[1a]
[1] Κληρουμένων δὴ τῶν ὑπάτων Ὁρτήσιος τὸν πρὸς Κρῆτας ἔλαχε πόλεμον. ἀλλ' ἐκεῖνος μὲν ὑπό τε τῆς ἐν τῷ ἄστει φιλοχωρίας καὶ ὑπὸ τῶν δικαστηρίων, ἐν οἷς πλεῖστον τῶν κατ' αὐτὸν ἀνθρώπων μετά γε τὸν Κικέρωνα ἠδυνήθη, τῷ τε συνάρχοντι τῆς στρατείας ἐθελοντὴς ἐξέστη καὶ αὐτὸς κατὰ χώραν ἔμεινεν· ὁ δὲ δὴ Μέτελλος ἐστείλατό τε ἐς Κρήτην κ.τ.λ. Xiphil. p. 3, 110 R. St. 6 p. 1, 512 Dind.
[1b]
[1] Λούκουλλος δὲ Λούκιος κατὰ τοὺς καιροὺς τούτους τοὺς τῆς Ἀσίας δυνάστας Μιθριδάτην τε καὶ Τιγράνην τὸν Ἀρμένιον πολέμῳ νικήσας καὶ φυγομαχεῖν ἀναγκάσας τὰ Τιγρανόκερτα ἐπολιόρκει. καὶ αὐτὸν οἱ βάρβαροι τῇ τε τοξείᾳ καὶ τῇ νάφθᾳ κατὰ τῶν μηχανῶν χεομένῃ δεινῶς [b] ἐκάκωσαν. ἀσφαλτῶδες δὲ τὸ φάρμακον τοῦτο, καὶ διάπυρον οὕτως ὥσθ' ὅσοις ἂν προσμίξῃ, πάντως αὐτὰ κατακαίειν, οὐδ' ἀποσβέννυται ὑπ' οὐθενὸς ὑγροῦ ῥᾳδίως. ἐκ τούτου δὲ ὁ Τιγράνης ἀναθαρρήσας τοσαύτῃ χειρὶ στρατοῦ ἤλασεν ὥστε καὶ τῶν Ῥωμαίων τῶν ἐκεῖσε παρόντων καταγελάσαι· λέγεται δ' οὖν εἰπεῖν ‹ὡς› εἰ μὲν πολεμήσοντες ἥκοιεν, ὀλίγοι, [c] εἰ δὲ πρεσβεύσοντες, πολλοὶ παρεῖεν. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἥσθη, ἀλλ' εὐθὺς ἐξέμαθεν ὅσον ἥ τε ἀρετὴ καὶ ἡ τέχνη παντὸς ὁμίλου κρατεῖ. φυγόντος δὲ αὐτοῦ τὴν τιάραν τό τε ἀνάδημα τὸ περὶ αὐτὴν εὑρόντες οἱ στρατιῶται τῷ Λουκούλλῳ ἔδωκαν· δείσας γὰρ μὴ γνωσθεὶς ἀπ' αὐτῶν ἁλῷ, περιεσπάσατο αὐτὰ καὶ ἀπέρριψεν. Xiphil. p. 3, 244, 7 R. St. 6 p. 1, 202, 15 D.
[1] ... καὶ ὅτι ἰσχυρᾷ τῇ τύχῃ ἐπ' ἀμφότερα ἐκέχρητο, ἐπέτρεψεν· ἡττηθείς τε γὰρ πολλὰ καὶ κρατήσας οὐκ ἐλάττω καὶ στρατηγικώτερος ἀπ' αὐτῶν ἐπεπίστευτο γεγονέναι. αὐτοί τε οὖν ὡς καὶ τότε πρῶτον ἀρχόμενοι τοῦ πολέμου παρεσκευάζοντο, καὶ πρὸς τοὺς περιχώρους, τούς τε ἄλλους καὶ Ἀρσάκην τὸν Πάρθον, καίπερ ἐχθρὸν τῷ Τιγράνῃ διὰ χώραν τινὰ ἀμφισβητήσιμον ὄντα, ἐπρεσβεύοντο, [2] καὶ ταύτης τε αὐτῷ ἀφίσταντο, καὶ τοὺς Ῥωμαίους διέβαλλον λέγοντες ὅτι, ἂν μονωθέντων σφῶν κρατήσωσι, καὶ ἐπ' ἐκεῖνον εὐθὺς ἐπιστρατεύσουσι· φύσει τε γὰρ πᾶν τὸ νικῶν ἄπληστον τῆς εὐπραγίας εἶναι καὶ μηδένα ὅρον τῆς πλεονεξίας ποιεῖσθαι, καὶ τούτους, ἅτε καὶ ἐν κράτει πολλῶν δὴ γεγονότας, οὐκ ἐθελήσειν αὐτοῦ ἀποσχέσθαι.
[2]
[1] καὶ οἱ μὲν ταῦτ' ἔπραττον, Λούκουλλος δὲ Τιγράνην μὲν οὐκ ἐπεδίωξεν ἀλλὰ καὶ πάνυ κατὰ σχολὴν σωθῆναι εἴασε, καὶ ἀπ' αὐτοῦ καὶ αἰτίαν ὡς οὐκ ἐθελήσας τὸν πόλεμον, ὅπως ἐπὶ πλεῖον ἄρχῃ, καταλῦσαι παρά τε τοῖς ἄλλοις καὶ παρὰ τοῖς πολίταις ἔσχε· [2] καὶ διὰ τοῦτο τότε ‹τε› ἐς τοὺς στρατηγοὺς τὴν ἀρχὴν τῆς Ἀσίας ἐπανήγαγον, καὶ μετὰ ταῦθ', ὡς καὶ αὖθις τὸ αὐτὸ τοῦτο πεποιηκέναι ἔδοξε, τὸν ὕπατον αὐτῷ τὸν κατ' ἐκεῖνον τὸν χρόνον ὄντα διάδοχον [3] ἔπεμψαν. τὰ δὲ δὴ Τιγρανόκερτα στασιασάντων πρὸς τοὺς Ἀρμενίους τῶν ξένων τῶν συνοικούντων αὐτοῖς εἷλε. Κίλικές τε γὰρ οἱ πλείους αὐτῶν ἦσαν ἀνάσπαστοί ποτε γεγονότες, καὶ ἐσήγαγον [4] εἴσω νυκτὸς τοὺς Ῥωμαίους. καὶ ἐκ τούτου τὰ μὲν ἄλλα διηρπάσθη πλὴν τῶν ἐκείνοις ὑπαρχόντων, τὰς δὲ δὴ γυναῖκας τῶν δυνατωτάτων πολλὰς ἁλούσας ἄνευ ὑβρισμοῦ ὁ Λούκουλλος ἐφύλαξε, καὶ [5] ἀπ' αὐτοῦ καὶ τοὺς ἄνδρας σφῶν προσεποιήσατο. τόν τε τῆς Κομμαγηνῆς βασιλέα Ἀντίοχον (ἡ δὲ δὴ χώρα αὕτη τῆς Συρίας πρός τε τῷ Εὐφράτῃ καὶ πρὸς τῷ Ταύρῳ ἐστί) καί τινα Ἀράβιον δυνάστην Ἀλχαυδόνιον ἄλλους τε ἐπικηρυκευσαμένους οἱ ἐδέξατο.
[3]
[1] καὶ μαθὼν παρ' αὐτῶν τὴν πρεσβείαν τὴν ὑπό τε τοῦ Τιγράνου καὶ τοῦ Μιθριδάτου πρὸς τὸν Ἀρσάκην πεμφθεῖσαν, ἀνταπέστειλέ τινας ἐκ τῶν συμμάχων ἀπειλάς τε ἅμα αὐτῷ, ἂν ἐκείνοις ἐπικουρήσῃ, [2] καὶ ὑποσχέσεις, ἂν τὰ σφέτερα ἀνθέληται, φέροντας. ὁ οὖν Ἀρσάκης τότε μέν (ἔτι γὰρ τῷ τε Τιγράνῃ ὀργὴν εἶχε καὶ ἐς τοὺς Ῥωμαίους οὐδὲν ὑπώπτευε) πρέσβεις τέ οἱ ἀντέπεμψε καὶ φιλίαν τε καὶ συμμαχίαν ἐσπείσατο· ὕστερον δὲ τὸν Σηκίλιον ἐλθόντα πρὸς ἑαυτὸν ἰδὼν ὑπετόπησε κατάσκοπον τῆς χώρας καὶ τῆς δυνάμεως [3] αὐτοῦ παρεῖναι (τούτου γὰρ ἕνεκα, ἀλλ' οὐ τῆς ὁμολογίας ἤδη γεγενημένης, ἄνδρα ἐπιφανῆ τὰ πολεμικὰ πεμφθῆναι), καὶ οὐδεμίαν ἔτ' αὐτῷ βοήθειαν ἐποιήσατο. οὐ μὴν οὐδ' ἠναντιώθη τι, ἀλλ' ἐκ μέσου ἀμφοῖν ἔστη, μηδετέρους, ὥσπερ εἰκός, ἐθελήσας αὐξῆσαι· τὸν γὰρ πόλεμον αὐτῶν ἰσοπαλῆ ὄντα ἀσφάλειάν οἱ μεγίστην οἴσειν ἐνόμιζεν.
τούτῳ μὲν δὴ τῷ ἔτει ταῦθ' ὁ Λούκουλλος ἔπραξε, καὶ τῆς [4] [1] Ἀρμενίας συχνὰ προσηγάγετο· ἐπὶ δὲ δὴ Κυΐντου Μαρκίου (οὗτος γάρ, καίπερ οὐ μόνος ἀποδειχθείς, μόνος ὑπάτευσεν· ὅ τε γὰρ σὺν αὐτῷ χειροτονηθεὶς Λούκιος Μέτελλος ἐν ἀρχῇ τοῦ ἔτους ἀπέθανε, καὶ ὁ ἐφαιρεθεὶς πρὶν ἐπιβῆναι τῆς ἀρχῆς μετήλλαξε, καὶ διὰ τοῦτ' [2] οὐδεὶς ἄλλος ἀπεδείχθη) ‑ ἐν οὖν τῷ ἔτει τούτῳ ὁ Λούκουλλος μεσοῦντος ἤδη τοῦ θέρους (ὑπὸ γὰρ τοῦ ψύχους ἀδύνατος ἦν ἦρι ἐς τὴν πολεμίαν γῆν ἐσβαλεῖν) στρατεύσας τινά τε τῆς γῆς ἐπόρθησεν, ὅπως ἀμύνοντας αὐτῇ τοὺς βαρβάρους ἐς μάχην ὑπαγάγηται, [5] [1] καὶ ὡς οὐδὲν μᾶλλον ἐκινοῦντο, ἐπ' αὐτοὺς ὥρμησε. κἀν τούτῳ τοῖς μὲν ἱππεῦσι τῶν Ῥωμαίων χαλεποὶ οἱ τῶν ἐναντίων ἱππῆς ἐγίγνοντο, τῷ δὲ πεζῷ οὐδεὶς αὐτῶν ἐς χεῖρας ᾔει, ἀλλ' ὁπότε ἡ ἀσπὶς τοῦ Λουκούλλου τῇ ἵππῳ προσβοηθήσειεν, ἐτρέποντο. οὐ μέντοι καὶ δεινόν τι ἔπασχον, ἀλλὰ καὶ τοὺς ἐπιδιώκοντάς σφας ἐς τοὐπίσω τοξεύοντες πολλοὺς μὲν παραχρῆμα ἀπεκτίννυσαν, [2] παμπληθεῖς δὲ ἐτίτρωσκον. καὶ ἦν τὰ τραύματα χαλεπὰ καὶ δυσίατα· ταῖς τε γὰρ ἀκίσι διπλαῖς ἐχρῶντο, καὶ προσέτι καὶ ἐφήρμοττον αὐτάς, ὥστε τὰ βέλη, εἴτε ἐμμένοι πῃ τοῖς σώμασιν εἴτε καὶ ἐξέλκοιτο, τάχιστα αὐτὰ διολλύναι· τὸ γὰρ ἕτερον τὸ δεύτερον σιδήριον ἔνδον, ἅτε μηδεμίαν ἀνθολκὴν ἔχον, ἐγκατελείπετο.
[6]
[1] ὁ οὖν Λούκουλλος, ἐπειδή τε πολλοὶ ἐτραυματίζοντο, καὶ οἱ μὲν ἔθνησκον οἱ δ' ἀνάπηροι γοῦν ἐγίγνοντο, καὶ ἅμα καὶ τὰ ἐπιτήδεια αὐτοὺς ἐπέλιπεν, ἐκεῖθέν τε ἀπεχώρησε καὶ ἐπὶ Νίσιβιν [2] ὥρμησεν. ἡ δὲ δὴ πόλις αὕτη ἐν τῇ Μεσοποταμίᾳ καλουμένῃ πεπόλισται (οὕτω γὰρ πᾶν τὸ μεταξὺ τοῦ τε Τίγριδος καὶ τοῦ Εὐφράτου ὀνομάζεται) καὶ νῦν μὲν ἡμετέρα ἐστὶ καὶ ἄποικος ἡμῶν νομίζεται, τότε δὲ ὁ Τιγράνης τῶν Πάρθων αὐτὴν ἀφελόμενος τούς τε θησαυροὺς ἐν αὐτῇ καὶ τὰ ἄλλα τὰ πλεῖστα τῶν λοιπῶν [3] ἀπετέθειτο, φύλακά οἱ τὸν ἀδελφὸν προστάξας. πρὸς οὖν ταύτην ὁ Λούκουλλος ἐλθὼν ἐν μὲν τῷ θέρει, καίπερ μὴ παρέργως τὰς προσβολὰς ποιησάμενος, οὐδὲν ἐπέρανε· τὰ γὰρ τείχη καὶ διπλᾶ καὶ πλίνθινα ὄντα, τήν τε παχύτητα πολλὴν ἔχοντα καὶ τάφρῳ βαθείᾳ διειλημμένα, οὔτε κατασεισθῆναί πῃ οὔτε διορυχθῆναι [7] [1] ἠδυνήθη, διόπερ οὐδ' ὁ Τιγράνης ἐπήμυνέ σφισιν· ὡς δ' ὅ τε χειμὼν ἐνέστη καὶ οἱ βάρβαροι ῥᾳθυμότερον, ἅτε ἐπικρατοῦντες τούς τε Ῥωμαίους ὅσον οὐκ ἀπαναστήσεσθαι προσδοκῶντες, διῆγον, ἐτήρησε νύκτα ἀσέληνον καὶ ὑετῷ λάβρῳ βρονταῖς τε χειμέριον, [2] ὥστε μήτε τι προϊδέσθαι μήτε τι ἐπακοῦσαι αὐτοὺς ἔχοντας τόν τε ἔξω περίβολον πλὴν ὀλίγων καὶ τὴν ἐν τῷ μέσῳ τάφρον ἐκλιπεῖν, καὶ προσέμιξε πολλαχῇ τῷ τείχει, καὶ ἐκείνου τε οὐ χαλεπῶς ἀπὸ τῶν χωμάτων ἐπέβη, καὶ τοὺς φρουροὺς τοὺς ἐγκαταληφθέντας [3] ἐν αὐτῷ ῥᾳδίως ἅτε μὴ πολλοὺς ὄντας ἀπέκτεινε. καὶ οὕτω τῆς τε τάφρου μέρος τι (τὰς γὰρ γεφύρας οἱ βάρβαροι προκατέρρηξαν) συνέχωσεν (οὔτε γὰρ τῇ τοξείᾳ οὔτ' αὖ τῷ πυρὶ λυπεῖσθαι ἐν τῷ πολλῷ ὑετῷ ἐδύνατο), καὶ διαβὰς αὐτὴν τὰ μὲν ἄλλα, οὐ πάνυ ἰσχυροῦ τοῦ ἔνδον κύκλου πίστει τῶν ἔξωθεν αὐτοῦ προβεβλημένων [d] ὄντος, εὐθὺς εἷλε, τοὺς δὲ ἐς τὴν ἄκραν ἀναφυγόντας, ἄλλους τε καὶ τὸν ἀδελφὸν τοῦ Τιγράνου, μετὰ τοῦτο καθ' ὁμολογίαν παρεστήσατο, καὶ χρήματά τε πολλὰ ἔλαβε καὶ ἐκεῖ διεχείμασε.
[8]
[1] τὴν μὲν οὖν Νίσιβιν οὕτως ἐχειρώσατο, τῆς δὲ Ἀρμενίας τῶν τε ἄλλων τῶν περὶ τὸν Πόντον συχνὰ ἀπέβαλεν. ὁ γὰρ Τιγράνης ἐκείνῃ μὲν ὡς οὐκ ἂν ἁλούσῃ οὐκ ἐπεκούρησε, πρὸς δὲ τὰ προειρημένα ὥρμησεν, εἴ πως ἀσχόλου περὶ τὴν Νίσιβιν αὐτοῦ ὄντος [2] φθάσειεν αὐτὰ κομισάμενος. καὶ Μιθριδάτην μὲν πρὸς τὴν οἰκείαν ἀπέστειλεν, αὐτὸς δὲ ἐς τὴν ἑαυτοῦ Ἀρμενίαν ἦλθε, κἀνταῦθα Λούκιον Φάννιον ἀντιστάντα οἱ ἀπολαβὼν ἐπολιόρκει, μέχρις οὗ [9] [1] ὁ Λούκουλλος αἰσθόμενος τοῦτο ἐπεβοήθησεν αὐτῷ. ἐν ᾧ δὲ ταῦτ' ἐγίγνετο, Μιθριδάτης ἔς τε τὴν ἑτέραν Ἀρμενίαν καὶ ἐς τὰ ἄλλα ἐσβαλὼν πολλοὺς τῶν Ῥωμαίων τοὺς μὲν ἀνὰ τὴν χώραν πλανωμένους ἀπροσδόκητός σφισι προσπεσὼν ἔφθειρε, τοὺς δὲ καὶ ἐκ μάχης κατέκοψε, κἀν τούτῳ καὶ τῶν χωρίων τὰ πλείω διὰ ταχέων [2] ἀνεκτήσατο. οἱ γὰρ ἄνθρωποι ἐκείνου τε εὔνοιαν ἔκ τε τοῦ ὁμοφύλου καὶ ἐκ τῆς πατρίου βασιλείας καὶ τῶν Ῥωμαίων μῖσος διά τε τὸ ὀθνεῖον καὶ διὰ τὸ ὑπὸ τῶν ἐφεστηκότων σφίσι κακουχεῖσθαι ἔχοντες, προσεχώρησάν τε αὐτῷ, καὶ μετὰ τοῦτο τὸν ἄρχοντα [3] τῶν ἐκεῖ Ῥωμαίων Μᾶρκον Φάβιον ἐνίκησαν. οἵ τε γὰρ Θρᾷκες οἱ πρότερον μὲν τῷ Μιθριδάτῃ μισθοφορήσαντες τότε δὲ τῷ Φαβίῳ συνόντες, καὶ οἱ δοῦλοι οἱ ἐν τῷ Ῥωμαϊκῷ στρατοπέδῳ ὄντες ἰσχυρῶς αὐτοῖς ἐβοήθησαν. οἵ τε γὰρ Θρᾷκες ὑπὸ τοῦ Φαβίου ἐς προσκοπὴν πεμφθέντες οὔτε τι ὑγιὲς ἀνήγγειλαν αὐτῷ, [4] καὶ μετὰ τοῦτ' ἐκείνου τε ἀφυλακτότερον προϊόντος καὶ τοῦ Μιθριδάτου ἐξαίφνης οἱ προσπεσόντος συνεπέθεντο τοῖς Ῥωμαίοις, καὶ ἐν τούτῳ ‹καὶ οἱ δοῦλοι› ἐλευθερίαν σφίσι τοῦ βαρβάρου κηρύξαντος [5] συνεπελάβοντο τοῦ ἔργου. καὶ ............... ἀνάλωσαν ἄν, εἰ μὴ ὁ Μιθριδάτης ........... τοῖς πολεμίοις ἀναστρεφόμενος (καὶ γὰρ ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη γεγονὼς ἐμάχετο) λίθῳ τε ἐπλήγη καὶ δέος τοῖς βαρβάροις μὴ καὶ ἀποθάνῃ παρέσχεν· ἐπισχόντων γάρ σφων διὰ τοῦτο τὴν μάχην ἠδυνήθησαν ἄλλοι τε καὶ ὁ Φάβιος [10] [1] ἐς τὸ ἀσφαλὲς ἀποφυγεῖν. καὶ μετὰ τοῦτ' ἐς τὰ Κάβειρα κατακλεισθεὶς ἐπολιορκήθη μέν, ἐσώθη δὲ ὑπὸ τοῦ Τριαρίου. οὗτος γὰρ ἐκ τῆς Ἀσίας ταύτῃ πρὸς τὸν Λούκουλλον διιών, καὶ γνοὺς τὰ πεπραγμένα, δύναμίν τε ὅσην οἷόν τ' ἦν ἐκ τῶν παρόντων [2] ἤθροισε, καὶ τὸν Μιθριδάτην ὡς καὶ Ῥωμαϊκοῦ στρατοῦ πλήθει προσιὼν ἐξέπληξεν, ὥστ' ἀναστῆναι ποιῆσαι πρὶν καὶ ἐς ὄψιν αὐτοῦ ἐλθεῖν. κἀκ τούτου ἐπιθαρσήσας καὶ μέχρι τῶν Κομάνων [3] ὑποφυγόντα αὐτὸν ἐπεδίωξε, κἀνταῦθα ἐνίκησεν. ηὐλίζετο μὲν γὰρ ὁ Μιθριδάτης ἐπὶ θάτερα τοῦ ποταμοῦ ᾗ οἱ Ῥωμαῖοι προσῄεσαν, βουληθεὶς δέ σφισι κεκμηκόσιν ἐκ τῆς πορείας συμμῖξαι αὐτός τε προαπήντησε καὶ ἑτέρους δι' ἄλλης γεφύρας ἐν τῷ τῆς μάχης καιρῷ διαβάντας ἐπιθέσθαι προσέταξε· καὶ αὐτὸν ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνιζόμενον ἡ γέφυρα πολλῶν τε καὶ ἀθρόων ἅμα δι' αὐτῆς ἐπειγομένων ....... τῆς τε ἐπικουρίας ἀπεστέρησε καὶ προσδιετάραξε.
[11]
[1] καὶ οἱ μὲν μετὰ τοῦτ' (ἤδη γὰρ χειμὼν ἦν) ἀπεχώρησαν ἐς τὰ ἑαυτῶν τείχη ἀμφότεροι, καὶ ἡσύχαζον· τὰ δὲ δὴ Κόμανα τῆς τε νῦν Καππαδοκίας ἐστί, καὶ ἐδόκει τό τε τῆς Ἀρτέμιδος βρέτας τὸ Ταυρικὸν καὶ τὸ γένος τὸ Ἀγαμεμνόνειον δεῦρο ἀεὶ ἔχειν. καὶ ὅπως μὲν ἐς αὐτοὺς ταῦτα ἀφίκετο ἢ ὅπως διέμεινεν, οὐ δύναμαι [2] τὸ σαφὲς πολλῶν λεγομένων εὑρεῖν· ὃ δ' ἀκριβῶς ἐπίσταμαι, φράσω. δύο αὗται πόλεις ἐν τῇ Καππαδοκίᾳ ὁμώνυμοι οὔτε πάνυ πόρρω ἀπ' ἀλλήλων εἰσὶ καὶ τῶν αὐτῶν περιέχουσι· καὶ γὰρ μυθολογοῦσι καὶ δεικνύουσι τά τε ἄλλα πάντα ἐκ τοῦ ὁμοίου, καὶ τὸ ξίφος ὡς αὐτὸ ἐκεῖνο τὸ τῆς Ἰφιγενείας ὂν ἀμφότεραι ἔχουσι.
[12]
[1] καὶ ταῦτα μὲν ἐς τοσοῦτον εἰρήσθω· τῷ δὲ ἐπιγιγνομένῳ ἔτει, ἐπί τε Μανίου Ἀκιλίου καὶ ἐπὶ Γαΐου Πίσωνος ὑπάτων, ὁ μὲν Μιθριδάτης τῷ Τριαρίῳ πρὸς Γαζιούροις ἀντεκάθητο, προκαλούμενός [2] τε ἅμα αὐτὸν ἐς μάχην καὶ ἐξοργίζων (τά τε γὰρ ἄλλα καὶ ἐν τῇ ἐπόψει τῇ τῶν Ῥωμαίων αὐτός τε ἤσκει καὶ τοῦ στρατοῦ γυμνασίας ἐποιεῖτο), ὅπως πρὶν τὸν Λούκουλλον ἐπελθεῖν ἐκεῖνόν τε συμβαλών, ὥσπερ ἤλπισε, κρατήσῃ καὶ τὰ λοιπὰ τῆς ἀρχῆς ἀνασώσηται. ἐπεὶ δ' οὐκ ἐκινεῖτο, πέμπει τινὰς πρὸς Δάδασα φρούριον, ἐν ᾧ τὰ σκεύη τοῖς Ῥωμαίοις ἀπέκειτο, ἵν' ἐκείνοις γε ἐπαμύνοντα [3] αὐτὸν ἐς χεῖρας ὑπαγάγηται. καὶ ἔσχεν οὕτως. ὁ γὰρ Τριάριος τέως μὲν τό τε πλῆθος τοῦ Μιθριδάτου φοβούμενος καὶ τὸν Λούκουλλον (μετεπέπεμπτο γὰρ αὐτόν) προσδεχόμενος ἡσυχίαν εἶχεν· ὡς δὲ τά τε Δάδασα πολιορκούμενα ἐπύθετο, καὶ οἱ στρατιῶται δείσαντες περὶ αὐτοῖς ἐταράττοντο, καὶ ἐπηπείλουν, εἴ σφας μηδεὶς ἐξάγοι, καὶ αὐτοκέλευστοι βοηθήσειν σφίσι, καὶ ἄκων [4] ἐξανέστη. καὶ αὐτῷ οἱ βάρβαροι προχωροῦντι ἤδη προσπεσόντες τοὺς μὲν ἐν χερσὶ τῷ τε πλήθει σφῶν περιέσχον καὶ κατειργάσαντο, τοὺς δὲ καὶ ἐς τὸ πεδίον ἐκφυγόντας ἀγνοίᾳ τοῦ τὸν ποταμὸν ἐς [13] [1] αὐτὸ ἐκτετράφθαι περιελαύνοντες ἔκτεινον. καὶ πασσυδὶ ἄν σφας διέφθειραν, εἰ μὴ τῶν Ῥωμαίων τις πλασάμενος ὡς καὶ ἐκ τῆς τοῦ Μιθριδάτου συμμαχίδος ὤν (ἐν γὰρ τῷ αὐτῷ αὐτοῖς τρόπῳ συστρατευομένους, ὥσπερ εἶπον, οὐκ ὀλίγους εἶχε) προσῆλθέ τέ οἱ ὡς καὶ εἰπεῖν τι βουλόμενος, καὶ ἔτρωσεν αὐτόν. οὕτω γὰρ ἐκεῖνος μὲν συλληφθεὶς ἀπεσφάγη, ταραχθέντων δὲ πρὸς τοῦτο τῶν βαρβάρων συχνοὶ τῶν Ῥωμαίων διέφυγον.
[2] Μιθριδάτης μὲν δὴ τό τε τραῦμα ἰᾶτο, καὶ προσυποπτεύσας καὶ ἄλλους τινὰς τῶν πολεμίων ἐν τῷ στρατοπέδῳ εἶναι, ἐξέτασιν τῶν στρατιωτῶν ὡς καὶ κατ' ἄλλο τι ἐποιήσατο, καὶ κελεύσας σφᾶς ἐς τὰς ἑαυτῶν σκηνὰς ὡς ἑκάστους κατὰ τάχος ἀναχωρῆσαι κατεφώρασε, [14] [1] καὶ τοὺς Ῥωμαίους μονωθέντας διέφθειρε. κἀν τούτῳ ὁ Λούκουλλος ἐπελθὼν δόξαν μέν τισι παρέσχεν ὡς καὶ ἐκείνου ῥᾳδίως κρατήσων καὶ πάντα τὰ προειμένα δι' ὀλίγου κομιούμενος, [2] οὐ μέντοι καὶ κατέπραξέ τι. ὅ τε γὰρ Μιθριδάτης ἐς τὰ μετέωρα πρὸς Ταλαύροις ὄντα ἱδρυθεὶς οὐκ ἀντεπῄει αὐτῷ, καὶ ὁ Μιθριδάτης ὁ ἕτερος ‹ὁ› ἐκ Μηδίας γαμβρὸς τοῦ Τιγράνου ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐξαίφνης προσπεσὼν συχνοὺς ἀπέκτεινεν, ὅ τε Τιγράνης [3] αὐτὸς προσιὼν ἠγγέλθη, καὶ τὸ στράτευμα ἐστασίασεν. οἱ γὰρ Οὐαλερίειοι οἱ τῆς τε στρατείας ἀφεθέντες καὶ μετὰ τοῦτ' αὖθις στρατευσάμενοι ἐκινήθησαν μὲν καὶ ἐν τῇ Νισίβι ἔκ τε τῆς νίκης καὶ ἐκ τῆς ἡσυχίας, τοῦ τε τὰ ἐπιτήδεια ἄφθονα ἔχειν, καὶ ἄνευ τοῦ Λουκούλλου τὰ πολλά, διὰ τὸ πολλαχόσε ἐκδημεῖν αὐτόν, [4] διαιτᾶσθαι, καὶ μάλισθ' ὅτι Πούπλιός τις Κλώδιος, ὃν Κλαύδιόν τινες ἐκάλεσαν, συνεστασίαζέ σφας ὑπ' ἐμφύτου νεωτεροποιίας, καίπερ τῆς ἀδελφῆς αὐτοῦ τῷ Λουκούλλῳ συνοικούσης· ἐταράχθησαν δὲ καὶ τότε ἄλλως τε καὶ ἐπειδὴ τὸν Ἀκίλιον τὸν ὕπατον, ὃς τῷ Λουκούλλῳ διάδοχος δι' ἅπερ εἶπον ἐξεπέμφθη, πλησιάζοντα ἐπύθοντο· ἐν γὰρ ὀλιγωρίᾳ αὐτὸν ὡς καὶ ἰδιωτεύοντα ἤδη ἐποιοῦντο.
[15]
[1] ὁ οὖν Λούκουλλος ἔκ τε τούτων, καὶ ὅτι παρὰ τοῦ Μαρκίου τοῦ πρὸ τοῦ Ἀκιλίου ὑπατεύσαντος, ἐς Κιλικίαν ἧς ἄρχειν ἔμελλε παριόντος, ἐπικουρίαν αἰτήσας οὐκ ἔτυχεν, ἐν ἀπόρῳ ἐγένετο, καὶ [2] ὀκνήσας μὲν διὰ κενῆς ἀναστῆναι, δείσας δὲ καὶ κατὰ χώραν μεῖναι, ἐπὶ τὸν Τιγράνην ὥρμησεν, εἴ πως ἐκεῖνόν τε ἀπροσδόκητόν τε ἅμα καὶ κεκμηκότα ἐκ τῆς ὁδοῦ τρέψαιτο, καὶ τοὺς στρατιώτας τρόπον τινὰ διὰ τούτου παύσειε στασιάζοντας. οὐ μὴν καὶ ἐπιτυχὴς [3] οὐδετέρου ἐγένετο· ἀκολουθῆσαν γὰρ αὐτῷ τὸ στράτευμα μέχρι πού τινος ὅθεν ἐς τὴν Καππαδοκίαν ἐκτραπέσθαι ἦν, ἐκεῖσε πάντες ὁμοθυμαδόν, μηδὲ φθεγξάμενοί τι, ἀπετράποντο. καὶ οἵ γε Οὐαλερίειοι, μαθόντες ὅτι τῆς στρατείας παρὰ τοῖς οἴκοι τέλεσιν ἀφεῖνται, παντελῶς ἀπεχώρησαν.
[16]
[1] καὶ θαυμάσῃ μηδεὶς ὅτι στρατηγικώτατος ἀνδρῶν ὁ Λούκουλλος γενόμενος, καὶ πρῶτός τε Ῥωμαίων τὸν Ταῦρον σύν τε στρατῷ καὶ ἐπὶ πολέμῳ διαβάς, καὶ δύο βασιλέας οὐκ ἀσθενεῖς ἐπικρατήσας, ἑλών τ' ἂν εἴπερ ταχέως διαπολεμῆσαι ἐβεβούλητο, οὐκ ἐδύνατο τῶν συστρατευομένων οἱ ἄρχειν, ἀλλ' ἀεί τε ἐστασίαζον καὶ [2] τέλος ἐγκατέλιπον αὐτόν. πολλά τε γάρ σφισι προσέταττε, καὶ δυσπρόσοδος ἀκριβής τε ἐν ταῖς τῶν ἔργων ἀπαιτήσεσι καὶ ἀπαραίτητος ἐν ταῖς τιμωρίαις ὢν οὐκ ἠπίστατο οὔτε λόγῳ τινὰ προσαγαγέσθαι οὔτε ἐπιεικείᾳ ἀναρτήσασθαι, οὐ τιμαῖς, οὐ χρημάτων μεταδόσει προσεταιρίσασθαι, ὧν πάντων ἄλλως τε καὶ ἐν πλήθει, [3] καὶ μάλιστα στρατευομένῳ, δεῖ. καὶ διὰ τοῦθ' οἱ στρατιῶται, ἕως μὲν εὖ τε ἐφέροντο καὶ τὰς ἁρπαγὰς ἀνταξίας τῶν κινδύνων εἶχον, ἠκροῶντο αὐτοῦ, ἐπεὶ δὲ ἔπταισαν καὶ ἐς φόβον ἀντὶ τῶν ἐλπίδων ἀντικατέστησαν, οὐδὲν ἔτι προετίμησαν. τεκμήριον δὲ ὅτι τοὺς αὐτοὺς τούτους ὁ Πομπήιος λαβών (καὶ γὰρ τοὺς Οὐαλεριείους αὖθις κατελέξατο) οὐδ' ὁπωσοῦν στασιάζοντας ἔσχε. τοσοῦτον ἀνὴρ ἀνδρὸς διαφέρει.
[17]
[1] ὡς δ' οὖν τοῦθ' οἱ στρατιῶται ἔπραξαν, πᾶσάν τε ὀλίγου τὴν ἀρχὴν ὁ Μιθριδάτης ἀνεκτήσατο καὶ τὴν Καππαδοκίαν ἰσχυρῶς ἐλυμήνατο, μήτε Λουκούλλου, προφάσει τοῦ τὸν Ἀκίλιον ἐγγὺς εἶναι, μήτε ἐκείνου προσαμύνοντος αὐτῇ· ἐπειγόμενος γὰρ πρότερον ὡς καὶ τὴν τοῦ Λουκούλλου νίκην ὑφαρπάσων, τότε, ἐπειδὴ τῶν γεγονότων ᾔσθετο, οὔτε πρὸς τὰ στρατόπεδα ἦλθε καὶ ἐν τῇ Βιθυνίᾳ [2] ἐχρόνισε. Μάρκιος δὲ Λουκούλλῳ μὲν οὐκ ἐπεκούρησε, πρόσχημα τοὺς στρατιώτας ὡς οὐκ ἐθελήσαντάς οἱ ἀκολουθῆσαι ποιησάμενος, ἐς δὲ τὴν Κιλικίαν ἀφικόμενος Μενέμαχόν τινα ἀπαυτομολήσαντα τοῦ Τιγράνου ἐδέξατο, καὶ τὸν Κλώδιον ἀποστάντα ἀπὸ τοῦ Λουκούλλου δέει τῶν ἐν τῇ Νισίβι γενομένων ἐπὶ τὸ ναυτικὸν ἐπέστησεν· ἀδελφὴν γάρ τινα αὐτοῦ καὶ ἐκεῖνος [3] γυναῖκα εἶχε. καὶ ὁ μὲν ἁλούς τε ἐς καταποντιστάς, καὶ ἀφεθεὶς ὑπ' αὐτῶν πρὸς τὸν ἐκ τοῦ Πομπηίου φόβον, ἔς τε τὴν Ἀντιόχειαν τῆς Συρίας ἦλθεν ὡς καὶ πρὸς τοὺς Ἀραβίους, πρὸς οὓς τότε διεφέροντο, συμμαχήσων σφίσι, κἀνταῦθα στασιάζων τινὰς ὁμοίως ὀλίγου διεφθάρη.
[17] καὶ τὴν νῆσον ἅπασαν ἐχειρώσατο μετὰ τοῦτο, καίτοι πρὸς τοῦ Πομπηίου τοῦ Μάγνου, ἤδη τῆς θαλάσσης ξυμπάσης ἄρχοντος καὶ τῆς ἠπείρου ὅσον ἡμερῶν ἀπὸ θαλάσσης τριῶν, ἐμποδιζόμενός τε καὶ κωλυόμενος ὡς αὐτῷ προσηκουσῶν καὶ τῶν νήσων. ἀλλ' ὅμως καὶ ἄκοντος Πομπηίου τῷ Κρητικῷ πολέμῳ τέλος ὁ Μέτελλος ἐπιθεὶς θρίαμβόν τε ἀπ' αὐτοῦ κατήγαγε καὶ Κρητικὸς ἐπεκλήθη. Xiphil. p. 3, 1016 R. St., 6 p. 1, 1320 Dind.
[18] ... φείδεται. δυναστείας τε ἐρῶν καὶ τοῖς Κρησὶ τοῖς ὁμολογήσασιν αὐτῷ προσέβαλε, καὶ οὔτε τὰς σπονδὰς προτεινομένων σφῶν ἐφρόντιζε, κακῶσαί τε αὐτοὺς πρὶν τὸν Πομπήιον ἐπελθεῖν ἠπείγετο. ὅ τε γὰρ Ὀκτάουιος ἄνευ δυνάμεως παρών (οὐδὲ γὰρ οὐδὲ ἐπὶ πολέμῳ τινὶ ἀλλ' ἐπὶ παραλήψει τῶν πόλεων ἐπέπεμπτο) ἡσυχίαν ἦγε· καὶ Κορνήλιος Σισέννας ὁ τῆς Ἑλλάδος ἄρχων ἦλθε μὲν ἐς τὴν Κρήτην, ὡς ταῦτ' ἐπύθετο, καὶ παρῄνεσε τῷ Μετέλλῳ φείσασθαι τῶν δήμων, οὐ μέντοι καὶ ἀντέπραξέ τι μὴ πείσας.
[4] ἄλλοις τε οὖν πολλοῖς ἐκεῖνος ἐλυμήνατο, καὶ Ἐλευθέραν τὴν πόλιν ἐκ προδοσίας ἑλὼν ἠργυρολόγησε· πύργον γάρ τινα οἱ προδιδόντες ἔκ τε πλίνθων πεποιημένον καὶ μέγιστον δυσμαχώτατόν τε ὄντα ὄξει συνεχῶς νυκτὸς διέβρεξαν, ὥστε θραυστὸν γενέσθαι. καὶ μετὰ τοῦτο Λάππαν, καίτοι τοῦ Ὀκταουίου αὐτὴν κατέχοντος, ἐκ προσβολῆς εἷλε, καὶ ἐκεῖνον μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δὲ δὴ [19] [1] Κίλικας τοὺς σὺν αὐτῷ ὄντας ἔφθειρεν. ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Ὀκτάουιος οὐκέθ' ἡσύχασεν, ἀλλὰ πρότερον μὲν τῷ τοῦ Σισέννου στρατῷ (νοσήσας γὰρ ἐκεῖνος ἐτεθνήκει) χρώμενος ἐπεβοήθει πῃ τοῖς κακουμένοις, ἔπειτα δ' ἀνακομισθέντων αὐτῶν πρός τε τὸν Ἀριστίωνα ἐς Ἱεράπυδνα ἦλθε καὶ μετ' αὐτοῦ ἐπολέμει· οὗτος γὰρ ὡς τότε ἐκ τῆς Κυδωνίας ἀπεχώρησε Λούκιόν τέ τινα Βάσσον ἀνταναχθέντα οἱ ἐνίκησε καὶ τὰ Ἱεράπυδνα κατέλαβε.
[2] καὶ χρόνον μέν τινα ἐκαρτέρησαν, τοῦ δὲ δὴ Μετέλλου ἐπιόντος σφίσι τό τε τεῖχος ἐξέλιπον, καὶ ἐξαναχθέντες χειμῶνί τε ἐχρήσαντο καὶ ἐς τὴν γῆν ἐκπεσόντες συχνοὺς ἀπέβαλον. κἀκ [3] τούτου ὁ Μέτελλος πᾶσαν τὴν νῆσον ἐχειρώσατο. Κρῆτες μὲν οὖν οὕτως, ἐλεύθεροί τε πάντα τὸν ἔμπροσθεν χρόνον γενόμενοι καὶ δεσπότην ὀθνεῖον μηδένα κτησάμενοι, κατεδουλώθησαν· Μέτελλος δὲ τὴν μὲν ἐπίκλησιν ἀπ' αὐτῶν ἔλαβε, τὸν δὲ δὴ Πανάρη τόν τε Λασθένη (καὶ γὰρ ἐκεῖνον εἷλεν) οὐκ ἠδυνήθη πέμψαι ἐν τοῖς ἐπινικίοις· ὁ γὰρ Πομπήιος ἀναπείσας τῶν δημάρχων τινὰ προαφείλετο αὐτοὺς ὡς καὶ ἑαυτῷ κατὰ τὴν ὁμολογίαν, ἀλλ' οὐκ ἐκείνῳ προσχωρήσαντας.
[20]
[1] λέξω δὲ ἤδη καὶ τὰ κατὰ τοῦτον πῶς ἐγένετο. οἱ καταποντισταὶ ἐλύπουν μὲν ἀεὶ τοὺς πλέοντας, ὥσπερ καὶ τοὺς ἐν τῇ γῇ οἰκοῦντας οἱ τὰς λῃστείας ποιούμενοι· οὐ γὰρ ἔστιν ὅτε ταῦτ' οὐκ ἐγένετο, οὐδ' ἂν παύσαιτό ποτε ἕως δ' ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων [2] ᾖ. ἀλλὰ πρότερον μὲν ἔν τε τόποις τισὶ κἀν τῇ ὡραίᾳ μόνῃ, κατ' ὀλίγους, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ ἐλῄστευον· τότε δέ, ἐξ οὗ πολλαχῇ τε ἅμα καὶ συνεχῶς ἐπολεμήθη, καὶ πολλαὶ μὲν πόλεις ἀνάστατοι ἐγένοντο, πᾶσι δὲ καὶ τοῖς διαφεύγουσιν αὐτῶν αἱ τιμωρίαι ἐπηρτῶντο καὶ ἀδεὲς οὐδενὶ οὐδὲν ἦν, πάμπολλοι [3] πρὸς λῃστείαν ἐτράποντο. καὶ τὰ μὲν ἐν ταῖς ἠπείροις λῃστικά, ἅτε καὶ ἐν ὀφθαλμοῖς τῶν δήμων μᾶλλον ὄντα, καὶ τήν τε αἴσθησιν τῆς βλάβης ἐγγύθεν καὶ τὴν σύλληψιν οὐ πάνυ χαλεπὴν ἔχοντα, ῥᾷόν πως κατελύετο, τὰ δὲ ἐν τῇ θαλάσσῃ ἐπὶ πλεῖστον ἐπηυξήθη.
[4] τῶν γὰρ Ῥωμαίων πρὸς τοὺς ἀντιπολέμους ἀσχολίαν ἀγόντων ἐπὶ πολὺ ἤκμασαν, πολλαχόσε τε περιπλέοντες καὶ πάντας τοὺς ὁμοίους σφίσι προστιθέμενοι, ὥστε τινὰς αὐτῶν καὶ ἐν συμμαχίας λόγῳ [21] [1] συχνοῖς ἐπικουρῆσαι. καὶ εἴρηται μὲν ὅσα μετὰ τῶν ἄλλων ἔπραξαν. ἐπεὶ δ' οὖν καὶ ἐκεῖνα διελύθη, οὐκ ἐπαύσαντο, ἀλλ' αὐτοὶ καθ' ἑαυτοὺς πολλὰ καὶ δεινὰ τούς τε Ῥωμαίους καὶ τοὺς συμμάχους σφῶν ἐκακούργησαν. οὔτε γὰρ κατ' ὀλίγους ἔτι ἀλλὰ στόλοις μεγάλοις ἔπλεον, καὶ στρατηγοὺς εἶχον, ὥστε καὶ ὄνομα αὐτοὺς μέγα κεκτῆσθαι· [2] ἦγόν τε καὶ ἔφερον πρώτους μὲν καὶ μάλιστα τοὺς πλέοντας (οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἀσφαλῆ αὐτοῖς παρεῖχον, ἀλλ' ὑπό τε τῆς τόλμης καὶ ὑπὸ τοῦ ἔθους τῆς τε εὐπραγίας καὶ τότ' ἐπ' ἀδείας ταῖς ναυτιλίαις ἐχρῶντο), ἔπειτα καὶ τοὺς ἐν τοῖς λιμέσιν [3] ὄντας. καὶ γὰρ εἴ τις ἀνταναχθῆναί σφισιν ἐτόλμησε, μάλιστα μὲν ἡττηθεὶς ἀπώλετο, εἰ δὲ καὶ ἐνίκησεν, ἀλλ' ἑλεῖν γε αὐτῶν οὐδένα ὑπὸ τοῦ ταχυναυτεῖν σφας ἐδύνατο, καὶ οὕτως ὑποστρέφοντες διὰ βραχέος ὡς καὶ κεκρατηκότες τὰ μὲν ἔτεμνον καὶ κατεπίμπρων, οὐχ ὅτι χωρία καὶ ἀγροὺς ἀλλὰ καὶ πόλεις ὅλας, τὰ δὲ καὶ ᾠκειοῦντο, ὥστε καὶ χειμάδια καὶ ὁρμητήρια καθάπερ ἐν φιλίᾳ γῇ ποιεῖσθαι.
[22]
[1] προχωρούντων δὲ αὐτοῖς τούτων καὶ ἐς τὴν ἤπειρον ἀνέβαινον, καὶ πολλὰ καὶ ἐκείνους τοὺς μηδὲ χρωμένους τῇ θαλάσσῃ ἐλύπουν. καὶ ταῦτα οὐ τὴν ἔξω συμμαχίδα αὐτῶν μόνον ἀλλὰ καὶ τὴν Ἰταλίαν [2] αὐτὴν ἐποίουν· τά τε γὰρ κέρδη τὰ αὐτόθεν μείζω σχήσειν καὶ πάντας τοὺς λοιποὺς ἐπὶ πλέον ἐκφοβήσειν, ἂν μηδὲ ἐκείνης ἀπέχωνται, νομίζοντες ἔς τε τὰς ἄλλας τὰς ταύτῃ πόλεις καὶ ἐς αὐτὰ τὰ Ὤστια ἐσέπλεον καὶ τάς τε ναῦς ἔκαιον καὶ πάνθ' ἥρπαζον.
[3] καὶ τέλος, ὡς οὐδεμία σφῶν ἐπιστροφὴ ἐγίγνετο, τάς τε διατριβὰς ἐν τῇ γῇ ἐποιοῦντο, καὶ τοὺς ἀνθρώπους, ὅσους μὴ διώλλυσαν, τά τε σῦλα, ὅσα ἐλάμβανον, ἀδεῶς ὥς γε καὶ ἐν οἰκείᾳ [4] διετίθεντο. καὶ ἐλῄστευον μὲν ἄλλοι ἄλλοθι (οὐ γάρ που ἐν πάσῃ ἅμα τῇ θαλάσσῃ οἱ αὐτοὶ κακουργεῖν ἐδύναντο), τοσαύτῃ μέντοι φιλίᾳ πρὸς ἀλλήλους ἐχρῶντο ὥστε σφᾶς καὶ χρήματα καὶ ἐπικουρίας [5] καὶ τοῖς πάνυ ἀγνῶσιν ὡς καὶ οἰκειοτάτοις πέμπειν. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἴσχυσαν, ὅτι τούς τε θεραπεύοντάς τινας αὐτῶν πάντες ἐτίμων καὶ τοὺς προσκρούσαντάς τισι πάντες ἐλεηλάτουν.
[23]
[1] ἐς τοσοῦτον μὲν δὴ τὰ τῶν καταποντιστῶν ἤρθη ὥστε καὶ μέγαν καὶ συνεχῆ καὶ ἀπροφύλακτον καὶ ἄπιστον τὸν πόλεμον αὐτῶν γενέσθαι· οἱ δὲ δὴ Ῥωμαῖοι ἤκουον μέν που αὐτά, καί τινα καὶ ἑώρων (οὔτε γὰρ ἄλλο τι τῶν ἐπακτῶν ἐφοίτα σφίσι, καὶ ἡ [2] σιτοπομπία παντελῶς ἀπεκέκλειτο), οὐ μέντοι καὶ μεγάλην, ὅτε γε ἐχρῆν, φροντίδα αὐτῶν ἐποιήσαντο, ἀλλ' ἐξέπεμπον μὲν καὶ ναυτικὰ καὶ στρατηγούς, ὥς που καθ' ἕκαστον τῶν προσαγγελλομένων ἐκινοῦντο, ἔπραττον δ' οὐδέν, ἀλλὰ καὶ πολὺ πλείω τοὺς συμμάχους δι' αὐτῶν ἐκείνων ἐταλαιπώρουν, μέχρις οὗ ἐν παντὶ ἐγένοντο. τότε δὲ συνελθόντες ἐβουλεύσαντο ἐπὶ πολλὰς ἡμέρας ὅ τι καὶ χρὴ [3] πρᾶξαι. τῇ τε γὰρ συνεχείᾳ τῶν κινδύνων τετρυχωμένοι, καὶ μέγαν καὶ πολὺν τὸν πρὸς αὐτοὺς πόλεμον ὁρῶντες ὄντα, καὶ οὔθ' ἅμα πᾶσί σφισιν οὔτ' αὖ καθ' ἑκάστους προσπολεμῆσαι δυνατὸν εἶναι νομίζοντες (ἀλλήλοις τε γὰρ συνεβοήθουν, καὶ πανταχοῦ ἅμα ἀμήχανον ἦν αὐτοὺς ἀμύνασθαι) ἔν τε ἀπορίᾳ καὶ ἀνελπιστίᾳ [4] τοῦ κατορθώσειν τι πολλῇ ἐγένοντο, πρὶν δὴ Αὖλός τις Γαβίνιος δήμαρχος γνώμην ἔδωκεν, εἴτ' οὖν τοῦ Πομπηίου καθέντος αὐτόν, εἴτε καὶ ἄλλως χαρίσασθαί οἱ ἐθελήσας (οὐ γάρ που καὶ ὑπ' εὐνοίας αὐτὸ τῆς τοῦ κοινοῦ ἐποίησε· κάκιστος γὰρ ἀνὴρ ἦν), στρατηγὸν ἕνα αὐτοκράτορα ἐφ' ἅπαντας αὐτοὺς ἐκ τῶν ὑπατευκότων ἑλέσθαι, τρισί τε ἔτεσιν ἄρξοντα καὶ δυνάμει παμπληθεῖ μεθ' ὑποστρατήγων [5] πολλῶν χρησόμενον. ἄντικρυς μὲν γὰρ τὸ τοῦ Πομπηίου ὄνομα οὐκ εἶπεν· εὔδηλον δὲ ἦν ὅτι, ἂν ἅπαξ τι τοιοῦτον ὁ [24] [1] ὅμιλος ἀκούσῃ, ἐκεῖνον αἱρήσεται. καὶ ἔσχεν οὕτω· τήν τε γὰρ ἐσήγησιν αὐτοῦ ἀπεδέξαντο, καὶ πρὸς τὸν Πομπήιον παραχρῆμα πάντες πλὴν τῆς γερουσίας ἀπέκλιναν. αὕτη γὰρ πᾶν ὁτιοῦν ὑπὸ τῶν λῃστῶν παθεῖν μᾶλλον ἢ ἐκείνῳ τοσαύτην ἡγεμονίαν ἐγχειρίσαι ᾑρεῖτο· καὶ ὀλίγου καὶ ἀπέκτειναν τὸν Γαβίνιον ἐν αὐτῷ τῷ συνεδρίῳ.
[2] ὑπεκδράντος δ' οὖν πῃ αὐτοῦ μαθόντες οἱ πολλοὶ τὴν τῶν βουλευτῶν γνώμην ἐθορύβησαν, ὥστε καὶ ἐπ' αὐτοὺς συγκαθημένους ἐφορμῆσαι· καὶ εἴ γε μὴ ἐξεκεχωρήκεσαν, πάντως ἂν αὐτοὺς διεφθάρκεσαν.
[3] οἱ μὲν δὴ οὖν ἄλλοι σκεδασθέντες διέλαθον, Πίσωνα δὲ τὸν Γάιον τὸν ὕπατον (ἐπὶ γὰρ ἐκείνου τοῦ τε Ἀκιλίου ταῦτ' ἐγίγνετο) συλληφθέντα καὶ μέλλοντα καὶ ἀντὶ τῶν ἄλλων ἀπόλλυσθαι ὁ Γαβίνιος ἐξῃτήσατο. ἐκ δὲ τούτου οἱ δυνατοὶ αὐτοὶ ‹μὲν› τὴν ἡσυχίαν ἦγον, ἀσμενίζοντες ἄν τίς σφας ζῆν ἐάσῃ, τοὺς δὲ δημάρχους [4] τοὺς ἐννέα ἀνέπεισαν ἐναντιωθῆναι τῷ Γαβινίῳ. καὶ αὐτῶν οἱ μὲν ἄλλοι φοβηθέντες τὸ πλῆθος οὐδὲν ἀντεῖπον, Λούκιος δὲ δή τις Τρεβέλλιος καὶ Λούκιος Ῥώσκιος ἐτόλμησαν μέν, οὐκ ἠδυνήθησαν δὲ οὔτ' εἰπεῖν τι ὧν ὑπέσχηντο οὔτε πρᾶξαι. ἐπειδὴ γὰρ ἡ κυρία ἡμέρα, ἐν ᾗ τὴν γνώμην ἐπικυρωθῆναι ἔδει, ἐνέστη, τάδε [5] ἐγένετο. ὁ Πομπήιος ἐπιθυμῶν μὲν πάνυ ἄρξαι, καὶ ἤδη γε ὑπό τε τῆς ἑαυτοῦ φιλοτιμίας καὶ ὑπὸ τῆς τοῦ δήμου σπουδῆς οὐδὲ τιμὴν ἔτι τοῦτο, ἀλλ' ἀτιμίαν τὸ μὴ τυχεῖν αὐτοῦ νομίζων εἶναι, τὴν δὲ ἀντίταξιν τῶν δυνατῶν ὁρῶν, ἠβουλήθη δοκεῖν ἀναγκάζεσθαι.
[6] ἦν μὲν γὰρ καὶ ἄλλως ὡς ἥκιστα προσποιούμενος ἐπιθυμεῖν ὧν ἤθελε· τότε δὲ καὶ μᾶλλον, διά τε τὸ ἐπίφθονον ἄν γε ἑκὼν τῆς ἀρχῆς ἀντιποιήσηται, καὶ διὰ [τοῦτο] τὸ εὐκλεὲς ἄν γε καὶ ἄκων [25] [1] ὥς γε καὶ ἀξιοστρατηγητότατος ὢν ἀποδειχθῇ, ἐπλάττετο. καὶ παρελθὼν ἔφη "χαίρω μὲν τιμώμενος ὑφ' ὑμῶν, ὦ Κυιρῖται· φύσει τε γὰρ πάντες ἄνθρωποι καὶ ἐγκαλλωπίζονται ταῖς παρὰ τῶν πολιτῶν εὐεργεσίαις, καὶ ἐγώ, ἅτε δὴ πολλάκις τῆς παρ' ὑμῶν τιμῆς ἀπολελαυκώς, οὐκ ἔχω πῶς κατ' ἀξίαν ἡσθῶ τοῖς παροῦσιν· οὐ μέντοι οὔθ' ὑμῖν νομίζω προσήκειν ἀπλήστως οὕτω πρός με διακεῖσθαι, οὔτε ἐμοὶ διὰ παντὸς ἔν τινι ἡγεμονίᾳ εἶναι. αὐτός τε [2] γὰρ ἐκ παίδων κέκμηκα, καὶ ὑμᾶς δεῖ καὶ περὶ τοὺς ἄλλους σπουδάζειν. ἢ οὐ μέμνησθε ὅσα μὲν ἐν τῷ πρὸς τὸν Κίνναν πολέμῳ ἐταλαιπώρησα, καίτοι κομιδῇ νέος ὤν, ὅσα δὲ ἔν τε τῇ Σικελίᾳ καὶ ἐν τῇ Ἀφρικῇ ἔκαμον, μηδέπω καθαρῶς ἐς ἐφήβους τελῶν, ὅσα δὲ ἐν τῇ Ἰβηρίᾳ ἐκινδύνευσα, μηδὲ βουλεύων πω; ἐφ' οἷς ἅπασιν οὐχ [3] ὅτι ἀχάριστοι πρός με ἐγένεσθε ἐρῶ. πόθεν; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τοῖς ἄλλοις ὧν πολλῶν καὶ μεγάλων παρ' ὑμῶν ἠξιώθην, καὶ αὐτὸ τὸ πιστευθῆναί με τὴν ἐπὶ τὸν Σερτώριον στρατηγίαν, μηδενὸς ἄλλου μήτ' ἐθελήσαντος μήτε δυνηθέντος αὐτὴν ὑποστῆναι, τό τε ἐπινίκια καὶ ἐπ' ἐκείνῃ παρὰ τὸ νενομισμένον πέμψαι μεγίστην [4] μοι τιμὴν ἤνεγκεν. ἀλλ' ὅτι πολλὰς μὲν φροντίδας πολλοὺς δὲ κινδύνους ὑπέμεινα, κατατέτριμμαι μὲν τὸ σῶμα, πεπόνημαι δὲ τὴν γνώμην. μὴ γὰρ ὅτι νέος ἔτ' εἰμὶ λογίζεσθε, μηδ' ὅτι ‹ἔτη› [5] τόσα καὶ τόσα γέγονα ἀριθμεῖσθε. ἂν γάρ τοι καὶ τὰς στρατείας ἃς ἐστράτευμαι καὶ τοὺς κινδύνους οὓς κεκινδύνευκα ἀναριθμήσητε, πολύ γε πλείους αὐτοὺς τῶν ἐτῶν εὑρήσετε, καὶ μᾶλλον οὕτω πιστεύσετε ὅτι οὔτε πρὸς τοὺς πόνους οὔτε πρὸς τὰς φροντίδας καρτερεῖν [26] [1] ἔτι δύναμαι. εἰ δ' οὖν τις καὶ πρὸς ταῦτα ἀντέχοι, ἀλλ' ὁρᾶτε ὅτι καὶ ἐπίφθονα καὶ μισητὰ πάντα τὰ τοιαῦτά ἐστιν· ἅπερ ὑμεῖς μὲν ἐν οὐδενὶ λόγῳ τίθεσθε (οὐδὲ γὰρ καλῶς ἔχει προσποιεῖσθαί [2] τι ὑμᾶς αὐτῶν), ἐμοὶ μέντοι βαρύτατα ἂν γένοιτο, καὶ ὁμολογῶ γε μηδ' ὑφ' ἑνὸς οὕτω τῶν ἐν τοῖς πολέμοις δεινῶν μήτε ἐκταράττεσθαι μήτε λυπεῖσθαι ὡς ὑπὸ τῶν τοιούτων. τίς μὲν γὰρ ἂν εὖ φρονῶν ἡδέως παρ' ἀνθρώποις φθονοῦσιν αὐτῷ ζῴη, τίς δ' ἂν δημόσιόν τι διοικῆσαι προθυμηθείη μέλλων, ἂν μὲν ἀποτύχῃ, [3] δίκην ὑφέξειν, ἂν δὲ κατορθώσῃ, ζηλοτυπηθήσεσθαι; ἀλλ' ἐμοὶ μὲν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα συγχωρήσατε τήν τε ἡσυχίαν ἄγειν καὶ τὰ ἐμαυτοῦ πράττειν, ἵν' ἤδη ποτὲ καὶ τῶν οἰκείων ἐπιμεληθῶ καὶ μὴ κατατριφθεὶς ἀπόλωμαι· ἐπὶ δὲ δὴ τοὺς καταποντιστὰς ἄλλον χειροτονήσατε. συχνοὶ δέ εἰσι καὶ βουλόμενοι ναυαρχῆσαι καὶ δυνάμενοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, ὥστε τὴν αἵρεσιν [4] ὑμῖν ῥᾳδίαν ἐκ πολλῶν γενέσθαι. οὐ γάρ που ἐγὼ μόνος ὑμᾶς φιλῶ ἢ καὶ μόνος ἐμπείρως τῶν πολεμικῶν ἔχω, ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἵνα μὴ καὶ χαρίζεσθαί τισι δόξω ὀνομαστὶ καταλέξας."
[27]
[1] ταῦτα αὐτοῦ δημηγορήσαντος ὁ Γαβίνιος ὑπολαβὼν εἶπεν "Πομπήιος μέν, ὦ Κυιρῖται, καὶ αὐτὸ τοῦτο ἄξιον τῶν ἑαυτοῦ ἠθῶν ποιεῖ, μήτε ἐφιέμενος τῆς ἀρχῆς μήτε διδομένην οἱ αὐτὴν ἐξ ἐπιδρομῆς [2] δεχόμενος. οὔτε γὰρ ἄλλως ἀγαθοῦ ἀνδρός ἐστιν ἄρχειν ἐπιθυμεῖν καὶ ‹τὰ› πράγματ' ἔχειν ἐθέλειν· κἀν τούτῳ προσήκει πάντα τὰ προσταττόμενα μετ' ἐπισκέψεως ὑφίστασθαι, ἵν' αὐτὰ καὶ ἀσφαλῶς ὁμοίως πράξῃ. τὸ μὲν γὰρ προπετὲς ἐν ταῖς ὑποσχέσεσιν, ὀξύτερον καὶ ἐν ταῖς πράξεσι τοῦ καιροῦ γιγνόμενον, πολλοὺς σφάλλει, τὸ δ' ἀκριβὲς ἀπ' ἀρχῆς καὶ ἐν τοῖς ἔργοις ὅμοιον διατελεῖ ὂν καὶ [3] πάντας ὀνίνησιν. ὑμᾶς δὲ δὴ χρὴ μὴ τὸ τούτῳ κεχαρισμένον ἀλλὰ τὸ τῇ πόλει συμφέρον ἑλέσθαι. οὐ γάρ που τοὺς σπουδαρχοῦντας ἀλλὰ τοὺς ἐπιτηδείους προστάττειν τοῖς πράγμασι προσήκει· ἐκείνους μὲν γὰρ πάνυ πολλούς, τοιοῦτον δὲ δή τινα ἄλλον οὐδένα [4] εὑρήσετε. μέμνησθε δὲ ὅσα καὶ οἷα ἐπάθομεν ἐν τῷ πρὸς τὸν Σερτώριον πολέμῳ στρατηγοῦ δεόμενοι, καὶ ὅτι οὐδένα ἕτερον οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεσβυτέρων ἁρμόζοντα αὐτῷ εὕρομεν, ἀλλὰ [καὶ] τοῦτον καὶ τότε μηδέπω μήθ' ἡλικίαν ἔχοντα μήτε βουλεύοντα [5] καὶ ἀντὶ ἀμφοτέρων τῶν ὑπάτων ἐξεπέμψαμεν. βουλοίμην μὲν γὰρ ἂν πολλοὺς ὑμῖν ἀγαθοὺς ἄνδρας εἶναι, καὶ εἴγε καὶ εὔξασθαι δεῖ, εὐξαίμην ἄν· ἐπεὶ δ' οὔτ' εὐχῆς τὸ πρᾶγμα τοῦτό ἐστιν οὔτ' αὐτόματόν τῳ παραγίγνεται, ἀλλὰ δεῖ καὶ φῦναί τινα πρὸς αὐτὸ ἐπιτηδείως καὶ μαθεῖν τὰ πρόσφορα καὶ ἀσκῆσαι τὰ προσήκοντα καὶ παρὰ πάντα ἀγαθῇ τύχῃ χρῆσθαι, ἅπερ που σπανιώτατα ἂν τῷ [6] αὐτῷ ἀνδρὶ συμβαίη, χρὴ πάντας ὑμᾶς ὁμοθυμαδόν, ὅταν τις τοιοῦτος εὑρεθῇ, καὶ σπουδάζειν αὐτὸν καὶ καταχρῆσθαι αὐτῷ, κἂν μὴ βούληται. καλλίστη γὰρ ἡ τοιαύτη βία καὶ τῷ ποιήσαντι καὶ τῷ παθόντι γίγνεται, τῷ μὲν ὅτι σωθείη ἂν ὑπ' αὐτῆς, τῷ δὲ ὅτι σώσειεν ἂν τοὺς πολίτας, ὑπὲρ ὧν καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ὅ [28] [1] γε χρηστὸς καὶ φιλόπολις ἑτοιμότατα ἂν ἐπιδοίη. ἢ οἴεσθε ὅτι Πομπήιος οὗτος ἐν μὲν μειρακίῳ καὶ στρατεύεσθαι καὶ στρατηγεῖν καὶ τὰ ὑμέτερα αὔξειν καὶ τὰ τῶν συμμάχων σώζειν τά τε τῶν ἀνθισταμένων προσκτᾶσθαι ἐδύνατο, νῦν δὲ ἀκμάζων καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ ὢν ἐν ᾗ πᾶς τις ἄριστος αὐτὸς αὑτοῦ γίγνεται, καὶ ἐμπειρίαν ἐκ τῶν πολέμων πλείστην ὅσην προσειληφώς, οὐκ ἂν ὑμῖν [2] χρησιμώτατος γένοιτο; ἀλλ' ὃν ἔφηβον ὄντα ἄρχειν εἵλεσθε, τοῦτον ἄνδρα γεγονότα ἀποδοκιμάσετε; καὶ ᾧ ἱππεῖ ἔτ' ὄντι τοὺς πολέμους ἐκείνους ἐνεχειρίσατε, τούτῳ βουλῆς γεγονότι τὴν στρατείαν ταύτην [3] οὐ πιστεύσετε; καὶ οὗ καὶ πρὶν ἀκριβῶς πειραθῆναι, μόνου πρὸς τὰ τότε κατεπείξαντα ὑμᾶς ἐδεήθητε, τούτῳ νῦν, ἱκανώτατα αὐτοῦ πεπειραμένοι, τὰ παρόντα οὐδὲν ἧττον ἐκείνων ἀναγκαῖα ὄντα οὐκ ἐπιτρέψετε; καὶ ὃν οὐδὲ ἄρχειν ἔτι πω καὶ τότε δυνάμενον ἐπὶ τὸν Σερτώριον ἐχειροτονήσατε, τοῦτον ὑπατευκότα ἤδη ἐπὶ τοὺς [4] καταποντιστὰς οὐκ ἐκπέμψετε; ἀλλὰ μήθ' ὑμεῖς ἄλλως πως ποιήσητε, καὶ σύ, ὦ Πομπήιε, πείσθητι καὶ ἐμοὶ καὶ τῇ πατρίδι. ταύτῃ γὰρ γεγέννησαι καὶ ταύτῃ τέθραψαι· καὶ δεῖ σε τοῖς τε συμφέρουσιν αὐτῇ δουλεύειν, καὶ ὑπὲρ αὐτῶν μήτε πόνον τινὰ μήτε κίνδυνον ἐξίστασθαι, ἀλλὰ κἂν ἀποθανεῖν ἀνάγκη σοι γένηται, μὴ τὴν [29] [1] εἱμαρμένην ἀναμεῖναι ἀλλὰ τῷ προστυχόντι θανάτῳ χρῆσθαι. γελοῖος δὲ δήπουθέν εἰμι ταῦτα ἐγὼ σοὶ παραινῶν, ὅστις ἐν τοσούτοις καὶ τηλικούτοις πολέμοις καὶ τὴν ἀνδρείαν καὶ τὴν πρὸς τὴν [2] πατρίδα εὔνοιαν ἐπιδέδειξαι. πείσθητι οὖν καὶ ἐμοὶ καὶ τούτοις, μηδὲ ὅτι τινὲς φθονοῦσι φοβηθῇς, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μᾶλλον σπούδασον, ὥστε πρός τε τὴν παρὰ τῶν πλειόνων φιλίαν καὶ πρὸς τὰ κοινῇ πᾶσιν ἡμῖν συμφέροντα καὶ τῶν βασκαινόντων σε καταφρόνει.
[3] καὶ εἴγε καὶ λυπῆσαί τι αὐτοὺς ἐθέλεις, καὶ διὰ τοῦτο ἄρξον, ἵνα καὶ ἐκείνους ἀνιάσῃς παρὰ γνώμην αὐτῶν καὶ ἡγεμονεύσας καὶ εὐδοκιμήσας, καὶ αὐτὸς ἄξιον σεαυτοῦ τέλος τοῖς προκατειργασμένοις ἐπαγάγῃς, πολλῶν καὶ μεγάλων κακῶν ἡμᾶς ἀπαλλάξας."
[30]
[1] τοιαῦτα δὴ τοῦ Γαβινίου εἰπόντος ὁ Τρεβέλλιος ἐπειράθη μὲν ἀντειπεῖν, ὡς δ' οὐδενὸς λόγου ἔτυχεν, ἠναντιοῦτο [τὸ] μὴ τὴν ψῆφον [2] δοθῆναι. ὁ οὖν Γαβίνιος ἀγανακτήσας τὴν μὲν περὶ τοῦ Πομπηίου διαψήφισιν ἐπέσχεν, ἑτέραν δὲ περὶ αὐτοῦ ἐκείνου ἀντεσῆγε· καὶ ἔδοξεν ἑπτακαίδεκα φυλαῖς ταῖς πρώταις χρηματισάσαις ἀδικεῖν τε αὐτὸν καὶ μηκέτι χρῆναι δημαρχεῖν. μελλούσης οὖν καὶ τῆς ὀκτωκαιδεκάτης τὰ αὐτὰ ψηφιεῖσθαι μόλις ποτὲ ὁ Τρεβέλλιος [3] ἐσιώπησεν. ἰδὼν δὲ τοῦτο ὁ Ῥώσκιος φθέγξασθαι μὲν οὐδὲν ἐτόλμησε, τὴν δὲ δὴ χεῖρα ἀνατείνων δύο ἄνδρας ἐκέλευέ σφας ἑλέσθαι, ὅπως ἔν γε τούτῳ τῆς δυναστείας ‹τι› τῆς τοῦ Πομπηίου παρατέμοιτο. ταῦτ' οὖν αὐτοῦ χειρονομοῦντος ὁ ὅμιλος μέγα καὶ ἀπειλητικὸν ἀνέκραγεν, ὥστε κόρακά τινα ὑπερπετόμενόν σφων ἐκπλαγῆναι [4] καὶ πεσεῖν ὥσπερ ἐμβρόντητον. γενομένου δὲ τούτου ἐκεῖνος μὲν τὴν ἡσυχίαν οὐ τῇ γλώττῃ ἔτι μόνον ἀλλὰ καὶ τῇ χειρὶ ἤγαγεν, ὁ δὲ δὴ Κάτουλος ἄλλως μὲν ἐσιώπα, τοῦ δὲ δὴ Γαβινίου προτρεψαμένου τι αὐτὸν εἰπεῖν, ὅτι τά τε πρῶτα τῆς βουλῆς ἦν καὶ ἐδόκει [5] δι' ἐκείνου καὶ τοὺς ἄλλους ὁμογνωμονήσειν σφίσι (καὶ γὰρ ἤλπιζεν αὐτόν, ἐξ ὧν τοὺς δημάρχους πάσχοντας εἶδε, συνεπαινέσειν), λόγου τε ἔτυχεν, ἐπειδὴ καὶ ᾐδοῦντο πάντες αὐτὸν καὶ ἐτίμων ὡς τὰ συμφέροντά σφισι καὶ λέγοντα ἀεὶ καὶ πράττοντα, καὶ ἐδημηγόρησε τοιάδε.
[31]
[1] "ὅτι μὲν ἐς ὑπερβολήν, ὦ Κυιρῖται, πρὸς τὸ πλῆθος ὑμῶν ἐσπούδακα, πάντες που σαφῶς ἐπίστασθε· τούτου δὲ δὴ οὕτως ἔχοντος ἐμοὶ μὲν ἀναγκαῖόν ἐστι πάντα ἁπλῶς, ἃ γιγνώσκω συμφέρειν τῇ πόλει, μετὰ παρρησίας εἰπεῖν, καὶ ὑμῖν προσῆκον ἀκοῦσαί [2] τε μεθ' ἡσυχίας αὐτῶν καὶ μετὰ τοῦτο βουλεύσασθαι· θορυβήσαντες μὲν γὰρ ἴσως τι καὶ χρήσιμον δυνηθέντες ἂν μαθεῖν οὐχὶ λήψεσθε, προσέχοντες δὲ τοῖς λεγομένοις πάντως τι τῶν συμφερόντων [3] ὑμῖν ἀκριβῶς εὑρήσετε. ἐγὼ τοίνυν πρῶτον μὲν καὶ μάλιστά φημι δεῖν μηδενὶ ἀνδρὶ τοσαύτας κατὰ τὸ ἑξῆς ἀρχὰς ἐπιτρέπειν. τοῦτο γὰρ καὶ ἐν τοῖς νόμοις ἀπηγόρευται καὶ πείρᾳ σφαλερώτατον ὂν πεφώραται. οὔτε γὰρ τὸν Μάριον ἄλλο τι ὡς εἰπεῖν τοιοῦτον ἐποίησεν ἢ ὅτι τοσούτους τε ἐν ὀλιγίστῳ χρόνῳ πολέμους [4] ἐνεχειρίσθη καὶ ὕπατος ἑξάκις ἐν βραχυτάτῳ ἐγένετο, οὔτε τὸν Σύλλαν ἢ ὅτι τοσούτοις ἐφεξῆς ἔτεσι τὴν ἀρχὴν τῶν στρατοπέδων ἔσχε καὶ μετὰ τοῦτο δικτάτωρ, εἶθ' ὕπατος ἀπεδείχθη. οὐ γάρ ἐστιν ἐν τῇ τῶν ἀνθρώπων φύσει ψυχήν, μὴ ὅτι νέαν ἀλλὰ καὶ πρεσβυτέραν, ἐν ἐξουσίαις ἐπὶ πολὺν χρόνον ἐνδιατρίψασαν τοῖς πατρίοις [32] [1] ἔθεσιν ἐθέλειν ἐμμένειν. καὶ τοῦτο μὲν οὐχ ὡς καὶ κατεγνωκώς τι τοῦ Πομπηίου λέγω, ἀλλ' ὅτι μητ' ἄλλως συνενεγκόν ποτε ὑμῖν φαίνεται μήτε ἐκ τῶν νόμων ἐπιτέτραπται. καὶ γὰρ εἴτε τιμὴν τοῖς ἀξιουμένοις αὐτοῦ φέρει, πᾶσιν αὐτῆς, οἷς γε ἐπιβάλλει, προσήκει τυγχάνειν (τοῦτο γάρ ἐστιν ἡ δημοκρατία), εἴτε κάματον, καὶ τούτου πρὸς τὸ μέρος πάντας μεταλαμβάνειν δεῖ (τοῦτο γάρ ἐστιν [2] ἡ ἰσομοιρία). ἔτι τοίνυν ἐν μὲν τῷ τοιούτῳ πολλούς τε ἐν ταῖς πράξεσιν ἐγγυμνάζεσθαι καὶ ῥᾳδίαν ὑμῖν τὴν αἵρεσιν τῶν πιστευθῆναι δυναμένων πρὸς πάντα τὰ πρακτέα ἀπὸ τῆς πείρας ὑπάρχειν συμβαίνει, ἐκείνως δὲ δὴ πολλὴν τὴν σπάνιν καὶ τῶν ἀσκησόντων τὰ προσήκοντα καὶ τῶν ἐπιτραπησομένων ἀνάγκη πᾶσα γίγνεσθαι· [3] καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ἐν τῷ πρὸς τὸν Σερτώριον πολέμῳ στρατηγοῦ ἠπορήσατε, ὅτι τὸν πρὸ τούτου χρόνον [ἐν] τοῖς αὐτοῖς ἐπὶ πολὺ ἐχρῆσθε. ὥστ' εἰ καὶ κατὰ τὰ ἄλλα πάντα ἄξιός ἐστι Πομπήιος ἐπὶ τοὺς καταποντιστὰς χειροτονηθῆναι, ἀλλ' ὅτι γε παρά τε τὰ διατεταγμένα ἐν τοῖς νόμοις καὶ παρὰ τὰ διεληλεγμένα ἐν τοῖς ἔργοις αἱρεθείη ἄν, ἥκιστα καὶ ὑμῖν καὶ τούτῳ προσήκει αὐτὸ πραχθῆναι.
[33]
[1] πρῶτον μὲν οὖν τοῦτο καὶ μάλιστα λέγω, δεύτερον δὲ ἐκεῖνο, ὅτι τεταγμένως ἐκ τῶν νόμων τάς τε ἀρχὰς καὶ τὰς ἡγεμονίας λαμβανόντων καὶ ὑπάτων καὶ στρατηγῶν καὶ τῶν ἀντὶ τούτων ἀρχόντων, οὔτ' ἄλλως καλῶς ὑμῖν ἔχει παριδόντας αὐτοὺς καινήν τινα [2] ἀρχὴν ἐπεσαγαγέσθαι ‹οὔτε› συμφέρει. τίνος μὲν γὰρ ἕνεκα καὶ τοὺς ἐνιαυσίους ἄρχοντας χειροτονεῖτε, εἴγε μηδὲν αὐτοῖς πρὸς τὰ τοιαῦτα χρήσεσθε; ‹οὐ γάρ που› ἵν' ἐν τοῖς περιπορφύροις ἱματίοις περινοστῶσιν, οὐδ' ἵνα τὸ ὄνομα μόνον τῆς ἀρχῆς περιβεβλημένοι [3] τοῦ ἔργου αὐτῆς στέρωνται. πῶς δ' οὐχὶ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τι πράττειν τῶν πολιτικῶν προαιρουμένοις ἀπεχθήσεσθε, ἂν τὰς μὲν πατρίους ἀρχὰς καταλύητε καὶ τοῖς ἐκ τῶν νόμων χειροτονουμένοις μηδὲν ἐπιτρέπητε, ξένην δέ τινα καὶ μηπώποτε [34] [1] γεγενημένην ἡγεμονίαν ἰδιώτῃ προστάξητε; εἰ γάρ τοι καὶ παρὰ τὰς ἐπετησίους ἀρχὰς ἀνάγκη τις εἴη ἑτέραν ἑλέσθαι, ἔστι καὶ τούτου παράδειγμα ἀρχαῖον, λέγω δὲ τὸν δικτάτορα. καὶ τοῦτον μέντοι τοιοῦτον ὄντα οὔτε ἐπὶ πᾶσί ποτε τοῖς πράγμασιν οἱ [2] πατέρες ἡμῶν οὔτε ἐπὶ πλείω χρόνον ἑξαμήνου κατεστήσαντο. ὥστ' εἰ μὲν τοιούτου τινὸς δεῖσθε, ἔξεστιν ὑμῖν, μήτε παρανομήσασι μήτ' ὀλιγώρως ὑπὲρ τῶν κοινῶν βουλευσαμένοις, δικτάτορα εἴτε Πομπήιον εἴτε καὶ ἄλλον τινὰ προχειρίσασθαι, ἐφ' ᾧ μήτε πλείω τοῦ τεταγμένου χρόνον μήτε ἔξω τῆς Ἰταλίας ἄρξῃ. οὐ γάρ που ἀγνοεῖτε ὅτι καὶ τοῦτο δεινῶς οἱ πατέρες ἡμῶν ἐφυλάξαντο, καὶ οὐκ ἂν εὑρεθείη δικτάτωρ οὐδεὶς ἄλλοσε πλὴν ἑνὸς ἐς Σικελίαν [3] καὶ ταῦτα μηδὲν πράξαντος, αἱρεθείς. εἰ δ' οὔτε δεῖται ἡ Ἰταλία τοιούτου τινός, οὔτ' ἂν ὑμεῖς ὑπομείναιτε ἔτι οὐχ ὅτι τὸ ἔργον τοῦ δικτάτορος ἀλλ' οὐδὲ τὸ ὄνομα (δῆλον δὲ ἐξ ὧν πρὸς τὸν Σύλλαν ἠγανακτήσατε), πῶς δ' ἂν ὀρθῶς ἔχοι καινὴν ἡγεμονίαν, καὶ ταύτην ἐς ἔτη τρία καὶ ἐπὶ πᾶσιν ὡς εἰπεῖν καὶ τοῖς ἐν τῇ Ἰταλίᾳ καὶ τοῖς [4] ἔξω πράγμασιν, ἀποδειχθῆναι; ὅσα γὰρ ἐκ τοῦ τοιούτου δεινὰ ταῖς πόλεσι συμβαίνει, καὶ ὅσοι διὰ τὰς παρανόμους φιλαρχίας τόν τε δῆμον ἡμῶν πολλάκις ἐτάραξαν καὶ αὐτοὶ ‹αὑτοὺς› μυρία κακὰ εἰργάσαντο, πάντες ὁμοίως ἐπίστασθε.
[35]
[1] ὥστε περὶ μὲν τούτων παύομαι λέγων· τίς γὰρ οὐκ οἶδεν ὅτι οὔτ' ἄλλως καλῶς ἔχει οὔτε συμφέρει ἑνί τινι τὰ πράγματα προστάσσεσθαι καὶ ἕνα τινὰ πάντων τῶν ὑπαρχόντων ἡμῖν ἀγαθῶν κύριον γίγνεσθαι, κἂν τὰ μάλιστα ἄριστός τις ᾖ; αἵ τε γὰρ μεγάλαι τιμαὶ καὶ αἱ ὑπέρογκοι ἐξουσίαι καὶ τοὺς τοιούτους ἐπαίρουσι [2] καὶ διαφθείρουσιν. ἐκεῖνο δὲ δὴ σκοπεῖν ὑμᾶς ἀξιῶ, ὅτι οὐδὲ οἷόν τέ ἐστιν ἕνα ἄνδρα πάσης τῆς θαλάσσης ἐπάρξαι καὶ πάντα τὸν πόλεμον τοῦτον ὀρθῶς διοικῆσαι. δεῖ μὲν γὰρ ὑμᾶς, εἴπερ τι τῶν δεόντων ποιήσετε, πανταχῇ ἅμα αὐτοῖς πολεμῆσαι, ἵνα μὴ συνιστάμενοι πρὸς ἀλλήλους, μηδ' αὖ τὰς ἀναφυγὰς πρὸς τοὺς οὐ πολεμουμένους [3] ἔχοντες, δύσληπτοι γένωνται. τοῦτο δὲ οὐδένα ἂν τρόπον εἷς τις ἄρξας πρᾶξαι δυνηθείη· πῶς γὰρ ἂν ὑπὸ τὰς αὐτὰς ἡμέρας ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Κιλικίᾳ, τῇ τε Αἰγύπτῳ καὶ τῇ Συρίᾳ, τῇ τε Ἑλλάδι καὶ τῇ Ἰβηρίᾳ, τῷ τε Ἰονίῳ καὶ ταῖς νήσοις πολεμήσειε; πολλοὺς μὲν δὴ διὰ τοῦτο καὶ στρατιώτας καὶ στρατηγοὺς ἐπιστῆναι δεῖ τοῖς πράγμασιν, εἴπερ τι ὄφελος αὐτῶν ἔσται· [36] [1] εἰ δὲ δή τις ἐκεῖνό φησιν, ὅτι κἂν ἑνί τῳ πάντα τὸν πόλεμον ἐπιτρέψητε, πάντως που καὶ ναυάρχους καὶ ὑπάρχους πολλοὺς ἕξει, πῶς οὐ πολὺ δικαιότερον καὶ συμφορώτερον (ἐγὼ γὰρ ἂν εἴποιμι) καὶ τί κωλύει τούτους αὖ τοὺς ὑπάρξειν ἐκείνῳ μέλλοντας καὶ προχειρισθῆναι ὑφ' ὑμῶν ἐπ' αὐτὸ τοῦτο καὶ τὴν ἡγεμονίαν παρ' ὑμῶν [2] αὐτοτελῆ λαβεῖν; οὕτω μὲν γὰρ καὶ φροντιοῦσι τοῦ πολέμου μᾶλλον ἅτε καὶ ἰδίαν ἕκαστος αὐτῶν μερίδα πεπιστευμένος καὶ ἐς μηδένα ἕτερον τὴν ὑπὲρ αὐτῆς ἀμέλειαν ἀνενεγκεῖν δυνάμενος, καὶ φιλοτιμήσονται πρὸς ἀλλήλους ἀκριβέστερον ἅτε καὶ αὐτοκρατεῖς ὄντες καὶ τὴν δόξαν ὧν ἂν ἐργάσωνται αὐτοὶ κτησόμενοι· ἐκείνως δὲ τίνα μὲν ὁμοίως οἴεσθε ..... ἄλλῳ τῳ ὑποκείμενον, τίνα δ' ἀπροφασίστως ὁτιοῦν ποιήσειν, μέλλοντα μὴ ἑαυτῷ ἀλλ' ἑτέρῳ κρατήσειν;
[3] ὥσθ' ὅτι μὲν εἷς οὐδ' ἂν δύναιτο τοσοῦτον ἅμα πόλεμον πολεμῆσαι, καὶ παρ' αὐτοῦ Γαβινίου ὡμολόγηται· πολλοὺς γοῦν τῷ χειροτονηθησομένῳ συνεργοὺς ἀξιοῖ δοθῆναι. λοιπὴ δὲ δὴ σκέψις ἐστὶ πότερόν ποτε ἄρχοντας αὐτοὺς ἢ ὑπάρχοντας καὶ στρατηγοὺς ‹ἢ ὑποστρατήγους› καὶ πρὸς τοῦ δήμου παντὸς ἐπ' αὐτοκράτορός τινος ἡγεμονίας ἢ πρὸς ἐκείνου μόνου ἐφ' ὑπηρεσίᾳ αὐτοῦ πεμφθῆναι [4] δεῖ. οὐκοῦν ὅτι μὲν καὶ νομιμώτερον ..... καὶ πρὸς τἆλλα πάντα καὶ πρὸς αὐτοὺς τοὺς λῃστὰς τοῦθ' ὅπερ ἐγὼ λέγω ἐστί, πᾶς ἄν τις ὑμῶν ὁμολογήσειε. χωρὶς δὲ τούτου καὶ ἐκεῖνο ὁρᾶτε οἷόν ἐστι, τὸ πάσας ὑμῶν τὰς ἄλλας ἀρχὰς ἐπὶ τῇ τῶν καταποντιστῶν προφάσει καταλυθῆναι, καὶ μηδεμίαν αὐτῶν μήτε ἐν τῇ Ἰταλίᾳ μήτε ἐν τῇ ὑπηκόῳ τὸν χρόνον τοῦτον ......
[36] Κάτλου δέ τινος τῶν ἀρίστων ἀνδρῶν εἰρηκότος πρὸς τὸν δῆμον "ἐὰν ἐπὶ ταῦτα ἐκπεμφθεὶς σφαλῇ, οἷα ἔν γε ἀγῶσι πολλοῖς καὶ τούτοις θαλαττίοις φιλεῖ γίνεσθαι, τίνα ἄλλον ἀντ' αὐτοῦ πρὸς τὰ ἀναγκαιότερα εὑρήσετε;" ὁ ὅμιλος σύμπας ὥσπερ ἀπὸ συγκειμένου τινὸς ἀνεβόησεν εἰπὼν "σε". καὶ οὕτω Πομπήιος τὴν ἡγεμονίαν τῆς θαλάσσης τῶν τε νήσων καὶ τῆς ἠπείρου ἐς τετρακοσίους σταδίους ἀπὸ τῆς θαλάσσης ἄνω εἰλήφει. Xiphil. p. 5, 1521 R. St. 6 p. 4, 211 Dind.
[37] ... τῆς δὲ Ἰταλίας ἀντὶ ὑπάτου ἐπὶ τρία ἔτη, προσέταξαν αὐτῷ ὑποστρατήγους τε πεντεκαίδεκα καὶ τὰς ναῦς ἁπάσας, τά τε χρήματα καὶ τὰ στρατεύματα ὅσα ἂν ἐθελήσῃ λαβεῖν ἐψηφίσαντο. καὶ ἐκεῖνά τε καὶ ἡ γερουσία καὶ ἄκουσα ἐπεκύρωσε, καὶ τἆλλα ὅσα [5] πρόσφορα ἐς αὐτὰ [εἶναι] ἦν ἑκάστοτε ἐγίγνωσκεν, ἄλλως τε καὶ ἐπειδὴ τοῦ Πίσωνος μὴ ἐπιτρέψαντος τοῖς ὑπάρχοις καταλόγους ἐν τῇ Γαλατίᾳ τῇ Ναρβωνησίᾳ, ἧς ἦρχε, ποιήσασθαι δεινῶς ὁ ὅμιλος ἠγανάκτησε· καὶ εὐθύς γ' ἂν αὐτὸν ἐκ τῆς ἀρχῆς ἐξήλασαν, [6] εἰ μὴ ὁ Πομπήιος παρῃτήσατο. παρασκευασάμενος οὖν ὡς τό τε πρᾶγμα καὶ τὸ φρόνημα αὐτοῦ ἀπῄτει, πᾶσαν ἅμα τὴν θάλασσαν, ὅσην οἱ καταποντισταὶ ἐλύπουν, τὰ μὲν αὐτὸς τὰ δὲ καὶ διὰ τῶν ὑποστρατήγων περιέπλευσε, καὶ τὰ πλείω αὐτῆς αὐτοετὲς ἡμέρωσε.
[7] πολλῇ μὲν γὰρ καὶ τῇ παρασκευῇ τῇ τε τοῦ ναυτικοῦ καὶ τῇ τῶν ὁπλιτῶν ἐχρῆτο, ὥστε καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ γῇ ἀνυπόστατος εἶναι, πολλῇ δὲ καὶ τῇ φιλανθρωπίᾳ τῇ πρὸς τοὺς ὁμολογοῦντάς [8] οἱ, ὥστε καὶ ὑπὸ τοῦ τοιούτου παμπόλλους προσποιήσασθαι· οἱ γὰρ ἄνθρωποι ταῖς τε δυνάμεσιν ἡττώμενοι καὶ τῆς χρηστότητος αὐτοῦ πειρώμενοι προθυμότατα αὐτῷ προσεχώρουν. τά τε γὰρ ἄλλα αὐτῶν ἐπεμελεῖτο, καὶ ὅπως μηδ' αὖθίς ποτε ἐς ἀνάγκην πονηρῶν ἔργων ὑπὸ πενίας ἀφίκωνται, καὶ χώρας σφίσιν ὅσας ἐρήμους ἑώρα, [9] καὶ πόλεις ὅσαι ἐποίκων ἐδέοντο, ἐδίδου. καὶ ἄλλαι τε ἐκ τούτου συνῳκίσθησαν καὶ ἡ Πομπηιόπολις ἐπικληθεῖσα· ἔστι δὲ ἐν τῇ Κιλικίᾳ τῇ παραθαλασσίᾳ καὶ ἐπεπόρθητο ὑπὸ τοῦ Τιγράνου, Σόλοι πρότερον ὠνομασμένη.
[38]
[1] ἐπὶ μὲν δὴ τοῦ Ἀκιλίου τοῦ τε Πίσωνος ταῦτά τε οὕτως ἐγένετο, καὶ κατὰ τῶν δεκασμοῦ περὶ τὰς ἀρχὰς ἁλισκομένων ἐνομοθετήθη πρὸς αὐτῶν τῶν ὑπάτων μήτ' ἄρχειν μήτε βουλεύειν σφῶν [2] μηδένα, ἀλλὰ καὶ χρήματα προσοφλισκάνειν. ἐπειδὴ γὰρ ἥ τε τῶν δημάρχων δυναστεία ἐς τὸ ἀρχαῖον ἐπανεληλύθει, καὶ πολλοὶ τῶν ὑπὸ τῶν τιμητῶν διαγεγραμμένων ἀναλαβεῖν τρόπον τινὰ τὴν βουλείαν ἐσπούδαζον, συστάσεις καὶ παρακελευσμοὶ παμπληθεῖς ἐφ' [3] ἁπάσαις ταῖς ἀρχαῖς ἐγίγνοντο. ἔπραξαν δὲ τοῦθ' οἱ ὕπατοι οὐχ ὅτι καὶ ἤχθοντο τῷ πράγματι (αὐτοὶ γὰρ διασπουδάσαντες ἀπεδείχθησαν, καὶ ὅ γε Πίσων καὶ γραφεὶς ἐπὶ τούτῳ καὶ πρὸς ἑνὸς καὶ πρὸς ἑτέρου τινὸς ἐξεπρίατο τὸ μὴ κατηγορηθῆναι) ἀλλ' ὅτι [4] ἠναγκάσθησαν ὑπὸ τῆς γερουσίας. αἴτιον δὲ ὅτι Γάιός τις Κορνήλιος δημαρχῶν πικρότατα ἐπιτίμια τάξαι κατ' αὐτῶν ἐπεχείρησε καὶ αὐτὰ καὶ ὁ ὅμιλος ᾑρεῖτο. ἡ γὰρ βουλὴ συνιδοῦσα ὅτι τὸ μὲν ὑπερβάλλον τῶν τιμωρημάτων ἐν μὲν ταῖς ἀπειλαῖς ἔκπληξίν τινα ἔχει, οὔτε δὲ τοὺς κατηγορήσοντας οὔτε τοὺς καταψηφιουμένους τῶν ὑπαιτίων, ἅτε καὶ ἀνηκέστων αὐτῶν ὄντων, ῥᾳδίως εὑρίσκει, [5] τὸ δὲ δὴ μέτριον ἔς τε τὰς κατηγορίας συχνοὺς προάγει καὶ τὰς καταψηφίσεις οὐκ ἀποτρέπει, μεταρρυθμίσαι πῃ τὴν ἐσήγησιν αὐτοῦ [39] [1] καὶ τοῖς ὑπάτοις νομοθετῆσαι αὐτὴν ἐκέλευσεν. ἐπεὶ δὲ αἵ τε ἀρχαιρεσίαι προεπηγγελμέναι ἦσαν, καὶ κατὰ τοῦτ' οὐδὲν προνομοθετηθῆναι πρὸ αὐτῶν ἐξῆν, καὶ οἱ σπουδαρχιῶντες πολλὰ καὶ κακὰ ἐν τῷ διακένῳ τούτῳ [χρόνῳ] ἐποίουν ὥστε καὶ σφαγὰς γίγνεσθαι, τόν τε νόμον ἐψηφίσαντο καὶ πρὸ ἐκείνων ἐσενεχθῆναι καὶ [2] φρουρὰν τοῖς ὑπάτοις δοθῆναι. ἀγανακτήσας οὖν ἐπὶ τούτοις ὁ Κορνήλιος γνώμην ἐποιήσατο μὴ ἐξεῖναι τοῖς βουλευταῖς μήτε ἀρχήν τινι ἔξω τῶν νόμων αἰτήσαντι διδόναι μήτ' ἄλλο μηδὲν τῶν τῷ δήμῳ προσηκόντων ψηφίζεσθαι· τοῦτο γὰρ ἐνενομοθέτητο μὲν [3] ἐκ τοῦ πάνυ ἀρχαίου, οὐ μέντοι καὶ τῷ ἔργῳ ἐτηρεῖτο. θορύβου τε ἐπ' αὐτῷ πολλοῦ συμβάντος (καὶ γὰρ ἀντέπρασσον τῶν τε ἄλλων τῶν ἐκ τῆς γερουσίας συχνοὶ καὶ ὁ Πίσων) τάς τε ῥάβδους αὐτοῦ ὁ ὄχλος συνέτριψε καὶ αὐτὸν διασπάσασθαι ἐπεχείρησεν.
[4] ἰδὼν οὖν τὴν ὁρμὴν αὐτῶν ὁ Κορνήλιος τότε μέν, πρὶν ἐπιψηφίσαι τι, διαφῆκε τὸν σύλλογον, ὕστερον δὲ προσέγραψε τῷ νόμῳ τήν τε βουλὴν πάντως περὶ αὐτῶν προβουλεύειν καὶ τὸν δῆμον ἐπάναγκες [40] [1] ἐπικυροῦν τὸ προβούλευμα. καὶ οὕτως ἐκεῖνόν τε διενομοθέτησε καὶ ἕτερον τοιόνδε. οἱ στρατηγοὶ πάντες τὰ δίκαια καθ' ἃ δικάσειν ἔμελλον, αὐτοὶ συγγράφοντες ἐξετίθεσαν· οὐ γάρ πω πάντα [2] τὰ δικαιώματα τὰ περὶ τὰ συμβόλαια διετέτακτο. ἐπεὶ οὖν οὔτε ἐσάπαξ τοῦτ' ἐποίουν οὔτε τὰ γραφέντα ἐτήρουν, ἀλλὰ πολλάκις αὐτὰ μετέγραφον καὶ συχνὰ ἐν τούτῳ πρὸς χάριν ἢ καὶ κατ' ἔχθραν τινῶν, ὥσπερ εἰκός, ἐγίγνετο, ἐσηγήσατο κατ' ἀρχάς τε εὐθὺς αὐτοὺς τὰ δίκαια οἷς χρήσονται προλέγειν, καὶ μηδὲν ἀπ' αὐτῶν [3] παρατρέπειν. τό τε σύμπαν οὕτως ἐπιμελὲς τοῖς Ῥωμαίοις κατὰ τὸν χρόνον ἐκεῖνον τὸ μηδὲν δωροδοκεῖσθαι ἐγένετο ὥστε πρὸς τῷ τοὺς ἐλεγχομένους κολάζειν καὶ τοὺς κατηγοροῦντας αὐτῶν ἐτίμων. τοῦ γοῦν Κόττου τοῦ Μάρκου τὸν μὲν ταμίαν Πούπλιον Ὄππιον ἐπί τε δώροις καὶ ἐπὶ ὑποψίᾳ ἐπιβουλῆς ἀποπέμψαντος, [4] αὐτοῦ δὲ πολλὰ ἐκ τῆς Βιθυνίας χρηματισαμένου, Γάιον Κάρβωνα τὸν κατηγορήσαντα αὐτοῦ τιμαῖς ὑπατικαῖς, καίπερ δεδημαρχηκότα μόνον, ἐσέμνυναν. καὶ οὗτος μὲν τῆς τε Βιθυνίας καὶ αὐτὸς ὕστερον ἄρξας, καὶ μετριώτερον οὐδὲν τοῦ Κόττου πλημμελήσας, [5] ἀντικατηγορήθη ὑπὸ τοῦ υἱέος αὐτοῦ καὶ ἀνθεάλω· πολλῷ γάρ που ῥᾷον ἄλλοις ἐπιτιμῶσί τινες ἢ ἑαυτοῖς παραινοῦσι, καὶ προχειρότατά γε ἐφ' οἷς τιμωρίας ἀξίους τοὺς πέλας εἶναι νομίζουσιν αὐτοὶ ποιοῦσιν, ὥστε μηδεμίαν πίστιν ἐξ ὧν ἑτέροις ἐγκαλοῦσιν, [41] [1] ὅτι καὶ μισοῦσιν αὐτά, λαμβάνειν· Λούκιος δὲ δὴ Λούκουλλος τὴν μὲν στρατηγίαν τὴν οἴκοι διῆρξε, τῆς δὲ δὴ Σαρδοῦς ἄρξαι μετ' αὐτὴν λαχὼν οὐκ ἠθέλησε, μισήσας τὸ πρᾶγμα διὰ τοὺς πολλοὺς τοὺς οὐδὲν ὑγιὲς ἐν τοῖς ἔθνεσι δρῶντας. ὅτι γὰρ ἐπιεικὴς [2] ἦν, ἱκανώτατα διέδειξεν· τοῦ γὰρ Ἀκιλίου συντριβῆναι τὸν δίφρον αὐτοῦ, ἐφ' οὗ ἐδίκαζε, κελεύσαντος ὅτι παριόντα ποτὲ αὐτὸν ἰδὼν οὐκ ἐξανέστη, οὔτ' ὀργῇ ἐχρήσατο καὶ ὀρθοστάδην μετὰ τοῦτο καὶ αὐτὸς καὶ οἱ συνάρχοντες αὐτοῦ δι' ἐκεῖνον διεδίκασαν.
[42]
[1] ἐσήνεγκε μὲν οὖν καὶ ὁ Ῥώσκιος νόμον, ἐσήνεγκε δὲ καὶ ὁ Γάιος ‹ὁ› Μάλλιος, ὅτε ἐδημάρχησεν. ἀλλ' ἐκεῖνος μέν (τὰς γὰρ τῶν ἱππέων τὰς ἐν τοῖς θεάτροις ἕδρας ἀκριβῶς ἀπὸ τῶν ἄλλων [2] ἀφώρισε) καὶ ἔπαινον ἐπ' αὐτῷ ἔλαβεν, ὁ δὲ δὴ Μάλλιος καὶ δίκην ὀλίγου ὑπέσχε· τῷ γὰρ ἔθνει τῷ τῶν ἀπελευθέρων ἔν τε τῇ ἐσχάτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ πρὸς ἑσπέραν, παρασκευάσας τινὰς ἐκ τοῦ ὁμίλου, ψηφίσασθαι μετὰ τῶν ἐξελευθερωσάντων σφᾶς ἔδωκεν.
[3] ἐπεὶ δὲ ἡ βουλὴ εὐθὺς τῇ ὑστεραίᾳ, ἐν αὐτῇ τῇ νουμηνίᾳ [ἐπύθετο] ‹ἐν ᾗ› Λούκιός τε Τούλλιος καὶ Αἰμίλιος Λέπιδος ὑπατεύειν ἤρξαντο, τὸν νόμον αὐτοῦ ἀπεψηφίσατο, φοβηθείς, ἐπειδὴ τὸ πλῆθος δεινῶς ἠγανάκτει, τὰ μὲν πρῶτα ἔς τε τὸν Κράσσον καὶ ἐς ἄλλους [4] τινὰς τὴν γνώμην ἀνῆγεν, ὡς δ' οὐδεὶς ἐπίστευέν οἱ, τὸν Πομπήιον καὶ ἀπόντα ἐκολάκευσεν, ἄλλως τε καὶ ὅτι τὸν Γαβίνιον πλεῖστον παρ' αὐτῷ δυνάμενον ᾔσθετο· τόν τε γὰρ τοῦ Τιγράνου καὶ τὸν τοῦ Μιθριδάτου πόλεμον, τήν τε Βιθυνίαν καὶ τὴν Κιλικίαν ἅμα [43] [1] ἀρχὴν αὐτῷ προσέταξεν. ἀγανάκτησις μὲν γὰρ καὶ ἀντιλογία καὶ τότε παρὰ τῶν δυνατῶν, διά τε τἆλλα καὶ διότι ὅ τε Μάρκιος καὶ ὁ Ἀκίλιος [ὡς] πρὶν τὸν χρόνον σφίσι τῆς ἀρχῆς ἐξήκειν κατελύοντο, [2] ἐγένετο· ὁ δὲ ὅμιλος, καίτοι μικρὸν ἔμπροσθεν τοὺς ἄνδρας τοὺς καταστήσοντας τὰ ἑαλωκότα, ὡς καὶ διαπεπολεμηκὼς ἐξ ὧν σφίσιν ὁ Λούκουλλος ἐπεστάλκει, πέμψας, ὅμως ἐψηφίσατο αὐτά, ἐναγόντων σφᾶς ἐς τὰ μάλιστα τοῦ τε Καίσαρος καὶ τοῦ Κικέρωνος [3] τοῦ Μάρκου. οὗτοι γὰρ αὐτοῖς συνηγωνίσαντο οὐχ ὅτι καὶ συμφέρειν αὐτὰ τῇ πόλει ἐνόμιζον, οὐδ' ὅτι τῷ Πομπηίῳ χαρίσασθαι ἤθελον· ἀλλ' ἐπειδὴ καὶ ὣς γενήσεσθαι ἔμελλε, Καῖσαρ μὲν τόν τε ὄχλον ἅμα ἐθεράπευσεν ἅτε καὶ ὁρῶν ὅσῳ τῆς βουλῆς ἐπικρατέστεροι [4] ἦσαν, καὶ ἑαυτῷ τό τι τῶν ὁμοίων ψηφισθῆναί ποτε παρεσκεύασε, κἀν τούτῳ καὶ τὸν Πομπήιον καὶ ἐπιφθονώτερον καὶ ἐπαχθέστερον ἐκ τῶν διδομένων οἱ ποιῆσαι, ὅπως σφίσι πρὸς κόρου θᾶσσον γένηται, ἠθέλησε, Κικέρων δὲ τήν τε πολιτείαν ἄγειν ἠξίου, καὶ ἐνεδείκνυτο καὶ τῷ πλήθει καὶ τοῖς δυνατοῖς ὅτι, ὁποτέροις [5] ἄν σφων πρόσθηται, πάντως αὐτοὺς ἐπαυξήσει. ἐπημφοτέριζέ τε γὰρ καὶ ποτὲ μὲν τὰ τούτων ἔστι δ' ὅτε καὶ τὰ ἐκείνων, ἵν' ὑπ' ἀμφοτέρων σπουδάζηται, ἔπραττε. τοὺς γοῦν βελτίους πρότερον προαιρεῖσθαι λέγων, καὶ διὰ τοῦτο καὶ ἀγορανομῆσαι μᾶλλον [44] [1] ἢ δημαρχῆσαι ἐθελήσας, τότε πρὸς τοὺς συρφετώδεις μετέστη. καὶ μετὰ τοῦτο δίκης τέ τινος τῷ Μαλλίῳ πρὸς τῶν δυνατῶν παρασκευασθείσης, καὶ ἐκείνου χρόνον τινὰ ἐμποιῆσαι αὐτῇ σπουδάζοντος, τά τε ἄλλα κατ' αὐτοῦ ἔπραττε, καὶ μόλις αὐτόν (ἐστρατήγει γὰρ καὶ τὴν ἡγεμονίαν τοῦ δικαστηρίου εἶχεν) ἐς τὴν ὑστεραίαν [2] ἀνεβάλετο, πρόφασιν ἐπ' ἐξόδῳ τὸ ἔτος εἶναι ποιησάμενος. κἀν τούτῳ δυσχεράναντος τοῦ ὁμίλου ἐσῆλθέ τε ἐς τὸν σύλλογον αὐτῶν, ἀναγκασθεὶς δῆθεν ὑπὸ τῶν δημάρχων, καὶ κατά τε τῆς βουλῆς κατέδραμε καὶ συναγορεύσειν τῷ Μαλλίῳ ὑπέσχετο. καὶ ὁ μὲν ἐκ τούτου τά τε ἄλλα κακῶς ἤκουε καὶ αὐτόμολος ὠνομάζετο, τάραχος δέ τις εὐθὺς ἐπιγενόμενος ἐκώλυσε τὸ δικαστήριον συναχθῆναι.
[3] Πούπλιός τε γὰρ Παῖτος καὶ Κορνήλιος Σύλλας, ἀδελφιδοῦς ἐκείνου τοῦ πάνυ Σύλλου, ὕπατοί τε ἀποδειχθέντες καὶ δεκασμοῦ ἁλόντες ἐπεβούλευσαν τοὺς κατηγορήσαντάς σφων Κότταν τε καὶ Τορκουᾶτον Λουκίους, ἄλλως τε καὶ ἐπειδὴ αὐτοὶ ἀνθῃρέθησαν, ἀποκτεῖναι.
[4] καὶ παρεσκευάσθησαν μὲν ἄλλοι τε καὶ Γναῖος Πίσων καὶ Λούκιος Κατιλίνας ἀνὴρ θρασύτατος (ᾐτήκει δὲ καὶ αὐτὸς τὴν ἀρχήν, καὶ διὰ τοῦτο ὀργὴν ἐποιεῖτο), οὐ μέντοι καὶ ἠδυνήθησάν τι δρᾶσαι διὰ τὸ τήν τε ἐπιβουλὴν προμηνυθῆναι καὶ φρουρὰν τῷ τε Κόττᾳ καὶ τῷ Τορκουάτῳ παρὰ τῆς βουλῆς δοθῆναι· .........
[5] δόγμα τι κατ' αὐτῶν γενέσθαι, εἰ μὴ δήμαρχός τις ἠναντιώθη. ἐπεὶ δ' οὖν καὶ ὣς ὁ Πίσων ἐθρασύνετο, ἐφοβήθη τε ἡ γερουσία μή τι συνταράξῃ, καὶ εὐθὺς αὐτὸν ἐς Ἰβηρίαν, πρόφασιν ὡς καὶ ἐπ' ἀρχήν τινα, ἔπεμψε.
καὶ ὁ μὲν ἐνταῦθα ὑπὸ τῶν ἐπιχωρίων, ἀδικήσας τι αὐτούς, [45] [1] ἐσφάγη· Πομπήιος δὲ τὸ μὲν πρῶτον ὡς καὶ ἐπὶ τὴν Κρήτην τόν τε Μέτελλον πλευσούμενος ἡτοιμάζετο, μαθὼν δὲ τὰ δεδογμένα προσεποιεῖτο μὲν ἄχθεσθαι ὡς καὶ πρότερον, καὶ τοῖς ἀντιστασιώταις ὡς καὶ πράγματα ἀεί ποτε αὐτῷ, τοῦ καὶ πταῖσαί τι, παρέχουσιν [2] ἐπεκάλει, ἀσμεναίτατα δὲ αὐτὰ ἀναδεξάμενος Κρήτην μὲν ἢ τἆλλα τὰ ἐν τῇ θαλάσσῃ, εἴ πού τι ἀδιοίκητον κατελέλειπτο, παρ' οὐδὲν ἔτ' ἤγαγε, πρὸς δὲ δὴ τὸν τῶν βαρβάρων πόλεμον παρεσκευάζετο. κἀν τούτῳ βουληθεὶς τῆς τοῦ Μιθριδάτου διανοίας πειρᾶσθαι, πέμπει τὸν Μητροφάνη φιλίους αὐτῷ λόγους φέροντα.
[3] καὶ ὃς τότε μὲν ἐν ὀλιγωρίᾳ αὐτὸν ἐποιήσατο (τοῦ γὰρ Ἀρσάκου τοῦ τῶν Πάρθων βασιλέως ἀποθανόντος ἐν τῷ χρόνῳ τούτῳ Φραάτην τὸν διάδοχον αὐτοῦ προσεδόκησεν οἰκειώσεσθαι), ἐπεὶ δ' ὁ Πομπήιος τὴν φιλίαν τῷ Φραάτῃ διὰ ταχέων ἐπὶ τοῖς αὐτοῖς προσυνέθετο καὶ ἐς τὴν Ἀρμενίαν αὐτὸν τὴν τοῦ Τιγράνου προεμβαλεῖν ἀνέπεισε, πυθόμενος τοῦτο κατέδεισε, καὶ πρεσβευσάμενος εὐθὺς [4] σύμβασιν ἔπραττε. κελεύσαντος δὲ αὐτῷ τοῦ Πομπηίου τά τε ὅπλα καταθέσθαι καὶ τοὺς αὐτομόλους ἐκδοῦναι οὐκ ἔσχε καιρὸν βουλεύσασθαι· ἀκούσαντες γὰρ ταῦτα οἱ ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντες, καὶ φοβηθέντες οἵ τε αὐτόμολοι (πολλοὶ δὲ ἦσαν) μὴ ἐκδοθῶσι, καὶ οἱ βάρβαροι μὴ ἄνευ ἐκείνων πολεμεῖν ἀναγκασθῶσιν, [5] ἐθορύβησαν. κἂν ἐξειργάσαντό τι τὸν Μιθριδάτην, εἰ μὴ ψευσάμενος ὅτι οὐκ ἐπὶ σπονδαῖς ἀλλ' ἐπὶ κατασκοπῇ τῆς τῶν Ῥωμαίων παρασκευῆς τοὺς πρέσβεις ἔπεμψε, μόλις αὐτοὺς κατέσχεν.
[46]
[1] ὁ οὖν Πομπήιος ἐπειδὴ πολεμητέα οἱ ἔγνω εἶναι, τά τε ἄλλα παρεσκευάσατο καὶ τοὺς Οὐαλεριείους προσκατελέξατο. καὶ αὐτῷ ἐν τῇ Γαλατίᾳ ἤδη ὄντι ὁ Λούκουλλος ἀπαντήσας διαπεπολεμῆσθαί τε πάντα ἔφη καὶ μηδὲν ἔτι στρατείας δεῖσθαι, καὶ διὰ τοῦτο καὶ τοὺς ἄνδρας τοὺς ὑπὸ τῆς βουλῆς πρὸς τὴν διοίκησιν αὐτῶν πεμφθέντας [2] ἤδη παρεῖναι. ὡς δ' οὐκ ἐπείσθη ἐπαναχωρῆσαι, πρὸς λοιδορίας ἐτράπετο, τά τε ἄλλα καὶ πολυπράγμονα καὶ φιλοπόλεμον καὶ φιλαρχοῦντα αὐτὸν ἀποκαλῶν. ὁ οὖν Πομπήιος βραχὺ αὐτοῦ φροντίσας ἀπεῖπε μηδένα ἔτ' αὐτῷ πειθαρχῆσαι, καὶ ἐπὶ τὸν Μιθριδάτην ἠπείχθη, σπουδὴν ἔχων ὅτι τάχιστά οἱ συμμῖξαι.
[47]
[1] καὶ ὃς τέως μὲν ἔφευγε (ταῖς γὰρ δυνάμεσιν ἠλαττοῦτο) καὶ τήν τε ἐν ποσὶν ἀεὶ ἔκειρε, καὶ ἐπλάνα τε αὐτὸν ἅμα καὶ ἐπιδεῖσθαι τῶν ἐπιτηδείων ἐποίει· ἐπεὶ δὲ ἐκεῖνος ἐς τὴν Ἀρμενίαν διά τε τοῦτο καὶ ὡς ἐρήμην αὐτὴν αἱρήσων ἐνέβαλεν, οὕτω δὴ δείσας [2] μὴ προκαταληφθῇ ἦλθέ τε ἐς αὐτήν, καὶ λόφον ἀντικαταλαβὼν ὀχυρὸν τῷ μὲν παντὶ στρατῷ ἡσύχαζεν, ἐλπίζων τοὺς μὲν Ῥωμαίους ἀπορίᾳ τῶν τροφῶν ἐκτρυχώσειν (αὐτὸς γὰρ ἅτε ἐν ὑπηκόῳ χώρᾳ πολλαχόθεν αὐτῶν εὐπόρει), τῶν δὲ δὴ ἱππέων ἀεί τινας ἐς τὸ πεδίον ψιλὸν ὂν καταπέμπων τούς τε προστυγχάνοντάς σφισιν ἐκάκου, [3] καὶ ἐξαυτομολοῦντας ἐπὶ τούτῳ συχνοὺς ἐδέχετο. ὁ οὖν Πομπήιος ἐνταῦθα μὲν οὐκ ἐθάρσησεν αὐτοῖς συμβαλεῖν, μεταστρατοπεδευσάμενος δὲ ἑτέρωσε, ὅθεν ὑλώδους τοῦ πέριξ χωρίου ὄντος ἧττον ὑπό τε τοῦ ἱππικοῦ καὶ ὑπὸ τοῦ τοξικοῦ τοῦ τῶν ἐναντίων [4] λυπηθήσεσθαι ἔμελλεν, ἐλόχισεν ᾗ καιρὸς ἦν, καὶ ὀλίγοις τισὶν ἐκ τοῦ προφανοῦς τῷ στρατοπέδῳ τῶν βαρβάρων προσμίξας ἐτάραξέ τε αὐτούς, καὶ ὑπαγαγὼν ἐς ὃ ἐβούλετο πολλοὺς ἀπέκτεινε. θαρσήσας τε ἐκ τούτου καὶ κατὰ τὴν χώραν ἄλλους ἄλλῃ ἐπὶ τὰ ἐπιτήδεια ἔπεμπεν.
[48]
[1] ὁ οὖν Μιθριδάτης, ἐπειδὴ ταῦτά τε ἀσφαλῶς ἐπορίζετο, καὶ τὴν Ἀναῗτιν χώραν τῆς τε Ἀρμενίας οὖσαν καὶ θεῷ τινι ἐπωνύμῳ [2] ἀνακειμένην διά τινων ἐχειρώσατο, κἀκ τούτου καὶ ἄλλοι συχνοὶ πρὸς αὐτὸν ἀπέκλινον, καὶ αὐτῷ καὶ οἱ τοῦ Μαρκίου στρατιῶται προσεγένοντο, ἐφοβήθη καὶ οὐκέτι κατὰ χώραν ἔμεινεν, ἀλλ' αὐτίκα τε τῆς νυκτὸς ἄρας ἔλαθε, καὶ μετὰ ταῦτα νυκτοπορῶν ἐς τὴν τοῦ [3] Τιγράνου Ἀρμενίαν προῄει. καί οἱ ὁ Πομπήιος ἐπηκολούθει μὲν ἐπιθυμῶν διὰ μάχης ἐλθεῖν, οὐ μέντοι καὶ πρότερον οὔτε μεθ' ἡμέραν (οὐ γὰρ ἐξῄεσαν ἐκ τοῦ στρατοπέδου) οὔτε νύκτωρ ἐτόλμησε τοῦτο ποιῆσαι (τὴν γὰρ ἀγνωσίαν τῶν χωρίων ἐδεδίει) πρίν σφας πρὸς τῇ μεθορίᾳ γενέσθαι· τότε γὰρ εἰδὼς αὐτοὺς διαφεύγειν μέλλοντας [4] ἠναγκάσθη νυκτομαχῆσαι. γνοὺς οὖν τοῦτο προαπῆρε, μεσημβριάζοντας τοὺς βαρβάρους λαθών, ᾗ πορεύεσθαι ἔμελλον· καὶ ἐντυχών τινι χωρίῳ κοίλῳ μεταξὺ γηλόφων τινῶν ὄντι, ἐνταῦθα τό τε στράτευμα ἐπὶ τὰ μετέωρα ἀνεβίβασε καὶ τοὺς πολεμίους ὑπέμεινεν.
[5] ἐπειδή τε ἐκεῖνοι μετά τε ἀδείας καὶ ἄνευ προφυλακῆς, ἅτε μήτε ἔμπροσθε δεινόν τι πεπονθότες καὶ τότε ἐς τὸ ἀσφαλὲς ἤδη προχωροῦντες ὥστε μηδὲ ἐφέψεσθαί σφισιν ἔτι τοὺς Ῥωμαίους ἐλπίζειν, ἐς τὸ κοῖλον ἐσῆλθον, ἐπέθετο αὐτοῖς ἐν τῷ σκότῳ· οὔτε γὰρ ἄλλο τι φῶς εἶχον, οὔτε ἐκ τοῦ οὐρανοῦ τι ἔλαμπεν.
[49]
[1] ἐγένετο δὲ ἡ μάχη τοιάδε. πρῶτον μὲν οἱ σαλπικταὶ πάντες ἅμα τὸ πολεμικὸν ἀπὸ συνθήματος ἐβόησαν, ἔπειτα δὲ οἵ τε στρατιῶται καὶ ὁ λοιπὸς ὄχλος πᾶς ἐπηλάλαξε, καὶ οἱ μὲν τὰ δόρατα πρὸς τὰς ἀσπίδας οἱ δὲ καὶ λίθους πρὸς τὰ χαλκᾶ σκεύη προσεπέκρουσαν.
[2] καί σφων τὴν ἠχὴν τὰ ὄρη ἔγκοιλα ὄντα καὶ ὑπεδέξατο καὶ ἀνταπέδωκε φρικωδεστάτην, ὥστε τοὺς βαρβάρους ἐξαπιναίως ἔν τε τῇ νυκτὶ καὶ ἐν τῇ ἐρημίᾳ αὐτῶν ἀκούσαντας δεινῶς ἐκπλαγῆναι [3] ὡς καὶ δαιμονίῳ τινὶ πάθει περιπεπτωκότας. κἀν τούτῳ οἱ Ῥωμαῖοι πανταχόθεν ἀπὸ τῶν μετεώρων λίθοις τοξεύμασιν ἀκοντίοις βάλλοντες πάντως γέ τινας ὑπὸ τοῦ πλήθους αὐτῶν ἐτίτρωσκον καὶ ἐς πᾶν κακοῦ σφας κατέστησαν· οὔτε γὰρ ἐς παράταξιν ἀλλ' ἐς πορείαν ἐσταλμένοι, καὶ ἐν ταὐτῷ τοῖς τε ἵπποις καὶ ταῖς καμήλοις καὶ παντοδαποῖς σκεύεσι καὶ οἱ ἄνδρες καὶ αἱ γυναῖκες [4] ἀναστρεφόμενοι, καὶ οἱ μὲν ἐπὶ κελήτων οἱ δὲ ἐφ' ἁρμάτων τῶν τε καμαρῶν καὶ τῶν ἁρμαμαξῶν ἀναμὶξ ὀχούμενοι, καὶ οἱ μὲν ἤδη τιτρωσκόμενοι οἱ δὲ προσδεχόμενοι τρωθήσεσθαι, ἐταράσσοντο, κἀκ [5] τούτου ῥᾷον, ἅτε καὶ ἀλλήλοις ἐμπελαζόμενοι, ἐφθείροντο. καὶ ταῦτα μέν, ἕως ἄπωθεν ἐβάλλοντο, ἔπασχον· ἐπεὶ δὲ ἐξαναλώσαντες οἱ Ῥωμαῖοι τὴν πόρρωθεν ἀλκὴν ἐπικατέδραμόν σφισιν, ἐφονεύετο μὲν τὰ περιέσχατα (καὶ ἐξήρκει πρὸς τὸν θάνατον αὐτοῖς μία πληγὴ ἅτε καὶ ψιλοῖς οὖσι τοῖς πλείοσι), συνεπιέζετο δὲ τὰ μέσα, πάντων [6] ἐπ' αὐτὰ ὑπὸ τοῦ πέριξ δέους χωρούντων. καὶ οὕτω καὶ ὑπ' ἀλλήλων ὠθούμενοι καὶ συμπατούμενοι διώλλυντο, οὐδ' εἶχον οὐδὲν οὔτε ἑαυτοῖς ἐπαρκέσαι οὔτε ἐς τοὺς πολεμίους τολμῆσαι· ἱππῆς γὰρ καὶ τοξόται τὸ πλεῖστον ὄντες ἄποροι μὲν ἐν τῷ σκότῳ προϊδέσθαι τι, ἄποροι δὲ ἐν τῇ στενοχωρίᾳ μηχανήσασθαι ἐγίγνοντο. ἐπειδὴ δὲ ἡ σελήνη ἀνέτειλεν, οἱ μὲν ἔχαιρον ὡς καὶ ἐν τῷ φωτὶ [7] πάντως τινὰ ἀμυνούμενοι. κἂν ὠφελήθησάν τι, εἰ μὴ οἱ Ῥωμαῖοι κατόπιν αὐτὴν ἔχοντες πολλήν σφισι πλάνην, τοτὲ μὲν τῇ τοτὲ δὲ τῇ προσπίπτοντες, καὶ ἐν τῇ ὄψει καὶ ἐν τῷ ἔργῳ ἐνεποίουν. πάμπολλοί τε γὰρ ὄντες καὶ ἐπὶ βαθύτατον κοινῇ πάντες ἀποσκιάζοντες [8] ἔσφαλλον αὐτούς, ἐν ᾧ γε οὔπω προσέμισγόν σφισιν· ἐς γὰρ τὸ κενὸν οἱ βάρβαροι, ὡς καὶ ἐγγὺς αὐτῶν ὄντων, μάτην ἔπαιον, καὶ ὁμόσε χωρήσαντες ἐν τῇ σκιᾷ μὴ προσδεχόμενοι ἐτιτρώσκοντο. καὶ οὕτως ἀπέθανον αὐτῶν πολλοὶ καὶ ἑάλωσαν οὐκ ἐλάττους. συχνοὶ δὲ καὶ διέφυγον, ἄλλοι τε καὶ ὁ Μιθριδάτης.
[50]
[1] καὶ τότε μὲν πρὸς τὸν Τιγράνην ἠπείγετο· ἐπεὶ δὲ προπέμψας πρὸς αὐτὸν οὐδὲν φίλιον εὕρετο, ὅτι τοῦ υἱέος αὐτῷ Τιγράνου στασιάσαντος ἐκεῖνον μὲν πάππον αὐτοῦ ὄντα αἴτιον τῆς διαφορᾶς ὑπετόπησε γεγονέναι, καὶ διὰ τοῦτο οὐχ ὅπως αὐτὸν ἐδέξατο, ἀλλὰ καὶ τοὺς προπεμφθέντας ὑπ' αὐτοῦ συνέλαβε καὶ κατέδησε, [2] διαμαρτὼν [οὖν] ὧν ἤλπισεν ἔς τε τὴν Κολχίδα ἀπετράπετο, καὶ ἐκεῖθεν πεζῇ πρός τε τὴν Μαιῶτιν καὶ πρὸς τὸν Βόσπορον, τοὺς μὲν πείθων τοὺς δὲ καὶ βιαζόμενος, ἀφίκετο, καὶ τήν τε χώραν ἐκομίσατο, τὸν Μαχάρην τὸν παῖδα τὸν τὰ τῶν Ῥωμαίων ἀνθελόμενον καὶ τότε αὐτῆς κρατοῦντα καταπλήξας ὥστε μηδὲ ἐς ὄψιν αὐτῷ ἐλθεῖν, καὶ ἐκεῖνον διὰ τῶν συνόντων οἱ, τήν τε ἄδειάν σφισι [3] καὶ χρήματα δώσειν ὑπισχνούμενος, ἀπέκτεινεν. ἐν ᾧ δὲ ταῦτ' ἐγίγνετο, ὁ Πομπήιος ἔπεμψε ‹μὲν› τοὺς ἐπιδιώξοντας αὐτόν, ἐπεὶ δὲ ἔφθη ὑπὲρ τὸν Φᾶσιν ἐκδράς, πόλιν ἐν τῷ χωρίῳ ἐν ᾧ ἐνενικήκει συνῴκισε, τοῖς τραυματίαις καὶ τοῖς ἀφηλικεστέροις τῶν στρατιωτῶν αὐτὴν δούς. καί σφισι καὶ τῶν περιχώρων ἐθελονταὶ πολλοὶ [καὶ] συνῴκησαν, καὶ εἰσὶ καὶ νῦν, Νικοπολῖταί τε ὠνομασμένοι καὶ ἐς τὸν Καππαδοκικὸν νομὸν συντελοῦντες.
[51]
[1] καὶ ὁ μὲν ταῦτ' ἐποίει· ὁ δὲ δὴ Τιγράνης ὁ τοῦ Τιγράνου παῖς παραλαβών τινας τῶν πρώτων, ἐπεὶ ‹οὐ› καθ' ἡδονὴν αὐτοῖς ὁ γέρων ἦρχε, πρός τε τὸν Φραάτην κατέφυγε, καὶ περισκοποῦντα αὐτὸν διὰ τὰς συνθήκας τὰς πρὸς τὸν Πομπήιον γενομένας ὅ τι χρὴ [2] πρᾶξαι, ἐς τὴν Ἀρμενίαν ἐμβαλεῖν ἀνέπεισε. καὶ ἦλθον μὲν μέχρι τῶν Ἀρταξάτων, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι, καὶ αὐτοῖς ἐκείνοις προσέβαλον· ὁ γὰρ Τιγράνης ὁ γέρων ἐς τὰ ὄρη φοβηθείς σφας ἀνέφυγεν· ἐπεὶ μέντοι χρόνου τε τῇ προσεδρείᾳ δεῖν ἔδοξε, καὶ διὰ τοῦτο ὁ Φραάτης μέρος τι τῆς δυνάμεως τῷ παιδὶ αὐτοῦ καταλιπὼν ἐς τὴν οἰκείαν ἀνεχώρησεν, ἀντεπῆλθέ τε ἐνταῦθα ὁ [3] πατὴρ αὐτῷ μονωθέντι καὶ ἐνίκησε. φυγὼν οὖν ἐκεῖνος τὸ μὲν πρῶτον πρὸς τὸν Μιθριδάτην τὸν πάππον ὥρμησεν, ἐπεὶ δὲ ἔμαθεν αὐτὸν ἡττημένον καὶ βοηθείας μᾶλλον δεόμενον ἤ τινι ἐπικουρῆσαι δυνάμενον, προσεχώρησε τοῖς Ῥωμαίοις, καὶ αὐτῷ ὁ Πομπήιος ἡγεμόνι χρησάμενος ἔς τε τὴν Ἀρμενίαν καὶ ἐπὶ τὸν πατέρα [52] [1] αὐτοῦ ἐστράτευσε. καὶ ὃς μαθὼν τοῦτο καὶ καταδείσας ἐπεκηρυκεύσατό τε εὐθὺς αὐτῷ καὶ τοὺς πρέσβεις τοὺς τοῦ Μιθριδάτου ἐξέδωκεν. ἐπειδή τε, ἐναντιωθέντος οἱ τοῦ υἱέος, οὐδενὸς μετρίου ἔτυχεν, ἀλλὰ καὶ ὣς ὁ Πομπήιος τόν τε Ἀράξην διέβη καὶ τοῖς [2] Ἀρταξάτοις ἐπλησίασεν, οὕτω δὴ τήν τε πόλιν αὐτῷ παρέδωκε καὶ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐθελοντὴς ἧκεν, ἐν μέσῳ ἑαυτὸν ὅτι μάλιστα τοῦ τε προτέρου ἀξιώματος καὶ τῆς τότε ταπεινότητος σκευάσας, ὅπως αἰδέσεώς τε καὶ ἐλέου ἅμα ἄξιος αὐτῷ φανείη· τὸν μὲν [3] γὰρ χιτῶνα τὸν μεσόλευκον καὶ τὸν κάνδυν τὸν ὁλοπόρφυρον ἐξέδυ, τὴν δὲ δὴ τιάραν τό τε ἀνάδημα εἶχε. Πομπήιος δὲ ἀπὸ μὲν τοῦ ἵππου κατεβίβασεν αὐτόν, ῥαβδοῦχόν τινα πέμψας (προσήλαυνε γὰρ ὡς καὶ ἐς αὐτὸ τὸ ἔρυμα κατὰ τὸ σφέτερον ἔθος ἱππεύσων), ἐσελθόντα δὲ αὐτοποδίᾳ καὶ τό τε διάδημα ἀπορρίψαντα καὶ ἐς [4] τὴν γῆν πεσόντα προσκυνοῦντά τε ἰδὼν ἠλέησε, καὶ ἀναπηδήσας ἐξανέστησέ τε αὐτόν, καὶ ταινιώσας τῷ ἀναδήματι ἔς τε τὴν πλησίαν ἕδραν ἐκάθισε καὶ παρεμυθήσατο, εἰπὼν ἄλλα τε καὶ ὅτι οὐ τὴν τῶν Ἀρμενίων βασιλείαν ἀπολωλεκὼς ἀλλὰ καὶ τὴν τῶν Ῥωμαίων φιλίαν προσειληφὼς εἴη. καὶ ὁ μὲν τούτοις τε αὐτὸν ἀνεκτήσατο [53] [1] καὶ ἐπὶ δεῖπνον ἐκάλεσεν· ὁ δὲ υἱός (ἐκάθητο δὲ ἐκ τοῦ ἐπὶ θάτερα τοῦ Πομπηίου) οὔθ' ὑπανέστη τῷ πατρὶ οὔτ' ἄλλο τι αὐτὸν ἐδεξιώσατο, ἀλλὰ καὶ ἐπὶ τὸ δεῖπνον κληθεὶς οὐκ ἀπήντησεν.
[2] ὅθεν ὑπό γε τοῦ Πομπηίου μάλιστα ἐμισήθη. τῇ γοῦν ὑστεραίᾳ διακούσας αὐτῶν τῷ μὲν πρεσβυτέρῳ τὴν πατρῴαν πᾶσαν ἀρχὴν ἀπέδωκε· τὰ γὰρ προσκτηθέντα ὑπ' αὐτοῦ (ἦν δὲ ἄλλα τε καὶ τῆς Καππαδοκίας τῆς τε Συρίας μέρη, ἥ τε Φοινίκη καὶ ἡ Σωφανηνὴ χώρα τοῖς Ἀρμενίοις πρόσορος οὐ σμικρά) παρείλετο αὐτοῦ, καὶ προσέτι καὶ χρήματα αὐτὸν ᾔτησεν· τῷ δὲ νεωτέρῳ τὴν Σωφανηνὴν [3] μόνην ἀπένειμε. καὶ ἔτυχον γὰρ οἱ θησαυροὶ ἐν αὐτῇ ὄντες, ἠμφεσβήτησέ τε περὶ αὐτῶν ὁ νεανίσκος, καὶ ἁμαρτών (οὐ γὰρ εἶχεν ὁ Πομπήιος ὁπόθεν ἄλλοθεν τὰ ὡμολογημένα κομίσηται) ἠγανάκτησε καὶ δρασμὸν ἐβουλεύσατο. ὁ οὖν Πομπήιος προμαθὼν τοῦτο ἐκεῖνόν τε ἐν φυλακῇ ἀδέσμῳ ἐποιήσατο, καὶ πέμψας πρὸς τοὺς τὰ χρήματα φυλάττοντας τῷ πατρὶ αὐτοῦ πάντα σφᾶς δοῦναι ἐκέλευσεν.
[4] ἐπειδή τε μήθ' ὑπήκουσαν, λέγοντες τὸν νεανίσκον, οὗπερ ἡ χώρα ἤδη ἐνομίζετο, χρῆναί σφισι τοῦτο προστάξαι, ἔπεμψεν αὐτὸν πρὸς τὰ φρούρια. καὶ ὁ μὲν κεκλειμένα αὐτὰ εὑρὼν προσῆλθέ τε ἐγγύς, καὶ ἐκέλευσε καὶ ἄκων αὐτὰ ἀνοιχθῆναι· ὡς δ' οὐδὲν μᾶλλον ἐπείθοντο, προϊσχόμενοι ὅτι μὴ ἑκούσιος ἀλλ' ἀναγκαστὸς τὴν πρόσταξιν ἐποιεῖτο, ἐχαλέπηνεν ὁ Πομπήιος καὶ ἔδησε [5] τὸν Τιγράνην. καὶ οὕτως ὅ τε γέρων τοὺς θησαυροὺς παρέλαβε, καὶ αὐτὸς ἔν τε τῇ χώρᾳ τῇ Ἀναΐτιδι καὶ πρὸς τῷ ποταμῷ τῷ Κύρνῳ τριχῇ νείμας τὸν στρατὸν παρεχείμασε, τά τε ἄλλα παρὰ τοῦ Τιγράνου συχνὰ καὶ χρήματα πολλῷ πλείω τῶν ὁμολογηθέντων [6] λαβών. ἀφ' οὗπερ οὐχ ἥκιστα καὶ ἐκεῖνον ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους ‹οὐ› πολλῷ ὕστερον ἐσέγραψε, καὶ τὸν υἱὸν αὐτοῦ ἐς τὴν Ῥώμην μετὰ φρουρᾶς ἐσήγαγεν.
[54]
[1] οὐ μέντοι καὶ ἐν ἡσυχίᾳ διεχείμασεν. Ὀροίσης γὰρ Ἀλβανῶν τῶν ὑπὲρ τοῦ Κύρνου οἰκούντων βασιλεύς, τὸ μέν τι καὶ τῷ Τιγράνῃ τῷ νεωτέρῳ φίλῳ οἱ ὄντι χαρίσασθαι βουληθείς, τὸ δὲ δὴ πλεῖστον δείσας μὴ καὶ ἐς τὴν Ἀλβανίδα οἱ Ῥωμαῖοι ἐσβάλωσι, καὶ νομίσας ὅτι, ἂν ἐν τῷ χειμῶνι ἀδοκήτοις σφίσι καὶ μὴ καθ' ἓν στρατοπεδευομένοις προσπέσῃ, πάντως τι ἐξεργάσεται, ἐστράτευσεν [2] ἐπ' αὐτοὺς παρ' αὐτὰ τὰ Κρόνια, καὶ αὐτὸς μὲν ἐπὶ Μέτελλον Κέλερα, παρ' ᾧ ὁ Τιγράνης ἦν, ἤλασεν, ἄλλους δὲ ἐπὶ τὸν Πομπήιον καὶ ἄλλους ἐπὶ Λούκιον Φλάκκον τὸν τῆς τριτημορίδος ἄρχοντα ἔπεμψεν, ὅπως πάντες ἅμα ταραχθέντες μὴ συμβοηθήσωσιν ἀλλήλοις.
[3] οὐ μὴν καὶ διεπράξατο οὐδαμόθι οὐδέν· ἐκεῖνόν τε γὰρ ὁ Κέλερ ἰσχυρῶς ἀπεκρούσατο, καὶ ὁ Φλάκκος ἐπειδὴ πολὺν τὸν περίβολον τῆς ταφρείας ὄντα ἀδύνατος ἦν ὑπὸ τοῦ μεγέθους σῶσαι, ἑτέραν ἔνδοθεν ἐποιήσατο, καὶ δόξαν ἀπ' αὐτοῦ τοῖς ἐναντίοις ὡς καὶ φοβηθεὶς ἐμβαλὼν ἐπεσπάσατο αὐτοὺς εἴσω τῆς ἔξωθεν τάφρου, [4] κἀνταῦθα μὴ προσδεχομένοις σφίσιν ἐπεκδραμὼν πολλοὺς μὲν ἐν χερσὶ πολλοὺς δὲ καὶ φεύγοντας ἐφόνευσε. κἀν τούτῳ ὁ Πομπήιος προμαθών τε τὴν πείρασιν τῶν βαρβάρων ἣν ἐπὶ τοὺς ἄλλους ἐπεποίηντο, προαπήντησε τοῖς ἐφ' ἑαυτὸν ἐπιοῦσιν ἀπροσδόκητος, καὶ κρατήσας ἐπὶ τὸν Ὀροίσην εὐθὺς ὥσπερ εἶχεν ἠπείχθη. καὶ ἐκεῖνον μὲν οὐ κατέλαβεν (ἀπωσθείς τε γὰρ ὑπὸ τοῦ [5] Κέλερος καὶ μαθὼν καὶ τὰ τῶν ἄλλων πταίσματα ἔφυγε), τῶν μέντοι Ἀλβανῶν συχνοὺς περὶ τὴν τοῦ Κύρνου διάβασιν συλλαβὼν ἔφθειρε. κἀκ τούτου δεηθεῖσιν αὐτοῖς ἐσπείσατο· ἄλλως μὲν γὰρ καὶ σφόδρα ἐπεθύμει ἐς τὴν χώραν αὐτῶν ἀντεμβαλεῖν, διὰ δὲ δὴ τὸν χειμῶνα ἡδέως τὸν πόλεμον ἀνεβάλετο.