσης, ἐκχέει μᾶλλον τὴν ψυχὴν πρὸς τὰ ἔξω. Καὶ ταύτης τῆς ἐκχύσεως ἴαμα, ἡ σιωπή. Οὐ παντελῆ δὲ σιωπὴν ἐπιτάττει. Οὐδὲ γὰρ ἐπ' ἐκεῖνο τὸ εἶδος παρακαλεῖ τὸ Πυθαγόρου, τὸ παντελέως ἀνειμένον καὶ θεοειδὲς, ἀλλ' ἐπὶ τὸ πολιτικὸν, καὶ συμμετρότερον ἀνθρώποις. Ἢ οὖν σιωπᾷν, φησὶ, χρή· ἢ λαλεῖν τὰ ἀναγκαῖα, καὶ διὰ βραχέων, ἐρωτῶντά τε καὶ ἀποκρινόμενον. Καὶ συντόμως ὥρισε τὸ εἶδος ἐκείνων περὶ ὧν χρὴ λαλεῖν, ὅτι τὰ ἀναγκαῖα χρὴ εἶναι ταῦτα, πρός τε τὴν κατὰ φύσιν τῆς ψυχῆς διαγωγὴν, καὶ τὴν τοῦ ζώου χρείαν. Τὰ γὰρ τοιαῦτα, καὶ ὀλίγα ὄντα, καὶ πραγματικώτερα, καὶ μὴ διάκενα, μηδὲ ἀόριστα, οὐ ταράττει ὁμοίως, οὐδὲ διασπᾷ τὴν φαντασίαν πρὸς τὸ ἀόριστον. Ὥρισε δὲ καὶ τὸ τοῦ λόγου εἶδος, ὅτι σύντομον, καὶ διὰ βραχέων. Εἰ γὰρ τὸ περιφαντάζεσθαι τὰ πράγματα περὶ ὧν ὁ λόγος, καὶ μὴ κατακρατεῖν αὐτῶν τῆς οὐσίας, πολυλογίαν ποιεῖ· τὸ διαβαίνειν εὐθυβόλως εἰς αὐτὰ τὴν νόησιν, καὶ τὸ συνῃρημένον τῆς οὐσίας αὐτῶν καὶ κυριώτατον ὁρᾷν, καθ' ὃ ὑφέστηκεν ἕκαστον, καὶ τὸν λόγον τὸν περὶ αὐτῶν εἰς τὰ κυριώτατα συνῃρημένον προφαίνει.

   Εἰ δέ ποτε, φησὶ, χρεία καὶ μακροτέρου γένηται λόγου, (τοῦτο γάρ ἐστι τὸ, λέγειν, οὐκ ἐρωτῶντα μόνον ἢ ἀποκρινόμενον, ἀλλ' ἐφ' ἑαυτοῦ τὸν λόγον ἀποτείνοντα,) κἂν τὸ τοῦ λόγου οὖν εἶδος ἀμειφθῇ ποτε δι' ἀνάγκην, ἀντὶ βραχέος μακρότερον γενόμενον· ἀλλὰ τῶν γε πραγμάτων, περὶ ὧν οἱ λόγοι, τὸ εἶδος τὸ αὐτὸ μενέτω τῷ προτέρῳ· περὶ ἀναγκαίων γινομένου τοῦ λόγου, [113] ἢ προτρέποντος ἐπ' ἀρετὴν, ἢ διδάσκοντος, ἢ συμβουλεύοντος, ἢ παραμυθουμένου, ἢ συζητοῦντος τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν, ἢ τοῦ θεοῦ τήν τε ὑπεροχὴν καὶ τὴν πρόνοιαν ἀνευφημοῦντος, καὶ σύλληψιν πρὸς τὸν κατὰ φύσιν βίον αἰτοῦντος δι' εὐχῆς· ἀλλὰ μὴ περὶ τῶν τυχόντων, περὶ ὧν οἱ τυχόντες διαλέγονται. Μήτε οὖν περὶ μονομαχιῶν, ἢ ἱπποδρομιῶν, ἢ τῶν τοιούτων· μήτε βρωμάτων, ἢ πομάτων, οἷς ὁ δεῖνα καὶ ὁ δεῖνα χρῶνται. Οἱ γὰρ περὶ τῶν τοιούτων λόγοι, καὶ τὴν φαντασίαν αὐτοῖς προσηλοῦσιν· ἔστι δὲ ὅτε καὶ τὴν ὄρεξιν συνεφέλκονταί τε, καὶ συντυποῦσιν ἑαυτοῖς τὴν ζωήν.

   Μάλιστα δὲ, φησὶ, μὴ περὶ ἀνθρώπων ποιεῖσθαι τὸν λόγον, ψέγοντα, ἢ ἐπαινοῦντα, ἢ συγκρίνοντα, ὅτι ὁ δεῖνα τοῦδε καλλίων ἢ χείρων, κατὰ τάδε ἢ τάδε. Καὶ ὅτι μὲν καὶ τοῦτο τὸ εἶδος τῶν λόγων ἐπὶ τὸ ἐκτὸς τείνεσθαι ποιεῖ τὴν ψυχὴν, ἑαυτῆς ἀφισταμένην, καὶ ἀλλοτριοπραγμονοῦσαν, καὶ ματαιοπονοῦσαν, δῆλόν ἐστι. Διὰ τί δὲ, μάλιστα μὴ περὶ ἀνθρώπων, ψέγοντα, ἢ ἐπαινοῦντα, ἢ συγκρίνοντα; Τί γὰρ ἔχει τοῦτο χεῖρον ἐκείνων; ἢ πρῶτον μὲν οὗτος, πρὸς ὃν ὁ λόγος, εἴπερ ἀρχὴν [ἐποιήσατο] τοῦ φιλοσοφεῖν, ἐκείνων ὡς ἐπίπαν ἀπέστη τῶν σπουδασμάτων περὶ μονομάχους, καὶ ἀθλητὰς, καὶ τὰ τοιαῦτα, περὶ δὲ ἀνθρώπων μᾶλλον ἂν ποιοῖτο τοὺς λόγους. Πρὸς ἃ οὖν ἐπιῤῥεπῶς ἔχει, τούτων μάλιστα αὐτὸν ἀναχαιτίζει· ὡς εἰ ἔλεγε, Σὺ μάλιστα τοῦτο φυλάττου. Ἔπειτα, τῶν αὐτῶν παθῶν ὁμοίως κινουμένων ἐφ' ἑκατέρου τῶν λόγων, (καὶ γὰρ συμπάθειαι, καὶ ἀντιπάθειαι, καὶ ἐπὶ τούτων καὶ ἐπ' ἐκείνων συγκινοῦνται τοῖς περὶ αὐτῶν λόγοις,) ἴδιόν τι πάθος ἀκολουθεῖ τοῖς κριτικοῖς τῶν ἀνθρώπων λόγοις, τὸ ὑπεροπτικὸν καὶ τετυφωμένον. Ὁ γὰρ κρίνων ἀνθρώπων βίους, ὡς ὑπερέχων αὐτῶν ποιεῖται τὴν κρίσιν. Καὶ γὰρ νεμεσητὴ μᾶλλον ἡ ἁμαρτία ἡ περὶ τὴν κρίσιν τῶν ἀνθρωπίνων βίων, ἤπερ ἡ ἐν τοῖς παίζουσι διαμαρτάνουσα.

   Οὐ μόνον δὲ, φησὶ, τοῦ λέγειν τὰ τοιαῦτα ἀφεκτέον, ἀλλὰ καὶ τοῦ ἀκούειν. Καὶ γὰρ δι' ἀκοῆς φαντασίαι κινοῦνται καὶ ὀρέξεις ἄλογοι τῶν ἀκουόντων. Καὶ μέντοι καὶ οἱ λέγοντες τὰ τοιαῦτα, ὅταν τινὸς τῶν σεμνοτέρων δοκούντων παρόντος μὴ ὑποσταλῶσιν, ἀναιδέστεροι γίνονται, καὶ παῤῥησίαν ἀναίσχυντον καὶ ἀκατάπληκτον ἐν ἑαυτοῖς τρέφουσι. Διό φησιν, εἰ μὲν οἷός τε εἶ, μέταγε τοὺς τοιούτους τῶν συνόντων λόγους ἐπὶ τοὺς σπουδαιοτέρους. Εἰ δὲ ἀποληφθῇς ἐν ἀνθρώποις κατ' ἄλλο εἶδος ζωῆς τὸ διεφθαρμένον τραφεῖσί τε καὶ συνεθισθεῖσιν, οὓς ἀλλοφύλους ἐκάλεσε· σιώπα, φησὶ, καθαίρων ἑαυτὸν μετὰ τῆς σιωπῆς τῇ εἰς ἑαυτὸν ἐπιστροφῇ.

   [IN CAP. XXXIII, 14 4.] Μετὰ τὸ κοινὸν παράγγελμα τῷ φιλοσοφοῦντι τῆς ἐν ταὐτῷ τοῦ ἤθους μονῆς, πρὸς ἣν μεγάλην ἡ σιωπὴ μοῖραν συμβάλλεται, τὴν μεγίστην ἐκτροπὴν τῆς περιχαρείας ἀναστέλλει, τὴν διὰ τοῦ γέλωτος· διὰ ταύτης ἴσως καὶ τὴν ἀντικειμένην αὐτῇ τῆς λύπης ἐνδεικνύμενος. Τῆς γὰρ ψυχικῆς περιχαρείας ὑπερέκχυσίς ἐστιν ὁ γέλως. Διὸ γίνεται τοῦ [114] πνεύματος ἀνοιδισκομένου, καὶ ψόφον καχλασμῷ παραπλήσιον ἀποτελοῦντος. Ἐκτρέπει οὖν τὴν καταστηματικὴν καὶ ἵλεω διάθεσιν τῆς ψυχῆς καὶ τοῦ σώματος· ὥσπερ καὶ τὸ κλαίειν καὶ τὸ ἀνακωκύειν, ἐκ τῶν ἐναντίων, λυμαίνεται τὴν ἐν συμμετρίᾳ ταυτότητα. Διὰ ταῦτα οὖν χρὴ φυλάττεσθαι τὸν γέλωτα, μάλιστα τὸν ἐπὶ πολλοῖς. Κἂν χρεία ποτὲ γέλωτος, ἵνα μὴ ἀμειδεῖς τελείως μένοντες, τό τε ἦθος τὸ ἑαυτῶν δυσκολώτερον ἐργασώμεθα, καὶ τοῖς συνοῦσι σκαιοὶ καὶ χαρίτων ἐπιδεεῖς δόξωμεν· ἀλλ' ὀλίγα ἐστὶ τὰ γέλωτος ἄξια. Ὁ οὖν ἐπὶ πολλοῖς γελῶν, δῆλός ἐστι ῥᾳδίως ὑπὸ περιχαρείας χαυνούμενος. Διὸ οὐδὲ πολλάκις χρὴ τοῦτο πάσχειν, οὐδὲ ἐπὶ πολὺν χρόνον διαμένειν γελῶντα· οὗτος γὰρ ὁ πολύς· οὔτε ἐκκεχυμένον εἶναι καὶ συγκεχωρημένον τελέως τὸν γέλωτα· ταῦτα γὰρ οἶμαι νῦν τὸ ἀνειμένον σημαίνειν· ἀλλὰ μειδιάματι μᾶλλον ἐοικέναι, ἐν τοῖς χείλεσιν ὀλίγην τὴν παράλλαξιν ἐργαζόμενον.

   [IN CAP. XXXIII, 14 5.] Καὶ ἐν τούτῳ τῷ καταλόγῳ τῶν εἰς ἑαυτὸν καθηκόντων, μετὰ τὸ ἀναστεῖλαι τὰς μεγάλας καὶ ἀθρόας ἐκτροπὰς τῆς ἐν ταὐτῷ τοῦ ἤθους μονῆς, ἀπὸ τοῦ πρὸς θεὸν ἄρχεται σεβασμοῦ. Ὁ γὰρ ὅρκος μάρτυρα τὸν θεὸν καλεῖ, καὶ μεσίτην αὐτὸν καὶ ἐγγυητὴν ἐφ' οἷς λέγει προΐσχεται. Τὸ γοῦν ἐπὶ ἀνθρωπίνοις πράγμασι (ταὐτὸν δὲ εἰπεῖν, μικροῖς καὶ εὐτελέσι) τὸν θεὸν παράγειν, καταφρόνησίν τινα πρὸς αὐτὸν ὑπογράφει. Διὸ χρὴ παραιτεῖσθαι τὸν ὅρκον, εἰ μὲν δυνατὸν, τελέως· καὶ πόνον καὶ ζημίαν τὴν δυνατὴν μᾶλλον αἱρούμενον, ἢ ὀμνύναι· εἰ δὲ ἀνάγκη ποτὲ ἢ φίλον ἀπὸ κινδύνου διὰ τούτου ῥύσασθαι, ἢ ὑπὲρ γονέων ἢ πατρίδος πίστιν παρασχεῖν, πᾶν μᾶλλον ὑπομεῖναι κάλλιον, ἢ παραβῆναι τὴν διὰ θεοῦ μέσου γενομένην ὁμολογίαν.

   [IN CAP. XXXIII, 14 6.] Μετὰ τὴν ἀναστολὴν τῆς περὶ θεὸν ἀδιαφορίας, τὴν πολυκέφαλον ἀναστέλλει ἐπιθυμίαν, μετρῶν αὐτήν· ἀπὸ τῆς ἀναγκαιοτάτης, τῆς περὶ τὰς τροφὰς, ἀρξάμενος, καὶ διὰ τῶν ἄλλων τῶν περὶ τὸ σῶμα ἐπὶ τὴν μῖξιν ἐλθών. Καὶ γὰρ αἱ μὲν τῶν λογίων ἀνδρῶν ἑστιάσεις τροφὰς καὶ πόσεις καὶ τὰ ἐν συμποσίοις τερπνὰ πάρεργα ποιοῦνται, λόγων δέ εἰσι κατὰ τὸ ἀληθὲς κοινωνίαι τε καὶ διατριβαί· ὡς δηλοῖ τὰ ὑπὸ Πλάτωνος, καὶ Ξενοφῶντος, καὶ Πλουτάρχου, καὶ ἄλλων, ἱστορηθέντα συμπόσια. Αἱ δὲ τῶν πολλῶν ἀνθρώπων, εἰς τρυφὴν τεταμέναι καὶ τὰς σωματικὰς ἀπολαύσεις, τῷ σιτισμῷ τῶν ἀλόγων ζώων ἐοίκασι. Διὸ καλῶς εἴρηται, ὅτι ἡ χωρὶς λόγων τράπεζα, φάτνης οὐδὲν διαφέρει. Χρὴ οὖν τὸν ἐπιεικῆ τὰς ἔξω τῆς ἑαυτοῦ ἐνστάσεως ἰδιωτικὰς ἑστιάσεις παραιτεῖσθαι. Εἰ δέ ποτε γένηται καιρὸς αὐτῶν, ἢ ἑορτῆς τινος ἀπαιτούσης, ἢ πατρὸς ἀναγκάζοντος, ἢ συμπεριφορᾶς ἕνεκεν, ἢ ἄλλης χρείας κατεπειγούσης, ἐντετάσθω σοι, φησὶν, ἡ προσοχή· τοῦτ' ἔστιν, ἐγρηγορείτω τὸ προσεκτικὸν τῆς ψυχῆς, καὶ φυλαττέτω αὐτὴν ἐν ἑαυτῇ μένουσαν, μήποτε ἑαυτῆς ἀποστᾶσα, καὶ ἰδιωτικὰς ὀρέξεις προβαλλομένη, εἰς τὴν τῶν ἰδιωτῶν ἀποῤῥυῇ [115] τάξιν, καὶ συμμολυνθῇ τοῖς ἰδιώταις διὰ τῶν ἀλόγων ὀρέξεων. Ὁ γὰρ τοῖς μεμολυσμένοις ἑαυτὸν ἐκδοὺς, καὶ τὰς ἐν αὐτοῖς ὀρέξεις προβαλλόμενος, (τοῦτο γάρ ἐστι τὸ συνανατρίβεσθαι) κἂν πρότερον ἦν καθαρὸς, καθαρὰς ἔχων τὰς ὀρέξεις, μολύνεται διὰ τούτων. Μολυσμὸς γάρ ἐστι τῷ καθαρῷ ἡ τοῦ ἀκαθάρτου μῖξις.

   [IN CAP. XXXIII, 14 7.] Τὰ παραλαμβανόμενα τοῦ σώματος ἕνεκεν πρῶτον κτήσασθαι ἀνάγκη, καὶ οὕτω χρήσασθαι αὐτοῖς. Αὐτὸς δὲ, περὶ τῆς χρήσεως αὐτῶν νῦν λέγων, ὕστερον ἐρεῖ περὶ τῆς κτήσεως. Καὶ τάχα μὲν καλὸν ἦν, μηδενὸς δεῖσθαι τὸν ἄνθρωπον, ψυχὴν ὄντα λογικήν. Ἐπεὶ δὲ καὶ ὀργάνῳ χρῆται σώματι φθαρτῷ, ἀρκεῖ τὰ ἀναγκαῖα προσφέρειν αὐτῷ, καὶ μὴ ὀλισθαίνειν εἰς περιττότητα. Ἀλλ' ὥσπερ ὁ τέκτων τοῦ σκεπάρνου προνοῶν, ἀρκεῖται μέγεθος αὐτῷ καὶ σχῆμα περιποιεῖν τὸ προσῆκον, καὶ ἀκμὴν ἐστομωμένην, οὐ μέντοι ἐπίχρυσον αὐτὸ ποιεῖν ὀρέγεται ἢ διάλιθον, διότι καὶ εἰς τὴν δαπάνην ἐπιβλαβῶς ἔμελλε περιέλκεσθαι, καὶ παρὰ τὸν λόγον τῆς τέχνης ἐπιμελεῖσθαι τοῦ ὀργάνου, καὶ ἄχρηστον αὐτὸ τῇ τέχνῃ ποιεῖν· οὕτω χρὴ καὶ περὶ τὸ ὄργανον ἡμῶν ἡμᾶς διατίθεσθαι, τὰ πρὸς χρείαν αὐτῷ μόνα προσφέροντας· ἐν μὲν τροφαῖς καὶ πόμασι, τῶν κατὰ φύσιν τρεφόντων τὸ ἀνθρώπειον σῶμα τὰ εὐπόριστα καὶ φυσικώτερα ἐκλεγομένους. Ταῦτα γὰρ εὐθὺς καὶ καθαρώτερα εὑρίσκεται, καὶ λιτότερα, καὶ ὑγιεινότερα. Τραφῆναι γὰρ δεῖται τὸ ζῶον, οὐ μέντοι τοιαῖσδε καὶ τοιαῖσδε ποικιλίαις τροφῶν. Οὐδὲ γὰρ πρὸς Θεωρίωνας καὶ Παξάμονας ἡμᾶς ἡ φύσις ᾠκείωσε, καὶ τὴν μαγειρικὴν κακοτεχνίαν, ἀλλὰ πρὸς τροφὴν, τὸ ἀποῤῥέον ἀνυφαίνουσαν. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, δηλοῦσιν οἱ δι' ἀπορίαν ἀναγκαζόμενοι φυσικώτερον τρέφεσθαι, πολλῷ τῶν τρυφώντων ὄντες ὑγιεινότεροι· ὥσπερ ἄγροικοι μὲν τῶν πολιτικῶν, δοῦλοι δὲ τῶν δεσποτῶν, καὶ τῶν πλουτούντων οἱ πένητες. Τὰ γὰρ περιττὰ καὶ ἐσκευωρημένα βαρεῖ τὴν φύσιν, ὡς δολερὰ καὶ ἀλλόφυλα, καὶ τοῦ γένους τῶν δηλητηρίων ὄντα, κατά τινα τρόπον. Διὸ καὶ πνεύματα καὶ ῥεύματα ἐξ αὐτῶν γεννᾶται φθοροποιά. Χρὴ οὖν καὶ τῷ ποσῷ, καὶ τῷ ποιῷ, πρὸς τὴν φυσικὴν τοῦ ὀργάνου χρῆσιν τὰ προσφερόμενα μετρεῖν· ἵνα μὴ καὶ τῷ πορισμῷ τῆς περιττῆς δαπάνης κατατριβώμεθα, καὶ παρὰ τὸν ὀρθὸν λόγον τοῦ ὀργάνου ἐπιμελώμεθα, καὶ ἀχρηστότερον αὐτὸ ποιῶμεν. Μακάριον δὲ καὶ τὸ ἐξ ἀρχῆς οὕτω τετράφθαι, καὶ συνειθίσθαι. Οὕτω γὰρ καὶ τῷ σώματι ἀνεκτὴ, καὶ ἐπωφελὴς, καὶ ἡδεῖα ἔσται ἡ φυσικὴ καὶ λιτὴ καὶ ἀπέριττος δίαιτα.

   Οὕτω δὲ καὶ περὶ ἐσθῆτα καλὸν ἔχειν. Σωκράτης μὲν γὰρ ἐλέγετο καὶ θέρους καὶ χειμῶνος τοῖς αὐτοῖς ἀμφιέσμασι κεχρῆσθαι. Τοῖς δὲ ὡς πρὸς Σωκράτην τρυφῶσιν, ἀρκέσει πρὸς τὰς ὑπερβολὰς τῶν ὡρῶν μεταμφιέννυσθαι, λίνῳ τε τῷ ἀπὸ γῆς, καὶ τῶν συνήθων ἡμῖν ζώων τοῖς ἐρίοις χρωμένοις. Τὸ δὲ τοὺς ἐν τῇ δύσει ποταμοὺς ἀνερευνᾶν, καὶ τὰ ἐν αὐτοῖς ἀποδέρειν ζῶα, καὶ Σηρῶν τῶν ἀνατολικῶν δεῖσθαι, καὶ τῶν μονιμωτάτων [116] παρ' ἡμῖν ὑλῶν, χρυσοῦ καὶ ἀργύρου, τὰ παρ' ἐκείνοις τῶν σκωλήκων νήματα ἀνταλλάττεσθαι, πολλῆς ἂν εἴη τρυφῆς τε καὶ ἀλογιστίας. Ἀλλὰ καὶ περὶ οἴκους οὕτως ἔχειν χρή. Κράτητι μὲν ὁ πίθος ἤρκεσεν εἰς οἴκησιν, καὶ γαμετὴν ἔχοντι τὴν καλὴν Ἱππαρχίαν. Ἡμῖν δὲ ἔστω μὲν οἶκος, ἀλλὰ πρὸς τὴν χρείαν ἀρκῶν, καὶ τῷ μεγέθει καὶ τῷ καλλωπισμῷ· ἀνδρῶνα μὲν ἔχων εἰς χρείαν, καὶ γυναικωνῖτιν· (τάχα δὲ καὶ τοῦτο περιττόν·) οὐ μέντοι τριακοντάκλινον οἴκημα πάντως, καὶ τοίχοις καὶ ἐδάφει λιθόστρωτον, ἀπὸ ποικίλων κατηνθισμένον, οὐδὲ καθ' ἕκαστον μῆνα διαφόρους ἔχον καταγωγάς. Οὔτε γὰρ ἡ χρεία τὰ τοιαῦτα ἀπαιτεῖ, καὶ δυστυχές ἐστι τὸ τοιούτοις συνεθισθέντα τοῖς ἄλλοις πᾶσιν ἀπαρέσκεσθαι. Ἐῶ λέγειν, ὅτι τὸν τούτοις προστετηκότα καὶ τὴν εὐδαιμονίαν ἐν τούτοις ἀνάγκη τίθεσθαι, καὶ ἑαυτοῦ τελέως ἐπιλανθάνεσθαι· κἂν ἐκπέσῃ τούτων, (πολλὰ δὲ τὰ τῆς ἐκπτώσεως κύρια·) κλαίειν ἀνάγκη καὶ ὀδύρεσθαι, καὶ τότε κακοδαιμονᾷν ἡγεῖσθαι· καίτοι κακοδαιμονέστερον εἴχομεν μᾶλλον ὅτε τούτοις ἐνετρυφῶμεν.

   Τῷ δὲ αὐτῷ λόγῳ καὶ τῷ πλήθει τῶν οἰκετῶν χρηστέον, πρός τε τὴν χρείαν βλέποντι, καὶ τὴν ἄλλην περιουσίαν· ἵνα καὶ τρέφωνται αὐτάρκως, καὶ ἐργάζωνται ἅμα μὲν ἐπιμελῶς, ἅμα δὲ ἀθλίπτως. Οἱ γὰρ ἐν ταῖς προόδοις προηγούμενοι καὶ ἀκολουθοῦντες πολλοὶ, καὶ τοῦτο ἔργον ἔχοντες, λανθάνουσι τὸν δεσπότην φύλακες ὄντες αὐτοῦ πικροὶ, ὡς μήτε ἀπελθεῖν που καθ' αὑτὸν δύνασθαι, μήτε ἰδίᾳ κοινολογήσασθαί τινι λεληθότως, μήτε πρᾶξαί τι τῶν ἀρεσκόντων αὐτῷ, τοῖς οἰκέταις ἀπόῤῥητον. Εἰσὶ δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὀχληροὶ, τά τε ἐκ τῆς ἀγορᾶς τὰ μὲν κλέπτοντες, τὰ δὲ ἁρπάζοντες, καὶ τύπτοντες, καὶ ὑβρίζοντες ἀδεῶς, τῇ τῶν συνδούλων ἐπικουρίᾳ. Ὑπό τε οὖν τούτων καὶ ὑπὸ τῆς ἀργίας παντοδαπῶς διαφθειρόμενοι, ἐχθροὶ πάντως εἰσὶν οἱ πλεῖστοι τῶν δεσποτῶν καὶ πολέμιοι, ἀνάγκην ἐχόντων, διὰ τὸ τούτους τρέφειν τρυφῶντας καὶ καλλωπιζομένους καὶ ἀκολασταίνοντας, πόσα μὲν πονεῖν, πόσα δὲ ἀγρυπνεῖν, πόσους δὲ κολακεύειν, καὶ πόσοις δουλεύειν, καὶ, τὸ κεφάλαιον τῶν κακῶν, τοῦ κατὰ φύσιν προσήκοντος ἀνθρώποις βίου διαμαρτάνειν. Ἀλλ' οὗτος μὲν ὁ βίος, πόῤῥω τῆς Ἐπικτήτου παιδαγωγίας ἀπεῤῥιμμένος, τῆς ἀξίας ἑαυτῷ δίκης ἀπολαυέτω. Ὁ δὲ ἤδη φιλοσοφῶν ἀνὴρ, καὶ τῇ οἰκετίᾳ πρὸς τὴν ἀπέριττον χρείαν συμμεμετρημένῃ προσχρήσεται. Ὀλίγη δέ ἐστιν αὕτη, καὶ διὰ τὴν λιτότητα τοῦ βίου, καὶ διὰ τὸ τὰ πολλὰ αὐτουργεῖν· ὥστε οἰκέτου δεῖσθαι, ἢ νοσοῦντα, ἢ τῆς χρείας δεομένης συλλήπτορος, ἢ καὶ δι' ἀσχολίαν ἐνίοτε τὴν πρὸς καλλίονα· ὥσπερ καὶ ὁ θαυμαστὸς οὗτος Ἐπίκτητος, μόνος τὸν πολὺν χρόνον διατελέσας, ὀψέ ποτε γυναῖκα προσελάβετο, παιδίου τροφὸν, ὅπερ ἐκτίθεσθαι μέλλον ὑπό τινος τῶν αὐτοῦ φίλων διὰ πενίαν, αὐτὸς λαβὼν ἀνεθρέψατο.

   Ὀνομάσας δὲ ἕκαστον τῶν ἐν χρείᾳ, κοινῶς ἐπήγαγεν, [117] ὅτι ἐν πᾶσι χρὴ τὸ περιττὸν ἀφαιρεῖν· ἅπαν τὸ περιττὸν εἰς δύο συνελὼν εἴδη, τὴν τρυφὴν, καὶ τὴν παρὰ τοῖς ἐκτὸς δόξαν. Ταῦτα μὲν γὰρ τὰ δύο ἐστὶν ἐν πᾶσι τοῖς εἰρημένοις, ὧν ἕνεκα τὴν χρείαν ὑπερβαίνομεν, καὶ οὐδὲν ἄλλο. Τοσαύτη δὲ ἦν ἡ σπουδὴ τοῖς θείοις ἀνδράσι πρὸς τὸ περιττὸν ἅπαν ἀποσκευάσασθαι, ὥστε τὸν Διογένην φασὶ σκύφος ξύλινον ἀεὶ περιφέροντα ἐν τῇ πήρᾳ, ᾧ τὸ ὕδωρ ἀρυόμενος ἔπινεν, ἐπειδὴ ποταμὸν διαβαίνων ἐθεάσατό τινα ταῖς χερσὶν ἀρυόμενον καὶ πίνοντα, ἔῤῥιψε τὸ σκύφος εἰς τὸν ποταμὸν, εἰπὼν, μηκέτι δεῖσθαι αὐτοῦ, τῶν χειρῶν τὴν χρείαν ποιουσῶν.

   [IN CAP. XXXIII. 14 8.] Πάσης μὲν σωματικῆς ἡδονῆς ἡ ἐγκράτεια τὴν μὲν λογικὴν ψυχὴν ἀναῤῥώννυσι, καὶ θαῤῥεῖν τῇ πείρᾳ ποιεῖ, ὅτι δύναται κρατεῖν τῆς ἀλογίας· τὰς δὲ ἀλόγους ὀρέξεις συστέλλει κατὰ δύο τρόπους, μαραινομένας τῇ τε ἀργίᾳ, καὶ συνεθιζομένας ἡττᾶσθαι τοῦ λόγου. Ἡ δὲ ἐγκράτεια τῆς ἡδονῆς περὶ τὰς μίξεις, ὅσῳ πληκτικωτέρα τῶν ἄλλων ἐστὶ, τοσούτῳ χρησιμωτέρα τέ ἐστι τῇ ψυχῇ καὶ τιμιωτέρα ἐκείνῃ. Ὅτι δὲ οὐ μόνον ὁ λόγος ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας καὶ τῶν ἀρίστων νόμων παιδαγωγεῖται, ἀλλὰ καὶ τῶν ἀλόγων ὀρέξεων αἱ σφοδρότητες ὅτι μὴ βίᾳ μόνον χαλινοῦνται, ἀλλὰ καὶ εὐηνίως ὑποστέλλονται, δῆλον ἐκ τοῦ καὶ τὴν περὶ τροφὴν ὄρεξιν καὶ τὴν περὶ μῖξιν, καίτοι φυσικὰς οὔσας καὶ βιαίους, καλῶς συνεθιζομένας, ἀβιάστως ἠρεμεῖν. Οἵ τε γὰρ ταῖς νηστείαις συνεθισθέντες, οὐκ ἐνοχλοῦνται ὑπὸ τῶν ὀρέξεων, ἀλλὰ καὶ βαροῦνται παρὰ τὸ τῆς νηστείας ἔθος ἐσθίοντες· ἥ τε περὶ τὴν μῖξιν ὄρεξις ἐν τοῖς ἀθλητικοῖς, καίτοι σαρκῶν ἐμπιπλαμένοις καὶ σφριγῶσιν, ὅμως ἠρεμεῖ, συνεθισθέντων διὰ τὸν ἐν Ὀλυμπίοις στέφανον ἀπὸ θαλλοῦ ἐλαίας. Τοῦ δὲ ἔθους καὶ τοῦ νόμου τὴν πρὸς ἀδελφὴν ἢ ἀδελφὸν μῖξιν ἀποκωλύσαντος, ἴσμεν, ὅπως, ὡς ἀπ' αὐτῆς στεχθεῖσαι τῆς φύσεως, οὕτως ἀκίνητοι παντελῶς εἰσιν αἱ ὀρέξεις, ἐν οἷς μὴ ποινήλατός τις μανία ἐνέσκηψε. Τὸ δὲ πρὸ γάμου καθαρεύειν, χρήσιμον καὶ ἄλλως ἐστὶ, καὶ δίκαιον, ἵνα τὴν τῆς παρθενίας πίστιν, ἣν ὁ ἀνὴρ παρὰ τῆς γυναικὸς ἀπαιτεῖ, καὶ ἡ γυνὴ παρὰ τοῦ ἀνδρὸς ἀντιλαμβάνῃ. Εἰ δὲ ἀνάγκη, φησὶ, πρὸ γάμου, ὧν νόμιμόν ἐστι, μεταληπτέον. Τὸ γὰρ παρὰ νόμον, πάντως μὲν καὶ ἀσεβές ἐστιν· οὐ γὰρ ἂν μάτην ὁ νόμος αὐτὸ περιέγραφεν· ἔστι δὲ καὶ πολλῆς ἀκρατείας τεκμήριον. Πρὸς δὲ τούτοις συνεθίζει καὶ αὐτὸν, καὶ τοὺς μιμουμένους αὐτὸν, καὶ τῶν ἄλλων καταφρονεῖν νόμων.

   Ἀπεχόμενος δὲ, φησὶ, τῶν τοιούτων, μὴ γίνου ἐπαχθὴς τοῖς χρωμένοις, μηδὲ ἐλεγκτικός· μηδὲ πολλαχοῦ, ὅτι αὐτὸς οὐ χρῇ, παράφερε. Καὶ γὰρ τοῖς ἀκούουσι πικροί εἰσιν οἱ τοιοῦτοι ἔλεγχοι καὶ ὀνειδισμοὶ, ὅτε οὐδὲ τοὺς διδασκαλικοὺς ἐλέγχους ὁμαλῶς φέρομεν. Αἴτιον δὲ τῆς δυσφορίας οἶμαι, τὸ, ἕως ἂν ἐλεγχθῶμεν, οἴεσθαι λανθάνειν, καὶ διὰ τοῦτο μηδὲ ἡμαρτηκέναι δοκεῖν. Καὶ τούτου δὲ αἴτιον, τὸ τῇ δόξῃ τῶν ἐκτὸς κεχρῆσθαι πρὸς τὴν ἑαυτῶν κρίσιν, ἀλλὰ μὴ ἡμῖν [118] αὐτοῖς, καὶ τοῖς Κρείττοσι· ταὐτὸν δὲ εἰπεῖν, τῇ ἀληθείᾳ. Ἐὰν δὲ ὁ ἐλέγχων μὴ μόνον ἀνακαλύπτῃ τὸ ἡμῶν ἁμάρτημα, ἀλλὰ καὶ ἑαυτὸν ἀναμάρτητον λέγων, ὥσπερ ἐν ἀγῶνι νικηφόρον ἑαυτὸν καθ' ἡμῶν ἀνακηρύττῃ, τότε καὶ κατὰ σύγκρισιν ἡττᾶσθαι δοκοῦντες, ἔτι [μᾶλλον] βαρούμεθα, προστιθέντος τι τῷ βάρει τοῦ ἑαυτὸν ἐπαινεῖν τὸν λέγοντα. Βαρύτερον γὰρ τοῦτο, διὰ τοῦ τὸν ἀνταγωνιστὴν κριτὴν γίνεσθαι. Καὶ αὐτὸν δὲ τὸν ἐλέγχοντα, καὶ τὴν αὐτοῦ σύγκρισιν παραφέροντα, βλάπτει ὁ τοιοῦτος ἔλεγχος, ἔξω τείνων αὐτοῦ τὴν ψυχὴν, καὶ μήτε ἀπέχεσθαι τῶν τοιούτων, μήτε ἐλέγχειν διὰ τὸ ἀγαθὸν ποιῶν, ἀλλ' ἵνα τοὺς ἄλλους ἐλέγχων αὐτὸς εὐδοξῇ. Οὕτως δὲ ἐλεγχομένῳ προσφερόμενος, βαρύτερον ποιεῖ τὸν ἐλέγχον, μετὰ τοῦ ῥᾴδιον αὐτῷ τὴν τοῦ ἁμαρτήματος ἀπολογίαν παρασκευάζειν τὴν σύγκρισιν. Εὔκολον γὰρ εἰπεῖν, Ἀλλ' ἐγὼ οὔκ εἰμι φιλόσοφος· καὶ εὐθὺς συγγνώμην ἑαυτῷ νέμειν.

   [IN CAP. XXXIII. 14 9.] Τοῦτο πρὸς τὸν θυμὸν ἔοικε τείνειν· καὶ γὰρ ὁ θυμὸς ἐπὶ ταῖς τοιαύταις ἀπαγγελίαις κινεῖται· καὶ τὸ φιλότιμον καὶ κενόδοξον αἰτιᾶται, ἅπερ καὶ αὐτὰ τοῦ θυμοῦ κινήματά ἐστι. Διὰ τί δὲ παραινεῖ, μὴ ἀπολογεῖσθαι; διὰ τί δὲ, καὶ ἄλλοις κακοῖς ὑπεύθυνον αὐτὸν λέγειν; Μήποτε γὰρ καὶ ἄμετρος ἡ μετριότης αὕτη δόξῃ; ἢ σύμφωνα καὶ ταῦτα τῷ προκειμένῳ σκοπῷ ἐστι, βουλομένῳ τὴν ψυχὴν ἀπὸ τῶν ἐκτὸς ἀναχαιτίζειν, καὶ εἰς ἑαυτὴν ἐπιστρέφειν, ὥστε ἑαυτῇ ζῇν, καὶ μὴ τοῖς ἐκτός; Ὁ δὲ ἀπολογούμενος, καὶ μὴ τῷ ἑαυτοῦ συνειδότι ἀρκούμενος, καὶ τῇ κρίσει τοῦ πάντα εἰδότος θεοῦ, δῆλός ἐστιν ἀρέσκειν ἀνθρώποις βουλόμενος. Διὸ, ἐὰν ἐκείνους καὶ ψευδῆ λέγων πείσῃ ὅτι οὐχ ἁμαρτάνει, ἀναπέπαυται, ὡς μηδὲν ἁμαρτάνων· ἀρκούμενος τῷ πεῖσαι τοὺς κριτὰς, οὓς ἑαυτῷ προὐβάλλετο. Ἐὰν δὲ τῶν ἔξω καταφρονῶν, ἑαυτοῦ κριτὴς ἀδέκαστος γένηται, ἐξελέγχεται τὸ ἁμάρτημα διὰ τῆς αὐτοῦ τοῦ ποιήσαντος μαρτυρίας. Τὸ δὲ καὶ κατηγορεῖν ἑαυτοῦ, ὡς καὶ ἄλλα ἔχοντος κακὰ, τὰς ῥίζας αὐτὰς ἐκκόπτει τῆς φιλοδοξίας. Δεινὸν γὰρ τὸ πάθος, καὶ προσισχημένον τῇ ψυχῇ, καὶ ἐῤῥιζωμένον, καὶ εἰς ἑαυτὸ περιτρεπόμενον. Καὶ γὰρ δοκοῦμεν μὴ φιλοδοξεῖν, διὰ τοῦ φιλοδοξοῦντες· καὶ λανθάνει πάθος ὂν αἰσχρὸν τῇ ψυχῇ, τὸ δοκεῖν ἐπ' ἀγαθοῖς ἐθέλειν φιλοδοξεῖν· οὐκ ἐννοούντων ἡμῶν, ὅτι μολύνει τὸ ἀγαθὸν, καὶ οὐ συγχωρεῖ ἀγαθὸν αὐτὸ εἶναι, οὐδὲ προηγουμένως ἐφετὸν, εἴπερ μὴ δι' ἑαυτὸ αἱρούμεθα αὐτὸ, ἀλλὰ διὰ τὴν ἐπ' αὐτῷ δόξαν. Γίνεται γὰρ σκοπὸς μὲν καὶ τὸ ἀγαθὸν ἡμῶν, ἡ δόξα· πρὸς ταύτην δὲ ἀναγκαίως παραλαμβανομένη τυχὸν ἡ δικαιοσύνη, ἵνα δι' αὐτὴν εὐδοξῶμεν.

   Δοκεῖ δὲ τοῖς μὲν ἔχουσιν ἄλλα πάθη, χρήσιμον. Πολλῶν γὰρ καὶ σφοδρῶν παθῶν κρατοῦμεν διὰ φιλοδοξίαν· καὶ τὰ ἐπιπονώτερα δι' αὐτὴν αἱρούμεθα πολλάκις, ἅπερ καὶ τῶν σφοδρῶν κολάσεων οὐδέν ἐστι μετριώτερα. Διὸ καὶ ἔσχατος λέγεται τῶν παθῶν χιτὼν, [119] ἡ φιλοδοξία· διότι, τῶν ἄλλων πολλάκις δι' αὐτὴν ἀποδυομένων, αὕτη προσίσχεται μᾶλλον τῇ ψυχῇ. Κατ' ἀλήθειαν δὲ, οὔτε ἐκείνων ἀπαλλάττει τῶν παθῶν ἡ φιλοδοξία, ἀλλὰ τὰς εἰς τὸ ἐμφανὲς αὐτῶν ἐνεργείας ἐπέχει μόνον· οἱ γὰρ δι' αὐτὴν μὴ πορνεύοντες τῷ ἔργῳ, ταῖς φαντασίαις ἀσχημονοῦντες οὐ παύονται· ὥστε συμβαίνει μήτε τὰ ἄλλα πάθη παύειν αὐτὴν, καὶ αὐτὴν ἐπιτείνεσθαι χαλεπώτερον, διὰ τὴν τῆς ἐνεργείας τῶν ἄλλων παθῶν ἐποχήν. Ἔοικεν οὖν, νέῳ μὲν ὄντι χρήσιμος γίνεσθαι κατ' ἀρχὰς πρὸς χαλιναγωγίαν τῶν τῆς νεότητος παθῶν· εἰ δὲ καὶ προκόπτοντι τὴν ἡλικίαν ἐμμένοι, μέγας ὄλεθρος· οὔτε γὰρ ἐᾷ τὴν ψυχὴν εἰς ἑαυτὴν ἐπιστρέφεσθαι, κεχηνυῖαν πρὸς τὰς ἐκτὸς δόξας· οὔτε ἀγαθὸν οὐδὲν προηγουμένως αἱρεῖσθαί ποτε, ἀλλὰ διὰ τὴν ἑπομένην εὐδοξίαν, ταυτὸν δὲ εἰπεῖν, μηδέποτε ἀγαθὸν ὡς ἀγαθὸν αἱρεῖσθαι. Οἷον δὲ καὶ ἄλλο τοῖς τοιούτοις ἤθεσι συμβαίνει, γέλωτος ἄξιον; ἀτιμάζοντες γὰρ, ὡς ἐπίπαν, καὶ περιπτύοντες τοὺς πολλοὺς ἀνθρώπους, καὶ μηδενὸς ἀξίους λόγου ἡγούμενοι, ὅμως, ὡς μεγάλων ὄντων τινῶν, ἀπὸ τῆς δόξης αὐτῶν ἠρτήμεθα, ὡς ἀπὸ τριχός. Τοιαύτην οὖν οὖσαν τὴν φιλοδοξίαν, οὐδὲν ἄλλο δύναται οὕτως ἐκκόπτειν, ὡς ἡ μετριότης τοῦ ἤθους, καὶ τὸ ἐξαγορεύειν τὰ ἑαυτῶν κακά. Προσέχειν δὲ χρὴ, μὴ καὶ τοῦτο κενοδόξως ποιήσωμεν· ἐπεὶ, ἐὰν γνησίως γίνηται, οὔτε τὸ ἐλπίζειν ἔτι εὐδοξίαν περιλιμπάνεται· καὶ, εἴπερ ἦν ἀνάγκην ἐπιτεθῆναι τοῦ μηδενὶ τῶν ἄλλων ἀνθρώπων γνώριμα γίνεσθαι τὰ ἡμέτερα πλεονεκτήματα, τὰ δὲ ἐλαττώματα πᾶσιν, ἐξεκέκοπτο ἂν ἡ φιλοδοξία, καὶ τὸ δι' εὐδοξίαν ποιεῖν ἃ ποιοῦμεν, μηκέτι ἐλπιζόντων αὐτήν.

   [IN CAP. XXXIII, 14 10.] Οὐ μόνον τροφῶν καὶ μίξεων ἄλογοί εἰσιν ἐπιθυμίαι, ἀλλὰ καὶ θεαμάτων καὶ ἀκουσμάτων. Πῶς οὖν ἔχειν χρὴ πρὸς ταῦτα, διδάσκει, λέγων, Εἰς τὰ θέατρα συνεχῶς παριέναι οὐκ ἀναγκαῖον· μᾶλλον δὲ ἀναγκαῖον τὸ μὴ συνεχῶς παριέναι. Θεατρικὸς γὰρ ὁ βίος ἐστὶ τῶν τοῖς θεάτροις ἐσχολακότων. Εἰ δέ ποτε καιρὸς εἴη, ἢ κατὰ νόμον ἑορτῆς καὶ τοιούτοις ἀγῶσι τιμωμένης, ἢ διὰ τὴν πρὸς τοὺς πολλοὺς συμπεριφοράν· (βαρεῖς γὰρ φαίνονται αὐτοῖς οἱ τὴν συνήθη διαγωγὴν ὑπεκτρέχειν δοκοῦντες·) ἢ διὰ πεῖράν τινα καὶ δοκιμασίαν, πῶς μὲν πέρυσιν εἴχομεν πρὸς τὰ τοιαῦτα, πῶς δὲ ἐν τῷ παρόντι· ἢ δι' ἄλλην τινὰ χρείαν λόγον ἔχουσαν [ἐὰν] καιρὸς γένηται παρελθεῖν εἰς τὸ θέατρον, ἐντετάσθαι δεῖ καὶ τότε τὴν προσοχὴν ἡμῶν, ὥστε ἐν ἑαυτοῖς εἶναι, καὶ μὴ τοῖς ἐκεῖ γινομένοις ἐκδίδοσθαι· ἀλλὰ τὸν νικῶντα θέλειν νικᾷν, καὶ τὰ γινόμενα ὡς γίνεται· τοῦτ' ἔστι, μήτε ὄρεξιν μήτε ἔκκλισιν ἐπ' αὐτὰ φέροντα, ὡς τῶν ἐκτὸς τὰ ἐξωτάτω ὄντα. Ὥστε καὶ τὸ κατάστημα μὴ σεμνὸν μὲν οὕτω, ὡς βαρὺ τοῖς παροῦσι φαίνεσθαι, σταθερὸν δὲ μετά τινος εὐχαρείας· ὡς μήτε ἐπιβοᾷν ἢ συγκινεῖσθαι ἐπὶ τοῖς νικῶσι, μήτε γελᾷν ἐκκεχυμένως ἐπὶ τοῖς γελοίως λεγομένοις· ἀλλὰ τοὺς μὲν κριτικῶς ἐπαινεῖν, τοὺς δὲ τῷ μειδιάματι ἀποδέχεσθαι.

[120]    Καὶ μετὰ τὸ ἀπαλλαγῆναι, φησὶ, τῆς θέας, μὴ πολλὰ περὶ τῶν γεγενημένων διαλέγου, τῶν μηδὲν φερόντων πρὸς τὴν σὴν ἐπανόρθωσιν. Οὐ γὰρ παιδευτικά ἐστι τὰ γενόμενα, ἵνα καὶ λόγου τις αὐτὰ πλείονος ἀξιώσῃ. Ἢ οὖν οὕτως ἀκουστέον τοῦ Ὅσα μὴ φέρει πρὸς τὴν ἐπανόρθωσιν, ὡς ἐπὶ πάντων εἰρημένου τῶν λόγων, οὓς περὶ τῶν ἐν τῇ θέᾳ γεγενημένων ποιούμεθα· ἢ, εἰ τῷ Ὅσα προκείμενόν τι μέρος τῶν λεγομένων ἀποτέμνεται, τάχα ἂν εἴη συμβουλεύων, ἐκεῖνα μόνα λέγειν, ὅσα φέρει τι πρὸς τὴν ἡμετέραν ἐπανόρθωσιν· εἴη δ' ἂν τοιαῦτα, τὰ διελέγχοντα ἡμῶν τὰ μὴ καλῶς ἀναστραφέντα πρὸς τὴν θέαν κινήματα. Τὸ δὲ περιττὰ περὶ τῶν ἐν αὐτῇ τῇ θέᾳ γεγενημένων διαλέγεσθαι, τεκμήριόν ἐστιν ἐναργὲς, τοῦ μέγα τι νομίσαι καὶ ἀξιάγαστον τὴν θέαν· ὅπερ ἄνευ δημώδους συμπαθείας οὐκ ἂν γένοιτο.

   [IN CAP. XXXIII, 14 11.] Μετὰ τὰς θέας περὶ τῶν ἀκροάσεων λέγει, ἃς οἱ περὶ λόγους ἔχοντες ῥητορικούς τε καὶ ποιητικοὺς εἰς ἐπίδειξιν τῆς ἑαυτῶν εὐγλωττίας ποιοῦνται· ποτὲ μὲν ἐγκωμιάζοντες τινὰς τῶν ἐν δυνάμει, ποτὲ δὲ πάτρια πόλεων λέγοντες, ἢ τόπους ἐκφράζοντες, ἢ δικανικὰ μελετῶντες προβλήματα, ἤ τι τοιοῦτον. Χρὴ οὖν, φησὶ, μήτε εἰς ταύτας, ἐπιδεικτικὰς οὔσας, καὶ πρὸς τὸ ἐκτὸς βλεπούσας, ῥᾳδίως παριέναι, καὶ ἄνευ τινὸς λόγου τὴν πάροδον ἐπιτρέποντος, ἢ διὰ φιλίαν τοῦ λέγοντος, ἢ διὰ δυναστείαν τοῦ ἐγκωμιαζομένου, ἢ διὰ συμπεριφοράν τινα· πολλὴ γὰρ ἡ ταύτης χρεία πολλαχοῦ, διὰ τὸ πραΰνειν τοὺς φθονοῦντας τοῖς τῆς δημώδους συνηθείας ἀναχωροῦσι. Παριὼν δὲ, φησὶν, εἰς τὴν ἀκρόασιν, τὸ σεμνὸν καὶ εὐσταθὲς, καὶ ἅμα τὸ ἀνεπαχθὲς φύλασσε. Τὸ σεμνὸν, ἐν τῷ κατὰ καιρὸν ἐπαινεῖν, καὶ συμμέτρως· τὸ εὐσταθὲς, ἐν τῷ μήτε κινεῖσθαι ἀτάκτως, μήτε ἐπιβοᾷν, μήτε παραφθέγγεσθαί τι παρὰ τὸν καιρόν· ἀλλ' ἐν κόσμῳ καὶ ταυτότητι τό τε ἦθος καὶ τὸ σῶμα διαφυλάττειν. Τὸ δὲ ἀνεπαχθὲς, ἐν τῷ μήτε σύννουν περιττῶς φαίνεσθαι, ὡς ἄλλο τι πεφροντικότα· μήτε σιωπᾷν ὑπὲρ τὸ δέον, ἀλλ' ἐπαινεῖν τὰ μετρίως λεγόμενα· μήτε κρίνειν πικρῶς αὐτὰ, μήτε διελέγχειν, ὡς οὐκ ἀληθῶς ἢ οὐκ ἐμμέτρως ἢ οὐκ εὐφραδῶς εἴρηται. Πάντως δὲ ἀνεπαχθὲς καὶ εὐάρεστον, μετὰ τοῦ δικαίου, τὸ συνηδόμενον φαίνεσθαι τῷ λέγοντι, ἐφ' οἷς καλῶς λέγει· τῷ δὲ ἐγκωμιαζομένῳ, ἐφ' οἷς ἀληθῶς καὶ δικαίως τιμᾶται.

   [IN CAP. XXXIII, 14 12.] Οἱ πρὸς ἑαυτοὺς ἐπιστρεφόμενοι, καὶ ἑαυτοῖς βουλόμενοι ζῇν, ἀήθεις ὡς ἐπίπαν εἰσὶ τῆς πρὸς τοὺς δυνάστας ἐντεύξεως. Διὸ παραδείγματα προὔθηκεν αὐτοῖς Σωκράτην, καὶ Ζήνωνα, πρὸς οὓς ἀποβλέποντες εὑρήσουσι τὸν τρόπον τὸν ἑαυτοῖς καθήκοντα τῆς ἐντεύξεως. Ἐννοητέον οὖν, πῶς ἄρα Σωκράτης καὶ Ζήνων τοῖς τοιούτοις ἐνετύγχανον· ὅτι οὐ πλαστῶς, οὐδὲ προσποιητῶς, ἀλλ' ἐπ' αὐτῆς τῆς ἑαυτῶν ζωῆς ἔμφρονα μεγαλοφροσύνην παρέχοντες, πάσης ὑπεροψίας καὶ ἀλαζονείας καθαρεύουσαν· μήτε [121] ταπεινούμενοι τῷ ὄγκῳ τῆς δυναστείας, μήτε ὑπερηφάνως αὐτῶν καταφρονοῦντες. Τοῦ δὲ αὐτοῦ ἤθους ἐστὶ, τὸ μήτε κολακεύειν, μήτε διελέγχειν ὑβριστικῶς· ἀλλ' ἐπὶ μὲν τοῖς καλῶς γινομένοις συμμέτρως ἐπαινεῖν, καὶ ἀπὸ τούτων ἄρχεσθαι τοῦ λόγου· ὡς οἱ ἰατροὶ τὰ πικρὰ τῶν φαρμάκων πολλάκις μέλιτι ἐπαλείφουσι· καὶ τότε τῶν μὴ καλῶς γινομένων μὴ πικρὸν ἐξεταστὴν φαίνεσθαι, ἀλλὰ συνδιορθωτὴν κηδεμονικόν τε ἅμα, καὶ συμπαθῆ, καὶ συναχθόμενον, εἰ αἱ καλαὶ πράξεις ὀλίγοις ἐνίοτε παροράμασιν ἐπιθολοῦνται. Πάντως δὲ οἶμαι τὸ τοιοῦτον ἐπεδείκνυσαν οἱ περὶ τὸν Σωκράτην καὶ Ζήνωνα, πόσα μὲν ἀναίρετα ἔχουσιν αἱ δυναστεῖαι καὶ ὑπεροχαὶ δοκοῦσαι τῶν ἀνθρώπων· τί δὲ τὸ ἐν αὐταῖς αἱρετόν· ὅτι τὸ ἀγαθουργὸν μόνον· ὥστε τοὺς τούτου καταφρονοῦντας, τὰ μὲν κακὰ [ἔχειν] τοῦ πράγματος, τῶν δὲ ἀγαθῶν ἀποστερεῖσθαι. Δῆλον δὲ, ὅτι προτύπωμα μὲν ἑαυτῷ χρὴ προτιθέναι Σωκράτην καὶ Ζήνωνα· τὸ δὲ μέτρον τῆς ἑαυτοῦ ζωῆς φυλάττειν, καὶ τὰ ἐκείνῃ σύμμετρα προσφέρειν αὐτοφυῶς. Οἷον γάρ ἐστι, ζωὴν ἔχοντα προκόπτουσαν ἔτι, καὶ τῆς Ἐπικτήτου παιδαγωγίας δεομένην, τοῖς Σωκράτους ἢ Ζήνωνος λόγοις κεχρῆσθαι; πῶς γὰρ οὐκ ἂν φανείη καταγέλαστος ὁ τοιοῦτος; Καὶ Ἀντίγονος, ὁ μετὰ Ἀλέξανδρον μέγας βασιλεὺς τῆς Συρίας γενόμενος, εἰπεῖν λέγεται, μηδέποτε ἑαυτῷ συνειδέναι ἀγωνιάσαντι, εἰ μὴ ὅτε Ζήνωνι συντυγχάνοι, καίτοι πολλοῖς ἄλλοις φιλοσοφοῦσιν ἐνέτυχεν. Ἐντεῦθεν δὲ ὁ Ἐπίκτητος τὰ περὶ τὰς ἐντεύξεις τῶν τοιούτων καθήκοντα παραδίδωσιν, ἀπὸ τῶν πρὸς τοὺς δυνάστας καὶ ἐν ὑπεροχῇ ἀρχόμενος.

   [IN CAP. XXXIII, 14 13.] Τὸ αὐτό πως ἐλέγετο καὶ πρότερον, ἐν ἐκείνῳ τῷ κεφαλαίῳ, τῷ, Ὅταν ἅπτεσθαί τινος ἔργου μέλλῃς, ὑπομίμνησκε σεαυτὸν, καὶ τὰ ἑξῆς. Ἀλλ' ἐκεῖ μὲν, ἐπὶ τοῦ λούσασθαι προάγει τὸν λόγον· ἐνταῦθα δὲ, ἐπὶ μείζονος παραδείγματος, τῆς πρὸς δυνάστην ἀφίξεως. Καὶ ἐκεῖ μὲν, εἰς τοῦτο συνεπλήρωσε τὸν λόγον, εἰς τὸ καταφρονῆσαι τῶν συμβαινόντων, καὶ τὴν ἑαυτοῦ προαίρεσιν κατὰ φύσιν ἔχουσαν διατηρῆσαι· ἐνταῦθα δὲ, ἀσφαλῶς προβουλεύσασθαι, καὶ μὴ χαύνως, ἀλλ' ἐγγυτάτω τῆς ἀληθείας ὑποτίθεσθαι [λέγων] τὰ συμβησόμενα δυσχερῆ. Ἑλόμενοι γὰρ τὴν πρὸς τὸν δυνάστην ἄφιξιν, κἂν ἀκολουθήσῃ τὰ εἰρημένα, συμβαινόντων αὐτῶν μεταμελόμεθα πολλὰ, καὶ λέγομεν, μὴ εἶναι ἄξιον τὸ τυχεῖν τῶν συμβεβηκότων· ἢ διὰ τὸ ἐξ ἀρχῆς μὴ καλῶς ἑλέσθαι, ἢ διὰ τὸ πλέον τοῦ δέοντος ὑπὸ τῶν γινομένων ταραχθῆναι. Ἰδιωτικὸν δὲ ἑκάτερον, καὶ οὐ καλῶς χρώμενον τοῖς ἐκτὸς, οὐδὲ ὡς ἔχει φύσεως, ἀλλὰ μεγάλα αὐτὰ νομίζον. Προειπὼν δὲ περὶ τῆς ἐντεύξεως τῶν ἐν ὑπεροχῇ μὲν, ἀκωλυτώτερον δὲ ἐντυγχανόντων, ὅπως αὐτοῖς προσφέρεσθαι χρὴ, ὅτι κατὰ τὸν Σωκρατικὸν καὶ Ζηνώνειον τύπον· νῦν περὶ τῶν τραχύτερον ὑπαντώντων εἰπεῖν προτίθεται, ὅπως χρὴ καὶ πρὸς τὴν τούτων ἔντευξιν παρασκευάζεσθαι· ὅτι, εἰ μὲν μὴ ἀνάγκη τις καλεῖ, παραιτητέον· εἰ δὲ ἀνάγκη, καὶ δόξει μετὰ τῶν ἀναιρέτων [122] αὐτὴν ἑλέσθαι, φέρειν τὰ προσπίπτοντα, μὴ μεταμελόμενον.

   [IN CAP. XXXIII 14 1416] Μετὰ τὴν ἔντευξιν τῶν ἐν ὑπεροχῆ, καὶ περὶ τῆς πρὸς τοὺς πολλοὺς λέγει, πῶς χρὴ καὶ ταύτην ποιεῖσθαι· ἀνεπαχθῆ τε ἑαυτὸν τοῖς ἐντυγχάνουσι, καὶ ἀκαταφρόνητον παρεχόμενον, καὶ μέντοι καὶ ὠφέλιμον εἰς δύναμιν αὐτοῖς. Τὸ μὲν γὰρ μὴ μεμνῆσθαι τῶν ἑαυτοῦ ἔργων ἢ κινδύνων ἐπὶ πολὺ καὶ ἀμέτρως, ἅμα μὲν τὸ ἐκ τούτου ἐπαχθὲς ἀφαιρεῖται· (βαροῦνται γὰρ οἱ ἄνθρωποι τοῖς ἑαυτοὺς ἐπαινοῦσιν, ὡς αὐτοὶ διὰ τούτων ὑπ' αὐτῶν κατηγορούμενοι καὶ ὀνειδιζόμενοι κατὰ σύγκρισιν·) ἅμα δὲ τὸ ἔξω βλέπον καὶ φιλόδοξον τῆς ψυχῆς συστέλλει, καὶ μεγαλοφροσύνην ἐνδείκνυται.

   Πρότερον δὲ εἰπὼν, μὴ δεῖν αὐτὸν ἐπὶ πολλοῖς γελᾷν, μηδὲ πολὺν γέλωτα, μηδὲ ἀνειμένον εἶναι· νῦν λέγει, μηδὲ τοῖς ἄλλοις δεῖν γέλωτα κινεῖν. Καὶ τὴν αἰτίαν ἐπήγαγεν, εἰπὼν, Ὀλισθηρὸς γὰρ ὁ τρόπος εἰς ἰδιωτισμόν. Τὸ γὰρ τοιαῦτα λέγειν ὡς γέλωτα κινεῖν τοῖς ἰδιώταις, σημαίνει πάντως ἀρεστὰ εἶναι ἐκείνοις, καὶ τῆς ἰδιωτικῆς ἕξεως οἰκεῖα. Ὁμοίως οὖν, ἢ καὶ μᾶλλον αὐτῶν, ἰδιώτην νομίζουσι τὸν γέλωτα κινοῦντα· ὥστε κἂν τύχωσιν αἰδούμενοι πρότερον αὐτὸν, ἱκανόν ἐστι τοῦτο χαλάσαι τὴν πρὸς αὐτὸν τῶν πλησιαζόντων αἰδώ. Τινὲς δὲ καὶ τῶν δοκούντων ἐμφρόνων γελωτοποιοῦσι, βουλόμενοι χαρίεντες φαίνεσθαι.

   Αἰσχρολογεῖν δὲ ὅτι μὲν αὐτὸς οὐκ ἀνέξεται ὁ καὶ ποσῶς προκεκοφέναι δοκῶν, πρόδηλον. Ἀλλ', οὐδὲ τῶν ἄλλων ἀνέχεσθαι κατὰ τὸ δυνατὸν, συμβουλεύει. Ἀλλ', εἰ μὲν εὔκαιρον εἴη, τοῦτ' ἔστιν, εἰ μὲν νέος εἴη ὁ προαχθεὶς εἰς τοῦτο, καὶ μὴ ἀναιδὴς, μηδὲ ὑπὸ πλούτου ἢ ἀξιώματος κεχαυνωμένος, καὶ ἐπιπλήξεις, φησίν. Οὔτε γὰρ αὐτῷ τῷ αἰσχρολογοῦντι, οὔτ' αὐτοῖς τοῖς παροῦσι φανήσῃ φορτικός. Εἰ δὲ τύχῃ πρεσβυτικώτερος, καὶ σοβαρὸς τὸ ἦθος, καὶ πλούτῳ ἐπηρμένος ἢ ἀξιώματι· τὸ μὲν ἐπιπλῆξαι, βαρύ· πρὸς δὲ τῷ ἀπράκτῳ, καὶ ἀπεχθεῖ, καὶ ἐχθροποιῷ, καὶ καταγέλαστος ἡ παῤῥησία δόξει. Τί οὖν χρὴ τότε ποιεῖν; Τῷ σιωπῆσαι δῆλος γίνου δυσχεραίνων. Καὶ ὅρα, ὅπως τὸ προσῆκον ἐφύλαξε τῇ διαφορᾷ μέτρον. Ἐπὶ μὲν τῶν περὶ μονομαχιῶν, ἢ ἱπποδρομιῶν, ἢ βρωμάτων καὶ πομάτων ποιουμένων τοὺς λόγους, ἢ περὶ ἀνθρώπων, ἐπαινούντων, ἢ ψεγόντων, ἐὰν οἷόν τε ᾖ, φησὶ, μέταγε αὐτούς· ἐνταῦθα δὲ, ἐὰν εὔκαιρον ᾖ, καὶ ἐπιπλῆξαι κελεύει. Καὶ ἐκεῖ μὲν, εἰ μὴ δυνατὸν μεταγαγεῖν, σιώπα, φησί· καὶ δῆλος γίνου δυσχεραίνων.

   [IN CAP. XXXIV] Ἡ σωματικὴ ἡδονὴ βλαβερωτάτη ἐστὶ τῇ ψυχῇ. Ἑκάστη γὰρ ὥσπερ ἧλος προσηλοῖ τὴν ψυχὴν, καὶ διὰ τοῦτο ὁ θεὸς ὀλιγοχρόνιον αὐτὴν ἐποίησεν. Καὶ γὰρ ἐπὶ τροφῶν καὶ πομάτων, ἕως τότε ἐστὶν ἡ ἡδονὴ, ἕως ἂν ἐν τῷ στόματι αὐτῶν αἰσθανώμεθα· καταποθέντων δὲ, οἴχεται τελέως. Καὶ ἐπὶ τῆς μίξεως κατ' αὐτὸν ἐκεῖνον τὸν καιρὸν μόνον τῆς ἐνεργείας, ἡ τῆς ἡδονῆς αἴσθησις γίνεται· παρελθούσης δὲ [123] αὐτῆς, ἡ συναίσθησις ὡς μηδὲ γεγονυίας ἐστί. Καὶ δῆλον δὲ, ὅτι ἐν τῷ αἰσθητὴ εἶναι, ἡ ἡδονή ἐστι. Τὸ γὰρ μὴ αἰσθανόμενον, οὐδὲ ἥδεται ὅλως. Ἀλλὰ καὶ αἱ περὶ τὰ ἐκτὸς ἡδοναὶ, οἷον περὶ ἐσθῆτα, ἢ κόσμον, ἢ χρήματα, ἢ κτήματα, καὶ αὗται ὀλιγοχρόνιοί εἰσιν. Ἡσθέντες γὰρ ἐπὶ τῇ κτήσει τούτων, μετὰ τὸ συνεθισθῆναι αὐτοῖς οὐκέτι ἡδονῆς ἐπ' αὐτοῖς αἰσθανόμεθα. Ἀφαιρουμένων δὲ αὐτῶν, λύπη σφοδρὰ διαδέχεται, πολὺ μονιμωτέρα τῆς ἡδονῆς. Οὕτω μὲν οὖν ἡ ἡδονὴ, ἐλάχιστον ἐπιμείνασα χρόνον, καὶ μάλιστα ἡ σωματικὴ, ἄπεισι, τὴν βλάβην τὴν ἑαυτῆς τῇ μὲν ψυχῇ πάντη καὶ πάντως καταλιποῦσα, πολλάκις δὲ καὶ τῷ σώματι, ὅταν ἀσύμμετρος ἡ ἀπόλαυσις γένηται. Ἡ δὲ τῆς ἡδονῆς ἐγκράτεια, μόνιμον ὠφέλειαν ποιεῖ τῷ σώματι καὶ τῇ ψυχῇ, καὶ ἡδονῆς ἄλλο εἶδος, τὸ κατὰ φύσιν συνυπάρχον, ἀβλαβές τε καὶ ἄληκτον.

   Τούτων οὖν οὕτω προειλημμένων, ἴδωμεν, τί φησιν ὁ Ἐπίκτητος. Ὅταν, φησὶν, ἡδονῆς τινος φαντασίαν λάβῃς, ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷον πλούτου, ἢ δυναστείας, ἢ τῶν ἄλλων τινὸς τῶν ἐκτὸς, καὶ ἔτι μᾶλλον ἐπὶ τῆς ἡδονῆς· φύλαττε σεαυτὸν εὐθὺς, μὴ συναρπάσῃ σε ἐπὶ τὸ ἔργον ἡ φαντασία· ἀλλὰ τοῦτο μὲν περιμεινάτω ὀλίγον· σὺ δὲ ἀναβολήν τινα σεαυτῷ πορίσας διὰ τῆς τοιαύτης συστροφῆς, ἐννόησον τοὺς χρόνους, τόν τε τῆς ἀπολαύσεως, ἐλάχιστον ὄντα, καὶ τὸν ἐφεξῆς πολὺν, βλάβης ὄντα καὶ μεταμελείας μεστὸν, ἐν ᾧ σεαυτὸν ἐγκαλεῖς ἡττηθέντα. Καὶ τούτοις ἀντίθες τὸν καιρὸν, καθ' ὃν ἐγκρατευσάμενος, ὠφελείᾳ καὶ ἡδονῇ καθαρᾷ ἐπὶ πολὺν χρόνον σύνει, σαυτὸν ἐπαινῶν καὶ ἀποδεχόμενος. Ἐὰν γὰρ ταύτην ἀποκαθάρῃς τὴν σύγκρισιν, ῥᾳδίως ἠρεμήσει ἡ ὄρεξις, αἰσχυνομένη τὴν ἐνέργειαν τῆς ἥττης. Κἂν αὖθις τοῦτο καὶ αὖθις ποιῇς, οὐκ ἔτι ἐνοχλήσει ταπεινουμένη. Εἰ δὲ παύεται ἡ ἡδονὴ εὐθέως μετὰ τὸ ἔργον, καὶ οὐδὲν διαφέρει τότε ὁ ἀπολαύσας τοῦ μὴ ἀπολαύσαντος, πλὴν τῇ φαντασίᾳ τοῦ ἀπολελαυκέναι, οὐκ ἔχει τινὰ λόγου ἀξίαν ἡδονή· δηλοῖ [δὲ] ἡ μνήμη τῶν ἐν ὀνείροις ἀπολαύσεων, ἀμυδρὸν ἴχνος ἡδονῆς ἔχουσα. Ἐπεὶ δ' ἔστιν ὅτε τινῶν ἡδονῶν καὶ κατὰ λόγον ὀρθὸν μεταλαμβάνομεν, οἷον διὰ παιδοποιίαν, ἢ λουτροῦ μετὰ πυρετόν· ὅταν, φησὶ, καιρὸς φανῇ ἅψασθαι τοῦ τοιούτου ἔργου, πρόσεχε, μή σε ἡττήσῃ τὸ προσηνὲς αὐτοῦ καὶ ἀγωγόν· ὥστε σεαυτοῦ ἐκστάντα, ὅλον ἐκδοθῆναι τῇ ἡδονῇ· ἀλλ' ἐν ἐκείνῳ τῷ καιρῷ σύγκρινε, πόσῳ κάλλιόν ἐστι τὸ κρατῆσαι τῆς ἡδονῆς, τοῦ ἡττηθῆναι αὐτῆς· δῆλον γὰρ, ὅτι τοσούτῳ, ὅσῳ κάλλιον τὸ δεσπόζειν τῶν ἀλόγων παθῶν, τοῦ δουλεύειν αὐτοῖς, καὶ ἄνθρωπον εἶναι μᾶλλον, ἢ θηρίον.

   [IN CAP. XXXV.] Πολλὴν σπουδὴν ποιεῖται τοῦ τὸ ἀγαθὸν δι' αὐτὸ τὸ ἀγαθὸν αἱρεῖσθαι, ἵνα καὶ ὄντως ἀγαθὸν ᾖ, καὶ μὴ διὰ τὴν τῶν πολλῶν δόξαν. Ὁ γὰρ διὰ ταύτην αἱρούμενός τι, ταύτην εἶναι τίθεται τὸ ἀγαθὸν, ἀλλ' οὐκ ἐκεῖνο. Διὸ, εἰ μὲν ὀρθῶς διέγνωκεν, ὅτι δέον ἐστὶ τόδε τι μὴ ποιῆσαι, φυγεῖν δεῖ τὴν πρᾶξιν, οὐκ [124] ἀγαθὴν οὖσαν· εἰ δὲ ὀρθῶς διαγνοὺς ποιεῖ, οὐ χρὴ φεύγειν τὸ ὀφθῆναι ποιοῦντα, διὰ τοὺς οὐκ ὀρθῶς μεμφομένους τὸ γινόμενον. Ἐπεὶ συμβαίνει, τοῦ ὄντως ἀγαθοῦ (τοῦτο γάρ ἐστι τὸ ὀρθῶς γινωσκόμενον ὅτι ἀγαθόν.) προτιμᾷν τὸ μὴ ἀγαθὸν, ἀλλὰ κακὸν, ὡς ψεῦδος· τοιαύτη γάρ ἐστιν ἡ τῶν πολλῶν μὴ ὀρθὴ περὶ τοῦ πραττομένου ὑπόληψις. Πρὸς δὲ τούτῳ συμβαίνει, τὸ τῷ ὀρθῷ λόγῳ κριθὲν ἀγαθὸν, κακὸν ἡγεῖσθαι, φεύγοντα αὐτό· τὸ γὰρ φευκτὸν, κακόν. Καὶ ἔτι μέντοι συμβαίνει τῷ τοιούτῳ, ἀφ' ἑαυτοῦ καὶ ἀπὸ τῶν πραγμάτων ἀφισταμένῳ, εἰς τὰς τῶν πολλῶν δόξας ἀποφέρεσθαι, καὶ ἐκεῖ τὸ ἀγαθὸν καὶ τὸ κακὸν ζητεῖν, καὶ τὸ ἀληθὲς, καὶ τὸ ψευδές.

   [IN CAP. XXXVI] Τῶν ὑποθετικῶν συλλογισμῶν, ὧν οἱ Στωϊκοὶ τὴν τεχνολογίαν ἐλεπτούργησαν, οἱ μέν εἰσι διεζευγμένοι, οἱ δὲ συνημμένοι, ἤτοι συμπεπλεγμένοι. Διεζευγμένοι μὲν, ἐν οἷς, τοῦ ἑτέρου ὄντος, τὸ ἕτερον πάντως οὐκ ἔστι· καὶ, τοῦ ἑτέρου μὴ ὄντος, πάντως τὸ ἕτερον ἐστίν· ὡς, ὅταν εἴπω, Ἤτοι ἡμέρα ἐστὶν, ἢ νὺξ ἐστίν· ἀλλὰ μὴν νὺξ ἐστίν· ἡμέρα ἄρα οὐκ ἔστιν. Οὕτω μὲν, τοῦ ἑτέρου τιθεμένου, ἀναιρεῖται πάντως τὸ ἕτερον· τῇ δὲ ἀναιρέσει τοῦ ἑτέρου τίθεται τὸ ἕτερον, ὅταν εἴπω, Ἀλλὰ μὴν ἡμέρα οὐκ ἔστι· νὺξ ἄρα ἐστίν· ἢ, Ἀλλὰ μὴν νὺξ οὐκ ἔστιν· ἡμέρα ἄρα ἐστί. Τοιοῦτον μὲν οὖν τὸ διεζευγμένον· ἐν ᾧ τὸ, Ἤτοι ἡμέρα ἐστὶν, ἢ νύξ ἐστιν, ὡς ἀξίωμα, τοῦτ' ἔστιν, ὡς ἐναργῶς καὶ κατὰ τὰς κοινὰς ἐννοίας ἀληθὲς, παραλαμβάνεται. Ταῦτα γὰρ Ἀξιώματα ἐκάλουν οἱ Στωϊκοί. Τὸ δὲ συμπεπλεγμένον ἐστὶν, ὅταν δύο τινῶν συμπεριπεπλεγμένων ἀλλήλοις οὕτως, ὥστε τὸ μὲν ἡγούμενον εἶναι, τὸ δὲ ἑπόμενον, τῇ μὲν θέσει τοῦ ἡγουμένου ἀκολουθεῖ τὸ ἑπόμενον, τῇ δὲ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρεῖται τὸ ἡγούμενον. Οἷον συμπέπλεκται ἀληθῶς· Εἰ ἡμέρα ἐστὶ, νὺξ οὐκ ἔστιν. Ἀληθῶς γὰρ τῷ, Ἡμέρα ἐστὶν, ἡγουμένῳ, ἕπεται τὸ, Νὺξ οὐκ ἔστιν. Ἐπὶ γοῦν τούτου συμπεπλεγμένου, τῇ μὲν θέσει τοῦ ἡγουμένου τίθεται τὸ ἑπόμενον· Ἀλλὰ μὴν ἡμέρα ἐστὶ, νὺξ ἄρα οὐκ ἔστι. Τῇ δὲ ἀναιρέσει τοῦ ἑπομένου, ἀναιρεῖται τὸ ἡγούμενον· Ἀλλὰ μὴν οὐχὶ νὺξ οὐκ ἔστιν, ἀλλ' ἔστι δηλονότι· (αἱ γὰρ δύο ἀναιρέσεις μίαν ποιοῦσι συγκατάθεσιν·) ἡμέρα ἄρα οὐκ ἔστι. Τοιοῦτον μὲν οὖν καὶ τὸ συμπεπλεγμένον ἢ συνημμένον.

   Ἀλλ' ἴδωμεν λοιπὸν καὶ τὸ ὑπὸ τοῦ Ἐπικτήτου λεγόμενον. Τὸ, Ἤτοι ἡμέρα ἐστὶν, ἢ νύξ ἐστι, ἐπὶ μὲν τοῦ διεζευγμένου συλλογισμοῦ, ὡς ἀξίωμα ἀναμφίλεκτον παραλαμβάνεται· ἐπὶ δὲ τοῦ συνημμένου οὐκ ἔτι. Τὸ γὰρ ἐκεῖ παραλαμβανόμενον ἀξίωμα τὸ συμπεπλεγμένον ἐστὶ τὸ, Εἰ ἡμέρα ἐστὶ, νὺξ οὐκ ἔστιν. Ὥσπερ οὖν, φησὶ, τὸ, Ἤτοι ἡμέρα ἐστὶν, ἢ νύξ ἐστι, πρὸς μὲν τὸ διεζευγμένον μεγάλην ἔχει ἀξίαν· ἀπ' αὐτοῦ γὰρ ἤρτηται πᾶς ὁ διεζευγμένος συλλογισμός· πρὸς δὲ τὸ συμπεπλεγμένον ἀπαξίαν· διασπᾷ γὰρ τὴν συμπλοκὴν τὴν λέγουσαν, Εἰ ἡμέρα ἐστὶ, νὺξ οὐκ ἔστιν· οὕτω καὶ ἐν συμποσίῳ, τὴν μείζονα μερίδα ἐκλέγεσθαι, [125] πρὸς μὲν τὸ σῶμα χρειῶδές ἐστι καὶ ὠφέλιμον, καὶ ἐξαίρετον· πρὸς δὲ τὸ φυλάξαι τὸ κοινωνικὸν ἐν ἑστιάσει, ἀπαξίαν ἔχει· διασπᾷ γὰρ καὶ τοῦτο τὴν κοινωνίαν, ὡς τὸ συμπεπλεγμένον ἐκεῖνο. Ὅταν οὖν συνεσθίῃς ἑτέροις, μὴ μέμνησο μόνον τὴν πρὸς τὸ σῶμα τὸ σὸν ὁρᾷν ἀξίαν ἐν τοῖς παρακειμένοις, καὶ ἐκλέγεσθαι ἀπ' αὐτῶν, ἀλλὰ καὶ τὴν πρὸς τὸ κοινωνικὸν τῆς ψυχῆς, ὃ χρὴ φυλάττειν ἀνεπίληπτον.

   Δῆλον δὲ, ὅτι, κἂν ἐπὶ ἑστιάσεως ἐποιήσατο τὸν λόγον, κοινῶς ἐπὶ πάσης κοινωνίας τείνειν αὐτὸν χρὴ καὶ συναναστροφῆς. Τὸ γὰρ πλεονεκτικὸν πᾶσαν διασπᾷ κοινωνίαν· ὥσπερ τὸ, ἕκαστον τοῦ ἐπιβάλλοντος τυγχάνειν, συνέχει, καὶ αὔξεσθαι καὶ διαμένειν ποιεῖ. Καὶ γὰρ ἡ τῶν λῃστῶν κοινωνία, καίτοι ἐκ τοιούτων ἀνδρῶν συνεστῶσα, ἕως τότε σώζεται, ἕως φυλάττει τοῦτο τὸ παράγγελμα, τὸ μὴ πλεονεκτεῖν ἀλλήλους. Διὰ γὰρ τοῦτο τῆς δικαιοσύνης τὸ ἴχνος, καὶ ἡ ἀδικία ἐκείνη συνίσταται. Προτρέψας δὲ πρότερον πολλαχοῦ τὸν ἀκροατὴν πρὸς ἐλευθερίαν, καὶ ἐν ἄλλοις πρὸς ἀνδρίαν, καὶ μεγαλοψυχίαν, καὶ πρὸς φρόνησιν, καὶ πρὸς σωφροσύνην· ἐν τούτῳ πρὸς δικαιοσύνην αὐτὸν παρακαλεῖ, τὸ πρὸς αὐτὴν ἐμπόδιον τὴν πλεονεξίαν εἰσηγούμενος.

   [IN CAP. XXXVII.] Οὐ τὸ ἁπλῶς ἄριστον ἐπιτηδεύειν χρὴ, ἀλλὰ τὸ τῶν ἡμῖν συμμέτρων ἄριστον. Οὐδὲν γὰρ ἐν ἀσυμμέτροις ὑποδοχαῖς ἐπιγίνεται. Διὸ χρὴ μὴ προπετῶς τὰ μείζονα προσωπεῖα περιβάλλεσθαι, διδασκάλου, ἢ φιλοσόφου, ἢ ἐν νηῒ κυβερνήτου, ἢ ἐν πόλει ἄρχοντος. Κάλλιον γὰρ, ἐν ὑφειμένῳ προσώπῳ εὐδοκιμεῖν, περικρατοῦντα τοῦ προσώπου, καὶ ὑπερβάλλοντα αὐτὸ, ἢ ἐν ὑπερέχοντι ἀσχημονεῖν, ἀπολειπόμενον τῆς ἀξίας αὐτοῦ· καὶ κάλλιον, παιδαγωγὸν ἄριστον εἶναι, ἢ διδάσκαλον εὐτελῆ· καὶ οἰκονόμον χρηστὸν, ἢ ἄρχοντα μοχθηρόν. Πρὸς γὰρ τῷ ἀσχημονεῖν ἐν τῷ μείζονι προσώπῳ, (οὐ κατὰ δόξαν ἀσχημονεῖν λέγω, ἀλλὰ κατ' αὐτὴν τὴν φύσιν τοῦ πράγματος,) καὶ, ὅπερ ἠδυνάμεθα συμμέτρως ἐπιτηδεύοντες κατορθοῦν, ἀπόλλυμεν. Ἀμείνων γὰρ ὑποκριτὴς ἐν τραγῳδίᾳ καὶ κωμῳδίᾳ ὁ δοῦλον καλῶς ὑποκρινόμενος, τοῦ ἐν προσωπείῳ δεσπότου ἢ βασιλέως μὴ κατορθώσαντος. Καὶ τοῦτο δέ μοι πρὸς δικαιοσύνην ὁρᾷ τὸ κεφάλαιον, καὶ τὸ ἄξιον ἐν τῷ βίῳ πρόσωπον ἐκλέγεσθαι παραινοῦν, καὶ μὴ πλεονεκτεῖν.

   [IN CAP. XXXVIII.] Διχῶς ἡ ἀνθρωπίνη ψυχὴ βλάπτεται· καὶ τοῖς ἀλόγοις πάθεσιν ἑαυτὴν ἐμπείρουσα, καὶ δι' αὐτῶν προσκολλωμένη τῷ σώματι, ὅτε ὑποφθέγγεται μὲν δυσχεραίνουσά πως, ἡττᾶται δὲ τοῖς πάθεσι, τυραννουμένη ὑπ' αὐτῶν νενευρωμένων· ἢ κατὰ τὴν ἑαυτῆς κρίσιν διαστραφεῖσα, ὅτε οὐδὲ διακρίνει αὐτὴν ὡς ἄλλην ἀπὸ τῶν ἀλόγων παθῶν. Παραγγέλλει οὖν ὁ παιδαγωγὸς, ἀμφότερα ταῦτα φυλάττεσθαι κατὰ τὴν ἐν βίῳ διαγωγὴν, ἣν ἀπείκασε τῷ περιπατεῖν· ὥστε μήτε τοῖς ἀλόγοις πάθεσιν ἐμπαρῆναι, ἅπερ, σωματικὰ ὄντα, δίκην ἥλων προσηλοῖ τὴν συγκολληθεῖσαν αὐτοῖς [126] ψυχὴν τῷ σώματι. Ποῖος δὲ ἧλος οὕτω προσηλοῖ, ὡς τὰ ἄλογα ταῦτα πάθη, ποιοῦντα τὴν ψυχὴν ἓν νομίζειν ἑαυτὴν καὶ αὐτὰ καὶ τὸ σῶμα; Τὴν δὲ διαστροφὴν τοῦ δοξαστικοῦ καὶ περιπεζίου τῆς ψυχῆς μέρους, καθ' ὃ κοινωνεῖ τῷ σώματι καὶ ταῖς σωματικαῖς ζωαῖς ἡ ψυχὴ, τῷ τὸν πόδα στρέψαι οἰκείως ἀπείκασε· καὶ παρακελεύεται, ὥσπερ ἐν τῷ περιπατεῖν φυλάττομεν τὸ σῶμα, οὕτως ἐν τῇ ἐξόδῳ τῶν κατὰ τὸν βίον ἔργων τὴν λογικὴν ψυχὴν, τὴν κατὰ φύσιν ἡγεμονοῦσαν ἐν τῷ ἀνθρωπίνῳ ζώῳ, καθ' ἣν καὶ χαρακτηρίζεται τοῦτο τὸ ζῶον, φυλάσσειν· ἵνα μὴ λάθῃ ἑαυτὴν ἢ τοῖς πάθεσιν ἐμπυριζομένη διὰ λαιμαργίαν, ἢ τὴν κρίσιν καὶ τὴν δόξαν αὐτῆς διαστρεφομένη διὰ ῥαθυμίαν. Ἐὰν γὰρ ἐφ' ἑκάστου παραφυλάττωμεν ἑαυτοὺς, ὥσπερ οἱ βαδίζοντες, ἀσφαλέστερον ἑκάστου τῶν ἔργων ἁψόμεθα. Κἂν γὰρ συμβῇ τις ὀλίγος ὄλισθος, παραφυλαττόντων ἡμῶν, ῥᾳδίως αὐτὸν ἐπανορθοῦμεν. Κἂν γὰρ, μικρὸν ὑφέντες, τῷ ἥλῳ ἐπιβῶμεν, ἢ ἀῤῥύθμως τὸν πόδα ἀποθῶμεν, διὰ τὸ παρατηρεῖν καὶ ἀπὸ τοῦ ἥλου εὐκόλως ἀποσπῶμεν τὸν πόδα μὴ ἐμπειρόμενον, καὶ τοῦ ποδὸς τὴν βάσιν εὐκόλως μεταῤῥυθμίζομεν.

   [IN CAP. XXXIX.] Ἐν τοῖς περὶ τὸ σῶμα, οἷον ἐσθῆσι, τροφαῖς, κτήμασι, χρήμασι, δύο ταῦτά ἐστιν, ἥ τε κτῆσις αὐτῶν, καὶ ἡ χρῆσις. Εἰπὼν οὖν πρότερον περὶ τῆς τούτων χρήσεως, ὅτι κατὰ τὴν ψιλὴν τοῦ σώματος χρείαν τὴν χρῆσιν αὐτῶν δεῖ παραλαμβάνειν, πᾶν τὸ περιττὸν ἀφαιροῦντας, τὸ πρὸς δόξαν ἢ τρυφὴν ἀποτεινόμενον· νῦν περὶ τῆς κτήσεως αὐτῶν διδάσκει, μέτρον καὶ ταύτης λέγων εἶναι τὸ σῶμα. Εἰ γὰρ τῆς μὲν κτήσεως μέτρον ἡ χρῆσις· (διὰ γὰρ τὸ χρήσασθαι κτώμεθα·) τῆς δὲ χρήσεως μέτρον τὸ σῶμα, καὶ ἡ τούτου χρεία· δῆλον, ὅτι καὶ τῆς κτήσεως μέτρον ἂν εἴη τὸ σῶμα, καὶ ἡ τούτου χρεία. Διὸ, εἰ μὲν εἰς ταύτην τις ἀπίδοι τὴν χρείαν, δέρμασιν ἀρκεσθήσεται λιτοῖς· τῷ μὲν ἐπικειμένῳ, πρὸς θάλψιν καὶ φρουρὰν τοῦ ποδός· τῷ δὲ ὑποκειμένῳ, πρὸς τὸ μὴ ἀμέσως ἐπιβαίνειν τοῖς βλάπτουσιν· ἐὰν δὲ ὑπερβῇ τις τὴν χρείαν τοῦ ποδὸς ἐπὶ καλλωπισμὸν καὶ τρυφὴν, γίνεται κατάχρυσον ὑπόδημα, εἶτα, φησὶ, πορφυροῦν, εἶτα κεντητόν. Τοιαύτη δὲ ἦν, ὡς ἔοικε, παρὰ Ῥωμαίοις καὶ περὶ τὰ πορφυρᾶ καὶ κεντητὰ περιεργία, ὥστε καὶ τῶν καταχρύσων αὐτὰ προτιμᾶσθαι.

   Οὕτω δὲ καὶ ἐπὶ τῆς κτήσεως, καὶ τῶν τῷ σώματι χρειωδῶν· ἐάν τις τὸ μέτρον ὑπερβῇ τῆς χρείας, καὶ τὸν κατ' αὐτὴν ὅρον, εἰς τὸ ἀόριστον λοιπὸν φέρεται, ἄλλα ἄλλοις προστιθεὶς, ἕως ἂν εἰς τὸ βαρύτατον ἐνεχθῇ τῆς τε τρυφῆς καὶ τῆς κενοδοξίας, (διὰ γὰρ ταῦτα ἡ ἐκτροπὴ,) καὶ τῆς ἀκολουθούσης τῇ ἐκτροπῇ πολυδεοῦς ἐνδείας, καὶ τῆς ἐπ' αὐτῇ θλίψεως. Ἂν γὰρ δέκα κτησώμεθα, εἴκοσι βουλόμεθα· κἂν εἴκοσι, τεσσαράκοντα· καὶ ἐφεξῆς· καὶ πέρας οὐδὲν τῆς εἰς τὸ ἀχανὲς τῆς ἀπληστίας ὠθήσεως. Δῆλον δὲ, ὅτι καθ' ἕκαστον τῶν πρὸς τὴν χρείαν τοῦ σώματος παραλαμβανομένων, ἡ τὸν ὅρον ἐκβᾶσα φύσεως κτῆσις εἰς ἀοριστίαν ἐκπίπτει· [127] ὥστε καὶ τοῦ σκοποῦ λοιπὸν ἐπιλανθάνεσθαι, καὶ τῆς χρείας, εἰς ἣν συντελεῖ, ὅτι ἡ τοῦ σώματός ἐστιν αὕτη. Τοιγαροῦν καὶ προϊέμεθα τὸ σῶμα πολλάκις δι' ἀπλήστου τῆς τούτων κτήσεως. Μήποτε δὲ τὸ τοῦ ὑποδήματος παράδειγμα, ἐὰν κατὰ τὸ μέγεθος ληφθῇ, καὶ μὴ κατὰ τὸν καλλωπισμὸν ὑπερβαῖνον τὸ μέτρον, προσκόπτοντας ἡμᾶς ἐπ' αὐτῷ πολλάκις, καὶ πίπτοντας, κατακρημνίσῃ ποτέ; Χρὴ δὲ ἀπὸ τῶν περὶ τῆς χρήσεως εἰρημένων, καὶ τὰ περὶ τῆς κτήσεως διαιρεῖν. Εἴη δ' ἂν καὶ ταῦτα τὰ κεφάλαια, τὸ προσῆκον μέτρον ἐν τῇ κτήσει καὶ χρήσει τῶν ἐκτὸς διδάσκοντα φυλάττειν, πρὸς δικαιοσύνην ἡμᾶς ἀπευθύνοντα.

   [IN CAP. XL.] Ἐνδοὺς καὶ γαμεῖν τοῖς τὸν κατὰ φύσιν αἱρουμένοις βίον, καὶ τὴν καθήκουσαν αὐτοῖς περὶ γυναικὸς ἐπιμέλειαν διὰ βραχέων ἐνδείκνυται· παραβάλλων αὐτῇ τὴν τῶν πολλῶν ἀνθρώπων χρῆσιν, καὶ ἀπὸ τῶν ἐκείνῃ ἑπομένων κακῶν ταύτην ῥυθμίζων. Οἱ μὲν γὰρ πολλοὶ, φησὶν, ἄνθρωποι τὰς γυναῖκας εὐθὺς ἐκ νέας ἡλικίας κολακεύουσι, καὶ τιμῶσι, κυρίας καλοῦντες, οὐδενὸς ἄλλου ἕνεκεν ἢ τοῦ συγκοιμᾶσθαι. Διὸ εἰκότως ἐκεῖναι περὶ τοῦτο παρασκευαζόμεναι, καλλωπίζονται, καὶ ἐν τούτῳ πάσας ἔχουσι τὰς ἐλπίδας. Καὶ οὐκ ἔστιν αὐτὰς αἰτιᾶσθαι τοσοῦτον, ὅσον τοὺς ἄνδρας, τοὺς διὰ τοῦτο τιμῶντας. Διὸ χρὴ συναίσθησιν αὐταῖς εὐθὺς ἐξ ἀρχῆς παρασχεῖν, ὅτι οὐδενὸς ἄλλου ἕνεκα παρ' ἡμῶν τιμηθεῖεν ἂν, εἰ μὴ τοῦ τά τε ἤθη κεκοσμῆσθαι, καὶ δι' αἰδοῦς ὑποκατακεκλίσθαι τῷ ἀνδρί. Ταῦτα γὰρ ἔχουσα, καὶ πρὸς οἰκονομίαν λοιπὸν, καὶ παιδοτροφίαν, καὶ τὴν τοῦ ἀνδρὸς ἐπιμέλειαν, καὶ τὸν λιτὸν βίον ῥᾳδίως συνεθισθήσεται· ἅπερ ταῖς καλαῖς ἐσομέναις γυναιξὶ προσήκει.

   [IN CAP. XLI.] Ὥσπερ οἱ εὐφυεῖς περὶ τὰ τῆς φύσεως τῆς οἰκείας ἄκρα καὶ τέλεια καὶ ἀκριβῆ σπουδάζουσι καὶ τούτοις ἐνδιατρίβουσιν· οὕτως οἱ ἀφυεῖς περὶ τὰ εὐτελῆ, καὶ ἔσχατα, καὶ ὁλοσχερῆ, καὶ τοῖς πολλοῖς βάσιμα, ἐνδιατρίβουσιν. Ἀνθρώπῳ οὖν κατὰ ψυχὴν λογικὴν οὐσιωμένῳ, χρωμένην τῷ σώματι ὡς ὀργάνῳ, τὸ ἀποστῆναι μὲν τῶν κατὰ φύσιν τῆς ψυχῆς ἐνεργειῶν, ἐνδιατρίβειν δὲ τῷ σώματι, σημεῖον ἀφυΐας ἐστὶν, ὥσπερ αἴτιον τούτου, ἡ ἀφυΐα. Τίς γὰρ τεχνίτης λόγου ἄξιος περὶ τὴν τῶν ὀργάνων θεραπείαν δαπανᾷ τὸν καιρὸν, τῆς τέχνης τῆς χρωμένης αὐτοῖς ἀμελῶν; Οὐ μόνον δὲ ἀφυΐας ἐστὶ σημεῖον, τὸ ἐνδιατρίβειν τοῖς περὶ τὸ σῶμα, ἀλλὰ καὶ συμπαθείας περιττῆς. Οἷς γὰρ χαίρομεν, καὶ οἷς συμπάσχομεν, τούτοις ἐνδιατρίβομεν. Χρὴ οὖν, φησὶ, τὴν μὲν περὶ τὸ σῶμα ἀσχολίαν, πάρεργον ἡγεῖσθαι· τὴν δὲ προηγουμένην σπουδὴν περὶ τὸ χρώμενον τῷ σώματι ποιεῖσθαι· αὕτη γὰρ δικαία τῶν περὶ αὐτὸ καθηκόντων ἡμῖν διανομή.

   [IN CAP. XLII.] Καὶ τοῦτο τὸ παράγγελμα εἰς ἀνεξικακίαν προκαλεῖται καὶ πρᾳότητα, διχόθεν ἐπιχειροῦν· καθ' ἕνα μὲν τρόπον, ὅτι ἕκαστος τῇ ἑαυτοῦ φαντασίᾳ καὶ τῷ φαινομένῳ αὐτῷ καλῶς ἔχειν ἀκολουθεῖ, εἰ μὴ καὶ αὐτῷ ὁμοίως φαίνοιτο. Οὐ χρὴ οὖν [128] ἀγανακτεῖν, εἰ τῷ φαινομένῳ αὐτῷ καλῶς ἔχειν ἀκολουθεῖ. Καὶ γὰρ καὶ σὺ τούτῳ ἀκολουθεῖς, καὶ πάντες ἄνθρωποι. Τίς οὖν ἂν πρὸς τὴν κοινὴν φύσιν ἀγανακτοίη, νοῦν ἔχων; Εἰ δ', ὅτι τὸ μὴ καλῶς μηδὲ δικαίως ἔχον, καλῶς ἔχειν ἔδοξεν αὐτῷ, διὰ τοῦτο ἀγανακτεῖς, καὶ αὕτη ἄτοπος ἡ ἀγανάκτησις. Ἐκεῖνος γάρ ἐστιν ὁ βεβλαμμένος, καὶ οὐχὶ σύ. Ὁ γὰρ τὸ μὴ καλῶς ἔχον, καλῶς ἔχειν ὑπολαμβάνων, ἠπάτηται· ὁ δὲ ἠπατημένος, βλάπτεται. Ὁ γοῦν κακῶς σέ τι ποιῶν ἢ κακῶς λέγων, αὐτός ἐστιν ὁ βεβλαμμένος· κἂν οὐδὲ σὺ, οὐδὲ τῶν μέγα δυναμένων τις αὐτὸν ἰσχύσειε βλάψαι· εἴπερ τὰ μὲν ἔξωθεν ἐπιβλαβῆ δοκοῦντα, εἰς σῶμα γίνεται, καὶ τὰ ἐκτός· ὥστε μηδὲ αὐτοῦ κυρίως εἶναι βλάβην· ἡ δὲ ἀπάτη, τῆς ψυχῆς, καθ' ἣν αὐτὸς ὑφέστηκεν. Ὅτι δὲ αὐτός ἐστιν ὁ βεβλαμμένος ὁ ἀπατηθεὶς, καὶ οὐκ ἐκεῖνος περὶ ὃν ἠπατήθη, ἔδειξεν ἐναργῶς ἐκ τοῦ κατὰ τὸ συμπεπλεγμένον. Οἷον, εἰ τὸ, Εἰ ἡμέρα ἐστὶν, ἥλιος ὑπὲρ γῆν ἐστιν, ψεῦδός τις ὑπολάβοι, οὐ τὸ συμπεπλεγμένον βέβλαπται· αὐτὸ γὰρ ἔχει τὴν ἑαυτοῦ ἀλήθειαν· ἀλλ' ὁ ἀπατηθεὶς περὶ αὐτοῦ. Οὕτω καὶ ὁ παρὰ τὸ καλῶς ἔχον λοιδορῶν σε ἢ κακοποιῶν, αὐτός ἐστιν ὁ βεβλαμμένος· σὺ δὲ οὐδὲ βέβλαψαι, οὐδὲ πέπονθάς τι κακόν· μάλιστα, ἐὰν ἐν τοῖς ἐφ' ἡμῖν ᾖ ἡ οὐσία τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. Ἐννοῶν οὖν, καὶ ὅτι ἀνάγκη ἕκαστον τῷ φαινομένῳ αὐτῷ ἀκολουθεῖν, καὶ ὅτι ἐκεῖνός ἐστιν ὁ βεβλαμμένος, καὶ οὐχὶ σὺ, πρᾴως ἕξεις πρὸς τὸν λοιδοροῦντα, καὶ μεγαλοφρόνως· ἐὰν καὶ συνεθίσῃς ἐφ' ἑκάστῳ τῶν τοιούτων ἐπιφθέγγεσθαι, ὅτι, Ἔδοξεν αὐτῷ· ἀνάγκη δὲ, τῷ δοκοῦντι ἀκολουθεῖν.

   [IN CAP. XLIII.] Πάντα τὰ ἐν γενέσει πράγματα, ἐξ ἐναντίων συγκείμενα, κατὰ τὶ μὲν συμφωνεῖ καὶ συναρμόττει πρὸς ἄλληλα, καὶ φορητά ἐστιν ἀλλήλοις· κατὰ τὶ δὲ ἀσυμφωνεῖ καὶ ἀφόρητά ἐστιν. Οἷον, τὸ πῦρ, θερμὸν καὶ ξηρὸν ὑπάρχον, κατὰ μὲν τὸ θερμὸν συμφωνεῖ τῷ ἀέρι, καὶ φορητόν ἐστιν αὐτῷ· κατὰ δὲ τὸ ξηρὸν, ἀντίκειται καὶ μάχεται. Οὕτω καὶ ἀδελφὸς ἐὰν ἀδικῇ, καὶ οὗτος δύο ἔχει λαβάς· τὴν μὲν, φορητὴν, τὴν τοῦ ἀδελφοῦ· τὴν δὲ, ἀφόρητον, τὴν τοῦ ἀδικεῖν. Δῆλον δὲ, ὅτι πρὸς μὲν τὰ φορητὰ εὐκόλως διακείμεθα, καὶ πρᾴως, καὶ εὐαρέστως· πρὸς δὲ τὰ ἀφόρητα δυσχεραίνομεν, καὶ τραχυνόμεθα, καὶ δυσαρεστοῦμεν. Εἰ τοίνυν εὐθυμεῖν δεῖ, καὶ εὐαρεστεῖν, καὶ πρᾴως ἔχειν πρὸς ἅπαντα· ἐπειδὴ πάντα τὰς δύο λαβὰς ἔχει, τήν τε φορητὴν, καὶ τὴν ἀφόρητον, ἀπὸ τῆς φορητῆς αὐτῶν δράττεσθαι χρή. Πάντα γὰρ ὄντως ἐστὶ τοιαῦτα· πλοῦτος, πενία, ὑγεία, νόσος, γάμος, ἀγαμία, τέκνα, ἀτεκνία, καὶ πάντα τὰ ἄλλα ἐν τῷ βίῳ. Καὶ γὰρ πλούτου, φορητὸν μὲν, ἡ εὐπορία· ἀφόρητον δὲ, ἡ ἀσχολία καὶ περιολκή. Καὶ πενίας, φορητὸν μὲν, ἡ ἡσυχία καὶ ἀπραγμοσύνη· ἀφόρητον δὲ, ἡ ἀπορία. Καὶ ὑγείας μὲν φορητὸν, ἡ ῥᾳστώνη καὶ ἡ εὐχρηστία· ἀφόρητον δὲ, ἡ αὐθάδεια καὶ ἐμπάθεια. Τῆς δὲ νόσου, φορητὸν μὲν, ἡ μετριότης τῶν ψυχικῶν παθῶν· ἀφόρητον δὲ, [129] ἡ ταλαιπωρία. Καὶ γάμου, φορητὸν μὲν, ἡ παιδοποιία, καὶ θεραπεία· ἀφόρητα δὲ, τό τε πολυδεὲς, καὶ ἡ ἄλογος συμπάθεια. Καὶ ἡ ἀτεκνία δὲ, τὸ εὔλυτον ἔχει, καὶ τοῖς καλλίοσι σχολαστικὸν, καὶ τὸ μὴ φροντίζειν καὶ τῆς μετὰ θάνατον εὐπορίας, καὶ τὸ μέγιστον, ὡς οἶμαι, τὸ μὴ ἀναγκάζεσθαι καὶ κακοῖς οὖσιν ἐνίοτε τοῖς τέκνοις συμπάσχειν· συμβαίνει γὰρ τῇ κακίᾳ συμπάσχειν. Καὶ ὕβρις δὲ καὶ λοιδορία, φορητὰ ἔχουσιν, ἔστι μὲν ὅτε, καὶ τὸ γινώσκειν ἃ πρότερον ἠγνοοῦμεν τῶν ἡμετέρων· ἀεὶ δὲ, τὸ προκαλεῖσθαι τὸ ἐν ἡμῖν ἀνεξίκακον. Καὶ ἡ πάντων φευκτοτάτη ἡμῖν, ἡ τοῦ σώματος κόλασις, φορητὴν ἔχει τὴν γυμνασίαν τῆς ψυχῆς, καὶ τὴν κάθαρσιν. Πάντα δὲ τὰ τοιαῦτα μέγα ἀγαθὸν ἔχει, τὸ ἀνδρικῶς ὑπομεῖναι. Καὶ γὰρ τοῦ μὴ περιπεσεῖν, τὸ περιπεσόντα καλῶς διαγενέσθαι, ὠφελιμώτερόν ἐστι τῷ ἀνθρώπῳ· εἴπερ τὸ μὲν μὴ περιπεσεῖν, τοῦ σώματος καὶ τῶν ἐκτός ἐστιν ἀγαθὸν, τὸ δὲ καλῶς διαγενέσθαι, τῆς ψυχῆς. Ἀλλὰ καὶ οἱ ἐχθροὶ δύο λαβὰς ἔχουσι· καὶ ἔστιν ἀπ' ἐκείνων ὠφεληθῆναι, πικρότερον ἡμῶν ἐξεταζόντων τὰ πάθη, καὶ ἀσφαλεστέρους γίνεσθαι ποιούντων. Καὶ ὅ γε Χαιρωνεὺς Πλούταρχος βιβλίον ὅλον [περὶ] τῆς ἀπὸ τῶν ἐχθρῶν ὠφελείας συνέγραψεν.

   [IN CAP. XLIV.] Οἱ περὶ λόγους ἐσπουδακότες, ὡς ἐπίπαν καὶ εἰς τὴν περὶ λέξιν καὶ σύνταξιν σπουδὴν ἐκφέρονται· ὅπερ οὐ προσήκει τῷ φιλοσοφοῦντι, εἰ μὴ ἄρα ἐπιμελῶς ἀχθεὶς ἐκ παιδὸς διὰ τῶν ἐγκυκλίων λόγων, αὐτοφυῆ καὶ οὐκ ἐπιτετηδευμένην ἔχει τὴν τοιαύτην εὐφράδειαν. Κἂν τοῦτο δὲ τύχῃ, οὐ βούλεται ἐπ' αὐτῷ μέγα φρονεῖν τὸν φιλοσοφοῦντα, ὡς μὴ τοῦτο ἔχοντα τέλος, μηδὲ κατὰ τοῦτο οὐσιωμένον. Λέξις μὲν γὰρ ὅταν ᾖ καλὴ, ἔχει τὸ οἰκεῖον ἀγαθόν· καὶ ὁ τὴν καλλιλεξίαν τέλος πεποιημένος, ποιητής ἐστιν, ἢ συγγραφεύς. Ὁ δὲ κατὰ ζωὴν λογικὴν οὐσιωμένος, καὶ τέλος ἔχων τὸ κατὰ φύσιν αὐτῆς, οὐκ ἂν, εὐφραδέστερος ὤν τινος, κρείττονα ἑαυτὸν λέγοι δικαίως ἐκείνου. Οὐ γάρ ἐστιν αὐτὸς ἡ λέξις, οὐδὲ τέλος τίθεται τὴν λέξιν, ὥστε κατ' ἐκείνην εἰδοποιεῖσθαι, ὡς πᾶς τεχνίτης κατὰ τὴν τέχνην. Ἀλλὰ τὸ δίκαιον εἰπεῖν· Ἡ ἐμὴ λέξις τῆς σῆς καλλίων. Καὶ ἔστι τὸ μὲν προηγούμενον πρὸς τὸν φιλοσοφοῦντα, τὸ τὴν περὶ λέξιν αὐτοῦ πτοίαν ἀναστεῖλαι· παραδείγματι δὲ, τῷ πλουσιωτέρῳ, χρῆται, καὶ μετριάζων ἅμα τὴν ἐπίπληξιν.

   [IN CAP. XLV.] Τὴν περὶ τῶν πραγμάτων κρίσιν ἀκριβεστέραν ἡμᾶς ἔχειν βούλεται, ὥστε μήτε ψέγειν ἡμᾶς τινα, μήτε ἐπαινεῖν ἐφ' οἷς ποιεῖ, εἰ μὴ τὸν σκοπὸν μάθωμεν, εἰς ὃν ἀποβλέπων ποιεῖ. Οὗτος γάρ ἐστιν ὁ εἰδοποιῶν τὸ γινόμενον. Διὸ καὶ τύπτων τις, ὠφελεῖ· καὶ τρέφων, βλάπτει· καὶ κλέπτων, ἐνίοτε δικαιοποιεῖ· καὶ παρέχων, ἀδικεῖ. Χρὴ οὖν, φησὶ, τὰ μὲν γινόμενα αὐτὰ καθ' ἑαυτὰ κρίνειν, καὶ, εἰ λούεταί τις ταχέως, ὅτι ταχέως λούεται, λέγειν· μὴ μέντοι ποιότητα προστιθέναι, ἢ ὅτι καλῶς, ἢ ὅτι κακῶς, ἕως ἂν τὸν σκοπὸν μάθωμεν. Τί γὰρ, εἰ καμὼν, καὶ [130] ἀγρυπνήσας νύκτωρ, καὶ δεόμενος τῆς τοῦ λουτροῦ θεραπείας; Ἀλλ' ὁ σκοπὸς ἐπιφέρει τὴν ποιότητα τοῦ καλῶς, ἢ μὴ καλῶς. Καὶ τοῦτον δεῖ περιμένειν πρὸ τοῦ τῷ ταχέως λούεσθαι τὸ κακῶς ἢ καλῶς προσφέρειν. Καὶ γὰρ πολὺν οἶνον πίνειν ἔστι, καὶ διὰ κρᾶσιν σώματος, καὶ διὰ κατάστασιν ἀέρος, ὥσπερ πρὸ κυνὸς, καὶ ὑπὸ κύνα, καὶ διὰ λοιμῶδες χωρίον. Εἰ δὲ μὴ οὕτως ποιοῦμεν, ὥστε τὰς μὲν πράξεις αὐτὰς, ὡς ἔχουσι, κρίνειν, καὶ λέγειν, ὅτι ταχὺ, ὅτι πολὺ, τὴν δὲ ποιότητα μὴ προσφέρομεν, ἕως ἂν τὸν σκοπὸν μάθωμεν· συμβαίνει, ἄλλων μὲν αἰσθάνεσθαι, (τοῦτο γάρ ἐστι τὸ, φαντασίας καταληπτικὰς λαμβάνειν, τοῦτ' ἔστιν, ἐπ' ἄλλων μὲν καταλαμβάνειν τὸ φαινόμενον,) ὡς τὸ ταχὺ, καὶ πολύ· ἐπ' ἄλλοις δὲ συγκατατίθεσθαι, τοῦτ' ἔστι, τὴν κρίσιν ἐπάγειν, τὸ φανὲν ἢ κακῶς ἢ καλῶς λέγοντας. Ἄτοπον δὲ τοῦτο, τὸ, ἄλλο τι θεασάμενον, ἄλλο τι περὶ αὐτοῦ λέγειν. Καὶ βούλεται μὲν, οἶμαι, μήτε ἐπαινεῖν, ὡς ἔτυχε, μήτε ψέγειν· μᾶλλον δὲ παραιτεῖσθαι τὸ ψέγειν ἀδίκως· δι' ὃ ἐπὶ τούτου ποιεῖται τὸν λόγον, καὶ τοῦτο ἂν εἴη πρὸς δικαιοσύνην συντεῖνον.

   [IN CAP. XLVI.] Πρὸς τὸν ἔτι προκόπτοντα τοὺς λόγους ποιούμενος· (οὐ γὰρ πρὸς τέλειον φιλόσοφον· ἐκεῖνος γὰρ οὐκ ἐδεῖτο τούτων τῶν παραινέσεων· οὐδ' ἂν εἴποι πρὸς αὐτὸν, ὅτι κίνδυνος εὐθὺς ἐξεμέσαι ἃ οὐκ ἔπεψας·) ἐπειδὴ τοῖς ἔτι προκόπτουσι τὸ φιλόδοξον καὶ ἐπιδεικτικὸν ἐνοχλεῖ πάθος, διὰ πολλῶν ἐπιχειρημάτων αὐτὸ καθαίρειν προέθετο· ὥσπερ διὰ τούτου· [ὡς γὰρ] καὶ ψεῦδος ἦν τὸν χωνευόμενον χαλκὸν ἀνδριάντα λέγειν, καὶ τὸ ἔμβρυον, ἄνθρωπον· οὕτω δὲ καὶ τὸν ἔτι προκόπτοντα, φιλόσοφον λέγειν, ψεῦδος. Εἰ δέ τις καὶ πρὸς τὸ μέγεθος ἀπίδοι τῆς ζωῆς τοῦ ὄντως φιλοσόφου, καὶ τὴν ὑπεροχὴν ἣν ἔχει πρὸς τοὺς ἄλλους ἀνθρώπους, οὐ μόνον ψεῦδος, ἀλλὰ καὶ ἀσεβὲς λέγειν δόξει. Ὁ δὲ μὴ λέγων ἑαυτὸν φιλόσοφον, οὐκ ἂν, οὐδ' ἐν τῇ τάξει τοῦ φιλοσόφου τάττων ἑαυτὸν τῇ διδασκαλικῇ, διδάσκειν ἐπιχειροίη. Πῶς οὖν ἂν γυμνάσαιτο, φαίη τις, προκόπτων; Εἰ τὸ πρὸς ἰδιώτας λαλεῖν ἀπηγόρευσεν, ἐν οἷς οὐ γυμνασίας ἕνεκεν, ἀλλ' ἐπιδεικτικῶς οἱ λόγοι λέγονται. Πῶς οὖν πρὸς τούτους ἁρμόσεται; Εἰ τὰ ἔργα ἐπιτελοίη τὰ ὑπὸ τῶν λόγων διδασκόμενα, καὶ μὴ τοὺς λόγους ἐκφυσᾷ κενούς. Καὶ γὰρ οὐ τὸ λέγειν ἐστὶ τὸ τέλος, ἀλλὰ τὸ πράττειν τὰ λεγόμενα.

   Ἐν συμποσίῳ οὖν εὑρεθεὶς, μὴ λέγε, πῶς δεῖ ἐσθίειν· ἀλλ' ἔσθιε ὡς δεῖ· οὕτω γὰρ καὶ, ὅταν τοῦ διδάσκειν γένηται καιρὸς, οἱ λόγοι προϊόντες, δραστήριοι φανήσονται. Οἷον γάρ ἐστι, διδάσκειν μὲν, ὅπως δεῖ ἐσθίειν, ἢ ὅπως δεῖ φέρειν τὰς περιστάσεις, αὐτὸν δὲ τοῖς ὑφ' ἑαυτοῦ ταττομένοις νόμοις μὴ ἐμμένειν; Μὴ μόνον δὲ, φησὶν, ἀπέχου τοῦ κατάρχειν τῶν τοιούτων λόγων· ἀλλὰ κἂν ἄλλοι τινὲς ἰδιῶται περὶ τούτων διαλέγωνται, μὴ θελήσῃς ὡς ἐν ἰδιώταις φανῆναι διδάσκαλος· Ἐπεὶ κινδυνεύσεις ἐξεμέσαι, ἃ οὐκ ἔπεψας. Ὥσπερ γὰρ τὰ πεφθέντα σιτία τὴν ἕξιν τρέφει τοῦ σώματος, οὕτω καὶ οἱ πεφθέντες λόγοι τὴν ἕξιν τρέφουσι τῆς ψυχῆς· ἀφ' ἧς [131] λοιπὸν, ὡς ἀπὸ μονίμου ῥίζης, οἱ καρποφόροι λόγοι προέρχονται. Εἰ δέ τις πρὸ τοῦ τὴν ἕξιν τελειωθῆναι, οὓς ἤκουσε λόγους, προάγει, κινδυνεύει τῷ ὄντι ἐξεμεῖν ἃ οὔπω ἔπεψεν. Ἐμέτῳ γὰρ σιτίων ἔοικε τὸ αὐτοὺς ἐκείνους, οὓς ἤκουσέ τις, προάγειν, ἀλλὰ μὴ ἐκ τῆς ἐν ἑαυτῷ ἕξεως. Ἐπειδὴ δὲ ἔξω νεύσασα ἡ ψυχὴ ἀπὸ τῶν ἀγαθῶν παραδειγμάτων ὠφελεῖται, τὸν Σωκράτην παράγει, καίτοι τελέως ὄντα φιλόσοφον, ὡς καὶ ὑπὸ τοῦ θεοῦ πάντων ἀνδρῶν σοφώτατος ἀποφανθῆναι, τοσοῦτον ἀφελόντα τῆς ἑαυτοῦ ζωῆς τὸ ἐπιδεικτικὸν, ὥστε, τινῶν ἀνοήτων αὐτοῦ μὲν καταφρονούντων, δι' αὐτοῦ δὲ βουλομένων ἄλλοις συστῆναι πρὸς παίδευσιν, ἀπάγειν αὐτοὺς, καὶ συνιστάνειν σοφισταῖς· ὥσπερ Ἱπποκράτη τὸν Ἀπολλοδώρου, δεηθέντα αὐτοῦ, τῷ Πρωταγόρᾳ συνέστησε. Καὶ ἐν Θεαιτήτῳ δὲ αὐτὸς λέγει, ὅτι, Πολλοὺς μὲν ἤδη ἐξέδωκα Προδίκῳ, πολλοὺς δὲ ἄλλοις σοφοῖς τε καὶ θείοις ἀνδράσι.

   Μὴ μόνον δὲ, φησὶ, κατὰ τοῦτο ἀφέλῃς τὸ ἐπιδεικτικὸν καὶ δοξοκόπον, κατὰ τὸ μὴ λέγειν τὰ θεωρήματα ἐν ἰδιώταις, ἢ ἐκείνων λεγόντων σιωπᾷν· ἀλλὰ καὶ, ἐὰν εἴπῃ σοί τις, ὅτι οὐδὲν οἶσθα, μὴ δηχθῇς. Τοῦτο γὰρ ἀγαθὸν τεκμήριον τοῦ καταφρονεῖν τῆς ἔξω δόξης, πλέον τοῦ μὴ λαλεῖν τὰ θεωρήματα. Οὔπω γὰρ ἐξ ἐκείνου δῆλον ἦν, ὅτι νομίζεται παρὰ τοῖς ἐκτὸς μηδὲν εἰδέναι. Ἂν δὲ καὶ ἀκούσας τοῦτο μὴ δηχθῇς, καίτοι πρότερον ἐνίοτε δακνόμενος ἐπ' αὐτῷ, τότε ἴσθι, ὅτι ἤρξω τοῦ ἔργου, δι' ὃ καὶ ὑπό σου οἱ πολλοὶ λόγοι παρελήφθησαν, καὶ ἡ ἐπὶ φιλοσοφίᾳ σπουδὴ, ἵνα ἐργάσῃ τὰ κατὰ φύσιν, οὐχ ἵνα λέγῃς καὶ ἀκούῃς αὐτά. Τὸ γὰρ, ἀκούσαντά σε ὡς οὐδὲν οἶσθα, μὴ δηχθῆναι, ἔργον ἤδη ἐστί· καταφρόνησις γάρ ἐστι τῆς ἔξωθεν εὐδοξίας καὶ ἀδοξίας. Καὶ, κἂν δεικνύναι χρή ποτε τὴν ἑαυτοῦ προκοπὴν διδασκάλῳ ἐπιζητοῦντι, τὰ ἔργα δεικνύναι, τὰ ἀπὸ τῶν πεφθέντων λόγων καὶ τὴν ἕξιν θρεψάντων ἐκδιδόμενα, ἀλλ' οὐχὶ τοὺς λόγους. Καὶ γὰρ τὰ πρόβατα, οὐ τὸν χόρτον ἐξεμέσαντα, δείκνυσι τοῖς ποιμέσι πόσον ἔφαγεν· ἀλλὰ, τὴν νομὴν πέψαντα, ἔρια φέρει καὶ γάλα.

   [IN CAP. XLVII.] Πολλαὶ προφάσεις εἰσὶν, ἐφ' αἷς εὐδοξεῖν παρὰ τοῖς ἀνθρώποις βουλόμεθα. Οἱ μὲν γὰρ, τὰς πράξεις τὰς ἑαυτῶν διηγούμενοι, τὰς εὐδοξίας θηρῶνται· οἱ δὲ, ἐπὶ εὐφραδίᾳ· οἱ δὲ, ὡς διδάσκαλοι τῶν δεόντων· ἄλλος δ' ἐπὶ λιτότητι καὶ καρτερίᾳ. Τοὺς οὖν προτέρους ἤδη ἰατρεύσας, πρὸς τοῦτον νῦν ποιεῖται τὸν λόγον· παραινῶν, μήτε αὐτὸν καλλωπίζεσθαι ἐπὶ λιτότητι καὶ ἀσκήσει, (κοινὸς γὰρ ὁ λόγος·) τοῦτ' ἔστι, μὴ χαυνοῦσθαι, μηδὲ μέγα τι νομίζειν ἔχειν· ἀλλ' ἐννοεῖν πρῶτον, πόσῳ λιτότεροι ἡμῶν εἰσιν οἱ πτωχοὶ, καὶ πόσῳ καρτερικώτεροι· ἔπειτα, κἂν τοῦτο λόγου ἄξιον ἔχωμεν, πόσα ἄλλα ἀγαθὰ οὐκ ἔχομεν, ἅπερ ἄλλοι ἔχουσι. Βλάπτει δὲ τὸ ἐπί τινι πλεονεκτήματι χαυνοῦσθαι καὶ πρὸς τὸ μήτε αὐτὸ ἐκεῖνο ἀποκαθαίρειν, ἤδη μέγα αὐτὸ νομίζοντα εἶναι, μήτε ἄλλων ἐφίεσθαι, ἀρκούμενον ἐκείνῳ. Ἀλλὰ μηδὲ ἐπιδεικτικῶς, φησὶν, [132] αὐτὰ ποίει· ὥστε, ἐὰν ὑδροποτῇς, ἐκ παντὸς τρόπου πρὸς τοὺς διαλεγομένους περιάγειν εἰς τοῦτο τοὺς λόγους, εἰς τὸ εὐκαίρως δόξαι λέγειν, ὅτι ὕδωρ πίνεις. Κἂν ἀσκῆσαι θέλῃς, καὶ πρὸς πόνον καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς καρτερίαν γυμνάσαι, κατὰ σαυτὸν ποίει τοῦτο, καὶ μὴ φαίνου τοῖς ἔξω, μηδὲ θέλε ὁρᾶσθαι ὑπὸ πολλῶν· ὥσπερ οἱ ὑπὸ πολλῶν βιαζόμενοι δυνατωτέρων, καὶ βουλόμενοι τὸ πλῆθος εἰς βοήθειαν ἐπικαλεῖσθαι, εἰς τοὺς ἀνδριάντας ἀναβαίνοντες ἀποκράζουσι τὴν βίαν, καὶ συνάγουσι περὶ ἑαυτοὺς τὸ πλῆθος. Μὴ ἐπιδεικτικῶς οὖν, ἀλλ' ἐπὶ σαυτοῦ γυμνάζου· ὥστε, σφοδρῶς διψήσας, ἐπισπᾶσαι ψυχροῦ ὕδατος, καὶ ἀποπτύσαι, καὶ μηδὲ μετὰ τοῦτο εἰπεῖν τινι ὅτι ἐποίησας. Ὁ γὰρ ἐπιδεικτικῶς ταῦτα ποιῶν, πρῶτον μὲν ἔξω κέχηνεν ὅλος, καὶ ἀφ' ἑαυτοῦ πρὸς τὸ ἐκτὸς ἐξεχύθη· ἔπειτα τὰ ἀγαθὰ τῆς λιτότητος καὶ καρτερίας ἀπώλεσε, τέλος αὐτῶν τὴν τῶν πολλῶν δόξαν ποιούμενος. Αἱ δὲ ἀσκήσεις αὗται καὶ καρτερίαι ὠφελοῦσι, συνεθίζουσαι τὸ σῶμα, καὶ τὰ ἐν αὐτῷ ἄλογα πάθη, μὴ κατεξανίστασθαι τοῦ λόγου, ἀλλ' ὑπακούειν καὶ σκληρότερον ἐπιτάττοντι. Καὶ μέντοι καιροῦ καλοῦντος, ὁ τληπαθὴς οὐκ ἀναγκάζεται διὰ φερεπονίαν τὴν ἐλευθερίαν προΐεσθαι.

   [IN CAP. XLVIII.] Πρὸς πέρας ἤδη τῶν παραινέσεων ἐλθὼν καὶ μέλλων ἐπάγειν τὸ συμπέρασμα, ὅτι χρὴ μὴ ἐπὶ τῶν εἰρημένων λόγων μένειν, ἀλλ' ἔργα αὐτῶν ἐπιτηδεύειν, μηδὲ τέλος τίθεσθαι τὸ λέγειν καὶ ἀκούειν, ἀλλὰ τὸ ἐργάζεσθαι, πρῶτον ἡμῖν τὰς τρεῖς ἕξεις παραδίδωσιν, τὰς πάντας ἀνθρώπους περιλαμβανούσας. Τῶν γὰρ ἀνθρώπων, οἱ μὲν, ἰδιῶται· οἱ δὲ ἐκ διαμέτρου τούτων, φιλόσοφοι· οἱ δὲ, ἀφιστάμενοι μὲν τῶν ἰδιωτῶν, προσχωροῦντες δὲ τοῖς φιλοσόφοις· οὓς Προκόπτοντας καλεῖ, πρὸς οὓς καὶ τὰ πρότερον εἴρηται. Καὶ τούτους δὲ διεῖλεν ἐν τοῖς λόγοις, εἴς τε τοὺς ἀρχομένους παιδεύεσθαι, καὶ εἰς τοὺς ποσῶς ἤδη προκεκοφότας.

   Ἑκάστην οὖν τῶν εἰρημένων τριῶν ἕξεων ὑπογράφει· ἰδιώτου λέγων στάσιν καὶ χαρακτῆρα, τὸ μηδέποτε ἐξ αὐτοῦ προσδοκᾷν ὠφέλειαν, ἢ βλάβην, ἀλλ' ἀπὸ τῶν ἔξω. Ὄντων γὰρ ἐφ' ἡμῖν τοῦ τε λόγου, καθ' ὃν οὐσιώμεθα, καὶ τῶν ἀλόγων παθῶν, καθ' ἃ τοῖς ἀλόγοις ζώοις κοινωνοῦμεν· ὁ μὲν λόγος, κοινὸς Ἑρμῆς ἐστιν πᾶσι, κατὰ τὴν παροιμίαν. Κἂν γὰρ ἀριθμῷ διαφέρωσιν οἱ ἐν ἡμῖν λόγοι, ἀλλὰ τὸ εἶδος ἕν· οὕτως, ὡς πρὸς τὰ αὐτὰ ἀγαθὰ ἀνατείνεσθαι, καὶ τὰ αὐτὰ κακὰ ἐκκλίνειν, καὶ ἀληθῆ τὰ αὐτὰ ἡγεῖσθαι πάντας κατὰ τὸν λόγον, καὶ πάλιν ψευδῆ τὰ αὐτά· ὥστε τὸν ἐν ἑκάστῳ λόγον κανόνα εἶναι διακριτικὸν τοῦ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ, καὶ τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους. Εἰδῶν δὲ ἀσωμάτων, καὶ ἀμερίστων, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων, ἐφίενται οἱ λόγοι· οἷον σωφροσύνης, καὶ δικαιοσύνης, καὶ φρονήσεως· ὧν ὅλου ἕκαστος ἑκάστου μετέχει, οὐ μειουμένου τῇ μεταλήψει. [Ἃ] διὰ τὸ κατὰ λόγον ὀρθὸν κρίνεσθαι οὐ μάχεται, ἀλλὰ συμφωνεῖ, ἐν πᾶσι τὰ αὐτὰ ὄντα. Τὰ δὲ ἄλογα πάθη, οἷον θυμὸς, καὶ ἐπιθυμία, καὶ τὰ τούτων εἴδη, κἂν τῷ εἴδει τὰ αὐτὰ ᾖ [133] ἐν ἐμοὶ καὶ σοὶ, ἀλλ' ἄλλων μὲν ὁ ἐν ἐμοὶ θυμὸς ὀρέγεται, ἄλλων δὲ ὁ ἐν σοί· καὶ αἱ ἐπιθυμίαι διάφοροι, καὶ τὰ τούτων ὀρεκτά· καὶ αἱ ἐκκλίσεις διάφοροι, καὶ ἴδιαι ἑκάστων. Κἂν τῶν αὐτῶν δὲ τῷ ἀριθμῷ ὀρέγονται, ἀλλὰ σωματικὰ ταῦτα, καὶ ἄτομα, καὶ μεριστὰ, καὶ τῇ τοῦ ἑνὸς μεταλήψει μειούμενα· οἷον χρήματα, ἢ σώματα, ἢ χωρία. Κἂν τιμὴν εἴπῃς, ἢ ἀρχὴν, ἢ δυναστείαν, διὰ τὸ ἄτομα εἶναι καὶ ταῦτα, οὐ δύναται ὅλων ἕκαστος μετέχειν· μειοῦται γὰρ τῇ μεταλήψει. Διὸ περὶ ταῦτα αἱ διάφοροι κρίσεις ἴδιαι ἑκάστων, καὶ αἱ μάχαι, καὶ αἱ στάσεις, καὶ οἱ πόλεμοι.

   Ἰδιώτης οὖν ἐστιν, ὁ καταλιπὼν μὲν τὸν κοινὸν κανόνα, καὶ τὸ κοινὸν ἐφετὸν, εἰς κρίσιν δὲ ἰδίαν καὶ ὀρεκτὸν ἴδιόν τι ἄτομον, καὶ σωματικὸν, ἑαυτὸν περιγράψας· ἐν τοῖς ἐκτὸς δὲ τὰ τοιαῦτα. Ὅπου δὲ ὄρεξις τέταται καὶ ἔκκλισις, εἴτε κατὰ φύσιν, εἴτε παρὰ φύσιν, ἐκεῖ τὸ ἀγαθὸν δοκεῖ καὶ τὸ κακόν. Ἀγαθὸν γὰρ τὸ ὀρεκτὸν, κακὸν δὲ τὸ φευκτὸν νομίζεται. Ὁ δὲ φιλόσοφος, ἀποστὰς τῆς πρὸς τὰ ἐκτὸς καὶ τὰ ἀπὸ σεως, καὶ ἀλλότρια ἐκεῖνα τελέως ἡγούμενος, ἅτε κεκαθαρμένος ἀπὸ τῶν εἰδώλων ἤδη καὶ τῆς σκιᾶς τῶν ὄντων, εἰς ἑαυτὸν, καὶ τὸ ὄντως ὂν, καὶ τὰ κοινὰ εἴδη τοῦ λόγου τὰ ἐν αὐτῷ, ἐπιστρέφεται, καὶ ἐν ἑαυτῷ τὸ ἀγαθὸν εὑρίσκει. Κακὸν γὰρ ἐν αὐτῷ χώραν οὐκ ἔχει. Οὕτως οὖν τὰ κατὰ διάμετρον ἀλλήλων χαρακτηρίσας, ἐφεξῆς ἐπάγει τὰ τοῦ προκόπτοντος σημεῖα, πρὸς ὃν καὶ ὁ προῤῥηθεὶς πᾶς ἀπετείνετο λόγος· οὔτε γὰρ πρὸς τὸν φιλόσοφον· οὐ γὰρ παιδαγωγεῖσθαι καὶ διδάσκεσθαι, ἀλλὰ παιδαγωγεῖν ἤδη καὶ διδάσκειν ἐκεῖνος ἠξίωται. Ἀλλ' οὐδὲ φιλοσόφου ἴδιον, τὸ μηδένα ψέγειν, μηδένα ἐπαινεῖν· [καὶ γὰρ ψέγειν καὶ ἐπαινεῖν] κατὰ καιρὸν τῷ διδασκάλῳ καὶ διορθωτῇ πρέπει. Οὐ μέντοι οὐδὲ πρὸς ἰδιώτην ἁρμόζουσιν οἱ ῥηθέντες λόγοι, εἰ μὴ, ἀποταξάμενος τῷ ἰδιωτισμῷ, ἑαυτὸν ἐγχειρίσει τῷ παιδαγωγοῦντι πρὸς φιλοσοφίαν, καὶ τὴν ἀρχὴν τῆς προκοπῆς καταδέξεται.

   Τῶν γοῦν συντόμως τὸ πρότερον ῥηθέντων τὰ νῦν λεγόμενα, καὶ ἐπ' αὐτῶν τῶν ὀνομάτων τὰ πλεῖστα, ὑπομιμνήσκοντά τε ἡμᾶς ἐκείνων, καὶ μνημονεύειν αὐτῶν διὰ τῆς συντομίας παρέχοντα. Τὸ δὲ, ὡς ἐχθρὸν ἑαυτὸν παραφυλάττειν, εἴρηται διὰ τὸ ὑποπτεύειν ἑαυτοῦ τὴν μήπω πεπηγυῖαν ἕξιν, καὶ διὰ τὸ σπουδάζειν πικρότερον τὰ ἑαυτοῦ κινήματα κρίνειν· ὥσπερ τὰ τῶν ἐχθρῶν κρίνομεν, οὐδὲν διὰ συμπάθειαν ἐνδιδόντες, ὅπερ εἰώθαμεν οἱ πολλοὶ ἐφ' ἑαυτῶν τε πάσχειν, καὶ ἐπὶ τῶν φίλων. Μάσθλης δὲ, ὁ ἔκλυτός ἐστιν, τοῖς μεμαλαγμένοις δέρμασιν ὅμοιος ὤν.

   [IN CAP. XLIX.] Διαστήσας τὰς τρεῖς ἕξεις, τὰς τοῖς ἀνθρώποις φυομένας, ἰδιώτου, καὶ φιλοσόφου, καὶ προκόπτοντος, καὶ τῶν πρὸς τὸν προκόπτοντα ῥηθέντων συντόμως ὑπομνήσας, τὸ συμπέρασμα λοιπὸν ἐπάγει διά τε τούτου καὶ τῶν ἐφεξῆς· ὅτι χρὴ τὰ ἔργα τὰ ὑπὸ τῶν λόγων παραδοθέντα ἐργάσασθαι. Τέλος γὰρ τῶν λόγων, τὰ ἔργα, ὧν ἕνεκα καὶ οἱ λόγοι ἐῤῥήθησαν. [134] Μάλιστα γὰρ ἐπὶ τῶν τοιούτων ἀληθὲς εἰπεῖν τὸ τοῦ ῥήτορος· ὡς ἅπας λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν. Χρὴ οὖν, φησὶν, ἐξ ἀρχῆς ἐννοεῖν, τί ἂν βούλοιτο ἄνθρωπος ὁ τὸ ἑαυτοῦ ἀγαθὸν ζητῶν· ὅτι βούλεται εὑρεῖν τὴν ἑαυτοῦ φύσιν τίς ἐστιν, καὶ τί ταύτῃ ποιεῖν ἢ πάσχειν προσήκει· οἷον, ὅτι ζωὴ λογικὴ, χρωμένη τῷ σώματι ὡς ὀργάνῳ· καὶ, χρὴ τῇ ταύτης τελειότητι τὴν ἑαυτοῦ ὄρεξιν καὶ ἔκκλισιν συναρμόσαι. Ζητῶν οὖν τοῦτο, ἀκούω ὅτι Χρύσιππος ἔγραψε περὶ τούτων. Λαβὼν τὸ βιβλίον, οὐκ ἴσχυσα ἐπ' ἐμαυτοῦ νοῆσαι τὰ γεγραμμένα· καὶ ζητῶν τὸν ἐξηγούμενον, ἐνόησα τί λέγει ὁ Χρύσιππος. Καὶ οὕτω σεμνὸν οὐδὲν, οὐδὲ τῷ ἐξηγουμένῳ, οὐδὲ τῷ νοήσαντι. Οὐδὲ γὰρ Χρύσιππος περὶ τούτου ἔγραψεν ἐπὶ τῷ ἐξηγήσασθαι καὶ νοῆσαι, ἀλλ' ἐπὶ τῷ χρήσασθαι τοῖς γεγραμμένοις. Ἐὰν οὖν χρήσωμαι τοῖς γεγραμμένοις τούτοις, τοῦ ἀγαθοῦ αὐτῶν μετέσχον. Ἐὰν δὲ θαυμάσω τὸν ἐξηγούμενον, ὅτι καλῶς ἐξηγεῖται, καὶ νοῆσαι δύνωμαι, καὶ αὐτὸς ἐξηγεῖσθαι, καὶ πάντα ἁπλῶς τὰ ἄλλα μοι παραγίνεται, πλὴν τοῦ χρήσασθαι τοῖς γεγραμμένοις· τί ἄλλο ἢ γραμματικὸς ἐξετελέσθην, ἀντὶ φιλοσόφου; μέρος γὰρ ἓν τῆς γραμματικῆς τὸ ἐξηγητικόν ἐστι. Διαφέρω δὲ τοῦ γραμματικοῦ, ὅτι Χρύσιππον ἀντὶ Ὁμήρου ἐξηγοῦμαι. Ἀλλὰ καὶ τὸ ψιλῶς ἀναγινώσκοντα τὰ Χρυσίππου, ἢ ἄλλῳ αἰτήσαντι παραναγινώσκοντα, μὴ χρῆσθαι αὐτοῖς, οὐκ ἔστιν ἀνεπίληπτον. Αἰσχύνοιτο γὰρ ἄν τις δικαίως, εἰ νοσῶν, καὶ βοηθήματα τῆς νόσου εὑρίσκων γεγραμμένα, ἀναγινώσκοι μὲν ἂν αὐτὰ σαφῶς τε καὶ διηρθρωμένως, καὶ ἄλλοις ἐξηγοῖτο, εἰ δέοι, μὴ χρῷτο δὲ τῆς ἑαυτοῦ νόσου τοῖς βοηθήμασιν.

   [IN CAP. L] Μία χελιδὼν, ὥς φησιν ἡ παροιμία, ἔαρ οὐ ποιεῖ. Οὕτω, καὶ μία χρῆσις, ἢ δύο τῶν ὑπὸ Χρυσίππου ῥηθέντων, ἕξιν οὐκ ἐμποιεῖ· ἀλλὰ δεῖ, φησὶ, τῷ προτεθέντι ὡς ἀγαθῷ καὶ ὠφελίμῳ ἐμμένειν βεβαίως· ὡς ἀσεβὲς νομίζειν τὸ παραβῆναι. Εἰ γὰρ τὰς ἐπὶ τοῖς τυχοῦσιν ὁμολογίας παραβαίνειν, ἄτοπον καὶ ἀσεβὲς δοκεῖ, ὡς τῆς ἀληθείας καὶ τῆς πίστεως, δι' ὧν τὰ πάντα ὑφίσταται καὶ μένει, ὅσον ἐφ' ἡμῖν, ἀκυρουμένων· πῶς οὐκ ἀσεβὲς, τὸ τὴν πρὸς φιλοσοφίαν καὶ εὐζωΐαν ὁμολογίαν παραβαίνειν; παραβαίνει δὲ ὁ συντιθέμενος μὲν τοῖς λεγομένοις καὶ γεγραμμένοις, ὡς καλῶς καὶ ἀληθῶς ἔχουσιν, εἶτα καὶ ἀρξάμενος τῆς χρήσεως αὐτῶν, μὴ ἐμμένων δὲ αὐτοῖς. Ἔμμενε οὖν, φησί· τί δὲ ἐρεῖ τις περὶ σοῦ, μὴ ἐπιστρέφου· τὰ πρότερον ῥηθέντα ἐνδεικνύμενος, ὅτι πολλοὶ ἔσονται οἱ λέγοντες, ὅτι, Ἄφνω σοφὸς ἡμῖν ἐπανελήλυθε· καὶ, Πόθεν ἡμῖν αὕτη ἡ ὀφρύς; καὶ τὰ τοιαῦτα. Οὐ γὰρ τῶν ἐφ' ἡμῖν ἐστι, τὸ εἰπεῖν τι ἢ μὴ εἰπεῖν ἐκείνους. Ἔοικε δὲ ὁ τοιοῦτος ἀνὴρ τὸ παρὰ τῶν Πυθαγορείων συμβολικῶς εἰρημένον ἐνδείκνυσθαι· ἔλεγον δὲ ἐκεῖνοι· Εἰς τὸ ἱερὸν ἀπερχόμενος, μὴ ἐπιστρέφου· ἐνδεικνύμενοι, ὅτι τὸν εἰς θεὸν ὁρμηθέντα, οὐ χρὴ δίγνωμόν τι ἔχειν, καὶ τῶν ἀνθρωπίνων ἀντεχόμενον.

[135]    [IN CAP. LI.] Καὶ τοῦτο προσῆκον ἦν ἀκοῦσαι τὸν τυχόντα τέως τῶν παραινέσεων, τὸ μὴ μέλλειν λοιπὸν, μηδὲ ἀναβάλλεσθαι. Ἀεὶ γὰρ

   ‑ ‑ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

Ἀργίας πρόφασις, ἡ ἀναβολή. Εἰς ποῖον οὖν ἔτι χρόνον, φησὶν, ἀναβάλλῃ τὸ ἀξιοῦν σεαυτὸν τῆς καθ' ἕκαστον τῶν εἰρημένων χρήσεως; ταῦτα γάρ ἐστι τὰ βέλτιστα, ὡς τελειότατα, καὶ σκοπὸς ὄντως καὶ τέλος τῶν λόγων· καὶ τοῦ ἐν μηδενὶ παραβαίνειν τὸν ὀρθὸν λόγον, ἀλλὰ κατ' αὐτὸν πάντα ἐνεργεῖν, καὶ ὀρεγόμενον, καὶ ἐκκλίνοντα; Καὶ ἄλλος μὲν ἂν εἶπεν· μένω ἀκοῦσαι τῶν τε λογικῶν καὶ τῶν ἠθικῶν θεωρημάτων. Σὺ δὲ ἤδη πως προκεκοφὼς περὶ φιλοσοφίαν, προειληφὼς τὰ θεωρήματα, οἷς πρότερον χρὴ συνθέσθαι ὡς καλῶς εἰρημένοις, καὶ τότε ἐργάσασθαι αὐτὰ, συνέθου αὐτοῖς· ποῖον οὖν ἔτι διδάσκαλον προσδοκᾷς, ἵνα εἰς ἐκεῖνον ὑπερθήσῃ τὴν ἐπανόρθωσιν τὴν ἑαυτοῦ; Ἄλλοις ἡ ἡλικία ἐστὶ νεάζουσα· σὺ δὲ οὐκ ἔτι μειράκιον εἶ, ἀλλὰ ἀνὴρ ἤδη τῇ γνώμῃ τέλειος, ὥστε οὐδὲ ἔξωρος γέρων. Ἐὰν τοίνυν ῥαθυμῇς, ἢ διὰ τῆς ἀμελείας προθεσμίας ἐκ προθεσμιῶν ποιῇ, καὶ ἡμέρας ἄλλας ἐπ' ἄλλαις ὁρίζῃς, μεθ' ἃς προσέξεις ἑαυτῷ, ἐλπίδα μὲν κενὴν ἐν σεαυτῷ τρέφεις, τὸ σήμερον καὶ αὔριον ἐννοῶν· λήσεις δὲ σεαυτὸν, οὐ προκόψας, ἀλλ' ὑποκύψας τῷ κατ' ὀλίγον συνεθισμῷ τῆς ῥᾳθυμίας, καὶ ἰδιώτης διατελῶν, καὶ ζῶν καὶ ἀποθνήσκων. Ὥσπερ γὰρ ἐκεῖνα τούτων ἄρχει, καὶ μέγα ὄφελος ἡ τῆς φύσεως προπαρασκευὴ, ἣν ἐκεῖθεν ἔχομεν· οὕτω καὶ τὰ ἐνταῦθα τῶν ἐκεῖ ἀρχὴ καὶ προευτρεπισμός. Μία γὰρ ἡ ὅλη ζωὴ, καὶ εἷς βίος, τῇδε κἀκεῖσε μεταβαλλόμενος.

   Ἤδη οὖν ἀξίωσον, φησὶν, ἑαυτὸν βιοῦν ὡς τέλειον· οὐχ ὡς τέλος ἀπειληφότα· ἐκεῖνος γὰρ οὐ δεῖται τούτων τῶν λόγων· ἀλλ' ὡς κατὰ τὸ προκόπτειν τέλειον, τῷ ἀεὶ προκόπτειν, καὶ μηδαμοῦ διακόπτειν τὴν προκοπήν. Ἀλλὰ πᾶν τὸ φαινόμενόν σοι καλῶς ἔχειν, νόμον ἡγοῦ, τὴν ἐργασίαν αὐτοῦ προστάττοντα. Πᾶσι δὲ τοῖς προσπίπτουσιν ἔξεστι χρῆσθαι καλῶς, καὶ τοῖς ἐναντίοις, ἐάν [γε] κατὰ τὸν ὀρθὸν λόγον. Κἂν ἐπίπονον [μὲν] οὖν τι κἂν ἡδὺ προσαχθῇ, κἂν ἔνδοξον, κἂν ἄδοξον, δράττου τοῦ προσαγομένου, κἂν μικρὸν ᾖ, μὴ καταφρονῶν αὐτοῦ, κἂν μέγα, μὴ ἀποδειλιῶν· μηδὲ συγχώρει παρατρέχειν αὐτῷ, ἀλλ' ἐφ' ἑκάστου νόμιζε τὸν περὶ τῆς ἀρετῆς ἀγῶνα ἤδη προκεῖσθαι, ὥστε ἀνάγκην εἶναι, ἢ στεφανοῦσθαι ἢ ἀποκηρύττεσθαι· οὐ γάρ ἐστι λοιπὸν, ἐνεστηκότος τοῦ ἀγῶνος. Οὐ χρὴ δὲ παρορᾷν οὐδεμίαν ἡμέραν, οὐδὲ ἓν πρᾶγμα, νομίζοντα, μηδὲν ἐκ τῆς τούτων καταφρονήσεως βλάπτεσθαι.

   Παρὰ μίαν γὰρ ἡμέραν, καὶ ἓν πρᾶγμα, ἡ σὴ προκοπὴ καὶ σώζεται, φησὶ, καὶ ἀπόλλυται. Πῶς τοῦτο; ἢ ὅτι μίαν ἡμέραν καὶ ἐφ' ἑνὶ πράγματι ῥᾳθυμήσας τις, ἀργότερος καὶ ῥᾳθυμότερος γίνεται, ὥστε ἄλλου προσπίπτοντος, ἀτονώτερον μᾶλλον ὄντα ἢ πρότερον, [136] ἡττᾶσθαι αὐτῷ μᾶλλον ἤπερ τῷ πρότερον· καὶ ἔτι μᾶλλον, ἄλλου· καὶ οὕτω κατ' ὀλίγον αὐξανομένην τὴν ἀτονίαν, ἀπολλύναι τὴν προκοπὴν τελέως τοῦ ὀρθοῦ λόγου; σώζεται δὲ καὶ αὔξεται ἡ προκοπὴ κατὰ τὸν ἐναντίον τρόπον. Ἀπὸ γὰρ τῆς μιᾶς ἡμέρας καὶ τοῦ ἑνὸς πράγματος ἐγγίνεταί τι σημεῖον, ὁπόση οὖν προκοπή· ὥστε τῷ ἑξῆς προσπίπτοντι ἀπροσκοπώτερον ὑπαντᾷν, καὶ ἔτι μᾶλλον τῷ ἑξῆς. Οὕτω δὲ, φησὶ, καὶ ὁ Σωκράτης ἀπετελέσθη ἀνδρῶν ἁπάντων σοφώτερος, ἐθίσας αὐτὸν ἐν μηδενὶ τὴν ὠφέλειαν τὴν αὐτοῦ ἀναβάλλεσθαι, ἀλλ' ἐπὶ παντὸς τοῦ προσπίπτοντος πείθεσθαι μηδενὶ ἄλλῳ ἢ τῷ λόγῳ, ὃς αὐτῷ λογιζομένῳ βέλτιστος καταφαίνοιτο. Σὺ δὲ, εἰ μήπω εἶ Σωκράτης, ἀλλ' οὖν, ὡς Σωκράτης γε εἶναι βουλόμενος, ὀφείλεις βιοῦν. Ὁ δὲ πρὸς παράδειγμά τι βλέπων, καὶ ἐξομοιωθῆναι βουλόμενος ἐκείνῳ, οὐκ ἐνδίδωσιν, ἀεὶ πρὸς τὴν μίμησιν αὐτοῦ παραβαλλόμενος.

   [IN CAP. LII.] Ἐπειδὴ τῷ φιλοσοφοῦντι καὶ βουλομένῳ τὴν ἑαυτοῦ κατὰ φύσιν τελειότητα ἀπολαβεῖν, τήν τε ζωτικὴν, καὶ τὴν γνωστικὴν, ἀναγκαῖόν ἐστι ἐπιστημονικῶς γινώσκειν, [τί μὲν τὸ ἀγαθὸν,] τί δὲ τὸ ἀληθές· ἵνα μὴ, δοξαστικῶς αὐτοῖς προσβάλλων, καὶ ἀλόγως τοῖς λέγουσι πιστεύων ἄνευ μαθήσεως, ἅμα μὲν διαμαρτάνῃ, ἅμα δὲ ἄλλοτε ἐπ' ἄλλο μεταβαίνειν ἀναγκάζηται· ἡ δὲ ἐπιστημονικὴ γνῶσις, δι' ἀποδείξεως γίνεται· τίς δέ ἐστιν ἡ ἀπόδειξις, (ὅτι ὁ συλλογισμὸς, δι' ἐναργῶν προτάσεων τεχνικῶς συντιθεμένων συναγόμενος·) καὶ τίνες αἱ ἐναργεῖς προτάσεις, καὶ πόσοι τῆς συνθέσεως αὐτῶν τρόποι, τῆς λογικῆς ἐστι πραγματείας διδάξαι· ἐπειδὴ οὖν ταῦτα οὕτως ἔχει, τρεῖς εἰσιν ἐν φιλοσοφίᾳ τόποι ἀναγκαιότατοι· πρῶτος μὲν, ὁ τῆς χρήσεως τῶν θεωρημάτων, τὸ σωφρονεῖν ἐν ἔργῳ, τὸ μὴ ψεύδεσθαι· δεύτερος δὲ, ὁ τῆς ἀποδείξεως, ὁ μετὰ αἰτίας ἀποδεικνὺς, ὅτι δεῖ ταῦτα πράττειν· τρίτος δὲ, ὁ διὰ τῶν λογικῶν μεθόδων βεβαιωτικὸς, καὶ διαρθρωτικὸς, τοῦ, ταύτην ἀπόδειξιν εἶναι, καὶ μὴ ἠπατῆσθαι ἡμᾶς· καὶ διδάσκων, τί ἀπόδειξις, τί ἀκολουθία, τί μάχη· ὅτι ἀκολουθεῖ μὲν τὰ ὁλικώτερα τοῖς μερικωτέροις· εἰ γὰρ ἄνθρωπός ἐστι, καὶ ζῶόν ἐστι· μάχεται δὲ τὰ ἀντικείμενα, τὸ τὶς καὶ τὸ οὐδεὶς, καὶ τὸ πᾶς καὶ οὐ πᾶς· καὶ ἀδύνατον ἀλλήλοις συναληθεύειν ταῦτα, ἢ [συμ]ψεύδεσθαι. Δείκνυσι δὲ καὶ, ὁποῖος μέν ἐστιν ἀληθὴς συλλογισμὸς, ὁ ἐκ ποίων προτάσεων, καὶ κατὰ ποίαν σύνθεσιν· ποῖος δὲ ψευδής.

   Καὶ δῆλον, ὅτι οὗτος μὲν ὁ τρίτος τόπος, ὁ τὴν λογικὴν διδάσκων μέθοδον, ἀναγκαῖός ἐστι διὰ τὸν δεύτερον, ἵνα ἐπιστημονικῶς γινώσκωμεν, τίνα τὰ ἀγαθὰ ἡμῶν ἐστι, καὶ ὅπως αὐτὰ χρὴ περιποιεῖσθαι· [ἵνα] δι' αὐτῶν αὐτὰ τῶν ἔργων περιποιώμεθα· Καὶ οὗτός ἐστιν ὁ ἀναγκαιότατος, καὶ τὸ τέλος ὅπου παύεσθαι δεῖ. Διὰ γὰρ τοῦτον, καὶ τούτου ἕνεκα, οἱ ἄλλοι παραλαμβάνονται. Ἡμεῖς δὲ τὸ ἀνάπαλιν ποιοῦμεν. Ἐν γὰρ τῷ τρίτῳ τόπῳ διατρίβομεν καὶ μάλιστα· καὶ ἐπ' ὀλίγον ἐν τῷ δευτέρῳ· τοῦ δὲ πρώτου ἀμελοῦμεν, δι' ὃν [137] οἱ ἄλλοι. Τοιγαροῦν ψευδόμεθα μέν· ὅπως δὲ ἀποδείκνυται, ὅτι οὐ δεῖ ψεύδεσθαι, καὶ διὰ τίνων λογικῶν μεθόδων, πρόχειρον ἔχομεν. Καίτοι ἔδει, μαθόντας πῶς χρὴ ἀποδεῖξαι ὅτι οὐ χρὴ ψεύδεσθαι, ἐφεξῆς ἀποδεικτικῶς καὶ ἐπιστημονικῶς γνῶναι, ὅτι οὐ χρὴ ψεύδεσθαι· ἐγνωκότας δὲ αὐτὸ, διατελεῖν τὸ λοιπὸν ἐργαζομένους, ὡς τούτου ἕνεκα καὶ τὰ πρότερον παραδοθέντα. Πάνυ οὖν καὶ εὐμεθόδως καὶ ἐντρεπτικῶς ἡμᾶς καὶ διὰ τούτου τοῦ κεφαλαίου ἐπὶ τὴν ἐργασίαν τῶν προτρεπτικῶν λόγων ἐχειραγώγησεν.

   [IN. CAP. LIII.] Ἐπειδὴ τοὺς κατὰ διέξοδον ἡμῖν παραδοθέντας παιδευτικοὺς λόγους συνῃρημένως τινὲς τῶν παλαιοτέρων παραδεδώκασι, συμβουλεύει πρόχειρα ἔχειν ἐκεῖνα πανταχοῦ· ὡς ἅμα μὲν εὐμνημόνευτα, ἅμα δὲ τῇ μαρτυρίᾳ τῶν κλεινῶν ἀνδρῶν, καὶ τῶν εὐστόχως ἀποφανθέντων, βεβαιοῦντα ἡμῶν τὴν ἐπὶ τοῖς παρῃνημένοις πεποίθησιν. Τὸ μὲν οὖν πρῶτον, Κλεάνθους ἐστὶ τοῦ Στωϊκοῦ, τοῦ ἀπὸ τῆς Ἀσσοῦ· ὃς μαθητὴς μὲν ἐγένετο Ζήνωνος, διδάσκαλος δὲ Χρυσίππου. Τούτου καὶ ἀνδριάντα θαυμαστὸν ἐν αὐτῇ τῇ Ἀσσῷ ἐθεασάμην, δόγματι τῆς Ῥωμαίων συγκλήτου πρὸς τιμὴν τοῦ ἀνδρὸς ἀνατεθέντα. Εὔχεται δὲ οὗτος ἐν τοῖς ἰαμβείοις τούτοις, ἄγεσθαι ὑπὸ θεοῦ, καὶ τῆς ἀπ' αὐτοῦ διὰ πάντων ἐν τάξει φοιτώσης αἰτίας ποιητικῆς τε καὶ κινητικῆς· ἣν Πεπρωμένην καὶ Εἱμαρμένην ἐκάλει· ἐπαγγελλόμενος, ἄοκνος καὶ ἑκὼν ἕψεσθαι. Ἂν γὰρ ἀντιτείνω, φησὶ, μόνον ὅτι κακὸς ἔσομαι, καὶ οἰμώζων καὶ στένων ἀκολουθήσω. Ἀνάγκη γὰρ ἀκολουθεῖν τὸ ἀσθενέστερον τῷ ἰσχυροτέρῳ, καὶ τὸ αἰτιατὸν τῷ αἰτίῳ. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἐπίκτητος ἐνεδείξατο διὰ τοῦ κεφαλαίου, ἐν ᾧ ἔλεγε, Μὴ ζήτει τὰ γινόμενα γίνεσθαι ὡς θέλεις, ἀλλὰ θέλε τὰ γινόμενα ὡς γίνεται, καὶ εὐροήσεις. Συνεκτικὸν δέ ἐστι τοῦτο πάσης εὐαγωγίας, τὸ συντάττειν ἑαυτὸν τοῖς ὅλοις, καὶ θέλειν ὅλον εἶναι μετ' ἐκείνων, ἀλλὰ μὴ ἑαυτὸν ἀπὸ τοῦ ὅλου ἀποσπῶντα, καὶ εἰς μικρὸν καὶ οὐδὲν περιγράφοντα, ἀντιτείνειν τοῖς ὅλοις, καὶ βούλεσθαι καὶ τὰ ὅλα τῷ οὕτως εὐτελεῖ μέρει ἀκολουθεῖν.

   Καὶ τὸ δεύτερον δὲ, ἔστι μὲν Εὐριπίδου τοῦ τραγικοῦ· τὴν δὲ αὐτὴν ἔννοιαν ἔχει καὶ τοῦτο. Ἀνάγκη γάρ ἐστιν ἡ ἐπὶ τὸ ἄνω καὶ τὴν θείαν αἰτίαν πάντα ἄγουσα, ἑκόντα τε καὶ ἄκοντα. Καὶ ὁ ταύτῃ συμφωνῶν, καὶ ἀκολουθῶν, καὶ μὴ ἀντιτείνων, ἀλλ' ἀόκνως ἑπόμενος, σοφὸς ὄντως ἐστί· τήν τε τῶν ὄντων φύσιν, καὶ τὴν τῶν ὅλων καὶ τῶν μερῶν διαφορὰν καλῶς ἐπιστάμενος, καὶ τίνα τι τῆς θείας δυνάμεως κατὰ τὸ προσῆκον τιμῶν.

   Ἀλλὰ καὶ τὸ τρίτον, τὸ, "Ὦ Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γενέσθω," ἔστι μὲν οὖν ἐκ τοῦ Πλατωνικοῦ Κρίτωνος, Σωκράτης δὲ ὁ λέγων· καὶ αὐτὸ δὲ τῆς αὐτῆς ἐννοίας ἔχεται συντομώτερον. Ὁ γὰρ τοῦτο μὴ λέγων μόνον, ἀλλὰ καὶ ζῶν οὕτως, τὸν ἀπὸ τῶν ὅλων ἑαυτοῦ μερισμὸν καὶ τὴν ἀπὸ τοῦ θεοῦ φυγὴν ἰᾶται, καὶ τῶν χειρόνων πάντων ἀφίσταται, τοῖς ὅλοις [138] ἑαυτὸν ἐνδιδοὺς καὶ τῷ θεῷ. Καί μοι δοκεῖ διὰ τούτων ὁ ἀνὴρ οὗτος τῶν μαρτύρων ἐπὶ τέλει προστεθέντων ἐνδείκνυσθαι, ὅτι πᾶσα ἡ τῆς ἀνθρωπίνης ψυχῆς τελειότης, εἰς τὴν πρὸς θεὸν ἐπιστροφὴν, καὶ τὴν πρὸς αὐτὸν σύνταξιν ἀποκορυφοῦται.

   Τὸ δὲ ἐπὶ τέλει προστεθὲν, τὸ, "Ἐμὲ δὲ Ἄνυτος καὶ Μέλιτος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ," ἔστι μὲν ἀπὸ τῆς Πλατωνικῆς τοῦ Σωκράτους ἀπολογίας, περὶ Ἀνύτου καὶ Μελίτου, τῶν Σωκράτους κατηγόρων, εἰρημένον· τέλος δὲ ἀρχῇ συνάπτει, ὑπομιμνῆσκον ἡμᾶς τῶν ἐν ἀρχῇ ῥηθέντων, ὅτι ὁ τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐν τοῖς ἐφ' ἡμῖν τιθέμενος, καὶ μὴ ἐν τοῖς ἐκτὸς, οὔτε ἀναγκασθήσεται ὑπό τινος, οὔτε βλαβήσεταί ποτε.

   Ταῦτα εἶχον τοῖς τὰ Ἐπικτήτου μεταχειριζομένοις πρὸς σαφήνειαν τῶν εἰρημένων συμβαλέσθαι κατὰ δύναμιν· εὐχαριστῶν καὶ αὐτὸς τῇ προφάσει τῆς περὶ τοὺς τοιούτους λόγους διατριβῆς, ἐν προσήκοντι καιρῷ μοι γινομένῃ τυραννικῆς περιστάσεως. Εὐχὴν δὲ ἐπὶ τέλει τοῖς παροῦσιν οἰκείαν προσθεὶς, ἐπ' αὐτῇ καταπαύσω τὸν λόγον.

   Ἱκετεύω σε, Δέσποτα, ὁ πατὴρ καὶ ἡγεμὼν τοῦ ἐν ἡμῖν λόγου, ὑπομνησθῆναι μὲν ἡμᾶς τῆς ἑαυτῶν εὐγενείας, ἧς ἠξιώθημεν παρά σου· συμπράξαι δὲ ὡς αὐτοκινήτοις ἡμῖν, πρός τε κάθαρσιν τὴν ἀπὸ τοῦ σώματος καὶ τῶν ἀλόγων παθῶν, καὶ πρὸς τὸ ὑπερέχειν καὶ ἄρχειν αὐτῶν, καὶ ὡς ὀργάνοις κεχρῆσθαι κατὰ τὸν προσήκοντα τρόπον· συμπράττειν τε καὶ πρὸς διόρθωσιν ἀκριβῆ τοῦ ἐν ἡμῖν λόγου, καὶ ἕνωσιν αὐτοῦ πρὸς τὰ ὄντως ὄντα, διὰ τοῦ τῆς ἀληθείας φωτός. Καὶ τὸ τρίτον καὶ σωτήριον· ἱκετεύω, ἀφελεῖν τελέως τὴν ἀχλὺν τῶν ψυχικῶν ἡμῶν ὀμμάτων, Ὄφρ' εὖ γινώσκωμεν (κατὰ τὸν Ὅμηρον) ἠμὲν Θεὸν, ἠδὲ καὶ ἄνδρα.