[1] Ὡς μὲν οὔτε πρὸς σωφροσύνην καὶ λιτότητα οὔτε πρὸς εὐσέβειαν, αἳ μάλιστα πρὸς τὸν θεωρητικὸν συντελοῦσι βίον, ἡ τῶν ἐμψύχων βρῶσις συμβάλλεται, ἀλλὰ μᾶλλον ἐναντιοῦται, διὰ τῶν φθασάντων, ὦ Φίρμε Καστρίκιε, δυεῖν βιβλίων ἀπεδείξαμεν. τῆς δὲ δικαιοσύνης τὸ κάλλιστον ἐν τῇ πρὸς τοὺς θεοὺς εὐσεβείᾳ κεκτημένης, ταύτης δὲ ὡς ἔνι μάλιστα διὰ τῆς ἀποχῆς συνισταμένης, οὐ δέος ἐστὶ περὶ τοῦ πρὸς ἀνθρώπους δικαίου, μή πῃ τοῦτο παραθραύσωμεν, τήν γε πρὸς τοὺς θεοὺς ὁσίαν διασῴζοντες. Σωκράτης μὲν οὖν πρὸς τοὺς ἡδονὴν διαμφισβητοῦντας εἶναι τὸ τέλος, οὐδ' ἂν πάντες, ἔφη, σύες καὶ τράγοι τούτῳ συναινῶσι, πεισθήσεσθαι ἐν τῷ ἥδεσθαι τὸ εὔδαιμον ἡμῶν κεῖσθαι, ἔστ' ἂν νοῦς ἐν τοῖς πᾶσι κρατῇ· ἡμεῖς δέ, οὐδ' ἂν πάντες λύκοι ἢ γῦπες τὴν κρεοφαγίαν δοκιμάζωσιν, οὐ συγχωρήσομεν τούτοις δίκαια λέγειν, ἔστ' ἂν ὁ ἄνθρωπος ἀβλαβὲς ᾖ φύσει καὶ ἀφεκτικὸν τοῦ διὰ τῆς ἄλλων βλάβης αὑτῷ τὰς ἡδονὰς πορίζεσθαι. ἐς οὖν τὸν περὶ τῆς δικαιοσύνης λόγον μεταβαίνοντες, ἐπείπερ ταύτην πρὸς τὰ ὅμοια δεῖν μόνα παρατείνειν εἰρήκασιν οἱ ἀντιλέγοντες, καὶ διὰ τοῦτο τὰ ἄλογα διαγράφουσι τῶν ζῴων, φέρε ἡμεῖς τὴν ἀληθῆ τε ὁμοῦ καὶ Πυθαγόρειον δόξαν παραστήσωμεν, πᾶσαν ψυχήν, ᾗ μέτεστιν αἰσθήσεως καὶ μνήμης, λογικὴν ἐπιδεικνύντες· τούτου γὰρ ἀποδειχθέντος εἰκότως δὴ καὶ κατὰ τούτους πρὸς πᾶν ζῷον τὸ δίκαιον παρατενοῦμεν. ἐροῦμεν δὲ τὰ παρὰ τοῖς παλαιοῖς συντόμως [2] ἐπιτέμνοντες. διττοῦ δὴ λόγου κατὰ τοὺς ἀπὸ τῆς στοᾶς ὄντος, τοῦ μὲν ἐνδιαθέτου, τοῦ δὲ προφορικοῦ, καὶ πάλιν τοῦ μὲν κατωρθωμένου, τοῦ δὲ ἡμαρτημένου, ποτέρου ἀποστεροῦσι τὰ ζῷα διαρθρῶσαι προσῆκον. ἆρά γε τοῦ ὀρθοῦ μόνου, οὐχ ἁπλῶς δὲ τοῦ λόγου; ἢ παντελῶς παντὸς τοῦ τε ἔσω καὶ τοῦ ἔξω προϊόντος; ἐοίκασι δὴ τὴν παντελῆ στέρησιν αὐτῶν κατηγορεῖν, οὐ τὴν τοῦ κατωρθωμένου μόνον. οὕτω γὰρ ἂν οὐκ ἄλογα, λογικὰ δὲ ἦν ἔτι τὰ ζῷα, καθάπερ σχεδὸν πάντες κατ' αὐτοὺς οἱ ἄνθρωποι. σοφὸς μὲν γὰρ ἢ εἷς ἢ καὶ δύο κατ' αὐτοὺς γεγόνασιν, ἐν οἷς μόνοις ὁ λόγος κατώρθωται, οἱ δὲ ἄλλοι φαῦλοι πάντες· κἂν οἳ μὲν ὦσι προκόπτοντες, οἳ δὲ χύσιν τῆς φαυλότητος ἔχοντες, εἰ καὶ πάντες ὁμοίως λογικοί· ὑπὸ δὲ τῆς φιλαυτίας παρηγμένοι ἄλογα φασὶν τὰ ζῷα ἐφεξῆς τὰ ἄλλα σύμπαντα, τὴν παντελῆ στέρησιν τοῦ λόγου διὰ τῆς ἀλογίας μηνύειν ἐθέλοντες· καίτοι εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐ μόνον ἁπλῶς ὁ λόγος ἐν πᾶσι τοῖς ζῴοις θεωρεῖται, ἐν πολλοῖς δὲ αὐτῶν καὶ ὑποβολὰς [3] ἔχων πρὸς τὸ τέλειον. ἐπεὶ τοίνυν διττὸς ἦν, ὃ μὲν ἐν τῇ προφορᾷ, ὃ δὲ ἐν τῇ διαθέσει, ἀρξώμεθα πρότερον ἀπὸ τοῦ προφορικοῦ καὶ τοῦ κατὰ τὴν φωνὴν τεταγμένου. εἰ δὴ προφορικός ἐστι λόγος φωνὴ διὰ γλώττης σημαντικὴ τῶν ἔνδον καὶ κατὰ ψυχὴν παθῶν· κοινοτάτη γὰρ ἡ ἀπόδοσις αὕτη καὶ αἱρέσεως οὐδέπω ἐχομένη, ἀλλὰ μόνον τῆς τοῦ λόγου ἐννοίας· τί τούτου ἄπεστι τῶν ζῴων ὅσα φθέγγεται; τί δὲ οὐχὶ καὶ ἃ πάσχει τι, πρότερον καὶ πρὶν εἰπεῖν ὃ μέλλει, διενοήθη; λέγω δὴ διάνοιαν τὸ ἐν τῇ ψυχῇ κατὰ σιγὴν φωνούμενον. τοῦ τοίνυν ὑπὸ τῆς γλώττης φωνηθέντος, ὅπως ἂν καὶ φωνηθῇ, εἴτε βαρβάρως εἴτε Ἑλληνικῶς εἴτε κυνικῶς ἢ βοϊκῶς, λόγου γε ὄντος μέτοχα τὰ ζῷα τὰ φωνητικά, τῶν μὲν ἀνθρώπων κατὰ νόμους τοὺς ἀνθρωπείους φθεγγομένων, τῶν δὲ ζῴων κατὰ νόμους οὓς παρὰ τῶν θεῶν καὶ τῆς φύσεως εἴληχεν ἕκαστον. εἰ δὲ μὴ ἡμεῖς ξυνίεμεν, τί τοῦτο; οὐδὲ γὰρ τῆς Ἰνδῶν οἱ Ἕλληνες οὐδὲ τῆς Σκυθῶν ἢ Θρᾳκῶν ἢ Σύρων οἱ ἐν τῇ Ἀττικῇ τραφέντες· ἀλλ' ἴσα κλαγγῇ γεράνων ὁ τῶν ἑτέρων τοῖς ἑτέροις ἦχος προσπίπτει. καίτοι ἐγγράμματος τοῖς ἑτέροις ἡ αὐτῶν καὶ ἔναρθρος, ὡς καὶ ἡμῖν ἡ ἡμετέρα· ἄναρθρος δὲ καὶ ἀγράμματος ἡ τῶν Σύρων φέρε εἰπεῖν ἢ τῶν Περσῶν, ὡς καὶ πᾶσιν ἡ τῶν ζῴων. καθάπερ γὰρ ἡμεῖς ψόφου μόνου ἀντιλαμβανόμεθα καὶ ἤχου, ἀξύνετοι ὄντες τῆς [φέρε] Σκυθῶν ὁμιλίας, καὶ κλαγγάζειν δοκοῦσιν καὶ μηδὲν διαρθροῦν, ἀλλ' ἑνὶ ψόφῳ χρῆσθαι μακροτέρῳ ἢ βραχυτέρῳ, τὸ παρηλλαγμένον δὲ αὐτοῦ εἰς σημασίαν οὐδαμῶς προσπίπτει, ἐκείνοις δὲ εὐσύνετος ἡ φθέγξις καὶ πολὺ τὸ διάφορον ἔχουσα, καθάπερ ἡμῖν ἡ συνήθης· οὕτως καὶ ἐπὶ τῶν ζῴων ἡ ξύνεσις μὲν ἐκείνοις κατὰ γένος ἰδίως προσπίπτει, ἡμῖν δὲ ὁ ψόφος μόνος ἐξάκουστος, τῆς σημασίας ἐκλειπούσης, διὰ τὸ μηδένα διδαχθέντα τὴν ἡμετέραν διδάξαι ἡμᾶς διὰ τῆς ἡμετέρας τὴν ἑρμηνείαν τῶν λεγομένων παρὰ τοῖς ζῴοις. καίτοι εἰ δεῖ πιστεύειν τοῖς παλαιοῖς καὶ τοῖς ἐφ' ἡμῶν καὶ τῶν πατέρων γεγονόσιν, εἰσὶν οἳ λέγονται ἐπακοῦσαι καὶ σύνεσιν ἔχειν τῆς τῶν ζῴων φθέγξεως· ὡς ἐπὶ μὲν τῶν παλαιῶν ὁ Μελάμπους καὶ ὁ Τειρεσίας καὶ οἱ τοιοῦτοι, οὐ πρὸ πολλοῦ δὲ Ἀπολλώνιος ὁ Τυανεύς, ἐφ' οὗ καὶ λέγεται, ὅτι τοῖς ἑταίροις συνόντος, χελιδόνος ἐπιπτάσης καὶ φθεγγομένης, εἶπεν ὅτι μηνύει ἡ χελιδὼν ταῖς ἄλλαις ὄνον πρὸ τοῦ ἄστεως πεπτωκέναι σίτου βαστάζοντα φορτίον, ὃ δὴ κεχύσθαι εἰς τὴν γῆν τοῦ ἀχθοφοροῦντος πεπτωκότος. ἑταῖρος δὲ ἡμῶν ἐξηγεῖτό τις, οἰκέτου εὐτυχῆσαι παιδός, ὃς πάντα ξυνίει τὰ φθέγματα τῶν ὀρνίθων, καὶ ἦν πάντα μαντικὰ καὶ τοῦ μετ' ὀλίγον μέλλοντος ἀγγελτικά· ἀφαιρεθῆναι δὲ τὴν σύνεσιν, τῆς μητρὸς εὐλαβηθείσης μὴ δῶρον αὐτὸν βασιλεῖ πέμψειεν, καὶ καθεύδοντος εἰς τὰ ὦτα ἐνουρησάσης.
[4] ἀλλ' ἵνα ταῦτα παρῶμεν διὰ τὸ ξύμφυτον ἡμῖν πάθος τῆς ἀπιστίας, ἀλλὰ τῶν γε ἐθνῶν τινὰ εἰς ἔτι καὶ νῦν ὅπως ξυγγένειαν ἔχει πρός τινων ζῴων σύνεσιν τῆς φθέγξεως, οὐδεὶς οἶμαι ἠγνόηκεν. Ἄραβες μὲν κοράκων ἀκούουσιν, Τυρρηνοὶ δ' ἀετῶν· τάχα δ' ἂν καὶ ἡμεῖς καὶ πάντες ἄνθρωποι συνετοὶ ἦμεν πάντων τῶν ζῴων, εἰ καὶ ἡμῶν τὰ ὦτα δράκων ἔνιψε. δηλοῖ γε μὴν καὶ τὸ ποικίλον καὶ διάφορον τῆς φθέγξεως αὐτῶν τὸ σημαντικόν. ἄλλως γοῦν ἀκούεται ὅταν φοβῆται φθεγγόμενα, ἄλλως ὅταν καλῇ, ἄλλως ὅταν εἰς τροφὴν παρακαλῇ, ἄλλως ὅταν φιλοφρονῆται, ἄλλως ὅταν προκαλῆται εἰς μάχην· καὶ τοσοῦτόν ἐστι τὸ διάφορον, ὡς καὶ σφόδρα δυσπαρατήρητον τὴν παραλλαγὴν εἶναι διὰ τὸ πλῆθος καὶ τοῖς τὸν βίον εἰς ‹τὴν› τούτων τήρησιν καταθεμένοις. κορώνης γοῦν καὶ κόρακος οἰωνισταὶ ἄχρι τινὸς [πλήθους] τὸ διάφορον σημειωσάμενοι, τὸ λοιπὸν εἴασαν ὡς οὐκ ὂν ἀνθρώπῳ εὐπερίληπτον. ὅταν δὲ πρὸς ἄλληλα φθέγγηται φανερά τε καὶ εὔσημα, εἰ καὶ μὴ πᾶσιν ἡμῖν γνώριμα, φαίνηται δὲ καὶ ἡμᾶς μιμούμενα καὶ τὴν Ἑλλάδα γλῶτταν ἐκμανθάνοντα καὶ συνιέντα τῶν ἐφεστώτων, τίς οὕτως ἀναιδὴς ὡς μὴ συγχωρεῖν εἶναι λογικά, διότι αὐτὸς οὐ συνίησιν ὧν λέγουσιν; κόρακες γοῦν καὶ κίτται ἐριθακοί τε καὶ ψιττακοὶ ἀνθρώπους μιμοῦνται καὶ μέμνηνται ὧν ἂν ἀκούσωσιν καὶ διδασκόμενοι ὑπακούουσι τῷ διδάσκοντι, καὶ πολλοί γε ἐμήνυσαν δι' ὧν ἐδιδάχθησαν καὶ τοὺς ἁμαρτάνοντας κατὰ τὸν οἶκον. ἡ δ' Ἰνδικὴ ὕαινα, ἣν κοροκότταν οἱ ἐπιχώριοι καλοῦσι, καὶ ἄνευ διδασκάλου οὕτω φθέγγεται ἀνθρωπικῶς, ὡς καὶ ἐπιφοιτᾶν ταῖς οἰκίαις καὶ καλεῖν ὃν ‹ἂν› ἴδῃ εὐχείρωτον αὑτῇ, καὶ μιμεῖταί γε τοῦ φιλτάτου καὶ ᾧ ἂν πάντως ὑπακούσειεν ὁ κληθεὶς τὸ φθέγμα· ὡς καίπερ εἰδότας τοὺς Ἰνδοὺς διὰ τῆς ὁμοιότητος ἐξαπατᾶσθαι καὶ ἀναλίσκεσθαι ἐξιόντας τε καὶ πρὸς τὸ φθέγμα ὑπακούοντας. εἰ δὲ μὴ πάντα μιμητικὰ μηδὲ πάντα εὐμαθῆ τῆς ἡμετέρας, τί τοῦτο; οὐδὲ γὰρ ἄνθρωπος πᾶς εὐμαθὴς ἢ μιμητικὸς οὐχ ὅτι τῆς τῶν ζῴων, ἀλλ' οὐδὲ πέντε που διαλέκτων τῶν παρ' ἀνθρώποις. τινὰ δὲ καὶ τῷ μὴ διδάσκεσθαι ἴσως οὐ φθέγγεται ἢ καὶ τῷ ὑπὸ τῶν ὀργάνων τῶν τῆς φωνῆς ἐμποδίζεσθαι. ἡμεῖς γοῦν κατὰ Καρχηδόνα, πέρδικος ἐπιπτάντος ἡμέρου, τρέφοντες τοῦτον, τοῦ χρόνου προϊόντος καὶ τῆς συνηθείας εἰς πολλὴν ἡμερότητα αὐτὸν μεταβαλούσης, οὐ μόνον σαίνοντος καὶ θεραπεύοντος ᾐσθόμεθα καὶ προσπαίζοντος, ἀλλ' ἤδη καὶ ἀντιφθεγγομένου πρὸς τὸ ἡμέτερον φθέγμα καὶ καθ' ὅσον ἦν δυνατὸν ἀποκρινομένου, ἀλλοίως ἢ καλεῖν ἀλλήλους εἰώθασιν οἱ πέρδικες. [οὔκουν σιωπῶντος, [5] φθεγξαμένου δ' ἀντεφθέγξατο μόνον.] ἱστορεῖται δὲ καὶ τῶν ἀφθόγγων ‹τινὰ› οὕτως ἑτοίμως ὑπακούειν τοῖς δεσπόταις, ὡς οὐκ ‹ἂν› ἄνθρωπος τῶν συνήθων. ἡ γοῦν Κράσσου τοῦ Ῥωμαϊκοῦ μύραινα ὀνομαστὶ καλουμένη προσῄει τῷ Κράσσῳ, ὃν καὶ οὕτως διέθηκεν, ὡς πενθῆσαι ἀποθανοῦσαν, τριῶν τέκνων ἀποβολὴν πρότερον μετρίως ἐνεγκόντα. καὶ ἐγχέλεις δὲ πολλοὶ ἱστόρησαν τὰς ἐν Ἀρεθούσῃ καὶ σαπέρδας τοὺς περὶ Μαίανδρον ὑπακούοντας τοῖς καλοῦσιν. οὐκοῦν φαντασία ἡ αὐτὴ ‹τῇ› τοῦ λέγοντος, ἐάν τε ἐπὶ γλῶτταν ἐξικνῆται ἐάν τε μή. πῶς οὖν οὐκ ἄγνωμον μόνην λόγον τὴν ἀνθρώπου φωνὴν λέγειν, ὅτι ἡμῖν ξυνετή, τὴν δὲ τῶν ἄλλων ζῴων παραιτεῖσθαι; ὅμοιον γὰρ ὡς εἰ κόρακες τὴν σφῶν μόνην ἠξίουν εἶναι φωνήν, ἡμᾶς δ' εἶναι ἀλόγους, διότι οὐκ αὐτοῖς εὔσημα φθεγγόμεθα· ἢ οἱ Ἀττικοὶ εἰ μόνην τὴν Ἀτθίδα ἔλεγον φωνήν, τοὺς δὲ ἄλλους ἀλόγους ἡγοῦντο τοὺς λέξεως Ἀττικῆς ἀμοιροῦντας. καίτοι θᾶττον ἂν κόρακος ξύνεσιν λάβοι ὁ Ἀττικὸς ἢ Σύρου ἢ Πέρσου συρίζοντος καὶ περσίζοντος. ἀλλὰ μήποτε ἄτοπον ἐκ τῆς εὐσυνέτου φθέγξεως ἢ μὴ ἢ τῆς σιγῆς καὶ φωνῆς τὸ λογικὸν κρίνειν καὶ τὸ ἄλογον· οὕτως γὰρ καὶ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τοὺς ἄλλους τῷ μὴ φθέγγεσθαι φαίη ἄν τις μὴ εἶναι λογικούς. ἀλλ' οἵ γε θεοὶ σιγῶντες μηνύουσι, καὶ συνιᾶσιν αὐτῶν ὄρνιθες θᾶττον ἢ ἄνθρωποι καὶ συνέντες ἀπαγγέλλουσιν ὡς δύνανται καὶ τοῖς ἀνθρώποις εἰσὶ κήρυκες ἄλλοι ἄλλων θεῶν· Διὸς μὲν ἀετός, Ἀπόλλωνος δὲ ἱέραξ καὶ κόραξ, Ἥρας δὲ πελαργός, Ἀθηνᾶς δὲ αὖ κρέξ τε καὶ γλαῦξ, ὡς Δήμητρος γέρανος καὶ ἄλλων ἄλλοι. καὶ μὴν καὶ ἡμῶν οἱ παρατηροῦντες καὶ οἱ σύντροφοι γιγνώσκουσιν αὐτῶν τὰ φθέγματα. ὁ γοῦν κυνηγέτης ἀπὸ τῆς ὑποκρίσεως ᾔσθετο τοῦ κυνὸς ὑλακτοῦντος νῦν μὲν ὅτι ζητεῖ τὸν λαγών, νῦν δὲ ὅτι εὗρεν, νῦν δὲ ὅτι διώκει, νῦν δὲ ὅτι ἔλαβεν, καὶ πλανωμένου ὅτι πλανᾶται. καὶ ὁ βουκόλος οἶδεν ὅτι ἡ βοῦς πεινῇ ἢ διψῇ ἢ κέκμηκεν ἢ ὀργᾷ ἢ τὸν μόσχον ζητεῖ· καὶ λέων βρυχώμενος δηλοῖ ὅτι ἀπειλεῖ, καὶ λύκος ὠρυόμενος ὅτι κακῶς πράσσει, καὶ ὄιες βληχώμεναι οὐκ ἔλαθον τὸν [6] ποιμένα ὅτου δέονται. οὐ τοίνυν οὐδὲ ἐκεῖνα ἔλαθεν ἡ τῶν ἀνθρώπων φωνή, οὐκ ὀργιζομένων, οὐ φιλοφρονουμένων, οὐ καλούντων, οὐχ ἡ διώκουσα, οὐχ ἡ αἰτοῦσα, οὐχ ἡ διδοῦσα, οὐδεμία ἁπλῶς, ἀλλὰ πάσαις οἰκείως ὑπήκουσαν· ὅπερ ἀδύνατον ποιεῖν μὴ τοῦ ὁμοίου τῇ συνέσει τῷ ὁμοίῳ ἐνεργοῦντος. σωφρονίζονται δὲ καὶ μέλεσιν καὶ ἥμεροι ἐξ ἀγρίων γίγνονται ἕλαφοι καὶ ταῦροι καὶ ἕτερα ζῷα. διαλεκτικῆς μὲν γὰρ αὐτοὶ φασὶν οἱ τὸ ἄλογον αὐτῶν καταψηφιζόμενοι ἐπαΐειν τοὺς κύνας, κεχρῆσθαί τε τῷ διὰ πλειόνων διεζευγμένῳ ἰχνεύοντας, ὅταν εἰς τριόδους ἀφίκωνται. ἤτοι γὰρ ταύτην ἢ ἐκείνην ἢ τὴν ἑτέραν ἀπεληλυθέναι τὸ θηρίον· οὔτε δὲ ταύτην, οὔτε ταύτην· ταύτην ἄρα, καθ' ἣν λοιπὸν καὶ διώκειν. ἀλλ' ἕτοιμον λέγειν φύσει ταῦτα ποιεῖν ὅτι μηδεὶς αὐτὰ ἐξεδίδαξεν, ὡς δὴ καὶ ἡμῶν τὸν λόγον οὐ φύσει κεκληρωμένων, εἰ καί τινα τίθεμεν τῶν ὀνομάτων αὐτοὶ διὰ τὸ καὶ πρὸς τοῦτο ἐπιτηδείως ἔχειν κατὰ φύσιν. εἰ μέντοι πιστεύειν δεῖ Ἀριστοτέλει, καὶ διδάσκοντα ὤφθη οὐ μόνον τῶν ἄλλων τι ποιεῖν τὰ τέκνα τὰ ζῷα, ἀλλὰ καὶ φθέγγεσθαι, ὡς ἀηδὼν τὸν νεοττὸν ᾄδειν. καὶ ὡς αὐτός γε φησίν, πολλὰ μὲν παρ' ἀλλήλων μανθάνει ζῷα, πολλὰ δὲ καὶ παρ' ἀνθρώπων, καὶ πᾶς αὐτῷ ἀληθεύοντι μαρτυρεῖ, πᾶς μὲν πωλοδάμνης, πᾶς δὲ ἱπποκόμος τε καὶ ἱππεὺς καὶ ἡνίοχος, πᾶς δὲ κυνηγέτης τε καὶ ἐλεφαντιστὴς καὶ βουκόλος καὶ οἱ τῶν θηρίων διδάσκαλοι οἵ τε τῶν ὀρνίθων πάντες. ἀλλ' ὁ μὲν εὐγνώμων καὶ ἐκ τούτων μεταδίδωσι συνέσεως τοῖς ζῴοις, ὁ δὲ ἀγνώμων καὶ ἀνιστόρητος αὐτῶν φέρεται συνεργῶν αὑτοῦ τῇ εἰς αὐτὰ πλεονεξίᾳ. καὶ πῶς γὰρ οὐκ ἔμελλεν κακολογήσειν καὶ διαβαλεῖν ἃ κατακόπτειν ὡς λίθον προῄρηται; ἀλλ' Ἀριστοτέλης γε καὶ Πλάτων Ἐμπεδοκλῆς τε καὶ Πυθαγόρας Δημόκριτός τε καὶ ὅσοι ἐφρόντισαν τὴν ἀλήθειαν περὶ [7] αὐτῶν ἑλεῖν, ἔγνωσαν τὸ μετέχον τοῦ λόγου. δεικτέον δὲ καὶ τὸν ἐντὸς αὐτῶν καὶ ἐνδιάθετον. φαίνεται δὲ ἡ παραλλαγή, ὡς φησί που καὶ Ἀριστοτέλης, οὐκ οὐσίᾳ διαλλάττουσα, ἀλλ' ἐν τῷ μᾶλλον καὶ ἧττον θεωρουμένη· καθάπερ πολλοὶ οἴονται καὶ τὴν θεῶν πρὸς ἡμᾶς ἐξηλλάχθαι, οὐ κατ' οὐσίαν οὔσης τῆς διαφορᾶς ταύτης, ἀλλὰ κατὰ τὸ ἀκριβὲς ἢ μὴ τοῦ λόγου. καὶ ὅτι μὲν ἄχρι γε αἰσθήσεως τῆς τε ἄλλης ὀργανώσεως τῆς τε κατὰ τὰ αἰσθητήρια καὶ τῆς κατὰ σάρκα ὁμοίως ἡμῖν διάκειται, πᾶς σχεδὸν συγκεχώρηκεν. καὶ γὰρ οὐ μόνον τῶν κατὰ φύσιν παθῶν τε καὶ κινημάτων τῶν διὰ τούτων ὁμοίως ἡμῖν κεκοινώνηκεν, ἀλλ' ἤδη καὶ τῶν παρὰ φύσιν καὶ νοσωδῶν ἐν αὐτοῖς θεωρουμένων. οὐκ ἂν δέ τις εὖ φρονῶν διὰ τὸ ἐξηλλαγμένον τῆς ἕξεως τοῦ σώματος ἄδεκτα λογικῆς εἴποι διαθέσεως, ὁρῶν καὶ ἐπ' ἀνθρώπων πολλὴν τὴν παραλλαγὴν τῆς ἕξεως κατά τε γένη καὶ ἔθνη, καὶ ὅμως λογικοὺς συγχωρῶν πάντας. ὄνος μέν γε κατάρρῳ ἁλίσκεται, κἂν εἰς πνεύμονα αὐτῷ ῥυῇ τὸ νόσημα, ἀποθνῄσκει ὥσπερ ἄνθρωπος· ἵππος δὲ καὶ ἔμπυος γίνεται καὶ φθίνει, ὥσπερ ἄνθρωπος, καὶ τέτανος λαμβάνει ἵππον καὶ ποδάγρα καὶ πυρετὸς καὶ λύσσα, ὁπότε καὶ κατωπιᾶν λέγεται. καὶ ἡ κύουσα ἵππος, ἐπειδὰν ὀσφρήσηται λύχνου ἀπεσβεσμένου, ἀμβλίσκει ὡς ἄνθρωπος. πυρέττει δὲ καὶ βοῦς καὶ μαίνεται, καθάπερ καὶ ὁ κάμηλος. κορώνη δὲ ψωριᾷ καὶ λεπριᾷ, ‹ὥσπερ› καὶ κύων· οὗτος μέν γε καὶ ποδαγριᾷ καὶ λυσσᾷ. ὗς δὲ βραγχᾷ, καὶ ἔτι μᾶλλον κύων, καὶ τὸ πάθος ἐν ἀνθρώπῳ ἀπὸ τοῦ κυνὸς κυνάγχη κέκληται. καὶ ταῦτα ‹μὲν› γνώριμα, ἐπεὶ σύννομα ταῦτα ἡμῖν τὰ ζῷα, τῶν δὲ ἄλλων ἐσμὲν ἄπειροι διὰ τὸ ἀσύνηθες. καὶ εὐνουχιζόμενα δὲ μαλακίζεται· οἱ μέν γε ἀλεκτρυόνες οὐδὲ ᾄδουσιν ἔτι, ἀλλὰ τὴν φωνὴν ἐπὶ τὸ θῆλυ μεταβάλλουσιν ὥσπερ ἄνθρωποι, βοός τε κέρατα καὶ φωνὴν οὐκ ἔστι διαγνῶναι τομίου καὶ θήλεος· οἱ δὲ ἔλαφοι οὐκέτι ἀποβάλλουσι τὰ κέρατα, ἀλλὰ συνέχουσιν, ὡς εὐνοῦχοι τὰς τρίχας, μὴ ἔχοντες δὲ οὐ φύουσιν, ὥσπερ οἱ πρὶν πώγωνα φῦσαι ἐκτμηθέντες. οὕτως σχεδὸν ἁπάντων τὰ σώματα ὁμοίως τοῖς ἡμετέροις κατὰ τὰ [8] πάθη. τά γε μὴν τῆς ψυχῆς πάθη ὅρα εἰ μὴ πάντα ὅμοια· καὶ πρῶτά γε τὴν αἴσθησιν. οὐ γὰρ δὴ ἀνθρώπου μὲν ἡ γεῦσις χυμῶν, ἡ δὲ ὄψις χροιῶν, ἢ ὀσμῶν ἡ ὄσφρησις ἀντιλαμβάνεται, ἢ ψόφων ἡ ἀκοή, ἢ θερμῶν ἢ ψυχρῶν ἡ ἁφὴ ἢ τῶν ἄλλων ἁπτῶν, οὐχὶ δὲ καὶ τῶν ζῴων ἁπάντων ὁμοίως. οὐδὲ ταύτης μὲν ἀφῄρηται τὰ ζῷα διὰ τὸ μὴ εἶναι ἄνθρωποι, λογικῆς δὲ ἀμοιροῦσι διὰ τοῦτο· ἐπεὶ οὕτω γε καὶ οἱ θεοὶ διὰ τὸ μὴ εἶναι ἄνθρωποι λογικῆς στερήσονται, ἢ ἡμεῖς, εἴπερ οἱ θεοὶ λογικοί. αἰσθήσεως μέν γε καὶ πλεονεκτεῖν ἔοικεν μᾶλλον τὰ ζῷα. τίς μὲν γὰρ ἀνθρώπων τοσοῦτον βλέπει [οὐδὲ γὰρ ὁ μυθευόμενος Λυγκεύς] ὅσον ὁ δράκων; ὅθεν καὶ τὸ βλέπειν δρακεῖν λέγουσιν οἱ ποιηταί· τὸν δὲ ἀετὸν 'καὶ ὑψόθ' ἐόντα οὐκ ἔλαθε πτώξ'. τίς δὲ ὀξυηκοώτερος γεράνων, αἳ ἀπὸ τοσούτων ἀκούουσιν ὅπως οὐδὲ ἀνθρώπων τις ὁρᾷ. τῇ μὲν γὰρ ὀσφρήσει τοσούτῳ πλεονεκτεῖ σχεδὸν πάντα τὰ ζῷα, ὡς ἐκείνοις προσπίπτειν τὰ ἡμᾶς λανθάνοντα, καὶ κατὰ γένος ἐπιγινώσκειν ἕκαστον ἤδη καὶ ἐξ ἴχνους ὀσφραινόμενα. οἱ δὲ ἄνθρωποι ἡγεμόσι κυσὶ χρῶνται, εἰ δεῖ ἐλθεῖν ἐπὶ σῦν ἢ ἔλαφον· καὶ ἡμῶν μὲν ὀψὲ ἡ τοῦ ἀέρος κατάστασις ἅπτεται, τῶν δὲ ἄλλων ζῴων εὐθύς, ὡς τούτοις τεκμηρίοις χρῆσθαι τοῦ μέλλοντος. τὴν δὲ τῶν χυμῶν διάκρισιν οὕτως οἶδεν, ὡς ἐξακριβοῦν καὶ τὰ νοσερὰ καὶ τὰ ὑγιεινὰ καὶ τὰ δηλητήρια, ὡς οὐδὲ ἀνθρώπων οἱ ἰατροί. φρονιμώτερα δὲ φησὶν ὁ Ἀριστοτέλης εἶναι τὰ εὐαισθητότερα. σωμάτων δὲ παραλλαγαὶ εὐπαθῆ μὲν ἢ δυσπαθῆ ποιῆσαι δύνανται, καὶ μᾶλλον ἢ ἧττον πρόχειρον ἔχειν τὸν λόγον, κατ' οὐσίαν δὲ τὴν ψυχὴν ἐξαλλάττειν οὐ δύνανται, ὅπου γε οὐδὲ τὰς αἰσθήσεις οὐδὲ τὰ πάθη ἔτρεψαν, οὐδὲ τέλεον ἐκβεβηκυίας ἐποίησαν. ἐν οὖν τῷ μᾶλλον καὶ ἧττον ἡ διαφορὰ συγχωρείσθω, οὐκ ἐν τῇ τελείᾳ στερήσει· οὐδ' ἐν τῷ καθάπαξ τὸ μὲν ἔχειν, τὸ δὲ μή· ἀλλ' ὡς ἐν ἑνὶ γένει τὸ μὲν ὑγιεινότερον σῶμά ἐστιν, τὸ δὲ ἧττον, καὶ ἐπὶ νόσου ὁμοίως πολὺ τὸ διάφορον, ἔν τε εὐφυΐαις καὶ ἀφυΐαις, οὕτω καὶ ἐν ψυχαῖς ἣ μὲν ἀγαθή, ἣ δὲ φαύλη· καὶ τῶν φαύλων ἣ μὲν μᾶλλον, ἣ δὲ ἧττον· καὶ τῶν ἀγαθῶν οὐχ ἡ αὐτὴ ἰσότης, οὐδὲ ὁμοίως Σωκράτης ἀγαθὸς καὶ Ἀριστοτέλης καὶ Πλάτων, οὐδ' ἐν ὁμοδόξοις ἡ ταυτότης. οὐ τοίνυν οὐδ' εἰ μᾶλλον ἡμεῖς νοοῦμεν ἢ τὰ ζῷα, διὰ τοῦτο ἀφαιρετέον τῶν ζῴων τὸ νοεῖν, ὥσπερ οὐδὲ τὸ πέτεσθαι τοὺς πέρδικας, ὅτι μᾶλλον αὐτῶν ‹οἱ› ἱέρακες πέτονται, οὐδὲ τοὺς ἄλλους ἱέρακας, ὅτι καὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων ὁ φασσοφόνος. συμπάσχειν μὲν οὖν δοίη ἄν τις ψυχὴν σώματι καὶ πάσχειν τι πρὸς αὐτοῦ εὖ ἢ κακῶς διακειμένου, μεταβάλλειν δὲ τὴν αὑτῆς φύσιν οὐδαμῶς. εἰ δὲ συμπάσχει μόνον καὶ χρῆται αὐτῷ ὡς ὀργάνῳ, δράσειε μὲν ἂν δι' αὐτοῦ πολλά, ἀλλοίως ὠργανωμένου ἢ ὡς ἡμῖν, ὧν ἡμεῖς δρᾶν ἀδύνατοι, καὶ συμπάθοι ἄν πως διακειμένου, [9] οὐ μέντοι τὴν αὑτῆς ἐξαλλάξειε φύσιν. ὅτι τοίνυν καὶ λογικὴ ἐν αὐτοῖς ἔστιν καὶ οὐκ ἀφῄρηται φρονήσεως ἐπιδεικτέον. πρῶτον μὲν ἕκαστον οἶδεν εἴτε ἀσθενές ἐστιν εἴτε ἰσχυρόν, καὶ τὰ μὲν φυλάττεται, τοῖς δὲ χρῆται, ὡς πάρδαλις μὲν ὀδοῦσιν, ὄνυξι δὲ λέων καὶ ὀδοῦσιν, ἵππος δὲ ὁπλῇ καὶ βοῦς κέρασιν, καὶ ἀλεκτρυὼν μὲν πλήκτρῳ, σκορπίος δὲ κέντρῳ· οἱ δ' ἐν Αἰγύπτῳ ὄφεις πτύσματι [ὅθεν καὶ πτυάδες καλοῦνται] ἐκτυφλοῦσι τὰς ὄψεις τῶν ἐπιόντων, ἄλλο δὲ ἄλλῳ χρῆται, σῷζον ἑαυτὸ ἕκαστον. πάλιν τὰ μὲν ἐκποδὼν νέμεται τῶν ἀνθρώπων, ὅσα ἰσχυρά· τὰ δὲ ἀγεννῆ ἐκποδὼν μὲν τῶν ἰσχυροτέρων θηρίων, τοὔμπαλιν δὲ μετὰ τῶν ἀνθρώπων· καὶ ἢ πορρωτέρω [μέν], ὡς στρουθοὶ ἐν ὀροφαῖς καὶ χελιδόνες, ἢ καὶ συνανθρωποῦντα, ὡς οἱ κύνες. ἀμείβει δὲ καὶ τόπους κατὰ τὰς ὥρας, καὶ πᾶν ὅσον τὸ πρὸς τὸ συμφέρον οἶδεν. ὁμοίως δ' ἄν τις καὶ ἐπὶ ἰχθύων ἴδοι τὸν τοιοῦτον λογισμὸν καὶ ἐπ' ὀρνίθων. ἃ δὴ ἐπὶ πλέον συνῆκται τοῖς παλαιοῖς ἐν τοῖς περὶ ζῴων φρονήσεως, τοῦ ταῦτα πολυπραγμονήσαντος ἐπὶ πλέον Ἀριστοτέλους λέγοντος πᾶσι τοῖς ζῴοις μεμηχανῆσθαι πρὸς τὸν βίον καὶ σωτηρίαν [10] αὐτῶν τὴν ‹οἴκησιν›. ὁ δὲ φύσει λέγων αὐτοῖς προσεῖναι ταῦτα ἀγνοεῖ λέγων ὅτι φύσει ἐστὶ λογικά, ἢ ὡς τοῦ λόγου μὴ φύσει ἐν ἡμῖν συνισταμένου, καὶ τῆς τελειώσεως μὴ καθὸ πεφύκαμεν τὴν αὔξησιν λαμβανούσης. τὸ μέν γε θεῖον οὐδὲ διὰ μαθήσεως λογικὸν γέγονεν· οὐ γὰρ ἦν ὅτε ἦν ἄλογον, ἀλλ' ἅμα τε ἦν καὶ λογικὸν ἦν, καὶ οὐ κεκώλυται εἶναι λογικόν, ὅτι οὐ διὰ διδασκαλίας ἀνέλαβε τὸν λόγον. καίτοι ἐπὶ τῶν ἄλλων ζῴων, καθάπερ ἐπὶ τῶν ἀνθρώπων, τὰ μὲν πολλὰ ἐν αὐτοῖς ἡ φύσις ἐδίδαξεν, τὰ δὲ ἤδη παρέσχε καὶ ἡ μάθησις· διδάσκονται δὲ τὰ μὲν ὑπ' ἀλλήλων, τὰ δέ, ὡς ἔφαμεν, ὑπὸ ἀνθρώπων. καὶ ἔχει γε μνήμην, ἥπερ εἰς ἀνάληψιν λογισμοῦ καὶ φρονήσεως ἐτύγχανεν οὖσα κυριωτάτη. εἰσὶ δὲ καὶ κακίαι ἄφθονοι ἐν αὐτοῖς, εἰ καὶ μὴ οὕτω κέχυνται ὥσπερ ἐν ἀνθρώποις· ἔστιν γὰρ αὐτῶν ἡ κακία κουφοτέρα τῆς ἀνθρώπων. αὐτίκα ἀνὴρ μὲν οἰκοδόμος οἰκίας θεμέλια οὐκ ἂν καταβάλοιτο μὴ νήφων, οὐδὲ ναυπηγὸς νεὼς τρόπιν μὴ ὑγιαίνων, οὐδὲ γεωργὸς ἄμπελον φυτεύσαι μὴ πρὸς τοῦτο τὸν νοῦν ἔχων· παιδοποιοῦνται δὲ σχεδὸν πάντες μεθύοντες. ἀλλ' οὐ τά γε ζῷα· ζῳογονεῖ δὲ τέκνων ἕνεκα, καὶ τὰ πλεῖστα, ὅταν ἐγκύμονα ποιήσῃ τὴν θήλειαν, οὔτε αὐτὰ ἐπιβαίνειν ἐπιχειρεῖ, οὔτε τὸ θῆλυ ἀνέχεται. ἡ δὲ ὕβρις ὅση ἐν τούτοις ἡ ἀνθρώπειος καὶ ἀκολασία δήλη. οἶδεν δὲ ἐπὶ τῶν ζῴων τὰς ὠδῖνας ὁ σύνοικος, καὶ συνωδίνει γε τὰ πολλά, ὥσπερ καὶ ἀλεκτρυόνες· τὰ δὲ καὶ συνεκλέπει, ὡς ταῖς περιστεραῖς οἱ ἄρρενες· καὶ τόπου προνοεῖ, οὗ μέλλουσι τίκτειν. καὶ γεννῆσαν ἕκαστον ἐκκαθαίρει τὸ γεννώμενον καὶ ἑαυτό. παρατηρήσας δ' ἄν τις κατίδοι καὶ σὺν τάξει ἰόντα πάντα καὶ διαπαντῶντα μετὰ τοῦ σαίνειν τῷ τρέφοντι καὶ ἐπιγινώσκειν τὸν δεσπότην [11] καὶ μηνύειν τὸν ἐπίβουλον. τὰ δὲ συναγελαστικὰ ὅπως τηρεῖ τὸ δίκαιον τὸ πρὸς ἄλληλα, τίς ἀγνοεῖ; τοῦτο μὲν μυρμήκων ἕκαστον, τοῦτο δὲ καὶ μελιττῶν καὶ τῶν ὁμοίων. τίς δὲ σωφροσύνης φαττῶν πρὸς τοὺς συνοίκους, αἳ καὶ μοιχευθεῖσαι ἀναιροῦσιν εἰ λάβοιεν τὸν μοιχεύσαντα, ἢ τῆς τῶν πελαργῶν δικαιοσύνης πρὸς τοὺς τεκόντας ἀνήκοος; ἐξέχει γὰρ ἐν ἑκάστῳ ἰδία τις ἀρετὴ πρὸς ἣν πεφυσίωται, οὔτε τῆς φύσεως οὔτε τοῦ βεβαίου διὰ τοῦτο ἀφαιρουμένου αὐτῶν τὸ λογικόν· ἐκεῖνο γὰρ ἐλέγχειν δεῖ, εἰ μὴ τὰ ἔργα ἀρετῶν καὶ λογικῆς ἐντρεχείας οἰκεῖα. εἰ δὲ μὴ συνίεμεν πῶς πράττεται διὰ τὸ μὴ εἰσδύνειν αὐτῶν εἰς τὸν λογισμὸν δύνασθαι, οὐ μέντοι διὰ τοῦτο ἀλογίαν αὐτῶν κατηγορήσομεν. οὐδὲ γὰρ θεοῦ τις εἰς τὸν νοῦν διαδύναι δύναται· ἐκ δὲ τῶν ἔργων τοῦ θεοῦ συνῃνέσαμεν τοῖς νοερὸν καὶ λογικὸν αὐτὸν [12] ἀποφηναμένοις. θαυμάσειε δ' ἄν τις τοὺς τὴν δικαιοσύνην ἐκ τοῦ λογικοῦ συνιστάντας καὶ τὰ μὴ κοινωνοῦντα τῶν ζῴων ἄγρια καὶ ἄδικα λέγοντας, μηκέτι δὲ ἄχρι τῶν κοινωνούντων τὴν δικαιοσύνην ἐκτείνοντας. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων οἴχεται τὸ ζῆν ἀρθείσης τῆς κοινωνίας, οὕτω κἀκείνοις. ὄρνιθες γοῦν καὶ κύνες καὶ πολλὰ τῶν τετραπόδων, οἷον αἶγες, ἵπποι, πρόβατα, ὄνοι, ἡμίονοι, τῆς μετὰ ἀνθρώπων κοινωνίας ἀφαιρεθέντα ἔρρει. καὶ ἡ δημιουργήσασα αὐτὰ φύσις ἐν χρείᾳ τῶν ἀνθρώπων κατέστησεν τούς τε ἀνθρώπους εἰς τὸ χρῄζειν αὐτῶν, τὸ δίκαιον ἔμφυτον αὐτοῖς τε πρὸς ἡμᾶς καὶ ἡμῖν πρὸς αὐτὰ κατασκευάσασα. εἰ δέ τινα πρὸς ἀνθρώπους ἀγριαίνει, θαυμαστὸν οὐδέν· ἀληθὲς γὰρ ἦν τὸ τοῦ Ἀριστοτέλους, ὡς ἀφθονίαν εἰ τῆς τροφῆς πάντα ἐκέκτητο, οὔτ' ἂν πρὸς ἄλληλα οὔτε πρὸς ἀνθρώπους ἔσχεν ἂν ἀγρίως· ταύτης γὰρ χάριν, καίτοι ἀναγκαίας καὶ εὐτελοῦς οὔσης, αἵ τε ἔχθραι καὶ αἱ φιλίαι αὐτοῖς, καὶ τοῦ τόπου ἕνεκα. ἄνθρωποι δὲ εἰ οὕτως εἰς στενὸν κομιδῇ κατεκέκλειντο ὡς τὰ ζῷα, πόσῳ ἂν ἀγριώτεροι καὶ τῶν δοκούντων ἀγρίων ἐγένοντο; διέδειξεν δὲ καὶ ὁ πόλεμος καὶ λιμός, ὅπου οὐδὲ γεύσασθαι φείδονται ἀλλήλων· καὶ ἄνευ γε πολέμου καὶ λιμοῦ τὰ σύντροφα [13] καὶ ἥμερα τῶν ζῴων κατεσθίουσιν. ἀλλὰ φαίη τις ἂν ὅτι ἐστὶ μὲν λογικά, οὐκ ἔχει δὲ πρὸς ἡμᾶς τινὰ σχέσιν. καὶ μὴν διὰ τὸ ἄλογα εἶναι ἀφῄρουν τὴν πρὸς αὐτὰ σχέσιν, ἐποίουν ἄλογα, ἔπειτα ἐκ τῆς χρείας ἦν ἀναπτόντων τὴν πρὸς αὐτὰ κοινωνίαν, οὐκ ἐκ τοῦ λόγου· ἡμῖν δὲ εἰ λογικὰ προύκειτο δεῖξαι, οὐκ εἰ συνθήκας πρὸς ἡμᾶς πεποίηται· ἐπεὶ καὶ τῶν ἀνθρώπων οὐ πᾶς ἡμῖν συντίθεται, καὶ οὐδεὶς τὸν μὴ συνθέμενον εἴποι ἂν ἄλογον. καίτοι τὰ πολλὰ καὶ ἐδούλευσεν ἀνθρώποις, καί, ὡς ἔφη τις λέγων ὀρθῶς, δουλεύοντα ὑπ' ἀγνωμοσύνης ἀνθρώπων ὅμως ὑπὸ σοφίας καὶ δικαιοσύνης τοὺς δεσπότας ὑπηρέτας καὶ ἐπιμελητὰς αὑτῶν πεποίηται. αἵ γε μὴν κακίαι αὐτῶν πρόδηλοι, ἐξ ὧν μάλιστα τὸ λογικὸν διαφαίνεται· καὶ γὰρ φθονοῦσιν καὶ ζηλοτυποῦσιν ὑπὲρ τῶν θηλειῶν, αἵ τε θήλειαι ὑπὲρ τῶν ἀρρένων. μία δὲ αὐτοῖς κακία οὐχ ὑπάρχει, ἐπιβουλὴ τῷ εὐνοοῦντι, ἀλλὰ πᾶσα εὔνοια παντὶ οὖσα τυγχάνει· καὶ τοσοῦτον τῷ εὐνοοῦντι θαρρεῖ, ὡς ἕπεσθαι ᾗ ἂν ἄγῃ τις, κἂν ἐπὶ σφαγὴν καὶ προῦπτον κίνδυνον· κἂν γὰρ μὴ δι' αὐτά, δι' ἑαυτὸν δέ τις αὐτὰ τρέφῃ, εὐνοεῖ τῷ κεκτημένῳ. ἄνθρωποι δὲ ἐπ' οὐδένα οὕτως συνίστανται ὡς ἐπὶ τὸν τρέφοντα, καὶ οὐδένα οὕτως ἀποθνῄσκειν εὔχονται ὡς [14] τοῦτον. οὕτω δ' ἐστὶ λογιστικὰ ὧν δρᾷ, ὥστε πολλάκις ἐπιστάμενα τὰ δελέατα ὅτι ἐπίβουλά ἐστι, δι' ἀκρασίαν πρόσεισιν ἢ διὰ λιμόν. καὶ τὰ μὲν οὐκ εὐθέως προσῆλθεν, τὰ δὲ μέλλει καὶ πειρᾶται εἰ δύναται ἀφελεῖν τὴν τροφὴν ἄνευ τοῦ περιπεσεῖν, καὶ πολλάκις κρατήσαντος τοῦ λογισμοῦ τὸ πάθος ἀπέστη· ἔνια δὲ καὶ ἐνυβρίσαντα καὶ προσουρήσαντα τῷ σοφίσματι τῶν ἀνθρώπων· τὰ δὲ ὑπὸ λιχνείας, εἰδότα ὅτι ἁλώσεται, οὐ χεῖρον ἢ οἱ Ὀδυσσέως ἑταῖροι, περιεῖδε φαγόντα ἀποθανεῖν. οὐ κακῶς δέ τινες κἀκ τῶν τόπων πεπείρανται πολλὰ δεικνύναι μᾶλλον ἡμῶν ἐμφρονέστερα, ὧν εἴληχεν. ὡς γὰρ τὰ κατὰ τὸν αἰθέρα οἰκοῦντά ἐστι λογικά, οὕτω φασὶ τὰ τὸ μετ' ἐκεῖνον εὐθέως πλησιάζον οἰκοῦντα, ὁποῖα τὰ ἐν ἀέρι, εἶτα τὰ ἔνυδρα διαφέρειν, εἶθ' οὕτως τὰ ἐπίγεια· ὧν ἡμεῖς τὴν ὑποστάθμην οἰκοῦμεν· οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν θεῶν κἀκ τοῦ τόπου τὸ κρεῖττον συλλογιζόμεθα, οὐχὶ [15] δὲ καὶ ἐπὶ τῶν θνητῶν τὸ ὅμοιον θήσομεν. ὅταν δὲ καὶ τέχνας ἀναλαμβάνῃ καὶ ταύτας ἀνθρωπίνας, ὀρχεῖσθαι μανθάνοντα καὶ ἡνιοχεῖν μονομαχεῖν τε καὶ καλοβατεῖν, ἤδη δὲ καὶ γράφειν καὶ ἀναγινώσκειν αὐλεῖν τε καὶ κιθαρίζειν καὶ τοξεύειν καὶ ἱππεύειν, ἔτι ἀμφισβητήσεις εἰ τὸ δεξόμενον ἔχει, τοῦ παραδεχθέντος ἐν αὐτοῖς θεωρουμένου; ποῦ γὰρ δέχεται, εἰ μὴ ὁ λόγος ὑπῆν ἐν ᾧ συνίστανται αἱ τέχναι; οὐδὲ γὰρ ὡς ψόφου τῆς φωνῆς ἡμῶν ἀκούει, ἀλλὰ καὶ τῶν σημείων τῆς διαφορᾶς ἐστὶν αὐτοῖς ἐπαίσθησις, ἥτις δὴ ἐκ συνέσεως λογικῆς παραγίνεται. ἀλλὰ κακῶς, φασί, ποιεῖ τὰ ἀνθρωπικά. οὐδὲ γὰρ ἄνθρωποι πάντες καλῶς· ἢ μάτην ἂν ἀγῶνα καὶ νικῶντες ἦσαν καὶ ἡττώμενοι. ἀλλ' οὐ βουλεύονται, φασίν, οὐδ' ἐκκλησιάζουσιν οὐδὲ δικάζουσιν. ἦ γὰρ ἄνθρωποι, εἰπέ μοι, πάντες; οὐχὶ δὲ πολλοῖς, πρὶν βουλεύσονται, αἱ πράξεις; πόθεν δὲ καὶ ἐπιδείξειεν ἄν τις ὅτι οὐ βουλεύονται; τούτου μὲν γὰρ τεκμήριον οὐδεὶς εἰπεῖν ἔχει, τοῦ δ' ἐναντίου οἱ κατὰ μέρος περὶ τῶν ζῴων συγγράψαντες [ἔδειξαν]. λοιπὸν δὲ τὰ ἄλλα ἕωλα, ὅσα κατ' αὐτῶν ῥητορεύεται· οἷον ὅτι πόλεις αὐτοῖς οὐκ εἰσίν· οὐδὲ γὰρ τοῖς ἁμαξοβίοις Σκύθαις [φήσω] οὐδὲ τοῖς θεοῖς. οὐδὲ νόμοι γραπτοί, φασίν, παρὰ τοῖς ζῴοις· οὐδὲ γὰρ παρὰ ἀνθρώποις, ἄχρις εὐδαιμόνουν. Ἆπις δὲ λέγεται πρῶτος νομοθετῆσαι παρ' Ἕλλησιν, [16] ὅτε ἐδεήθησαν. ἀνθρώποις μὲν οὖν διὰ τὴν λαιμαργίαν οὐ δοκεῖ λόγον ἔχειν τὰ ζῷα· θεοῖς δὲ καὶ θείοις ἀνδράσιν ἐξ ἴσου τοῖς ἱκέταις τετίμηται. καὶ χρῶν γε ὁ θεὸς Ἀριστοδίκῳ τῷ Κυμαίῳ ἱκέτας τοὺς στρουθοὺς αὐτοῦ ἔφη εἶναι. Σωκράτης δὲ καὶ ὤμνυεν κατ' αὐτῶν, καὶ ἔτι πρὸ αὐτοῦ Ῥαδάμανθυς. Αἰγύπτιοι δὲ καὶ θεοὺς ἐνόμισαν, εἴτε ὄντως θεοὺς ἡγούμενοι, εἴτε ἐξεπίτηδες τὰ τῶν θεῶν εἴδη βουπρόσωπα καὶ ὀρνιθοπρόσωπα καὶ τῶν ἄλλων ποιοῦντες, ὅπως αὐτῶν ἐξ ἴσου καὶ τῶν ἀνθρώπων ἀπέχοιντο, εἴτε καὶ δι' ἄλλας αἰτίας μυστικωτέρας. οὕτω δὴ καὶ οἱ Ἕλληνες τῷ μὲν τοῦ Διὸς ἀγάλματι κριοῦ προσῆψαν κέρατα, ταύρου δὲ τῷ Διονύσου· τὸν δὲ Πᾶνα ἐξ ἀνθρώπου καὶ αἰγὸς συνέθηκαν, τὰς δὲ μούσας ἐπτέρωσαν καὶ τὰς σειρῆνας, κατὰ τὰ αὐτὰ δὲ τήν τε Νίκην καὶ τὴν Ἶριν καὶ τὸν Ἔρωτα καὶ τὸν Ἑρμῆν. Πίνδαρος δὲ ἐν προσοδίοις πάντας τοὺς θεοὺς ἐποίησεν, ὅτε ὑπὸ Τυφῶνος ἐδιώκοντο, οὐκ ἀνθρώποις ὁμοιωθέντας, ἀλλὰ τοῖς ἄλλοις ζῴοις· ἐρασθέντα δὲ Πασιφάης Δία γενέσθαι ‹νῦν› μὲν ταῦρον, νῦν δὲ ἀετὸν καὶ κύκνον. δι' ὧν τὴν πρὸς τὰ ζῷα τιμὴν οἱ παλαιοὶ ἐνεδείκνυντο· καὶ ἔτι μᾶλλον, ὅταν τὸν Δία θρέψαι λέγωσιν αἶγα. Κρησὶ δὲ νόμος ἦν Ῥαδαμάνθυος, ὅρκον ἐπάγεσθαι πάντα τὰ ζῷα. οὐδὲ Σωκράτης τὸν κύνα καὶ τὸν χῆνα ὀμνὺς ἔπαιζεν, ἀλλὰ κατὰ τὸν τοῦ Διὸς καὶ Δίκης παῖδα ἐποιεῖτο τὸν ὅρκον, οὐδὲ παίζων ὁμοδούλους αὑτοῦ ἔλεγεν τοὺς κύκνους. αἰνίσσεται δὲ καὶ ὁ μῦθος ὡς ὁμόψυχά ἐστιν ἡμῖν, καὶ χόλῳ μὲν θεῶν μεταβαλεῖν ἐξ ἀνθρώπων εἰς ζῷα, μεταβαλόντας δὲ λοιπὸν ἐλεεῖσθαι καὶ φιλεῖσθαι. τοιαῦτα γὰρ τὰ περὶ δελφίνων λεγόμενα καὶ τὰ περὶ ἀλκυόνων ἀηδόνων τε καὶ χελιδόνων.
[17] αὐχεῖ δὲ καὶ τῶν παλαιῶν ἕκαστος, ὅστις εὐτύχησεν τῆς ἐκ ζῴων ἀνατροφῆς, οὐχ οὕτως τοὺς πατέρας ὡς τοὺς ἀναθρεψαμένους, ὃ μὲν λύκαιναν, ὃ δὲ ἔλαφον, ἄλλος αἶγα, ἄλλος μέλιτταν, Σεμίραμις δὲ τὰς περιστεράς, Κῦρος δὲ κύνα, κύκνον δὲ Θρᾷξ, καὶ τοὔνομα τοῦ θρέψαντος ἔφερεν. ὅθεν καὶ θεοῖς ἐπωνυμίαι, Διονύσῳ μὲν εἰραφιώτης, Ἀπόλλωνι δὲ λύκειος καὶ δελφίνιος, Ποσειδῶνι δὲ ἵππιος, καὶ Ἀθηνᾷ ἱππία. ἡ δ' Ἑκάτη ταῦρος, κύων, λέαινα ἀκούουσα μᾶλλον ὑπακούει. εἰ δ' ὅτι θύοντες αὐτὰ κατεσθίουσι, διὰ τοῦτο ὥσπερ αὑτοὺς παραμυθούμενοι ἄλογα λέγουσιν, εἴποιεν ἂν καὶ οἱ τοὺς πατέρας ἑστιώμενοι [18] Σκύθαι ἀλόγους εἶναι τοὺς πατέρας. διὰ μὲν τούτων καὶ ἄλλων, ὧν ἑξῆς μνησθησόμεθα τὰ τῶν παλαιῶν ἐπιτρέχοντες, δείκνυται λογικὰ ὄντα τὰ ζῷα, τοῦ λόγου ἐν τοῖς πλείστοις ἀτελοῦς μὲν ὄντος, οὐ μὴν παντελῶς ἐστερημένου. τῆς δὲ δικαιοσύνης πρὸς τὰ λογικὰ οὔσης, καθάπερ φασὶν οἱ ἀντιλέγοντες, πῶς οὐχὶ καὶ πρὸς ταῦτα εἴη ἂν ἡμῖν τὸ δίκαιον; οὐ γὰρ καὶ πρὸς τὰ φυτὰ παρατενοῦμεν τὸ τῆς δικαιοσύνης, διὰ τὸ φαίνεσθαι πολὺ τὸ πρὸς τὸν λόγον ἀσύγκλωστον· καίτοι κἀνταῦθα τοῖς καρποῖς χρῆσθαι εἰώθαμεν, οὐ μὴν σὺν τοῖς καρποῖς κατακόπτειν καὶ τὰ πρέμνα. τὸν δὲ σιτικὸν καρπὸν καὶ τὸν τῶν χεδρόπων αὐανθέντα καὶ εἰς γῆν πίπτοντα καὶ τεθνηκότα συλλέγομεν, ζῴων δὲ τὰ θνησείδια [πλὴν τῶν ἰχθύων, ἃ καὶ αὐτὰ βίᾳ ἀναιροῦμεν] οὐκ ἄν τις προσενέγκαιτο· ὥστε πολὺ τὸ ἄδικον ἐν τούτοις. ἀρχὴν δέ, ὡς καὶ Πλούταρχος φησίν, οὐκ ἐπεὶ δεῖταί τινων ἡμῶν ἡ φύσις καὶ χρώμεθα τούτοις, ἤδη ἐπὶ πᾶν προακτέον καὶ πρὸς πάντα τὴν ἀδικίαν. δίδωσι μὲν γὰρ καὶ παρέχει τοῖς ἀναγκαίοις τὴν ἄχρι τινὸς βλάβην, εἴ γε βλάβη τὸ λαμβάνειν τι παρὰ τῶν φυτῶν, καίτοι ζώντων μενόντων· τὸ δ' ἐκ περιουσίας καὶ πρὸς ἡδονὴν ἀπολλύειν ἕτερα καὶ φθείρειν τῆς παντελοῦς ἦν ἀγριότητος καὶ ἀδικίας· καὶ ἡ τούτων ἀποχὴ οὔτε πρὸς τὸ ζῆν οὔτε πρὸς τὸ εὖ ζῆν ἡμᾶς ἠλάττου. εἰ μὲν γὰρ ὡς ἀέρος καὶ ὕδατος φυτῶν τε καὶ καρπῶν, ὧν ἄνευ ζῆν ἀδύνατόν ἐστιν, οὕτω φόνου ζῴων καὶ βρώσεως σαρκῶν ἐτυγχάνομεν δεόμενοι πρὸς τὸν βίον, ἀναγκαίαν ἡ φύσις συμπλοκὴν εἶχεν ἂν πρὸς ταύτην τὴν ἀδικίαν· εἰ δὲ πολλοὶ μὲν ἱερεῖς θεῶν, πολλοὶ δὲ βασιλεῖς βαρβάρων ἁγνεύοντες, ἄπειρα δὲ γένη ζῴων τὸ παράπαν οὐ θιγγάνοντα τῆς τοιαύτης τροφῆς ζῶσιν καὶ τυγχάνουσι τοῦ κατὰ φύσιν τέλους, πῶς οὐκ ἔστιν ἄτοπος ὁ κελεύων, εἴ τισιν ἀναγκαζοίμεθα πολεμεῖν, μηδὲ οἷς ἔξεστιν εἰρηνικῶς ὁμιλεῖν, ἀλλὰ ἢ πρὸς μηθὲν τῇ δικαιοσύνῃ χρωμένους ζῆν, ἢ πρὸς πάντα χρωμένους μὴ ζῆν; ὥσπερ οὖν ἐπ' ἀνθρώπων ὃ μὲν αὑτοῦ σωτηρίας ἕνεκα καὶ παίδων καὶ πατρίδος ἢ χρήματά τινων παραιρούμενος ἢ χώραν ἐπιτρίβων καὶ πόλιν ἔχει πρόσχημα τῆς ἀδικίας τὴν ἀνάγκην, ὅστις δὲ ταῦτα δρᾷ διὰ πλοῦτον ἢ κόρον ἢ ἡδονὰς τρυφώσας καὶ ἀποπληρώσεις οὐκ ἀναγκαίων ποριζόμενος ἐπιθυμιῶν, ἄμικτος εἶναι δοκεῖ καὶ ἀκρατὴς καὶ πονηρός, οὕτως τὰς μὲν εἰς φυτὰ βλάβας καὶ ‹διὰ› πυρὸς καὶ ναμάτων ἀναλώσεις κουράς τε προβάτων καὶ γάλα βοῶν τε ἐξημέρωσιν καὶ κατάζευξιν ἐπὶ σωτηρίᾳ καὶ διαμονῇ τοῖς χρωμένοις ὁ θεὸς δίδωσι συγγνώμην, ζῷα δὲ ὑπάγειν σφαγαῖς καὶ μαγειρεύειν ἀναπιμπλαμένους φόνου, μὴ τροφῆς ἢ πληρώσεως χάριν, ἀλλ' ἡδονῆς καὶ λαιμαργίας ποιουμένους τέλος, ὑπερφυῶς ὡς ἄνομον καὶ δεινόν. ἀρκεῖ γὰρ ὅτι μηδὲν πονεῖν δεομένοις χρώμεθα προκάμνουσι καὶ μοχθοῦσιν,
ἵππων ὄνων τ' ὀχεῖα καὶ ταύρων γονάς,
ὡς Αἰσχύλος φησίν,
ἀντίδουλα καὶ πόνων ἐκδέκτορα
[19] χειρωσάμενοι καὶ καταζεύξαντες. ὁ δὲ ἀξιῶν ἡμᾶς ὄψῳ μὴ χρῆσθαι βοΐ, μηδὲ πνεῦμα καὶ ζωὴν διολλύντας καὶ διαφθείροντας ἡδύσματα πλησμονῆς καὶ καλλωπίσματα προστίθεσθαι τραπέζης, τίνος ἀναγκαίου πρὸς σωτηρίαν [ἢ καλοῦ πρὸς ἀρετὴν] ἀφαιρεῖται τὸν βίον; οὐ μὴν ἀλλὰ καὶ τοῖς ζῴοις τὰ φυτὰ παραβάλλειν κομιδῇ βίαιον. τὰ μὲν γὰρ αἰσθάνεσθαι πέφυκε καὶ ἀλγεῖν καὶ φοβεῖσθαι καὶ βλάπτεσθαι, διὸ καὶ ἀδικεῖσθαι· τοῖς δὲ οὐθέν ἐστιν αἰσθητόν, οὕτως δὲ οὐδὲ ἀλλότριον οὐδὲ κακὸν οὐδὲ βλάβη τις οὐδὲ ἀδικία. καὶ γὰρ οἰκειώσεως πάσης καὶ ἀλλοτριώσεως ἀρχὴ τὸ αἰσθάνεσθαι. τὴν δὲ οἰκείωσιν ἀρχὴν τίθενται δικαιοσύνης οἱ ἀπὸ Ζήνωνος. πῶς δὲ οὐκ ἄλογον πολλοὺς τῶν ἀνθρώπων ἐπ' αἰσθήσει μόνον ζῶντας ὁρῶντας, νοῦν δὲ καὶ λόγον οὐκ ἔχοντας, πολλοὺς δὲ πάλιν ὠμότητι καὶ θυμῷ καὶ πλεονεξίᾳ τὰ φοβερώτατα τῶν θηρίων ὑπερβεβληκότας, παιδοφόνους καὶ πατροκτόνους, τυράννους καὶ βασιλέων ὑπουργούς, πρὸς μὲν τούτους οἴεσθαι ‹δίκαιόν τι› εἶναι ἡμῖν, πρὸς δὲ τὸν ἀροτῆρα βοῦν καὶ τὸν σύντροφον κύνα καὶ τὰ γάλακτι μὲν τρέφοντα, κουρᾷ δὲ κοσμοῦντα θρέμματα μηδὲν [20] εἶναι, πῶς οὐ παραλογώτατόν ἐστιν; ἀλλ' ἐκεῖνο νὴ Δία τοῦ Χρυσίππου πιθανὸν ἦν, ὡς ἡμᾶς αὑτῶν καὶ ἀλλήλων οἱ θεοὶ χάριν ἐποιήσαντο, ἡμῶν δὲ τὰ ζῷα, συμπολεμεῖν μὲν ἵππους καὶ συνθηρεύειν κύνας, ἀνδρείας δὲ γυμνάσια παρδάλεις καὶ ἄρκτους καὶ λέοντας. ἡ δὲ ὗς, ἐνταῦθα γάρ ἐστιν τῶν χαρίτων τὸ ἥδιστον. οὐ δι' ἄλλο τι πλὴν θύεσθαι ἐγεγόνει, καὶ τῇ σαρκὶ τὴν ψυχὴν ὁ θεὸς οἷον ἅλας ἐνέμιξεν, εὐοψίαν ἡμῖν μηχανώμενος. ὅπως δὲ ζωμοῦ καὶ παραδειπνίων ἀφθονίαν ἔχωμεν, ὄστρεά τε παντοδαπὰ καὶ πορφύρας καὶ ἀκαλήφας καὶ γένη πτηνῶν ποικίλα παρεσκεύασεν, οὐκ ἀλλαχόθεν, ἀλλ' ὡς αὑτοῦ μέγα μέρος ἐνταῦθα τρέψας εἰς γλυκυθυμίας, τὰς τιτθὰς ὑπερβαλόμενος καὶ καταπυκνώσας ταῖς ἡδοναῖς καὶ ἀπολαύσεσιν τὸν περίγειον τόπον. ὅτῳ δὴ ταῦτα δοκεῖ τι τοῦ πιθανοῦ καὶ θεῷ πρέποντος μετέχειν, σκοπείτω, τί πρὸς ἐκεῖνον ἐρεῖ τὸν λόγον ὃν Καρνεάδης ἔλεγεν· ἕκαστον τῶν φύσει γεγονότων ὅταν τοῦ πρὸς ὃ πέφυκε καὶ γέγονε τυγχάνῃ [τέλους], ὠφελεῖται. κοινότερον δὲ ‹τὸ› τῆς ὠφελείας, ἣν εὐχρηστίαν οὗτοι λέγουσιν, ἀκουστέον. ἡ δὲ ὗς φύσει γέγονε πρὸς τὸ σφαγῆναι καὶ καταβρωθῆναι· καὶ τοῦτο πάσχουσα τυγχάνει τοῦ πρὸς ὃ πέφυκε, καὶ ὠφελεῖται. καὶ μὴν εἰ πρὸς ἀνθρώπων χρῆσιν ὁ θεὸς μεμηχάνηται τὰ ζῷα, τί χρησόμεθα μυίαις, ἐμπίσι, νυκτερίσιν, κανθάροις, σκορπίοις, ἐχίδναις; ὧν τὰ μὲν ὁρᾶν εἰδεχθῆ καὶ θιγγάνειν μιαρὰ καὶ κατ' ὀδμὰς δυσανάσχετα καὶ φθέγγεται δεινὸν καὶ ἀτερπές, τὰ δ' ἄντικρυς ὀλέθρια τοῖς ἐντυγχάνουσι· φαλαίνας τε καὶ πρίστεις καὶ τὰ ἄλλα κήτη, ἃ μυρία βόσκειν Ὅμηρος φησὶν ἀγάστονον Ἀμφιτρίτην, τί οὐκ ἐδίδαξεν ἡμᾶς ὁ δημιουργὸς ὅπῃ χρήσιμα τῇ φύσει γέγονεν; εἰ δὲ οὐ πάντα φασὶν ἡμῖν καὶ δι' ἡμᾶς γεγονέναι, πρὸς τῷ σύγχυσιν ἔχειν πολλὴν καὶ ἀσάφειαν τὸν διορισμὸν οὐδὲ ἐκφεύγομεν τὸ ἀδικεῖν, ἐπιτιθέμενοι καὶ χρώμενοι βλαβερῶς τοῖς οὐ δι' ἡμᾶς, ἀλλ' ὥσπερ ἡμεῖς κατὰ φύσιν γεγενημένοις. ἐῶ λέγειν ὅτι τῇ χρείᾳ τὸ πρὸς ἡμᾶς ὁρίζοντες οὐκ ἂν φθάνοιμεν ἑαυτοὺς ἕνεκα τῶν ὀλεθριωτάτων ζῴων, οἷα κροκόδειλοι καὶ φάλαιναι καὶ δράκοντες, γεγονέναι συγχωροῦντες. ἡμῖν μὲν γὰρ οὐθὲν ἀπ' ἐκείνων ὑπάρχει τὸ παράπαν ὠφελεῖσθαι· τὰ δὲ ἁρπάζοντα καὶ διαφθείροντα τοὺς παραπίπτοντας ἀνθρώπους βορᾷ χρῆται, μηδὲν ἡμῶν κατὰ τοῦτο δρῶντα χαλεπώτερον, πλὴν ὅτι τὰ μὲν ἔνδεια καὶ λιμὸς ἐπὶ ταύτην ἄγει τὴν ἀδικίαν, ἡμεῖς δὲ ὕβρει καὶ τρυφῆς ἕνεκα παίζοντες πολλάκις ἐν θεάτροις καὶ κυνηγεσίοις τὰ πλεῖστα τῶν ζῴων φονεύομεν. ἐξ ὧν δὴ καὶ τὸ μὲν φονικὸν καὶ θηριῶδες ἡμῶν ἐπερρώσθη καὶ τὸ πρὸς οἶκτον ἀπαθές, τοῦ δ' ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν οἱ πρῶτοι τοῦτο τολμήσαντες. οἱ δὲ Πυθαγόρειοι τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο τοῦ φιλανθρώπου καὶ φιλοικτίρμονος. ὥστε πῶς οὐχ οὗτοι πρὸς δικαιοσύνην μᾶλλον ἤγειραν ἢ οἱ φθείρεσθαι λέγοντες ἐκ τούτων τὴν συνήθη δικαιοσύνην; ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προαγαγεῖν [21] τὸν ἄνθρωπον. ναί, φασίν, ἀλλ' ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον, οὕτως ὑπάρχοντί γε τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρχειν, καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην, ὥσπερ ἡμῶν μὴ τοῦτο συγχωρούντων ἢ πολὺ τὸ ἄλογον ἐπιδεικνύντων ἐν τοῖς οὖσιν. πολὺ γὰρ δήπου καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι, καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως· ἀλλὰ πᾶν εὐθὺς τὸ ἄψυχον, ἄλογον ὂν καὶ ἀνόητον, ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν, ἀλλὰ τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φανταστικόν, τὸ δὲ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθητικόν, τὸ δὲ ἀναίσθητον, ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐτὸν ἡ φύσις ἔχῃ γένος οἷον ἰσορρόπους. [ἀλλ' ἄτοπον τοῦτό γε.] εἰ δὲ ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύχου τὸ μὲν αἰσθητικόν, τὸ δὲ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον, τὸ δὲ ἀφαντασίωτον, ὅτι πᾶν ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φανταστικὸν πέφυκεν, οὐδ' οὕτως ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου, τὸ δὲ ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηθὲν οἰομένους αἰσθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδ' εἶναι ζῷον ᾧ μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς λέγουσιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχειν καὶ αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν, ἀλλὰ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν, ὄντων δὲ ἀλλοτρίων, οὐδὲ ἀκαρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι, τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οὖν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει, τὰς δὲ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπηρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πεφυκόσιν. ὧν γὰρ ἂν ἀφέλῃς παντάπασιν προσδοκίαν, μνήμην, πρόθεσιν, παρασκευήν, τὸ ἐλπίζειν, τὸ δεδοικέναι, τὸ ἐπιθυμεῖν, τὸ ἀσχάλλειν, οὔτε ὀμμάτων ὄφελος παρόντων οὔτε ὤτων, αἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλγεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρόντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστὶν ἀποδεικνύων, ὡς οὐδὲ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει. καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευομένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτ' αὖθις ἐπανῆλθεν καὶ μεταθεῖ καὶ διώκει τῶν προειρημένων ἕκαστον ἀναλεγόμενος· ᾗ καὶ λέλεκται, νοῦς ὁρᾷ, νοῦς ἀκούει, τὰ δ' ἄλλα κωφὰ καὶ τυφλά· ὡς τοῦ περὶ τὰ ὄμματα καὶ τὰ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διὸ καὶ Κλεομένης ὁ βασιλεὺς παρὰ πότον εὐδοκιμοῦντος ἀκροάματος, ἐρωτηθεὶς εἴ οἱ φαίνεται σπουδαῖον, ἐκέλευεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν οἷς τὸ αἰσθάνεσθαι, [22] καὶ τὸ νοεῖν ὑπάρχειν. ἀλλ' ἔστω μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὑτῆς ἔργον· ἀλλ' ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τὸ ἀλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἤδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καὶ μὴ παρόντα ὅπως παρέσται μηχανώμενον ἐν αὐτοῖς, καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων; καίτοι γε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν πρόθεσιν ὁριζόμενοι σημείωσεν ἐπιτελειώσεως, τὴν δ' ἐπιβολὴν ὁρμὴν πρὸ ὁρμῆς, παρασκευὴν δὲ πρᾶξιν πρὸ πράξεως, μνήμην δὲ κατάληψιν ἀξιώματος παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη. τούτων γὰρ οὐδὲν ὅτι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν· ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ἐννοίας καλοῦσιν, κινουμένας δὲ διανοήσεις. τὰ δὲ πάθη σύμπαντα κοινῶς κρίσεις φαύλας καὶ δόξας ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα, πολλὰ μὲν θυμῶν, πολλὰ δὲ φόβων καὶ νὴ Δία φθόνων καὶ ζηλοτυπιῶν. αὐτοὶ δὲ κύνας ἁμαρτόντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς, ἀλλ' ἐπὶ σωφρονισμῷ, λύπην δι' ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. ἡδονῆς δὲ τῆς μὲν δι' ὤτων ὄνομα κήλησίς ἐστιν, τῆς δὲ δι' ὀμμάτων γοητεία. χρῶνται δὲ ἑκατέραις ἐπὶ τὰ θηρία· κηλοῦνται μὲν ἔλαφοι καὶ ἵπποι σύριγξιν καὶ αὐλοῖς, καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται μελιζόμενοι ταῖς σύριγξι, καὶ τὴν θρίσσαν ᾀδόντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήτε ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευάζεσθαι μήτε μνημονεύειν, ἀλλ' ὡσανεὶ μνημονεύειν τὴν μέλιτταν καὶ ὡσανεὶ παρασκευάζεσθαι τὴν ἀηδόνα καὶ ὡσανεὶ θυμοῦσθαι τὸν λέοντα καὶ ὡσανεὶ φοβεῖσθαι τὸν ἔλαφον, οὐκ οἶδα τί χρήσονται τοῖς λέγουσι μηδὲ βλέπειν μηδὲ ἀκούειν, ἀλλ' ὡσανεὶ βλέπειν αὐτὰ καὶ ὡσανεὶ ἀκούειν, μηδὲ φωνεῖν ἀλλ' ὡσανεὶ φωνεῖν, μηδὲ ὅλως ζῆν ἀλλ' ὡσανεὶ ζῆν. ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάργειαν ὁμοίως, ὡς ὁ εὐγνώμων ἂν πεισθείη. ὅταν δὲ τοῖς ἀνθρωπίνοις ἤθεσιν καὶ βίοις καὶ πράξεσιν καὶ διαίταις τὰ τῶν ζῴων παρατιθεὶς πολλὴν ἐνορῶ φαυλότητα, καὶ τῆς ἀρετῆς, πρὸς ἣν ὁ λόγος γέγονεν, μηδένα τῶν ζῴων ἐμφανῆ στοχασμὸν μηδὲ προκοπὴν μηδὲ ὄρεξιν, ἀποροίην ἂν πῶς ἡ φύσις δέδωκε τὴν ἀρχὴν τοῖς ἐπὶ τὸ τέλος ἐξικέσθαι μὴ δυναμένοις· ἢ τοῦτο μὲν οὐδ' ἐκείνοις ἄτοπον εἶναι δοκεῖ. τὴν γοῦν πρὸς τὰ ἔκγονα φιλοστοργίαν, ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὐ φασὶν αὐτοῖς οὐδ' ἀξιοῦσι μετεῖναι δικαιοσύνης· ἡμιόνοις δὲ τῶν γεννητικῶν μορίων οὐδὲν ἐνδεῖ· καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθ' ἡδονῆς τούτοις ἔχουσαι, πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. σκόπει δὲ ἄλλως μὴ καταγέλαστόν ἐστι τοὺς Σωκράτεις καὶ τοὺς Πλάτωνας καὶ τοὺς Ζήνωνας οὐδὲν ἐλαφροτέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φάσκειν, ἀλλ' ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ καθαρὸν μηδ' ἀπηκριβωμένον πρὸς ἀρετήν, ὡς στέρησιν οὐχὶ φαυλότατα λόγου καὶ ἀσθένειαν προσεῖναι, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται. καὶ γὰρ δειλίαν πολλοῖς καὶ ἀκολασίαν [23] ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ὑπάρχουσαν. ὁ δὲ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι, πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύσει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν· ἔπειτα τὴν διαφορὰν ἐμποδὼν οὖσαν οὐ συνορᾷ. λόγος μὲν γὰρ ἐγγίνεται φύσει, σπουδαῖος δὲ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας. διὸ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστι, τὴν δὲ ὀρθότητα καὶ σοφίαν οὐδὲ ἄνθρωπον εἰπεῖν κεκτημένον ἔχουσιν, κἂν μυρίοι δὲ ὦσιν. ὥσπερ ὄψεώς ἐστιν πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν· οὐ γὰρ ὁμοίως ἱέρακες βλέπουσι καὶ τέττιγες, οὐδὲ ἀετοὶ πέτονται καὶ πέρδικες· οὕτως οὐδὲ παντὶ λογικῷ μέτεστιν ὡσαύτως τῆς δεχομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος. ἐπιδείγματά γε πολλὰ κοινωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τοὺς πορισμοὺς καὶ τὰς οἰκονομίας, ὥσπερ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας, δειλίας, ἀβελτερίας, ἔνεστιν αὐτοῖς. ὅθεν καὶ ζητήσεις τινὲς συνίστανται, τῶν μὲν τὰ χερσαῖα προῆχθαι λεγόντων, τῶν δὲ τὰ θαλάττια. καὶ δῆλόν ἐστι παραβαλλομένων ἵππων χερσαίων τοῖς ποταμίοις· οἳ μὲν γὰρ τρέφουσι τοὺς πατέρας, οἳ δὲ κτείνουσιν, ἵνα τὰς μητέρας ὀχεύωσιν· καὶ περιστεραῖς πάλιν περδίκων· οἳ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ προσδεχομένης τὴν ὀχείαν· οἳ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν ἐν μέρει θάλποντες, καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἂν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ὁ ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τοὺς νεοττούς. ὄνοις δὲ καὶ προβάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαρειότητος, οὐκ οἶδ' ὅπως παρεῖδεν τὰς λύγκας καὶ τὰς χελιδόνας· ὧν αἳ μὲν ἐκτοπίζουσιν παντάπασιν κρύπτουσαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ χελιδόνες ἔξω στρεφομένους διδάσκουσι τοὺς νεοττοὺς ἀφιέναι τὸ περίττωμα. καὶ μὴν δένδρον δένδρου οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον, οὐδὲ λαχάνου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέοντος· ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βραδύτερον οὐκ ἔστιν, οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδὲ ἀκρατέστερον, ὅπου μὴ φύσει πᾶσιν ἡ τοῦ φρονεῖν δύναμις, ἄλλοις δὲ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποίηκεν. ἀλλ' οὐ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμαθείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων. καὶ γὰρ ἐκείνων πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ, τοῦτο δὲ ὄψεως ῥώμῃ καὶ ἀκοῆς ἀκριβείᾳ πάντας ἀνθρώπους ἀπολέλοιπεν· ἀλλ' οὐ διὰ τοῦτο κωφὸς οὐδὲ τυφλὸς οὐδὲ ἀδύνατος ὁ ἄνθρωπός ἐστιν· ἀλλὰ καὶ θέομεν, εἰ καὶ βραδύτερον ἐλάφων, καὶ βλέπομεν, εἰ καὶ χεῖρον ἱεράκων· ἰσχύος τε καὶ μεγέθους ἡ φύσις ἡμᾶς οὐκ ἀπεστέρησεν, καίτοι τὸ μηδὲν ἐν τούτοις πρὸς ἐλέφαντα καὶ κάμηλον ὄντας. οὐκοῦν ὁμοίως μηδὲ τὰ θηρία λέγωμεν, εἰ νωθρότερον φρονεῖ καὶ κάκιον διανοεῖται, μὴ διανοεῖσθαι μηδὲ φρονεῖν ὅλως μηδὲ κεκτῆσθαι λόγον, ἀσθενῆ δὲ κεκτῆσθαι καὶ θολερόν, ὥσπερ ὀφθαλμὸν ἀμβλυώττοντα καὶ τεταραγμένον.
[24] εἰ δὲ μὴ πολλὰ ἦν πολλοῖς συνηγμένα καὶ εἰρημένα, μυρία ἂν παρηγάγομεν εἰς ἐπίδειξιν τῆς τῶν ζῴων εὐφυΐας. ἐκεῖνο δ' ἔτι σκεπτέον. ἔοικεν γὰρ τοῦ πεφυκότος ἢ μέρους ἢ δυνάμεως κατὰ φύσιν τι δέχεσθαι, τοῦ αὐτοῦ εἶναι καὶ εἰς τὸ παρὰ φύσιν ἐμπίπτειν πηρωθὲν ἢ νοσῆσαν, ὥσπερ ὀφθαλμοῦ μὲν εἰς τυφλότητα ἐμπίπτειν, σκέλους δὲ εἰς χωλότητα, καὶ γλώττης εἰς ψελλότητα, ἄλλου δὲ μηδενός. οὐ γὰρ ἔστι τυφλότης μὴ πεφυκότος ὁρᾶν, οὐδὲ χωλότης μὴ πεφυκότος βαδίζειν, ψελλόν τε καὶ ἄναυδον καὶ τραυλὸν μὴ γλῶσσαν ἐχόντων· οὐδ' ἂν παραπαίοντα ἢ παράφορον εἴποις οὐδὲ μαινόμενον, ᾧ μὴ τὸ φρονεῖν καὶ διανοεῖσθαι καὶ λογίζεσθαι κατὰ φύσιν ὑπῆρχεν. οὐ γὰρ ἔστιν ἐν πάθει γενέσθαι μὴ κεκτημένον δύναμιν, ἧς τὸ πάθος ἢ στέρησις ἢ πήρωσις ἤ τις ἄλλη κάκωσίς ἐστιν. ἀλλὰ μὴν ἐντετύχηκάς γε λυττώσαις κυσίν, ἔτι δὲ καὶ ἵπποις· ἔνιοι δὲ καὶ βοῦς φασὶ μαίνεσθαι καὶ ἀλώπεκας. ἀρκεῖ δὲ τὸ τῶν κυνῶν· ἀναμφισβήτητον γάρ ἐστι καὶ μαρτυρεῖ λόγον καὶ διάνοιαν ἔχειν οὐ φαύλην τὸ ζῷον, ἧς ταραττομένης καὶ συγχεομένης ἡ λεγομένη λύσσα καὶ μανία πάθος ἐστίν. οὔτε γὰρ ὄψιν ἀλλοιουμένην αὐτοῖς οὔτε ἀκοὴν ὁρῶμεν, ἀλλ' ὥσπερ ἀνθρώπου μελαγχολῶντος ἢ παρακόπτοντος ὁ μὴ λέγων ἐξεστάναι καὶ διεφθορέναι τὸ φρονοῦν καὶ λογιζόμενον καὶ μνημονεῦον ἄτοπός ἐστιν· καὶ γὰρ ἡ συνήθεια ταῦτά γε κατηγορεῖ τῶν παραφρονούντων, μὴ εἶναι παρ' αὑτοῖς ἀλλὰ ἐκπεπτωκέναι τῶν λογισμῶν· οὕτως ὁ τοὺς λυττῶντας κύνας ἄλλο τι πεπονθέναι νομίζων, ἀλλ' οὐχὶ τοῦ φρονεῖν πεφυκότος καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀναπεπλησμένου ταραχῆς καὶ παραπεπαικότος, ἀγνοεῖν τὰ φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συντρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γιγνόμενον ἐξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν.
τὰ μὲν δὴ τοῦ Πλουτάρχου ἐν πολλοῖς βιβλίοις πρὸς τοὺς ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου εἰς ἀπάντησιν [25] εἰρημένα ἐστὶν τοιαῦτα. Θεόφραστος δὲ καὶ τοιούτῳ κέχρηται λόγῳ. τοὺς ἐκ τῶν αὐτῶν γεννηθέντας, λέγω δὲ πατρὸς καὶ μητρός, οἰκείους εἶναι φύσει φαμὲν ἀλλήλων· καὶ τοίνυν καὶ τοὺς ἀπὸ τῶν αὐτῶν προπατόρων σπαρέντας [οἰκείους ἀλλήλων εἶναι νομίζομεν] καὶ μέντοι ‹καὶ› τοὺς ἑαυτῶν πολίτας τῷ τῆς τε γῆς καὶ ‹τῆς› πρὸς ἀλλήλους ὁμιλίας κοινωνεῖν. οὐ γὰρ ἐκ τῶν αὐτῶν ἔτι τότε τοιούτους ἀλλήλοις φύντας οἰκείους αὑτοῖς εἶναι κρίνομεν, εἰ μὴ ἄρα τινὲς τῶν πρώτων αὐτοῖς προγόνων οἱ αὐτοὶ τοῦ γένους ἀρχηγοὶ πεφύκασιν ἢ ἀπὸ τῶν αὐτῶν. οὕτω δέ, οἶμαι, καὶ τὸν Ἕλληνα μὲν τῷ Ἕλληνι, τὸν δὲ βάρβαρον τῷ βαρβάρῳ, πάντας δὲ τοὺς ἀνθρώπους ἀλλήλοις φαμὲν οἰκείους τε καὶ συγγενεῖς εἶναι, δυοῖν θάτερον, ἢ τῷ προγόνων εἶναι τῶν αὐτῶν, ἢ τῷ τροφῆς καὶ ἠθῶν καὶ ταὐτοῦ γένους κοινωνεῖν. οὕτως δὲ καὶ τοὺς πάντας ἀνθρώπους ἀλλήλοις τίθεμεν καὶ συγγενεῖς, καὶ μὴν ‹καὶ› πᾶσι τοῖς ζῴοις· αἱ γὰρ τῶν σωμάτων ἀρχαὶ πεφύκασιν αἱ αὐταί· λέγω δὲ οὐκ ἐπὶ τὰ στοιχεῖα ἀναφέρων τὰ πρῶτα· ἐκ τούτων μὲν γὰρ καὶ τὰ φυτά· ἀλλ' οἷον δέρμα, σάρκας καὶ τὸ τῶν ὑγρῶν τοῖς ζῴοις σύμφυτον γένος· πολὺ δὲ μᾶλλον τῷ τὰς ἐν αὐτοῖς ψυχὰς ἀδιαφόρους πεφυκέναι, λέγω δὴ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς, ἔτι δὲ τοῖς λογισμοῖς, καὶ μάλιστα πάντων ταῖς αἰσθήσεσιν. ἀλλ' ὥσπερ τὰ σώματα, οὕτω καὶ τὰς ψυχὰς τὰ μὲν ἀπηκριβωμένας ἔχει τῶν ζῴων, τὰ δὲ ἧττον τοιαύτας, πᾶσί γε μὴν αὐτοῖς αἱ αὐταὶ πεφύκασιν ἀρχαί. δηλοῖ δὲ ἡ τῶν παθῶν οἰκειότης.
εἰ δὲ ἀληθές ἐστι τὸ λεγόμενον, ὡς ἡ τῶν ἠθῶν γένεσίς ἐστι τοιαύτη, φρονοῦσι μὲν ἅπαντα φῦλα, διαφέρουσι δὲ ταῖς ἀγωγαῖς τε καὶ ταῖς τῶν πρώτων κράσεσι, παντάπασιν ἂν οἰκεῖον εἴη καὶ συγγενὲς ἡμῖν τὸ τῶν λοιπῶν ζῴων γένος. καὶ γὰρ τροφαὶ αἱ αὐταὶ πᾶσιν αὐτοῖς καὶ πνεύματα, ὡς Εὐριπίδης, καὶ φοινίους ἔχει ῥοὰς τὰ ζῷα πάντα καὶ κοινοὺς ἁπάντων [26] δείκνυσι γονεῖς οὐρανὸν καὶ γῆν. ὥστε συγγενῶν ὄντων, εἰ φαίνοιτο κατὰ Πυθαγόραν καὶ ψυχὴν τὴν αὐτὴν εἰληχότα, δικαίως ἄν τις ἀσεβὴς κρίνοιτο τῶν οἰκείων [τῆς ἀδικίας] μὴ ἀπεχόμενος. οὐ μὴν ὅτι τινὰ ἄγρια αὐτῶν, διὰ τοῦτο τὸ οἰκεῖον ἀποκέκοπται. οὐθὲν γὰρ ἧττον [ἀλλὰ καὶ μᾶλλον] τῶν ἀνθρώπων ἔνιοι κακοποιοί τε τῶν πλησίον εἰσὶ καὶ φέρονται πρὸς τὸ βλάπτειν τὸν ἐντυχόντα καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας· διὸ καὶ ἀναιροῦμεν τούτους, οὐ μέντοι ἀποκόπτομεν τὴν πρὸς τὸ ἥμερον σχέσιν. οὕτως οὖν, εἰ καὶ τῶν ζῴων τινὰ ἄγρια, ἐκεῖνα μὲν ὡς τοιαῦτα ἀναιρετέον καθάπερ καὶ τοὺς τοιούτους ἀνθρώπους, τῆς δὲ πρὸς τὰ λοιπὰ καὶ ἡμερώτερα σχέσεως ‹οὐκ› ἀποστατέον· ἑκατέρων δὲ οὐδέτερα βρωτέον, ὡς οὐδὲ τοὺς ἀδίκους τῶν ἀνθρώπων. νῦν δὲ πολὺ τὸ ἄδικον ποιοῦμεν ἀναιροῦντες μὲν καὶ τὰ ἥμερα [ὅτι] καὶ τὰ ἄγρια [καὶ τὰ ἄδικα], ἐσθίοντες δὲ τὰ ἥμερα· κατ' ἄμφω γὰρ ἄδικοι, ὅτι ἥμερα ὄντα ἀναιροῦμεν καὶ ὅτι ταῦτα θοινώμεθα, καὶ ψιλῶς ὁ τούτων θάνατος εἰς τὴν βορὰν ἔχει τὴν ἀναφοράν. προσθείη δ' ἄν τις τούτοις καὶ τὰ τοιαῦτα. ὁ γὰρ λέγων ὅτι ὁ παρεκτείνων τὸ δίκαιον ἄχρι τῶν ζῴων φθείρει τὸ δίκαιον, ἀγνοεῖ ὡς αὐτὸς οὐ τὴν δικαιοσύνην διασῴζει, ἀλλ' ἡδονὴν ἐπαύξει, ἥ ἐστι δικαιοσύνῃ πολέμιον. ἡδονῆς γοῦν οὔσης τέλους, δείκνυται δικαιοσύνη ἀναιρουμένη. ἐπεὶ ὅτι τὸ δίκαιον συναύξεται διὰ τῆς ἀποχῆς τίνι οὐ δῆλον; ὁ γὰρ ἀπεχόμενος παντὸς ἐμψύχου, κἂν μὴ τῶν συμβαλλόντων αὐτῷ εἰς κοινωνίαν, πολλῷ μᾶλλον πρὸς τὸ ὁμογενὲς τῆς βλάβης ἀφέξεται. οὐ γὰρ ὁ τὸ γένος φιλῶν τὸ εἶδος μισήσει, ἀλλὰ μᾶλλον ὅσῳ μεῖζον τὸ γένος τὸ τῶν ζῴων, τοσούτῳ καὶ πρὸς τὸ μέρος καὶ τὸ οἰκεῖον ταύτην διασώσει. ὁ τοίνυν τὴν οἰκείωσιν πεποιημένος πρὸς τὸ ζῷον, οὗτος καὶ τό τι ζῷον οὐκ ἀδικήσει· ὁ δὲ μόνον περιγράψας ἐν ἀνθρώπῳ τὸ δίκαιον ἕτοιμος ἔσται ὡς ἐν στενῷ ἀπορρῖψαι τὴν ἔφεξιν τῆς ἀδικίας. ὥστε καὶ τοῦ Σωκρατικοῦ ὄψου ἥδιον τὸ Πυθαγόρειον. ὃ μὲν γὰρ ὄψον τροφῆς τὸ πεινῆν ἔλεγε, Πυθαγόρας δὲ τὸ μηθένα ἀδικεῖν καὶ ἐφηδύνειν δικαιοσύνῃ τὸ ὄψον. ἡ γὰρ φυγὴ τῆς ἐμψύχου τροφῆς φυγὴ ἦν τῶν περὶ τὴν τροφὴν ἀδικημάτων. οὐ γὰρ δὴ μὴ μετὰ κακώσεως ἑτέρου τὴν ἑαυτῶν σωτηρίαν ἀμήχανον ἡμῖν ὁ θεὸς ἐποίησεν· ἐπεὶ οὕτω γε τὴν φύσιν ἡμῖν ἀρχὴν ἀδικίας προσετίθει· μήποτε δὲ καὶ ἀγνοεῖν οὗτοι ἐοίκασι τὸ ἰδίωμα τῆς δικαιοσύνης, ὅσοι ἐκ τῆς πρὸς ἀνθρώπους οἰκειώσεως εἰσάγειν ταύτην ᾠήθησαν· αὕτη μὲν γὰρ φιλανθρωπία τις ἂν εἴη, ἡ δὲ δικαιοσύνη ἐν τῷ ἀφεκτικῷ καὶ ἀβλαβεῖ κεῖται παντὸς ὅτου οὖν τοῦ μὴ βλάπτοντος. καὶ οὕτως γε νοεῖται ὁ δίκαιος, οὐκ ἐκείνως· ὡς διατείνειν τὴν δικαιοσύνην καὶ ἄχρι τῶν ἐμψύχων κειμένην ἐν τῷ ἀβλαβεῖ. διὸ καὶ ἡ οὐσία αὐτῆς ἐν τῷ τὸ λογικὸν ἄρχειν [τοῦ ἀλόγου], ἕπεσθαι δὲ τὸ ἄλογον. ἄρχοντος γὰρ τούτου, τοῦ δ' ἑπομένου, πᾶσα ἀνάγκη ἀβλαβῆ εἶναι πρὸς πᾶν ὅτι οὖν ἄνθρωπον. συνεσταλμένων γὰρ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν καὶ ὀργῶν μεμαρασμένων, τοῦ δὲ λογισμοῦ τὴν οἰκείαν ἔχοντος ἀρχήν, εὐθὺς ἡ ὁμοίωσις ἕπεται ἡ πρὸς τὸ κρεῖττον. τὸ δὲ ἐν τῷ παντὶ κρεῖττον πάντως ἦν ἀβλαβές, καὶ αὐτὸ μὲν διὰ δύναμιν καὶ σωστικὸν πάντων καὶ εὐποιητικὸν πάντων καὶ ἀπροσδεὲς πάντων· ἡμεῖς δὲ διὰ μὲν δικαιοσύνην ἀβλαβεῖς πάντων, διὰ δὲ τὸ θνητὸν ἐνδεεῖς τῶν ἀναγκαίων. ἡ δὲ τῶν ἀναγκαίων λῆψις οὐ βλάπτει οὔτε φυτά, ὅταν ἃ ἀποβάλλουσι λάβωμεν, οὔτε καρπούς, ὅταν τεθνηκότων χρησώμεθα τοῖς καρποῖς, οὔτε πρόβατα, ὅταν διὰ τῆς κουρᾶς αὐτὰ μᾶλλον ὀνήσωμεν καὶ τοῦ γάλακτος κοινωνήσωμεν παρέχοντες αὐτοῖς τὴν ἐξ ἡμῶν ἐπιμέλειαν. διὸ προσπίπτει ὁ δίκαιος οἷον ἐλαττωτικὸς ἑαυτοῦ τῶν κατὰ σῶμα, οὐκ ἀδικεῖ δὲ ἑαυτόν· αὔξεται γὰρ τῇ τούτου παιδαγωγίᾳ καὶ ἐγκρατείᾳ τὸ ἐντὸς ἀγαθόν, [27] τοῦτ' ἔστιν ἡ πρὸς θεὸν ὁμοίωσις. οὔτε τοίνυν ἡδονῆς οὔσης τέλους ἡ ὄντως σῴζεται δικαιοσύνη, οὔτε τῶν πρώτων κατὰ φύσιν συμπληρούντων τὴν εὐδαιμονίαν, ἢ ἐκκειμένων γε πάντων. ἐν πολλοῖς γὰρ τὰ τῆς ἀλόγου κινήματα φύσεως καὶ αἱ χρεῖαι ἀδικίας κατάρχει. αὐτίκα τῆς ζῳοφαγίας ἐδεήθησαν, ἵνα τὴν φύσιν, ὡς φασίν, διαφυλάξωσιν ἀλύπητον καὶ ἀνενδεᾶ ὧν ὀρέγεται. τοῦ δ' ὁμοιοῦσθαι θεῷ ὄντος τέλους ὡς ἔνι μάλιστα, σῴζεται τὸ ἀβλαβὲς ἐν ἅπασιν. ὅνπερ τοίνυν τρόπον ὁ πάθεσιν ἀγόμενος πρὸς μόνα τέκνα καὶ γυναῖκα ἀβλαβής, τῶν δὲ ἄλλων καταφρονητικὸς καὶ πλεονέκτης, ὡς ἂν τοῦ ἀλόγου κρατοῦντος ἐν αὐτῷ, πρὸς τὰ θνητὰ ἐγείρεται καὶ ταῦτα ἐκπλήττεται, ὁ δὲ λόγῳ ἀγόμενος καὶ πρὸς πολίτην τηρεῖ τὸ ἀβλαβὲς καὶ [ἔτι μᾶλλον] πρὸς ξένους καὶ πρὸς πάντας ἀνθρώπους, ὁ τὴν ἀλογίαν ἔχων ὑπήκοον, καὶ αὐτὸς παρ' ἐκείνους λογικώτερος, διὰ ταῦτα δὲ καὶ θειότερος· οὕτως ὁ μὴ μόνον στήσας τὸ ἀβλαβὲς ἐν ἀνθρώποις, παρατείνας δὲ καὶ εἰς τὰ ἄλλα ζῷα μᾶλλον ὅμοιος θεῷ, καὶ εἰ ἄχρι φυτῶν δυνατόν, ἔτι μᾶλλον σῴζει τὴν εἰκόνα. εἰ δὲ μή, ἀλλ' ἐντεῦθέν γε τὸ τῆς φύσεως ἡμῶν ἐλάττωμα, ἐντεῦθεν τὸ θρηνούμενον πρὸς τῶν παλαιῶν, ὡς
τοίων ἔκ τ' ἐρίδων ἔκ τε νεικέων γενόμεσθα,
ὅτι τὸ θεῖον ἀκήρατον καὶ ἐν πᾶσιν ἀβλαβὲς σῴζειν οὐ δυνάμεθα· οὐ γὰρ ἐν πᾶσιν ἦμεν ἀπροσδεεῖς· αἰτία δὲ ἡ γένεσις καὶ τὸ ἐν τῇ πενίᾳ ἡμᾶς γενέσθαι, τοῦ πόρου ἀπορρυέντος. ἡ δὲ πενία ἐξ ἀλλοτρίων τὴν σωτηρίαν καὶ τὸν κόσμον, δι' οὗ τὸ εἶναι ἐλάμβανεν, ἐκτᾶτο. ὅστις οὖν πλειόνων δεῖται τῶν ἔξωθεν, ἐπὶ πλέον τῇ πενίᾳ προσήλωται· καὶ ὅσῳ πλεόνων ἐνδεής, τοσούτῳ θεοῦ μὲν ἄμοιρος, πενίᾳ δὲ σύνοικος. τὸ γὰρ θεῷ ὅμοιον τῇ ὁμοιώσει εὐθὺς πλοῦτον ἔχει τὸν ἀληθινόν. πλουτῶν δὲ οὐδεὶς καὶ χρῄζων μηδενὸς ἀδικεῖ· ἕως γὰρ ἀδικεῖ, κἂν πάντα ἔχῃ χρήματα κἂν πάντα τῆς γῆς πλέθρα, πένης ἐστὶν πενίᾳ ὑπάρχων σύνοικος, διὰ ταῦτα δὴ καὶ ἄδικος καὶ ἄθεος καὶ ἀσεβὴς καὶ πάσῃ κακίᾳ ἔνοχος, ἧς τὴν ὑπόστασιν ἡ πρὸς τὴν ὕλην τῆς ψυχῆς πτῶσις κατὰ στέρησιν τοῦ ἀγαθοῦ παρήγαγεν. λῆρος οὖν πάντα, ἕως τις τῆς ἀρχῆς ἀπέσφαλται, καὶ ἐνδεὴς πάντων, ἕως οὗ πρὸς τὸν πόρον οὐ βλέπει, εἴκει τε τῷ θνητῷ τῆς φύσεως αὑτοῦ, ἕως τὸν ὄντως ἑαυτὸν οὐκ ἐγνώρισεν. δεινὴ δὲ ἡ ἀδικία πείθειν ἑαυτὴν καὶ δεκάζειν τοὺς ὑπ' αὐτῆς συνεχομένους, διότι σὺν ἡδονῇ προσομιλεῖ τοῖς τροφίμοις. ὥσπερ δὲ ἐν βίων αἱρέσεσιν ἀκριβέστερος κριτὴς ὁ πεῖραν ἀμφοῖν εἰληφὼς τοῦ θατέρου πειραθέντος μόνου, οὕτως ἐν αἱρέσεσι καὶ φυγαῖς καθηκόντων ἀσφαλέστερος κριτὴς ὁ ἐκ τοῦ ἐπαναβεβηκότος κρίνων καὶ τὸ ἧττον τοῦ κάτωθεν κρίνοντος τὰ προκείμενα. ὥστε ὁ κατὰ νοῦν ζῶν τοῦ κατὰ τὴν ἀλογίαν ἀκριβέστερος ὁριστὴς ὧν τε αἱρετέον καὶ ὧν μή· διῆλθεν γὰρ καὶ δι' ἀλογίας, ἅτε ἐξ ἀρχῆς ταύτῃ προσομιλήσας· ὁ δὲ ἄπειρος ὢν τῶν κατὰ νοῦν πείθει τοὺς ὁμοίους, παῖς ἐν παισὶ φλυαρῶν. ἀλλ' εἰ πάντες, φασί, τούτοις πεισθεῖεν τοῖς λόγοις, τί ἡμῖν ἔσται; ἢ δῆλον ὡς εὐδαιμονήσομεν, ἀδικίας μὲν ἐξορισθείσης ἀπ' ἀνθρώπων, δικαιοσύνης δὲ πολιτευομένης καὶ παρ' ἡμῖν, καθάπερ καὶ ἐν οὐρανῷ. νῦν δ' ὅμοιον, ὡς εἰ αἱ Δαναΐδες ἠπόρουν τίνα βίον βιώσονται ἀπαλλαγεῖσαι τῆς περὶ τὸν τετρημένον πίθον διὰ τοῦ κοσκίνου λατρείας. τί γὰρ ἔσται ἀποροῦσιν, εἰ παυσαίμεθα ἐπιφοροῦντες εἰς τὰ πάθη ἡμῶν καὶ τὰς ἐπιθυμίας, ὧν τὸ πᾶν διαρρεῖ ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις καὶ ὑπὲρ τῶν ἀναγκαίων στεργόντων ἡμῶν βίον. τί τοίνυν πράξομεν, ἐρωτᾷς, ὦ ἄνθρωπε; μιμησώμεθα τὸ χρυσοῦν γένος, μιμησώμεθα τοὺς ἐλευθερωθέντας. μεθ' ὧν μὲν γὰρ Αἰδὼς καὶ Νέμεσις ἥ τε Δίκη ὡμίλει, ὅτι ἠρκοῦντο τῷ ἐκ γῆς καρπῷ· καρπὸν γάρ σφισιν
ἔφερεν ζείδωρος ἄρουρα
αὐτομάτη πολλόν τε καὶ ἄφθονον·
οἱ δέ γε ἐλευθερωθέντες ἃ πάλαι τοῖς δεσπόταις ὑπηρετοῦντες ἐπόριζον, ταῦτα ἑαυτοῖς πορίζουσιν. οὐκ ἄλλως καὶ σὺ τοίνυν ἀπαλλαγεὶς τῆς τοῦ σώματος [δουλείας] καὶ τῆς τοῖς πάθεσι τοῖς διὰ τὸ σῶμα λατρείας, ὡς ἐκεῖνα ἔτρεφες παντοίως τοῖς ἔξωθεν, οὕτως αὑτὸν θρέψεις παντοίως τοῖς ἔνδοθεν, δικαίως ἀπολαμβάνων τὰ ἴδια καὶ οὐκέτι τὰ ἀλλότρια βίᾳ ἀφαιρούμενος.