2652 235 0 9 6 0 II-III d. C. Storiografia Cassius Dio IX Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 4

Cassius Dio - Historiae Romanae IX

[39]   ὅτι πυθομένων τῶν Ῥωμαίων ὡς Ταραντῖνοι καὶ ἄλλοι [τε] τινὲς πόλεμον ἀρτύουσι κατ' αὐτῶν, καὶ πρεσβευτὴν Φαβρίκιον ἐς τὰς πόλεις τὰς συμμαχίδας, ὅπως μηδὲν νεωτερίσωσι, στειλάντων, ἐκεῖνόν τε συνέλαβον, καὶ πέμψαντες πρὸς τοὺς Τυρσηνοὺς καὶ Ὀμβρικοὺς καὶ Γαλάτας συχνοὺς αὐτῶν, τοὺς μὲν παραχρῆμα τοὺς δ' οὐ πολλῷ ὕστερον, προσαπέστησαν. U4R 3 (p. 375).

[3]    ὅτι οἱ Ταραντῖνοι, καίπερ τὸν πόλεμον αὐτοὶ παρασκευάσαντες, ὅμως ἐν σκέπῃ τοῦ φόβου ἦσαν· οἱ γὰρ Ῥωμαῖοι ᾐσθάνοντο μὲν τὰ πραττόμενα ὑπ' αὐτῶν, οὐ μέντοι καὶ προσεποιοῦντο διὰ τὰ παρόντα σφίσι. μετὰ δὲ δὴ τοῦτο νομίσαντες γοῦν ἢ δ . α .. λειν ἢ πάντως γε λανθάνειν, ὅτι μηδ' ἔγκλημα ἐλάμβανον, ἐπὶ πλεῖον ἐξύβρισαν καὶ ἄκοντας αὑτοῖς τοὺς Ῥωμαίους ἐξεπολέμωσαν, ὥστε καὶ ἐπαληθεῦσαι ὅτι καὶ αἱ εὐπραγίαι, ἐπειδὰν ἔξω τοῦ συμμέτρου τισὶ γένωνται, συμφορῶν σφισιν αἴτιαι καθίστανται· προαγαγοῦσαι γὰρ αὐτοὺς ἐς τὸ ἔκφρον (οὐδὲ γὰρ ἐθέλει τὸ σῶφρον τῷ χαύνῳ συνεῖναι) τὰ μέγιστα σφάλλουσιν, ὥσπερ που καὶ ἐκεῖνοι ὑπερανθήσαντες ἀντίπαλον τῆς ἀσελγείας κακοπραγίαν ἀντέλαβον. M. 83 (p. 168) et Max. Conf. f. 1034a (M. p. 536).

[4]    Δίων θ΄ βιβλίῳ "Λούκιος Οὐαλέριος ναυαρχῶν τε Ῥωμαίοις καὶ σταλείς ποι ὑπ' αὐτῶν." Bekk. Anecd. p. 158 25.

[5]    ὅτι Λούκιος ἀπεστάλη παρὰ Ῥωμαίων ἐς Τάραντα. οἱ δὲ Ταραντῖνοι Διονύσια ἄγοντες, καὶ ἐν τῷ θεάτρῳ διακορεῖς οἴνου τὸ δείλης καθήμενοι, πλεῖν ἐπὶ σφᾶς αὐτὸν ὑπετόπησαν, καὶ παραχρῆμα δι' ὀργῆς, καί τι καὶ τῆς μέθης αὐτοὺς ἀναπειθούσης, ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μήτε χεῖρας ἀνταιρομένῳ μήθ' ὅλως πολέμιόν τι ὑποτοπουμένῳ κατέδυσαν κἀκεῖνον καὶ ἄλλους [6] πολλούς. πυθόμενοι δὲ ταῦθ' οἱ Ῥωμαῖοι χαλεπῶς μέν, ὥσπερ οὖν εἰκός, ἔφερον, οὐ μὴν καὶ στρατεῦσαι ἐπ' αὐτοὺς εὐθὺς ἠθέλησαν. πρέσβεις μέντοι, τοῦ μὴ κατασεσιωπηκέναι δόξαι κἀκ τούτου θρασυτέρους αὐτοὺς ποιῆσαι, ἔστειλαν. καὶ αὐτοὺς οἱ Ταραντῖνοι οὐχ ὅπως καλῶς ἐδέξαντο, ἢ τρόπον γέ τινα ἐπιτήδειον ἀποκρινάμενοι ἀπέπεμψαν, ἀλλ' εὐθύς, πρὶν καὶ λόγον σφίσι δοῦναι, [7] γέλωτα τά τε ἄλλα καὶ τὴν στολὴν αὐτῶν ἐποιοῦντο. ἦν δὲ ἡ ἀστική, ᾗ κατ' ἀγορὰν χρώμεθα· ταύτην γὰρ ἐκεῖνοι, εἴτ' οὖν σεμνότητος ἕνεκα εἴτε καὶ διὰ δέος, ἵν' ἔκ γε τούτου αἰδεσθῶσιν αὐτούς, ἐσταλμένοι ἦσαν. κατὰ συστάσεις τε οὖν κωμάζοντες ἐτώθαζον (καὶ γὰρ καὶ τότε ἑορτὴν ἦγον, ὑφ' ἧς καίτοι μηδένα χρόνον σωφρονοῦντες ἔτι καὶ μᾶλλον ὕβριζον), καὶ τέλος προσστάς τις τῷ Ποστουμίῳ καὶ κύψας ἑαυτὸν ἐξέβαλε καὶ τὴν ἐσθῆτα αὐτοῦ [8] ἐκηλίδωσε. θορύβου δὲ ἐπὶ τούτῳ παρὰ πάντων τῶν ἄλλων γενομένου, καὶ τὸν μὲν ἐπαινούντων ὥσπερ τι θαυμαστὸν εἰργασμένον, ἐς δὲ δὴ τοὺς Ῥωμαίους πολλὰ καὶ ἀσελγῆ ἀνάπαιστα ἐν ῥυθμῷ τοῦ τε κρότου καὶ τῆς βαδίσεως ᾀδόντων, ὁ Ποστούμιος "γελᾶτε" ἔφη, "γελᾶτε, ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον, ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε."

[9]    ἀκούσαντες τοῦτ' ἐκεῖνοι τῶν μὲν σκωμμάτων ἐπέσχον, ἐς δὲ τὴν παραίτησιν τοῦ ὑβρίσματος οὐδὲν ἔπραξαν, ἀλλ' ὅτι καὶ σῶς αὐτοὺς ἀφῆκαν, ἐν εὐεργεσίας μέρει ἐτίθεντο. U4R 4 (p. 375) 14 58, et M. 84 (p. 168) 14 8. 9.

[10]    ὅτι Μέτων ὡς οὐκ ἔπεισε Ταραντίνους τὸ μὴ Ῥωμαίοις ἐκπολεμωθῆναι, ἔκ τε τῆς ἐκκλησίας ὑπεξῆλθε καὶ στεφάνους ἀνεδήσατο, συγκωμαστάς τέ τινας καὶ αὐλητρίδα λαβὼν ὑπέστρεψεν. ᾄδοντος δὲ αὐτοῦ καὶ κορδακίζοντος ἐξέστησαν τῶν προκειμένων καὶ ἐπεβόων καὶ ἐπεκρότουν, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ γίγνεσθαι. καὶ ὃς σιγάσας αὐτοὺς "νῦν μὲν καὶ μεθύειν" ἔφη "καὶ κωμάζειν ἔξεστιν ἡμῖν· ἂν δ' ὅσα βουλεύεσθε ἐπιτελέσητε, δουλεύσομεν." M. 85 (p. 169).

[40]

[5]    ὅτι ὑπὸ τοῦ Κινέου ἐλέγετο Πύρρος ὁ βασιλεὺς πλείονας πόλεις ἢ ὑπὸ τοῦ αὑτοῦ ἐξελεῖν δόρατος. καὶ γὰρ ἦν δεινός [εἶναι], φησὶ Πλούταρχος, ἐν τῷ λέγειν, καὶ τῷ Δημοσθένει μόνος ἐν τῇ δεινότητι παρισούμενος. ἀμέλει καὶ τὸ ἄτοπον τῆς ἐκστρατείας οἷα ἔμφρων εἰδὼς ἀνήρ, ἐμποδὼν τῷ Πύρρῳ ἐς λόγους ἐλθὼν καθίστατο· ὁ μὲν γὰρ ἄρξειν ‹διὰ τὴν› ἀνδρείαν πάσης διενοεῖτο τῆς γῆς, ὁ δὲ ἀρκεῖσθαι ἱκανοῖς οὖσι τοῖς οἰκείοις πρὸς εὐδαιμονίαν προέτρεπεν. ἀλλὰ τὸ φιλοπόλεμον τοῦ ἀνδρὸς καὶ φιλόπρωτον τὴν τοῦ Κινέου νικῆσαν παραίνεσιν, αἰσχρῶς ἀπαλλάξαι αὐτὸν καὶ Σικελίας καὶ Ἰταλίας πεποίηκεν, πολλὰς τῶν αὑτοῦ δυνάμεων μυριάδας ἐν ταῖς μάχαις ἁπάσαις ἀποβεβληκότα. V. 22 (p. 586).

[3]    ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς τε Ἠπείρου καλουμένης ἐβασίλευσε, καὶ τοῦ Ἑλληνικοῦ τὸ πλεῖστον, τὸ μὲν εὐεργεσίαις τὸ δὲ φόβῳ, προσεπεποίητο. Αἰτωλοί τε πολὺ τότε δυνάμενοι καὶ Φίλιππος ὁ Μακεδὼν καὶ οἱ ἐν τῷ Ἰλλυρικῷ δυνάσται ἐθεράπευον αὐτόν. καὶ γὰρ φύσεως λαμπρότητι καὶ παιδείας ἰσχύι καὶ ἐμπειρίᾳ πραγμάτων πολὺ πάντων προέφερεν, ὥστε καὶ ὑπὲρ τὰς δυνάμεις καὶ τὰς ἑαυτοῦ καὶ ‹τὰς› τῶν συμμάχων καίπερ μεγάλας οὔσας ἀξιοῦσθαι. V. 23 (p. 589).

[4]    ὅτι Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου τό τε φρόνημα πολλῷ μεῖζον ἔσχεν ἅτε καὶ ὑπὸ τῶν ἀλλοφύλων ἀντίπαλος τοῖς Ῥωμαίοις εἶναι νομιζόμενος, καὶ ἐν τύχῃ οἱ ἡγήσατο ἔσεσθαι τοῖς τε πρὸς αὐτὸν καταφυγοῦσιν, ἄλλως τε καὶ Ἕλλησιν οὖσιν, ἐπικουρῆσαι καὶ ἐκείνους σὺν προφάσει τινὶ εὐπρεπεῖ προκαταλαβεῖν πρίν τι δεινὸν ὑπ' αὐτῶν παθεῖν. οὕτω γάρ που καὶ τῆς εὐδοξίας αὐτῷ ἔμελεν ὥστε καὶ ἐκ πολλοῦ χρόνου Σικελίας ἐφιέμενος καὶ τὰ τῶν Ῥωμαίων ὅπῃ χειρώσαιτο διασκοπῶν, ὀκνεῖν τῆς πρὸς αὐτοὺς ἔχθρας, ἐπειδὴ μηδὲν ἠδίκητο, προκατάρξασθαι. M. 86 (p. 169).

[6]    ὅτι Πύρρος πέμψας ἐς Δωδώνην ἐμαντεύσατο περὶ τῆς στρατείας· καί οἱ χρησμοῦ ἐλθόντος, ἂν ἐς τὴν Ἰταλίαν περαιωθῇ, Ῥωμαίους νικήσειν, συμβαλὼν αὐτὸν πρὸς τὸ βούλημα (δεινὴ γὰρ ἐξαπατῆσαί τινα ἐπιθυμία ἐστίν) οὐδὲ τὸ ἔαρ ἔμεινεν. M. 87 (p. 169).

[7]    ὅτι οἱ Ῥηγῖνοι φρουρὰν ᾐτήσαντο παρὰ Ῥωμαίοις, ἡγεῖτο δὲ αὐτῆς Δέκιος. τούτων οὖν οἱ πλείους ἔκ τε τῆς περιουσίας τῶν ἐπιτηδείων καὶ ἐκ τῆς ἄλλης ῥᾳστώνης, ἅτε καὶ ἀνειμένῃ παρὰ πολὺ διαίτῃ πρὸς τὰ οἴκοι χρώμενοι, ἐπεθύμησαν, ἐνάγοντος αὐτοὺς τοῦ Δεκίου, τοὺς πρώτους τῶν Ῥηγίνων ἀποκτείναντες τὴν πόλιν κατασχεῖν· ἄδεια γὰρ αὐτοῖς πολλὴ ἐφαίνετο, τῶν Ῥωμαίων περὶ τοὺς Ταραντίνους καὶ περὶ τὸν Πύρρον ἀσχόλων ὄντων, πάνθ' [8] ὅσα ἐβούλοντο πρᾶξαι. προσανέπειθε δὲ αὐτοὺς ὅτι καὶ τὴν Μεσσήνην ὑπὸ τῶν Μαμερτίνων ἐχομένην ἑώρων· οὗτοι γὰρ Καμπανοί τε ὄντες, καὶ φρουρεῖν αὐτὴν ὑπ' Ἀγαθοκλέους τοῦ ἐν Σικελίᾳ δυναστεύοντος ταχθέντες, σφαγάς τε τῶν ἐπιχωρίων ἐποιήσαντο [9] καὶ τὴν πόλιν κατέσχον. οὐ μέντοι ἐκ τοῦ προφανοῦς τὴν ἐπιχείρησιν ἐποιήσαντο· πολὺ γὰρ ἠλαττοῦντο τῷ πλήθει· ἀλλ' ἐπιστολὰς ὁ Δέκιος ὡς καὶ τῷ Πύρρῳ ἐπὶ προδοσίᾳ σφῶν ὑπό τινων γεγραμμένας πλάσας ἤθροισε τοὺς στρατιώτας, καὶ ἐκείνας τε αὐτοῖς ὡς καὶ ἑαλωκυίας ἀνέγνω, καὶ προσπαρώξυνεν αὐτοὺς εἰπὼν οἷα εἰκὸς ἦν, ἄλλως τε καὶ ἐσαγγείλαντός τινος ἐκ κατασκευασμοῦ ὅτι ναυτικόν τέ τι τοῦ Πύρρου κατῆρέ που τῆς χώρας [10] καὶ ἐς λόγους τοῖς προδόταις ἀφικνεῖται. οἱ δὲ παρεσκευασμένοι ἐμεγάλυνον, καὶ διεβόων προκαταλαβεῖν τοὺς Ῥηγίνους πρίν τι δεινὸν παθεῖν· ἀγνοοῦντας δὲ τὸ πρασσόμενον χαλεπῶς ‹ἂν› ἀντισχεῖν. καὶ οἱ μὲν ἐς τὰς καταγωγάς σφων οἱ δὲ ἐς τὰς οἰκίας ἐσπηδήσαντες ἐφόνευσαν πολλούς, πλὴν ὀλίγων οὓς ὁ Δέκιος καλέσας ἐπὶ δεῖπνον ἔσφαξεν. V. 24 (p. 589).

[11]    ὅτι ὁ Δέκιος ὁ φρούραρχος τοὺς Ῥηγίνους ἀποσφάξας φιλίαν πρὸς Μαμερτίνους ἐσπείσατο, νομίζων αὐτοὺς ἐκ τοῦ ὁμοιοτρόπου τῶν τολμημάτων πιστοτάτους σφίσι συμμάχους ἔσεσθαι, ἅτε καὶ εὖ εἰδὼς ὅτι συχνοὶ τῶν ἀνθρώπων ἰσχυροτέραις δή τισιν ἀνάγκαις ὑπὸ τοῦ τῶν ὁμοίων τι παρανομῆσαι τοῦ τε κατὰ νόμους ἑταιρικοῦ καὶ τοῦ κατὰ γένος οἰκείου συνίστανται. M. 88 (p. 170).

[12]    ὅτι διαβολὴν ἀπ' αὐτῶν οἱ Ῥωμαῖοι χρόνον τινὰ ἔσχον, μέχρι οὗ ἐπεξῆλθον αὐτοῖς· πρὸς γὰρ τὰ μείζω καὶ πρὸς τὰ μᾶλλον κατεπείγοντα ἀσχολίαν ἄγοντες παρὰ σμικρόν τισιν αὐτὰ ποιεῖσθαι ἔδοξαν. M. 89 (ib.).

[13]    ὅτι οἱ Ῥωμαῖοι μαθόντες ἥξειν τὸν Πύρρον κατέδεισαν, ἐκεῖνόν τε αὐτὸν εὐπόλεμον εἶναι μαθόντες καὶ δύναμιν πολλὴν καὶ ἀνανταγώνιστον ἔχειν, οἷά που συμβαίνει περί τε τῶν ἀγνώστων σφίσι καὶ περὶ τῶν διὰ πλείστου ὄντων μάλιστα θρυλεῖσθαι ‹τοῖς› πυνθανομένοις. M. 90 (p. 170).

[14]    ἀδύνατον γάρ ἐστι μήτε ἐν τοῖς αὐτοῖς ἤθεσι τεθραμμένους τινάς, μήτε τῶν αὐτῶν ἐπιθυμοῦντας, μήτε τὰ αὐτὰ καλὰ καὶ αἰσχρὰ νομίζοντας εἶναι, φίλους ποτὲ ἀλλήλοις γενέσθαι. Max. Conf. Flor. f. 344r (M. p. 537).

[15]    ὅτι ἥ τε φιλοτιμία καὶ ἡ ἀπιστία ἀεὶ τοῖς τυράννοις σύνεστιν, ἐξ ὧν ἀνάγκη μηδένα αὐτοὺς ἀκριβῆ φίλον ἔχειν· ἀπιστούμενός τε γὰρ καὶ φθονούμενός τις οὐδένα ἂν καθαρῶς ἀγαπήσειε. πρὸς δ' ἔτι καὶ ἡ τῶν τρόπων ὁμοιότης ἥ τε τοῦ βίου ἰσότης καὶ τὸ τὰ αὐτά τισι καὶ σφαλερὰ καὶ σωτήρια εἶναι καὶ ἀληθεῖς καὶ βεβαίους φιλίας μόνα ποιεῖ. ὅπου δ' ἂν τούτων τι ἐνδεήσῃ, προσποιητὸν μέν τι σχῆμα ἑταιρίας ὁρᾶται, ἕρμα δ' οὐδὲν αὐτῆς ἐχέγγυον εὑρίσκεται. M. 91 (p. 170) et Max. Conf. Flor. f. 344r et v (M. p. 537).

[16]    ὅτι στρατηγία ἂν μὲν καὶ δυνάμεις ἀξιόχρεως λάβῃ, πλεῖστον καὶ πρὸς σωτηρίαν σφῶν καὶ πρὸς ἐπικράτησιν φέρει, αὐτὴ δὲ καθ' ἑαυτὴν οὐδενὸς ἐν μέρει ‹ἐστίν›· οὐδὲ γὰρ οὐδ' ἄλλη τις τέχνη χωρὶς τῶν συμπραξόντων καὶ συνδιοικησόντων αὐτῇ ἰσχύει. M. 92 (p. 171).

[18]    ὅτι τοῦ Μεγακλέους τελευτήσαντος καὶ τοῦ Πύρρου τὸν πῖλον ἀπορρίψαντος ἐς τὸ ἐναντίον ἡ μάχη περιέστη· τοῖς μὲν γὰρ ἡ σωτηρία αὐτοῦ πολὺ πλεῖον ἐκ τοῦ παρὰ τὴν ἐλπίδα σφῶν αὐτὸν περιεῖναι, ἢ εἰ μηδ' ἀρχὴν τεθνηκέναι ἐνενόμιστο, θάρσος ἐνεποίησεν, οἱ δὲ ἀπατηθέντες δεύτερον οὐδὲν ἔτι πρόθυμον ἔσχον, κολουσθέντες τε αὖθις τὸ μάτην θαρσῆσαν καὶ ἐκ τῆς δι' ὀλίγου μεταβολῆς σφων ἐς τὴν τοῦ χείρονος δόκησιν οὐδ' ὕστερόν ποτε αὐτὸν φθαρήσεσθαι ἐλπίσαντες. M. 93 (p. 171).

[19]    ὅτι συγχαιρόντων τινῶν τῷ Πύρρῳ τῆς νίκης, τὴν μὲν δόξαν τοῦ ἔργου ἐδέχετο, εἰ δὲ δὴ καὶ αὖθίς ποτε ὁμοίως κρατήσειεν, ἀπολεῖσθαι ἔφη. καὶ τοῦτό τ' αὐτοῦ φερόμενόν ἐστιν, καὶ ὅτι τοὺς Ῥωμαίους καίτοι νικηθέντας ἐθαύμασε καὶ προέκρινε τῶν ἑαυτοῦ στρατιωτῶν, εἰπὼν ὅτι τὴν οἰκουμένην ἂν ἤδη πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον. M. 94 (ib.).

[21]    ὅτι Πύρρος λαμπρός τε ἐπὶ τῇ νίκῃ ἦν καὶ ὄνομα ἀπ' αὐτῆς μέγα ἔσχεν, ὥστε πολλοὺς μὲν τῶν ἐκ τοῦ μέσου καθημένων προσχωρῆσαί οἱ, πάντας δὲ τοὺς περιορωμένους τῶν συμμάχων ἀφικέσθαι. οὐ μὴν οὔτε ἐμφανῆ ὀργὴν αὐτοῖς ἐποιήσατο, οὔτ' αὖ παντελῶς τὴν ὑποψίαν ἀπεκρύψατο, ἀλλ' ὀλίγα σφίσιν ἐπὶ τῇ διαμελλήσει ἐπιτιμήσας ............... ἔδεισε μὴ καὶ ἐς φανερὰν [22] αὐτοὺς ἀλλοτρίωσιν προαγάγῃ, καὶ ἐκ τοῦ μηδὲν ἐνδείξασθαι ἐνόμισεν ἤτοι καταγνωσθήσεσθαι ὑπ' αὐτῶν εὐήθειαν ὡς οὐ συνεὶς ὧν ἔπραξαν, ἢ καὶ ὑποπτευθήσεσθαι ὀργὴν κρυφαίαν ἔχειν, καὶ ἀπ' αὐτῶν ‹ἢ› καταφρόνησιν ἢ μῖσος προεπιβουλήν τε ἐς αὑτόν, ὅπως μὴ προπάθωσί τι, ἐγγενήσεσθαί σφισι προσεδόκησε. δι' οὖν ταῦτα πρᾴως τε αὐτοῖς διελέχθη καὶ τῶν σκύλων τινὰ ἔδωκεν. M. 95 (p. 172).

[23]    ὅτι Πύρρος τοὺς τῶν Ῥωμαίων αἰχμαλώτους συχνοὺς ὄντας τὸ μὲν πρῶτον πεῖσαι ἐπεχείρησεν ἐπὶ τὴν Ῥώμην συστρατεῦσαι, ὡς δὲ οὐκ ἠθέλησαν, ἰσχυρῶς ἐθεράπευσε, μήτε δήσας τινὰ μήτ' ἄλλο τι κακὸν δράσας, ὡς καὶ προῖκα αὐτοὺς ἀποδώσων καὶ ἀμαχεὶ δι' αὐτῶν τὸ ἄστυ προσποιησόμενος. V. 25 (p. 590).

[24]    ὅτι οἱ Ῥωμαῖοι ἐν ἀπόρῳ γενόμενοι διὰ τοὺς ἐλέφαντας ἅτε μηπώποτε τοιοῦτο θηρίον ἰδόντες, τὴν μέντοι θνητὴν φύσιν ἐνθυμούμενοι καὶ ὅτι θηρίον οὐδὲν ἀνθρώπου κρεῖττόν ἐστιν, ἀλλὰ πάντα δὴ πάντως, εἰ καὶ μὴ κατ' ἰσχύν, ταῖς γοῦν σοφίαις σφῶν ἐλαττοῦται, ἐθάρσουν. M. 96 (p. 172).

[25]    ὅτι καὶ οἱ στρατιῶται οἱ τοῦ Πύρρου, οἵ τε οἴκοθεν καὶ οἱ σύμμαχοι, δεινῶς πρὸς τὰς ἁρπαγὰς ὡς καὶ ἑτοίμους καὶ ἀκινδύνους σφίσιν οὔσας ἠπείγοντο. M. 97 (ib.).

[26]    ὅτι οἱ Ἠπειρῶται τὴν φιλίαν, ἀγανακτήσει ὅτι ἐπὶ μεγάλαις δή τισιν ἐλπίσι στρατεύσαντες οὐδὲν ἔξω τῶν πραγμάτων εἶχον, ἐλυμήναντο, καὶ πάνυ γε ἐν καιρῷ τοῦτο τοῖς Ῥωμαίοις ἐγένετο· συνιστάμενοι γὰρ πρὸς αὐτὸν οἱ τὴν Ἰταλίαν οἰκοῦντες ἀνεκόπησαν, ἐξ ἴσου τὰ τῶν συμμάχων ‹καὶ τὰ› τῶν πολεμίων πορθοῦντας αὐτοὺς ὁρῶντες· τὰ γὰρ ἔργα αὐτοῦ μᾶλλον ἢ τὰς ὑποσχέσεις ἐσκόπουν. M. 98 (ib.).

[27]    ὅτι ὁ Πύρρος ἐφοβήθη μὴ καὶ πανταχόθεν ὑπὸ τῶν Ῥωμαίων ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ. χαλεπῶς δ' ἐπὶ τούτῳ τῶν συμμάχων αὐτοῦ φερόντων, εἶπέ σφισιν ὅτι σαφῶς ἐξ αὐτῆς τῆς χώρας ὁρῴη ὅσον τῶν Ῥωμαίων διαφέρουσι· τὴν μὲν γὰρ ἐκείνων ὑπήκοον καὶ δένδρα παντοδαπὰ καὶ ἀμπελουργίας καὶ γεωργίας κατασκευάς τε τῶν ἀγρῶν πολυτελεῖς ἔχειν, τὰ δὲ δὴ τῶν ἑαυτοῦ φίλων οὕτω πεπορθῆσθαι ὥστε μηδ' εἰ κατῳκήθη ποτὲ γιγνώσκεσθαι. M. 99 (p. 173).

[28]    ὅτι ὁ αὐτός, ἐπειδή γε ἀναχωροῦντι αὐτῷ τὸ στράτευμα τοῦ Λαιουίνου πολλῷ πλεῖον τοῦ πρόσθεν εἶδεν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. οὐ μέντοι παρὰ τοῦθ' ἧττον ἐθάρσησεν, ‹ἀλλ'› ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ. M. 100 (ib.).

[29]    ὅτι ὁ Πύρρος πρέσβεις ὑπὲρ τῶν αἰχμαλώτων ἄλλους τε καὶ τὸν Φαβρίκιον προσιέναι πυθόμενος, φρουράν τέ σφισι πρὸς τὰ μεθόρια, μὴ καὶ βίαιόν τι ὑπὸ τῶν Ταραντίνων πάθωσιν, ἔπεμψε, καὶ μετὰ τοῦτο καὶ ἀπήντησεν, ἔς τε τὴν πόλιν αὐτοὺς ἐσαγαγὼν καὶ ἐξένισε λαμπρῶς καὶ τἆλλα ἐδεξιώσατο, ἐλπίσας σπονδῶν τε δεῖσθαι καὶ ὁμολογίαν οἵαν ἡττηθέντας εἰκὸς ἦν ποιήσεσθαι. U4R 5 (p. 376).

[30]    ὅτι τοῦ Φαβρικίου αὐτὸ τοῦτο μόνον εἰπόντος, ὅτι Ῥωμαῖοι ἡμᾶς ἔπεμψαν τούς τε ἑαλωκότας ἐν τῇ μάχῃ κομιουμένους καὶ λύτρα ἀντ' αὐτῶν ἀντιδώσοντας, ὅσα ἂν ἀμφοτέροις ἡμῖν συμβῇ, διηπορήθη τε ὅτι μὴ περὶ τῆς εἰρήνης πρεσβεύειν ἔφη, καὶ μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν φίλων ὧνπερ εἰώθει, τὸ μέν τι καὶ περὶ τῆς ἀνταποδόσεως τῶν αἰχμαλώτων, τὸ δὲ δὴ πλεῖστον περί τε τοῦ πολέμου καὶ περὶ τῆς διαχειρίσεως αὐτοῦ, εἴτε κατὰ τὸ ἰσχυρὸν εἴτε καὶ ἄλλως πως αὐτὸν ... M. 101 (p. 173).

[31]    ... μεταχειρίσασθαι ἢ μάχας καὶ παρατάξεις ἀσταθμήτους ἀναρρῖψαι· ὥστε πεισθείς, ὦ Μίλων, ἐμοὶ καὶ τῷ παλαιῷ λόγῳ, μηδὲ ἐς ἄλλο τι βίᾳ μᾶλλον ἢ σοφίᾳ, ὅπου γε καὶ ἐνδέχεται, χρήσῃ, ἐπεὶ Πύρρος γε πάντα τὰ πρακτέα οἱ ἀκριβῶς οἶδε καὶ οὐδὲν αὐτῶν δεῖται παρ' ἡμῶν μαθεῖν." ταῦτ' εἶπε, καὶ πάντας ὁμογνώμονες ἐγένοντο, καὶ μάλισθ' ὅτι ἐκ μὲν τούτων οὔτε ζημιωθήσεσθαί τι οὔτε κινδυνεύσειν, ἐκ δὲ τῶν ἑτέρων ἑκάτερον πείσεσθαι [32] ἔμελλον. καὶ ὁ Πύρρος οὕτω φρονῶν εἶπε πρὸς τοὺς πρέσβεις "οὔτε πρότερον ἑκὼν ὑμῖν, ὦ Ῥωμαῖοι, ἐπολέμησα, οὔτ' ἂν νῦν πολεμήσαιμι· φίλος τε γὰρ ὑμῶν γενέσθαι περὶ παντὸς ποιοῦμαι, καὶ διὰ τοῦτο τούς τε αἰχμαλώτους πάντας ἄνευ λύτρων ἀφίημι καὶ τὴν εἰρήνην σπένδομαι." καὶ ἰδίᾳ τούτους ἐθεράπευεν, ὅπως μάλιστα μὲν τὰ ἑαυτοῦ ἀνθέλωνται, εἰ δὲ μή, τήν γε φιλίαν οἱ πρυτανεύσωσιν. M. 102 (p. 173).

[33]    ὁ δὲ Πύρρος τούς τε ἄλλους προσηταιρίσατο καὶ τῷ Φαβρικίῳ διελέχθη ὧδε· "ἐγὼ, ὦ Φαβρίκιε, πολεμεῖν μὲν ὑμῖν οὐδὲν ἔτι δέομαι, ἀλλὰ καὶ ὅτι τὴν ἀρχὴν τοῖς Ταραντίνοις ἐπείσθην καὶ δεῦρο ἦλθον μεταγιγνώσκω, καίπερ πολὺ ὑμᾶς ἐν τῇ μάχῃ κρατήσας· φίλος δὲ δὴ καὶ πᾶσι μὲν Ῥωμαίων ἡδέως ἂν ἐγενόμην, μάλιστα δὲ δὴ σοί· πάνυ γάρ σε καὶ ἀγαθὸν καὶ ἐλλόγιμον ἄνδρα ὁρῶ ὄντα. τήν τε οὖν εἰρήνην συμπρᾶξαί σέ μοι ἀξιῶ, καὶ οἴκαδε [καὶ ἐς τὴν Ἤπειρον] ἐπισπέσθαι· ἐπί τε γὰρ τὴν Ἑλλάδα στρατευσείω [34] καὶ συμβούλου στρατηγοῦ τέ σου δέομαι." ὁ οὖν Φαβρίκιος "ἐπαινῶ μέν σε" εἶπεν "ὅτι καὶ ἐπὶ τῇ στρατείᾳ μεταγιγνώσκεις καὶ τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι πρὸς αὐτήν, εἴγε συμφέρει ἡμῖν, σπουδάσω (οὐ γάρ που καὶ κατὰ τῆς πατρίδος τι πρᾶξαί με ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα ἀξιώσεις), σύμβουλον δὲ δὴ καὶ στρατηγὸν μηδένα ποτὲ ἐκ δημοκρατίας παραλάβῃς· [ἐμοὶ] ἔμοιγ' οὐδ' ἡτισοῦν ἐστι σχολή. οὐ μέντοι οὐδὲ τούτων τι ‹λάβοιμι› ἄν, [35] ὅτι οὐ προσήκει τὸ παράπαν πρεσβευτὴν δωροδοκεῖν. πυνθάνομαι γοῦν πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα εἶναι ἢ οὔ· εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; εὖ τοίνυν ἴσθ' ὅτι ἐγὼ μὲν καὶ πάνυ πολλὰ ἔχω καὶ οὐδὲν δέομαι πλειόνων· ἀρκεῖ γάρ μοι τὰ ὄντα, καὶ οὐδενὸς τῶν ἀλλοτρίων ἐπιθυμῶ· σὺ δ' εἰ καὶ σφόδρα πλουτεῖν νομίζεις, ἐν πενίᾳ μυρίᾳ καθέστηκας· οὐ γὰρ ἂν οὔτε τὴν Ἤπειρον οὔτε τἆλλα ὅσα κέκτησαι καταλιπὼν δεῦρ' ἐπεραιώθης, [36] εἴγε ἐκείνοις τε ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου. ὅταν γάρ τις τοῦτο πάσχῃ καὶ μηδένα ὅρον τῆς ἀπληστίας ποιῆται, πτωχότατός ἐστι. διὰ τί; ὅτι πᾶν τὸ μὴ ὑπάρχον αὐτῷ ὡς καὶ ἀναγκαῖον ποθεῖ, καθάπερ ἄνευ ἐκείνου μὴ δυνάμενος ζῆσαι. ὥστ' ἔγωγε ἡδέως ἄν σοι, ἐπειδὴ καὶ φίλος μοι φὴς εἶναι, ἐκ τοῦ ἐμαυτοῦ τι πλούτου χαρισαίμην· πολλῷ γάρ τοι καὶ ἀσφαλέστερος καὶ ἀθανατώτερός ἐστι τοῦ σοῦ, καὶ οὔτε τις αὐτῷ φθονεῖ οὔτε τις ἐπιβουλεύει, οὐ δῆμος, οὐ τύραννος· καὶ τὸ μέγιστον, ὅσῳ τις ἂν [37] αὐτοῦ πλείοσι μεταδιδῷ, καὶ αὐτὸς ἐπὶ μεῖζον αὔξεται. τίς οὖν οὗτός ἐστιν; τὸ τοῖς ὑπάρχουσί τινι ὡς καὶ παμπληθέσιν οὖσιν ἡδέως χρῆσθαι, τὸ τῶν ἀλλοτρίων ὡς καὶ μέγα τι κακὸν ἐχόντων ἀπέχεσθαι, τὸ μηδένα ἀδικεῖν, τὸ πολλοὺς εὐεργετεῖν, ἄλλα μυρία ἃ σχολὴν ἄν τις ἄγων εἴποι. ὡς ἔγωγε βουλοίμην ἄν, εἴπερ που πάντως ἀναγκαῖον εἴη θάτερον αὐτῶν παθεῖν, βιασθεὶς ἂν μᾶλλον ἢ φενακισθεὶς ἀπολέσθαι· τὸ μὲν γὰρ τῆς τύχης ἀξιώσει φιλεῖ τισι συμβαίνειν, τὸ δὲ ἔκ τε ἀνοίας καὶ ἐξ αἰσχροκερδείας πολλῆς, [38] ὥσθ' αἱρετώτερον εἶναι [τι] τῇ τοῦ θείου πλεονεξίᾳ μᾶλλον ἢ τῇ ἑαυτοῦ κακίᾳ σφαλῆναι· ἐν ἐκείνῳ μὲν γὰρ τὸ σῶμά τινος ἡττᾶται, ἐν δὲ τούτῳ καὶ ἡ ψυχὴ προσδιαφθείρεται· ..., ἐνταυθοῖ δ' αὐτοέντης τρόπον τινὰ αὐτός τις ἑαυτοῦ γίγνεται, ὅτι ὁ τὴν ψυχὴν ἅπαξ τὴν ἑαυτοῦ τὸ μὴ τοῖς παροῦσιν ἀρκεῖσθαι διδάξας ἀόριστον τὴν τῆς πλεονεξίας ἐπιθυμίαν λαμβάνει. M. 103 (p. 174) et Max. Conf. Flor. f. 754V (M. p. 538).

[39]    καὶ προθυμότατα ἐς τοὺς καταλόγους ἀπήντησαν, τὸ καθ' ἑαυτὸν ἕκαστος ἐλλιπὲς ἀνάστασιν τῆς πατρίδος [εἶναι] νομίζοντες ἔσεσθαι. M. 104 (p. 176).

[40]    τοιαύτη μὲν ἡ τοῦ λόγου φύσις ἐστὶ καὶ τοσαύτην ἰσχὺν ἔχει ὥστε καὶ ἐκείνους ὑπ' αὐτοῦ τότε μεταβαλεῖν καὶ ἐς ἀντίπαλον καὶ μῖσος καὶ θάρσος τοῦ τε δέους τοῦ Πύρρου καὶ τῆς ἐκ τῶν δώρων αὐτοῦ ἀλλοιώσεως περιστῆναι. M. 105 (p. 176).

[42]    ὅτι πᾶν τὸ τῇ γνώμῃ παρὰ δόξαν ταπεινωθὲν καὶ τῆς ῥώμης ὑποδίδωσιν. M. 106 (p. 177).