4171 187 0 4 3 0 IV d. C. Retorica Libanius XXXII Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 35

Libanius - Declamatio XXXII

Φιλάργυρος ἐρασθεὶς ἑταίρας καὶ μισθὸν ἀπαιτούμενος ἑαυτὸν προσαγγέλλει.

[1]   Εἰ μὴ καὶ ὑμεῖς ἀργύριον, ὦ βουλή, τοῦ κωνείου με πράξεσθε, ἥδιστ' ἂν μηδὲν διδοὺς ἀποθάνοιμι. οὕτω κακῶς πράττω νῦν ἐρασθεὶς γυναικὸς καλῆς μέν, νὴ τοὺς θεούς, καὶ ἐρᾶσθαι δικαίας, ἀντερώσης δὲ οὐκ ἐμοῦ, ἀλλὰ τοὐμοῦ χρυσίου, οὗ λέληθα αὐτῆς πρεσβύτερόν τε καὶ σφοδρότερον ἔρωτα ἐρασθείς.

[2] ὥρμησα μὲν οὖν πρὸ τῶν τῆς ἐρωμένης θυρῶν ἀναρτήσας ἐμαυτὸν ἀπαλλαγῆναι τοῦ βίου, καὶ γὰρ δὴ καὶ ἄλλους εἶδον ἐκεῖ τοῦτο ποιοῦντας πολλούς, λόγος δέ μέ τις ἐμπεσών, εἴτ' ἀληθὴς εἴτε καὶ οὔ, διετάραξεν, ὡς ἄρα τοὺς χωρὶς ὑμῶν διαχρήσασθαι σφᾶς βουλομένους εἶτα ληφθέντας χρήμασι πολλοῖς ζημιοῦσιν οἱ νόμοι.

[3] ἵν' οὖν μὴ τοῦτο παθὼν τοῦ τε θανάτου διαμάρτοιμι καὶ χρήματα προσθεὶς ζῴην βίον θανάτου πολὺ χαλεπώτερον, τὸν μὲν ἐπιζήμιον ἐκεῖνον θάνατον ἀπολέλοιπα, παρ' ὑμᾶς δὲ ἧκον, ὦ βουλή, οἷς δοῦναι μὲν οὐκ ἔστι, λαβεῖν δὲ εἰ καὶ μηδὲν χρηστόν, ἀλλ' οὖν λαβεῖν μηδὲν ζημιούμενον.

[4] ὡς μὲν οὖν οὐχ ἡδὺς ὁ βίος χρυσίου τε εὔφορος ὢν καὶ γυναικὸς οὕτω καλῆς, οὔποτ' ἂν ἀρνηθείην οὐδ' ὡς οὐκ ἂν ἥδιστ' ἐβίων, εἰ ἀμφοῖν τούτοιν ἐξῆν ἀπολαύειν μηδὲν ὧν κέκτημαι προϊέμενον· εἰ δ' ἀναγκαῖον ἢ τῷ τῆς ἑταίρας ἔρωτι χαριζόμενον προδιδόναι τι τῶν χρημάτων ἢ τούτων ἀντεχόμενον διαμαρτάνειν ἐρωμένης καλῆς, τρίτου μοί τινος ἔρωτος δεῖ, δι' οὗ τούτοιν ἀμφοῖν ἀπαλλάξομαι. ἔστι δὲ οὗτος ὁ τοῦ παρ' ὑμῖν, ὦ βουλή, κωνείου. δότε δή μοι, πρὸς Διός, ὦ φίλτατοι, δότε ὅσον ἀποδύρασθαι τὴν ἐμαυτοῦ τύχην πρὸς ὑμᾶς ἀναμείναντες καὶ δι' ἃ τοῦ θανάτου δικαίως ἐρῶ προδιεξελθεῖν.

[5]    Ἐξ ἀρχῆς, ὦ βουλή, δυστυχὴς ἐγενόμην ἐγὼ καὶ οὐ ῥᾷστα τυχὼν ὧν ἐπεθύμησα. ἐπεθύμησα δὲ οὗ πᾶς ἂν εὖ φρονῶν εἰκότως ἐπιθυμήσειε, συναγαγεῖν ὡς πλεῖστον χρυσίον καὶ ἔχειν οἴκοι παρ' ἐμαυτῷ καὶ ἥδεσθαι θεώμενον καὶ προστιθέναι μὲν ἀεί, μειοῦν δὲ μηδέποτε. οὕτως γὰρ ᾤμην ἐν τοῖς πλουσίοις καὶ αὐτὸς τεταγμένος εἶναί τις δοκεῖν ἐν τῇ πόλει καὶ μὴ καθάπερ ἀνδράποδον δεῦρο κἀκεῖσε περιελαύνεσθαι πένης καὶ πτωχὸς καὶ μηδὲ ζῆν μηδ' ἀναπνεῖν ἄξιος παρὰ τῶν τὸ χρυσίον ἐχόντων ἀποκαλούμενος.

[6]

καὶ δικαίως, ὦ βουλή. τί γὰρ ἀνδραπόδων διαφέρουσιν οἱ χρυσίου μηδένα ποιούμενοι λόγον καὶ ἢ μὴ κτώμενοι παντελῶς ὑπ' ἀργίας καὶ μαλακίας ἢ κτησάμενοι διὰ τύχην τινὰ δεξιὰν εἶτ', ὦ θεοί, καθάπερ ὕδωρ, ἀλλ' οὐ χρυσίον ἐκχέοντες κἄπειθ' ὥσπερ κηφῆνες ζῶντες ἐκ τῶν ἀλλοτρίων πόνων παρατρεφόμενοι; τῶν τοιούτων δὴ μὴ γενοίμην, ὦ βουλή, δεδοικὼς ἐπεθύμησα χρυσίου πολλοῦ γενέσθαι δεσπότης καὶ εἷς τις τῶν πλουσίων εἶναι καὶ εὐδαιμόνων.

[7] πρὸς οὖν ταύτην μου τὴν ἐπιθυμίαν οὕτω δυστυχὴς ἐγενόμην. οὐ φίλος μέ τις ἔγραψε κληρονόμον, οὐ συγγενὴς ἐπ' ἐμοὶ τέθνηκεν, οὐκ ἐπικλήρου τινὸς ἐπεδικασάμην, οὐ παρακαταθήκην τις δοὺς ὁ μὲν ἀφανὴς ἐγένετο, ἡ δὲ ἔμεινε παρ' ἐμοί. θησαυρὸν μὲν γὰρ εὑρεῖν εὐτυχεστέρου τινὸς ἢ κατ' ἐμὲ τίθημι. ἀλλ' ὥσπερ οὐ τυφλὸς μόνον ὁ Πλοῦτος ὤν, ἀλλὰ καὶ χωλὸς ἄμφω τὼ πόδε οὕτω σχολῇ καὶ μόλις καὶ ὀβολὸν ἐπ' ὀβολῷ φέρων εἰς ἐμοῦ παραγίγνεται καὶ ταῦτα οὐχ ἑκών, μὰ τοὺς θεούς, ἀλλὰ μόνον οὐκ ἀγχόμενος ὑπ' ἐμοῦ καὶ βίᾳ πανταχόθεν περιελκόμενος.

[8] ἀπέοικε γὰρ οὐδὲν οὐδὲ οὗτος τῆς ἑταίρας τοὺς τρόπους τὸν μὲν ἀγαπῶντα ἐμὲ καὶ περὶ πλείστου τὸ ἐκείνου πρᾶγμα τιθέμενον καὶ τῆς ψυχῆς ταυτησὶ προτετιμηκότα μήτε ἀνταγαπῶν παραπλησίως μήτε ἁδραῖς ταῖς χερσὶ περιβάλλων, ὥσπερ εἰκὸς ἦν τὸν ὅλον πρὸς αὐτὸν κεχηνότα, πρὸς δὲ τοὺς μεθ' ὕβρεως ἐξωθοῦντας αὐτὸν καὶ ἀσελγῶς ἀεὶ κεχρημένους πολλάκις εἰσοικιζόμενος καὶ πληρῶν αὐτοῖς τὰ πάντα χρυσίου.

[9] ὥστ' ἐπεθύμησα μὲν καὶ τότε θανάτου καὶ ᾖξα πολλάκις ἐφ' ὑμᾶς, ὦ βουλή, ἐννοήσας δὲ ὅμως τουτὶ τὸ λεγόμενον ὡς ὁ σμικρὸν ἐπὶ σμικρῷ καταθεὶς καὶ τοῦτο τὸ σμικρὸν μέγα ποιεῖ, καρτερεῖν ᾤμην δεῖν καὶ μηδενὸς τῶν διδομένων καταφρονεῖν, κἂν ὀβολὸς κἂν χαλκοῦς κἂν ὅ τι δήποτε ᾖ τῶν ἐλαττόνων. νόμον τέθεικα καὶ τῷ νόμῳ καὶ ὅρκον προσέθηκα τὸ τεθὲν ἅπαξ μηδενὶ τρόπῳ τῆς οἰκίας τῆς ἐμῆς προεξελθεῖν, ἀλλὰ κἂν λιμῷ δέῃ τεθνάναι, τοῦ κειμένου μὴ ἅψασθαι, ἀλλ' ὥσπερ ἱερὸν ἄσυλον καὶ ἄψαυστον ἐᾶν, πλὴν ὅσον ἀπαριθμήσασθαι δὶς ἢ τρὶς τῆς ἡμέρας καὶ ὅσον χθὲς ἦν καὶ ὅσον προσέθηκα τήμερον καὶ ὅσον αὔριον δεῖ γενέσθαι συλλογισάμενον ἀπελθεῖν μὴ οἰκέτῃ, μὴ φίλῳ, μὴ συγγενεῖ πόσον τέ ἐστι καὶ ποῦ τὰ νῦν κατάκειται φράσαντα τοῦ τε μὴ ἐπιβουλεύεσθαι χάριν καὶ τοῦ μὴ αἰτεῖσθαι παρὰ τῶν τότε φασκόντων εἶναι φίλων καὶ συγγενῶν, ὅταν ἐπηρεάσαι τι δέῃ. ᾐδέσθην μὲν γὰρ οὐδ' ἂν ἕνα αὐτῶν οὐδ' ἂν ῥύπον ἀργυρίου προηκάμην τινί, τουτὶ γάρ ἐστιν ἀργύριον ἀγαπᾶν ἀνθ' αὑτοῦ, ἵνα μὴ ἐνοχλοῖεν ὅλως μηδὲ προσίοιεν μηδὲ δὸς λέγοιεν, πολεμιώτατον ὄνομα ἀκούειν ἐμοί, οὐδ' ὅτι κέκτημαι κατάδηλος εἶναι βουλόμενος.

[10]    Μὴ γὰρ δὴ οἴεσθε, ὦ ἄνδρες, βούλομαι γάρ, ἐπειδὴ προϊὼν τοῦ τε βίου καὶ τῶν φιλτάτων χρημάτων διὰ τὴν χρηστὴν ἐρωμένην στερήσομαι, ὑμῖν ὥσπερ τινὰ κλῆρον τὴν περὶ τοῦ κτᾶσθαι διδασκαλίαν καταλιπεῖν, μὴ οὖν δὴ οἴεσθε πολεμιώτερον εἶναί τι τοῖς πλουτεῖν βουλομένοις τοῦ σφόδρα εὐχερῶς καὶ ἀνοήτως τὸ ἅπαξ εἰς τὰς χεῖρας ἐλθὸν αὖθις προΐεσθαι, ἀλλ' εἶναι δύο ταύτας ἀρχὰς πλούτου συλλογῆς μήτε προσιόντος κέρδους καταφρονεῖν, κἂν σφόδρα μικρὸν δοκῇ τισιν ἄλλοις, οὐ γὰρ ἔμοιγε μικρόν τι πώποτε κέρδος ἐφάνη, καὶ τὸ ἅπαξ δοθὲν ἀπρὶξ κατέχειν καὶ ὡς ἕν τι τῶν φιλτάτων ἀεὶ περιέπειν.

[11] οἷς ἀμφοτέροις βουλοίμην μὲν ἂν χρήσασθαι καὶ ὑμᾶς μετὰ τὴν ἐμὴν τελευτήν, ἐγὼ δὲ εἰς δεῦρο σφόδρα ἀκριβῶς διεφύλαξα. καὶ οὐδεὶς ἄν με ἐλέγξειεν οὐδ' εἰς ἕτερον τούτων παρανομήσαντα, ἀλλὰ τοσούτῳ φοβερωτέραν ἐμαυτῷ κατέστησα τὴν εἰς ταῦτα παρανομίαν ἢ ὑμεῖς τὴν εἰς τοὺς νόμους τῆς πόλεως, ὥσθ' ὑμεῖς μὲν ἀτιμίᾳ τοὺς παρανομοῦντας κολάζετε, ἐγὼ δὲ θανάτου τοῦτο ἐτιμησάμην.

[12] καὶ νῦν ἐπειδὴ καιρὸς ἧκε ζημίας ἀπαραίτητος καὶ θεὸς βίαιος ἐπιστὰς οὐκ ἐᾷ κρατεῖν με τῶν ἐμαυτοῦ λογισμῶν, ἀλλ' ὥσπερ τύραννος τοὺς νόμους λύειν βιάζεται καὶ τὸ χρυσίον ἐκ τῶν ἐμῶν χειρῶν εἰς ἑτέρους μετάγειν, ὃ τῶν πικρῶν τυραννίδων ἐστὶ τὸ βαρύτατον, ἵνα μὴ παρανομεῖν βιασθῶ, τεθνάναι μᾶλλον εἱλόμην.

[13] πρὶν δὲ εἰς ἀνάγκην τοιαύτην ἐλθεῖν οὔποτε ὑμᾶς, ὦ φίλτατα χρήματα, ἐγκατέλιπον οὐδὲ τοὺς ἐφ' ὑμῖν νόμους παρέβην, ἀλλὰ καὶ προσέθηκα ἀεί, ὅπερ ἅτερος νόμος κελεύει, καὶ ἀφειλόμην οὐδέποτε θατέρου νόμου τοὐπίταγμα. ὅθεν δὲ προσετίθουν καὶ πῶς ταῦτα ἐφύλαττον, ποθεῖτε ἴσως μαθεῖν καὶ τελείαν τὴν διδασκαλίαν λαβεῖν. ἀκούετε δή, καὶ γὰρ ἐμαυτῷ χαριζοίμην ἂν μετάγων τὴν ψυχὴν ἀπὸ τῶν δακνόντων αὐτὴν ἐπὶ τὰ ἡδονὴν ἀεὶ παρεσχηκότα.

[14]    Πρόσοδοι τοίνυν ἐμαὶ πρῶτον μὲν αἱ κοιναί, οἷον εὖ ποιῶν ὁ νομοθέτης καὶ τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχων οὐδὲν ὧν προσέταττεν ᾤετο χωρὶς κέρδους τῶν ποιούντων γενήσεσθαι, οὐκ ἐκκλησίαν, οὐ δικαστήριον, οὐ βουλήν, οὐ πανήγυριν, ἀλλὰ μάτην ἀνεῷχθαι τὰ δικαστήρια, μάτην τὴν ἐκκλησίαν, μάτην τἄλλα συνέδρια μὴ τῶν πληρούντων αὐτὰ κἀν τῷ βαλαντίῳ τι κατατιθεμένων.

[15] διὸ κἂν θεωρῇ, φησί, τὼ δύ' ὀβολὼ λαμβανέτω, ἵνα μὴ οἴκοθεν θέαν πριάμενος πλέον δάκνηται ζημιούμενος ἢ θεώμενος τέρπεται, κἂν δικάζῃ, ὁ μισθὸς ἔστω τῷ μέλλοντι τῆς τῶν δικαζομένων κραυγῆς καὶ ἀναισχυντίας ἀνέξεσθαι. καὶ καθάπαξ, ὅπου μέλλει τὴν πόλιν εἰσιὼν ὠφελεῖν, κερδαινέτω παρὰ τῆς πόλεως. δίκαιον, ὦ θεοί, τὸ κέρδος καὶ σοφοῦ νομοθέτου τοὐπίταγμα μὴ κεναῖς χερσὶν ἀπελθεῖν τὸν τὴν ἡμέραν ὅλην ὑπὲρ τῶν κοινῶν κατατρίψαντα.

[16]

   Ταύταις οὖν ταῖς προσόδοις οὐ παρέργως προσέσχον, ὦ βουλή, ἀλλ' ὁσάκις θεωρικοῦ διανομὴν ἡ πόλις ἐποίει, ὁ μὲν γείτων ἐκάθευδεν ἂν καὶ ὑετὸν ἢ κρύος ἀντὶ τῆς ἀργίας ἐμποδὼν εἶναι φήσας ὑπερεφρόνει τοῖν δυοῖν ὀβολοῖν καὶ σεμνότερος ἦν τῶν νόμων, ἐμοὶ δὲ οὐδὲ ὕπνος ἐπῄει οὐδ' ἦν τὰ ἐκ τοῦ οὐρανοῦ δεινὰ φοβερώτερα τοῦ μὴ λαβεῖν, ἀλλὰ μέσων νυκτῶν ἀναστὰς ἐφεστήκειν ἂν τῷ διανέμοντι καὶ κατὰ σχολὴν τἀργύριον καταριθμηθείς, ὅπερ οὐκ ἂν ὑπῆρξε μετὰ πολλοὺς ἐληλυθότι, ἀλλὰ προέρριψεν ἂν ἐν τῷ ὄχλῳ τὸ ἥμισυ, ἀπῄειν οἴκαδε τὸ πᾶν ἔχων καὶ πρίν τινα κινηθῆναι τῆς εὐνῆς ἡ κιβωτὸς εἶχε τὼ δύ' ὀβολώ. θέαν δ' οὐκ ἂν ἔτ' ἐπριάμην, ἀλλ' ἐρρῶσθαι φράσας τῷ ἀρχιτέκτονι καὶ τῷ σεμνῶς καθῆσθαι θεώμενος ἑστὼς ἐθεώμην παρενείρας που τοῖς μετοίκοις ἐμαυτὸν ἢ τοῖς ξένοις. καὶ οὕτως ἡ τέρψις ἦν οὐκ ἐλάττων καὶ τἀργύριον πλέον.

[17] ταύτην γε οὖν τὴν πρόσοδον οὕτω συνελεξάμην καὶ ἔτ' ἀκριβέστερον τὰς λοιπάς, τὸν δικαστικὸν μισθόν, τὸν τῆς ἐκκλησίας καὶ ὃν νῦν ὑμεῖς, ὦ μακάριοι, λήψεσθε. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ὅτε δικάζειν κληρουμένων τῶν φυλετῶν ἀπελείφθην ἐγὼ ἐν μὲν τῷ πολλάκις κληροῦσθαι πολλάκις δικάσειν οἰόμενος, ἐν δὲ τῷ πολλάκις δικάζειν πολλάκις ἂν λαβεῖν ὀβολούς, τοὺς δ' ὀβολοὺς τούτους συνεχῶς διδομένους γίγνεσθαι δραχμὰς καὶ τὰς δραχμὰς φυλαττομένας γίγνεσθαι μνᾶς, ὥσθ' ὃ μικρὸν ὑμεῖς καθ' ἕκαστον οἴεσθε, τοῦτ' ἐμοὶ συγκεφαλαιούμενον γίγνεται μέγα καὶ οὗ τοῖς ἄλλοις ἀναίσθητος ἡ ὠφέλεια, τούτου μοι γέμει βαλάντιον.

[18] γέμει δὲ πλείονα κἀκ τῆς ἐκκλησίας τρίτον διδούσης ἑκάστου μηνός, ἵνα τὰς συγκλήτους ἀφῶ. ἐν δὲ τοῖς μεγάλοις καὶ κατεπείγουσι πράγμασιν, ὅτε δὴ καὶ πλέον τοῦ συνήθους λαμβάνουσιν οἱ πρῶτοι παραγενόμενοι, οὐ πρύτανις ἔφθασεν, ὦ βουλή, οὐ πρόεδρος, οὐχ ὁ τὰς κλεῖς ἔχων τῆς πνυκὸς ἐπιστάτης. οἶδα πολλάκις, νὴ τοὺς θεούς, καὶ πρὸ τῶν τοξοτῶν ἀφικόμενος, καὶ λαβὼν ἂν τὸν τοῦ τάχους μισθὸν προσελάμβανον αὖθις τὸν τῆς ἐκκλησίας καὶ οὕτως ἐπληροῦτο τὸ τοῦ ἔπους τὸ ἔνθα κ' ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.

[19] πρόσθετε τούτοις, ὦ βουλευταί, τὰ παρὰ τῶν γάμους μνωμένων, τὰ παρ' ἑκάστου τῶν γαμούντων, τὰ παρὰ τῶν ἀρχὰς εἰληφότων, ὅσα διαιτήσας ἔλαβον, ὅσα συνθήκαις παραγενόμενος, ὅσα τοῖς πωλοῦσιν, ὅσα τοῖς ὠνουμένοις, ὅσα τοῖς διαθήκας γράφουσι, κιχρῶν τὴν χεῖρα πανταχοῦ καὶ παρέχων ἰσχὺν τοῖς ἐκείνων γράμμασι διὰ τῶν ἐμαυτοῦ. εἰ γοῦν καταμάθοι τις τἀν τῇ πόλει γραμματεῖα οὐχ ἑνὸς ἔτους οὐδὲ δυοῖν, ἀλλὰ τόσων καὶ τόσων, τὰ πλεῖστα ἂν εὕροι τῇ ἐμῇ χειρὶ βεβαιούμενα. ὧν τὸ κέρδος ὅστις φυλάττοι καθάπερ κἀγώ, οὐδένα ἂν εὕροι τῶν εὐφορωτάτων ἀγρῶν τοσαύτην ἀποφέροντα πρόσοδον.

[20] ἀλλὰ γὰρ ἀγροῦ μνημονεύσας ἐπιθυμῶ τὰς ἐκεῖθεν προσόδους διεξελθεῖν καὶ προσέτι ‹τὰς› συνοικιῶν καὶ ὅσας τὰ ἐργαστήρια δίδωσι. τοιαῦτα γὰρ τἀμὰ κτήματα οὐ τέρψιν διδόντα τοῖς ὀφθαλμοῖς, ἀλλ' ἀργύριον τῇ χειρί. κἂν εἰς ἀγρὸν ἔλθῃ τις ἐμόν, οὐ δένδρα ὄψεται μακρὰ καὶ ἄκαρπα στοιχηδὸν ἑστῶτα καὶ τὸν ἥλιον ἀποκλείοντα τοῖς βαδίζουσιν, οὐ λουτρὰ δὶς μὲν ἢ τρὶς τὸν δεσπότην λούσοντα, τὸν δὲ ἄλλον χρόνον ἐννήχειν ἑστῶτα τοῖς τῶν ἀγροίκων παιδίοις, οὐδὲ οἰκήσεις ἀρκούσας μὲν ὄχλῳ πολλῷ, μὴ δ' ἕνα ἄνθρωπον ὑποδεχομένας καὶ γῆν πολλὴν μὲν ἐπεχούσας, σκιαζούσας δὲ πλείονα, ἣν ἂν εἴ τις κατέσπειρε κέρδος ἦν οὐκ ὀλίγον.

[21] οὐχ οὕτω γὰρ ἠλιθίως ἐμοὶ τὰ τῶν ἀγρῶν διατέτακται, ἀλλ' ἅ τις ἂν ἀμείψειεν ἀργυρίου, πρὸς ταῦτα ἀνεῖται ἡ γῆ, πυρούς, κριθάς, οἶνον, ἐλαίας, ἰσχάδας. ἃ κἀν ταῖς ἀρούραις ὄντα μόνον οὐκ ἀριθμήσας τοῖς φύλαξι παραδίδωμι καὶ τεθέντων εἴσω μὴ ὅτι ἄνθρωπος, ἀλλ' οὐδ' ἂν μῦς ἢ ὄρνεον λάβοι. δῶρον μὲν γὰρ ἂν αἰτῇ τις καὶ σκώπτῃ μὴ διδόντα, ἔσκωψε μέν, οὐκ ἔλαβε δέ· πωλῶ δὲ οὐχ ὅτε ὑμεῖς, ῥίψαι γὰρ ἄμεινον, ἀλλ' ὅτε σίτου μέδιμνος καὶ οἴνου κεράμιον τῶν φιλτάτων ὑμῖν τιμιώτερα καὶ οὐχ ὅσου δεῖ πρίασθαι, ἀλλὰ πρίασθαι μόνον πᾶς τις ἂν εὔξαιτο.

[22] ἔρχομαι δὲ εἰς ἀγρὸν οὐκ οἰκετῶν πολλῶν ἑπομένων, οὐχ ἵππων, οὐχ ἡμιόνων, οὐδὲ γὰρ κέκτημαι τὴν ἀρχήν, ἀλλὰ καὶ τοὺς ἔχοντας ἐλεῶ καὶ σιδηρᾶν ἡγοῦμαι ψυχὴν ἔχειν, εἰ μὴ γίνονται αὖοι τοσούτων ἀλφίτων καὶ κριθῶν ἀναλισκομένων, ἀλλ' ἔμοιγε ὁ Κέρδων ἕπεται μόνος, ᾧ καὶ πρὸς τοὔνομα χαίρω καὶ ὅτι χρείαν ὄνου πληροῖ τὰ στρώματα φέρων, ἐλθὼν δὲ οὐ δέομαι πλατυτάτης οἰκήσεως, ἀλλ' εἴς του τῶν γεωργῶν ἑνὸς εἰσοικίζομαι τῷ ἐκείνου σκιμποδίῳ καὶ τραπεζίῳ χρώμενος, ἐσθίων ὅσα κἀκεῖνος, κυάμους, κρόμμυα, τῶν ἀγρίων λαχάνων.

[23] εἰ δὲ ὄρνιν σφάξειεν ἢ ὠὰ παραθείη, οὐκ ἐμοὶ λογίζεται, οὐ γὰρ ἂν ἁψαίμην, ἀλλὰ ξένια δίδωσιν. ἃ δ' ἀποφέρειν μοι τέτακται καὶ οὗτος καὶ οἱ λοιποὶ γεωργοί, πρὸς ἀργύριον ἀκριβῶς τιμησάμενος δραχμὰς οὐκ ὀλίγας ἐκλέγω. δελφάκιον δὲ καὶ ἄρνα καὶ ἔριφον εἰ καὶ δωροῖντό μοι, οὐ πείθουσι δοῦναι τῇ γαστρὶ καταθύσαντα, ἀλλ' ἐπαινέσας [ἂν] καὶ λαβὼν τρέφειν κελεύω κἀν τοῖς τοῦ δεσπότου καταριθμεῖν, εἶτ' αὐξηθέντων ἀπαιτῶ τὰ ἔκγονα καὶ ποιῶ ταῦτα ἀργύριον.

[24] σῦκα δὲ καὶ βότρυες καὶ μῆλα καὶ ἄπιοι ἐμοῦ μὲν τοὺς ὀφθαλμοὺς καὶ τὴν ῥῖνα εὐφραίνουσιν, ἐσθίει δὲ ὁ διδοὺς ὀβολούς. ὅσα δ' ὡς ἄχρηστά μοι παραμένει, τοῖς οἰκέταις δίδωμι καὶ τῆς τροφῆς ὑφαιρῶ. ἐγὼ καὶ τὰ φύλλα τῶν δένδρων οὐκ ἐῶ τοὺς ἀνέμους ἐπὶ πέδον βάλλειν καὶ καταχεῖν, ἀλλ', εἰσὶ γὰρ οἳ καὶ τούτων δέονται πρὸς νόσου παραμυθίαν, ἀπεμπολῶ κερματίου, καὶ διὰ χρόνου καὶ οἱ κιττοὶ ἐν ταῖς τῶν θεῶν ἑορταῖς πληροῦσί μοι βαλάντιον ὅλον.

[25]    Τὸ δὲ μέγιστον τῶν κερδῶν, ὅσον ποιῶ χρόνον ἐν ἀγρῷ, ποιῶ δὲ ἀμέλει συχνόν, τρέφομαι τοῖς τῶν γεωργῶν ἀναλώμασι καὶ τότε με μόνον ἡ γαστὴρ οὐ πορθεῖ. ὢν δὲ ἐν ἄστει, φεῦ, δασμὸν αὐτῇ παρέχω τὰς τροφάς. οὐδὲ γὰρ ἀνέχεται παραινοῦντος πολλάκις ἀρκεῖσθαι τῷ ἀέρι καὶ μὴ εἶναι χείρω τῶν τεττίγων οἳ τῇ δρόσῳ τρέφονται μόνῃ, ἀλλὰ δεῖται ἄρτου, φακῆς, κρομμύων, ταρίχους, ἂν οὕτω τύχῃ, πολλάκις δὲ καὶ σερίδων, ἵν' εἴη τὸ τάριχος ἥδιον. καὶ νῦν μὲν ἐπριάμην ἄν, νῦν δ' ἐπιπλήξας αὐτῇ ἀπῆλθον ἔχων τἀργύριον. οὐ γὰρ ἠνεσχόμην ἀριθμούμενον ὁρῶν καὶ τὸν μὲν φύλλα διδόναι, ἐμὲ δὲ κερμάτιον.

[26] μίαν οἶδα τῇ γαστρὶ χάριν καί, νὴ τοὺς θεούς, οὐ μικράν. ἐν τοῖς τῶν καλούντων δείπνοις ἐμφορεῖται πλειόνων καὶ τήν τε ἡμέραν ἐκείνην οὐκ ἐδεήθη τροφῆς καὶ τῆς ὑστεραίας μέχρις ἑσπέρας, τὴν δ' ἑσπέραν ταύτην ἁλῶν καὶ ἄρτου βραχέος ἐμφαγὼν ἐκαθεύδησα καὶ οὕτω δύο ἡμερῶν ἐταμιευσάμην μίαν ἑστίασιν φίλου. πολλάκις δ' ἄν, ὦ βουλή, καὶ τῶν κρεῶν μοῖραν οὐκ ὀλίγην λαβὼν καὶ ἄρτων πλειόνων ἔδωκα τῷ παιδὶ καὶ εἶπον μὲν φαγεῖν, ἔνευσα δὲ τηρεῖν κᾆτ' ἐτρύφων πολλῶν ἑξῆς ἡμερῶν μηδὲν ζημιούμενος.

[27]    Καί μοι δοκῶ, νῦν γὰρ ᾐσθόμην, ἐκ τῶν τοιούτων, ὦ βουλευταί, δείπνων διεφθάρθαι τὸν νοῦν καὶ τρυφᾶν ἐκ τῶν ἀλλοτρίων μαθὼν ἔλαθον εἰς πάθος ἐμπεσὼν ἐκ κόρου τικτόμενον. ἐκεῖθεν ἡμᾶς, ἐκεῖθεν ὁ Ἔρως ἐνήδρευσε μαλακωτέραν ποιῶν τὴν ψυχὴν καὶ συνεθίσας ὄψων πρῶτον ἐρᾶν. οἶδα γοῦν τοὺς ὀφθαλμοὺς τοῖς κατ' ἀγορὰν ὠνίοις ἐπιβαλὼν καὶ μηκέτ' εὐχερῶς ἀπαγαγών, ἀλλ' ἔπαθόν τι πρὸς αὐτὰ πάθος ἀσύνηθες. ἐπῄνεσά τε αὐτὰ καὶ ἡδέως ἂν ἔφην φαγεῖν καὶ τὸ βαλάντιον λύειν ἕτοιμος ἐγενόμην, ἐν δὲ τῷ λύειν πολλάκις μὲν ἀνανήψας ἐπέπληξα ἐμαυτῷ τί τοῦτο, εἰπών, ὦ κακόδαιμον; οὐ μενεῖς ἐπὶ τῆς συνήθους διαίτης; οὐ διαρραγήσῃ πρότερον ἢ ταυτὶ προτιμήσεις τοῦ κερματίου; πολλάκις δὲ καὶ ἡττήθην, ὁμολογῶ.

[28] καὶ κρεῶν μὲν ἢ ὠῶν ἢ τούτων τινὸς τῶν πολυτελῶν οὐδ' οὕτως ἂν ἐπριάμην, οὐδ' οὕτως, εἰ μυρίοι με ἐκέντουν Ἔρωτες, εἰωθὼς δὲ ἐνίοτε τοῦ Βυζαντίου ταρίχους ἐσθίειν, ἴστε δὲ ὡς καὶ χρηστὸν ὄψον οἱ σκόμβροι καὶ εὔωνον, τοῦ Γαδειρικοῦ ποτ' ἂν ἐπεθύμησα καὶ στένων μέν, ἐπριάμην δ' ἂν ὅμως, εἶτ' ἐλθὼν οἴκαδε οὐκ ὀπτήσας συνέφαγον ἄρτῳ ξηρῷ, ὅ μοι δεῖπνον ἀεὶ τὸ ἥδιστον ἦν, ἀλλ' ἐπέσταξα ἂν ἐλαίου καὶ ὄξους ἐπέχεον καὶ ῥαφανίδας συνέφαγον, ὧν καὶ ἓν ἤρκει πρότερον δεῖπνον ποιῆσαι πολυτελές.

[29] ἄλλοτε γαστρός, ὦ βουλή, βοὸς ἐπεθύμησα, ἄλλοτ' αἰγείων χορδῶν καὶ οὐκ ἐπεθύμησα μόνον, ἀλλ' οἶμαι, νὴ τοὺς θεούς, καὶ ἠγορακέναι, ὥστ' ἐκ ταύτης τῆς τρυφῆς ὁ κακοδαίμων ἀκόλαστος ἐγενόμην καὶ γυναικὸς κάλλος ἰδὼν ὁμοίως ἐθαύμασα καὶ ἅψασθαι καὶ περιβαλεῖν καὶ ὡς ἐμαυτὸν ἀγαγεῖν παραπλησίως ηὐξάμην. τίς δ' οὐκ ἂν καὶ ἄλλος, ὦ βουλευταί, κάλλος οὕτως ἄμαχον θεασάμενος; [30] τὸ μὲν πρόσωπον αὐτῆς οἷον ἐν χρυσῷ καταλάμπεται, ἀργύρου δὲ μαρμαρυγὰς ἐκπέμπει τὰ ὄμματα, ἡλικία δὲ καὶ ἦθος καὶ περιβολὴ καὶ στάσις ἀτεχνῶς οἷα τῶν χρυσῶν ἀγαλμάτων τῶν ἐν τοῖς ἱεροῖς, ὁ δ' ἔξωθεν κόσμος, βαβαί, πόσος καὶ ὅπως ἐράσμιος διπλασιάζων τὸ κάλλος τῇ γυναικί. πλήρης μὲν ἡ κεφαλὴ χρυσοῦ, πλήρης δὲ ἡ δέρη, ἐλλόβια, βουβάλια, ἀμφιδέαι. ζώνιον ‹καὶ› ἐσθὴς ἐρίου μὲν ὀλίγου, χρυσίου δὲ πολλοῦ.

[31]    Καὶ ἔμοιγε τὸ πρῶτον ταῦτα κατέσχεν ἐπὶ πλείονα χρόνον τὰ ὄμματα, εἶθ' εἵλκυσε τὸ πρόσωπον ἐφ' αὑτό. κἀκ τοῦ προσώπου πληγή τις ἐπὶ τὴν καρδίαν ἀφίκετο ὀξυτέρα μὲν τῆς ἐκ βέλους, ἴση δὲ μικρὸν εἰπεῖν τῇ διὰ ξίφους ἢ δόρατος. ἀλλ' οὕτως οἶδα πληγεὶς ἀδοκήτῳ ποτὲ ζημίᾳ περιπεσών. τὰ γοῦν ἐκ τῶν πληγῶν πάθη οὐδ' ἀκαρῆ διενήνοχεν.

[32] ἀλλ' ὥσπερ τότε, καὶ νῦν ἡμιθνὴς ἐγενόμην, ὠχρός, ἄφωνος. ἴλιγγος ἐν τῇ κεφαλῇ, σκότος περὶ τὰ ὄμματα. οἱ δὲ πόδες οἷ μὲν ἐβουλόμην οὐ προῇσαν, τῶν δὲ τῆς ἑταίρας ἰχνῶν ἐξεδέδεντο. καὶ παρειπόμην τῶν μὲν ἐν ποσὶν οὐδὲν καθορῶν, εἰς δὲ αὐτὴν ὅπως τῷ τε χρυσίῳ καὶ τῷ κάλλει κεκόσμητο κεχηνώς, ἕως οἴκαδε ἐλθοῦσα τοὺς μὲν παρῆκεν ἔσω τῶν ἐραστῶν, ἐμὲ δὲ ἀπέκλεισεν.

[33]

ἦν μὲν οὖν καὶ τοῦτο μυρίων, ὦ βουλή, θανάτων ἄξιον, καὶ πᾶς ἄν μοι κἀνταῦθα δικαίως ἐπιπλήξειεν· οὐκ ἀπάγξῃ, δυστυχής; οὐκ εἰς κρημνόν τινα ὤσεις σαυτόν; ἀλλ' ἐρῶν ἔρωτα οὕτως ἀνδρικὸν καὶ γενναῖον ᾧ συνετράφης, ᾧ συνηυξήθης, ᾧ συνήκμασας, ἐπεισφέρεις ἕτερον αὐτῷ τὸν τῶν μειρακίων καὶ μόλις πρὸς ἐκεῖνον ἀρκῶν μερίσας τὸν χρόνον τὸν ἥμισυν τῷ δευτέρῳ τούτῳ προσέθηκας καὶ φοιτᾷς ἐπὶ θύρας ὅθεν κεναῖς ἐπανήξεις χερσίν, ὃ μήπω πεποίηκας πρότερον.

[34]    Ἦν μὲν οὖν καὶ διὰ ταῦτα τεθνάναι μοι καλόν, ὅπερ ἔφην, τί γὰρ ἔδει με ζῆν, ὦ βουλευταί, πράγματι παρακαθήμενον κέρδος οὐ φέροντι; τὰ δ' ἐφεξῆς οὐδὲ βουλομένῳ μοι ζῆν συγχωρήσειεν ἄν. ὡς γὰρ δὴ καιρὸν ἔσχε ποτὲ διαλεχθῆναι κἀμοὶ πολλάκις τὸν οὐδὸν τῶν θυρῶν κατατρίψαντι καὶ ἐπῆλθον οἴκαδε ὡς αὐτήν, κιχλισμὸς ἦν πρῶτον τῶν θεραπαινίδων πολύς.

[35] καὶ ἡ μὲν θοἰμάτιον ἔσκωπτε καὶ τὸ χιτώνιον ὅτι τοῦ Κρόνου πρεσβύτερα, ὅτι πλείους ἔχοι τὰς ὀπὰς τῶν στημόνων, αἱ δὲ ἠρίθμουν τὰ προσερραμμένα τοῖς ὑποδήμασί μου καττύματα καὶ πόσας πενταετηρίδας ἐξήρκεσεν ἐπυνθάνοντο καὶ πόσας ἔτ' ἐξαρκέσει. μία δὲ προσελθοῦσα πόσον οὐκ ἐλούσω, φησί, χρόνον, ὦ βέλτιστε; ἐμοὶ μὲν γάρ, νὴ τὴν Ἀφροδίτην, δοκεῖς ἐξ ὅτουπερ ἐγένου. καὶ πρὸς μὲν τὸ μύρον ἔοικας ὥσπερ οἱ κάνθαροι διαφθείρεσθαι. οὐ γὰρ ἂν ὡς ἡμᾶς εἰσιὼν ὠδώδεις οὕτω κακόν.

[36] ταῦτα δὲ ἐγὼ μὲν ἐπριόμην ἀκούων, ἡ δὲ τέως μὲν ἐμειδία μάλα ἡδύ, τέλος δὲ σιωπᾶν αὐταῖς ἐπιτάξασα προσέβλεψέ τέ με θαυμάσιον οἷον καὶ τὸ χρυσοῦν διανοίξασα στόμα τί δεῦρο ἥκεις; ἐπύθετο. μή του τῶν ἐρώντων μου μειρακίων παιδαγωγὸς ἢ τροφεὺς ὢν ἀπαγορεύσων ἥκεις μηκέτ' αὐτὸ δέχεσθαι τοῦ λοιποῦ;

[37] οὐκ ἔγωγε, εἶπον, ὦ καλλίστη γυναικῶν, ἀλλ' ἐραστὴς ὢν καὶ αὐτός. τίνος; εἶπεν. ἢ ταυτησὶ τῆς Χρυσίου; ἐπεστράφην πρὸς τοὔνομα καὶ ποίου, φημί, λέγεις χρυσίου; ταύτης, εἶπε, τῆς χρυσῆς θεραπαίνης. ἰδὼν δὲ ἐγὼ παιδισκάριον οὐκ ἀηδὲς καλὴ μέν, εἶπον, καὶ Χρυσίον καὶ μάλιστα διὰ τοὔνομα, ἐγὼ δὲ οὐ ταύτης, ἀλλὰ τοῦ σοῦ κάλλους ἐρῶ. εὖ γε ποιῶν, εἶπεν, ὦ τάν.

[38] καὶ ἅμα ἀφεῖσα ἐμὲ ἐπυνθάνετο μεγάλῃ τῇ φωνῇ εἰ τὸν εὐνοῦχον ἔπεμψεν ὁ ξεναγὸς Θρασυλέων ὅν μοι σὺν τῷδε τῷ ὅρμῳ δεδώρηται, δείξασα κόσμον κομψοῦ πάνυ χρυσίου, εἰ τὴν αὐλητρίδα Πολέμων ὁ τοῦδε ἀντεραστής, τὸ μὲν γὰρ ζώνιον τόδε ταῖς ἑαυτοῦ χερσὶ φιλήσας ἅμα ἐπέζωσεν, εἰ τὸ μειράκιον ὁ Μοσχίων ‹καὶ› τὰς εἴκοσι μνᾶς ἃς τὸν Δᾶον ἥξειν ἔφη κομίζοντα. αὔριον δέ, εἶπεν, ὦ φίλτατε, καὶ περὶ σοῦ πευσόμεθα εἰ ὁ νέος ἐραστὴς ὁ καλὸς ἃ χθὲς ὑπέσχετο πέπομφεν. ὑποσχήσῃ γὰρ δηλονότι καὶ ὑπερβαλῇ μάλιστα μὲν καὶ τοὺς ἄλλους ἐραστάς, εἰ δὲ μή, τὸν Μοσχίωνα.

[39]    Τί με οἴεσθε, ὦ βουλευταί, πάσχειν ταῦτα ἀκούοντα; λίθοις βάλλεσθαι κατὰ τῆς κεφαλῆς ἐδόκουν, ξίφει κατὰ τῆς καρδίας. μόλις ἐπέσχον ἐμαυτὸν μὴ πεσεῖν. ἡ δὲ πρὶν ἐκ τούτων ἀνενεγκεῖν τῶν πληγῶν ἑτέρας ἐπῆγε χαλεπωτέρας. τέως γάρ, ἔφη, δείπνου δεῖ τήμερον καὶ τοῦτο σὺ παρασκεύασον, ἵν' ἅμα μοι καὶ συνδειπνῇς ἐγγὺς κατακείμενος, τὸ δὲ δεῖπνον ἔστω μὴ πάνυ πολυτελές.

[40] κἀγὼ μὲν ἐλαίας που καὶ τυρὸν ἀκούσεσθαι προσεδόκων ἤ, νὴ Δία γε, λάχανα καὶ ὠά, ἃ καὶ γαμοῦσιν ἀνθρώποις ἀρκεῖ, καὶ πρὸς ταῦτα ἀπεκναιόμην οὐχ ὡς παρέξων, ἀλλ' ὡς τῷ λόγῳ τέως ἀνιασόμενος. ἡ δὲ κατέλεγε τράπεζαν ἣν φρίττω, νὴ τοὺς θεούς, καὶ ὀνομάσαι βουλόμενος, Θάσιον οἶνον, ὄρνις, ἰχθῦς, πλακοῦντας, ἄλλ' ἄττα ὧν οὐδὲ τὰ ὀνόματα ἠπιστάμην. πρίω δέ, φησί, καὶ ἄνθη καὶ στεφάνους καὶ μύρον. ὄζειν γὰρ δεῖ παρ' ἡμῖν καὶ τὸ οἰκίδιον μύρου.

[41] ἐξέκραγον ἐνθάδ' οὐκέτ' ἀνασχόμενος· μὴ γὰρ βασιλέα τὸν μέγαν ἐραστὴν ἔχεις, ὦ γύναι; μὴ γὰρ ἐκ γῆς καὶ θαλάττης προσόδους ἐκλέγοντα; καίτοι κἀκεῖνος πτωχὸς ἂν γένοιτο οὐ πολλοῦ, εἴ τις αὐτοῦ μνᾶς εἴκοσι εἰς δεῖπνον τοιοῦτον ἀφέλοιτο. ἐμὲ δὲ πρὶν πτωχόν, νεκρὸν ἂν ποιήσαι καὶ μία ληφθεῖσα δραχμή. τοιοῦτος οὑμὸς τρόπος.

[42] ἀκούω δὲ ὑμᾶς, ὦ βελτίστη, σφόδρα ἁρμόζεσθαι πρὸς τοὺς τρόπους τῶν ἐραστῶν. ἅρμοσαι δὴ πρὸς τὸν ἐμόν. λαμβάνειν εἴωθεν, οὐχὶ διδόναι, καὶ μάλιστα μέν, ὦ φιλτάτη, [καὶ] δός, οὐ γὰρ ‹ἂν› ἄμεινον ἄλλως ἁρμόσαιο, εἰ δὲ μή, μή με ἀπαίτει μηδέν. ἄλλως τε, ἔφην, οὐδ' ἀκερδὴς ὁ ἐμὸς ἔρως σοι γέγονεν, ἀλλὰ μαρτυρίαν ἤνεγκέ σοι τοῦ κάλλους μεγάλην.

[43]

τοῦτό σε τῶν ἄλλων ἑταιρῶν ἐνδοξοτέραν πεποίηκεν. ἡ γὰρ πόλις ὅλη τοὐμὸν αἰσθομένη πάθος ἐν στόμασιν ἔχει καὶ φοιτᾷ πανταχοῦ λόγος· τίς ἡ τὸν σκληρὸν τουτονὶ κατακηλήσασα; ποῖον οὕτω κάλλος ἄμαχον ὃ τοῦτον κατηγωνίσατο; τίνα ἴσην ἔκρινε τῷ χρυσίῳ; εἶθ' οἱ μὲν ἐρῶντες καὶ πρότερον προσλαμβάνουσι πόθον, οἱ δ' οὔποτε θεασάμενοι μεταθέουσιν ὀψόμενοι καὶ ἰδόντες ἐρῶσι καὶ ἐρῶντες διδόασιν, ὥσθ' ὅσα παρὰ τῶν δι' ἐμὲ προσιόντων λαμβάνεις ἐμὲ διδόναι σοι νόμιζε καὶ προῖκα σύνεσο.

[44] ταῦτα ἐμοῦ λέγοντος, ὦ βουλή, καὶ τῶν χειρῶν ἁπτομένου καὶ μονονοὺ δακρύοντος οὐ μᾶλλον ἤκουεν ἢ λύρας ἀκούσειεν ὄνος, ἀλλ' ᾖδέ τινα ᾠδὴν ἁπτομένην ἐμοῦ, τέλος δὲ ἀφῆκε φωνὴν ἥ με εὐθὺς ἐπὶ τὸ κώνειον ἤγαγε· νῦν μὲν γάρ, ὦ οὗτος, εἶπεν, ἐντετύχηκάς μοι μηδὲν δεδωκώς, ἄλλοτε δὲ οὐδὲ ὄψει ἢ τὸν κόλπον τοῦτον ἐμπλήσας χρυσίου. τοιοῦτος οὑμὸς τρόπος. οὐκ ἂν χαρισαίμην τινὶ μὴ λαβοῦσα.

[45]    Μετὰ δὴ ταύτην, ὦ βουλή, τὴν φωνὴν τὴν οὕτως ἀπηνῆ τὴν ἀπὸ Σκυθῶν ὡς ἀληθῶς τί δρᾶσαί με χρῆν ἕτερον ἢ τεθνάναι; οὐ γὰρ δὴ τὰ συνήθη ταῦτα ἐροῦσιν οἱ ῥήτορες, ὡς μικρὸν τὸ πάθος καὶ οὐκ ἄξιον τοῦ κωνείου. ἀλλ' ἴστε δὴ πάντες ὡς καὶ καθ' αὑτὸν ὁ ἔρως οὐκ ἀνεκτόν, ἀλλὰ τοὺς μὲν ξίφει, τοὺς δὲ ἀγχόνῃ, τοὺς δ' ἄλλῳ τῳ διεχρήσατο καὶ αὖ προσδοκία μόνη ζημίας πολλοὺς ἔωσεν εἰς κρημνόν. καὶ ἔγωγε τοῦτο μυριάκις παθεῖν ἐκινδύνευσα.

[46]

εἰ τοίνυν μία τῶν ἐμῶν συμφορῶν ἑτέροις οὐ φορητή, πῶς ἐμὲ ζῆν ἀξιοῦσι ταῖς δύο βαλλόμενον καὶ ὥσπερ ἐν κλύδωνι πρὸς ταύτην ἐξ ἐκείνης ὠθούμενον; νῦν μὲν γὰρ ἐκστήσας ὁ ἔρως με τῶν φρενῶν καὶ ὅλον ἀναρτήσας τῆς ἐρωμένης ἐπὶ τὸ κιβώτιον ἄγει καὶ ἀνοίγειν κελεύει καὶ κενώσαντα φέρειν τῇ πάντα εὐτυχεῖ γυναικί, νῦν δὲ ἀνοίγοντα τρόμος λαμβάνει τοῦ τε ἄλλου σώματος καὶ μάλιστα τῆς χειρός, ἡ δὲ βάλανος οὐχ ὑπείκει μοι πρότερον ἡ φιλτάτη μόνον οὐκ ἀφ' αὑτῆς ἀνοιγομένη, εἴ ποτε ἐμβαλέσθαι χρυσίον ἐδέησεν. ὀψὲ δὲ μόλις ἀνοίξαντος μάχη τοῖν δυοῖν ἐρώτοιν γίνεται καρτερὰ καὶ ὁ μὲν κλείειν, ὁ δ' ἀνοίγειν κελεύει. καὶ τοῦτο πολλάκις ἑκάτερος, ἀεὶ δ' ἐπικρατεῖ καλῶς ποιῶν ὁ τοῦ κιβωτίου καὶ θᾶττον τοῦ αἵματος ἢ χρυσίου μοι μεταδοῦναί τινι συγχωρεῖ.

[47]

ἐπιρράξας οὖν τὸ πῶμα τῷ κιβωτίῳ καὶ κλείσας ἀσφαλῶς ἀποτρέχω. εἶτ' οὐκ ἔχω τίς γένωμαι, ἀλλ' ἀλύων ἄνω καὶ κάτω περίειμι τὴν ἀγοράν, τὸ ἄστυ πᾶν, τὴν οἰκίαν, καὶ οὔτ' ἐπὶ τῆς κλίνης ἀνέχομαι μένειν οὔτε φέρουσιν ἑστῶτος οἱ πόδες. καὶ καθιζήσας μὲν ἀναπηδῶ πάλιν, ἀναπηδήσας δὲ θέω μέχρι τῶν θυρῶν, εἶθ' ὑποστρέφω πατάξας τὰς θύρας.

[48] ὕπνου καιρὸς καὶ πρὶν μύσαι τὰ ὄμματα διεγείρομαι θορύβου μεστός. ἠγρύπνουν μὲν γὰρ ἀεὶ καὶ τὸν ἄλλον ἅπαντα χρόνον, ἀλλ' ἐπὶ λογισμῶν ἦν στρεφόντων μου τὴν ψυχήν· πόσον ἐνοικίου κατέβαλε τῆς συνοικίας ὁ ναύκληρος; πόσων ἔτι μηνῶν χρεωστεῖ; πόσος ὁ τῶν ἐργαστηρίων μισθός; εἰ συνήχθη μοι τῆς ἐσχατιᾶς ἁπάσης ἡ πρόσοδος; πόσα μοι βαλάντια γέμει, πόσα κιβώτια; ποῦ τὸ χρυσίον; ποῦ τὸ ἀργύριον; καὶ πῶς ἂν ταῦτα πλείονα γένοιτο;

[49] νῦν δέ εἰμι μὲν κἀν τούτοις, οὐδὲ γὰρ θάνατος ἄν με ταύτης ἀφέλοιτο τῆς φροντίδος, πολλάκις δὲ μεταξὺ τούτων ἐπὶ τὴν ἐρωμένην ἀφέλκομαι καὶ στένω πάλιν καὶ κόπτω τὴν κεφαλὴν κἀκ τῆς κλίνης ἀναπηδῶ συνεχῶς καὶ παῖδα καλῶ μηδὲν δεόμενος καὶ προσελθόντα μηδὲν προστάξας ἀπέπεμψα. καὶ νυκτὸς μὲν οὔσης τὴν ἡμέραν ποθῶ, ἐν ἡμέρᾳ δὲ ἡ νὺξ αὖθις αἱρετωτέρα. ἕν, ὡς ἐν τοσούτοις κακοῖς, ἀγαθὸν ἔχω· μισῶ τὴν τροφὴν καὶ ἢ παντελῶς οὐ προσίεμαι ἢ σφόδρα ὀλίγην καὶ ταύτην οὐκ ἐγὼ πριάμενος, ἀλλ' ἐλεοῦσά με ἡ γραῦς ἢ ὁ Κέρδων οὐκ οἶδ' ὅθεν λαβόντες προσφέρουσι.

[50]    Τίς οὖν ὁ τὸν οὕτως ἔχοντα ζῆν ἀξιῶν; ἢ τίνα τρόπον; φρασάτω καὶ ζήσομαι. δόντα, φησί. διαφθείρεις με, ὦ ἄνθρωπε, πρὸ τοῦ κωνείου καὶ οὐδ' ἄχρι τῆς ψήφου τῶν βουλευτῶν βιῶναί μοι συγχωρεῖς. οἷα γάρ, ὦ θεοί, παραινεῖς. ἀποσυλῆσαι μὲν ἐμαυτόν, ἐνθεῖναι δὲ ἑτέραις χερσὶ τἀμά.

[51] ἐγὼ δέ σε ᾤμην [καὶ] μάλιστα μὲν καὶ τὴν βουλὴν πεῖσαι ψηφίσασθαι μὴ λαμβάνειν παρ' ἐμοῦ μισθὸν τὴν ἑταίραν ὡς μὴ δυναμένου μου διδόναι, εἰ δὲ μή, παρ' ἐκείνην αὐτὸν ἀφικόμενον, ‑ φοβοῦνται δὲ ὑμᾶς μόνους αἱ ἑταῖραι τοὺς ῥήτορας ὡς καὶ κατηγοροῦντας ῥᾳδίως αὐτῶν καὶ λοιδορουμένους ἐν οἷς συγγράφετε λόγοις ‑ εἰπεῖν πρὸς αὐτὴν ἐπάραντα τὴν φωνήν· τί τοῦτο; πολίτην ἄνθρωπον, ἀστὸν ἐξ ἀμφοῖν, προσέχοντα ἑαυτῷ, πόνῳ πολλῷ χρυσίον ὀλίγον κτησάμενον καὶ μὴ συνάμενον τοῦτο ῥιπτεῖν ἐξαγαγεῖν ἑαυτὸν ἠνάγκασας ἐκ τοῦ βίου καὶ πολίτου χρηστοῦ τὴν πόλιν ἀποστερεῖς;

[52] εἰ δὲ καὶ προσέθηκας ὡς ἤκουσεν ἡ βουλὴ τὸ πρᾶγμα καὶ σφόδρα ἀγανακτεῖ καὶ πέμπειν ἐπ' αὐτὴν ἑτοίμη τοὺς Σκύθας, κἂν προσέθηκεν, εὖ οἶδ' ὅτι χρήματα, ἵνα μηκέτ' αὐτὴν ἐνοχλῶ τοῦ λοιποῦ. οὗ γενομένου ἐγὼ μὲν ἂν μακάριος ἦν ἐκ τῶν φιλτάτων χειρῶν χρυσίον δεχόμενος, σοὶ δὲ μισθὸν μὲν οὐκ ἂν ἔδωκα τοῦ χρυσίου, εὐεργέτην δ' ἂν εἰς τὸν ἅπαντα χρόνον ἀνέγραψα. εἰ δὲ τοῦτο μὲν οὐ ποιεῖς, ἐχθρὰ δὲ ἀφίης ῥήματα καὶ τοῖς τῆς ἑταίρας ταὐτά, οὐ δέομαι συμβούλου κενοῦντός μοι τὸ κιβώτιον. ἃ γὰρ ἐμαυτῷ συνεβούλευσα, πολλῷ τῶν σῶν αἱρετώτερα, ἀπελθεῖν ἐκ τοῦ βίου πρίν τινα ἰδεῖν τῶν ἐμῶν κυριεύοντα.

[53]    Ποῦ ποτ' οὖν ὁ δώσων τὸ κώνειον; σὺ μέν, ὦ βέλτιστε, φιάλην ἀργυρᾶν ἢ χρυσῆν πληρώσας, ἵν' ἥδιον πίω, περίμενε· ἐγὼ δέ, ὅπερ εἰώθασιν οἱ πρὸς θάνατον τοιοῦτον ἰόντες, ὃ φίλτατον ἔχουσι, τοῦτο ἀσπάζονται, ἀσπάσομαι οἴκαδε εἰσελθὼν ἅ μοι παίδων ἦν καὶ γυναικὸς προτιμότερα καὶ θρηνήσω πρῶτον μὲν ἐμαυτὸν ὅσων καὶ οἵων ἀγαθῶν αὐτίκα στερήσομαι, ἔπειτα δὲ κἀκεῖνα οἷον κηδεμόνα ἀπώλεσε καὶ ὅτι καθάπερ ὡς ἀληθῶς ὀρφανὰ μικρὸν ὕστερον οἱ τυχόντες αὐτὰ διαρπάσουσιν.

[54] οὐ γὰρ δή τις ὑμῶν οὕτω φιλάνθρωπος, ὦ βουλή, ὡς συγκατορύξαι μοι τὴν οὐσίαν καὶ πρὸ τοῦ χώματος ταύτην ἐπισωρεῦσαι τῷ σώματι. ἐγενόμην ἂν εἷς τῶν θησαυρὸν φυλαττόντων καὶ οὐχ, ὥσπερ ἐκείνων τινὲς πλὴν ἐμοῦ τοῦ κἀν τούτῳ δυστυχοῦς πολλοῖς ἤδη προήκαντο, ἀλλ' ἄβατον ἂν τὸ χωρίον ἀνθρώποις ἐποίησα πόρρωθεν εἴργων μὴ προσιέναι, οἷα καὶ ἄλλα κατὰ τὴν χώραν ἐστὶ τυχόν που κἀκεῖ φιλοχρύσων δαιμόνων ἐπικαθημένων χρυσίῳ, καὶ οὕτως ἂν ἐπλούτουν ἀθάνατα. εἰ δ' ἀληθές ἐστιν ὅ φασιν οἱ σοφοὶ καὶ αὖθίς γε εἰς ἀνθρώπου σῶμα ἐρχόμεθα, ἕτοιμον ἕξω πλοῦτον τὸν ἐμαυτοῦ λαβὼν θησαυρόν.