7569 260 0 0 0 IV-V d. C. Philosophia Synesius De insomniis Terzaghi, N., Rome, Polygraphica, 1944 1

Synesius - De insomniis

ΠΡΟΘΕΩΡΙΑ

Ἀρχαῖον οἶμαι καὶ λίαν Πλατωνικὸν ὑπὸ προσχήματι φαυλοτέρας ὑποθέσεως κρύπτειν τὰ ἐν φιλοσοφίᾳ σπουδαῖα, τοῦ μήτε τὰ μόλις εὑρεθέντα πάλιν ἐξ ἀνθρώπων ἀπόλλυσθαι, μήτε μολύνεσθαι δήμοις βεβήλοις ἐκκείμενα. τοῦτο τοίνυν ἐζηλώθη μὲν ὅτι μάλιστα τῷ παρόντι συγγράμματι· εἰ δὲ καὶ τούτου τυγχάνει, καὶ τὰ ἄλλα περιττῶς εἰς τὸν ἀρχαῖον τρόπον ἐξήσκηται, ἐπιγνοῖεν ἂν οἱ μετὰ φιλοσόφου φύσεως αὐτῷ συνεσόμενοι.

ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ

[1]   Εἰ δέ εἰσιν ὕπνοι προφῆται, καὶ τὰ ὄναρ θεάματα τοῖς ἀνθρώποις ὀρέγουσι τῶν ὕπαρ ἐσομένων αἰνίγματα, σοφοὶ μὲν ἂν εἶεν, σαφεῖς δὲ οὐκ ἂν εἶεν, ἢ σοφὸν αὐτῶν καὶ τὸ μὴ σαφές·

   κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν. ἀπόνως μέν γε τῶν μεγίστων τυγχάνειν θεῖόν ἐστιν ἀγαθόν· ἀνθρώποις δὲ οὐκ ἄρα ἀρετῆς μόνον, ἀλλὰ καὶ πάντων καλῶν

   ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν· μαντεία δὲ ἀγαθῶν ἂν εἴη τὸ μέγιστον· τῷ μὲν γὰρ εἰδέναι, καὶ ὅλως τῷ γνωστικῷ τῆς δυνάμεως, θεός τε ἀνθρώπου καὶ ἄνθρωπος διαφέρει θηρίου. ἀλλὰ θεῷ μὲν εἰς τὸ γινώσκειν ἡ φύσις ἀρκεῖ· ἀπὸ δὲ μαντείας ἀνθρώπῳ πολλαπλάσιον παραγίνεται τοῦ τῇ κοινῇ φύσει προσήκοντος. ὁ γὰρ πολὺς τὸ παρὸν μόνον οἶδε, περὶ δὲ τοῦ μήπω γενομένου στοχάζεται· ὁ δὲ Κάλχας εἷς ἄρα ἐν ἐκκλησίᾳ τῶν Πανελλήνων μόνος ἠπίστατο,

   τά τ' ἐόντα, τά τ' ἐσσόμενα, πρό τ' ἐόντα,

καὶ Ὁμήρῳ δὲ ἄρα διὰ τοῦτο τῆς τοῦ Διὸς γνώμης ἐξῆπται τὰ τῶν θεῶν πράγματα, ὅτι

   πρότερος γεγόνει καὶ πλείονα οἶδεν,

αὐτῷ δήπου τῷ πρεσβύτερος εἶναι. καὶ γὰρ τὴν ἡλικίαν εἰς τοῦτο οἶμαι συντείνειν τοῖς ἔπεσιν, ὅτι συμβαίνει διὰ τὸν χρόνον πλείω γινώσκειν, ἐπεὶ τὸ γινώσκειν ἦν ἄρα τὸ τιμιώτατον. εἰ δέ τις ὑφ' ἑτέρων ἐπῶν ἀναπείθεται τὴν ἡγεμονίαν τοῦ Διὸς χειρῶν ἰσχὺν εἶναι λογίζεσθαι, ὅτι, φησί,

            βίῃ δ' ὅγε φέρτερος ἦεν,

οὗτος φορτικῶς ὡμίλησε τῇ ποιήσει, καὶ ἀνήκοός ἐστι τῆς κατ' αὐτὴν φιλοσοφίας, τοὺς θεοὺς οὐδὲν ἄλλο ἢ νοῦς λεγούσης. ταύτῃ τοι προσπερονᾷ πάλιν τῷ κατ' ἀλκὴν περιεῖναι, τὸ καὶ γενεῇ πρότερος, τὸν Δία νοῦν λέγων ἀρχεγονώτερον· νοῦ δὲ ἰσχὺς τί ἂν ἄλλο ἢ φρόνησις εἴη; καὶ ὅστις οὖν θεὸς ὢν ἄρχειν ἀξιοῦται θεῶν, νοῦς ὤν, σοφίας περιουσίᾳ κρατεῖ, ὥστε καὶ τὸ βίῃ δ' ὅγε φέρτερος εἰς ταὐτὸ ἡμῖν τῷ πλείονα οἶδεν ἀνακάμπτει καὶ περιίσταται. διὰ τοῦτο καὶ ὁ σοφὸς οἰκεῖος θεῷ, ὅτι πειρᾶται σύνεγγυς εἶναι τῇ γνώσει, καὶ πραγματεύεται περὶ νόησιν, ᾗ τὸ θεῖον οὐσίωται.

[2] Αὗται μὲν ἀποδείξεις ἔστων τοῦ μαντείας ἐν τοῖς ἀρίστοις εἶναι τῶν ἐπιτηδευομένων ἀνθρώποις.

εἰ δὲ σημαίνει μὲν διὰ πάντων πάντα, ἅτε ἀδελφῶν ὄντων τῶν ἐν ἑνὶ ζῴῳ, τῷ κόσμῳ, καὶ ἔστι ταῦτα γράμματα παντοδαπά, καθάπερ ἐν βιβλίῳ, τοῖς οὖσι, τὰ μὲν Φοινίκια, τὰ δὲ Αἰγύπτια, καὶ ἄλλα Ἀσσύρια, ἀναγινώσκει δὲ ὁ σοφός· σοφὸς δὲ ὁ φύσει μαθών· καὶ ἄλλος ἄλλα, καὶ ὁ μὲν μᾶλλον, ὁ δὲ ἧττον, ὥσπερ ὁ μὲν κατὰ συλλαβάς, ὁ δὲ ἀθρόαν τὴν λέξιν, ὁ δὲ τὸν λόγον ὁμοῦ· —οὕτως ὁρῶσι σοφοὶ τὸ μέλλον, οἱ μὲν ἄστρα εἰδότες, ἄλλος τὰ μένοντα, καὶ ἄλλος τὰ πυρσὰ τὰ διᾴττοντα, οἱ δὲ ἐν σπλάγχνοις αὐτὰ ἀναγνόντες, οἱ δὲ ἐν ὀρνίθων κλαγγαῖς καὶ καθέδραις καὶ πτήσεσι· τοῖς δὲ καὶ τὰ καλούμενα σύμβολα τῶν ἐσομένων ἐστὶν ἀρίδηλα γράμματα, φωναί τε καὶ συγκυρήσεις ἐπ’ ἄλλῳ γενόμεναι, σημαντικῶν ὄντων ἅπασι πάντων, ὥστ’ εἰ σοφία παρ’ ὄρνισιν ἦν, τέχνην ἂν ἐξ ἀνθρώπων, ὥσπερ ἡμεῖς ἐξ αὐτῶν, ἐπὶ τὸ ἐσόμενον συνεστήσαντο.

καὶ γὰρ ἡμεῖς ἐκείνοις, ὥσπερ ἡμῖν ἐκεῖνοι, πάννεοι καὶ προπάλαιοι καὶ πανδέξιοι.

ἔδει γάρ, οἶμαι, τοῦ παντὸς τούτου συμπαθοῦς τε ὄντος καὶ σύμπνου τὰ μέλη προσήκειν ἀλλήλοις, ἅτε ἑνὸς ὅλου μέλη τυγχάνοντα.

καὶ μή ποτε αἱ μάγων ἴυγγες αὗται· καὶ γὰρ θέλγεται παρ’ ἀλλήλων ὥσπερ σημαίνεται· καὶ σοφὸς ὁ εἰδὼς τὴν τῶν μερῶν τοῦ κόσμου συγγένειαν.

ἕλκει γὰρ ἄλλο δι’ ἄλλου, ἔχων ἐνέχυρα παρόντα τῶν πλεῖστον ἀπόντων, καὶ φωνὰς καὶ ὕλας καὶ σχήματα· ὥσπερ ἐν ἡμῖν σπλάγχνου παθόντος ἄλλο συμπέπονθε, καὶ τὸ τοῦ δακτύλου κακὸν εἰς τὸν βουβῶνα ἀπερείδεται, πολλῶν τῶν μεταξὺ μὴ παθόντων· ἑνὸς γὰρ ἦν ἄμφω ζῴου, καὶ ἔστιν αὐτοῖς τι μᾶλλον ἑτέρων πρὸς ἄλληλα.

καὶ δὴ καὶ θεῷ τινι τῶν εἴσω τοῦ κόσμου λίθος ἐνθένδε καὶ βοτάνη προσήκει, οἷς ὁμοιοπαθῶν εἴκει τῇ φύσει καὶ γοητεύεται, ὥσπερ ὁ τὴν ὑπάτην ψήλας οὐ τὴν παρ’ αὐτήν, τὴν ἐπόγδοον, ἀλλὰ τὴν ἐπιτρίτην καὶ τὴν νήτην ἐκίνησεν.

τοῦτο μὲν ἤδη τῆς προγενεστέρας ἐστὶν ὁμονοίας· ἔστι γάρ τις ὡς ἐν συγγενείᾳ τοῖς μέρεσι καὶ διχόνοια· οὐ γάρ ἐστιν ὁ κόσμος τὸ ἁπλῶς ἕν, ἀλλὰ τὸ ἐκ πολλῶν ἕν.

καὶ ἔστιν ἐν αὐτῷ μέρη μέρεσι προσήγορα καὶ μαχόμενα, καὶ τῆς στάσεως αὐτῶν εἰς τὴν τοῦ παντὸς ὁμόνοιαν συμφωνούσης, ὥσπερ ἡ λύρα σύστημα φθόγγων ἐστὶν ἀντιφώνων τε καὶ συμφώνων· τὸ δ’ ἐξ ἀντικειμένων ἕν, ἁρμονία καὶ λύρας καὶ κόσμου.

[3] Ἀρχιμήδης μὲν οὖν ὁ Σικελὸς ᾔτει χωρίον ἔξω τῆς γῆς, ὡς ἑαυτὸν ἀντιταλαντεύσων ὅλῃ τῇ γῇ· ἐν αὐτῇ γὰρ ὢν οὐκ ἔχειν ἔφη δύναμιν πρὸς αὐτήν.

ὁ δὲ ὁτιοῦν περὶ τὴν φύσιν τοῦ κόσμου σοφός, ἔξω τεθείς, οὐκ ἂν ἔτ’ ἔχοι τῇ σοφίᾳ τι χρήσασθαι· αὐτῷ γὰρ ἐπ’ αὐτὸν χρῆται.

διεσπασμένης οὖν τῆς συνεχείας μάτην ἂν ἴδοι, καὶ ἄψυχα ἂν κατασημαίνοιτο σύμβολα.

καὶ ὅσον γὰρ ἔξω τοῦ κόσμου θεῖόν ἐστιν, ἅπαν ἐστὶν ἀγοήτευτον·

. . . ὁ δ’ ἀφήμενος οὐκ ἀλεγίζει,

οὐδ’ ὄθεται.

ἡ γὰρ νοῦ φύσις ἀμείλικτος· τὸ δὲ παθητικόν ἐστι τὸ θελγόμενον.

τὸ μὲν δὴ πλάτος ἔν τε μαντείαις καὶ τελεταῖς, ἡ τῶν ἐν κόσμῳ παρέχεται πληθὺς καὶ συγγένεια, διαστάν των μὲν ἡ πληθύς, ἑνὸς δὲ ὄντων συγγένεια.

καὶ τελετὰς μέν, ἀλλὰ μηδὲ ὁ λόγος κινείτω, νόμῳ πολιτείας πειθόμενος· μαντικὴν δὲ ἀνεμέσητον ἀποδέξασθαι.

Καὶ δὴ τὸ ὅλον αὐτῆς ἐκ τῶν ἐνόντων ἐγκεκωμίασται.

τὸ δὲ νῦν ἔχον ἔστι τὴν ἀρίστην ἀποτεμόμενον ἐμφιλοχωρῆσαι τῷ περὶ αὐτὴν σκέμματι, χαρακτῆρα κοινὸν ἐπὶ πάσαις ἔχοντα τὴν ἀσάφειαν, ὡς μηδεμιᾶς ἀξιοῦν ἔλεγχον εἶναι τὸ ἐν ὁλοκλήρῳ τῇ φύσει θεωρούμενον.

ὁ δὲ λόγος ἐδείκνυ καὶ τοῦτο σεμνόν, ὥσπερ ἐν τελεταῖς τὸ ἀπόρρητον.

οὕτως οὐδὲ τὰ χρηστήρια πᾶσι συνετὰ φθέγγεται, καὶ Λοξίας ἐκεῖθεν ὁ Πυθοῖ χρησμῳδός, ὅ τι τὸ ξύλινον τεῖχος, ὃ τοῖς Ἀθηναίοις ὁ θεὸς ἐδίδου σωτήριον, μάτην ἂν ἤκουσεν ἐκκλησιάζων ὁ δῆμος, εἰ μὴ Θεμιστοκλῆς ἀνέγνω τοῦ χρησμοῦ τὴν διάνοιαν.

ὥστε οὐδὲ ἐνταῦθά γε ἀπόβλητος ἡ διὰ τῶν ὕπνων ἂν εἴη μαντεία, κοινὴν ἔχουσα πρός τε τὰ ἄλλα καὶ πρὸς τοὺς χρησμοὺς τὴν ἐπίκρυψιν.

[4] Ἐπιθετέον δὲ μάλιστα μαθήσεων ταύτῃ, ὅτι παρ’ ἡμῶν αὕτη, καὶ ἔνδοθεν, καὶ ἰδία τῆς ἑκάστου ψυχῆς.

νοῦς μὲν γὰρ ἔχει τὰ εἴδη τῶν ὄντων, ἀρχαία φιλοσοφία φησί.

προσθείημεν δ’ ἂν ἡμεῖς, ὅτι καὶ τῶν γινομένων ψυχή· ἐπειδὴ λόγος ἐστὶ νῷ πρὸς ψυχήν, ὅστις τῷ ὄντι πρὸς τὸ γινόμενον.

ἐναλλὰξ οὖν πρώτῳ πρὸς τρίτον, καὶ δευτέρῳ πρὸς τέταρτον· καὶ ἀνάπαλιν λαβόντες, οὐδὲν ἧττον ἂν ἀληθεύοιμεν ὅροις ἐπιστήμης ἑπόμενοι.

οὕτως ἂν ἀποδεδειγμένον εἴη τὸ ὑφ’ ἡμῶν ἀξιούμενον, ὅτι τὰ εἴδη τῶν γινομένων ἔχει ψυχή· ἔχει μὲν οὖν πάντα, προβάλλει δὲ τὰ προσήκοντα, καὶ ἐνοπτρίζει τὴν φαντασίαν, δι’ ἧς τὴν ἀντίληψιν τῶν ἐκεῖ μενόντων ἴσχει τὸ ζῷον.

ὥσπερ οὖν οὐδὲ τοῦ νοῦ τῶν ἐνεργειῶν ἐπαΐομεν, πρὶν τῷ κοινῷ τὴν ἐπιστατικὴν δύναμιν ἀπαγγεῖλαι, καὶ τὸ μὴ εἰς ἐκείνην ἧκον λανθάνει τὸ ζῷον, οὕτως οὐδὲ τῶν ἐν τῇ πρώτῃ ψυχῇ τὴν ἀντίληψιν ἴσχομεν, πρὶν εἰς φαντασίαν ἥκειν αὐτῶν ἐκμαγεῖα.

καὶ ἔοικεν αὕτη ζωή τις εἶναι μικρὸν ὑποβᾶσα, καὶ ἐν ἰδιότητι φύσεως στᾶσα.

αἰσθητήριά γέ τοι πάρεστι κατ’ αὐτήν.

καὶ γὰρ χρώματα ὁρῶμεν, καὶ ψόφων ἀκούομεν, καὶ ἁφῆς πληκτικωτάτην ἀντίληψιν ἴσχομεν, ἀνενεργήτων ὄντων τῶν ὀργανικῶν μορίων τοῦ σώματος.

καὶ μή ποτε ἱερώτερον τοῦτο γένος αἰσθήσεως.

κατ’ αὐτό γέ τοι καὶ θεοῖς τὰ πολλὰ συγγινόμεθα νουθετοῦσι καὶ χρῶσι καὶ τἄλλα προμηθουμένοις.

ὥστε εἰ μέν τῳ γέγονε θησαυρὸς ὕπνου δῶρον, οὐκ ἐν θαυμαστοῖς ἄγω· οὐδ’ εἴ τις καταδαρθὼν ἄμουσος, ἔπειτα ἐντυχὼν ὄναρ ταῖς μούσαις, καὶ τὰ μὲν εἰπών, τὰ δὲ ἀκούσας, ποιητής ἐστι δεξιός, ὥσπερ ὁ καθ’ ἡμᾶς χρόνος ἤνεγκεν, οὐδὲ τοῦτο τῶν λίαν ἐστὶ παραδόξων.

ἐῶ δ’ ἔγωγε καὶ ἐπιβουλὰς καταμηνυθείσας, καὶ ὅσοις ὕπνος ἰατρὸς ἐξάντη τὴν νόσον ἐποίησεν, ἀλλ’ ὅταν εἰς τὰς τελεωτάτας τῶν ὄντων ἐποψίας ὁδὸν ἀνοίξῃ τῇ ψυχῇ τῇ μὴ ὀρεχθείσῃ ποτέ, μηδὲ εἰς νοῦν βαλομένῃ τὴν ἄνοδον, τοῦτο ἂν εἴη τὸ ἐν τοῖς οὖσι κορυφαιότατον, φύσεως ὑπερκύψαι, καὶ συνάψαι τῷ νοητῷ τὸν ἐς τοσοῦτο πεπλανημένον, ὡς μὴ ὅθεν ἦλθεν εἰδέναι.

εἰ δέ τις μέγα μὲν οἴεται τὴν ἀναγωγήν, φαντασίᾳ δὲ ἀπιστεῖ, μή τοι καὶ κατ’ αὐτήν ποτε πορισθῆναι τὴν εὐδαίμονα συναφήν, ἀκουσάτω τῶν ἱερῶν λογίων, ἃ λέγει περὶ διαφόρων ὁδῶν.

μετὰ δὴ τὸν ὅλον κατάλογον τῶν οἴκοθεν εἰς ἀναγωγὴν ἀφορμῶν, καθ’ ὃν ἔξεστι τὸ ἔνδοθεν σπέρμα αὐξῆσαι· τοῖς δὲ (φησὶ) διδακτὸν ἔδωκε φάους γνώρισμα λαβέσθαι· τοὺς δὲ καὶ ὑπνώοντας ἑῆς ἐνεκάρπισεν ἀλκῆς.

ὁρᾷς; ἀντιδιέστειλεν εὐμοιρίας μαθήσεων.

ὁ μὲν ὕπαρ, φησίν, ὁ δὲ ὄναρ διδάσκεται· ἀλλ’ ὕπαρ μὲν ἄνθρωπός ἐστιν ὁ διδάσκων· τὸν ὑπνώοντα δὲ θεὸς ἑῆς ἐνεκάρπισεν ἀλκῆς, ὡς ταὐτὸν εἶναι τὸ μανθάνειν τε καὶ τυγχάνειν· τὸ γὰρ ἐγκαρπίσαι καὶ πλέον ἐστὶ τοῦ διδάξαι.

[5] Ἀλλὰ τοῦτο μὲν ἡμῖν παρειλήφθω παραστατικὸν τῆς ἀξίας τῆς κατὰ τὴν ἐν φαντασίᾳ ζωὴν πρὸς τοὺς ἀπογινώσκοντας αὐτῆς καὶ τὰ ἐλάττω· ὡς οὐδὲν θαῦμα οὕτω γινώσκειν ὑπὸ περιττῆς σοφίας προστετηκότας τοῖς ὑπὸ τῶν λογίων ἀποκηρύκτοις.

φησὶ γάρ, οὐ θυσιῶν σπλάγχνων τε τομαί· τάδ’ ἀθύρματα πάντα, καὶ φεύγειν αὐτὰ παρακελεύεται· οἱ δέ, ἅτε ὄντες ὑπὲρ τὸ πλῆθος, τέχνας μὲν ἐπὶ τὸ ἐσόμενον ἄλλος ἄλλας ἀπολαβόντες, ἀξιοῦσιν ἐργάζεσθαι· ὀνείρων δὲ ὑπερορῶσιν ὡς προὔπτου πράγματος, οὗ μέτεστιν ὁμοτίμως ἀμαθεῖ τε καὶ σοφῷ.

τί οὖν, εἰ ταύτῃ σοφός, ὅτι τοῦ κοινοῦ πλέον τυγχάνει; τοιγάρ τοι καὶ τὰ ἄλλα ἀγαθά, καὶ τούτων γε μᾶλλον τὰ μέγιστα, κοινότατα πρόκεινται.

ἡλίου γὰρ οὔτε θεσπεσιώτερον ἐν τοῖς ὁρωμένοις οὐδὲν οὔτε δημοσιώτερον.

εἰ δὲ τὸ αὐτοπτῆσαι θεὸν χρῆμα εὔδαιμον, τὸ διὰ φαντασίαν ἑλεῖν πρεσβυτέρας αὐτοψίας ἐστίν.

αἴσθησις γὰρ αἰσθήσεων αὕτη, ὅτι τὸ φανταστικὸν πνεῦμα κοινότατόν ἐστιν αἰσθη τήριον καὶ σῶμα πρῶτον ψυχῆς.

ἀλλὰ τὸ μὲν ἐνδομυχεῖ καὶ τὴν ἀρχὴν ἔχει τοῦ ζῴου καθάπερ ἐξ ἀκροπόλεως· περὶ γὰρ αὐτὸ πᾶσαν τὴν τῆς κεφαλῆς πραγματείαν ἡ φύσις ᾠκοδομήσατο.

ἀκοὴ δὲ καὶ ὄψις οὐκ εἰσὶν αἰσθήσεις, ἀλλ’ αἰσθήσεως ὄργανα τῆς κοινῆς ὑπηρέτιδες, οἷον πυλωροὶ τοῦ ζῴου διαγγέλλουσαι τῇ δεσποίνῃ τὰ θύραθεν αἰσθητά, ὑφ’ ὧν θυροκοπεῖται τὰ ἔξωθεν αἰσθητήρια.

καὶ ἡ μὲν ἅπασι τοῖς μέρεσιν αὑτῆς αἴσθησίς ἐστιν ἐντελής· ὅλῳ τε γὰρ ἀκούει τῷ πνεύματι, καὶ ὅλῳ βλέπει, καὶ τὰ λοιπὰ πάντα δύναται· διανέμει δὲ τὰς δυνάμεις ἄλλην κατ’ ἄλλο, καὶ προὔκυψαν ἐκ τοῦ ζῴου χωρὶς ἑκάστη, καὶ εἰσὶν οἷον εὐθεῖαί τινες ἐκ κέντρου ῥυεῖσαι καὶ εἰς τὸ κέντρον συννεύουσαι, μία μὲν πᾶσαι κατὰ τὴν κοινὴν ῥίζαν, πολλαὶ δὲ κατὰ τὴν πρόοδον.

ζῳωδεστάτη μὲν οὖν ἡ διὰ τῶν προβεβλημένων ὀργάνων αἴσθησις, οὐδὲ αἴσθησις οὖσα πρὶν ἐπὶ τὴν πρώτην φθάσῃ· ἡ θειοτέρα δὲ καὶ ψυχῇ προσεχής, ἡ ἄμεσος αἴσθησις.

[6] Εἰ δὲ τὰς σωματικὰς αἰσθήσεις διὰ τὸ γινώσκειν τιμῶντες, ὅτι μάλιστα ἴσμεν ἃ τεθεάμεθα, φαντασίαν ἀποσκορακίζοιμεν ὡς ἀπιστοτέραν αἰσθήσεως, ἐοίκαμεν ἐπιλαθομένοις, ὅτι μηδὲ ὀφθαλμὸς ἅπαντα ἀληθῆ δείκνυσιν, ἀλλ’ ὁ μὲν οὐδὲ δείκνυσιν, ὁ δὲ ψεύδεται, καὶ παρὰ τὴν φύσιν τῶν ὁρωμένων, καὶ δι’ ὧν ὁρᾶται.

ταῖς γὰρ ἀποστάσεσιν ἐλάττω καὶ μείζω ταῦτα, καὶ τὰ καθ’ ὕδατος μείζω· ἡ δὲ κώπη κεκλασμένη προσπίπτει· καὶ παρὰ τὴν ἀδυναμίαν τὴν αὑτοῦ αὐτὸ τὸ ὄμμα· λημῶν γὰρ συγκεχυμένα καὶ ἀδιάκριτα δείκνυσι.

καὶ ὅστις οὖν τὸ φανταστικὸν πνεῦμα νοσεῖ, μὴ ἀπαιτείτω σαφῆ μηδὲ εἰλικρινῆ τὰ θεάματα· ἥτις δὲ αὐτοῦ νόσος, καὶ οἷς λημᾷ καὶ παχύνεται, καὶ οἷς καθαίρεται καὶ ἀπειλικρινεῖται καὶ εἰς τὴν φύσιν ἐπάνεισι, τῆς ἀπορρήτου φιλοσοφίας πυνθάνου, ὑφ’ ἧς καὶ καθαιρόμενον διὰ τελετῶν, ἔνθεον γίνεται.

αἵ τε εἰσκρίσεις πρὶν τὸν θεὸν ἐπεισαγαγεῖν τὸ φανταστικόν, ἐκθέουσι.

καὶ ὅστις αὐτὸ διὰ τοῦ κατὰ φύσιν βίου τηρεῖ καθαρόν, ἑτοίμῳ χρῆται, ὡς ταύτῃ πάλιν εἶναι κοινότατον· ἐπαΐει γὰρ τὸ πνεῦμα τοῦτο τῆς ψυχικῆς διαθέσεως, καὶ οὐκ ἀσύμπαθές ἐστι καθ’ αὑτό, καθάπερ τὸ ὀστρεῶδες περίβλημα.

ἐκεῖνο μὲν γὰρ καὶ ἀντίθεσιν ἔχει πρὸς τὰς ἀμείνους τῆς ψυχῆς διαθέσεις.

ἀλλά τοι τὸ πρῶτον αὐτῆς καὶ ἴδιον ὄχημα, ἀγαθυνομένης μὲν λεπτύνεται καὶ ἀπαιθεροῦται, κακυνομένης δὲ παχύνεται καὶ γεοῦται.

ὅλως γὰρ τοῦτο μεταίχμιόν ἐστιν ἀλογίας καὶ λόγου, καὶ ἀσωμάτου καὶ σώματος, καὶ κοινὸς ὅρος ἀμφοῖν· καὶ διὰ τούτου τὰ θεῖα τοῖς ἐσχάτοις συγγίνεται.

ταύτῃ καὶ χαλεπόν ἐστιν αἱρεθῆναι διὰ φιλοσοφίας τὴν φύσιν αὐτοῦ.

ἐρανίζεται γάρ τι προσῆκον ὡς ἐκ γειτόνων ἀφ’ ἑκατέρου τῶν ἄκρων, καὶ φαντάζεται μιᾷ φύσει τὰ τοσοῦτον ἀπῳκισμένα.

[7] Τό γέ τοι πλάτος τῆς φανταστικῆς οὐσίας ἐξέχεεν ἡ φύσις εἰς πολλὰς μοίρας τῶν ὄντων.

καταβαίνει γέ τοι μέχρι ζῴων, οἷς οὐκέτι πάρεστι νοῦς, οὐδέ ἐστιν ὄχημα τότε θειοτέρας ψυχῆς, ἀλλ’ αὐτὴ ταῖς ὑποκειμέναις δυνάμεσιν ἐποχεῖται, αὐτὴ λόγος οὖσα τοῦ ζῴου, καὶ πολλὰ κατ’ αὐτὴν φρονεῖ τε καὶ πράττει δεόντως.

καθαίρεταί γέ τοι καὶ ἐν ἀλόγοις, ὡς εἰσφρεῖσθαί τι κρεῖττον· γένη τε ὅλα δαιμόνων οὐσίωται τῇ τοιαύτῃ ζωῇ· ἐκεῖνα μὲν γὰρ καθ’ ὅλον αὑτῶν τὸ εἶναι, εἰδωλικά τε ὄντα καὶ τοῖς γινομένοις ἐμφανταζόμενα, ἀνθρώπῳ δὲ τὰ πολλὰ καθ’ αὑτὴν καὶ μόνην, ἢ μεθ’ ἑτέρου πλείονα.

τὰς γὰρ νοήσεις οὐκ ἀφαντάστους ποιούμεθα, πλὴν εἰ δή τις ἐν ἀκαρεῖ ποτε ἐπαφὴν ἔσχεν εἴδους ἀύλου· τὸ δὲ ὑπερκύψαι φαντασίαν χαλεπὸν οὐχ ἧττον ἢ εὔδαιμον· νοῦς γάρ, φησί, καὶ φρόνησις ἀγαπητὸν ὅτῳ καὶ εἰς γῆρας ἀφίκοιντο, τὴν ἀφάνταστον λέγων· ὡς ἥ γε προβεβλημένη ζωὴ φαντασίας ἐστὶν ἢ νοῦ φαντασίᾳ χρωμένου.

τό γέ τοι πνεῦμα τοῦτο τὸ ψυχικόν, ὃ καὶ πνευματικὴν ψυχὴν προσηγόρευσαν οἱ εὐδαίμονες, καὶ θεὸς καὶ δαίμων παντοδαπὸς καὶ εἴδωλον γίνεται, καὶ τὰς ποινὰς ἐν τούτῳ τίνει ψυχή· χρησμοί τε γὰρ ὁμοφωνοῦσι περὶ αὐτοῦ, ταῖς ὄναρ φαντασίαις τὴν ἐκεῖ διεξαγωγὴν τῆς ψυχῆς προσεικάζοντες, καὶ φιλοσοφία συντίθεται παρασκευὰς εἶναι δευτέρων βίων τοὺς πρώτους, τῆς τε ἀρίστης ἕξεως ἐν ψυχαῖς ἐλαφριζούσης αὐτὸ καὶ ἐναπομοργνυμένης κηλῖδα τῆς χείρονος.

ὁλκαῖς οὖν φυσικαῖς ἢ μετέωρον αἴρεται διὰ θερμότητα καὶ ξηρότητα· καὶ τοῦτο ἄρα ἡ ψυχῆς πτέρωσις (τό τε αὔη [ξηρὴ] ψυχὴ σοφή, πρὸς οὐδὲν ἄλλο τῷ Ἡρακλείτῳ τεῖνον εὑρίσκομεν)· ἢ παχὺ καὶ ὑγρὸν γινόμενον τοῖς χηραμοῖς τῆς γῆς ἐνδύεται, ῥοπῇ φυσικῇ φωλεῦον καὶ ὠθούμενον εἰς τὴν κατάγαιον χώραν· τόπος γὰρ οὗτος οἰκειότατος ὑγροῖς πνεύμασι.

κἀκεῖ μὲν κακοδαίμων τε καὶ ποιναῖος ὁ βίος· ἔξεστι δὲ χρόνῳ καὶ πόνῳ καὶ βίοις ἄλλοις καθηραμένην ἀναδῦναι.

γενομένη γὰρ ἀμφίβιον δίαυλον θεῖ, καὶ παρὰ μέρος ὁμιλεῖ τοῖς χείροσι καὶ τοῖς κρείττοσιν· ἣν δανείζεται μὲν ἀπὸ τῶν σφαιρῶν ἡ πρώτη ψυχὴ κατιοῦσα, κἀκείνης ὥσπερ σκάφους ἐπιβᾶσα, τῷ σωματικῷ κόσμῳ συγγίνεται.

ἀγῶνα δὲ ἀγωνίζεται τοῦτον ἢ συναναγαγεῖν, ἢ μή τοι συγκαταμεῖναι· μόλις μὲν γάρ, ἀλλὰ γένοιτ’ ἂν ἀφεῖναι μὴ συνεπόμενον· οὐ γὰρ θέμις ἀπιστεῖν ἐγνωσμένων τῶν τελετῶν· αἰσχρὰ δ’ ἂν ἐπάνοδος γένοιτο μὴ ἀπο- διδούσαις τὸ ἀλλότριον, ἀλλὰ περὶ γῆν ἀπολιπούσαις ὅπερ ἄνωθεν ἠρανίσαντο.

καὶ τοῦτο μὲν ἑνὶ καὶ δευτέρῳ δῶρον ἂν γένοιτο τελετῆς καὶ θεοῦ· φύσιν δὲ ἔχει τὴν ἅπαξ ἐγκεκεντρισμένην εἰς αὐτὸ ψυχὴν ἢ ὁμορροθεῖν, ἢ ἕλκειν, ἢ ἕλκεσθαι· πάντως γε μέντοι συνεῖναι μέχρι τῆς ὅθεν ἦλθεν ἐπανόδου.

ὥστε καὶ βρῖθον ὑπὸ κάκης συγκατασπᾷ τὴν ἐφεῖσαν αὐτῷ βαρυνθῆναι ψυχήν.

καὶ τοῦτ’ ἔστιν ᾧ δεδίττεται τὰ λόγια τὸ νοερὸν ἐν ἡμῖν σπέρμα·

μηδὲ κάτω νεύσῃς εἰς τὸν μελαναυγέα κόσμον,

ᾧ βυθὸς αἰὲν ἄπιστος ὑπέστρωται καὶ ἀειδής,

ἀμφικνεφής, ῥυπόων, εἰδωλοχαρής, ἀνόητος.

νῷ γὰρ πῶς καλὸν βίος ἔμπληκτος καὶ ἀνόητος; τῷ δὲ εἰδώλῳ, διὰ τὴν ποιὰν τότε τοῦ πνεύματος σύστασιν, ἡ κάτω χώρα προσήκει· ὁμοίῳ γὰρ τὸ ὅμοιον ἥδεται.

[8] Εἰ δὲ ἓν ἐξ ἀμφοῖν τῷ συνδυασμῷ γίνεται, καὶ ὁ νοῦς ἂν ἐμβαπτισθείη τῷ ἥδεσθαι.

καίτοι τοῦτο κακῶν ἂν εἴη τὸ ἔσχατον, μηδ’ ἐπαΐειν κακοῦ παρόντος· τοῦτο γάρ ἐστι μηδ’ ἀναδῦναι ζητούντων, ὥσπερ ὁ σκίρρος τῷ μηκέτι λυπεῖν οὐδὲ ὑπομιμνήσκει τοῦ σῴζεσθαι· καὶ διὰ τοῦτο ἀνα- γωγὸν ἡ μετάνοια.

ὁ γὰρ τὰ ἐν οἷς ἐστι δυσχεραίνων, φυγὴν μηχανᾶται· καὶ καθαρμοῦ τὸ μέγιστον μέρος ἡ βούλησις· ταύτῃ γὰρ ὀρέγει χεῖρα τὰ δρώμενά τε καὶ τὰ λεγόμενα· ἀπούσης δὲ ἄψυχος ἅπασα καθαρτικὴ τελετή, κολοβὸς οὖσα τοῦ μεγίστου συνθήματος.

καὶ διὰ τοῦτο τῇδέ τε κἀκεῖ χρείαν τὴν μεγίστην τε καὶ ἀρίστην τῇ τάξει τῶν ὄντων αἱ κρίσεις παρέχονται, τὸ λυπηρὸν ἀντεισάγουσαι καὶ τῆς ἐμπλήκτου χαρᾶς τὴν ψυχὴν ἐκκαθαίρουσαι· αἵ τε παρ’ ἀξίαν καλούμεναι συμφοραὶ μέγα μέρος συμβάλλονται πρὸς τὸ λῦσαι τὴν σχέσιν, ἣν ἔχομεν πρὸς τὰ τῇδε.

καὶ ἡ πρώτη πρόνοια διὰ τούτων εἰσάγεται τοῖς ἔχουσι νοῦν, δι’ ὧν τοῖς οὐκ ἔχουσιν ἀπιστεῖται.

ὡς οὐκ ἔστιν ὅπως ποτ’ ἂν ἀποστραφείη τὴν ὕλην ψυχὴ μηδενὶ κακῷ περὶ τὰ τῇδε προσκόπτουσα.

διὸ τὰς πολυθρυλήτους εὐτυχίας οἴεσθαι δεῖ λόχον ἐπὶ ψυχὰς ἐξευρῆσθαι τοῖς ἐφόροις τῶν κάτω.

ὥσθ’ ὅτι μὲν ἂν ἐξελθούσαις γένοιτο πόμα λήθαιον, ἄλλος εἰπάτω· εἰσελθούσῃ δὲ εἰς τὸν βίον ψυχῇ λήθαιον ὀρέγεται πόμα τὸ τῇδε ἡδὺ καὶ μειλίχιον.

θῆσσα γὰρ κατιοῦσα τὸν πρῶτον βίον ἐθελοντὴς ἀντὶ τοῦ θητεῦσαι δουλεύει· ἀλλὰ ἐκεῖνο μὲν ἦν λειτουργίαν τινὰ ἐκπλῆσαι τῇ φύσει τοῦ κόσμου, θεσμῶν Ἀδραστείας ἐπιταττόντων.

γοητευθεῖσα δὲ ὑπὸ τῶν δώρων τῆς ὕλης, πάθος πέπονθε παραπλήσιον ἐλευθέροις ἐπὶ συγκείμενον χρόνον μεμισθωμένοις, οἳ κάλλει θεραπαίνης ἐνσχεθέντες μένειν ἐθέλουσι, τῷ κυρίῳ τῆς ἐρωμένης δουλεύειν ὁμολογήσαντες.

καὶ ἡμεῖς ἐοίκαμεν, ὅταν ποτ’ ἀπὸ βαθείας τῆς γνώμης ἡσθῶμεν ἐπί τῳ τῶν περὶ σῶμά τε καὶ θυραίων, ἀγαθῶν εἶναι δοκούντων, ὁμολογεῖν τῇ φύσει τῆς ὕλης, ὅτι καλή· ἡ δὲ τὴν συγκατάθεσιν ἡμῶν γραμματεῖον ἀπόρρητον δέχεται, κἂν ἀποχωρῆσαι ὡς ἐλεύθεροι βουλευσώμεθα, φυγάδας εἶναί φησι καὶ ἐπανάγειν πειρᾶται, καὶ ὡς δραπετευόντων ἀντιλαμβάνεται, τὸ γραμματεῖον ἐπαναγινώσκουσα.

τότε δὴ καὶ μάλιστα ῥώμης τε δεῖ τῇ ψυχῇ καὶ ἀρωγοῦ τοῦ θεοῦ· ὡς οὐ φαῦλος ἀγὼν ὁμολογίαν ἑαυτοῦ παραγράψασθαι, τυχὸν δὲ καὶ βιάσασθαι.

ποιναί τε γὰρ ὑλαῖαι τότε δὴ καὶ παρ’ εἱμαρμένην κινοῦνται κατὰ τῶν ἀφηνιασάντων πρὸς τοὺς νόμους αὐτῆς· καὶ τοῦτο ἄρα αἱ καλούμεναι πεῖραι, ἃς Ἡρακλέα τε ἀνατλῆναί φασιν ἱεροὶ λόγοι, καὶ εἰ δή τις ἕτερος ἐλευθερίᾳ κατὰ τὸ καρτερὸν ἐπεχείρησε, μέχρις ἂν ἐκεῖ τὸ πνεῦμα διαβιβάσωσιν, οὗ μὴ φθάνωσιν αἱ χεῖρες τῆς φύσεως.

εἰ δὲ ἐντὸς ὅρων τὸ ἅλμα γένοιτο, κατασπᾶται, καὶ δεῖ βαρυτέρων ἀγώνων· ἀφειδεῖ γὰρ ὡς ἀλλοτρίων ἤδη· κἂν ἀπογνῷ τῆς ἀνόδου, δίκας αἰτεῖ τῆς ἐπιχειρήσεως, καὶ προβάλλει βίους οὐκ ἀπ’ ἀμφοῖν ἔτι τῶν πίθων, οὓς Ὅμηρος ἀπορρήτως αἰνίττεται μερίδας εἶναι δύο τῆς ὕλης· καὶ ὁ Ζεὺς αὐτῷ κατ’ ἐκεῖνο τῶν ἐπῶν θεὸς ὑλάρχιός ἐστι, τοῦ διττοῦ τῆς εἱμαρμένης διανομεύς, παρ’ οὗ τὸ μὲν ἀγαθὸν οὐδέποτε ἀνεπίμικτον, ἤδη δέ τις ἀκράτου μετέσχε τοῦ χείρονος.

ὅλως δὲ οἱ βίοι πάντες ἐν πλάνῃ, τῇ μὴ μετὰ τὴν πρώτην κάθοδον ἀναδραμούσῃ.

[9] Θέα δὴ πόσῳ τῷ μέσῳ τὸ πνεῦμα τοῦτο ἐμπολιτεύεται.

ῥεψάσης μὲν κάτω ψυχῆς, ἔλεγεν ὁ λόγος, ὅτι ἐβαρύνθη τε καὶ ἔδυ, μέχρις ἐγκύρσῃ τῷ μελαναυγεῖ καὶ ἀμφικνεφεῖ χώρῳ· ἀνιούσῃ δὲ συνέπεται μέχρις οὗ δύναμις ἕπεσθαι· δύναται δὲ μέχρις ἂν εἰς πλεῖστον τὸ ἀντικείμενον ἥκῃ.

ἄκουε γὰρ καὶ περὶ τούτου τῶν λογίων λεγόντων·

οὐδὲ τὸ τῆς ὕλης κρημνῷ σκύβαλον καταλείψει,

ἀλλὰ καὶ εἰδώλῳ μερὶς εἰς τόπον ἀμφιφάοντα·

οὗτος δὲ ἀντίθεσιν ἔχει πρὸς τὸν ἀμφικνεφῆ.

καίτοι τι καὶ πλέον τις ἂν ἐν τούτοις ὀξυωπήσειεν· οὐ γὰρ μόνην εἰς τὰς σφαίρας ἀνάγειν ἔοικε τὴν ἐκεῖθεν ἥκουσαν φύσιν, ἀλλὰ εἴ τι καὶ τῆς πυρὸς καὶ τῆς ἀέρος ἀκρότητος εἰς τὴν εἰδωλικὴν φύσιν ἔσπασε κατιοῦσα, πρὶν τὸ γήινον ἀμφιέσασθαι κέλυφος, καὶ τοῦτο, φησί, τῇ κρείττονι μερίδι συναναπέμπει· ὕλης γὰρ σκύβαλον οὐκ ἂν εἴη τὸ θεσπέσιον σῶμα.

καὶ λόγον δ’ ἂν ἔχοι τὰ κοινωνήσαντα φύσεως καὶ εἰς ἓν συντελέσαντα μήτοι παντάπασιν ἄσχετα εἶναι, καὶ μάλιστα οἷς ἐκ γειτόνων ἡ χώρα, καθάπερ πῦρ ἐφεξῆς ἐστι τῷ κύκλῳ σώματι, καὶ οὐχ ὥσπερ γῆ τῶν ὄντων τὸ ἔσχατον.

εἰ δὲ τὰ κρείττω τοῖς χείροσιν εἴξαντα τῆς κοινωνίας ἀπέλαυσε καὶ συνετέλεσεν εἰς ἰλὺν σῶμα ἀκήρατον, ὥσπερ ἰδιοποιηθὲν ὑπὸ τοῦ παραχωρηθέντως ἐν τῇ συνόδῳ κρατεῖν, τάχ’ ἂν καὶ τὰ χείρω μὴ ἀντιτείναντα πρὸς τὴν ἐνέργειαν τῆς ψυχῆς, ἀλλ’ εὐήνια καὶ καταπειθῆ, αὐτά τε ὁμαρτήσαντα, καὶ τὴν μέσην φύσιν ἀπερίσπαστον παρασχόμενα τῇ τῆς πρώτης ἡγεμονίᾳ, συνεξαιθεροῖτο ἂν καὶ συναναπέμποιτο, εἰ μὴ μέχρι παντός, ἀλλά τοι διαβαίνοι τὴν τῶν στοιχείων ἀκρότητα, καὶ γεύσαιτ’ ἂν τοῦ ἀμφιφαοῦς· ἔχει γάρ τινα, φησίν, ἐν αὐτῷ μερίδα, τοῦτ’ ἔστιν ἐν τάξει τινὶ τοῦ κυκλικοῦ γίνεται.

[10] Ἀλλὰ περὶ μὲν τῆς ἐκ τῶν στοιχείων μοίρας ταῦτα εἰρῆσθαι καὶ ἀπιστεῖν ἔξεστι καὶ πιστεύειν.

τὴν δὲ ἐκεῖθεν ἥκουσαν σωματικὴν οὐσίαν, οὐδεμία μηχανὴ κατὰ φύσιν ἀνιούσης ψυχῆς μὴ οὐ συνεξᾶραι τοῦ πτώματος ἀναστᾶσαν, καὶ ταῖς σφαίραις ἐναρμοσθῆναι, τοῦτ’ ἔστιν εἰς τὴν οἰκείαν φύσιν ὥσπερ ἀναχυθῆναι.

ἔσχαται μὲν οὖν αὗται δύο λήξεις, ἡ μὲν ἀμφικνεφής, ἡ δὲ ἀμφιφαὴς οὖσα, εὐμοιρίας τε καὶ κακοδαιμονίας τὰ ἄκρα νειμάμεναι.

πόσας δὲ οἴει μεταξὺ χώρας ἐν τῷ κύτει τοῦ κόσμου, ἑτεροφαεῖς τε καὶ ἑτεροκνεφεῖς, ἐν αἷς ἁπάσαις δίαιταν ἔχει ψυχὴ μετὰ τοῦδε τοῦ πνεύματος, ἤθη τε καὶ εἴδη καὶ βίους ἀμείβουσα; ἀναδραμοῦσα μὲν οὖν ἐπὶ τὴν οἰκείαν εὐγένειαν, ἀληθείας ἐστὶ ταμιεῖον· καθαρὰ γάρ ἐστι καὶ διαφανὴς καὶ ἀκήρατος, θεὸς οὖσα καὶ προφῆτις, εἰ βούλοιτο· καταπεσοῦσα δέ, ἀχλυοῦται καὶ ἀοριστεῖ καὶ ψεύδεται· τὸ γὰρ ὁμιχλῶδες τοῦ πνεύματος οὐ χωρεῖ τὴν τῶν ὄντων ἐνέργειαν.

μεταξὺ δὲ οὖσα, τῶν μὲν ἂν ἁμάρτοι, τῶν δὲ τυγχάνοι.

γνωματεύσαις ἂν οὕτω καὶ δαιμονίαν φύσιν ἐν ᾕτινι τάξει.

τὸ γὰρ ἢ πάντως ἢ παρὰ μικρὸν ἀληθίζεσθαι θεῖόν ἐστιν ἢ πέλας τοῦ θείου.

τὸ δέ γε πλάνον ἐν ταῖς προρρήσεσιν ἄληκτόν ἐστι τῶν ἀλινδουμένων εἰς ὕλην, ἐμπαθὲς καὶ φιλότιμον.

ταύτῃ γὰρ ὑποδύεται τὸ σίραιον ἀεὶ καὶ θεὸν καὶ πρεσβύτερον δαίμονα, καὶ ἐνάλλεται καὶ καταλαμβάνει τὴν εὐτρεπισθεῖσαν χώραν τῇ φύσει τῇ μείζονι.

ἐν ἀνθρώπῳ τε οὔσης ψυχῆς τάξιν ἂν ἐνθένδε φωράσαιμεν.

ὅτῳ τὸ φανταστικὸν πνεῦμα καθαρὸν καὶ εὐόριστον, καὶ ὕπαρ καὶ ὄναρ ἀληθῆ τῶν ὄντων ἐκμαγεῖα δεχόμενον, οὗτος ἂν ὑπόσχεσιν ἔχοι, τό γε ἐπὶ τῷ τῆς ψυχῆς σχήματι, βελτίονος λήξεως.

οὐχ ἥκιστα δὲ ἀπὸ τῶν φαντασμάτων, ἃ προβάλλει καὶ περὶ ἃ καταγίνεται, ὅτε μὴ ἔξωθεν ὑφ’ ἑτέρου κινεῖται, ἐν ὁποίᾳ διαθέσει τυγχάνει τὸ ψυχικὸν πνεῦμα θηρῶμεν, χορηγούσης φιλοσοφίας εἰς τοῦτο κριτήρια, ὡς καὶ δεῖ τρέφειν αὐτὸ καὶ συνεπιμελεῖσθαι μήτοι ποτὲ πλανηθῆναι.

τροφὴ δὲ ἀρίστη κατὰ τὴν ἐπιβλητικὴν δύναμιν ἐνεργεῖν, καὶ καθάπαξ νοερὰν εἶναι τὴν προβολὴν τῆς ζωῆς, ὅση δύναμις, τὰς τῶν ἀτόπων καὶ προπετῶν φαντασμάτων ὁρμὰς προλαμβάνοντας· τοῦτο γάρ ἐστι πρὸς τὸ κρεῖττον ἐστράφθαι, καὶ ἄσχετον εἶναι τοῦ χείρονος, ὅσα ἀναγκαῖα μόνον προσομιλοῦντα.

νοερὰ δ’ ἐπιβολὴ χρῆμα τῶν συνισταμένων ἐπὶ τὸ πνεῦμα τμητικώτατον· λεπτύνει γὰρ ἀρρήτως αὐτὸ καὶ πρὸς θεὸν ἀνατείνει.

τὸ δὲ γενόμενον ἐπιτήδειον ἕλκει τῇ συγγενείᾳ πνεῦμα θεῖον εἰς ὁμιλίαν ψυχῆς, ὥσπερ ὅταν ὑπὸ πάχους συνειληθῇ καὶ γένηται μεῖον ἢ ὥστε πληρῶσαι τὰς ἀποδειχθείσας αὐτῷ χώρας ὑπὸ τῆς διαπλασάσης προνοίας ἄνθρωπον· αἱ δέ εἰσιν ἐγκεφάλου κοιλίαι· τότε τῆς φύσεως οὐκ ἀνεχομένης ἐν τοῖς οὖσι κενοῦ, πονηρὸν πνεῦμα εἰσκρίνεται.

καὶ τί οὐκ ἂν πάθοι γενομένη συνέστιος ἀποτροπαίῳ κακῷ; τὰς γὰρ ἐπ’ αὐτῷ τούτῳ γενομένας τοῦ πνεύματος εἶναι χώρας, φύσις ἐστὶν ἢ χείρονος ἢ βελτίονος εἶναι πλήρεις.

ἀλλὰ τοῦτο μὲν ἀθέων δίκη τῶν μολυνάντων τὸ ἐν αὐτοῖς θεῖον· ἐκεῖνο δὲ τέλος εὐσεβείας, ἢ ὅ τι ἀγχοῦ τοῦ τέλους.

[11] Ἡμεῖς μὲν οὖν περὶ τῆς δι’ ὀνείρων μαντικῆς λέγειν ἐπιβαλλόμενοι, ὡς ἂν μὴ ἀτιμάζοιεν αὐτήν, ἀλλ’ ἐπιτηδεύοιεν οἱ ἄνθρωποι χρείαν τῷ βίῳ παρέχουσαν, ἐπὶ τούτῳ τὴν φανταστικὴν φύσιν περιειργάσμεθα.

ἐκ δὲ τοῦ λόγου τὸ μὲν ἐνθάδε χρειῶδες ἔλαττον ἀναπέφηνεν.

καρπὸς δὲ ἀμείνων ὑγιοῦς πνεύματος ἀναγωγὴ ψυχῆς, ἱερὸν ὄντως κέρδος· ὥστε καὶ μελέτη τις εὐσεβείας ἐστὶ πειρᾶσθαι μαντικὸν ἡμῖν αὐτὸ εἶναι.

καί τινες ἤδη διὰ τὸ τοιοῦτο λιχνείᾳ δελεασθέντες προγνώσεως, τράπεζάν τε ἀπὸ φλεγμαινούσης ἱερὰν καὶ ἄτυφον προὔθεντο, καὶ κοίτην ἠσπάσαντο καθαρὰν καὶ ἀμόλυντον.

ὁ γὰρ ὅσα τῷ Πυθοῖ τρίποδι τῇ κλίνῃ χρησάμενος, πολλοῦ δεῖ μάρτυρας ἀκολασίας τὰς ἐν αὐτῇ νύκτας ποιήσασθαι· ὁ δὲ καὶ προσεκύνησε θεὸν καὶ προσηύξατο.

γίνεται δὲ πολὺ τὸ κατὰ μικρὸν συντιθέμενον, καὶ τὸ δι’ ἄλλο γινόμενον εἰς μεῖζον ἀπετελεύτησεν, ἐρασθῆναι θεοῦ προιόντας, καὶ συναφθῆναί ποτε τοὺς οὐκ ἐπὶ τοῦτο τὰ πρῶτα ὁρμήσαντας.

οὔκουν ἄξιον ἀμελεῖν μαντικῆς, ὁδοιπορούσης ἐπὶ τὰ θεῖα, καὶ παρυφιστάμενον ἐχούσης τῶν ἐν ἀνθρώπου δυνάμει τὸ τιμιώτατον.

οὐδὲ γὰρ διὰ τοῦτο ἐλάττων ἡ τῇδε χρεία τῆς συνημμένης ψυχῆς τῷ θεῷ, ὅτι τῆς ἐπαφῆς τῶν κρειττόνων ἠξίωται· οὔτε γὰρ ἀνεπίστρεπτός ἐστι τοῦ ζῴου, καὶ ἐκ περιωπῆς ἐπισκοπεῖται τὰ κάτω πολύ που τρανότερον ἢ μετ’ αὐτῶν οὖσα καὶ συμπεφυρμένη τοῖς χείροσιν, ὥστε μένουσα ἀτρεμὴς δώσει τῷ ζῴῳ τὰ τῶν γινομένων ἰνδάλματα.

καὶ τοῦτ’ ἔστι τὸ λεγόμενον, κατιόντα μὴ κατιέναι, ὅταν ἀσχέτως ὁ κρείττων ἐπιμελῆται τοῦ χείρονος.

ταύτην ἐγὼ τὴν μαντικὴν ἐμαυτῷ τε ἀξιῶ παρεῖναι καὶ παισὶ καταλιπεῖν, ἐφ’ ἣν οὐ δεῖ βαδίζειν συσκευασαμένους ὁδὸν μακρὰν ἢ πλοῦν ὑπερόριον, ὥσπερ Πυθῶδε καὶ ἐς Ἄμμωνος, ἀλλ’ ἀρκεῖ καταδαρθεῖν χεῖρα νιψάμενόν τε καὶ εὐφημήσαντα·

ἡ δ’ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ’ ἑλοῦσα,

εὔχετ’ Ἀθηναίῃ.

[12] Οὕτως αἰτήσομεν ὄνειρον, ὥσπερ ἴσως Ὅμηρος ᾔτησεν.

κἂν ἐπιτήδειος ᾖς, πάρεστιν ὁ πόρρω θεὸς ὅτε γε καὶ μηδὲ ταῦτα πραγματευσαμένων ἑκάστοτε παραγίνεται μόνον καταδαρθοῦσι· καὶ τοῦτ’ ἔστιν ἡ πᾶσα πραγματεία τῆς τελετῆς, δι’ ἣν οὐδείς πω πενίαν ὠδύρατο, ὡς ταύτῃ μειονεκτῶν τοῦ πλουσίου.

ἔνιαι γέ τοι τῶν πόλεων τοὺς ἱεροφάντας, ὥσπερ Ἀθηναῖοι τοὺς τριηράρχους, ἀπὸ τῶν μεγίστων τιμημάτων αἱροῦνται.

καὶ δεῖ δαπάνης συχνῆς καὶ τύχης οὐχ ἥκιστα συγκομίσαι Κρῆσσαν βοτάνην, καὶ πτερὸν Αἰγύπτιον, καὶ ὀστέον Ἰβηρικόν, καὶ νὴ Δί’ εἴ τι τεράστιον γῆς ἢ θαλάσσης ἐν παραβύστῳ φύεταί τε καὶ τρέφεται

ἠμὲν δυσομένου Ὑπερίονος ἠδ’ ἀνιόντος.

λέγεται γάρ τοι καὶ ταῦτα καὶ πολλὰ τοιαῦτα περὶ τῶν τεχνευόντων τὴν θύραθεν μαντικήν, πρὸς ἃ τίς ἂν ἰδιώτης ἀπὸ τῶν ὑπαρχόντων ἀρκέσειεν; ἐνύπνιον δὲ ὁρᾷ μὲν ὁ πεντακοσιομέδιμνος, ὁρᾷ δὲ ὁ τριακοσιομέδιμνος· ἀλλὰ καὶ ὁ ζευγίτης οὐδὲν ἧττον, ὁ τὴν ἐσχατιὰν ἀπεργαζόμενος ὥστε ἀποζῆν· ἀλλὰ καὶ ὁ πρόσκωπος καὶ ὁ θὴς ὁμοίως, ὅ τε ἰσοτελὴς καὶ ὁ τιθεὶς τὸ μετοίκιον.

διαφέρει δὲ οὐδὲν τῷ θεῷ, τίς ὁ Ἐτεοβουτάδης καὶ τίς ὁ Μανῆς ὁ νεώνητος· καὶ τὸ δημοτικὸν αὐτῆς μάλα φιλάνθρωπον, καὶ τὸ λιτὸν καὶ τὸ αὐτόσκευον μάλα φιλόσοφον, καὶ τὸ μὴ βίαιον εὐσεβές, καὶ τὸ πανταχοῦ παρεῖναι, καὶ μὴ καταλαβεῖν ὕδωρ ἢ πέτραν ἢ χάσμα γῆς, τοῦτο μέντοι γε θεοειδέστατον· τὸ δὲ μήτε πρὸς μίαν πρᾶξιν ἀσχόλους ἡμᾶς διὰ τὴν τοιάνδε μαντικὴν γίνεσθαι, μηδὲ ἀφαιρεῖσθαι καιρὸν ὑπ’ αὐτῆς, τοῦτο καὶ πρῶτον ἄξιον ἦν εἰρῆσθαι.

οὐδεὶς γὰρ ἀπολιπών τι τῶν προὔργου καὶ ἐν χερσὶν ᾤχετο καθευδήσων οἴκαδε, συγκείμενον αὐτῷ πρὸς ἐνύπνιον· ἀλλ’ ὁ χρόνος, ὃν ἀνάγκη τῷ ζῴῳ δαπανᾶν εἰς τὴν φύσιν, οὐκ ἀρκούσης ἡμῖν τῆς οὐσίας εἰς ἐνέργειαν ἐγρηγόρσεως, οὗτος ἥκει κομίζων ἀνθρώποις τοῦτο δὴ τὸ λεγόμενον, ἔργου μεῖζον τὸ πάρεργον, ἐπισυντιθεὶς τὸ αἱρετὸν τῷ ἀναγκαίῳ, καὶ τὸ εὖ εἶναι τῷ εἶναι.

ἀλλ’ αἵ γε προγνώσεις αἱ διὰ τῶν ποικίλων ὀργάνων παραγινόμεναι, ἀγαπητὸν εἰ τὴν πλείω μερίδα τοῦ βίου νειμάμεναι, παραχωρήσειάν τι ταῖς λοιπαῖς ἁπάσαις καὶ χρείαις καὶ πράξεσιν.

ὧν εἰ πάνυ πρός τινι γένοιο, χαλεπῶς ἂν εἰς αὐτὴν ὑπὸ τῆς μαντικῆς ὠφελοῖο· οὔτε γὰρ καιροῦ παντός, οὔτε τόπου παντὸς δέξασθαι κατασκευὴν τελετῆς, οὔτε πᾶσα εὐμάρεια συμπεριφέρειν τὰ ἐπ’ αὐτὴν ὄργανα.

ἵνα γὰρ ἄλλο μηδέν, ἀλλ’ ἐφ’ οἷς πρώην ἐστενοχωρήθη τὰ κολαστήρια, ἀπήνης ἐστὶν ἢ νεὼς κοίλης φορτία, μεθ’ ὧν ἄλλα μέρη τῆς τελετῆς ἀπογραφεῖς ἄνδρες καὶ μάρτυρες.

οὕτω γὰρ εἰπεῖν ἀληθέστερον, τοῦ καθ’ ἡμᾶς χρόνου πολλὰ διὰ τῶν ὑπηρετησάντων τοῖς νόμοις καταμηνύσαντος, ὑφ’ ὧν ἐξαγορευθέντα δήμου βεβήλου γέγονε θεάματά τε καὶ ἀκροάματα.

πρὸς οὖν τῷ σχέτλιον εἶναι συγκύπτειν εἰς τὰ τοιάδε, ὡς ἔγωγε πείθομαι, καὶ ἀπηχθημένον θεῷ· τὸ γὰρ μὴ ἐθελοντὴν περιμένειν ὁντινοῦν, ἀλλ’ ὠθισμῷ καὶ μοχλείᾳ κινεῖν, ὅμοιόν ἐστι βιαζομένοις, ὃ μηδ’ ἐπ’ ἀνθρώπων γενόμενον ὁ νομοθέτης εἴασεν ἀτιμώρητον.

πρὸς οὖν ἅπασι τούτοις, ἅπερ ἐστὶ χαλεπά, τοῖς οὕτω μετιοῦσι τὸ μέλλον ὑπάρχει καὶ τὸ διακόπτεσθαι τὴν ἐνέργειαν, καὶ ὑπερορίοις ἰοῦσιν, ὥσπερ ἀπολείπειν τὴν τέχνην.

ἔργον γὰρ οὐ μικρὸν ἁπανταχοῦ βαδίζοντας σκευαγωγεῖν τὰ ἐπὶ ταύτην ἐφόδια.

ἀλλὰ τῆς γε δι’ ὀνείρων μαντικῆς αὐτός τίς ἐστιν ἕκαστος ὄργανον· ὥστε οὐδὲ βουλομένοις ἔξεστιν ἀπολιπεῖν τὸ χρηστήριον· ἀλλὰ καὶ μένοντι συνοικουρεῖ, καὶ ἀποδημοῦντι συμπεριέρχεται, καὶ συστρατεύεται, καὶ συμπολιτεύεται, καὶ συγγεωργεῖ, καὶ συνεμπορεύεται.

ταύτην οὐδὲ οἱ νόμοι τῆς βασκάνου πολιτείας κωλύουσιν, οὐδ’ ἄν, εἰ βούλοιντο, δύναιντο· κατὰ γὰρ τῶν χρωμένων οὐκ ἔχουσιν ἔλεγχον.

τί δ’ ἂν καὶ ἀδικοῖμεν καθεύδοντες; οὐδ’ ἂν διατάξαιτο τύραννος ὀνείρων ἀθεάμονας εἶναι, οὐκ εἰ μή γε καὶ τὸ καθεύδειν ἐκ τῆς ἀρχομένης ἀποκηρύξειεν.

ἀλλὰ τοῦτο ἀνοήτου μέν ἐστιν, οἷς ἀδύνατα βούλεται· ἀσεβοῦς δέ, οἷς ἐναντία νομοθετεῖ τῇ τε φύσει καὶ τῷ θεῷ.

[13] Ἰτητέον οὖν ἐπ’ αὐτὴν καὶ γυναικὶ καὶ ἀνδρί, καὶ πρεσβύτῃ καὶ νέῳ, καὶ πένητι καὶ πλουσίῳ, καὶ ἰδιώτῃ καὶ ἄρχοντι, καὶ ἀστικῷ καὶ ἀγροδιαίτῳ, καὶ βαναύσῳ καὶ ῥήτορι.

οὐ γένος, οὐχ ἡλικίαν, οὐ τύχην, οὐ τέχνην ἀποκηρύττει.

πᾶσι πανταχοῦ πάρεστι, προφῆτις ἕτοιμος, ἀγαθὴ σύμβουλος, ἐχέμυθος.

αὕτη μυσταγωγός τε καὶ μύστις, εὐαγγελίσασθαι μὲν ἀγαθόν, ὥστε μακροτέραν ποιῆσαι τὴν ἡδονὴν προαρπάσαντα τὴν ἀπόλαυσιν, καταμηνύσαι δὲ τὸ χεῖρον, ὥστε φυλάξασθαι καὶ προαποκρούσασθαι.

καὶ γὰρ ὅσα ἐλπίδες, αἳ τὸ ἀνθρώπων βόσκουσι γένος, ὀρέγουσι χρηστά τε καὶ μείλιχα, καὶ ὅσα φόβος ἔχει προμηθῆ τε καὶ ὀνήσιμα, πάντα τοῖς ὀνείροις ἔνι, καὶ ὑπ’ οὐδενὸς οὕτως ἐλπίζειν ἀναπειθόμεθα.

καίτοι τὸ χρῆμα τῶν ἐλπίδων οὕτως ἐστὶν ἐν τῇ φύσει πολὺ καὶ σωτήριον, ὥστε φασὶν οἱ κομψοὶ σοφισταὶ μηδ’ ἂν ἐθελῆσαι ζῆν τοὺς ἀνθρώπους ἔχοντας ὡς ἐγένοντο τὴν ἀρχήν.

ἀπαγορεύειν γὰρ ὑπὸ τῶν περικεχυμένων τὸν βίον δεινῶν, εἰ μὴ τὰς ἐλπίδας αὐτοῖς ἐνέχεεν εἰς τὴν φύσιν ὁ Προμηθεύς, διαμονῆς φάρμακον, ὑφ’ ὧν παραγόμενοι πιστότερον ἥγηνται τοῦ φαινομένου τὸ προσδοκώμενον· αἱ δὲ τοσαύτην ἔχουσι τὴν ἰσχύν, ὥστε ὁ δεδεμένος ἐν πέδαις, ὅταν ἐφῇ τῷ βουλομένῳ τῆς γνώμης ἐλπίσαι, καὶ λέλυται, καὶ στρατεύεται, καὶ αὐτίκα διμοιρίτης ἐστί, καὶ μετὰ μικρὸν λοχαγός, ἔπειτα στρατηγός, καὶ νικᾷ καὶ θύει, καὶ στεφανηφορεῖ, καὶ παρατίθεται τράπεζαν, εἰ μὲν βούλοιτο, Σικελικήν, εἰ δὲ βούλοιτο, Μηδικήν.

καὶ μέντοι τοῖν ποδοῖν ἐπιλήσμων ἐστίν, ἕως εἶναι βούλεται στρατηγός.

καίτοι πᾶν τοῦτο ὕπαρ ἐστὶν ὀνειρώττοντος καὶ ἐγρηγορότος ἐνύπνιον· περὶ γὰρ ταὐτὸν ὑποκείμενον ἄμφω συνίστανται, τὴν φανταστικὴν φύσιν, ἣν ὅταν μὲν ἡμεῖς εἰδωλοποιεῖν ἐθελήσωμεν, ἓν τοῦτο παρέχεται χρή- σιμον· ἐπαλείφει τὸν βίον ἡμῶν εὐθυμίᾳ, καὶ κολακεύουσα τὴν ψυχὴν ταῖς πεπλανημέναις ἐλπίσιν, ἀναλαμβάνει τῶν δυσχερῶν τῆς αἰσθήσεως· ὅταν δὲ αὐτεπίτακτος ἡμῖν ἐλπίδα προβάληται· τοῦτο δὲ γίνεται καθευδόντων· ἐνέχυρον ἔχομεν τοῦ θεοῦ τὴν τῶν ὕπνων ὑπόσχεσιν· ὥστε ἤδη τις εὐτρεπίσας τὴν γνώμην εἰς τὸ χρήσασθαι μείζοσι πράγμασιν, ἃ προὔτεινεν αὐτῷ τὸ ἐνύπνιον, διττὸν ἠνέγκατο κέρδος, τό τε ἡσθῆναι πρὸ τῶν πραγμάτων, καὶ τὸ παραγενομένοις ἐπισταμένως χρήσασθαι τῷ πάλαι προεσκέφθαι περὶ αὐτῶν, ὡς προσηκόντων αὐτοῦ τῷ βίῳ.

ὥστε ἣν ὕμνησε τὴν ἐλπίδα ὁ Πίνδαρος περὶ ἀνδρὸς λέγων εὐδαίμονος, ὅτι ἄρα αὐτῷ γλυκεῖα καρδίαν ἀτάλλοισα κουροτρόφος συναορεῖ ἐλπίς, ἃ μάλιστα θνατῶν πολύστροφον γνώμαν κυβερνᾷ, φαίη τις ἂν οὐ περὶ τῆς ὕπαρ λέγεσθαι, τῆς ἀπατηλῆς, ἣν ἡμεῖς ἑαυτοῖς διαπλάττομεν.

ἀλλ’ ὅλον τοῦτο μικροῦ μέρους ἐνυπνίων ἔπαινος εἴρηται τῷ Πινδάρῳ.

ἡ περὶ τοὺς ὀνείρους οὖν μαντική, σὺν τέχνῃ μετιοῦσα τὸ πεφηνός, βεβαιοτέραν τὴν ἐλπίδα παρέχεται, ὥστε μὴ τοῦ φαυλοτέρου γένους δοκεῖν.

ἡ δὲ Ὁμήρου Πηνελόπη, διττὰς ὑποτίθεται πύλας ὀνείρων, καὶ ποιεῖ τοὺς ἡμίσεις ἀπατηλούς, ὅτι σοφὴ τὰ περὶ ὀνείρων οὐκ ἦν· εἰ γὰρ ἠπίστατο τέχνην ἐπ’ αὐτούς, πάντας ἂν διὰ τῶν κεράτων παρήνεγκεν.

πεποίηται γοῦν ἐξελεγχομένη καὶ ἀμαθίαν ὀφλισκάνουσα περὶ αὐτὴν δήπου τὴν ὄψιν, ᾗ μὴ δέον ἠπίστησε· χῆνες μὲν μνηστῆρες· ἐγὼ δέ τοι αἰετὸς ὄρνις, εἴμ’ Ὀδυσσεύς.

ὁ δὲ ἦν ὁμωρόφιος, καὶ πρὸς ὃν ἠδολέσχει διὰ τῆς ὄψεως.

δοκῶ μοι διὰ τῶν τοιούτων ἀκούειν Ὁμήρου λέγοντος, ὡς οὐκ ἄξιον ἀπογινώσκειν [οὔτε] ὀνείρων, οὐδὲ τὴν ἀσθένειαν τῶν χρωμένων ἐπὶ τὴν φύσιν μετατιθέναι τῶν ὁρωμένων.

παρ’ ὃ μηδὲ Ἀγαμέμνων δίκαιός ἐστιν ἐγκαλεῖν ἀπάτην ὀνείρων, κακῶς ὑπολαβὼν περὶ τῆς νίκης τῆς μαντευτῆς·

θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς

πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν.

πρόεισιν οὖν ὡς αὐτοβοεὶ τὴν πόλιν αἱρήσων, ὅτι τοῦ πανσυδίῃ παρήκουσεν, ὅ φησιν, εἰ πρὸς ἕνα τὸ Ἑλληνικὸν ἐξοπλίσειεν· τῷ δ’ Ἀχιλλεύς τε καὶ ἡ Μυρμιδόνων φάλαγξ ἀπόμαχος ἦν, τὸ εὐψυχότατον τοῦ στρατεύματος.

[14] Ἅλις ἐγκωμίων, καὶ καταβάλωμεν.

ἀλλ’ ἦ παρὰ μικρὸν ἀγνωμοσύνης ἑάλωκα· ὅτι μὲν ἀγαθὴ συνεκπλεῦσαί τε καὶ συγκαταμεῖναι, καὶ συνεμπορεύσασθαι, καὶ συστρατηγῆσαι καὶ πᾶσι πάντα συγκατεργάσασθαι, ταῦθ’ ἃ μικρὸν πρόσθεν εἶπον, τὰ δὲ εἰς αὐτὸν ἐμὲ παρ’ αὐτῆς οὔπω δημοσιεύσας.

καίτοι γε οὐδὲν οὕτω συνδιατίθεται τοῖς ἀνθρώποις, ὡς συμφιλοσοφεῖ, καὶ πολλὰ τῶν ὕπαρ ἀπόρων, ἐπειδὴ καθεύδοιμεν, τὰ μὲν ὅλα ἔφηνε, τὰ δὲ συνηυπόρησε.

γίνεται γάρ τι τοιοῦτον, ὡς νῦν μὲν ἐοικέναι πυνθανομένῳ, νῦν δὲ αὐτὸν εἶναι τὸν ἐξευρίσκοντα καὶ διανοούμενον· ἐμοὶ δὴ θαμὰ καὶ συγγράμματα συνεξείργασται.

καὶ γὰρ νοῦν ηὐτρέπισε, καὶ λέξιν ἐνήρμοσε, καὶ τὸ μὲν διέγραψε, τὸ δὲ ἀντεισήγαγεν.

ἤδη δέ ποτε καὶ τὴν ὅλην κατασκευὴν τῆς γλώττης ὑλομανοῦσάν τε καὶ φλεγμαίνουσαν ὀνομάτων καινότητι, ζήλῳ τῆς ἐκφύλου, τῆς ἀρχαίας Ἀτθίδος, ἡ δὲ διὰ θεοῦ νουθετήσασα, τὸ μέν τι εἰπόντος, τὸ δὲ τί ἐστιν εἰπόντος, τὸ δὲ δείξαντος ὄχθους τινὰς ἀπολεαίνειν ἐμπεφυκότας τῆς γλώττης, ἐπανήγαγέ τε ἐς τὸ σῶφρον, καὶ τὸ οἰδοῦν ἐκόλασε.

καὶ κυνηγετοῦντί ποτε συνεπαλαμήσατο μηχανὰς ἐπὶ τὰ σὺν τέχνῃ τῶν θηρίων καὶ θέοντα καὶ κρυπτόμενα, καὶ ἀπειπόντι δέ ποτε καὶ ἀναζευγνύντι προσεδρείαν ἐπέταξε, καὶ τὴν τύχην εἰς κυρίαν ὑπέσχετο, ὥστε ἥδιον θυραυλῆσαι πιστεύσαντα· ἡ δέ, ἐπειδὴ παρῆν, ἡ κυρία, καὶ ἡ τύχη παρῆν, ἥ γε ὑπέδειξεν ἐσμοὺς δικτυαλώτων καὶ δοριαλώτων θηρίων.

ἐμοὶ μὲν οὖν βίος βιβλία καὶ θήρα, ὅτι μὴ πεπρέσβευκά ποτε.

ὡς οὐκ ὤφελον ἀποφράδας ἰδεῖν ἐνιαυτοὺς τρεῖς ἐκ τοῦ βίου.

καὶ μέντοι τότε πλεῖστα δὴ καὶ μέγιστα ὠνάμην αὐτῆς.

ἐπιβουλάς τε γὰρ ἐπ’ ἐμὲ ψυχοπομπῶν γοήτων ἀκύρους ἐποίησε, καὶ φήνασα καὶ ἐξ ἁπασῶν περισώσασα, καὶ κοινὰ συνδιῴκησεν, ὥστε ἄριστα ἔχειν ταῖς πόλεσι, καὶ ἐς τὴν βασιλέως ὁμιλίαν τῶν πώποτε Ἑλλήνων θαρραλεώτερον παρεστήσατο.

ἄλλοις δὲ ἄλλων μέλει· ἡ δὲ πάρεστι πᾶσι δαίμων ἀγαθὸς οὖσα ἑκάστῳ, καὶ ἐπιτεχνωμένη τι ταῖς ἐν ἐγρηγορόσι φροντίσιν.

οὕτω σοφόν τι χρῆμα ψυχὴ σχολάσασα τοῦ κατακλυσμοῦ τῶν ἀγοραίων αἰσθήσεων ἐπεισαγουσῶν αὐτῇ παντοδαπὸν τὸ ἀλλότριον.

ἅ τε γὰρ ἔχει τὰ εἴδη, καὶ ὅσα παρὰ νοῦ δέχεται, μόνη γενομένη παρέχει τοῖς ἐστραμμένοις ἐπὶ τὰ εἴσω, καὶ τὰ παρὰ τοῦ θείου πορθμεύει.

συγγίνεται γὰρ αὐτῇ καὶ θεὸς ἐγκόσμιος οὕτως ἐχούσῃ, τῷ τὴν φύσιν αὐτῆς ὁμόθεν εἶναι.

[15] Τὰ μὲν δὴ γένη ταῦτα τῶν ἐνυπνίων θεσπεσιώτερά ἐστι, καὶ ἢ πάντως ἢ παρὰ μικρὸν πάντως τρανὰ καὶ σαφῆ, καὶ ἥκιστα τέχνης δεόμενα· ἀλλὰ ταῦτα μόνοις ἂν παραγένοιτο τοῖς κατ’ ἀρετὴν ζῶσιν εἴτε φρονήσει πεπορισμένην, εἴτ’ ἔθεσιν ἐγγενομένην.

εἰ δέ ποτε καὶ ἄλλῳ τῳ, μόλις μέν, ἀλλὰ γένοιτ’ ἄν· πάντως γε οὐκ ἐπὶ σμικρῷ δή τινι τῶν ἀρίστων γενῶν ἐνύπνιον τῷ τυχόντι παρέσται.

τὸ δὲ λοιπὸν καὶ πολὺ καὶ κοινότατον γένος, ἐκεῖνο ἂν εἴη τὸ ᾐνιγμένον, καὶ ἐφ’ ὃ δεῖ τὴν τέχνην παρασκευάσασθαι.

γένεσίν τε γὰρ ἔσχεν, ὡς οὕτως εἰπεῖν, ἄτοπον καὶ ἀλλόκοτον, καὶ ὡς ἐκ τῶν τοιούτων βλαστῆσαν ἀσαφέστατον πρόεισιν.

ἔχει γὰρ ὧδε περὶ αὐτοῦ· ὅσα φύσις ἔχει πάντων ὄντων, γενομένων, μελλόντων, ἐπεὶ καὶ τοῦτο τρόπος ὑπάρξεως, εἴδωλα ἀπορρεῖ, καὶ τῆς ὑποστάσεως αὐτῶν ἀποπάλλεται.

εἰ γὰρ ἕκαστον αἰσθητὸν εἶδός ἐστιν ὕλῃ συνδυασθέν, ἐφωράσαμεν δὲ τῆς ὕλης ἐν τῷ συνθέτῳ τὴν ἐκροήν, ὁ λόγος αἱρεῖ καὶ τὴν τῶν εἰδώλων φύσιν ἐξοχετεύεσθαι, ἵνα κατ’ ἄμφω τὰ μέρη τὴν τοῦ ὄντος ἀξίαν ἀρνήσηται τὰ γινόμενα.

τούτων ἁπάντων τῶν ἀπορρεόντων εἰδώλων τὸ φανταστικὸν πνεῦμα κάτοπτρόν ἐστιν ἐμφανέστατον.

περινοστοῦντα γὰρ ἄλλως καὶ διολισθαίνοντα στάσεως τῇ τε ἀοριστίᾳ τοῦ εἶναι καὶ τῷ παρὰ μηδενὸς τῶν ὄντων ἐπιγινώσκεσθαι, ἐπειδὰν ἐγκύρσῃ τοῖς ψυχικοῖς πνεύμασιν, εἰδώλοις μὲν οὖσιν, ἕδραν δὲ ἔχουσιν εἰς τὴν φύσιν, τούτοις προσαπερείδονται καὶ ὥσπερ εἰς ἑστίαν αὐτὰ ἀναπαύονται.

τῶν μὲν οὖν γενομένων, ἅτε ἤδη παρελθόντων εἰς τὴν τοῦ εἶναι ἐνέργειαν, σαφῆ τὰ εἴδωλα ἀποστέλλεται, μέχρις ἂν ὑπὸ χρόνου πλήθους ἀμενηνὰ καὶ ἐξίτηλα γένηται· τῶν δὲ ὄντων, ἅτε ἑστώτων ἔτι, μᾶλλον ἔμβια καὶ ἀριδηλότερα, ἀοριστότερα δὲ τῶν μελλόντων καὶ ἀδιάκριτα· προκυλινδήματα γάρ ἐστιν οὔπω παρόντων, φύσεως ἀτελοῦς ἐξανθήματα, οἷον ἀποσκιρτῶντα καὶ ἐξαλλόμενα σπερμάτων ἀποκειμένων αἰνίγ ματα.

ταύτῃ καὶ δεῖ τέχνης ἐπὶ μελλόντων· ἐσκιαγραφημένα γὰρ ἐπ’ αὐτοῦ πρόεισιν εἴδωλα, καὶ οὐκ ἐμφανεῖς εἰκόνες, ὥσπερ ἀπὸ τῶν ὄντων· θαυμαστά γέ τοι τὴν φύσιν ἐστὶ καὶ οὕτως ἔχοντα, ὅτι ἀπὸ μήπω γενομένων ἐγένετο.

[16] Ἀλλ’ ἤδη γάρ τι καὶ περὶ τῆς τέχνης ῥητέον, ὡς ἂν παραγένοιτο.

ἄριστον μὲν οὖν οὕτως παρεσκευακέναι τὸ πνεῦμα τὸ θεῖον, ὡς ἐφορείας ἀξιοῦσθαι νοῦ καὶ θεοῦ, ἀλλὰ μὴ δεξαμενὴν εἶναι τῶν ἀορίστων εἰδώλων.

τροφὴ δὲ ἀρίστη διά τε φιλοσοφίας γαλήνην ἐμποιούσης παθῶν, ὑφ’ ὧν κινηθέντων τὸ πνεῦμα, καθάπερ χώρα, καταλαμβάνεται, καὶ διὰ μετρίας διαίτης καὶ σώφρονος, ἥκιστα μὲν ἐξοιστρώσης τὸ ζῷον, ἥκιστα δὲ σάλον ἐμποιούσης εἰς τὸ ἔσχατον σῶμα· φθάνοι γὰρ ἂν ὁ κλόνος μέχρι τοῦ πρώτου, τὸ δὲ ἀτρεμές τε δεῖ καὶ ἀκλόνητον εἶναι.

ἀλλ’ ἐπειδὴ τοῦτο συνεύξασθαι μὲν ἅπαντι ῥᾴδιον, συγκατεργάσασθαι δὲ ἁπάντων ἀμηχανώτατον, ἡμεῖς δὲ βουλόμεθα μηδενὶ τὸν ὕπνον ἀνόνητον εἶναι, φέρε τινὰ κἂν τοῖς ἀορίστοις ὅρον ζητήσωμεν, τοῦτ’ ἔστι τέχνην περὶ τὰ εἴδωλα συστησώμεθα.

ἔχει δὲ οὕτως· ὥσπερ ἐπὶ τῶν διαποντίων πλεόντων, ὅταν ποτὲ σκοπέλῳ τινὶ προεντύχωσι, κᾆτ’ ἀποβάντες ἴδωσι πόλιν ἀνδρῶν, ὁσάκις ἂν τὸν αὐτὸν σκόπελον ἴδωσι, τὴν αὐτὴν πόλιν σημαίνονται· καὶ ὥσπερ ἐπὶ τῶν στρατηγῶν, οὓς οὐχ ὁρῶντες ἀπὸ τῶν προδρόμων ἴσμεν ὅτι παρέσονται· τῶν γὰρ αὐτῶν φανέντων, ἀεί ποτε παρεγένοντο· οὕτω καὶ τοῖς εἰδώλοις ἑκάστοτε σημαινόμεθα τὴν τῶν ἐσομένων ἐνέργειαν· πρόδρομα γάρ ἐστι ταῦτα τῶν αὐτῶν, καὶ ὅμοια τῶν ὁμοίων.

ὥσπερ οὖν κυβερνήτου κακία ταὐτοῦ σκοπέλου φανέντος μὴ ἐπιγνῶναι, μηδ’ ἔχειν εἰπεῖν παρ’ ἥντινα γῆν τὸ σκάφος σαλεύει, καὶ ὁ τοιοῦτος ἀτέκμαρτα πλεῖ, οὕτως ὁ τὴν αὐτὴν ὄψιν πολλάκις ἰδών, εἰ μὴ κατεσημήνατο τίνος αὐτῷ προφῆτις ἐγένετο πάθους ἢ τύχης ἢ πράξεως, ἀνοήτως χρῆται τῷ βίῳ, καθάπερ ὁ κυβερνήτης ἐκεῖνος τῷ σκάφει.

καὶ τὰς διοσημείας προαγορεύομεν ἐν εἰρήνῃ βαθείᾳ τοῦ περιέχοντος, περὶ τὴν σελήνην ἅλως ἰδόντες, ὅτι πολλάκις ἰδόντων οὕτω χειμὼν ἠκολούθησεν, τῇ μὲν ἰῇ ἀνέμοιο γαληναίης τε δοκεύειν, ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης.

αἱ δύο δ’ ἂν χειμῶνι περιτροχάοιντο σελήνην.

μείζονα δ’ ἂν χειμῶνα φέροι τρισέλικτος ἀλωή,

καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.

οὕτως ἐπὶ πάντων Ἀριστοτέλης τε καὶ ὁ λόγος φησίν· ἡ μὲν αἴσθησις μνήμην, ἡ δὲ μνήμη πεῖραν, ἡ δὲ πεῖρα τέχνην ἐποίησεν.

οὕτω καὶ τὴν ἐπὶ τοὺς ὀνείρους βαδίσωμεν.

[17] Ἤθροισται μὲν οὖν ἐνίοις ἤδη βιβλία συχνὰ τῆς τοιᾶσδε παρατηρήσεως· ἀλλ’ ἔγωγε αὐτῶν ἁπάντων καταγελῶ, καὶ ὀλίγον ὄφελος ἥγημαι.

οὐ γὰρ ὥσπερ τὸ σῶμα τὸ ἔσχατον τῶν καθωμιλημένων στοιχείων, ἡ σύνοδος δύναται δέξασθαι τέχνην καθόλου καὶ λόγον τῇ φύσει συμπαρατείνοντα· ὡς γὰρ ἐπὶ πλεῖστον ὑπὸ τῶν αὐτῶν ταὐτὰ πάσχει, μικρᾶς οὔσης ἐν τοῖς ὁμοειδέσι τῆς διαφορᾶς τῆς πρὸς ἄλληλα, καὶ τὸ παρὰ φύσιν ἔχον ἐν αὐτοῖς οὐ λανθάνει νοσοῦν, οὐδὲ χρώμεθα τῷ τοιούτῳ γνώμονι· οὐχ οὕτως ἐπὶ τοῦ φανταστικοῦ πνεύματος, ἀλλὰ καὶ τῇ πρώτῃ φύσει διενήνοχεν ἄλλο ἄλλου· ἄλλο γὰρ ἄλλῃ σφαίρᾳ προσήκει τῷ πλείονι τοῦ φυράματος· ἦ μάλα δὴ κεῖναί γε μακάρταται ἔξοχα πασέων ψυχάων ποτὶ γαῖαν ἀπ’ οὐρανόθεν προχέονται· κεῖναι δ’ ὄλβισταί τε καὶ οὐ φατὰ νήματ’ ἔχουσαι, ὅσσαι ἀπ’ αἰγλήεντος, ἄναξ, σέθεν, ἠδὲ καὶ αὐτοῦ ἐκ Διὸς ἐξεγένοντο, μίτου κρατερῆς ὑπ’ ἀνάγκης.

καὶ τοῦτ’ ἄρα ἦν, ὅπερ ᾐνίξατο Τίμαιος, διδοὺς ἑκάστῃ ψυχῇ σύννομον ἄστρον.

αἱ δὲ καὶ τῆς φύσεως ἐκστᾶσαι, τῷ φιλοχωρῆσαι περὶ τὴν ὕλην, ἡ μὲν ἧττον, ἡ δὲ μᾶλλον, ὡς ἑκάστη ῥοπῆς ἐδυστύχησε, τὸ πνεῦμα ἐμόλυνεν.

ἐνοικίζονται δὴ σώμασιν οὕτως ἔχουσαι, καὶ γίνεται βίος ὅλος ἐν ἁμαρτίᾳ καὶ νόσῳ τοῦ πνεύματος, αὐτῷ μὲν παρὰ φύσιν διὰ τὴν πρώτην εὐγένειαν· τῷ ζῴῳ δὲ κατὰ φύσιν, ὑπὸ γὰρ οὕτως ἔχοντος ἐψυχώθη· εἰ μὴ καὶ αὐτῷ φύσις ἐστὶν ἡ τάξις, εἰς ἣν ὑφ’ ἑαυτοῦ τάττεται κακίᾳ καὶ ἀρετῇ χρώμενον.

οὐδὲν γὰρ οὕτως ὥσπερ πνεῦμα εὐτράπελον.

πῶς ἂν οὖν ἐν τοῖς ἀνομοίοις καὶ φύσει καὶ νόμῳ καὶ πάθεσι, ταὐτὰ ἂν ὑπὸ τῶν αὐτῶν ἐμφανίζοιτο; οὐκ ἔστι τοῦτο, οὐδ’ ἂν γένοιτο.

πῶς δ’ ἂν γένοιτο τὸ τεθολωμένον ὕδωρ καὶ τὸ διαφανές, καὶ τὸ μένον καὶ τὸ κινούμενον ὑπὸ τῆς αὐτῆς μορφῆς ὁμοίως διατεθῆναι; εἰ δὲ καὶ ὁ θολὸς ἄλλος ἐν ἄλλῳ κατὰ διαφορὰς χρωμάτων, καὶ αἱ κινήσεις ἐν σχηματισμοῖς πλείοσιν, οὕτως ἂν ἓν μὲν εἴη τῷ γένει τὸ ἁμαρτεῖν τῆς ἀκριβοῦς εἰκόνος.

εἰ δ’ ἔστι διάφορον, εἴτ’ οὖν Φημονόη τις, εἴτε τῳ Μελάμπους, εἴτε ἕτερός τις ἀξιώσει καθόλου τι περὶ τῶν τοιούτων ἀφορίζειν καὶ διατάττεσθαι, πυθώμεθα αὐτῶν, εἰ φύσιν ἔχει καὶ τὸ ὀρθὸν καὶ τὸ διάστροφον κάτοπτρον, τό τε ἐξ ἀνομοίων ὑλῶν ὅμοιον ἀποδιδόναι τοῦ δεικνυμένου τὸ εἴδωλον.

ἀλλ’ ἐκεῖνοί γε οὐδὲ τὴν ἀρχήν, οἶμαι, πεφιλοσοφήκασί τι περὶ τοῦ πνεύματος.

τὸ δὲ οἰκεῖον αὐτῷ ὅπως ποτὲ ἔχον ἁπάντων ἠξίωσαν εἶναι κανόνα καὶ γνώμονα.

καὶ ἔγωγε οὐκ ἀναιρῶ τὸ καὶ διὰ πάντων εἶναι τῶν διαφερόντων ἐμφέρειαν, ἀλλὰ τὸ ἀσαφὲς διασπώμενον ἀσαφέστερον γίνεται· ἦν δὲ δήπου καὶ τὴν ἀρχὴν δυσεπίγνωστον τὸ τοῦ προεκθορόντος πράγματος εἴδωλον.

ἔτι δὲ χαλεπώτερον ἑλεῖν ἐν ἑκάστῳ τρόπῳ κοινῷ φαντάσματι παραπλήσιον.

[18] Διὰ ταῦτα μὲν ἀπογνωστέον τοῦ κοινοὺς ἅπασι νόμους γενέσθαι· ἑαυτὸν δέ τις ἕκαστος ὕλην ἐχέτω τῆς τέχνης· ἐγγραφέτω τῇ μνήμῃ τίσι καὶ πότε συνηνέχθη πράγμασιν, ἐπὶ ποδαπαῖς ποτε ταῖς ὄψεσιν.

οὐ χαλεπῶς ἕξις ἀθροίζεται περὶ τὸ σὺν χρείᾳ τινὶ μελετώμενον· ὑπομιμνήσκει γὰρ τῆς μελέτης ἡ χρεία, καὶ μάλιστα ὅταν εὐπορῇ τῆς ὕλης ἑκάστοτε.

τί δ’ ἂν ἐνυπνίων γένοιτο ἀφθονώτερον; τί δ’ ἐπαγωγότερον; ἃ καὶ τοὺς ἠλιθίους ἐφέλκεται, περὶ αὐτῶν τι φροντίσαι, ὥστε αἰσχρὸν ἂν εἴη τοὺς τὰ δέκα ἀφ’ ἥβης γεγονότας ἑτέρου μάντεως ἔτι προσδεῖσθαι, ἀλλὰ μὴ παρ’ ἑαυτῶν συνενηνοχέναι τῆς τέχνης πάμπολλα θεωρήματα.

σοφὸν δ’ ἂν εἴη καὶ γράφειν τά τε ὕπαρ καὶ ὄναρ ὁράματα καὶ συμπτώματα, εἰ μὴ πρὸς τὸ καινὸν τῆς ἐπινοίας ὁ τῆς πόλεως τρόπος ἀγροικιεῖται.

ἐπεὶ ἡμεῖς ἀξιώσομεν ταῖς καλουμέναις ἐφημερίσι τὰς ὑφ’ ἡμῶν ὀνομαζομένας ἐπινυκτίδας συνάπτοντας ἔχειν τῆς ἐν ἑκατέρᾳ ζωῇ διεξαγωγῆς ὑπομνήματα· ζωὴν γάρ τινα τὴν κατὰ φαντασίαν ὁ λόγος ἐτίθετο, νῦν μὲν βελτίω, νῦν δὲ χείρω τῆς μέσης, ὡς ἂν ὑγιείας ἔχῃ τὸ πνεῦμα καὶ νόσου.

οὕτως οὖν εἰς τὴν παρατήρησίν τι προὔργου ποιοῖμεν, ὑφ’ ἧς ἡ τέχνη συναύξεται, οὐδενὸς ἡμῖν ἐκ τῆς μνήμης διολισθαίνοντος, καὶ τὰ ἄλλα ἀστεία τις ἂν εἴη ψυχαγωγία, ἱστορίᾳ τιμᾶν ἑαυτὸν ἐγρηγορότα τε καὶ καθεύδοντα.

ἀλλὰ καὶ οἷς ἐπιμελές ἐστι τῆς γλώττης, οὐκ οἶδ’ εἴ τις ὑπόθεσις ἀντὶ ταύτης ἑτέρα παντοδαπὸν ἂν γύμνασμα γένοιτο τῆς ἐν τῷ λέγειν δυνάμεως.

εἰ γὰρ τὰς ἐφημερίδας ὁ Λήμνιος σοφιστὴς ἀγαθὰς εἴναι διδασκάλους φησὶ τοῦ περὶ ἅπαντος εὖ εἰπεῖν τῷ μηδὲ τῶν μειόνων ὑπερορᾶν, ἀλλ’ ἀνάγκην εἶναι διὰ πάντων ἰέναι φαύλων τε καὶ σπουδαίων, πῶς οὐκ ἄξιον ἄγεσθαι τὰς ἐπινυκτίδας εἰς ἑρμηνείας ὑπόθεσιν; ἴδοι δ’ ἄν τις ὅσον τὸ ἔργον, ἐπιχειρήσας συμπαρατείνειν τὸν λόγον τοῖς φάσμασιν, ὑφ’ ὧν χωρίζεται μὲν τὰ φύσει συνόντα, συνάγεται δὲ τὰ φύσει κεχωρισμένα, καὶ δεῖ τῷ λόγῳ τὸν μὴ πεφαντασμένον φαντάσαι.

[19] Ἀλλ’ οὔ τί γε φαῦλον τὸ ἔργον, ἐν τῇ ψυχῇ γενόμενον ἀλλόκοτον κίνημα διαβιβάζειν ἐφ’ ἕτερον.

ὅταν δὲ τῇ φαντασίᾳ ἐξωθῆται μὲν τοῦ εἶναι τὰ ὄντα, ἀντεισάγηται δὲ εἰς τὸ εἶναι τὰ μηδαμῆ μηδαμῶς μήτε ὄντα μήτε φύσιν ἔχοντα εἶναι, τίς μηχανὴ τοῖς οἴκοθεν ἀνεννοήτοις παραστῆσαι φύσιν ἀκατονόμαστον; ἡ δὲ ταῦτ’ οὔτε εἴδη πολλὰ καὶ ἅμα πάντα, οὐδὲ σὺν χρόνῳ φέρουσα δείκνυσι· καὶ μέντοι ταῦτα ὡς ἂν ἔχῃ τε καὶ ὀρέγῃ τὸ ἐνύπνιον.

οἰόμεθα γὰρ ἅπαν ὅ τι ἂν βούληται· ἐν οἷς ἅπασι καὶ τὸ διαγενέσθαι μὴ λίαν ἀσχημονοῦντα, τελειοτάτης ἂν εἴη ῥητορικῆς.

νεανιεύεται δὲ ἡμῶν καὶ κατ’ αὐτῆς ἤδη τῆς γνώμης, ἐνδιδοῦσά τι πλέον τοῦ οἴεσθαι· οὐδὲ γὰρ οὐδὲ ἀπαθῶς διακείμεθα περὶ τὰ θεάματα, ἀλλ’ ἰσχυραὶ μὲν αἱ συγκαταθέσεις τε καὶ προσπάθειαι, ἀποστυγοῦμεν δὲ οὐχ ἥκιστα, καὶ αἱ συχναὶ περὶ ταῦτα μαγγανεῖαι καθεύδουσιν ἐπιτίθενται· ἥ τε ἡδονὴ τότε δὴ καὶ μάλιστα μειλιχώτατον, ὡς ἐναπομόργνυσθαι ταῖς ψυχαῖς μίση καὶ ἔρωτας εἰς τὴν ὕπαρ ζωήν.

εἰ δή τις μέλλοι μὴ ἄψυχα φθέγγεσθαι, ἀλλ’ ὅτου χάριν ἐσπουδάσθη ὁ λόγος ἐπιτελεῖν, ἐν ταὐτῷ πάθει καὶ ταῖς αὐταῖς ὑπολήψεσι καθιστάναι τὸν ἀκουστήν, κινουμένων ἂν δέοιτο τῶν ῥημάτων.

ἤδη δέ τις ἅμα καὶ νικᾷ, καὶ βαδίζει, καὶ ἵπταται, καὶ χωρεῖ πάντα ἡ φαντασία· πῶς δ’ ἂν λέξις χωρήσειε; καὶ καθεύδει τις ὄναρ, καὶ ὄναρ ὁρᾷ, καὶ διανέστη καθεύδων, ὡς οἴεται, καὶ τὸν ὕπνον ἀπετινάξατο κείμενος, καὶ φιλοσοφεῖ τι περὶ τοῦ φανέντος ὀνείρου, καθὰ οἶδε, καὶ τοῦτο ὄνειρος, ἀλλ’ ἐκεῖνο διπλοῦς· εἶτ’ ἀπιστεῖ, καὶ οἴεται τὸ παρὸν ὕπαρ εἶναι, καὶ ζῆν τὰ φαινόμενα.

ἐντεῦθεν ἀνὰ κράτος ἡ μάχη, καὶ ὀνειρώττει τις ἀγῶνα πρὸς αὑτὸν, ἀπολιπεῖν τε καὶ διεγείρεσθαι, καὶ πεῖραν λαβεῖν ἑαυτοῦ, καὶ τὴν ἀπάτην φωρᾶσαι.

οἱ μὲν οὖν Ἀλωάδαι κολάζονται τὰ Θετταλῶν ὄρη τοῖς θεοῖς ἐπιτειχίζοντες· καθεύδοντι δὲ οὐδεὶς Ἀδραστείας νόμος ἐμποδών, τὸ μὴ οὐκ ἀπᾶραι τῆς γῆς εὐτυχέστερον Ἰκάρου, καὶ ὑπερπτῆναι μὲν ἀετούς, ὑπεράνω δὲ καὶ αὐτῶν γενέσθαι τῶν ἀνωτάτω σφαιρῶν.

καὶ τὴν γῆν τις ἀποσκοπεῖται πόρρωθεν, καὶ οὐδ’ ὁρωμένην τῇ σελήνῃ σημαίνεται.

ἔξεστι δὲ καὶ ἄστρασι διαλέγεσθαι, καὶ τοῖς ἀφανέσιν ἐν κόσμῳ συνεῖναι θεοῖς.

τό γέ τοι χαλεπὸν λεγόμενον, τότε ῥᾴδιον γίνεται, θεοὶ φαίνονται ἐναργεῖς· οὐδὲ τούτων μέντοι φθόνος οὐδὲ εἷς.

μετὰ γὰρ μικρὸν ἐπὶ γῆς οὐδὲ ἦλθεν, ἀλλ’ ἔστιν.

οὐδὲν γὰρ οὕτως ἐνυπνίων, ὡς τὸ κλέψαι τοὒν μέσῳ, καὶ μὴ σὺν χρόνῳ ποιῆσαι· εἶτα προβατίοις τε διαλέγεται, καὶ τὴν βληχὴν ἡγεῖται φωνήν, καὶ λεγόντων ξυνίησιν.

οὕτω μὲν καινόν, οὕτω δὲ πολὺ τὸ πλάτος τῶν ὑποθέσεων, εἴ τις αὐταῖς ἐπαφιέναι τοὺς λόγους θαρσήσειεν.

ἐγὼ μὲν γὰρ οἶμαι καὶ τοὺς μύθους ἐξουσίαν παρὰ τῶν ἐνυπνίων λαβεῖν, οἷς καὶ ταὼς καὶ ἀλώπηξ καὶ θάλαττα φθέγγονται.

ὀλίγα ταῦτα πρὸς τὴν αὐτονομίαν τῶν ὕπνων.

ἀλλὰ καίπερ ἐλαχίστη μερὶς τῶν ἐνυπνίων ὄντες οἱ μῦθοι, ὅμως ὑπὸ τῶν σοφιστῶν ἠγαπήθησαν εἰς παρασκευὴν ἑρμηνείας.

καίτοιγε οἷς ἀρχὴ τῆς τέχνης ὁ μῦθος, πρέπον ἂν γένοιτο τέλος ἐνύπνιον· καὶ πρόσεστι τὸ μὴ μάτην ἠσκηκέναι τὴν γλῶτταν, ὥσπερ ἐπὶ τῶν μύθων, ἀλλ’ εἶναι καὶ γνώμῃ σοφώτερον.

[20] Ἴτω δὴ πᾶς, ὅτῳ σχολὴ καὶ εὐμάρεια ζῆν, εἰς ἀναγραφὴν τῶν τε ὕπαρ καὶ ὄναρ αὐτῷ συμπιπτόντων· δαπανάτω τι τοῦ χρόνου, ἀφ’ οὗ κράτιστον μὲν τὸ παραγινόμενον ἀπὸ τῆς διανοίας τοῦ γράμματος, ἀγεῖραι τὴν μαντικήν, ἣν ὑμνήκαμεν, ἧς οὐδὲν ἂν γένοιτο πρᾶγμα πολυωφελέστερον.

οὐ μὴν οὐδὲ ἡ λέξις ἀπόβλητον τὸ τῶν πραγμάτων ἐφόλκιον· φιλοσόφῳ μὲν γὰρ ἂν γένοιτο παίγνιον, χαλῶντι τοῦ τόνου καθάπερ οἱ Σκῦθαι τὰ τόξα· ῥήτορι δὲ αὐτὴν ἐπιτάξωμεν κολοφῶνα τῶν ἐπιδείξεων.

ὡς οὐκ ἐν καιρῷ μοι δοκοῦσιν ἐμμελετᾶν τὴν δεινότητα Μιλτιάδῃ καὶ Κίμωνι καί τισι καὶ ἀνωνύμοις, καὶ πλουσίῳ καὶ πένητι τὰ ἐκ πολιτείας ἐχθροῖς, ὑπὲρ ὧν ἐγὼ καὶ πρεσβύτας ἀνθρώπους εἶδον ἐν θεάτρῳ ζυγομαχοῦντας· καίτοι γε ἤστην ἐπὶ φιλοσοφίᾳ μάλα σεμνώ, καὶ εἱλκέτην ἑκάτερος αὐτοῖν, ὡς εἰκάσαι, τάλαντα πώγωνος, ἀλλ’ οὐδὲν αὐτοὺς ἐκώλυσεν ἡ σεμνότης λοιδορεῖσθαί τε καὶ ἀγανακτεῖν, καὶ τὼ χεῖρε περιδινεῖν ἀκόσμως ἐν τῷ διατίθεσθαι λόγους ἀποτάδην ὑπὲρ ἀνδρῶν, ὡς μὲν ἐγὼ τότε ᾤμην, ἐπιτηδείων, ὡς δὲ ἔφθασαν οἱ μεταδιδάξαντες, οὔτε ὄντων, οὔτε γενομένων ποτέ, μὴ ὅτι ἐπιτηδείων, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἐν τῇ φύσει.

ποῦ γὰρ ἂν εἴη καὶ πολιτεία τοιαύτη, γέρας ἀριστεῖ διδοῦσα κτεῖναι πολίτην ἀντιπολιτευόμενον; καίτοι γε ὅστις ἐνενηκοντούτης ὢν πλάσμα ἀγωνίζεται, εἰς ποῖον καιρὸν ἀνατίθεται τὴν τῶν λόγων ἀλήθειαν; ὅλως δὲ οὐδὲ ἐπαΐειν μοι δοκοῦσι τοῦ τῆς μελέτης ὀνόματος, ὅτι φησὶ δι’ ἄλλο σπουδάζεσθαι· οἱ δὲ τὴν παρασκευὴν τέλος ἥγηνται, καὶ τὴν ὁδόν, ὡς ἐφ’ ὃ δεῖ βαδίζειν, ἠγάπησαν· τὴν γὰρ μελέτην ἀγῶνα πεποίηνται, ὥσπερ εἴ τις ἐν παλαίστρᾳ χειρονομήσας, ἀξιώσει παγκράτιον ἐν Ὀλυμπίᾳ κηρύττεσθαι.

τοσοῦτος ἄρα νοῦ μὲν αὐχμός, ἐπομβρία δὲ λέξεων τοὺς ἀνθρώπους κατέσχεν, ὡς εἶναί τινας, οἳ δύνανται λέγειν, οὐκ ἔχοντες ὅ τι δεῖ λέγειν, δέον ἀπολαύειν ἑαυτῶν, ὥσπερ Ἀλκαῖός τε καὶ Ἀρχίλοχος, οἳ δεδαπανήκασι τὴν εὐστομίαν εἰς τὸν οἰκεῖον βίον ἑκάτερος.

καὶ τοίνυν ἡ διαδοχὴ τοῦ χρόνου τηρεῖ τὴν μνήμην ὧν τε ἤλγησαν, ὧν τε ἥσθησαν.

οὔτε γὰρ κενεμβατοῦντας τοὺς λόγους ἐξήνεγκαν, ὥσπερ τὸ νέον τοῦτο τὸ σοφὸν γένος ἐπὶ συμπεπλασμέναις ταῖς ὑποθέσεσιν, οὔτε ἑτέροις κατεχαρίσαντο τὸ σφέτερον ἀγαθόν, ὥσπερ Ὅμηρος καὶ Στησίχορος τὸ μὲν ἡρωικὸν φῦλον διὰ τὰς ποιήσεις αὑτῶν ἐπικυδέστερον ἔθεσαν· καὶ ἡμεῖς ὠνάμεθα τοῦ ζήλου τῆς ἀρετῆς· αὐτοὶ δὲ τό γε ἐφ’ ἑαυτοῖς ἠμελήθησαν, περὶ ὧν οὐδὲν ἔχομεν εἰπεῖν, ἢ ὅτι ποιηταὶ δεξιοί.

ὅστις οὖν ἐρᾷ τοῦ παρ’ ἀνθρώποις εἰς ἔπειτα λόγου, καὶ σύνοιδεν ἑαυτῷ δυναμένῳ τίκτειν ἐν δέλτοις ἀθάνατα, μετίτω τὴν παρανομουμένην ὑφ’ ἡμῶν συγγραφήν.

θαρρῶν ἑαυτὸν παρατιθέσθω τῷ χρόνῳ· ἀγαθός ἐστι φύλαξ, ὅταν κατὰ θεόν τι πιστεύηται.