[1] Ὁ μὲν πολλὰ φθεγξάμενος ἐπὶ τούτου τοῦ βήματος, ὦ δικασταί, πολλάκις ἢ κρίνων κακούργους ἢ βοηθῶν ἀδικουμένοις ἕστηκε σιωπῇ νῦν ἐν ταῖς ἑτέρων γλώτταις τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων, δεῖ δὲ ἡμᾶς οἷς ἔτι περίεστί ‹τι› φωνῆς καὶ συγχωροῦσιν οἱ πλούσιοι, πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν συναγωνίσασθαι καὶ μὴ περιιδεῖν τῇ τοῦ φεύγοντος ἀφωνίᾳ βλαπτομένην τὴν τῶν δικαίων ἰσχύν, οὐ μόνον ὅτι πανταχοῦ προσήκει τούτου τοῦ μέρους ποιεῖσθαι πρόνοιαν καὶ τοῖς ἀδυνάτοις τοὺς ἔξω τῶν συμφορῶν ἀμύνειν, ἀλλ' ὅτι καὶ ἡμῖν πολλάκις συκοφαντουμένοις ὁ νῦν εἰς ἡμᾶς βλέπων οὑτοσὶ παρέστη καὶ συνδιέσωσε.
[2] καὶ πάντων ἂν εἴημεν κάκιστοι τὰς ἀμοιβὰς ἐν οὕτως ἀναγκαίοις καιροῖς ἐκλείποντες, ἄξιον δὲ καὶ ὑμᾶς, ὦ δικασταί, τό τε δίκαιον αἰδεσθέντας καὶ τὸ πάθος ἐλεήσαντας μὴ προσθεῖναι τῷ πένητι μεῖζον κακόν, τὸ δοκεῖν παραβεβηκέναι νόμον.
[3] αὐτὸς μὲν οὖν ὁ πένης οὐ δέδοικε τὸν θάνατον, ἀλλὰ καὶ σφόδρα βούλοιτ' ἂν ἀπελθεῖν, ὁ γὰρ ἐκ τοῦ λέγειν εὐδοκιμῶν καὶ παραμυθίαν ἔχων τῇ πενίᾳ τὴν πολιτείαν εἶτα τοῦ δύνασθαι παραινεῖν ἐστερημένος κέρδος ἂν ἡγοῖτο τὴν τελευτήν· οὐ μὴν ὑμᾶς γε πρέπει, διότι τῷ κρινομένῳ βαρὺ τὸ περιεῖναι, καταψηφίσασθαι θάνατον. δεῖ γὰρ τὸν ἐν ὑμῖν φεύγοντα μὲν ἀδίκως, τῷ δὲ κεχρῆσθαι συμφορᾷ τῆς τελευτῆς ἐπιθυμοῦντα σώζεσθαι μὲν ὑφ' ὑμῶν, ὕστερον δὲ αὑτῷ περὶ τούτου διαλέγεσθαι. τὴν γὰρ ψῆφον, οἶμαι, οὐ πρὸς τὰς ἐπιθυμίας τῶν ἀγωνιζομένων, ἀλλ' ἀπὸ τοῦ δικαίου προσήκει φέρεσθαι.
[4]
οὐκ οἶδα δέ, ὦ δικασταί, τίνα χρὴ γενόμενον τοῦτον τὸν ἄθλιον ἐκφυγεῖν τὴν παρὰ τῶν εὐπόρων ἐπήρειαν. ὅτε μὲν γὰρ ὑπὲρ ὑμῶν ἐχρῆτο τῷ λέγειν, ἀπεστερεῖτο τῆς γλώττης ὑπὸ τῶν ἐχθρῶν ὡς οὐδὲν ἔτι λυπήσων, πάλιν δὲ σεσιγηκὼς ὡς ἀδικῶν κρίνεται. εἰ δὲ καὶ λέγων καὶ μὴ λέγων ἐν ἐγκλήμασιν ἔσται καὶ κακοῖς, τί ζητήσας ἀδείας τεύξεται;[5] τοῖς οὖν ἁπανταχοῦ δεινὰ πάσχουσι καὶ μηδ' ἀναπνεῖν ἐωμένοις μία καταφυγὴ τὸ παρ' ὑμῶν, ὦ δικασταί, φιλάνθρωπον. οὗ καὶ νῦν τοῦτον ἀπολαῦσαι δίκαιον, ἄλλως θ' ὅτι τῷ μὲν δοκεῖν ὁ πένης κρίνεται, τῇ δ' ἀληθείᾳ ὁ δῆμος δοκιμάζεται. καὶ γὰρ τὸ περὶ τὸν πλούσιον ἔργον ἐκείνου, ὥστε τῆς ἐφ' ἑκάτερα ψήφου τῷ φεύγοντι τὸν δῆμον ἀνάγκη κοινωνεῖν.
[6] μηδεὶς δὲ ὑμῶν ὡς εὐεργέτου βεβλημένου τοῖς λίθοις τὴν γνώμην ἐχέτω μηδ' ὑπαγέσθω τοῖς ἐγκωμίοις ἃ σεμνύνων τὸν πλούσιον ὁ κατήγορος διῄει τραγῳδῶν μὲν τὴν πολιορκίαν, θαυμάζων δὲ τὴν ἄτοπον ἔξοδον, αἴρων δὲ τῆς νίκης τὸ τάχος. ἂν γὰρ ἡσυχῆ καὶ τοὺς παρ' ἡμῶν δέξησθε λόγους, οἴομαι δείξειν αὐτὸν οὐχ ὅπως εὐεργέτην, ἀλλὰ καὶ πονηρὸν εἰς ὑμᾶς καὶ κατεσκευακότα τὸν πόλεμον, ἀλλ' οὐ κινδύνους αὐτομάτους λύσαντα.
[7] Δότε δέ, ὦ δικασταί, μικρὰ πρότερον διαλεχθῆναι τῷ πένητι. τοῦτο γὰρ αὐτῷ λοιπὸν λεγόντων ἀκούειν. εἰς ταῦτά σε κατέστησεν ἡ σὴ πολιτεία, κακόδαιμον. εἰς τοῦτό σε συμφορῶν προήγαγε τὸ μὴ γνωρίζειν τὴν τύχην. ἀπὸ τῶν ψηφισμάτων σοι τῶν γενναίων τοῦτο τὸ δεινὸν ἐφύετο, ἀπὸ τῶν συμφερόντων νόμων, ἐκ δημοτικῆς παρρησίας.
[8] λαμπρὸν ἦν εἰπεῖν γνώμην ἀρίστην καὶ πεῖσαι τὰ δέοντα καὶ κωλύσαι πραχθῆναι τὰ μὴ προσήκοντα, λαμπρόν, ἀλλὰ σφαλερόν. δίκαιον τῇ πατρίδι συμπονεῖν καὶ κήδεσθαι τῆς ἐλευθερίας καὶ διελέγχειν σκευωρούμενον πλούσιον, δίκαιον, ἀλλ' οὐκ ἀσφαλές. τοῖς νόμοις ἐθάρρεις εἰς ἐπικουρίαν. εἶτ' οὐκ ᾔδεις ὅτι καὶ νόμοι πολλάκις ἡττῶνται χρημάτων; οὐκ ἤκουες τῶν ποιητῶν ᾀδόντων τοῦ πλούτου τὴν ἰσχὺν καὶ ὡς ἄγει τὰ τῶν ἀνθρώπων ᾗ βούλεται;
[9] ἀλλ' ἤλπισας τρόπῳ δικαίῳ κρατήσειν περιουσίας, σὺ πλούτου κρατήσειν ἄνθρωπος μόλις ἱμάτιον κεκτημένος σαπρόν; οὐκ ἦν ἄμεινον ἔλαττον φρονεῖν καὶ συλλέγειν ἀργύριον καὶ τὸν οἶκον συναύξειν; ἀλλ', ὦ πολυπρᾶγμον σὺ καὶ σαυτὸν ἀγνοῶν, προσέκρουες, ἐμισοῦ, παρώξυνες ἄνθρωπον ῥᾷστα ἂν καὶ τυραννίδα κτησάμενον. τοιγαροῦν εἰς τὴν φωνὴν ἐζημίωσαι δι' ἧς ἐλύπεις καὶ σιγᾷς ἄκων ἑκὼν οὐ σωφρονήσας.
[10]
ἐπειδὴ γάρ, ὦ δικασταί, πάντα στρέφων καὶ πείρας οὐδὲν παριεὶς οὔτ' ἐκ συκοφαντίας τοῦτον εἶχεν ἑλεῖν οὔτε χρήμασι μεταστῆσαι καὶ γενέσθαι πεῖσαι τῶν περὶ αὑτὸν μισθοφόρων, ἐβούλετο δὲ παρανομεῖν, ὁ δὲ οὐκ ἐπέτρεπεν, εἶδεν ὅτι τῆς μὲν πόλεως εὐφραινομένης οὐκ ἔστι λαβεῖν παρὰ τοῦ πένητος τὴν δίκην, δεῖ δὲ κίνδυνον φέροντα ἐπιστῆσαι τῷ κοινῷ καὶ τὰ πράγματα οὕτως εἰς στενὸν ἐλπίδων ἀγαγεῖν ὥστε τὸν δῆμον πάντα εἶξαι καὶ παριδεῖν πρὸς τὸν φόβον τοὺς νόμους.[11] τί οὖν ἐπιχειρεῖ; θεάσασθε, ὡς σοφῶς πόλεμον εἰς τὴν χώραν εἰσάγει καὶ κινεῖ στρατὸν ἐφ' ἡμᾶς. πάντως δὲ οὐ χαλεπὸν στρατηγοῖς καὶ ταξιάρχοις ἀναλώσαντα χρυσίον καὶ τἄλλα συμπράξειν ἐπαγγειλάμενον πεῖσαι τὰ ὅπλα λαβεῖν. ἐπεὶ δ' οὖν ἐνέπεσεν ἐξαίφνης εἰς τὴν χώραν ὁ πόλεμος, ἡμεῖς μέν, ὅπερ ἦν ἀνδρῶν ἀγαθῶν, ἐξιέναι, κωλύειν, ἀποκρούεσθαι, τὰ τοιαῦτα ἐνεθυμούμεθα, ὁ δὲ πλασάμενος σχῆμα δεδιότος καὶ τοῖς παροῦσιν ἀχθομένου τὸ βῆμα καταλαβὼν κατεῖχε τὸν δῆμον μακρολογῶν νῦν μὲν πολλῆς βουλῆς δεῖσθαι τὸ πρᾶγμα λέγων, νῦν δὲ τὴν τῶν ἐπελθόντων δύναμιν ἄμαχον εἶναι διῄει καὶ τῆς ὑστεραίας ὅμοια καὶ πάλιν παραπλήσια. καὶ οἱ μὲν τῷ τείχει προσῄεσαν, ἡμεῖς δὲ ἠκούομεν λόγων, ὁ δ' ἀντιλέγων ἐπεστομίζετο, ὁ δὲ σῖτος ἐξανάλωτο.
[12] γνοὺς δὲ ὁ γενναῖος ἐκεῖνος εἰς ἔσχατον ἀθυμίας ἡμᾶς ἥκοντας καὶ νομίσας ἤδη τὴν βουλὴν αὑτῷ πρὸς τὸ πέρας ἰέναι ὁ μεθ' ἡμῶν καὶ πρὸ ἡμῶν τρέμων καὶ συστελλόμενος θρασὺς ἐξαίφνης καὶ ἀνδρεῖος ἀπὸ τῆς τρυφῆς ἣν ἴστε καὶ τί ζητεῖτε; φησί. λελύσθαι τὴν πολιορκίαν; ἐγὼ δίδωμι τοῦθ' ὑμῖν. ἐγὼ πρυτανεύω τὴν νίκην. ἐγὼ κύριος μηκέτ' ἐνοχλεῖσθαι τὴν πόλιν. ἀλλὰ δεῖ δή με δωρεὰν προλαβεῖν.
[13] ὑπηκούσαμεν, ὁ δ' εἰς τὴν αἴτησιν καταστὰς οἵαν, οἵαν, Ἥλιε, φωνὴν ἀφῆκεν. ὁ κηδεμὼν τῶν σωμάτων καὶ τῶν νόμων καὶ τρόπαιον ὑπισχνούμενος οὐ πλέθρα γῆς ᾔτησεν, οὐ σίτησιν, οὐ στῆναι χαλκοῦς, ταῦτα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια. μέτριον δ' ἂν ἦν, εἰ φόνον ᾔτησε τοῦ πένητος. εἰ γὰρ καὶ λίαν ὠμὸν καὶ θηριῶδες, ἀλλ' οὐκ ἔστι γε τοῖς ἀπελθοῦσιν ὧν πεπόνθασιν αἴσθησις. τῷ δὲ οὐδὲ τοῦτο ἐξήρκεσεν, ἀλλ', ὦ θεοὶ καὶ δαίμονες, ὢ καινῆς τιμωρίας, ἐπὶ τὴν γλῶτταν ὥρμησε τῶν πολιτῶν ἑνός. μισθὸν ᾔτησε τῆς ἀριστείας τὴν ἀφωνίαν τοῦ ῥήτορος σχήματι δημοκρατίας ἀναμίξας τυραννίδος ὠμότητα. καὶ ψήφισμα μὲν ἡ δωρεά, τυραννικὸν δὲ τὸ τόλμημα. καὶ παρ' ἡμῶν μὲν ᾔτει λαβεῖν ὡς νόμων ὄντων, ἐζήτει δὲ λαβεῖν ἃ κεκώλυται τοῖς νόμοις.
[14] ὁ μὲν οὖν δῆμος ὡς ἤκουσεν, ἐπλήγη τῷ ῥήματι, καὶ εἰς ἀλλήλους ἐβλέπομεν μισοῦντες μὲν τὴν αἴτησιν, ἀλγοῦντες δὲ τῇ πολιορκίᾳ καὶ διηποροῦμεν μέσοι γεγενημένοι δωρεᾶς τε ἀτόπου καὶ καιροῦ δυσκόλου, μελλόντων δὲ ἡμῶν ὁ μεγαλόψυχος οὗτος καὶ τῇ πολιτείᾳ ζῶν ἔχων ἀντειπεῖν ἡσυχάζειν ᾑρεῖτο καὶ παρεῖχεν αὑτὸν μάλα ἐρρωμένως τῇ τομῇ καὶ χρημάτων ἀπορῶν ἐπέδωκεν ἡμῖν τὴν γλῶτταν.
[15] τετελεσμένης δὲ ἤδη τῆς καλῆς δωρεᾶς ἀνεμένομεν τὴν νίκην καὶ τίς ποτε ὁ τρόπος ἔσται διεσκοποῦμεν. τοὺς ὁπλίτας λαβὼν ἔξεισιν; ἀλλ' ἐπὶ τοῖς τοξόταις τὸ ἔργον ποιήσεται; λόχον καθιεῖ; τί τοσοῦτον εὕρηκεν ᾧ καταπλήξει στρατόπεδον οἷς κατώρθωκεν ἐπηρμένον; ταυτὶ μὲν ἡμεῖς, ὁ δὲ εἴσω τειχῶν εἰς ἑσπέραν αὐτὴν ἀνειμένως ἐβάδιζε, νυκτὸς δὲ ἤδη μέσης τὰς πύλας ὑπερβὰς συνεγένετο τοῖς πολεμίοις, οἱ δὲ ᾤχοντο καθάπερ στρατηγοῦ κελεύοντος.
[16] ταῦτ' οὐχὶ βοᾷ, ταῦτ' οὐχὶ κέκραγεν ὅτι τὸ πᾶν ὑπὸ τοῦ πλουσίου συνέκειτο καὶ διῴκητο καὶ πρὸς τὴν ἐκείνου γνώμην ἐπῆλθόν τε καὶ πάλιν ἀπῆλθον; οὐ γὰρ ἔχω σκοπούμενος ἰδεῖν πῶς ἂν νίκην τοῦτο καλοίην. εἷς ἐλαύνει στρατόπεδον ὅλον, ἡττημένος νενικηκός, κατακεκλεισμένος πολιορκοῦν; πλούσιος ἐλαύνει στρατόπεδον, ἁβροδίαιτος, μαλακός, διατεθρυμμένος, ἁπλοῦν μὲν οὐδὲν οὐδὲ γενναῖον οὔτε ἀσκήσας οὔτε μαθών, ἐν φιλονεικίᾳ δὲ καὶ μικροψυχίᾳ καταναλώσας τὸν βίον;
[17] καὶ τῶν μὲν ἄλλων ὑμῶν τοσούτων ὄντων καὶ φιλοπόνως ἐκ παίδων τὰ πολεμικὰ μελετώντων οὐδεὶς τοῦτο εἶδεν ὅτι χρὴ νυκτὸς συμπεσεῖν οὐδὲ ἐθάρρησεν, ὁ δὲ χρηματιστὴς καὶ τὴν ὅλην σπουδὴν ἐνταῦθα ἔχων, ὥσπερ τις δαίμων, μετέστησε τοῖς πολιορκοῦσι τὴν προσεδρείαν εἰς φυγήν; οὐκ ἔστιν. ἀλλ' ἔδει προσκαθῆσθαι τοὺς πολεμίους ἄχρι τῆς τοῦ πένητος συμφορᾶς, παθόντος δὲ ἃ δὴ πέπονθεν ἐδόκει τῷ πλουσίῳ, καὶ ἀπηλλάττοντο.
[18] ἀλλ' ἐῶ ταῦτα, μὴ δόξω τισὶν ἀπὸ τοῦ πράγματος λέγειν. τὰ τοίνυν ἐφεξῆς, εἰς ἐκκλησίαν ἐκάλει πάντας σεμνυνόμενος τῇ λαμπρᾷ νίκῃ, συνθεόντων δὲ πολλῶν ἐχώρει καὶ οὗτος ὁ ῥήτωρ ὀψόμενος τὸν σύλλογον. ὡς δὲ εἶδεν οὗτός τε ὑμᾶς καὶ τοῦτον ὑμεῖς, ὁ μὲν ἑδάκρυσεν, ὑμεῖς δ' ᾠκτείρατε καὶ λαβόντες εἰς ἔννοιαν οἵαν ἐδώκατε δωρεὰν δίκην ἐπράττεσθε τῶν βεβιασμένων.
[19] τότε ἐθεασάμην ἐκκλησίαν ἔννομον, δῆμον ἐλεύθερον, λίθων βολὴν τῇ πολιτείᾳ πρέπουσαν. ἔπιπτεν ἅνθρωπος ἐπὶ τοῦ βήματος ὁ καταισχύνας τὸ βῆμα τῷ ψηφίσματι. καλῶς ἀπελογήσασθε πρὸς τοὺς Ἕλληνας τοῖς λίθοις, καλῶς ἐλύσατε τὴν ἐπὶ τῆς ἀνάγκης ἀδοξίαν τοῖς ἐπὶ τῆς ἀδείας ἔργοις. ἐδείξατε τοῦ καιροῦ τὴν χειροτονίαν, οὐ τοῦ τῆς πόλεως ἤθους.
[20] Ἡμεῖς μὲν οὖν ἀλλήλοις συγχαίρομεν τοῦ θυμοῦ καὶ τῆς δικαίας ὀργῆς καὶ τὰ πάντων ὁσιώτατα νομίζοντες εἰργάσθαι διάγομεν, τῷ πένητι δὲ τὸ κακὸν οὐχ ἵσταται, ἀλλ' εἰσάγεται καὶ κρίνεται καὶ παραβῆναι νόμον αἰτίαν ἔχει τὸν περὶ θορύβου καὶ στάσεως. τοῦτο γὰρ λοιπὸν τὸν φύλακα τῶν νόμων ἐν τοῖς παρανομοῦσι τετάχθαι.
[21] καὶ τί λέγων, ὦ βέλτιστε, τὸν θόρυβον ἐμβέβληκε; δημεύειν ἔγραψε τῶν πλουσίων τινὰς καὶ στάσις ἐνέπεσε; τοὺς πένητας ἔγραψε σιωπᾶν καὶ στάσιν ἐποίησε; τοὺς ὁπλίτας τοῖς ἱππεῦσι συνέκρουσε, τοὺς τοξότας τοῖς σφενδονήταις, τοὺς στρατηγοὺς τοῖς ταξιάρχοις διαβάλλων ἐν μέρει; ποίῳ ψηφίσματι διέστησε τὴν πόλιν; ποίᾳ γνώμῃ διεῖλε τὸν δῆμον;
[22] οὐκ αἰσχύνῃ, πρὸς τοῦ Διός, ἄνθρωπον ἄφωνον αἰτιώμενος θορύβου, ὥσπερ ἂν εἴ τις αὐτὸν τοῦτον ᾐτιᾶτο τοῖς πολεμίοις χορηγεῖν; ἐμβρόντητε, περὶ τῆς ἀναγκαίας τροφῆς ἡ φροντὶς τῷ ταλαιπώρῳ. καὶ σὺ τοίνυν σκέψαι τὴν γλῶτταν τοῦ ῥήτορος καὶ παῦσαι τῶν ἐγκλημάτων. νῦν δὲ ποιεῖς μικροῦ παραπλήσιον ὥσπερ ἂν εἰ καὶ τοὺς ἀνδριάντας ἐμέμφου θόρυβον ἐν τῷ δήμῳ ποιεῖν.
[23] τῶν λεγόντων, ὦ συκοφάντα, καὶ πολιτευομένων καὶ γραφόντων αἱ τοιαῦται κατηγορίαι καὶ τοιούτοις ὁ νόμος διαλέγεται τὰς συμβουλίας ἐνίων ὑποπτεύων. λόγος γὰρ ἀσύμφορος πιθανῶς συντεθεὶς πέφυκε παραιρεῖσθαι τῶν ἀκουόντων τοὺς λογισμοὺς καὶ τὰ μὲν βλαβερὰ χρηστὰ νομίζειν ἔπεισε, τὰ δὲ χρηστὰ ἐπιζήμια. οὕτω καὶ πόλις πρὸς αὑτὴν ἐκπολεμοῦται καὶ δῆμος εἰς στάσιν ἐκφέρεται. καὶ δεῖ τότε τῶν παρὰ τοῦ δήμου δρωμένων ὑπεύθυνον εἶναι τὸν παρασχόντα τὴν ἀφορμήν. ἃ γὰρ οὐκ ἂν ἐπέπρακτο μὴ τῶν λόγων εἰρημένων, ταῦτα πεπραγμένα διὰ τοὺς λόγους εἰς τὸν εἰρηκότα ἄνεισι. πῶς οὖν ὁ μὴ μετέχων λόγου τούτων αἴτιος ἃ μόνων ἐστὶ τῶν λεγόντων; ἀλλ' ὁ νῦν δι' ἑτέρων ἀγωνιζόμενος οὗτος ἐτάραττε τὸν δῆμον, ὁ σιωπῶν, ὁ μὴ διαίρων τὸ στόμα;
[24] Ποῦ δὲ καὶ στάσιν ἄξιον τὸ πραχθὲν ὀνομάζειν; ὁ δῆμος ἔλαβε δίκην πονηρᾶς δωρεᾶς μιᾷ γνώμῃ πρὸς τοὺς λίθους χρησάμενος, ὁμοφρονήσας, κοινῇ παροξυνθείς. θόρυβος δὲ οὐκ ἦν τῶν μὲν ταῦτα, τῶν δὲ ἕτερα βουλευομένων, ἀλλὰ πάντες τε ἐμίσουν καὶ κατέλευον.
[25] στάσις δέ ἐστιν, ὅταν τὸ διάφορον τῆς ἐπιθυμίας ταράττῃ πρὸς ἑαυτούς, ὅταν σχιζόμενοι ταῖς γνώμαις οἱ μὲν τὰ μετέωρα καταλαμβάνωσιν, οἱ δὲ τοὺς λιμένας κατέχωσιν, ὅταν διατειχίζωσιν, ὅταν ἐπ' ἀλλήλους καλῶσι συμμάχους, ὅταν ἡ πόλις μὴ μία μένῃ. τὸ δὲ τιμωρίαν λαβεῖν παρ' ἀνδρὸς ἀπανθρώπου τίς θόρυβος ἢ ποία στάσις;
[26] Ἀλλ' ἔστω καὶ θόρυβος καὶ στάσις τὰ περὶ τὸν πλούσιον. ἀλλ' οὐχ οὗτός γε αἴτιος. τίς γὰρ ἤκουσε λέγοντος; βάλλετε, ὦ ἄνδρες πολῖται, τυραννικὴν κεφαλήν. βάλλετε πλούσιον ἐπεμβαίνοντα τῷ καιρῷ. παρῆλθον οἱ κίνδυνοι. πράξασθε δίκην. τούτων οὐδὲν εἶπεν, οὐδὲ γὰρ ἦν οἷόν τε βουλομένῳ. πῶς οὖν ἐκ σιωπῆς ὑπὸ τὸν νόμον ἄγεται, πρὸς τῶν θεῶν;
[27] εἰ τούτου σιωπῶντος ἕτερος τούτοις χρησάμενος ἐκίνησε τὸν δῆμον πρὸς τὸ ἔργον, ἆρ' οὐκ ἂν ἐπ' ἐκεῖνον ἦγον τὴν αἰτίαν ἰσχυριζόμενοι τοῖς λόγοις; οἷς τοίνυν ἔκρινον ἂν τὸν εἰρηκότα, τούτοις ἀφιᾶσι τὸν οὐ φθεγξάμενον.
[28] Ἀλλ' ἧκε, φησίν, εἰς τὴν ἐκκλησίαν. καὶ τίς κεκώλυκε νόμος; καὶ παρεστηκὼς ἐδάκρυε. καὶ ποῦ τὸ θρηνεῖν ἀδίκημα; πολίτης δυστυχῶν μετεῖχε τῆς ἐκκλησίας δακρύων. τούτων δὲ οὐκ οἶδα κρίσεις οὐ παρ' ἡμῖν γεγενημένας, οὐ παρὰ τοῖς προσχώροις, οὐκ ἐφ' ἡμῶν τῶν ἔτι ζώντων, οὐκ ἐπὶ τῶν προγόνων. ἀλλὰ καὶ μειδιᾶν ἐφεῖται καὶ δακρύειν δέδοται καὶ τὴν φύσιν οὐκ ἔστιν εὐθύνας ἀπαιτῆσαι. ἀλλ' ὥσπερ ἀναπνεῖν καὶ πεινῆν καὶ χαίρειν καὶ γελᾶν καὶ σκυθρωπάζειν καὶ ἀρρωστεῖν καὶ τὰ τοιαῦτα πάσχειν οὐκ ἔστιν ἀδικεῖν, οὕτως οὐδ' ἐκ τοῦ θρηνεῖν καὶ δακρύειν οὐκ ἔστιν ὑπόδικον εἶναι.
[29] ὁρᾷς τοὺς ἐπὶ τὰ μνήματα ἀκολουθοῦντας τοῖς τετελευτηκόσιν; οὗτοι δακρύουσιν, ἀλλ' οὐ κρίνονται. ὁρᾷς τοὺς τεμνομένους ὑπὸ τῶν ἰατρῶν; οὗτοι κλαίοντες οὐκ ἐγκαλοῦνται. πόσοι δὲ ῥήτορες μεμνημένοι συμμάχων ἠτυχηκότων δάκρυα μετὰ τῶν λόγων ἀφιᾶσι, πόσοι δὲ δῆμοι συμφορὰς ἀκούοντες ἀποίκων κατηνέχθησαν εἰς θρῆνον. εἰ μὲν οὖν ὅλως τὸ δακρύειν ἐν ἀδικήμασιν ἀριθμεῖς, πολλοὺς ἀδικοῦντας οὐ διώκεις· εἰ δ' ἐπὶ τῶν ἄλλων ἀνεύθυνον τὸ πρᾶγμα, περιεργάζῃ τῷ παρόντι.
[30] σὺ δὲ εἰπέ μοι, πότερον κρείττων εἶ τῆς ἐπὶ τοῖς πάθεσι λύπης ἢ λυπούμενος εἶτα δίκην ἀπαιτούμενος στέργοις ἄν; ἀλλ' οὐχ οὕτως οὔτε νικᾷς τὴν φύσιν οὔτε ἀναισθήτως ἔχεις. μὴ τοίνυν ἧς αὐτὸς ἀξιοῖς ἀπολαύειν ἐξουσίας, ταύτης ἕτερον ἀποστέρει. ὅλως δὲ οὐ νομοθετήσων εἰσῆλθες, ἀλλὰ τοῖς πάλαι κειμένοις ἀκολουθήσων. δεῖξον οὖν ἐν τοῖς κυρίοις μετὰ τῶν ἀδικημάτων ἠριθμημένα τὰ δάκρυα.
[31] τοὺς γὰρ ἀδικοῦντας καὶ μὴ τούτῳ διαγινώσκομεν τῷ τοὺς μὲν τολμᾶν ἃ κεκώλυται, τοὺς δὲ πράττειν ἃ συγκεχώρηται. οἷον τὸν κλέπτην καὶ τὸν μοιχὸν καὶ τὸν ἀνδροφόνον εἰς δικαστήριον ἄγομεν. διὰ τί; ὅτι ποιοῦσιν ἃ μὴ ποιεῖν γέγραπται· τὸν λαλοῦντα καὶ βαδίζοντα καὶ τὼ χεῖρε κινοῦντα καὶ βοῶντα καὶ συνάγοντα τὸ πρόσωπον οὐκ ἄγομεν οὐδὲ κρίνομεν. διὰ τί; ὅτι νόμους οὐ παραβαίνουσι.
[32] δεῖ δὴ καὶ σὲ τοῦτο δεικνύειν ἐγγεγραμμένον· ἐὰν δὲ δακρύῃ τις, κολαζέσθω καθάπερ οἱ τὰ ἄλλα κακουργοῦντες. εἰ δὲ οὐκ ἔχεις, ἐπηρεάζεις καὶ ποιεῖς τοὺς συκοφαντεῖν εἰωθότας χαλεπωτέρους παιδεύων αὐτοὺς καὶ διδάσκων πᾶν τὸ παραπεσὸν πρόφασιν ποιεῖσθαι γραφῆς.
[33] Ἀλλ' εἰ μὴ παρὰ τοῖς νόμοις, ἐν τῷ ψηφίσματι τῆς δωρεᾶς δεῖξον διειρημένον· μὴ φαινέσθω δὲ ἐπ' ἐκκλησίας ὁ πένης μηδὲ ὀδυρέσθω τὸ πάθος μηδὲ ἀλγείτω τῇ συμφορᾷ. ἀλλὰ τούτων γε οὐδὲ ὁ δυσμενὴς καὶ μηδὲν ὀκνῶν ἀπεστέρει. σὺ δὲ ἡμῖν βαρύτερος ἀναφαίνῃ τοῦ πλουσίου.
[34] ἔτι τοίνυν, εἰ μὲν ἀπαθὴς ὢν καὶ μηδὲν ἔχων στένειν ἐξεπίτηδες ἐδάκρυσεν ἀνερεθίζων τὸν δῆμον, αὐτὸς ἂν ἐμεμφόμην, αὐτὸς ἂν ἐγραφόμην· νῦν δὲ οὐδ' εἰ σφόδρα πειρῷτο, μὴ θρηνεῖν εὔπορον, ἀλλ' ἐπὶ τῆς γλώττης τὸ πάθος κείμενον κινεῖ τὴν τῶν δακρύων φοράν. μὴ γὰρ εἰς παράδειγμα καταφεύγειν ἔστι τῷ ῥήτορι καὶ τυχεῖν ἐξ ὁμοίων ῥᾳστώνης;
[35] οὐ παῖδα ἀποβέβληκεν, οὐκ ἀτιμίαν κατέγνωσται, ταῦτα δὴ τὰ τοῖς πολλοῖς συμβαίνοντα, οὐ τὴν χεῖρα ἀπεκόπη κατὰ ψήφισμα τοῦ δήμου καὶ παραμυθεῖται τῇ γλώττῃ τὸ πάθος, ἀλλ' ᾧ τῶν ἀλόγων ζώων διαφέρομεν, τῷ χρῆσθαι λόγῳ πρὸς ἀλλήλους, τοῦτο εἰς ἑτέρου τέρψιν ἀπολώλεκε. καὶ νῦν ἕστηκεν ἴσα τοῖς λιθίνοις ἄφωνος ὁ πρῴην ἐπὶ τοῦ βήματος ῥέων. τί καὶ χρὴ καλέσαι τὸν ἄνθρωπον; ἡ μὲν τέχνη κελεύει ῥήτορα, ἡ γλῶττα δὲ οὐκ ἐᾷ.
[36] οὐ γέγονεν ἐλεεινότερον πάθος ἐκ τοῦ παντὸς αἰῶνος. σπουδάζων περὶ τὸν δῆμον κολάζομαι καὶ τῇ φωνῇ τὸ κοινὸν ὠφελῶν τῆς φωνῆς ἀποστεροῦμαι καὶ γίγνεταί μοι τῆς εὐνοίας ἀμοιβὴ σιωπὴ καὶ τέμνομαι τὴν γλῶτταν ἐχθροῦ κελεύοντος πλουσίου. πᾶν μὲν γὰρ ἀφόρητον ἐμοὶ καὶ τὸ σμικρότατον, ὅταν ὁ λυπῶν ᾖ δυσμενής, εἰς γλῶτταν δὲ ζημιούμενος τί χρήσομαι; [37] πρόσθες δὴ καὶ τὸν ῥήτορα. καὶ γὰρ τούτῳ πλεῖστον διαφέρει. ὁ γὰρ ῥήτωρ οὐδέν ἐστιν ἕτερον ἢ φωνή. καὶ κουφοτέρα τῷ τοιούτῳ συμφορὰ τὸ τοὺς ὀφθαλμοὺς ἢ τὴν γλῶτταν ζητεῖν. ὁ μὲν γὰρ ἰδιώτης ἴσως οἴσει μετρίως, οὐ γὰρ ἐν τῇ φωνῇ τὴν εὐδοξίαν κέκτηται, ῥήτορα δὲ στερῆσαι τῆς γλώττης ἴσον ἐστὶ καὶ χειρῶν παλαιστήν.
[38] θαυμάζεις οὖν εἰ δακρύει ῥήτωρ ἄφωνος; ἄλλο γάρ τι τούτῳ νομίζεις εἶναι τὸν βίον ἢ τὸ δακρύειν; οἴκοι θρηνεῖ πρὸς ἑκάστην χρείαν νεύματι χρώμενος. ἐπ' ἀγορᾶς θρηνεῖ τοὺς γνωρίμους προσφωνεῖν οὐκ ἔχων. καὶ τί θαῦμα τὸν πεπονθότα δακρύειν, εἰ ἡμεῖς πρὸς τὴν θέαν τοῦ ῥήτορος εἰς δάκρυα πίπτομεν;
[39] ἐδάκρυσε ποθῶν τὴν φωνήν. τί καινόν; ἕκαστος τοῖς παροῦσιν ἀφθόνως χρῆται, τούτῳ δὲ οὐ γεγηθέναι πάρεστιν. εἰ γὰρ καὶ μὴ πρότερον ἐδάκρυσεν, οὐκ ἂν ἐκίνησεν ἡ ἐκκλησία τὸν ὀδυρμόν; εἶδεν ὁ ῥήτωρ τὰ παλαιὰ παιδικά, βῆμα καὶ προέδρους, συμβούλους καὶ δῆμον, ἐπιστάτην καὶ πρυτάνεις, εἶδεν αἴροντα τὴν χεῖρα τὸν ἐχθρόν, ᾔσθετο λαρυγγίζοντος, ᾔσθετο τοῦ κήρυκος βοῶντος· τίς ἀγορεύειν βούλεται; καὶ ζητῶν τὴν φωνὴν οὐχ εὗρεν. ἀντέθηκεν οὖν πρὸς τὴν ἔμπροσθεν ῥητορείαν τὴν παροῦσαν σιγὴν καὶ φανερώτερον εἶδε τὴν αὑτοῦ συμφορὰν ἐν τῇ δημηγορίᾳ τοῦ πλουσίου καὶ σχῆμα θεώμενος ἐν ᾧ ποτε καὶ αὐτὸς ἠγάλλετο μνήμῃ τῶν πρεσβυτέρων ἐπλήγη τὴν ψυχήν.
[40] εἴ τῳ σταδιοδρόμῳ πηρώσας τὸ σκέλος εἶτ' ἄγοις αὐτὸν ἐπὶ θέαν δρόμου, πρὸς τὸ στάδιον ὁμοῦ καὶ τὸ σκέλος ἰδὼν πολλὰ τῶν δακρύων ἀφήσει. εἰ γενναίῳ στρατηγῷ τὴν δεξιὰν ἀποκόψας ἄγοις ὀψόμενον μάχην, παραθεὶς τῷ τῶν δοράτων ἔργῳ τὴν ἀπουσίαν τῆς χειρὸς οὐκ οἴσει τὴν ὄψιν ἀδακρυτί. καὶ ζωγράφῳ τοὺς δακτύλους λυμηνάμενος εἰ πίνακα δείξαις, μνήμῃ τῆς τέχνης εἰς ὀδυρμὸν ἐμπεσεῖται. δύναται γὰρ καὶ τόπος καὶ σκεῦος καὶ πρᾶξις παλαιᾶς εὐτυχίας ἀναμνῆσαι, τοῦτο δὲ ἐπάγει τὰ δάκρυα.
[41] εἶδε καὶ ῥήτωρ ἄγλωττος ἐκκλησίαν καὶ τῶν ὅτε εἶχε τὴν φωνὴν ἀνεμνήσθη πραγμάτων. πάντως ἐνεθυμήθη που πρὸς αὑτόν· ἐγώ ποτε παρῄειν ἐνταῦθα καὶ ἀνέβαινον ἐπὶ τὸ βῆμα καὶ εἰσηγούμην καὶ ἐκροτούμην καὶ δι' ἐμοῦ τὰ πλεῖστα τῶν αὑτῆς ἡ πόλις ἐποιεῖτο, νῦν δὲ ἕστηκα δίκην εἰκόνος, μάρτυς ἀλλοτρίων ἀγαθῶν. ἰδοὺ καὶ ὑμεῖς, ὦ δικασταί, δακρύετε. τί οὖν τοῦτον εἰκὸς ἦν παθεῖν;
[42] Εἰ δ' ἑαυτὸν μὲν οὐκ ἐδάκρυσε, γνώμην δὲ εὑρὼν συμφέρουσαν εἶτ' ἀδυνατῶν εἰπεῖν ἐδάκρυσε τὴν πόλιν οἵων ἐστέρηται συμβούλων, διὰ τοῦτο δίκην ὀφείλει τῇ πόλει; τίνος δὲ καὶ τιμωρίαν ἀπαιτεῖς; εἰ μὲν τῶν δακρύων, ἐξῆν δακρύειν· εἰ δ' ὅτι τὸν δῆμον ἐκίνησεν, οὐκ ἦν μάντις οὐδὲ προῄδει τὸ μέλλον. ἀγνοίας δὲ οὔκ εἰσι δίκαι. τίς γάρ, ὅτι μὴ τὸ συμβησόμενον προεώρακε, κεκόλασται; σὺ δ' εἰ μὲν ᾔδεις τὴν ἐσομένην ὀργήν, τί τάχιστα οὐκ ἀπήλαυνες πρὶν παθεῖν τι τὸν δῆμον; εἰ δ' οὐ προῄδεις, τί μᾶλλον λαμβάνεις ἢ δίδως δίκας;
[43] ἀλλὰ γὰρ οὐ λέληθας τοῦτον μὲν πρόφασιν θέμενος, κατηγορῶν δὲ τοῦ δήμου. ἐγὼ δὲ τί φημι; ὁ δῆμος ἔμελλε τοῦτο δράσειν ὃ δὴ καὶ πεποίηκε, κἂν εἰ μηδεὶς πένης μήτε ἧκε μήτε ἐδάκρυσεν. οἱ γὰρ ἃ μὴ βούλονται δοῦναι βιασθέντες, ἐπειδὰν εἰς ἐξουσίαν ἔλθωσιν ὧν ἄκοντες παρεχώρησαν, τιμωρίαν ἀπαιτοῦσιν ἐξ αὐτῶν ὧν ἔδοσαν πολεμοῦντες τῷ λαβόντι. τίς γὰρ πολέμου τύχη, τίς ἀκαιρία χαλεπὴ τοιοῦτον ἠνάγκασεν ἐν τῇ πόλει κυρωθῆναι ψήφισμα· ἀποκοπήτω γλῶττα πολίτου; διὰ τί; ὅτι μικρὰ κεκτημένος ἀντιπολιτεύεται τῷ πλουσίῳ.
[44] τούτῳ δέ, ὦ δικασταί, τῷ ψηφίσματι κατελύετο μὲν ἡ δημοκρατία, κατελύοντο δὲ νόμοι καὶ ἱερὰ καὶ ὅσια, ἐχραίνετο δὲ ἡ γῆ καὶ ὁ πάντα ἐφορῶν ἥλιος, ἐταράττετο δὲ ὁ θεσμὸς καὶ μεθίστατο πρὸς δεσποτείαν τὸ τῆς ἰσηγορίας καλόν, ἐπληροῦτο δὲ τοῦ μύσους ἡ πόλις, ἐκοινωνεῖτε δὲ τῆς ὠμότητος τῇ χειροτονίᾳ. δῆλον οὖν ἦν ὅτι καταστάντων τῶν πραγμάτων ὁ τῆς ἡσυχίας καιρὸς καιρὸς ἔσται καὶ τιμωρίας τῷ πλουσίῳ καὶ συνέπεσε τοῖς τοῦ πένητος δάκρυσιν ἡ τοῦ δήμου κρίσις.
[45] Οὔκουν ἡμάρτετε, ὦ δικασταί, τοῖς λίθοις τότε χρησάμενοι κατ' ἀνδρὸς ἐν τοῖς ὑμετέροις τρυφήσαντος κακοῖς, ἀλλ' οὐδ' ἂν ἀπετρίψασθε τοὔνειδος μὴ τοὺς λίθους ἁρπάσαντες. πῶς γὰρ ἂν εἰς τοὺς νεὼς ἤλθετε; πῶς ἂν ἐθύσατε; πῶς ἂν τὰς ἑορτὰς ἐπληρώσατε; πῶς ἂν ᾐτήσατε παρὰ τῶν θεῶν τἀγαθὰ τοῦ πλουσίου τῇ μιαρᾷ χειρὶ συνεφαπτομένου τῶν ἱερῶν; τίς δ' ἂν σύμμαχος καλούμενος εἰς κοινωνίαν ἔργων ὑπήκουσεν;
[46] οὐκ ἴστε ὅτι τὰ τῶν πόλεων ἤθη τοῖς ψηφίσμασι γνωρίζεται καὶ πρὸς τὴν ἐκείνων ἀρετὴν ἢ κακίαν καὶ ταῦτα δοξάζεται; τίνες οὖν ἐνομίσθητ' ἂν τοὺς τρόπους στάντες ἐπὶ τῆς δωρεᾶς καὶ μὴ καθηράμενοι τῷ φόνῳ; ἐγὼ μὲν γὰρ οἶμαι, τῶν βαρβάρων ἀγριώτεροι. ἀλλὰ νῦν δέδεικται πᾶσιν ὅτι οὐκ ἄρα τῆς πόλεως ἦν ἡ δόσις καὶ τοῖς δευτέροις τὰ πρότερα συσκιάζεται. πέπτωκεν ἄνθρωπος ἐν ἐλευθερίᾳ τυραννίδος ὠμότητα παρελθών. πέπτωκεν ἄνθρωπος μαθὼν ὑπερβαίνειν δημοκρατίας ἔθη. κατελεύσθη πλούσιος ἐπὶ τοῖς νόμοις εὐπορῶν. εἶτ' ἀγανακτεῖ τις τῇ τελευτῇ καὶ γράφεται καὶ κρίνει;
[47] φοβοῦμαι, ὦ δικασταί, τὸν κατήγορον, τυράννου τεθνεῶτος ἀλγεῖ. καίτοι πότερον μεθ' ὑμῶν ἠφίει τῶν λίθων ἢ οὔ; εἰ μὲν γὰρ μετεῖχε τῆς βολῆς, πῶς ὧν ἔπραξε κατηγορεῖ; εἰ δὲ μόνος ἀπείχετο, μανίαν κατεγνώκει τοῦ δήμου.
[48] εἰ δέ μοι λέγεις τὴν νύκτα καὶ τὴν νίκην, τέχνην λέγεις, ἀπάτην λέγεις, χρημάτων ἔργον λέγεις. εἰ δέ γε τοσοῦτον ἴσχυεν ὥστε φανεὶς τρέπεσθαι καὶ πλέον ἁπάσης ἐδύνατο τῆς πόλεως μόνος, οὐκ ἂν μὲν ἔλαθε τοὺς πολεμίους ἡ φήμη τῆς ἀνδρείας, οὐκ ἂν δὲ ἐπεστράτευσαν πόλει παρ' ᾗ τοιοῦτος στρατιώτης τρέφεται, ἀλλ' ἐκεῖνος μὲν δυοῖν ἔδωκε δίκην, τῆς τε πολιορκίας ἣν κατεσκεύασε καὶ τῆς δωρεᾶς ἣν ᾔτησεν.
[49] Ὑμεῖς δέ, ὦ δικασταί, μὴ τὴν ἐκ τοῦ ψηφίσματος αἰσχύνην ἀνανεώσησθε τῇ ψήφῳ μηδὲ τὸν ἠδικημένον ὡς ἀδικοῦντα ἀποκτείνητε μηδὲ ἐλέγξητε τὴν τῶν λίθων βολὴν τῇ γνώσει. ὁ νόμος φησὶ τὸν θορύβου καὶ στάσεως αἴτιον. ὁ δὲ ἀναίτιος, ἐσιώπα γάρ. ἐλθὼν εἰς ἐκκλησίαν ἐδάκρυε. τούτων δὲ ἀμφοτέρων ἐξουσία. τῷ πάθει κατηνάγκαστο κλαίειν. ἠγνόει τὸ συμβησόμενον.
[50] σώσατε οὖν, ὦ δικασταί, τὸν συκοφαντούμενον, τὸν ἡμαρτηκότα μὲν οὐδ' ὁτιοῦν, πεπονθότα δὲ καινότατα. εἴ τοι γε καὶ τῶν ἀλλοφύλων τις εἰς τοῦτο ἀφῖκτο συμφορῶν, πάντως ἂν ἰδόντες ᾠκτείρατε. γνώρισμα δὲ τῆς ὑμετέρας φιλανθρωπίας ὁ σύλλογος οὗτός ἐστιν.
[51] ὁ ῥήτωρ ἐκεῖνος ὁ δημοτικός, ὁ λυπῶν τοὺς πλουσίους ὑπὲρ τῶν νόμων, ὁ πολλὰς μὲν γνώμας εἰπών, πολλὰ δὲ ψηφίσματα γράψας, πολλὰς δὲ πρεσβείας ὑποστάς, ὁ συμμάχους προσαγόμενος, ὁ πόρους ἀνευρίσκων, ὁ τιθεὶς νόμους χρηστούς, ὁ λύων πονηρούς, ὁ πολλοῖς μὲν πράγμασιν ἐπιστάς, διαμείνας δὲ ἐν πενίᾳ, οὗτος εἰς ὃν ἐν ταῖς χρείαις ἐβλέπομεν, ἀπόδοτε δὴ τῷ δυστυχεῖ τὴν χάριν εἰς τὴν σωτηρίαν καὶ μὴ ποιήσητε φανερὸν ὅτι παραπαίουσιν οἱ τὰ ὑμέτερα θεραπεύοντες.
[52] τίνι γὰρ βοηθήσετε τῶν ἁπάντων, εἰ μὴ τοῦτον ἐλεήσετε; εἰς τίνα δὲ ἔσεσθε φιλοικτίρμονες τούτου καταμελήσαντες; οὔτ' εὐνούστερον εὕροιτ' ἂν ἄνθρωπον οὔτ' ἀθλιώτερον, ὃς καὶ τὰ τῶν μύθων ἄτοπα τοῖς ἑαυτοῦ πάθεσιν ἐπιστώσατο. ἦγε μὲν ὁ πλούσιος ἀπὸ τῆς ἐκκλησίας λαβών, ὁ δὲ ὥσπερ αἰχμάλωτος εἵπετο. περιστήσας δὲ τοὺς κόλακας καὶ τῆς παρρησίας ἀναμνήσας καὶ τὸ ψήφισμα ἐπιδείξας πρόβαλλε τοίνυν, ἔφη, γλῶτταν τὴν ἐμοὶ δυσμενῆ, τὴν δημοτικήν, τὴν οὐ φοβηθεῖσαν πλοῦτον, τὴν κρείττονα τῆς τύχης. καὶ ὁ μὲν ἐκέλευεν, ὁ δὲ ὑπεῖχε, καὶ ἐξεκόπτετο φωνὴ τὰ τῆς πόλεως ὀρθοῦσα.
[53] εἶθ' ὑμεῖς προσκαταγνώσεσθε τοῦ τὰ τοιαῦτα πεπονθότος καὶ ᾧ παραμυθίαν οὐκ ἔστιν εὑρεῖν, τούτῳ προσθήσετε συμφοράς; καὶ πότερον τοῦτον ἢ τὸ κοινὸν καταβλάψετε; ἱκανῶς, ὦ δικασταί, συνέστειλε τοὺς πένητας τὸ περὶ τῆς γλώττης ψήφισμα, ἱκανῶς ἀπέφηνεν ὡς ἐπικίνδυνον ἡ τῆς εὐνοίας τάξις. εἰ δὲ καὶ κατεγνωσμένον τοῦτον ἐν δικαστηρίῳ θεάσαιντο, πότε δώσουσιν αὑτοὺς εἰς τὰ ὑμέτερα προθύμως; τίς ἐρεῖ; τίς πρεσβεύσει; τίς ἔσται δίκαιος ὁρῶν τοιαῦτα ἆθλα τῇ δικαιοσύνῃ κείμενα;
[54] οὐκοῦν οἱ μὲν μετατάξονται καὶ νομιοῦσιν εὐβουλίαν τὸ συνεστάναι τοῖς πλουσίοις, τοῖς δὲ ἄδεια καταθεῖν τὴν πολιτείαν; ταῦτα δημοκρατίαν ἀναιρεῖ, ταῦτα ὀλιγαρχίαν εἰσάγει. ἀπὸ τοιούτων σπερμάτων φύεται δήμῳ δουλεία. ἑνὶ δὴ τούτῳ τῷ σώματι συγκινδυνεύει τὸ κοινόν.
[55] Σὺ δὲ ἀνάβηθί μοι δεῦρο καὶ συνεισένεγκαί τι. εἰσί σοι χεῖρες, ἔστι σοι δάκρυα. οὐ λείπονταί σοι πρὸς ἱκετείαν ἀφορμαί. εἰ δ' οὐκ ἀποχρήσει ταῦτα, δεῖξον τὴν γλῶτταν. ὁρᾷς ὡς ἐκάμφθησαν οἱ δικασταί; θάρρει δὴ περὶ τῆς ψήφου καὶ μὴ μέμψῃ τῷ δήμῳ. στένων ἐψηφίζετο τὴν δωρεὰν νικώμενος ὑπὸ τοῦ καιροῦ. πολλοὶ πολλάκις ἐπέδωκαν αὑτοὺς ὑπὲρ τῶν πατρίδων εἰς σφαγήν. ἔλυσας καὶ σὺ τῇ τομῇ τὴν πολιορκίαν. ἐν ταῖς εὐεργεσίαις καὶ τὸ πάθος ἐγγράψω.
[56]
τοῦ μὲν οὖν ψηφίσματος ἐπιλανθάνου, μέμνησο δὲ τῆς καλῆς ἐκκλησίας καὶ τῶν λίθων. τήρει μοι τὴν ἀρχαίαν γνώμην καὶ φύλαττε τὴν προαίρεσιν, δέομαί σου, καὶ σιωπῶν πρὸς τὰ κοινά. γράφε συμβουλάς. ἐγὼ δὲ ἀναγνώσομαι, κἂν εὕρω τινὰ γνώμην, ἀνακοινώσομαί σοι. σὺ δὲ ἀνάνευε καὶ κατάνευε καὶ πολιτεύου τοῖς νεύμασι. σύνθες ἀπολογίαν ὑπὲρ τοῦ δήμου, πρέπει σοι καὶ πεπονθότι κοσμεῖν τὴν πόλιν, σύνθες παράκλησιν εἰς προθυμίαν τοῖς πένησιν, ἔξελε τὸν φόβον, ἐπίρρωσον πρὸς τὴν εὔνοιαν. σὲ δὲ ἡ πόλις δημοσίᾳ θρέψει παραμυθουμένη ῥήτορα ἄφωνόν τε καὶ πένητα.