fr. 1
ἰὴ Παιὰν Ἥρακλες Ἀσκληπιέ,
fr. 2
πολλοὺς δ' ἐκ θανάτοιο ἐρύσατο δερκομένοιο
ἀστραφέεσσι πύλῃσιν ἐπ' αὐτῇσιν βεβαῶτας
Ἀΐδεω.
fr. 3
Φορμίγγων ἄνακτα Παιᾶνα κληίσω.
fr. 4
Ἵκεσθε Περγάμῳ νέοι,
Χαῖρ' ὦ ἄνα κισσεῦ {Διόνυσε}.
fr. 5
Ποιητὴς ἀέθλων τε βραβεὺς αὐτός τε χορηγός
σοὶ τόδ' ἔθηκεν, ἄναξ, μνῆμα χοροστασίης.
Οὐκ ἀφανὴς Ἕλλησιν Ἀριστείδης ἀνέθηκεν
μύθων ἀενάων κύδιμος ἡνίοχος.