665 72 0 1 0 0 IV-V d. C. Homiletica Synesius Homiliae Terzaghi, N., Rome, Polygraphica, 1944 5

Synesius - Homiliae

ΟΜΙΛΙΑ Α΄

   Οὐ θήσομαι τὴν πανήγυριν ἄφωνον, ἀλλ' οὐδὲ μέντοι πολύφωνον, τῇ μὲν φωνῇ τιμῶν τὸν θεόν, τῷ δὲ ταχὺ πεπαῦσθαι τῇ πανηγύρει χαριζόμενος. ἀλλ' ὅπως ἔσῃ πανηγυριστὴς ἄξιος τοῦ θεοῦ, μὴ πόθει τράπεζαν, ἀπὸ τῆς νηστίμου τὴν μέθυσον. στέψον τῷ θεῷ κρατῆρα νήφοντος κράματος. ὁ θεὸς ἡμῶν σοφία καὶ λόγος ἐστίν. κρατὴρ ὁ παρακινῶν τὸ φρονοῦν, ὁ ταράττων τὸ λογιζόμενον οὐδὲν προσήκει τῷ λόγῳ. ἔστιν ἄνεσις πρέπουσα θεῷ, καὶ ἔστιν ἄνεσις πρέπουσα δαίμοσιν. "Ἀγαλλιᾶσθε τῷ κυρίῳ ἐν φόβῳ". ὅταν εὐωχῇ, φησί, τότε μέμνησο τοῦ θεοῦ· τότε γὰρ ὁ πολὺς εἰς ἁμαρτίαν ὄλισθος γίνεται. ὅταν εὐτροφῇ σῶμα περὶ σάρκωσιν, ἀποστρέφει ψυχὴν περὶ φρόνησιν. "Ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθην". ἐκείνου πίε τοῦ ποτηρίου, καὶ γέγονας ἄξιος τοῦ συμποσίου τοῦ νυμφίου. ἀριστοποιόν ἐστιν ἐκεῖνο τὸ ποτήριον, οἴνου πλῆρες, ὅγε καὶ μνηστευθὲν εἰς νοῦν ἡμᾶς ἀξιοῖ διεγείρεσθαι. καὶ δὴ σαφὴς αὐτόθεν ὁ λόγος, ἀλλ' οὐ πολλοῦ δεῖται τοῦ νοῦ. "Ποτήριον ἐν ‹χειρὶ κυρίου› οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο". εἰ μὲν ἀκράτου, πῶς πλῆρες κεράσματος; εἰ δὲ ἕν, πῶς ἔκλινεν ἐκ τούτου εἰς τοῦτο; παντάπασιν ἀτόποις ἔοικε τὰ λεγόμενα· οὐ μὴν τά γε νοούμενα. οὐδὲν μέλει τῷ θεῷ θεοφορήτου λέξεως. πνεῦμα θεῖον ὑπερορᾷ μικρολογίαν συγγραφικήν. σὺ δὲ βούλει τὴν ἐν τῇ διαφωνίᾳ συμφωνίαν θεάσασθαι; περὶ ποίου ποτηρίου φησίν; ὃν τοῖς ἀνθρώποις θεόθεν προποθέντα λόγον ἔχομεν παρὰ τοῦ θεοῦ, ἐν παλαιᾷ Διαθήκῃ καὶ νέᾳ. τούτῳ γὰρ ἀρδεύεται ψυχὴ τῷ ποτῷ. ὅτι μὲν λόγος ἐστίν, ἄκρατός ἐστιν ἑκάτερος. κιρνᾶται γὰρ καὶ διττὸς ὤν. ἓν γὰρ τὸ ἐξ ἀμφοῖν συνιστάμενον τελείωσις γνώσεως. ἡ μὲν παλαιὰ τὴν ὑπόσχεσιν ἔσχεν, ἡ δὲ νέα τὸν ἀπόστολον ἐξήνεγκεν. τὸ δὲ "Ἔκλινεν ἐκ τούτου εἰς τοῦτο" τὴν διαδοχὴν τῶν διδασκάλων αἰνίττεται τοῦ νόμου τοῦ Μωσαϊκοῦ καὶ τοῦ Κυριακοῦ· καὶ τὸ ποτήριον ἕν· ἓν γὰρ ἔπνευσε πνεῦμα καὶ εἰς προφήτην καὶ εἰς ἀπόστολον, καὶ κατὰ τοὺς ἀγαθοὺς ζωγράφους πάλαι μὲν ἐσκιαγράφησεν, ἔπειτα μέντοι διηκρίβευσε τὰ μέλη τῆς γνώσεως· "Πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη".

ΟΜΙΛΙΑ Β΄

[2]    Νὺξ ἱερά, φῶς ἐνεγκοῦσα τοῖς καθηραμένοις ὅσον οὐδ' εἰς ἡμέραν ἔλαμψεν ἥλιος· οὐδὲ γὰρ οὐδ' ὅσιον ἐξετασθῆναι τῷ δημιουργῷ κἂν τὸ κάλλιστον ἐπὶ γῆς· ἀλλ' οὐδὲ δημιούργημα ἐκεῖνο τὸ φῶς, ὃ φωτίζει ψυχάς, καὶ τὸν αἰσθητὸν ἐφώτισεν ἥλιον ὁμολογίᾳ τῆς παρούσης μακαριότητος. ἂν οὕτω διαμείνητε, εὐζηλωτότερον ὑμῖν τὴν παροῦσαν ἐπὶ τοῦ παρόντος, κἂν μὴ διὰ βίου, τηρήσετε. νῦν μὲν ἕκαστος ὑμῶν ἄγγελος ἐν τῇ πόλει περινοστεῖ· νῦν ἡγεῖσθε περὶ ὑμῶν εἶναι τὸ λεγόμενον, ἐπὶ γῆς ὄντες καὶ ἐν οὐρανῷ τὸ πολίτευμα ἔχοντες. φοβήθητε τῆς ἀξίας ἀποπεσεῖν· δυσέκνιπτον τὸ μετὰ κάθαρσιν μόλυσμα. .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .

   Ἐβουλεύσαντό τι Λεοντοπολῖται τῆς ἑαυτῶν φύσεως ἡμερώτερον· ἀλλήλων ἀφέμενοι, τοὺς γείτονας παρανόμων ἐγράψαντο, ἐπεὶ μέχρι χθὲς καὶ πρώην ἀδελφοί τε ἐπ' ἀδελφοῖς, καὶ παῖς ἐπὶ πατρί, καὶ πατὴρ ἐπὶ τῷ γένει παρεκάλει τὸν δήμιον. τάχα δὲ οὐδὲ τὸ νῦν ἐγχειρούμενον καταλυόντων ἐστὶ τὴν ἀλληλοφονίαν τὴν πάτριον, ἀλλ' ἰδίᾳ μὲν ἕκαστος ἐπὶ τὸν ἑταῖρον φέρεται, κοινῇ δὲ ἡ πόλις ἐπὶ τοὺς οὐκ εὐτυχῶς ἀστυγείτονας. οὐ γὰρ ἀνεκτὸν αὐτοῖς, εἰ μὴ καὶ δημοσίᾳ τὸ σχῆμα τῆς πόλεως κατηγορικὸν εἴη καὶ συκοφάντου χώραν ὑπεισελεύσεται· ἀλλ' ἡμῖν γε εἰς τὸ μηδὲν ἀδικεῖν αὐτὰ τὰ κατηγορημένα σαφεῖς ἀποδείξεις παρέχεται, εὐτυχηκόσιν ἀκοὴν δικαστοῦ. γεωργεῖν δὲ ἡμεῖς, οὐκ ἀγορεύειν δίκας ἐμάθομεν. τί ποτ' οὖν ἀποδεδειγμένων αὐτοῖς πάλαι καὶ πρόπαλαι τῶν προσηκόντων μερῶν ὑπερβαίνειν ἀξιοῦσι, καὶ ἐφ' ἡμᾶς ἔρχονται τοὺς ὑπὲρ αὐτοὺς καιομένους, διψηροτέροις τε οὖσι καὶ ἠδικημένοις παρὰ τῆς θέσεως ἀπεμπολῶσιν ἀεὶ τὸ περιγινόμενον; ἐπειδὴ τῆτες οὐ περιγέγονεν ἀργύριον, αὐτὸ ἀξιοῦσι γενέσθαι τὰς ἡμετέρας συμφοράς. εἰς τοῦτο τείνουσιν αἱ πρώην γραφαί, καὶ σκοπὸς αὐτοῖς τῶν ψηφισμάτων οὐχ ἕτερος. ὁμολογοῦσι δὲ δή τι καὶ δεύτερον, ὃ παρὰ πρώτων ἡμῶν καὶ μόνων ἄξιον εἰρῆσθαι, παραστατικὸν ὂν τῆς ἀδικωτάτης αὐτῶν ἐγχειρήσεως. πόρρωθεν γὰρ αὐτοὶ κρηπῖδα τῇ συκοφαντίᾳ καταβαλλόμενοι ὑπὲρ ἀδείας τοῦ τοῖς μὴ προσήκουσιν ὕδασι χρήσασθαι, τῷ σεμνῷ τούτῳ δικαστηρίω πρόσοδον ἐποιήσαντο.