2327 141 0 5 0 0 IV d. C. Retorica Libanius XLV Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 28

Libanius - Declamatio XLV

Τὰς πλείους ψήφους κρατεῖν νόμος ἐκέλευεν. ἑπτὰ δικαστῶν δύο κατέγνωσαν θάνατον, δύο ἀτιμίαν, τρεῖς φυγήν. ἀξιοῖ φεύγειν ὁ κατεγνωσμένος.

Προθεωρία.

[1]    Μεστὸν πάθους καὶ ἀγωνίας τὸ ζήτημα. οὐ γὰρ ἐπ' ἀδήλοις τοῖς ἀδικήμασιν, ἀλλ' ἐπὶ φανεροῖς ὁ λέγων ποιεῖται τὴν πρόσοδον. ἐλήλεγκται γὰρ πανταχοῦ. ὅθεν μίξει τῷ λόγῳ δάκρυα τὴν συμφορὰν διηγούμενος, ἵνα τῷ μεγέθει τῶν ἀτυχημάτων ἑλκύσαι δυνηθῇ τοὺς ἀκροατὰς πρὸς ἔλεον.

[2] δεῖ δὲ αὐτὸν φαίνεσθαι πανταχοῦ τοῖς δικασταῖς ὁμολογοῦντα χάριν καὶ μάλιστα τοῖς φιλανθρωποτέραν θεμένοις τὴν ψῆφον, ἵνα καὶ τὴν τῶν ἀκουόντων φιλανθρωπίαν καρπώσηται. τὸ γὰρ ἀχαριστεῖν τοῖς φθάσασι καὶ τὴν ἀπὸ τῶν αὖθις ἀκουόντων ἔχει κατάγνωσιν.

[3] ζητήσειε δ' ἄν τις πότερον δι' ἑαυτοῦ τῷ λόγῳ χρήσεται ἢ συνηγόρου δεήσεται. φύσει γὰρ τοῖς ἀτίμοις λόγων οὐ μέτεστιν. ὅπερ ὁ σοφώτατος Δημοσθένης εἰδὼς ἤδη καταγνωσθέντος τοῦ Στράτωνος καλεῖ τοῦτον πρὸς τοὺς δικάζοντας καὶ ὑπὲρ αὐτοῦ συνίσταται καὶ πάλιν ἐν τῷ πρὸς Εὐβουλίδην εἰσάγει μετὰ τὴν τοῦ δήμου κρίσιν καὶ κατάγνωσιν οἰκείοις τὸν ἤδη κριθέντα λόγοις χρώμενον.

[4] ἐνταῦθα δὲ τὸ πρᾶγμα παντάπασιν ἄπορον. οὔτε γὰρ ‹παραγραφῇ οὔτε› ἐφέσει ἀγωνίζεται, ἵνα καὶ φῇ ὡς παρὰ δίκην κατέγνωσται, ἀλλ' ἡμεῖς εἰσάγομεν οἰκείοις τὸν κριθέντα λόγοις χρώμενον οὐ πρῶτοι τοῦτο καὶ μόνοι νομοθετήσαντες, τοῖς δὲ σοφωτέροις τῶν πρὸ ἡμῶν ἀκολουθήσαντες. τὸ δὲ ἀπειροκάλων ὑπομένειν δόξαν φεύγοντες τοσοῦτον περὶ τῆς ποιότητος ἐροῦμεν μόνον. οὐ γὰρ ὡς πρὸς ἀγνοοῦντας ἢ καὶ τοὺς ἄμεινον ἡμῶν εἰδότας οἱ λόγοι γίγνονται, τῶν δὲ ἀπειρότερον ἀκουόντων ἕνεκα.

[5] καθόλου τοίνυν ἐπὶ τῶν τιμήσεων, ὅταν μὲν ἑαυτοῖς αἰτῶμεν χαλεπώτερα, ἐσχηματισμένον ἀνάγκη τὸν λόγον προάγεσθαι, οἷον εἰ προκειμένης ἀτιμίας αἱροίμεθα θάνατον, ὡς ἐπ' ἐκείνου τοῦ ζητήματος· μετὰ Χαιρώνειαν γράφει Δημοσθένην Αἰσχίνης τοῦ λοιποῦ μὴ πολιτεύεσθαι. Δημοσθένης ἑαυτῷ τιμᾶται θάνατον. οὐ γὰρ ἵν' ἀπόληται, τὴν τελευτὴν αἰτεῖ, ἀλλ' ἵν' ἕτερόν τι διαπράξηται.

[6] ὅταν δὲ κουφοτέραν αἰτῶμεν συμφορὰν προκειμένης καὶ τῆς χείρονος, ὡς ἐπὶ τοῦ προκειμένου πλάσματος, ἀσχημάτιστον καὶ καθαρὸν τὸ αἰτούμενον ἀπ' εὐθείας τοῦ λέγοντος ποιουμένου τοὺς λόγους. πεπεισμένος δὲ ὑμᾶς εὐγνώμονας ὑπάρχειν ἀκροατὰς ἡγοῦμαι μήτε τῷ τάχει τῶν προοιμίων μήτε τῇ καταστάσει μέμψεσθαι. ποῦ γὰρ ἡμῖν μηκύνειν ταῦτα καιρὸς δευτερολογίας δύναμιν τοῦ ζητήματος ἔχοντος καὶ πάντα μετὰ ἀκριβείας τῶν ἀκουόντων εἰδότων;

[7] εἰ δὲ πρὸς ἕκαστον τῶν ὑποπιπτόντων οἰκείως καὶ γοργῶς ἀπηντήκαμεν καὶ μετὰ πάθους μὲν τὰ προοίμια, ἐλεεινὴν δὲ τὴν διήγησιν καὶ τὰς ἀντιθέσεις, ὡς ἔδει, πεποιήμεθα τὸ πλεῖστον τοῦ πάθους ἐν τοῖς ἐπιλόγοις τηρήσαντες καὶ ὥσπερ ἐν κοινῷ τόπῳ τὸν ἔλεον ἐν τῷ τέλει καταπραττόμενοι καὶ πάντα μετὰ ἀκριβείας διήλθομεν, οἱ σὺν ἐπιστήμῃ ἐπαινεῖν μαθόντες οὐκ ἀγνοήσουσιν.

[2][t]

Ἡ μελέτη.

[1]    Εἰδὼς ὑμᾶς, ὦ ἄνδρες πολῖται, καὶ τοῖς ἀτυχοῦσι τῶν πολιτῶν συναχθομένους καὶ πρὸς τὴν ἀγνώμονα καὶ πονηρὰν τύχην ἐναντίως διακειμένους ἀπήντηκα σωτηρίαν μὲν οὐδ' ἡντινοῦν οὐδὲ ἀσφάλειαν αἰτήσων, κατέγνωσμαι γὰρ ἐπὶ τοῖς ἐσχάτοις καὶ δεῖσθαί μοι καιρὸς περὶ τούτων οὐκ ἔτι, ἄλλα δὲ παρ' ὑμῶν δεησόμενος ἥκω ἃ τοῖς ἀτυχοῦσιν εἰς παραμυθίαν περιλέλειπται, τουτέστι τὴν τῆς ἐνεγκούσης ἀλλοτρίωσιν. εἰς τοῦτο γὰρ ἤδη τἀμὰ περιέστηκε πράγματα ὥστε ‹με› τὴν ἀειφυγίαν ἐν μέρει τῆς μεγίστης φιλανθρωπίας νῦν παρ' ὑμῶν αἰτεῖν.

[2] εἰ μὲν οὖν ἴσην πάντες ἢ ὁμοίαν κατ' ἐμοῦ τὴν ψῆφον ἤνεγκαν οἱ δικάσαντες, οὔτ' ἂν ἐδεήθην προσόδων οὔτ' ἂν ὑμᾶς εἰσελθὼν αὖθις ἠνώχλησα, ἀλλ' ἀναμείνας ἂν τὸν δήμιον ἀπηλλαττόμην· ἐπειδὴ δέ με θανάτῳ καὶ φυγῇ καὶ ἀτιμίᾳ μερίζουσιν, οὐκ ἔχω τίς γένωμαι. μίαν δὲ ταύτην εὗρον παραμυθίαν, τὴν ἀπὸ τῆς ὑμετέρας φιλανθρωπίας ῥοπήν. καὶ δέομαι, ταῦτα κατ' ἐμοῦ κυρώσατε ἃ καί τισιν ἤδη τῶν δικαστῶν ἔδοξε.

[3]    Τοῖς μὲν οὖν δικασταῖς οὐδὲν ἐγκαλῶ, καὶ γὰρ δίκαιον οὕτω με καὶ φρονεῖν περὶ αὐτῶν καὶ λέγειν, οὐδὲ γὰρ τῇ τῶν δικαζόντων, τῇ δὲ τῶν ἀγωνιζομένων τύχῃ τὸ πρᾶγμα τῆς ἥττης κρίνεται. εἰ γὰρ ἠγνόησάν τινες καὶ διδασκόμενοι, τοῦτο οὐκ ἐκείνοις, τῷ δὲ ἀτονήσαντι συνειπεῖν ζημία γίνεται. διὸ πρὸς μὲν τούτους οὐδέν, πρὸς δὲ τοὺς ἐπηρεάζειν ἐμοὶ συνεχῶς εἰθισμένους καὶ μηδὲ κόρον τῶν κατ' ἐμοῦ κακῶν τὴν ἐμὴν ποιουμένους συμφοράν, ἀλλὰ καὶ μακρότερα χαλεπαίνοντας τοῦ δαίμονος ἀπήντηκα, εἴ πως ἄρα δυναίμην πείσειν ὑμᾶς μὴ τῇ τῶν κατηγόρων ὑπερβολῇ, τῇ δὲ τῶν ἀτυχούντων συμφορᾷ τὴν ἀκοὴν ἐνδοῦναι καὶ τὸν ἔλεον.

[4]    Μέλλων δὲ τὴν ἐμαυτοῦ τραγῳδεῖν, ὦ ἄνδρες πολῖται, τύχην εὐτολμότερος πρὸς τὸ δακρύειν καὶ παρακαλεῖν γίγνομαι δεδοικὼς μὲν μὴ τοὺς κακοήθεις πάλιν οὐ διαφεύξομαι, οὐ μὴν ἀλλὰ καὶ ὑμᾶς εἰδὼς τοῖς ἀτυχοῦσι τῶν πολιτῶν μᾶλλον ἢ τοῖς ἐπηρεάζειν βουλομένοις χαριζομένους καὶ ῥέποντας. καὶ γάρ, ὅτ' ἐκινδύνευον πρότερον, ἑώρων τοὺς πολλοὺς ὑμῶν συμπαθῶς κινουμένους. εἰς οὓς καὶ νῦν καταφεύγω, ἵνα καὶ τὴν τῶν δικαστῶν κρίσιν βεβαιώσητε καὶ τὴν πολλὴν τῶν κατηγόρων ὠμότητα παύσητε καὶ ἐμοὶ τῷ δυστυχοῦντι φιλανθρωποτέραν τὴν συμφορὰν καταστήσητε.

[5] ἐξ οὗ γάρ, ὦ ἄνδρες πολῖται, τῇ πόλει γεγένημαι, παρηκολούθησέ μοι πονηρός τις δαίμων καὶ βάσκανος οὔτε τὴν ἡσυχίαν οὔτε τὴν πολιτείαν ἡμῖν ἐπιτρέπων ἀκίνδυνον, ἐν ἀγοραῖς, ἐν θεάτροις, ἐν ἐκκλησίαις, ἐν πανηγύρεσι, πανταχοῦ τὰ ἐμὰ πολυπραγμονῶν μόνα. λέγοντι πολλάκις ἐβάσκαινεν, ἐκκλησιάζοντι συνήδρευε, βουλευομένῳ συμπαρῆν, δικαζομένῳ προὐξένει τὰ χείρονα.

[6] ὢ πόσα πρὸς τοῦτον ὠδυράμην πολλάκις, ὢ πόσας κατ' ἐμαυτὸν ἀφῆκα φωνάς· συγχώρησον ἡμῖν, ὦ Τύχη, πρᾶξαί τι λυσιτελέστερον, ἔασον ἀπόνασθαί μου τῆς προθυμίας τὴν πόλιν. δημοτικός εἰμι, λέγειν ἱκανός, πολιτεύεσθαι δυνάμενος. κἂν πολεμίων ἐπίῃ στρατός, οἶδα αὐτῷ ὑπὲρ τῆς ἐνεγκαμένης παρατάττεσθαι. διὸ οὐκ οἴσει μου τὴν ὑπὲρ τῆς πόλεως προθυμίαν οὐδὲ φάλαγξ. ταῦτα καὶ τὰ τοιαῦτα πολλάκις ἐγὼ κατὰ τοῦ δαίμονος, ὁ δὲ ὥσπερ ἐπὶ τἀναντία παρακαλούμενος ἐφήδρευε παιδαγωγῶν ἡμᾶς ἐπὶ τὰ χαλεπώτερα οὔτε κοινῇ οὔτε ἰδίᾳ συγχωρῶν τὰ ἀμείνονα. συμπαραθέων δὲ ἡμῖν ἄνω καὶ κάτω οὐδὲ μετὰ τὴν συμφορὰν σπένδεται.

[7] καὶ τί δεῖ τὰ πολλὰ λέγειν; τί δὲ περὶ τῶν αὐτῶν ἐνοχλεῖν καὶ δεύτερον; ἴστε γὰρ ἅπαντες τὰ κατ' ἐμοῦ δόξαντα καὶ ὡς εἰσηγόμην εἰς δικαστήριον καὶ ὡς κατήγοροι καθ' ἡμῶν εὐτρεπεῖς καὶ ὡς ὁ δεῖνά φησιν ἀδικεῖ τῶν πολιτῶν δεικνύς τις ἐμὲ τὰ καὶ τὰ διαπραττόμενος καὶ τάδε ποιῶν, πόσας ἐνδείξεις, πόσας ἀπαγωγὰς καταπραττόμενος. καὶ τέλος ἀνηρπαζόμην καὶ παραδοθεὶς ἠγόμην πρὸς τοὺς δικάζοντας.

[8] ἐγὼ δὲ τὰ μὲν ἀνιώμενος, τὰ δὲ πρὸς τοὺς κατηγόρους ἀγωνιζόμενος, τὰ δὲ ὑπὸ τοῦ πάντα πολεμοῦντος ἐλαυνόμενος δαίμονος τὰς μὲν πρώτας ἀπεκρουόμην γραφὰς καὶ πρὸς ἕκαστον τῶν κατηγόρων ἐπήρκεσα, τέλος δὲ κατ' ἐμοῦ συνθέντες ἄτοπα, οἷά τινες μηχανορράφοι κακῶν, συνεργὸν τῆς γραφῆς τὴν κατ' ἐμοῦ Τύχην κτησάμενοι αἱροῦσι παρὰ τοῖς δικασταῖς καὶ τὴν νικῶσαν ἀπάγονται ψῆφον. ἐγὼ δ', ὥσπερ οἱ δυσσεβεῖς, ἐπὶ γῆν βλέπων ἔστενον ‹ἐν› τῇ τῶν δικαζόντων ἐξουσίᾳ κείμενος καὶ περιμένων ἐκεῖθεν χεῖρον ἢ μέτριον τὸ ἀτύχημα καὶ ἀεὶ πληγήσεσθαι προσδοκῶν.

[9]    Ἐνταῦθα τοίνυν, ὦ ἄνδρες πολῖται, πῶς τὴν τῶν δικαζόντων ὑμῖν φιλανθρωπίαν διηγήσομαι; οὐ γὰρ ἐπῆρε πάντας εἰς ἀπανθρωπίαν αὐτοὺς ἡ τῶν κατηγόρων ἀπόνοια οὐδὲ ἡ πάντα μοι χαλεπαίνουσα Τύχη τοσοῦτον ἴσχυσεν ὡς ὁμογνώμονας περὶ θάνατον γενέσθαι σύμπαντας, ἀλλ' οἵ γε πλείους αὐτῶν καὶ κατηγόρων ὠμότητα καὶ Τύχης ἤλεγξαν πονηρίαν.

[10] καὶ δεδώκασιν ἡμῖν μικροῦ πάντες τὸ σώζεσθαι βαθμῷ τινι πρὸς φιλανθρωπίαν καταβεβηκότες καὶ ἀπὸ τῶν χαλεπωτέρων μεταδραμόντες ἐπὶ τὰ κουφότερα, ὡς εἶναί μοι μέσην τὴν συμφοράν, καὶ μετρίαν καὶ χείρονα. εἴη δὲ ταύτην καθ' ἡμῶν ἰσχύσαι ἣν αὐτοί τε λαβεῖν ἱκετεύομεν ὑμῖν τε πρέπει φιλανθρωπεύσασθαι.

[11]    Ἀλλ', ἐρεῖ τις, παρελθὼν παρὰ τὸν νόμον ἀξιοῖς. τῶν γὰρ τὴν φυγὴν κατεγνωκότων πλείους οἱ λειπόμενοι. καταρίθμει τὰς γνώμας, μὴ τοὺς δικάζοντας, ἄνθρωπε, καί μοι τὰς ψήφους ὅρα ἀφεὶς ἐξ ἡμισείας μερίζειν τοὺς κατεγνωκότας. τί γνώμας εἰς δύο μερίζεις πλείονας; τί δὲ καταλέγεις ἡμῖν τῶν δικαστῶν τοὺς τέσσαρας ἀπεσχισμένους τοῖς βουλήμασι; μέριζε κατ' ἄνδρα τὴν βούλησιν καὶ τοὺς τὴν φυγὴν κατεγνωκότας εὑρήσεις πλείονας.

[12] σὺ δέ μοι τὰς γνώμας συνάπτων ἀπὸ τούτων οἴει παρακρούσεσθαι. οὐχ οὕτως ὁ δῆμος παρακρούεσθαι πέφυκεν. οἶδε τὰς γνώμας, οἶδε τοὺς δικάσαντας μεθ' οἵας βουλῆς ἐκύρωσαν. θάνατον ἐξ αὐτῶν τινες, ἀτιμίαν ἕτεροι, φυγὴν οἱ πλείους εἰρήκασιν. εἰ μὲν οὖν διπλῆς οὔσης τῆς τιμωρίας τὴν ἐλάττονα παρὰ τὸν νόμον ἐζήτουν, καλῶς ‹ἂν› εἶχεν ὁ παρὰ σοῦ λόγος· ἐπειδὴ δὲ τριπλῆν τὴν τιμωρίαν κατ' ἐμοῦ ἐξήνεγκαν, μὴ τὰς δύο συνάπτων ἅμα νίκα τούτῳ τὴν λειπομένην τῷ σοφίσματι.

[13] πρὸς θεῶν, εἰ δὲ θάνατον ᾔτουν προσιὼν ἐγὼ ἢ τὴν ἀτιμίαν κατά τινας τῶν δικασάντων, οὐκ ἂν εὐθὺς ἀνεβόησας; ἄνθρωπε, παρὰ τὸν νόμον αἰτεῖς καὶ φεύγειν ἐξὸν ἀτιμίας ἐρᾷς. οὐ δίδωμί σοι, κἂν ἐπιθυμῇς, τὸν θάνατον. δεῖ γὰρ ἐκείνην τὴν ψῆφον νικᾶν ἣν οἱ πλείους τῶν δικαζόντων εἰρήκασιν. εἶτα σὺ μέν, εἴπερ ἄλλου τινὸς ἐπεθύμουν ἐγώ, τὴν φυγὴν διὰ τὸ πλῆθος ‹ἂν› ἀντέδωκας τῶν δικασάντων, ἐμοὶ δὲ αἰτοῦντι τὴν ἀναχώρησιν κατὰ τὸν νόμον οὐ δίδως;

[14] ἵνα δέ σε μετὰ ἀκριβείας πιστώσωμαι, αὐτό σοι τοῦ νομοθέτου γυμνώσω τὸ βούλημα. εἰδὼς γὰρ ὅτι πολιτείᾳ νομοθετεῖ παρ' ᾗ πλείους δικάζουσι τὰς πλείους ψήφους κρατεῖν προσέταξεν. ᾔδει γὰρ ἀκριβῶς ὅτι τῇ φύσει διαλλάττουσι πάντες ἁπλῶς οἱ δικάζοντες καὶ ὁ μὲν τὴν γνώμην ἀπάνθρωπος, ὁ δὲ ἑτέρου μᾶλλον χρηστότερος, καὶ ὁ μὲν ἀδικίᾳ προσφιλής, ὁ δὲ δικαιοσύνῃ σύντροφος, καὶ τῷ μὲν ὕβρις δοκεῖ τῶν ἐν τῷ βίῳ τὸ χαλεπώτατον, τῷ δὲ κυβεία καὶ μέθη, ἄλλος καθ' ἱεροσύλων ἄσπονδος, ἕτερος πολέμιος τοῖς κατὰ τῶν τετελευτηκότων χεῖρας ἐπιβάλλουσι, καὶ ἄλλος πρὸς ἄλλο τι τῶν ἀδικημάτων παροξύνεται πλέον, τὸν μὲν ἐλύπησεν ἄδικος φόνος, τὸν δέ, εἴ τις τοὺς γεγεννηκότας κακῶς διέθηκε.

[15] φύσει γὰρ οἱ ἄνθρωποι καὶ μᾶλλον πάντων οἱ δικάζοντες πρὸς πάντα μὲν ἀεὶ τὰ δυσχερῆ χαλεπαίνουσι, πλέον δὲ ἃ πονηρά τις ὄντως ὑπείληφε. διὰ τοῦτο πολλοὶ μὲν ἀνδροφόνους ἔσωσαν ἐπ' ἀδίκοις φόνοις ἡδόμενοι, πολλοὶ δὲ καὶ κατὰ τούτων ἀπάνθρωπον ψῆφον ἐξήνεγκαν φόνου μισοῦντες καὶ πρόσρημα. ἄλλοι τὸν πλεονέκτην ἀφῆκαν ὡς οὐδὲν ἀδικήσαντα τῇ τῆς πλεονεξίας ἡδονῇ καὶ αὐτοὶ κατεχόμενοι. κἂν τὸν ὑβριστὴν ἴδῃς μετὰ τὴν δίκην ἀνεύθυνον, νόμισον ὕβρει χαίρειν τοὺς δικάζοντας. καίτοι γε πολλοὶ μισεῖν οὕτως ὕβριν ἐγνώκασιν ὡς καὶ τὸν μικρόν τι λοιδορησάμενον πυρὶ παραδοῦναι καὶ μάστιξι.

[16] τοσούτων τοίνυν ὄντων οἷς ἥδονται καὶ μισοῦσιν ἄνθρωποι καλῶς ὁ τὸν νόμον τιθεὶς προσέταξε τὰς πλείους ψήφους κρατεῖν. ᾔδει γὰρ πολλάκις περιπεσεῖν τοὺς δικάζοντας ἀνομοίοις τοῖς δόγμασι καὶ ἄλλον ἄλλο τι πλέον κατὰ τῶν δικαζομένων ψηφίζεσθαι, τὸν μέν, ἂν οὕτω τύχῃ, δήμευσιν, τὸν δὲ ἀειφυγίαν ἢ θάνατον, ἄλλον ἀτιμίαν ἢ βρόχον ἢ καὶ μέχρι ῥημάτων αὐτῶν τὴν ζημίαν ὁρίζοντα τῷ κατεγνωσμένῳ. εἰδὼς τοίνυν τοῦτο πολλάκις συμβησόμενον οὕτως ἐνομοθέτησεν, ἵνα τοὺς δικαστὰς ταῖς γνώμαις μετρήσαντες πέρας τοῖς ἀτυχοῦσι τὴν πλείονα τούτων ψῆφον ποιώμεθα.

[17]

   Ἀλλ' ἐροῦσιν ἕτερον εὐθὺς κατασκευάσαντες λόγον ὡς πολλοὺς τῶν ἐνοικούντων πονηροὺς γενέσθαι προξενήσομεν, εἰ ταῦτα τούτῳ χαρισόμεθα. ὢ παραδόξου λόγου καὶ πονηρᾶς ἐπινοίας κατ' ἐμοῦ πάλιν καὶ τέχνης καὶ σοφίσματος, ἄνθρωπε. μὴ γὰρ δωρεὰν αἰτῶ μετὰ τὴν κατάγνωσιν, μὴ γὰρ πανηγύρεως μετέχειν ἀξιῶ μετὰ τὸν ἔλεγχον, ἵνα καὶ πολλοὺς πονηροὺς εἶναι συμβήσεται; τιμωρίαν, οὐ δωρεὰν αἰτῶ, φυγήν, οὐ πανήγυριν.

[18] ἀγνοεῖς ὅτι πολλοῖς ἡ φυγὴ πολλάκις θανάτου χαλεπωτέρα νομίζεται; ὁ μὲν γὰρ ἐκ καταγνώσεως ἀποθανὼν πολλάκις κἀν οἰκείᾳ τῇ γῇ κρύπτεται, ὁ δὲ ἐπ' ἐρημίας τοῦτο παθὼν τοῦ πεσόντος ἐν οἰκείᾳ τῇ γῇ δυστυχέστερος. ὥστε μικροῦ λανθάνεις ἡμῖν καὶ συνιστάμενος δι' ὧν βλάπτειν ἐσπούδακας

[19]    Βούλει σοι δείξω πηλίκην αἰτῶ συμφοράν; πρῶτον μὲν ἱερῶν καὶ γένους σχίζομαι καὶ πατρίδα ταύτην ἐῶ καὶ τάφους προγόνων καὶ μνήματα καὶ δόξαν πατέρων καὶ διηγήματα. οὐκέτι τοῖς πατρῴοις θεοῖς, ἀλλὰ δαίμοσι ξένοις καὶ πλάνοις προσεύξομαι. ποσάκις οἴει με στενάξειν τὴν ἐνεγκαμένην ποθήσαντα, ποσάκις ὀδυρεῖσθαι γένος ἐπιζητοῦντα καὶ συγγενεῖς καὶ προσήκοντας; ἆρα ταῦτά σοι φιλανθρωπότερα θανάτου φαίνεται; ἆρα κουφοτέρα τῆς ἀτιμίας ἡ πλάνη;

[20]    Ἵνα δέ σοι καὶ πρὸς τοῦτον ἀπαντήσω τὸν λόγον ὡς οὐδὲ πονηροὶ δι' ἐμὲ πλείους γενήσονται, οὕτω λογίζου καὶ ὅρα. τοὺς ἀνδροφόνους κολάζομεν καὶ πολλοὺς ἐπὶ φόνοις ἁλόντας ἡ πόλις ἀνῄρηκεν. ἆρ' οὖν οὐκέτι φόνοι γενήσονται οὐδὲ κατ' ἀνδροφόνων ἔσται γραφή, ὅτι πολλοὺς ἁλόντας ἀνῃρήκαμεν; πικροτάταις καὶ τοὺς μοιχοὺς ἀμυνόμεθα τιμωρίαις, ἀλλ' οὐδὲ ταῦτα πρὸς σωφροσύνην ἀρκέσει τοῖς ὕστερον. εἰσὶν οἱ κατὰ τῶν ἱεροσύλων ὡρισμένοι κίνδυνοι. πῶς οὖν ἱεροσυλοῦντες συνεχῶς τινες ἁλίσκονται; [21] εἰσὶν ἀχαριστίας γραφαί, προαγωγείας ἐγκλήματα, πορνείας, ἀσελγείας, πονηροῦ βίου. κατὰ πάντων ὑπόκεινται γραφαὶ καὶ κίνδυνοι. ἆρ' οὖν οὔτε πορνεύουσί τινες οὔτε μοιχεύουσιν ἕτεροι οὐδὲ ἀχαριστοῦσιν ἄνθρωποι, ὅτι δειναὶ κατὰ τῶν ἁλισκομένων αἱ τιμωρίαι; πολλοῦ γε μὴν τὸν ἐμὸν ἂν ἐτιμησάμην θάνατον τοσαύτην εὐεργεσίαν τῇ πόλει φέροντα, εἰ τοσοῦτον ἀποθανὼν ἴσχυον ὡς μηκέτι πταίειν ποιεῖν τοὺς ὕστερον.

[22] ἄνελε τοίνυν καὶ τοὺς περὶ τούτων νόμους. τί γὰρ ἔτι κέρδος τῇ πόλει ἔσονται οὐκέτι ὄντος τοῦ πταίσοντος; ἀλλ' οὐχ οὕτω ταῦτα πέφυκεν, ἀλλὰ φύσει καὶ τύχῃ διώρισται. οὐ γὰρ τῇ τῶν τιμωριῶν ὑπερβολῇ οὐδὲ τῇ τῶν νόμων ἀπειλῇ κακουργεῖν οἱ πλείους ἀπέχονται, ἀλλὰ τῷ προαιρεῖσθαι σωφρονεῖν καὶ βούλεσθαι.

[23] τοιγαροῦν εὐτυχῆ καλοῦμεν τοῦτον καὶ ὄλβιον οὐχ ὃν ἂν ἴδωμεν μόνον κακουργοῦντα μηδέν, ἀλλὰ καὶ ὃν μηδὲν ἀδικηθῆναι παρεσκεύασεν ἡ Τύχη. οὕτως οὐ διὰ τοὺς ἁλισκομένους καὶ κινδυνεύοντας σωφρονοῦσί τινες, ἀλλὰ διὰ τὴν ἀρίστην τοῦ βίου πρόθεσιν σωφρονοῦσι καὶ σώζονται. ποῦ τοίνυν ἔτι σοι καιρὸν ἔχει τὸ σκαιώρημα ὡς ἡ ἐμὴ φυγὴ πολλοὺς εἶναι πονηροὺς ποιήσει τῇ πόλει;

[24]    Ἀλλὰ μέχρι τίνος ἡμῖν ἐπεμβαίνεις, ἄνθρωπε; σπεῖσαί μοι δυστυχοῦντι παρὰ τὸ προσῆκον, συγχώρησόν μοι τὴν ἐμὴν ὀδύρεσθαι τύχην. τί μου τῇ φυγῇ βασκαίνεις; τί δέ με κωλύεις τῆς ἐπ' ἐρημίας ὁδοῦ; ἐλεεινός εἰμι, οἴκτων, οὐ βασκανίας ἄξιος. εἰ τοῖς ἡμετέροις κακοῖς ἐπεμβαίνειν ἔγνωκας, εἰ τὴν ἡμετέραν συμφορὰν κέρδος νενόμικας, δύναμαί σοι ζῶν ἡδονὴν μᾶλλον προξενῆσαι καὶ γέλωτα. ὁρᾷς; ἂν ἀποθάνω, λήθῃ παραδώσεις τὴν κατ' ἐμοῦ γραφήν· ἂν οἰκῶ τὴν πόλιν τὴν ἀτιμίαν ἔχων, τάχα πού σε καὶ λυπήσω μόνον φανείς· ἂν δὲ τὴν ἐρημίαν, δύνασαί μου καθ' ἑκάστην ἀκούων τὴν πλάνην ἥδεσθαι, ὥσθ' ὅσον ἐγὼ τῇ φυγῇ δυστυχέστερος, τοσοῦτον σὺ γενήσῃ τοῖς ἀλλοτρίοις ἀμείνων κακοῖς.

[25]    Ταῦτα, ὦ ἄνδρες πολῖται, πρὸς τοὺς ἐπηρεάζοντας ἐμοὶ καὶ πολεμοῦντας εἴρηται. ἐγὼ δὲ κἂν ἐπταικέναι δοκῶ καὶ δεινῶν ἄξιος τῇ πόλει καὶ τοῦ λοιποῦ τῆς ἐνεγκούσης ἀλλότριος, μέχρι τούτου στῆναι τῇ πόλει τὸν Φθόνον εὔχομαι καὶ μὴ περαιτέρω χωρεῖν τὰ δυσχερῆ.

[26] φθόνε καὶ δαῖμον καὶ βασκανία καὶ τύχη πονηρά, σὺν ἐμοὶ τὴν πόλιν ἐκλείπετε καὶ δεινῆς ἀπαλλάττετε τὴν ἐνεγκοῦσαν στάσεως. κατὰ μηδενὸς ἔτι τῶν πολιτῶν χορεύοντες ἀρκέσθητε τῇ κατ' ἐμοῦ τρυφῇ. ἱκανὸν τοῦθ' ὑμῖν καθ' ἑνὸς δημοτικοῦ νεανιεύσασθαι. ἰδού, προλείπω τὴν πόλιν, ἰδού, τῶν κοινῶν ἀπαλλάττομαι. μηδεὶς ἔτι μοι τῆς αὐτῆς ἀπολαύσαι τύχης, ὦ πατρῷοι θεοί.

[27]    Ἐβουλόμην καὶ τοῖς στρατηγοῖς διαλεχθῆναι καὶ ῥήτορσι καὶ παρόντων ὑμῶν ὀλίγα τινὰ πρὸς αὐτοὺς ἀποκρίνασθαι. μηδεὶς ἄδικος ὑμᾶς, ὦ σύμβουλοι, κινείτω φθόνος. ἑαυτοὺς τοῖς τῆς πολιτείας καλοῖς συνδιανείματε. εἷς ὑμῖν ζῆλος ἔστω καὶ πόθος ἡ περὶ τὴν πόλιν ὁμόνοια. εἰ τὴν ἐμὴν τύχην ἀεὶ λογίζεσθε, λυσιτελέστερον οἶδ' ὅτι βουλεύσεσθε.

[28]    Τί οὖν, ὦ ἄνδρες πολῖται, τί μέλλετε; ἐγὼ μὲν γὰρ ἤδη καὶ τοῖς φίλοις ἀπεταξάμην καὶ τοῖς συγγενέσι καὶ προσήκουσι. δότε μοι τὴν ἐρημίαν ἀντὶ τῆς θρεψαμένης, δότε μοι πόλιν τὴν τοῦ δαίμονος. ἀλλὰ τίς ἡμᾶς μετὰ ταῦτα τύχη δέξεται; ποῖ με λαβὼν πάλιν ὁ Φθόνος διαβήσεται; ποίοις ἡμᾶς προσοίσει φέρων τοῖς ὄρεσι; ποῦ θαλάττης ἢ γῆς ἀποθήσεται; ἀλλ', ὁρῶ γὰρ ὑμᾶς στυγνοτέρους γεγενημένους ἅπαντας, τάχα μου τῇ τύχῃ συναλγήσαντες ἑτοίμως δοῦναι τὴν χάριν ταύτην ψηφίζεσθε.