[1] Ὤιμην μέν, ὦ ἄνδρες δικασταί, αὖθις κατηγορήσοντά μου Νεοκλέα καὶ τῶν πρότερον ἐκείνων πολὺ μείζους αἰτίας ἐποίσοντα πρὸς τουτὶ συλλέξαι τὸ δικαστήριον ὑμᾶς, ἐκ γὰρ ὧν ἐπεπόνθειν ταῦτα ἐλπίζειν εἶχον· ἐπεὶ δὲ βραδέως ἀνέμνησεν ἑαυτὸν ὡς ἐξ αὐτοῦ γενοίμην καὶ φιλάνθρωπος εἶναι πρὸς ἐμέ φησι, ταύτης μὲν αὐτῷ τῆς δόξης οὐ φθονῶ, ἀλλ' ἔστω πατέρων πρᾳότατος καὶ καλείσθω τοῦτο παρ' ὑμῖν, ἐμὲ δὲ ἐπὶ τῆς συνηθείας ἐν ᾗ κατέστησεν αὐτὸς ἐάτω καὶ τὸν ἄλλον διάγειν χρόνον, ὡς μὴ κατ' ἄμφω λυποίη, τότε μὲν ἐκβάλλων ὠμῶς, νῦν δὲ οὐ βουλόμενον εἰσάγων.
[2] Οὗτος μὲν οὖν τὴν ἐμὴν δόξαν ἐλάττωμα πρὸς τὸν ἀγῶνα νενόμικεν ἑαυτῷ, ἐγὼ δὲ τὸ τοῦ πατρὸς ὄνομα καὶ τὸ πατέρας ὑμᾶς εἶναι τοὺς δικάζοντας δέδοικα. ἔστι γὰρ φόβος οὐ μικρὸς μὴ τοῖς δικαίοις αὐτοῖς περιὼν καὶ δεικνύειν ἔχων ὡς εἰκότως ἂν διωθοίμην ἐφ' ἅπερ οὗτος καλεῖ δόξω τραχύς τις εἶναι καὶ χαλεπὸς ταῖς προσηγορίαις ὑμῶν τὸ πρᾶγμα κρινόντων. δεῖ δέ, οἶμαι, τούς γε βουλομένους ὀρθὴν θέσθαι τὴν ψῆφον πάντα ἀνελόντας ἐκ μέσου πρὸς ἓν ἐκεῖνο βλέπειν, πότερος δικαιότερα λέγει, κἂν μὲν εὑρίσκητε τοῦτον, τούτῳ δοῦναι τὰς ψήφους, ἂν δὲ ἐμέ, ἐμοί.
[3] Εἰ μὲν οὖν ἦν μοι καλόν τε καὶ συμφέρον τὸ τὴν τοῦ παιδὸς καὶ τὴν ἀρχαίαν κομίσασθαι τάξιν, οὐκ ἂν οὗτος ἧκέ με παρακαλῶν καὶ δεόμενος δοῦναί μοι χάριν, ἀλλ' αὐτὸς ἂν τὴν ὑπὲρ τούτων ἐποιούμην σπουδὴν καὶ προσέπεμπον ἂν τοὺς μάλιστα αὐτῷ χρωμένους δι' ἐκείνων ἀξιῶν μοι γενέσθαι τὰς διαλλαγάς· νῦν δὲ ἐξ αὐτῶν ὧν αὐτὸς μὲν βούλεται παρασχεῖν, ἐγὼ δὲ ὀκνῶ λαβεῖν σκέψασθε, ὦ ἄνδρες δικασταί, τὴν θαυμαστὴν δωρεάν. εἰ γὰρ μηδεὶς ἂν εὖ φρονῶν φύγοι τὸ λυσιτελοῦν, μαρτύριον ὑμῖν ἔστω τοῦ μὴ συνοικεῖν με Νεοκλεῖ τῷδε τὸ ταῦτα ἐφ' ὧν νῦν εἰμι προτιμᾶν ὧν οὗτος δίδωσι. καὶ μηδὲ ἐμὲ βλάψαντες ἀντιστῆτε κατὰ τῶν ἐμοὶ συμφερόντων.
[4] Δοκεῖ δέ μοι Νεοκλῆς οὐχ ἅ φησιν ἐθέλειν οὐδ' ἐπιθυμεῖν αὖθις ἡμᾶς συνελθεῖν, πάλαι γάρ μου κατέγνωκε τὴν ἐσχάτην κακίαν, ἀλλ' ἡ μὲν ἐπὶ τὸν οἶκον παράκλησίς ἐστι παραπέτασμα, τὸ δὲ τῆς σπουδῆς ἀπολογία τις περὶ τῶν εἰς ἐμὲ πεπραγμένων πρὸς ὑμᾶς τε καὶ τοὺς ἄλλους Ἕλληνας. αἰσθάνεται γὰρ τῶν τε πολιτῶν πολλοὺς τῶν τε Ἑλλήνων οὐκ ὀλίγους κατηγοροῦντάς τε αὑτοῦ καὶ τοιαῦτα λέγοντας· οἷον ἄρα ἠδίκησεν ἐν παιδὶ Νεοκλῆς. ὡς ἄγριος καὶ θηριώδης καὶ προδότης τό γε αὑτοῦ μέρος τῆς τῶν Ἑλλήνων σωτηρίας. τοῦτον ἡγήσατο κακὸν οὕτως ὄντα ἀγαθόν, τοῦτον ἀποκηρύξεως ἄξιον, ὃν καὶ ποιήσασθαι υἱὸν μέγα κέρδος ἄν τις ἡγήσαιτο νοῦν ἔχων.
[5] καὶ πολλὰ πρὸς τούτοις ἕτερα λέγεται μέν, ὦ ἄνδρες δικασταί, παρ' ἄλλων, ταράττει δὲ τοῦτον καὶ ποιεῖ δεδοικέναι μὴ τούτων εἷς καὶ αὐτὸς γένωμαι τῶν αἰτιωμένων καὶ πρὸς τὸν δῆμον οἷα ἔπαθον διαλεχθῶ. διὰ ταῦτά μοι μεταδίδωσι τῆς οἰκίας. ἀλλὰ θάρρει, Νεόκλεις, ὅτι οὔτ' αὐτὸς ἐκείνων ἐν μέρει κατηγορίας οὔτ' ἐμνήσθην οὔτε μνησθήσομαι τῶν τε ἄλλων ὅσους ἂν οἷός τε ὦ παύσω τούτων τῶν λόγων. σύ τε μηδὲν ὧν οὐκ ἐθέλεις ἀνάγκῃ ποίει τόν τε τοῦ βίου τύπον ἐφ' οὗ νῦν εἰμι μένειν ἀκίνητον ἔα, ὡς νῦν ἀδύνατά τε ζητεῖς καὶ λόγους οὓς αὐτὸς διῆλθες σιγᾶσθαί σοι κρεῖττον κἀμὲ καταναγκάζεις εἰπεῖν ἐφ' οἷς οὐχ ἡδέως διακείσῃ.
[6] Ὁρᾶτε δέ. παῖς ἐγενόμην ἐγὼ τούτῳ παρ' ὑμῖν, ὦ ἄνδρες δικασταί. καὶ ἴσως μὲν εὐθὺς ἠχθέσθη πρὸς τὸν τόκον ὡς ἂν ἐκ βελτιόνων παιδοποιεῖσθαι δυνάμενος. τοῦτο μὲν οὖν οὐκ ἐγκαλῶ, μεγάλων γὰρ αὑτὸν ἀξιῶν οὐκ ἠδίκει, ἐκεῖνο δέ, ὅτι γνώμης οὕτως ἔχων μή τινος αἰσχύνης τῷ πράγματι προσούσης οὐκ ἐξέθηκεν οὐδ' ἔρριψεν ἑτέροις ἀνελέσθαι καὶ τρέφειν, οἳ τῆς ἐμῆς ἴσως ἂν ἠνέσχοντο κακίας, ἀλλ' εἶχεν αὐτὸς καὶ ἔτρεφεν ἐπὶ δεινοτέροις τοῖς μέλλουσι.
[7] τὰ μὲν οὖν πρῶτα καὶ τὰ παρ' αὐτὸν τοῦ γάλακτος τὸν χρόνον οὐκ ἂν εἰδέναι φαίην, ἀλλ' ἐπειδὴ πρὸς μαθήσεων ἡλικίαν ἧκον, ἔπεμπέ με πρὸς τοὺς διδασκάλους, ὁμολογῶ, ἤρεσκε δ' αὐτῷ τῶν ἐμῶν οὐδὲν οὐδ' ὅσα παρὰ τῶν ἄλλων ἐπῃνεῖτο. τῆς φύσεως δὲ δοκούσης τι πλέον τῶν ἄλλων ἔχειν καὶ παρὰ τοῖς συμφοιτηταῖς ὄντος τούτου τοῦ λόγου καὶ κατὰ τὴν ἄλλην πόλιν, ὡς εὐφυέστατος ἄρ' ἐγώ, καὶ τοῦ διδασκάλου τοῦτο βοῶντος καὶ προστιθέντος γε μεγάλων ἔσεσθαί με δημιουργὸν ἢ χρηστῶν ἢ τῶν ἑτέρων, οὐ γὰρ ἀρνοῦμαι, δέδειγμαι γὰρ ἴσως κακοῦ μὲν αἴτιος οὐδενός, ἀγαθῶν δὲ μεγάλων, τοῦ δὲ φιλοτιμεῖσθαι πρὸς τοὺς ἄλλους πατέρας ἢ χάριν εἰδέναι τοῖς θεοῖς τῆς κατὰ τὴν φύσιν τύχης ὡς πλεῖστον ἀπεῖχε.
[8] παρετήρει δὲ νύκτα καὶ ἡμέραν, εἴ που δοίην αὐτῷ πρὸς ὀργὴν ἡντινοῦν ἀφορμὴν καὶ λαβών με πεπονθότα τι τῶν συμβαινόντων νέοις οὐκ αἰτιασάμενος, οὐ μεμψάμενος, οὐχ ὅσοις ἐχρῆν εἰς τὸ μεταστῆσαι χρησάμενος πολλά τε τῶν δικαστηρίων ἐμέμνητο καὶ μίαν ἀπαλλαγὴν ἔφασκεν ὁρᾶν τὴν ἀποκήρυξιν πολλὰ μὲν ἐμοῦ λέγοντος καὶ ὑπισχνουμένου, πολλὰ δὲ τῶν οἰκείων καὶ φίλων ποῖ φέρῃ, Νεόκλεις; τί τῷ πνεύματι τῆς ὀργῆς ἐνδίδως; τί τὰ τῶν νέων πάσχεις τηλικοῦτος ὤν; νῦν μὲν ὑπὸ θυμοῦ τὸ παραστὰν ἡγῇ βέλτιστον, ὕστερον δὲ γνώσῃ σαυτῷ πεπολεμηκώς. ἀποστερεῖς τὸν οἶκον οὕτω γενναίας φύσεως καὶ θησαυρὸν τοσοῦτον ἐκβάλλων σωφρονεῖν δοκεῖς; οὐκ ἐπισχήσεις; οὐκ ἐν σαυτῷ γενήσῃ;
[9] πολλὰ τοιαῦτα ἐλέγετο μάτην, ὦ ἄνδρες δικασταί. ληρεῖν γὰρ ἡγεῖτο τοὺς κατέχοντας καὶ μόνος αὐτὸς εὖ φρονεῖν καὶ δεῖν ἐλευθερῶσαι τὴν οἰκίαν τοῦ νοσήματος. αἰσθομένης δὲ τῆς μητρὸς καὶ ἐκπλαγείσης καὶ πρὸς τὰ γόνατα αὐτῷ προσπεσούσης καὶ ἱκετευούσης ἢ μὴ ταῦτα ποιεῖν ἢ καὶ αὐτὴν προσεκβάλλειν, μᾶλλον δὲ ἀποκτεῖναι γυναικὸς ἔφη ταῦτα εἶναι φλυαρούσης, τῷ δὲ οἴκῳ λυσιτελεῖν ἕτερα. καὶ καλῶς ἔλεγεν. οὐ γὰρ ἄν τι μεῖζον ὠφέλησεν αὑτὸν ἢ παιδὸς ἀπαλλαττόμενος πονηροῦ.
[10] ἧκεν ἐπὶ τούτοις εἰς τὸ δικαστήριον, εἶπέ με κακῶς ὅσα ἠθέλησεν. ἐσίγων ἐγὼ λόγον ἔχων μέν, ἀντειπεῖν δὲ οὐ βουλόμενος, αὐτῷ τούτῳ πρώτῳ δεικνὺς ὡς εἰπεῖν κακός. καὶ ἅμα ἐνεθυμούμην ὡς, εἰ καὶ τὸ παρὸν διαφύγοιμι, πάλιν ἐπ' ἄλλοις τισὶν ἥξει φέρων ἀποκήρυξιν. ῥᾴδιον γὰρ εἶναι μισοῦντι πατρὶ συνθεῖναι κατὰ παιδὸς αἰτίας. ἄμεινον οὖν εἶναι μεταστάντα ζῆν ὅπως ἂν συμβαίνῃ ἢ πράγματα ἔχειν καθ' ἑκάστην ἡμέραν καὶ ἀπειλῶν ἀκούειν καὶ συζῆν ἀποκηρύξεως φόβῳ οἴκοθεν.
[11] τοῦ δὲ μὲν πολλὰ εἰπόντος, ἐμοῦ δὲ οὐ φθεγγομένου τὸ εἰκὸς ἐγίνετο παρὰ τῶν δικαζόντων καὶ κατεψηφίσαντο. εἶθ' οὗτος μὲν ἀπῄει φαιδρός τε καὶ γεγηθώς, ὥσπερ οἱ τὰ τρόπαια ἱστάντες, ἐγὼ δὲ μετρίως φέρων τὴν τύχην. καὶ οὐκ ἂν φαίην ὡς ἠπόρουν τῶν ὑποδεχομένων οὐδ' ὡς ἤλεγξεν ὁ καιρὸς τοὺς φάσκοντας εἶναι φίλους, ἦσαν γὰρ ὡς ἀληθῶς κἀν ταῖς συμφοραῖς. καὶ τοσοῦτον ἀπέσχε τοῦ δυνηθῆναι πεῖσαι φυγεῖν τὰς μετ' ἐμοῦ διατριβὰς τοὺς ἡλικιώτας ὥσθ' οἱ πολλοὶ τῶν γένει λαμπρῶν ἐρρῶσθαι τοῖς αὑτῶν φράσαντες γυμνασίοις εἰς Κυνόσαργες ἔτρεχον. ἐφ' οὓς ὅπως οὐ παρώξυνε τοὺς πατέρας οὑτοσὶ Νεοκλῆς οὐδὲ ἔπεισεν ἀποκηρύξαι λέγων ὅτι διαφθερῶ τοὺς υἱεῖς αὐτοῖς καὶ ἐμαυτῷ ποιήσω παραπλησίους τεθαύμακα.
[12] ἐγὼ μὲν οὖν ἐπεμελούμην ἐμαυτοῦ τό τε σῶμα καὶ τὴν ψυχὴν γυμνάζων, οὗτος δὲ ὡς ἥδιστα διῆγεν. ἡ δὲ μήτηρ ἠσθένει, τῶν δὲ ἰατρῶν λεγόντων ὡς λύπῃ τῇ κατ' ἐμὲ κάμνοι καὶ οὐκ ἂν διαφύγοι, τούτων οὕτως ἐχόντων σιγήσας οὗτος ἀφῆκε τὴν μητέρα τῇ νόσῳ καὶ δυοῖν ἀπήλλακτο κακοῖν, ἐμοῦ τε κἀκείνης. χρόνος μετὰ ταῦτα πολὺς καὶ γράμματα μυρία καὶ Νεοκλῆς ὁ αὐτός.
[13] Ἀλλὰ νῦν μεταβάλλεται καὶ καλεῖ με πρὸς αὑτὸν καὶ ἀγαπᾶν φησι καὶ ἔχειν βούλεται. τί ταῦτα; γέρων ἀνὴρ οὐκ ἐπὶ τῶν αὐτῶν μένει; οὐδ' ἃ καλῶς ἔκρινεν ἔχειν τηρεῖ; οὐ δείκνυσι βεβαιότητα τρόπων; οὐ δέδοικε μή τις αὐτὸν Εὔριπον ἐν σκώμματι καλέσῃ; ἀλλ' εἰ μὲν τῶν νεωτέρων τις τοῦτ' ἐπεπόνθει, κάκιστος ἂν ἦν καὶ κατηγόρεις εὐθὺς καὶ ἀπεκήρυττες· αὐτὸς δὲ τοῖς δευτέροις τὰ πρότερα διαβάλλων οὐκ αἰσχύνῃ; ἔα γνῶσιν καλὴν καὶ προσήκουσάν σοι μένειν καὶ μὴ τὴν εὐδοξίαν ἣν ἐκτήσω διὰ τῆς ἀποκηρύξεως ἀνέλῃς.
[14] Χάριν δὲ ἣν δίδως οὐ δέχομαι. ἧς γὰρ οὐδὲν δέομαι, ταύτην οὐχ ὁρῶ διότι δεῖ λαμβάνειν. οἶμαι δέ, οὐδὲ χάρις τοῦτό γέ ἐστιν ὅπερ ἄκοντα δεῖ λαβεῖν. ᾧ γὰρ λύπη συνέζευκται, πολὺ τοῦτο τῇ φύσει τῆς χάριτος ἀποστατεῖ. οἷον εἴ τις ἐξ ἀριστείας ἥκων αἰτοίη τιμῆς τυχεῖν τινος, ὁ δῆμος δὲ τοῦτο μὴ διδοίη, πλέθρα δὲ γῆς ἤ τι τοιοῦτον, ἆρ' οὐκ ἄν σοι δοκεῖ φυγεῖν τὸ τὴν γῆν λαβεῖν, εἰ δ' αὖ ἀναγκάζοιτο, διχόθεν ἀλγήσειν, ἔκ τε τοῦ μὴ τυχεῖν ὧν ἐβούλετο καὶ λαβεῖν ὑπ' ἀνάγκης οὗ μηδὲν ἔχρῃζε; σαφῶς γὰρ τοῦτο τιμωρία τίς ἐστιν ὃ μὴ κατὰ νοῦν τῳ γίγνεται.
[15] Εἰ μὲν οὖν ἐγκαλεῖ μοί τι καὶ νῦν Νεοκλῆς καὶ δίκην ἀπαιτεῖν ἐθέλει, τί τοῦτο ἔστιν εἰπάτω· εἰ δ' οὐδὲν αἰτιᾶσθαι δύναιτ' ἄν, μή με κολαζέτω τῷ τοῦ δοκεῖν χαρίζεσθαι σχήματι. χωρὶς δὲ τούτων, τὸ μὲν οἴκαδέ με καλεῖν τούτου, τὸ δ' ὑπακούειν ἢ μὴ τουτὶ τοῦ καλουμένου. δράσας τοίνυν ὅπερ ἦν αὐτοῦ καὶ τῆς ἐμῆς εἰς τὸ μὴ πείθεσθαι τοῖς καλοῦσιν ἐξουσίας ἀνεχέσθω καὶ μὴ τὸ μὴ πείθεσθαί με νομιζέτω θαυμαστόν, ἀλλ' εἰ τῆς ὕβρεως ἐκείνης [οὐκ] ἐπιλελησμένος εἱπόμην.
[16] Ἡμάρτανες γάρ φησι καὶ τοῦτ' ἐποίει τὴν ἀποκήρυξιν. μόνος, ὦ Νεόκλεις, ἐγώ, τῶν δ' ἄλλων νέων οὐδείς; οὐ ταῦτ' ἔστι τῆς νεότητος ἐπιεικῶς ἐκφέρεσθαι τῶν προσηκόντων ἀγνοῆσαί ‹τέ› τι τῶν πρεπόντων; οὐ τούτοις ἡ συγγνώμη παρὰ πάντων ἕτοιμος, οὐ μόνον τῶν πατέρων, ἀλλὰ καὶ τῶν ἄλλων, [καὶ] τῶν πολιτῶν καὶ ξένων; ὧν οὐκ ὀλίγοι πολλὰς πολλάκις προπετείας ἤνεγκαν εἰς ἓν μόνον βλέψαντες, τὴν ἡλικίαν.
[17] καὶ οὐ μόνον τοῖς ἐλευθέροις, ἀλλὰ καὶ δούλοις ἤδη που τοῦτο τὸ δίκαιον συγγνώμην ἐνήνοχε. καί τις, οἶμαι, δεσπότης πρᾴως ἔχων ὤφθη πρὸς ἁμαρτίαν οἰκέτου νέου. ἔοικε γὰρ ἡ μὲν νεότης θαλάττῃ κεκινημένῃ, τὸ γῆρας δὲ γαλήνης ἡσυχίᾳ. καὶ τοῦτο οὐ παρὰ μὲν ἡμῖν οὕτω νενόμισται, συγγνώμης δὲ ἀπεστέρηται παρὰ τοῖς βαρβάροις, ἀλλ' ὅπουπερ ἀνθρώπων γένος, ἐκεῖ καὶ παραίτησις τοῖς νεωτέροις ὁ χρόνος.
[18] φέρε, εἴ τις ἁλοίη τῶν πρεσβυτέρων μεθύων καὶ παροινῶν καὶ μαχόμενος ὑπὲρ ἑταίρας καὶ τύπτων καὶ πληγὰς λαμβάνων, ἆρ' οὐκ ἂν τοῦτο μείζω ποιοῖ τὴν κατηγορίαν, ὅτι σωφρονεῖν δέον καὶ τῆς ἡλικίας ῥᾷστον αὐτῷ τὸ σωφρονεῖν ποιούσης ἔξωρος ὢν τὰ τῶν νέων πλημμελεῖ; εἶτα τοῖς πρεσβυτέροις οὐ μεταδώσομεν συγγνώμης ὡς τῶν νέων τοῦτο ὄν, πάλιν δ' αὖ τοῖς νεωτέροις ἀσυγγνώμονες ἐσόμεθα τὴν διὰ πάντων παρ' αὐτοῖς σωφροσύνην ζητοῦντες; διαγράψομεν ἄρα τὴν συγγνώμην ὅλως τοῖς μὴ οὐκ αἰτοῦσιν[, ὡς οὐκ ἐξὸν λαμβάνειν, τοῖς δ'], ὅτι χαλεπῶς ἔχομεν.
[19] Νεοκλῆς μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, κρείττων ἔστω τῆς ἀνθρωπίνης φύσεως, πάσης αἰτίας καθαρὸς καὶ ὅσων βούλεται παῖς· ὑμεῖς δὲ ὑμᾶς αὐτοὺς ἀναμνήσατε τῶν ἐπὶ τῆς νεότητος ἔργων. ἀλλ' οὐκ ἐμισεῖσθε ὑπὸ τῶν γονέων οὐδ' ἐξηλαύνεσθε τῶν πατρῴων οὐδ' ἐγίγνεσθε ῥᾳδίως τῶν γεγεννηκότων ἀλλότριοι. θαυμάζω δὲ εἰ μεθύουσι μὲν ἀνθρώποις [καὶ λυπουμένοις] καὶ θυμουμένοις ἔσται συγγνώμη πλημμελοῦσι διὰ τούτων ἕκαστον, τῇ νεότητι δὲ οὐκ ἔσται ‹ἐν› μεγίστῃ γε οὔσῃ μέθῃ καὶ ἰσχυροτάτῃ κατὰ τὸν ἀληθῆ λόγον.
[20] Κηδόμενος γὰρ σοῦ, φησιν, ἀπεκήρυττον, ὅπως γένοιό μοι βελτίων. καὶ τί δὲ ἀδίκημα σωφρονίζειν υἱόν; οὐδέν, ἀλλ' εἰσίν, ὦ ἄνδρες Ἀθηναῖοι, πολλοὶ τρόποι τοῦτο ποιοῦντες ἡμερώτεροί τε ἀποκηρύξεως καὶ μείζω τὴν ὠφέλειαν ἔχοντες. οἷς ὑμεῖς κέχρησθε πρὸς τοὺς ὑμετέρους αὐτῶν. εἰσὶ μὲν γὰρ ὑμῖν ἀγαθοὶ παῖδες, ἀλλὰ παῖδές γε, ὦ ἄνδρες δικασταί. τοῦτο δέ ἐστι τοὔνομα τῆς οὐ πάντα ἀναμαρτήτου καὶ πόρρω μέμψεως ἡλικίας. δεῖ γάρ, οἶμαι, τὸν οὐχ ἁμαρτησόμενον τὰ ἐκείνων ὑπερπηδῆσαι τουτονί πως, εἰ οἷόν τε, τὸν χρόνον καὶ πρὶν ἔφηβον εἶναι γηράσκειν.
[21] πῶς οὖν ὑμεῖς ἐπανορθοῦτε τοὺς υἱεῖς; ὡς πατέρας εἰκός. ὁ μὲν καθήψατο ῥήμασιν, ὁ δὲ εἶρξε τραπέζης, τῷ δὲ ἱμὰς ἤρκεσεν, ὁ δ' αὖ οὐ προσεφθέγξατο χρόνον τινά. πολλὰ ἂν δυνηθείη καὶ βλέμμα ἄγριον καὶ βοὴ μεγάλη καὶ τὸ τοῖς οἰκείοις ἐπ' αὐτὸν χρῆσθαι δὶς καὶ τρίς. ἀλλὰ δεῖ τινος καὶ μείζονος· ἀπείλησον τοῦτο ὃ πέπονθα ἐγώ, τὴν ἀποκήρυξιν. αὕτη δὲ μελλέτω. καὶ γὰρ ὁ τὸν νόμον τεθεικὼς δοκεῖ μοι τοῖς πατράσι τὴν ἀπειλὴν τεθεικέναι μόνην, εἴπερ ἦν κηδεμὼν τῆς πόλεως.
[22] ἔπρεπε δέ, οἶμαι, νομοθέτῃ γε ὄντι. οὐ γὰρ ἠγνόει δήπου τοῦθ' ὅτι πολλοὶ χείρους ἔσονται λαβόντες ἐλευθερίαν [καὶ] τοῦ ποιεῖν ὅ τι δόξειεν αὐτοῖς, εἴπερ αὐτοὺς οὐδὲ τὸ ζῆν ὑπὸ τοῖς πατράσιν ἴσχυσε κατασχεῖν. τροφῆς μὲν γὰρ ἔμελλον εὐπορήσειν καὶ πολλοὺς ἕξειν τοὺς ἐπαρκέσοντας, συγγενεῖς, ἑταίρους, συνήθεις, φίλους τοὺς ἐλεεῖν εἰδότας, ὥστε τούτου γε εἵνεκα οὐδὲν ἔμελλον ἐπιτηδεύειν βέλτιον ὄντων μὲν πολλῶν τῶν διαφθειρόντων καὶ πρὸς τὰ χείρω παρακαλούντων, κωλύειν δὲ οὐδενὸς κυρίου, τῆς ἐξουσίας δὲ ὡς πλείστης. ταῦτ' οὐκ ἐλάνθανε τὸν νομοθέτην, ταῦθ' ὑμεῖς αὐτὸν ἡγεῖσθε σαφῶς εἰδότα τεθεικέναι τὸν νόμον φόβον μὲν ἂν γινόμενον, τοῖς γένεσι δὲ οὐ πολεμοῦντα. ἥττης γὰρ οἶμαι τῆς ἐν πολέμῳ τέλος διασπᾶσθαι γονέας ἀπὸ τέκνων.
[23] ὑμεῖς οὖν καλῶς στοχαζόμενοι τῆς γνώμης τῶν γραμμάτων τοῦ μὲν ὡς ἐκβαλεῖτε πολλάκις ἐμνήσθητε, τὸ δὲ ἔργον οὐχ ὑπεμείνατε, ἀλλ' ἐν τῷ κεκτῆσθαι ἐπεμελήθητε τῶν τρόπων. Νεοκλῆς δὲ μόνος τὰ μὲν ἄλλα πάντα ἡγήσατο ἀσθενῆ τοσαῦτα καὶ τηλικαῦτα καὶ πολλοῖς ἀρέσκοντα, μίαν δὲ νουθεσίαν μόνην μηκέτ' εἶναί μου πατήρ.
[24] Καίτοι τήν γε φύσιν τὴν ἐμὴν αὐτός τε ἐπῄνει καὶ τὸν διδάσκαλον ἔφη θαυμάζειν ὡς μεγάλα πράγματα ἀναιρησομένην καί τινα ἔχουσαν ἐν αὑτῇ γενναιότητα. ὅτι δὲ τὴν ὧδε ἔχουσαν οὐκ ἔστιν ἀτρεμεῖν, ἀλλ' ἀνάγκη ποιεῖν τὸ τῶν γενναίων πώλων, τοῦτο οὐκ ἐβουλήθη λογίσασθαι. τί οὖν ἐστι τὸ ἐκείνων; σκιρτῶσι, πηδῶσι, δυσχεραίνουσι τὴν ζεύγλην, καταράττουσι τὸν ἡνίοχον, ἐκβαίνουσί τι τῶν τεταγμένων. ἀλλ' οὔτ' ἀθυμεῖ τούτων γιγνομένων ἡνίοχος οὔτ' ἀχρήστους ἡγεῖται τοὺς ἐγρηγορότας, ἀλλ' ἔστιν αὐτῷ ταῦτα σημεῖα τῆς μελλούσης ἀρετῆς καὶ φέρει τὰ δύσκολα τῶν πώλων ἐπὶ τῇ τῶν δευτέρων ἐλπίδι, τοὺς δέ γε ὑπτίους καὶ καθεύδοντας καὶ τὴν κεφαλὴν οὐκ αἴροντας οὐδὲ θορυβοῦντας τὸν ἐλαύνοντα οὐ πρᾴους οὐδὲ σώφρονας, ἀλλὰ νωθεῖς νομίζει.
[25] εἶτ' ἐπὶ μὲν τῶν ἵππων τοῦτο ποιοῦντες εὖ φρονεῖν δόξομεν, τοῖς δὲ υἱέσιν, ἂν ὑπὸ τῆς εὐφυίας ἐκτείνωνται, τὴν οἰκίαν ἀλλοτρίαν καταστήσομεν; καίτοι μᾶλλον ἔχει λόγον τοὺς βραδεῖς ἐκβάλλοντας τῶν ὀξέων ἔχεσθαι ἢ ἐκείνους ἀγαπῶντας τούτοις ὡς πονηροῖς μάχεσθαι. νῦν δὲ Μιλτιάδης μὲν στέργων διατελεῖ Κίμωνα ὃν ἴστε, καὶ οὐκ ἐποιήσατο τὴν εὐήθειαν τοῦ νεανίσκου πρὸς ἀποκήρυξιν αἰτίαν, τῶν δὲ ἐμῶν ὁ πατὴρ οὐκ ἠνέσχετο σκιρτημάτων, μᾶλλον δὲ τὰς ἄλλας νουθεσίας ἀτιμάσας ἀπεκύρυξε τῆς οἰκίας καὶ λέγει μὴ μισοῦντος εἶναι τὸ ἔργον, ἀλλὰ καὶ παιδεύοντος καὶ βουλομένου με μετὰ τὴν θεραπείαν τῶν τρόπων κομίσασθαι.
[26] Ὡς τοίνυν ψεύδεται καὶ μισοῦντος ἦν, οὐ μεταβολὴν ζητοῦντος ῥᾴδιον ὑμᾶς διδάξαι. εἰπὲ γάρ μοι· τὸ τῶν κοινῶν φροντίζειν καὶ τὴν πόλιν εὖ ποιεῖν ἤδη σωφρονοῦντος ἢ παροινοῦντός ἐστιν; οὐκ ἂν εἶναι φαίης τά γε τοιαῦτα μεθυόντων. ἐγὼ δὲ τὸ χθὲς τούτων ἡψάμην τῶν φροντίδων ἢ πάλαι; πῶς οὖν οὐχ ἅμα τε μετεβεβλήμην καὶ πρὸς τὸν οἶκον ἐκαλούμην; [27] πολλοὺς καιρούς, ὦ Νεόκλεις, διαλλαγῶν, πολλοὺς παραλέλοιπας. ἠγρύπνουν, ἐπεθύμουν ἐμαυτὸν ἐξισῶσαι τῷ Μιλτιάδῃ, σὺ δὲ ἐτήρεις τὴν ἀποκήρυξιν. τριήρεις ἑκατὸν Ἀθηναίοις ἐποίουν, σὺ δὲ οὐκ ἔλυες τὴν ἀπέχθειαν. διήλλαττον τοὺς Ἕλληνας πρὸς αὑτούς, σὺ δὲ οὐ διηλλάττου τῷ παιδί. τὴν γνώμην εὕρισκον τοῦ Πυθίου, σὺ δ' οὔπω με σωφρονεῖν ἡγοῦ. ἀντέσχον πρὸς τὴν φήμην ἐκείνην καὶ τὸν λόγον τῆς βασιλέως στρατείας· Ξέρξης ἐλαύνει τοὺς τὴν Ἀσίαν οἰκοῦντας μικροῦ πάντας ἐπὶ τὴν Εὐρώπην ἄγων, καλύπτεται δὲ καὶ ἡ γῆ πεζῷ πολλῷ καὶ ναυσὶ θάλαττα. ποταμοὺς δὲ ἤλεγξεν ἡ στρατιὰ πιοῦσα, τῶν τοξοτῶν δὲ ἀφιέντων βέλη τὸ ὑπὸ τούτοις σκιά, γῆν δὲ ποιεῖ τοῖς ὁπλίταις καὶ ταῖς τριήρεσι θάλατταν. καὶ δοκεῖ τοῖς ὁρῶσι θεῶν ὁ μέγιστος ἐν ἀνθρώπου τύπῳ πάντα κινεῖν, τῶν δ' Ἑλλήνων οἱ μὲν φόβῳ συνακολουθοῦσιν, οἱ δὲ ἡσυχάζειν ἐγνώκασι.
[28] τούτων οὐδέν μου κατέσεισε τὴν γνώμην οὐδ' ἐξέπληξεν οὐδ' ἔπεισε καταλῦσαι τὰς ἀμείνους ἐλπίδας. οὐδ' ἐπὶ ξένια τοὺς ἐπὶ τὴν βῶλον ἥκοντας ἐκάλεσα κήρυκας ἀλλ' ἀπέκτεινα. καὶ οὐδὲ δι' οὗ ταῦθ' ὑμᾶς ἑρμηνέως ἐδίδασκον οὐδ' οὗτος διέφυγε τὴν δίκην, ἀλλ' ἦν μὲν ἡμέτερος ἄποικος, ὅμως δὲ ἀπέθνησκεν ἀντὶ τῆς φωνῆς αὑτοῦ.
[29] ταῦτ' οὐκ ἦν, ὦ Νεόκλεις, ἱκανὰ τεκμήρια τοῦ καλῶς μοι τὴν ψυχὴν ἡρμόσθαι; τούτων ἕκαστον οὐκ ἦν ἀρκοῦν ἀποδοῦναί μοι τὴν οἰκίαν οὐδ' ἐμοὶ μὲν ἀρετὴν μαρτυρῆσαι, σὲ δὲ πεῖσαι μὴ χαλεπαίνειν; ἀλλ' Ἀθηναῖοι μὲν πάντες ἐπῄνουν καὶ παραπλησίως ἐπείθοντο τοῖς τε παρὰ τοῦ Πυθίου καὶ τοῖς ἐμοῖς ψηφίσμασι καὶ λόγοις καὶ τὴν τῶν ὅλων σωτηρίαν ἐν ταῖς ἐμαῖς εἶχον ἀνακειμένην γνώμαις· σοὶ δ' οὔπω καλὸς κἀγαθὸς ἐδόκουν οὐδ' ἀποχρώντως πεπαιδεῦσθαι, νὴ Δί', ἔργων γὰρ ἐπεθύμεις καὶ τροπαίων.
[30] ἀλλ', ὦ πρᾳότατε πατέρων, ὁ χρηστὸς καὶ σπουδαῖος ἀνὴρ τῇ γνώμῃ καὶ οἷς προείλετο κρίνεται, κἂν μὴ τὸ πέρας ἀκολουθήσῃ τῶν βεβουλευμένων ἄξιον, οὐδὲν ἧττόν ἐστι σπουδαῖος. τοῦτο μὲν γὰρ ἐκ τῆς Τύχης ἤρτηται, τῷ δὲ δεῖ μηδὲν ὧν ἐσκέφθαι προσῆκον λελεῖφθαι.
[31] Ἔχων οὖν μου τῆς σωφροσύνης οὐ μικρὰς οὐδ' ὀλίγας τὰς ἀποδείξεις τί περιμένων οὐ διηλλάττου; μία γὰρ ἐκκλησία κρείττων οὐκ ἂν ἦν δικαίως τῆς ἀποκηρύξεως; ἀλλ' ἑνὶ τὸν ἀγαθὸν ἡγοῦ δείκνυσθαι, ταῖς νίκαις. καλῶς. ταύτας τοίνυν ἀνῃρήμην ἐπ' Ἀρτεμισίῳ καὶ πρώτῃ ναυμαχίᾳ καὶ δευτέρᾳ καταναυμαχῶν πρᾶγμα δείξας ἀνέλπιστον Ἕλλησι βαρβάρους ὑφ' ἡμῶν κατὰ θάλατταν ἡττωμένους. ἀλλ' ἐκεῖνοι μὲν ἡττῶντο, τὸ δὲ σὸν πρὸς ἐμὲ μῖσος οὐκ ἐνικᾶτο. οὕτως ἦν πολὺ καὶ μέγα καὶ μόνιμον καὶ ἀήττητον.
[32] Καίτοι πρὸς ὑμᾶς ἔλεγεν ὡς φίλος ἦν μοι καὶ διὰ ταῦτα παρ' αὑτῷ λελύκει τὴν ἀποκήρυξιν, εἰρωνευόμενος, ὦ ἄνδρες δικασταί· τίς γὰρ ἂν ἐκ δυσμενοῦς γεγονὼς φίλος καὶ πρᾷος ἐκ χαλεποῦ τοῦτ' αὐτὸ πρὸς ἐκεῖνον τὸν ἄνθρωπον πρὸς ὃν οὕτω διετέθη κατώκνησεν ἂν εἰπεῖν; οὐδείς. ἔχθραν μὲν γὰρ ἤδη τις ἔκρυψεν ὡς ἐν σχήματι φιλίας, φίλος δὲ ὢν οὐδεὶς ἠβουλήθη δυσμενὴς εἶναι δοκεῖν. ἐκ μὲν γὰρ ἐκείνου κακῶς τε ποιοῦντα λανθάνειν ἔστι καὶ μὴ παθεῖν, ἐν τούτῳ δὲ οὐ ποιοῦντα μισεῖσθαι.
[33] τί γὰρ ἐκώλυεν ᾧ τότε πρὸς τὴν ἀποκήρυξιν ἐχρήσω τάχει, τούτῳ χρήσασθαι πρὸς τὰ ἡδίω; Μῆδοι καὶ Σάκαι καὶ Ὑρκάνιοι καὶ ἡ πολλὴ βασιλέως χεὶρ ἐκώλυε ταῦτα μὴ πραχθῆναι καὶ δεινότατα πάντων ἔπασχες ἀνθρώπων οὐκ ἐώμενος ἐπιδείξασθαι τὰς διαλλαγάς; ὃ νῦν δρᾷς, ὦ Νεόκλεις, οὐκ ἐξῆν πρότερον; οὐ βραχέων ἔδει ῥημάτων; οὐ μικροῦ μέρους ἡμέρας; ἢ τοῦτ' ἂν ἦν ἐμπόδισμα ταῖς ναυμαχίαις καὶ τοῖς ‹τοῦ› πολέμου πράγμασιν; ἀλλ' οὐκ ἂν εὔφρανας οἷς ἐποίεις τὸν δῆμον; ἀλλ' οὐκ ἂν ἐμὲ τοῦτον ὃν τότε μὲν οὐκ ᾔδεις, νῦν δὲ βιάζῃ; οὐκ ἄν σε ἔφην καλήν τινα ταύτην εἰσφορὰν εἰσενηνοχέναι τῷ Καιρῷ;
[34] πῶς οὖν πρότερον σιγήσας νῦν γίνῃ πατήρ; οὐκ ἐμὲ κτήσασθαι βουλόμενος, ἀλλὰ δι' ἐμοῦ τὴν ναυμαχίαν, τὴν Σαλαμῖνα, τὴν νίκην, τὰ ναυάγια, τὸν τῶν βαρβάρων φόνον, τὸν βασιλέως δρασμόν. τῶν γὰρ ὑπὸ τῶν παίδων, ὦ ἄνδρες Ἀθηναῖοι, κατωρθωμένων κοινωνοῦσι τῆς δόξης οἱ γεγεννηκότες, καὶ τὸ μὲν θαῦμα τοῦ δράσαντος, ἡ φιλοτιμία δὲ ἀμφοτέρων.
[35] τοιοῦτον οὖν ἔργον ὑπ' ἐμοῦ πεπραγμένον οἷον οὔπω πρότερον ἐπεῖδεν ὁ ἥλιος, ὃ μεθ' ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῶν ὑμετέρων ἀρετῶν πολὺ τοῦ Μαραθῶνι σεμνότερον, ἐκεῖ μὲν γὰρ ἡ πεῖρα διὰ σατραπῶν, τοῦτο δὲ αὐτοῦ βασιλέως στρατηγία, κἀκεῖ μὲν πεντήκοντα μυριάδες στρατιᾶς, ἐνταῦθα δὲ πεντακόσιαι, ταῦτ' οὖν ὁρῶν καὶ συλλογιζόμενος γέγονε μὲν οὐδὲν πρὸς ἐμὲ τῇ γνώμῃ βελτίων, εἰσάγει δ' αὑτὸν εἰς τὰ πεπραγμένα.
[36] Ἀλλ' ἔστω μέν, εἰ βούλεται, μερίτης, μᾶλλον δὲ περιιὼν ὡς αὑτοῦ τὰς νίκας ᾀδέτω κἂν εἰς τὸν δῆμον βούληται λέγειν ὡς ἐγὼ μέντοι τὸν ταῦτα δράσαντα παρεσχόμην ὑμῖν, ἐγὼ τὸν δυνατώτερον τοῦ βασιλέως πλούτου τοῖς τῶν Ἑλλήνων πράγμασιν ἔδωκα, λεγέτω, καλλωπιζέσθω, φθόνος οὐδείς, ἂν μὴ τῇ τῆς ἀποκηρύξεως ἡμέρᾳ ταῦτα λογίζηται. τοῦτο γὰρ οὐκ ἔτ' ἀνέξομαι, ὡς οὐ τῆς ἐμῆς τὰ ἔργα φύσεως, ἀλλὰ τῆς ἀτιμίας.
[37] εἰπέ μοι, πρὸς θεῶν, ὦ Νεόκλεις, σὺ μόνος ἐχρήσω τούτῳ τῷ νόμῳ κατὰ παιδὸς ἤ τινα καὶ ἕτερον εἰπεῖν ἂν ἔχοις; εἰ μὲν γὰρ μόνος, ὅρα τί συμβαίνει καὶ τίνα σαυτὸν δεικνύεις Ἀθηναίοις· εἰ δ' εἰσὶν οἳ ταυτόν σοι πεποιήκασι, πολλοὺς ἔδει Θεμιστοκλέας εἶναι τῇ πόλει, εἰ τοῦτο ἔργον ἦν ἀποκηρύξεως τοιούτους ποιεῖν τοὺς νέους.
[38] ἀλλὰ γάρ, ὅπερ ἔφην, ἔστω μὲν κοινωνός, εἰ βούλεται, τῆς δόξης καὶ θαρρείτω γε ὡς οὐδὲν κακὸν ὑπ' ἐμοῦ πεισόμενος, οὐ γὰρ δὴ μνησικακήσω γε οὐδ' ἐπὶ τιμωρίαν τρέψομαι, μήποτε οὕτω γενοίμην κακός, ἀλλὰ κἂν εἴ τις ἄλλος ἐπηρεάζοι, καὶ χαλεπανῶ καὶ οὐκ ἐπιτρέψω καὶ παῖδα οὗτος ἐν τούτοις ὄψεταί με, τὴν δὲ οἰκίαν ἐχέτω καθ' αὑτὸν καὶ κληρονόμον ζητείτω χρηστόν τινα καὶ σώφρονα. πολλοὶ δὲ Ἀθήνησι καὶ ἴσως πλὴν ἐμοῦ πάντες. τί σαυτόν, ἄνθρωπε, καταισχύνεις; τί τῶν ὀνειδῶν ὧν ἀπήλλαξας τὸν οἶκον, ταῦτα πάλιν σαυτῷ περιάπτεις; εὐδοκίμησας ἐκβαλών με [καὶ] διαφύλαττέ σοι τὴν δόξαν.
[39] Ἀλλὰ δέδοικας μή τι παρὰ τῶν θεῶν διὰ ταῦτα μοι προσπέσῃ; εἰ μέν σε προὐπηλάκιζον ἢ κακῶς ἔλεγον ἢ τοὺς πράγματά σοι παρέξοντας καθίην, ἴσως μὲν οὐδ' ἂν τότε περὶ πατέρα ἡμάρτανον, σὺ γὰρ τοῦτο ἐξήλειψας τὸ δίκαιον διὰ τοῦ δικάζοντος. πλὴν δῶμεν ἀπ' ἐκείνων ἂν γενέσθαι τινὰ παρὰ τῶν θεῶν ὀργήν, εἰ δὲ ἐν οἷς με σὺ κατέστησας, ταῦτα ἀκίνητα φυλάττω, πῶς τοῦτο τοῖς θεοῖς ἀηδές; δεινὸν τὸ μὴ χαρίσασθαί σοι; τὸ δὲ τὴν μητέρα προδοῦναι τὴν διὰ τὴν ἐπ' ἐμοὶ λύπην ἀποθανοῦσαν οὐ δεινόν; ἢ ταῦτα οὐκ οἴει τοὺς θεοὺς εἰδέναι ἢ μὴ βούλεσθαι παρὰ τοῖς υἱέσιν εἶναί τι καὶ τὸ τῶν μητέρων; αὐτῶν δὲ ἐκείνην αἰσθανομένην οὐκ οἴει στενάξειν καὶ διαλέξεσθαι τοῖς τούτων ἐφόροις δαίμοσιν οἷα ἀνθ' οἵων κομίζεται;
[40] πάνυ γε ταῦτα ἀκίνδυνα; καλόν γε εἰσελθεῖν ἐκεῖσε οὗ κατέκειτο ἡ ταλαίπωρος ἀρρωστοῦσα τίλλουσα τὰς τρίχας καὶ σπαράττουσα τὸ πρόσωπον καὶ τούτου δεομένη λῆξαι τοῦ θυμοῦ καὶ μὴ τυγχάνουσα οἴκτου καὶ τὴν ψυχὴν ἅμα δάκρυσιν ἀφιεῖσα, καλόν γε οὗ ταῦτα ἐπράχθη πίνειν ἐμὲ καὶ στεφανοῦσθαι καὶ τοὺς ἐπιτηδείους ἑστιᾶν καὶ λύρας ἀκούειν καὶ σκολίων καὶ ἄλλα ποιεῖν ὅσα ἐν συνδείπνῳ νόμος. καλῶν γε ὀνειράτων ἐπὶ τοιούτοις δείπνοις γευσόμεθα. τίς καὶ πρὸς ἑτέρους ἀγῶνας ἀπ' εὐσεβῶν πλεύσομαι τῶν ἔργων; δέδοικα, ὦ ἄνδρες Ἀθηναῖοι, μή με τοῦτο τῆς εὐνοίας ἀποστερήσῃ τῆς τῶν Ἐλευσινίων θεῶν, δέδοικα μή μοι δυσμενῆ ποιήσῃ τὰ πνεύματα, μὴ τοὺς Αἰακίδας ἐχθρούς, μὴ τὴν θάλατταν ἐναντίαν.
[41] Ἥδιστον, ὦ Νεόκλεις, ἡ συνήθεια τοῖς ἀνθρώποις. βεβίωκας ἄνευ ἐμοῦ χρόνον ἤδη μακρόν· ἔχου τῆς τέρψεως. βεβίωκα τὸν αὐτὸν μηδενὸς τῶν σῶν μετέχων· οὐ προήσομαι τὴν ἀπὸ ταύτης τῆς μελέτης ἡδονήν. χωρὶς δὲ τούτων, οὐδ' ἄλλως ἡμῖν ἀσφαλὲς συνοικεῖν. λέγεται γὰρ τὴν φύσιν βέβαιόν τι καὶ πάγιον εἶναι. σὺ μὲν οὖν ἐπ' ἄκρον ἀρετῆς ἥκεις καὶ οὐδ' ἂν τοῖς φιλαιτίοις εἰς αἰτίαν ἀφορμὴν δοίης, ἐγὼ δὲ γέμω νοσημάτων, ἃ νῦν μὲν ἴσως ἡσυχάζει, χρόνου δὲ προϊόντος κινήσεται. ἀνάγκη δὴ πάλιν ταὐτὰ ποιεῖν, μέμφεσθαι, καταβοᾶν, ἐγκαλεῖν, κατηγορεῖν τῶν διαλλαγῶν, ἐπαινεῖν τὴν ἀποκήρυξιν, βουλεύεσθαι περὶ δευτέρας. ‹καὶ› οὐκέτ' ἂν ἐμὸν εἴη μόνον ὄνειδος, ἀλλὰ καὶ ὧν ἡγησάμην ἁπάντων Ἀθηναίων.
[42] ἵν' οὖν μὴ χαλεπώτερα ἐπισπασώμεθα κακὰ μηδ' ἐπὶ πολλῷ συνέλθωμεν, στήσωμεν ἐνταυθοῖ τὸ πρᾶγμα. οὐδὲν δέομαι χρημάτων. ἀρκεῖ μοι τὸ μέχρι Σούσων ἀφιγμένον ὄνομα. οὐ δεῖ βασιλέα τοιοῦτον δέξασθαι λόγον, ὡς ἐγὼ μικρός τίς εἰμι τὴν γνώμην καὶ καλούμενος ὑπὸ τῶν ὑβρικότων ἐπὶ κλῆρον καὶ κέρδος τρέχω.
[43] Πατὴρ οὐκ ἔστι μοι Νεοκλῆς καὶ ταῦτα ζῶν ἔτι, ἀλλ' ἔστιν ἕτερος, εἰ δίδως εἰπεῖν, βελτίων, ὁ τὸ μέγα ἔργον ἐργασάμενος ὁ δῆμος, ὁ τῆς μὲν χώρας ἀνθελόμενος τὴν θάλατταν, τὴν χώραν δὲ αὐτὴν διὰ τῆς θαλάττης ἀπολαβών. τοῦτον θεραπεύων καὶ μείζω ποιῶν βιώσομαι. παρὰ τούτου τιμώμενος ἔχω τὴν μεγίστην οὐσίαν. σὺ δ' ἀνοικοδόμει μὲν τὴν οἰκίαν, ἔξεστι γάρ, ὅτῳ δὲ τὰ σαυτοῦ παραδῷς μετὰ τῶν φίλων σκόπει. ὡς ἔμοιγε οὐ μόνον εἰσελθεῖν ἐκεῖσε φοβερόν, ἀλλὰ κἂν παρὰ τὰς θύρας στῶ, πλήττομαι τὴν ψυχὴν ὑπὸ τῆς μνήμης ὧν ἔπαθον.