4030 267 0 4 4 0 IV d. C. Retorica Libanius Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 64

Libanius - Declamatio XII

Τίμων ἐρῶν Ἀλκιβιάδου ἑαυτὸν προσαγγέλλει.

Προθεωρία.

   Χαλεπὸν τὸ ζήτημα. δύο γὰρ ἐναντία ἀλλήλοις ἤθη ὑποκρίνεσθαι δεῖ, μισάνθρωπον καὶ ἐρῶντα, καὶ ὁρᾶν χρὴ εἰ δι' ἑκατέρων πρόεισιν ὁ λόγος τῆς τῶν νοημάτων εἰσαγωγῆς οὐκ ἐλεγχούσης τὴν ἐναντίωσιν τὴν ἐν τοῖς ἤθεσι. δεῖ δὴ τὸν μισάνθρωπον πλεονάζεσθαι, δεῖ δὲ καὶ τὰ τῆς προσαγγελίας δοκεῖν χώραν ἔχειν. τὸ δὲ ἅψασθαι Ἀλκιβιάδου καὶ τὸν ἐκείνου βίον κακῶς εἰπεῖν πανταχοῦ καὶ ἐρῶντος ἂν εἴη καὶ μισανθρώπου.

[2]

Ἡ μελέτη.

[1]    Πάλιν ὑμῖν Τίμων εἰς βουλευτήριον οὐχ ὑπὲρ ὑμῶν τι διαπραξόμενος, οὐ γὰρ οὕτω μαίνομαι οὐδ' ἐπιλέλησμαί γε παντάπασιν ἐμαυτοῦ, μήποτε τοσοῦτον Ἀλκιβιάδης ἰσχύσειε καθ' ἡμῶν ὡς ἀποστῆσαί με δυνηθῆναι τοῦ τρόπου καὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἐκείνης ἣν ἐνεστησάμην, ἀλλ' ἐμαυτῷ τι χρῄζων παρ' ὑμῶν ἐπαγγεῖλαι. τοῦτο δέ ἐστιν ὃ πάντως που καὶ ὑμῖν πρὸς ἡδονῆς, δοθῆναί μοι τήμερον παρ' ὑμῶν ἀποθανεῖν, ἵνα μὴ Ἀλκιβιάδην ἴδω τὸν καλὸν μηδ' ὑμῖν δι' ἐκεῖνον ἀναγκάζωμαι προσομιλεῖν.

[2] ὡς ἕως μὲν ἐξῆν ἐπὶ τῆς ἐσχατιᾶς οἰκεῖν καὶ πόρρω τῆς ἀνθρώπων ὄψεως τυγχάνειν, τὸ ζῆν ἠδυνάμην καρτερεῖν· ἐπεὶ δὲ ἀπάγει τῆς ἐρημίας ἡμᾶς Ἀλκιβιάδης καὶ κινδυνεύω μηκέτ' εἶναι Τίμων μηδὲ μισάνθρωπος, ἐπὶ τὸν θάνατον καταφεύγω καὶ τὴν καλὴν ἐρημίαν τοῦ σκότους. εἰ γὰρ καὶ ἐξέστηκα διὰ τὸν ἔρωτα καὶ παρῆκταί μοι τὰ τῶν λογισμῶν, ἀλλὰ τοσοῦτον γοῦν μοι καταλείπεται ἐπιγινώσκειν δύνασθαι τὴν συμφορὰν καὶ τὴν ἀπαλλαγὴν ἥτις ἔσται ζητεῖν.

[3] ἐρῶν δὲ Ἀλκιβιάδου διὰ τὴν ὥραν τοῦ σώματος καὶ μαινόμενος ἐπὶ τῷ μειρακίῳ, πολὺν γὰρ εἰς ἡμᾶς ἀνῆψε τὸν πυρσόν, καὶ διὰ τοῦτο μάλιστα φιλεῖν αὐτὸν ἀναγκάζομαι, ὅτι μοι παρέσχε θανάτου πρόφασιν καὶ βαδίζειν ἐνταυθοῖ κατηνάγκασε μήτ' αὐτὸν ἔτι μήτ' Ἀθηναίων μηδένα μήτ' ἄλλον τινὰ ἀνθρώπων ὀψόμενον. εὔχομαι δὲ καὶ τοῖς ἄλλοις ἅπασιν ἐρασταῖς Ἀλκιβιάδου τὸν αὐτὸν παραστῆναι λογισμὸν καὶ λῦσαι ἅπαντας ἐθελῆσαι τὸν ἔρωτα τῷ θανάτῳ καὶ τὸ κώνειον ἀλλάξασθαι τῶν παρ' ἐκείνου προπόσεων. οὐδὲν γὰρ ἐμοὶ προτιμότερον τοῦ μετὰ τῶν ἀντεραστῶν ἀπολωλέναι.

[4]    Ἐμακάριζον οὖν πρότερον ἐμαυτὸν ἐπὶ τῇ μισανθρωπίᾳ καὶ μέγα μοι τοῦτο ἐνόμιζον ὑπάρχειν ἀγαθὸν τὸ τὴν ἀνθρώπων φύσιν ἥτις ἐστὶν ἐπιγινώσκειν καὶ ὡς κακῶν ἀνώτατον ἁπάντων τυγχάνει· πολὺ δ' εὐτυχέστερος ἡμῶν Ἀλκιβιάδης ἀναπέφηνεν. ἐμοὶ μὲν γὰρ ἐκ τοῦ μισεῖν οὐδὲν ἦν πλέον πλὴν αὐτὸ τοῦτο μόνον τὸ φεύγειν ἀνθρώπους, βλάπτειν δ' ἠδυνάμην οὐδένα· Ἀλκιβιάδῃ δὲ τὸ κάλλος πρὸς ὄλεθρον ἀνθρώπων ἀρκεῖ καὶ τοσοῦτον δύναται μόνον ὀφθεὶς ὅσον τὴν Γοργόνα φασὶν οἱ μῦθοι. διαφέρει δ' οὐδὲν ἢ λίθον τινὰ γεγονέναι ἢ παρὰ τοῦ δημίου δέξασθαι τὸ κώνειον. ἓν γὰρ καὶ ταὐτὸν ἀφ' ἑκατέρου τούτου γίνεται.

[5]    Ἀτυχῶ δ' οὐ νῦν πρῶτον, ὦ πεντακόσιοι, θανάτου καὶ προσαγγελίας ἄξια, οὐδ' ἐντεῦθεν ὅθεν τις οἴεταί μοι τὰ τῶν συμφορῶν ἐστιν, ἀλλ' ἀπ' ἐκείνης δυστυχῶ τῆς ἡμέρας ἀφ' ἧς παρελθὼν εἰς ἀνθρώπους ἔτυχον τῆς φύσεως καὶ τῆς προσηγορίας· ὡς εὐτυχέστερόν γε ἦν μηδὲ τὴν ἀρχὴν γενέσθαι ἤ, ἐπειδήπερ ἀναγκαῖον ἦν τὸ τοιοῦτον εἰς φῶς παρελθεῖν, ἕτερόν τι ζῶον, ἀλλ' οὐκ ἄνθρωπον εἶναι.

[6] τί γὰρ ἀνθρώπου μιαρώτερον; τί δέ; οὐχ ἥμερον μὲν τὸ ζῶον ἄχρι ῥήματος, ἄγριον δὲ καὶ ἀπηνὲς τοῖς ἔργοις; ποία γὰρ λεόντων ἐπ' ἀλλήλους στρατεία; τίς πόλεμος τοῖς ὁμογενέσι τῶν θηρίων πρὸς ἄλληλα; τίς ἐπιορκία παρ' ἐκείνοις; εἰπέ μοι. τίς συνθηκῶν παράβασις; τίς ἀπιστία τοσαύτη καὶ πλεονεξία; τίς χρυσοῦ παρ' ἐκείνοις καὶ πλούτου καὶ χρημάτων ἐπιθυμία; τίνας κώμους ἢ μέθας, τίνας ἴσασι καὶ μοιχείας;

[7] πάντων ἐλεύθερον τῶν τοιούτων κακῶν τὸ τῶν θηρίων γένος. τὸ δ' ὑμέτερον θησαυρός, ὡς ἂν εἴποι τις, τῶν χειρίστων ἐστί. θεοὺς μὲν γινώσκειν καὶ προσκυνεῖν ὑποκρίνεσθε, ἐπιορκεῖτε δὲ ῥᾷον ἢ φθέγγεσθε. καὶ θυσίας μὲν προσάγετε τοῖς βωμοῖς, ἀνατρέπετε δὲ αὐτοὺς ὀλίγον ὕστερον. τὸν δὲ βίον ἅπαντα τὸν ὑμέτερον πολέμων μεστὸν καὶ κακῶν ἐποιήσασθε. ἀρξάμενοι δὲ ἀπὸ τῶν αἰσχίστων καταλύετε τὸν βίον ἐν τοῖς δεινοτάτοις ἐπιτηδεύμασι.

[8] τὰ πρῶτα τῆς ἡλικίας ὑμῖν πορνεῖαι καὶ μοιχεῖαι καὶ τὰ αἴσχιστα πληροῦσι, τὰ δ' ἐν ἀκμῇ φόνοι, λῃστεῖαι, ἱεροσυλίαι, πᾶν ὅ τι τις ἂν εἴποι κακόν, τὰ δὲ τοῦ γήρως εἰρηνικὰ μέν, ὑπερβολὴν δ' οὖν ἔχοντα συμφορῶν. διαδέχεται γὰρ ὑμᾶς τὰ δικαστήρια κἀνταῦθα [ἔχοντες] συκοφαντοῦντες διαρρήγνυσθε δραχμῶν ἐλαχίστων τοὺς θεούς, τοὺς νόμους, τὴν ὁσίαν, πάντα ἀποδιδόμενοι.

[9]    Λέγω δὲ οὐ καθ' ὑμῶν ταῦτα μόνον, κατὰ πάντων δὲ ἀνθρώπων ἁπλῶς καὶ τῆς κοινῆς φύσεως. ὥσπερ γάρ τινος ἐμπλησθέντες κακοῦ ταὐτὰ νοσεῖτε πάντες. φαίνεταί τις δυσειδής· ὀνειδίζεται. τὴν ὄψιν εὐπρεπής ἐστι· πορνεύει, μοιχεύει. πάλιν ἕτερος ὡραῖος τυγχάνων ἑταιρεῖ, πορνεύεται. ἀνδρεῖος τίς ἐστι· πρὸς λῃστείαν ἀποχρῆται τῇ φύσει. δεινὸς εἰπεῖν· συκοφαντεῖ. δικάζειν ἐγχειρεῖ· τὰ τῆς ἐπιορκίας ἕπεται. φιλοσοφεῖν ἐπιχειρεῖ· γόης ἐστὶ καὶ τὰ οὐράνια πολυπραγμονεῖ.

[10]

Τίμων μισάνθρωπος, ἀλλ' Ἀλκιβιάδης οὐκ ἐᾷ σωφρονεῖν. ταύτης ἐγενόμην τῆς φύσεως, τοῦτον ἐπλήρωσα τὸν κατάλογον, ἐν τούτοις ἐξητάσθην τοῖς κακοῖς. ἆρ' οὖν οὐχ, ὅπερ ἔφην, ἐκ πρώτης ἡλικίας θανάτου καὶ προσαγγελίας ἔπραττον ἄξια; ἆρ' οὐ δικαίως μισάνθρωπος ἐγενόμην; νυκτὸς λῃστεῖαι, μεθ' ἡμέραν τὰ δικαστήρια, μοιχεῖαι καὶ κῶμοι πάλιν ἀπὸ τῆς ἑσπέρας. Ἡράκλεις, τῆς διαδοχῆς τῶν κακῶν καὶ τῆς συνεχείας.

[11] ἀλλ' ἐπειδὴ θεῶν τις ἀφείλετό μου τὴν ἀχλὺν καὶ τὴν ψυχὴν ἐκάθηρε τὴν ἐμὴν καὶ κατὰ τὸ γράμμα τὸ Δελφικὸν ἔγνων ἐμαυτὸν καὶ τί ποτ' ἐστὶν ἄνθρωπος καὶ ὅσον κακόν ἐστι συνεῖδον καὶ ὥσπερ φυγῆς σύνθημα λαβὼν πόρρω μὲν τῆς πρὸς ἀνθρώπους ὁμιλίας ἐγενόμην, τὴν δ' ἐσχατιὰν καταλαβὼν καὶ τὴν ἐρημίαν ἀσπασάμενος ἤμην ἐπ' ἐμαυτοῦ τὴν ἐκκλησίαν καὶ τὸ βῆμα καὶ τοὺς ἐνταυθοῖ θορύβους ἄστροις, τοῦτο δὴ τὸ τοῦ λόγου, τὸ λοιπὸν τεκμαιρόμενος, πόλεμον δ' ἄσπονδον πρὸς τὴν φύσιν ἀναδεξάμενος, ζηλωτόν τινα καὶ μακάριον διῆγον βίον οὐ θεώμενος ἄνθρωπον, οὐκ ἀκούων οὐδενός, οὐ προσομιλῶν, ὀλίγα τῷ κυνὶ διαλεγόμενος, καὶ τοῦ πυρὸς εἴ τις προσίοι μετασχεῖν ἐθέλων, κἀκείνῳ φθονῶν, συστέλλων τὰς ὄψεις, πάλιν ἐπιβάλλων τὰς χεῖρας ταῖς ἀκοαῖς, εἴ πού τις ἀνθρώπων κτύπος προσιόντων ἠκούετο.

[12] καὶ τὸν τοῖχον δ' ἐξώρυττον, εἴπου τινὰ γεγραμμένον ἴδοιμι ἄνθρωπον, καὶ τὴν ἐμαυτοῦ σκιὰν συνεχῶς ἀπεδίδρασκον, ὅτι δὴ πολλάκις ἐφιστάμενος τοῖς νάμασιν ἄνθρωπον ἐμαυτὸν ἑώρων διὰ τῆς εἰκόνος. ἐμίσουν δὲ καὶ τῶν ὀνείρων ἐκείνους οἳ πρὸς τὴν τῶν ἀνθρώπων ὁμιλίαν ἡμᾶς ἦγον, καὶ συνεχῶς ἐκ μέσων ἀνεπήδων τῶν ὕπνων οὐ φέρων τὴν θέαν. καὶ ἐμαυτὸν δ' ἐμίσουν πολλάκις, ὅτι δὴ τὴν φύσιν ἄνθρωπος ἦν. ἐλύπει δέ με κἀκεῖνο, νὴ τοὺς θεούς, εἴποτ' ἐνθυμηθείην ὡς ἄρα μνήμην τινὰ ἔχουσι παρ' ὑμῖν τινές. οὐδὲ γὰρ οὐδὲ ἄχρι ῥήματος καὶ ψιλῆς ὑπονοίας ἠβουλόμην παρ' ὑμῖν μνημονεύεσθαι.

[13]

τοσοῦτον δέ μοι περιῆν τοῦ φίλτρου τοῦ πρὸς ἄνθρωπον ὥστε καὶ μέχρι θεῶν καὶ τῶν ἀγαλμάτων ἐξετείνετο τὸ μῖσος, ὅτι δὴ τούτους οἱ κατάρατοι πρὸς τὴν αὑτῶν μορφὴν ἐξετύπουν ἄνθρωποι. καὶ τοὺς Αἰγυπτίους ἐμίσουν μέν, τί γὰρ οὐκ ἔμελλον ἀνθρώπους ὄντας; καθ' ἓν δὲ τοῦτο ἀπεδεχόμην, ὅτι δὴ τὰ τῶν θεῶν ἀγάλματα οὐκ ἀνθρωποειδῆ, θηριωδέστερον δέ τινα ἔχοντα τὸν τύπον κατεσκεύαζον πολὺ ‹πλέον› τῶν ἀνθρώπων τοὺς κύνας πρέπειν θεοῖς πρὸς τὴν εἰκασίαν πιστεύσαντες.

[14] ηὐχόμην δὲ τὴν Φαέθοντος διφρείαν ἐπιστῆναί ποτε καὶ τὸν πολὺν κατακλυσμὸν ἐκεῖνον ὃν οἱ ποιηταὶ θρυλοῦσιν. οὐδὲν γὰρ ἂν ἦν εὐτυχέστερον ἢ τὸ σύμπαν τῶν ἀνθρώπων γένος ἀφανισθῆναι πυρὶ καὶ σιδήρῳ καὶ ὕδατι καὶ τὴν γῆν ὥσπέρ τινος νοσήματος ἀπαλλαγῆναι καθαρθεῖσαν τῷ πυρί.

[15]    Ταῦτα ἐλογιζόμην, τοῦτον ἔζων τὸν βίον, ἐπὶ τοσαύτης διῆγον εὐδαιμονίας καὶ τὸ καλὸν πρόσρημα μισάνθρωπος ὠνομαζόμην, ἀλλ' οὐ Τίμων ἔτι, τὴν προσηγορίαν ἀπὸ τοῦ τρόπου μεταλαμβάνων. ἀλλ' ὁ φθόνος καθ' ἡμῶν ἴσχυσε καὶ δαίμων τις πονηρὸς ἀνέτρεψέ μου τὸν βίον καὶ κρείττων ἐγένετο τῆς ἐμῆς προθέσεως. καὶ θεῖόν τι φάντασμα καὶ κάλλος οὐράνιον τὴν Ἀλκιβιάδου μορφὴν ὑπελθὸν εἰς ἡμᾶς ἐκώμασε. καὶ τὸ αὐτὸ πέπονθα ταῖς Βάκχαις αἳ τῷ Διονύσῳ πληγεῖσαι οὐ δύνανται μένειν ἐφ' ἑαυτῶν, Τίμων εἰς ἄστυ, Τίμων εἰς ἐκκλησίαν πολλῶν ἀκούων, πάντας ὁρῶν, θορύβου καὶ κραυγῆς ἀνεχόμενος.

[16] τῆς ἀπιστίας, Ἄπολλον, καὶ τῆς ἐξαίφνης μεταβολῆς. ἐσχατιὰ μὲν ἡ φιλτάτη καὶ ἡ συνήθης ἐρημία καὶ τὸ στερρὸν τοῦ τρόπου καὶ ὁ μισάνθρωπος καὶ πάντα ἐκποδών, κινδυνεύω δὲ ἀνθινὰς ἤδη φορεῖν καὶ στεφανοῦσθαι καὶ κωμάζειν καὶ ταινίαις ἀναδεῖσθαι καὶ πίνειν ἄκρατον καὶ μεθύειν μισάνθρωπος ὤν.

[17] οὐκ ἦν ἄρα τὸ περὶ Ἡρακλέους λεγόμενον μῦθος ἄλλως καὶ ποιητῶν τις ἐξουσία, ἀλλὰ κἀκεῖνον βάρβαρός τις γυνὴ καὶ Λυδὴ τὴν λεοντῆν περιείλετο καὶ δουλεύειν ἠνάγκασεν ἑαυτῇ τῷ κάλλει δέσμιον ἔχουσα. ἀλλ' ἐκεῖνος μὲν σωφρονῶν ἐπὶ τὴν πυρὰν ἐκεῖθεν ὥρμησεν, ἐγὼ δὲ ἐπὶ τὸ βάραθρον, ὅσον οὐδέπω. οὐ γὰρ ἐλάττων ὁ τοῦ Κλεινίου τῆς Ὀμφάλης εἰς τὸ διαφθείρειν ἐστίν.

[18]    Ἕως οὖν ἔτι σωφρονῶ καὶ τῶν ὀφθαλμῶν ἄπεστιν Ἀλκιβιάδης τῶν ἐμῶν, ἐπινεύσατε πρὸς τὴν χάριν. ὡς εἴ γε ὀφθείη μόνον, οὐδ' ἂν βούλησθε κατακρίνειν, ἀνέξομαι. δύο γὰρ ἔχω ψυχάς, τὴν μὲν τοῦ τρόπου, τὴν δὲ ὅλην Ἀλκιβιάδου καὶ τοῦ κακοῦ. ὅταν γὰρ τὸ κάλλος ἐνθυμηθῶ καὶ τὴν ὥραν Ἀλκιβιάδου καὶ τὸ βλέμμα καὶ τὸ βάδισμα καὶ τοὺς πολλοὺς κόλακας καὶ τοὺς ἀντεραστὰς τοὺς ἐμούς, ἐξανδραποδίζομαι καὶ παραδίδωμι δέσμιον ἐμαυτὸν καὶ πάντων προτιμότατον ἡγοῦμαι τὸ συνεῖναι τῷ μειρακίῳ.

[19] τὴν φύσιν δὲ ὅταν λογίσωμαι πάλιν καὶ τὸ κακὸν ὅσον εἶσιν ἐπ' ἐμαυτὸν καὶ ὡς ἄνθρωπος Ἀλκιβιάδης καὶ ὡς ἀνθρώπου Τίμων ἐρῶ, μισεῖν μὲν Ἀλκιβιάδην οὐδὲ οὕτω δύναμαι, μὰ τοὺς θεούς, κατ' ἐμαυτοῦ δὲ χρῶμαι τῷ τρόπῳ καὶ τὸν δήμιον ἤδη καὶ τὸ κώνειον ὥσπερ ὤνιόν τι φάρμακον καὶ ἀλεξίκακον προσδοκῶ.

[20]    Ὅθεν δ' εἰς τοῦτο ἤχθην, γελάσετε μὲν οἶδ' ὅτι πάντες ἀκούσαντες, λέξω δὲ ὅμως. τί γὰρ δεῖ τῷ λόγῳ παραιτεῖσθαι νῦν ἃ τοῖς ἔργοις ὑπέστην ὁ κακοδαίμων;

   Ἦν ἐπ' ἐρημίας ἐμαυτῷ διαλεγόμενος καὶ τῆς ἡσυχίας ἀπολαύων καὶ πολλὰ καταρώμενος τῇ Τύχῃ, διότι μὴ πρὸ πολλοῦ ταύτην κατέστησέ μοι τὴν γνώμην καὶ τὸ μῖσος τὸ πρὸς ἀνθρώπους. ἤδη δὲ τῆς ὥρας οὔσης πρὸς ἑσπέραν ἐπέστη μεθύων Ἀλκιβιάδης καὶ μισάνθρωπον εἰπὼν καὶ Τίμωνα χαίρειν καὶ τὰ τοιαῦτα περὶ τὴν ἐσχατιὰν ‹ἦν› βαλλόμενος ὑπ' ἐμοῦ ταῖς βώλοις καὶ τὰς προσηκούσας αὐτῷ βλασφημίας ἀκούων, ἕως ἦλθε πάλιν.

[21] καὶ παρῆν Ἀλκιβιάδης σεμνὸς ἀφ' ἱματίου ὥσπερ πάγην τινὰ καθ' ἡμῶν τὸ κάλλος προβεβλημένος. καὶ τί φησιν; ὁμότροπός σοι, Τίμων, ἔφη, καὶ κοινωνὸς τῆς ἐσχατιᾶς ἥκω. μὴ δὴ μισάνθρωπος ἄγαν καὶ πρὸς τοὺς ὁμοίους. καὶ τὰ τοιαῦτα πρὸς ἡμᾶς διελέγετο μειδιῶν. ἀλλ', ἔτι γὰρ ἐσωφρόνουν καὶ κρείττων ἦν ὁ λογισμὸς τοῦ κακοῦ καὶ πρὸς τὴν θέαν ἄτρωτος ἦν, [οὐκ] ἠνεσχόμην, οὐκ ἐκφθαρήσῃ δὲ ἔφην, οὐκ εἰς σαυτόν, οὐκ εἰς τὸ βάραθρον χωρήσεις; μαλακιζόμενος πολίτης εἰς Τίμωνος ἥκεις; ἢ ἐν τοῖς Καλλίου κωμάζειν νομίζεις ἢ πρὸς Σωκράτην ἀφῖχθαι καί τινι τῶν ἐραστῶν διαλέγεσθαι.

[22] πολὺ τὸ καθ' ἡμᾶς, Ἀλκιβιάδη, τῶν σῶν ἐπιτηδευμάτων κεχώρισται, ἡ πενία τοῦ πλούτου, τῆς μέθης ἡ σωφροσύνη, τῶν κώμων καὶ τῆς ἀσελγείας ἡ παρ' ἐμοὶ καρτερία, τῆς πόλεως ἐν ᾗ κωμάζεις ἡ κακοδαίμων ἐσχατιὰ διὰ τὴν σὴν ἔφοδον. σὺ μὲν Ἀγάθωνα καὶ Σωκράτην, μᾶλλον δὲ τὸν δῆμον ὅλον ἐραστὴν αὐχεῖς, ἐμοὶ δὲ ἀπεναντίον ὁ τρόπος. μισῶ γὰρ οὐκ Ἀθηναίους μόνον, ἀλλὰ καὶ πάντας ὅσοι τοιαύτης εἰσὶ φύσεως.

[23] τί δὲ τὴν Ταυρέου παλαίστραν καταλιπὼν καὶ τὸ πολὺ τῶν ἐραστῶν σύνταγμα ἥκεις εἰς ἐρημίαν οὗ μηδείς σε ὄψεται; τί δ' ἐραστόν σοι παρ' ἐμοί; τί δέ σε ἤγαγεν ἐνταυθοῖ, πρὸς θεῶν; οὐ γὰρ παῖδας Δωριεῖς ἢ παρθένους ἐξ Ἰωνίας ἢ πολὺν ἄκρατον εὑρήσεις παρ' ἐμοί. τί οὖν ἐνοχλεῖς δωρεὰν Τίμωνα; τί δὲ τὸν ἐμὸν τρόπον ἐκφέρεις εἰς τοὺς πολλούς; τί δ' ἐξορχῇ τὸν ἡμέτερον βίον; οὐκ ἀρκεῖ τὰ μυστήρια;

[24]    Ταῦτα βοήσας καὶ διαρραγείς, ὡς ἀπηλλάττετο τὸ μειράκιον, μετοικίζεσθαι διενοούμην καὶ τὴν ἀποικίαν πορρωτάτω στέλλειν τῆς ἐρημίας. ὁ δ' ἐγγύθεν ἐφειστήκει πάλιν καιρὸν ἀναχωρήσεως οὐκ ἐνδιδούς. πολλὰς ἐφόδους ἤνεγκα, πολλὰς Ἀλκιβιάδου προσβολὰς ἀπεωσάμην. τὸ τελευταῖον δὲ μεγάλῳ τινὶ μηχανήματι τοῦ κάλλους κατασεισθεὶς κατηνέχθην. καὶ τρόπαιον καθ' ἡμῶν ἔστησεν Ἀλκιβιάδης καὶ τὸν ἐμὸν ἤλεγξε τρόπον καὶ τὴν φύσιν ἀσθενεστέραν τὴν ἐμὴν τῆς τοῦ σώματος ὥρας ἔδειξε. δέσμιος δὲ διὰ τὸν ἔρωτα οἰκτρός, αἰχμάλωτος ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὴν πόλιν ἤχθην ὁ μισάνθρωπος καὶ οὐχ ἑνός, τρισμυρίων δὲ θανάτων ἄξιος.

[25] τίς κακοδαιμονέστερος Τίμωνος ἕτερος ἂν γένοιτο; βοῶν, ὦ κακὴ κεφαλή, λοιδορούμενος, μισάνθρωπος ὤν, ἀπελαύνων τοῖς λίθοις, μισῶν καὶ μέχρι ῥήματος Ἀλκιβιάδην τὸν ἔρωτα ἐδέξω καὶ πρὸς ἀνθρώπους ἐσπείσω καὶ πρὸς τὰ χείριστα ηὐτομόλησας ἀπὸ τῆς γενναίας ἐκείνης τάξεως τοῦ βίου.

[26] μαίνομαι καὶ παραπαίω, νὴ τοὺς θεούς, καὶ τὰ παρόντα ὄναρ εἶναι δοκεῖ. ἄνθρωπόν τινα ἀγαπῶ; στέργω δέ τινα ταύτης ὄντα τῆς προσηγορίας; ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχει. οὐκ ἔστιν Ἀλκιβιάδης Ἀθηναῖος οὐδ' ἄνθρωπος, μὴ τοῦτο ὑπολάβητε, θεῖον δέ τι φάντασμα ἐξ οὐρανόθεν ἧκον ἐν ἡμῖν πλανᾶται καὶ κάλλους τις ἀρχέτυπος εἰκὼν ἐν τοιούτῳ φαίνεται τῷ σχήματι. πάλιν ἐπιδημία θεῶν, πάλιν ἐπιφοίτησις εἰς τὴν Ἀττικὴν τῶν κρειττόνων. Ἀπόλλων τις ἕτερος ἐκ Δήλου πάλιν πρὸς ἡμᾶς ἀφῖκται.

[27] Διόνυσός τις οὗτος δεύτερος ἐκ Θηβῶν εἰς τὴν Ἀττικὴν κωμάζει πλεῖστα φέρων τῆς θείας φύσεως γνωρίσματα καὶ τῆς πρὸς τὸν θεὸν ὁμοιότητος. κόμαι μὲν αὐτῷ τοῖς κροτάφοις ἐπισείονται Βακχικαὶ τοῖς στεφάνοις ἤδη καὶ τοῖς ἄνθεσι πρὸς κόσμον ἀνθοῦσαι, ὀφθαλμοὶ δ' ἀφιᾶσι βολὰς ταῖς ἡλίου μαρμαρυγαῖς ἁμιλλωμένας γαῦρον ἤδη καὶ προσηνὲς ὁρῶντες, καταλάμπονται δὲ παρειαὶ ταῖς γλήναις αὐτῷ, τὸ δ' ἐρύθημα τοῦ προσώπου τῷ τῶν λαμπάδων ἀνταστράπτει πυρί, γέλως δὲ τοῖς χείλεσιν ἐπανθεῖ. χορεύει δ' ἴσα τῷ θεῷ διάδετος μὲν ταινίαις καὶ τοῖς στεφάνοις τὰς κόμας, ποδήρει δὲ ἀστράπτων χιτῶνι καὶ καταπάστοις ἁλουργήμασιν ἐμπρέπων καὶ πολὺν ἄκρατον ἐπιχέων πανταχοῦ.

[28]

ὁ δὲ καὶ τοὺς κόλακας ἀντὶ τῶν Σατύρων ἔχει καὶ τὸν αὐλὸν ἐπάγεται πρὸς τὸν θίασον καὶ τὴν σύριγγα τὴν Πανικήν, καὶ γυναῖκες ἀντὶ τῶν Βακχῶν αὐτῷ πρὸς τὴν χορείαν ἀρκοῦσιν, ὁ δὲ εὐδαίμων Σειληνὸς ὁ τὸν Διόνυσον πολλάκις ὑπὸ τῷ τρίβωνι περιπτυξάμενος παρακολουθεῖ κωμάζων ὁ σοφὸς Σωκράτης. πολὺς δὲ καὶ πανταχοῦ τῆς Ἑλλάδος ὁ θεός. καὶ τὸν Ὀλύμπιον δὲ [καὶ] οὗτος εὐτυχεῖ πρὸς γένους καὶ πολιτειῶν, ὥσπερ φασὶ πρότερον τὸν θεὸν τὸν μυστικὸν βακχεύοντα καὶ δᾳδουχοῦντα καὶ τὰς ἐξ Ἀνακτόρου λαμπάδας αἰωροῦντα. ἀλλ' οὐ θεός, ἀλλ' ἄνθρωπος Ἀλκιβιάδης. ἀλλ' Ἀλκμαιωνίδης, ἀλλ' ἐξ Ἱππονίκου καὶ τῆς μεγάλης οἰκίας καὶ Μεγακλέα καὶ Κλεινίαν καὶ τὸ πρὸς μητρὸς Περικλέα καὶ τὴν Δεινομάχην αὐχῶν.

[29]    Τί οὖν; βούλομαι ἀποθανεῖν. ἐρῶ δικαιότερον ἔρωτα πρέποντα ἐμαυτῷ. τοῦ μὲν γὰρ Κλεινίου παιδὸς διὰ τὴν συμφορὰν ἐρῶ, τοῦ θανάτου δὲ διὰ τὸν τρόπον. εἰ γὰρ καὶ ἱπποτρόφος Ἀλκιβιάδης καὶ τὸν κότινον ταῖς ἱππικαῖς πολλάκις νίκαις ἀναδησάμενος καὶ ῥήτωρ ἄριστος καὶ δημαγωγὸς καὶ στρατηγὸς παρευδοκιμῶν ἤδη καὶ τὸν Νικίαν καὶ μείζω Περικλέους ἀξιῶν φρονεῖν καὶ τὸν Ὀλύμπιον δεύτερον ἀποφαίνων τῷ μεγέθει τῶν ἐγχειρημάτων καὶ κάλλιστος ὑπὲρ τὸν Νιρέα καὶ τὸν ἐκ Θετταλίας ἐκεῖνον ὃν Ὅμηρος εἰς ὥραν τὰ πρῶτα ἐπαινεῖ, ἀλλ' ἄνθρωπος Ἀλκιβιάδης, ὦ κακόδαιμον Τίμων, δυσμενὴς ἐκ προσηγορίας. σὺ δ' ἐξέστηκας καὶ μελαγχολᾷς· δεῖ σοι κωνείου.

[30] καταφεύγω δὴ πρὸς τὸν νόμον ὃς τοῖς βουλομένοις ἀποθνήσκειν δίδωσι ῥᾳστώνην. καὶ τοῖς λίθοις ἤδη βάλλεσθαι ὑφ' ὑμῶν ἀξιῶ. δυστυχῶ δὲ θανάτου καὶ προσαγγελίας ἄξια καὶ πάντων δικαιότερός ‹εἰμι› ἀπολαύειν τούτου τοῦ νόμου ὃν πάντων παρ' ὑμῖν μᾶλλον ἐπαινῶ τῶν νόμων, ὅτι τοὺς ἀνθρώπους ἀποθνήσκειν βούλεται.

[31]    Εἶεν· ἀλλ' ἀντιλαμβάνεταί τις συκοφάντης τῆς σωτηρίας τῆς ἐμῆς καὶ τί πέπονθας θανάτου ἄξιον ἐρωτᾷ καὶ τὸν νόμον ἐφ' ἑτέροις κεῖσθαί φησιν ἀτυχήμασιν. εἶτα οὐκ εἰκότως μισάνθρωπος ἐγενόμην; εἶτ' οὐ δικαίως ἀποθνήσκειν βούλομαι καὶ τῆς μετ' ἀνθρώπων ἀπαλλάττεσθαι κοινωνίας; βασκαίνεις ἀποθανεῖν βουλομένῳ; φθονεῖς μοι τοῦ θανάτου; μὴ γὰρ στέφανον ἢ δωρεὰν αἰτῶ παρὰ τοῦ δήμου; μὴ γὰρ σιτήσεως ἢ τιμῆς τινος βούλομαι τυχεῖν; σὺ δὲ ἀπόθνησκε παρελθὼν καὶ συνήγορον ἕξεις Τίμωνα, καὶ τὸ κώνειον εἰ βούλει παρ' ἐμοῦ λαμβάνειν καὶ δήμιον ἐπιγράφεσθαι Τίμωνα, διακονεῖν ἀντὶ παντὸς ἔσται μοι.

[32] τί δ' εὐνοίας ἔχων πρός με τεκμήριον, τί δὲ φιλίας δίκαιον, τί δέ, ὦ κακὴ κεφαλή, κερδαίνων περιεῖναι Τίμωνα βούλει; συγγενής εἰμί σοι; ἀδελφός; ἑστιάσεως ἐκοινώνησά σοι; θυσιῶν; πανηγύρεων; οὐκ ἄνθρωπος μὲν ὑπάρχεις, μισάνθρωπος δ' ἐγώ; μὰ τοὺς θεούς, οὐδ' εἰ Ἀλκιβιάδης ἀντελαμβάνετο παρών, ἠνεσχόμην ἂν τὸ πρᾶγμα. προτιμότερα γάρ μοι τοῦ Κλεινίου παιδὸς τὰ τοῦ θανάτου παιδικὰ φαίνεται.

[33]    Ἀλλὰ ποῖον ἀπολώλεκα παῖδα; ἐρωτᾷ πάλιν. τίς μοι τέθνηκε τῶν φιλτάτων; τί μέρος ἠκρωτηρίασμαι τοῦ σώματος; τίς ἐξάγει με τοῦ βίου συμφορά; τίς δὲ πρόφασις τοῦ θανάτου; τὸ δὲ ζυγομαχεῖν σοι νῦν, ὦ κακόδαιμον, καὶ διαλέγεσθαι, πρὸς θεῶν, οὐ προσαγγελίας καὶ θανάτου ἄξιον εἶναί σοι δοκεῖ; τὸ δὲ εἰς ἄστυ κατελθεῖν ὅλως, τὸ δὲ εἰς ἐκκλησίαν παρελθεῖν ὅλως καὶ τοσούτους ὁρᾶν ἀνθρώπους καὶ τοσούτων ἀνέχεσθαι οὐ μυρίων ἄν μοι πρόφασιν παράσχοι θανάτων; αὐτὸ δὲ τὸ δεῖσθαι προσαγγελίας καὶ τὸ μηδὲ αὐτόν τινα κύριον ἑαυτοῦ τυγχάνειν οὐκ ἀγχόνης ἄξιον τῷ σωφρονοῦντι;

[34] ἐπιλέλησαι δὲ ὧν ἀρτίως ἔλεγον, ὧν ἔναγχος ὠδυρόμην; ἐρωτᾷς τὴν συμφορὰν ἥτις ἐστί; τάξιν ἔλιπον τοῦ βίου γενναίαν καὶ λογισμὸν σώφρονα δι' ἔρωτα οὐκ ἠδυνήθην φυλάξαι καὶ τὴν μισανθρωπίαν ὥσπερ τινὰ προβεβλημένος ἀσπίδα τοῦ βίου ταύτην ἀφῆκα καὶ παρεχώρησα τῆς νίκης Ἀλκιβιάδῃ. φιλοτιμίας μὲν ἐκράτησα καὶ πλούτου κρείττων ἐγενόμην, ὦ θεοί, καὶ δόξης ὑπερεῖδον, κατεφρόνησα δὲ καὶ τῶν παρ' ὑμῖν ἐπαίνων καὶ τιμῶν. οὐ πανηγύρεων, οὐ πομπῆς τινος, οὐκ ἀγῶνος ἡττήθην.

[35] ἀνάλωτος δὲ πρὸς πάντα μείνας τἀνθρώπινα ἔρωτι δουλεύω μειρακίου, καὶ ὥσπερ ἐν Εὐρίπῳ τὰ τῆς γνώμης ἐκ μεταβολῆς ἀνεστράφη μοι. πάλιν μειδιῶν ὁρῶμαι καὶ διαλεγόμενος ἀνθρώποις καὶ κωμάζων καὶ στεφανούμενος καὶ θεραπεύων Ἀλκιβιάδην καὶ πρὸς τοὺς κόλακας ἁμιλλώμενος τῇ θεραπείᾳ καὶ γέλωτα παρέχων ἀνθρώποις ἐπ' ἐμαυτῷ τῶν ἀνθρωπίνων πρότερον ἁπάντων καταγελῶν.

[36] ὑπὲρ τὸ μειράκιον τὸ Θετταλὸν τὰ τῆς μεταβολῆς ἐστί μοι, ὃ τὸ Πήλιον καταλιπὸν καὶ τὴν μελίαν ἐπὶ τὴν Σκῦρον ᾔει καὶ τὸν παρθενῶνα καὶ τῇ προσηγορίᾳ καὶ τῷ βλέμματι καὶ τῇ στολῇ πρὸς τὸ θῆλυ τὴν φύσιν ἐξεβιάζετο, ἐγὼ δ' ἐκ τῆς ἐρημίας ἐπὶ τὴν πόλιν, ἐκ τῆς ἐσχατιᾶς ἐπὶ τὰς Ἀλκιβιάδου θύρας. καὶ κώμοις καὶ μέθαις ἐγκαλινδοῦμαι τὸν μονήρη βίον ἐκεῖνον ἀποθέμενος, καὶ τὰς χείρους ἀνταλλάττομαι προσηγορίας τῶν φιλτάτων κόλαξ ἀντὶ Τίμωνος ἀκούων, ἐραστὴς ἀντὶ μισανθρώπου.

[37] ἐμπομπεύει δ' Ἀλκιβιάδης τῇ ἐμῇ συμφορᾷ καὶ πᾶσιν ἐπιδείκνυται ἀνθρώποις οἷον ἐραστὴν ἐκ τῆς ἐρημίας ἀναστήσας δέσμιον ἔχει παρακολουθοῦντα. καὶ τὸ κεφάλαιον τῶν συμφορῶν, τὸ τῶν ἐραστῶν πλῆθος τὸ μειράκιον ὑπεροπτικὸν πρὸς ἡμᾶς ἀπεργάζεται. πάντας γὰρ πανταχόθεν Ἀλκιβιάδης ἀναδησάμενος τῷ κάλλει, καθάπερ τὴν Διὸς σειράν φησιν ὁ λόγος, μετεώρους ἔχει καὶ βίον οὐκ ἀνθρώπινον ζῆν ἀναγκάζει τοὺς ὑπὸ τῇ τυραννίδι ταύτῃ κατεχομένους. τίς γὰρ Ἱππίας ἢ Πεισίστρατος, τίς Ἵππαρχος χαλεπὸς οὕτω τοῖς ὑπηκόοις ὡς Ἀλκιβιάδης τοῖς ἐρασταῖς ἡμῖν;

[38] ἕωθεν ἐπὶ τὰς θύρας ἀπαντᾶν δεῖ τὰς προόδους καιροφυλακήσοντας καὶ δορυφορήσοντας τὸ μειράκιον καὶ προσκυνήσοντας, ἂν ὀφθῇ μόνον, ἐκεῖθεν ἕπεσθαι τοῖς νεύμασι καὶ ταῖς ὁρμαῖς ἀκολουθοῦντας εἰς Λύκειον, εἰς Ἀκαδημίαν, ἐπὶ τὰς παλαίστρας, πάλιν εἰς ἐκκλησίαν, εἰς βουλευτήριον, ἐπὶ τὸ θέατρον, πανταχοῦ παραγίνεσθαι, ἀγωνιζόμενον ἐπαινεῖν, δημηγοροῦντα θαυμάζειν, ἤδη δὲ καὶ τοὺς προγόνους καὶ τὰ σεμνὰ θρυλεῖν διηγήματα ἃ κέρδος ἦν σιωπᾶν, τοὺς Ἀλκμαιωνίδας, τὴν τῶν τυράννων κατάλυσιν, τὸν μυστικὸν ὁπλίτην τὸν Καλλίαν, τὰς δᾳδουχίας αὐτοῦ, τὸν μετὰ τῶν λαμπάδων εἰς Μαραθῶνα δρόμον, τὴν ἐν Σαλαμῖνι Κλεινίου ναυμαχίαν ἐπαινεῖν, τὴν Ξανθίππου περὶ Μυκάλην στρατηγίαν θαυμάζειν, τὴν Ἀγαρίστην ἐκπλήττεσθαι, τὴν Δεινομάχην μακαρίζειν οἷον ἄγαλμα εἰς φῶς ἤγαγε, τὸν Ὀλύμπιον προσκυνεῖν, καὶ οὐκ ἀρκεῖ, τιμᾶν δὲ ἤδη καὶ Ἀσπασίαν μετὰ Σωκράτους τὴν ἐκ Μιλήτου τὴν ἐξ οἰκήματος ὡς Διοτίμαν ἐπαινεῖν τὴν σοφήν. ταῦτα γὰρ Ἀλκιβιάδης ἀπαιτεῖ παρ' ἡμῶν καὶ τοιούτοις ἥδεται.

[39] τὰ δὲ ἀπὸ τῆς ἑσπέρας, ἀποτρόπαιοι δαίμονες, τῆς συμφορᾶς. κολάκων μὲν ἐκεῖ πλῆθος εἰσρεῖ πανταχόθεν, ἐραστῶν δὲ ἕτερον σύνταγμα ἐπεισέρχεται, αὐλητρίδες, ὀψοποιοί, μαγείρων πλῆθος, οἰνοχόων, πάντα ἐπ' ἴσης μοίρας καὶ τάξεως μιᾶς, σοφισταί, κόλακες, φιλόσοφοι, μαστροποί, πόρνοι, μισάνθρωποι. διαφορὰ δ' οὐδεμία παρ' αὐτῷ οὐδ' ἐξαίρετός τις τιμή, πᾶσι δ' ἴσα ἐρασταῖς καὶ δούλοις ἐπιτάττει. πολὺς δ' ὁ ζῆλος τοῖς κακοδαίμοσι πρὸς ἑαυτούς· τῷ δεῖνι προσεκολλήθη. μακάριος. ὑπεμειδίασεν ἑτέρῳ. ζηλωτὸς ἐκεῖνος. προὔπιε τῷ δεῖνι τὸ ἔκπωμα. ὅδ' ἀθάνατος διὰ τὴν τιμήν.

[40] ἐγὼ δ' ἐν πᾶσι καὶ πανταχοῦ δεύτερος τυγχάνων ἄχθομαι καὶ παρευδοκιμούμενος οὐ φέρω. οὐ ταῦτά με ἐδίδαξεν ὁ τρόπος, ἐρᾶν, μεθύειν, αὐλητρίδι προσανακεῖσθαι, κωμάζειν, ἀλλὰ βιάζεται ἡ συμφορά, καὶ ὁ ἔρως ἄγει με πρὸς τὰ χείριστα. καὶ ταὐτὸν πέπονθεν ἡ ψυχὴ τὸν λογισμὸν ἀφαιρεθεῖσα τῶν ἁρμάτων ἐκείνοις ἃ τὸν ἡνίοχον οὐκ ἔχοντα ἀτάκτως φέρεται τῷ δρόμῳ πανταχοῦ.

[41]

εἰς οἵαν ἦλθον ὁ κακοδαίμων μεταβολήν. οἷα ὑπέστην ὁ δυστυχής. κολάκων ἀνέχομαι καὶ συγκατακλίνομαι τοῖς ἡταιρηκόσι καὶ αὐλητρίς μοι πρόσεισι καὶ ὀρχουμένους θεῶμαι καὶ τῷ Κλεινίου παρακολουθῶ κωμάζοντι καὶ μεθύοντι τῶν νυκτῶν ἀωρὶ καὶ ταῖς ἐπιθυμίαις δουλεύω ταῖς Ἀλκιβιάδου. νῦν μὲν εἰς Ἀγάθωνος εἰσέρχεται κωμάσων. αὖθις ἐπικρούει Σωκράτην. πρὸς Καλλίαν ἀφικνεῖται μεθ' Ἱππονίκου. μεθύει πάλιν.

[42] τὴν φύσιν δ' οὐδέπω καὶ τήμερον δύναμαι κατιδεῖν τῶν παιδικῶν οὐδὲ τὸν τρόπον. ἐπαινῶ τὸ κάλλος καὶ θαυμάζω τὴν ὥραν, ὁ δὲ ὑπερορᾷ καὶ καταφρονεῖ τῶν ἐγκωμίων τῶν ἐμῶν. τὴν ἀνδρίαν, τοὺς λόγους ἐκπλήττομαι, ὁ δὲ ὑπενόησεν εἰρωνεύεσθαί με. τὴν ἡσυχίαν ἄγω στένων κατ' ἐμαυτόν, ὁ δὲ ἄχθεταί μου τῇ σιωπῇ. τῷ τρόπῳ χρῶμαι καὶ τὸν μισάνθρωπον ὑποκρίνομαι καὶ λοιδορῶν αὐτὸν διαρρήγνυμαι, ὁ δ' ἐνταῦθα ἐγέλασε. πάλιν σεμνὸς ἐν Λυκείῳ φαίνεται καὶ Πρωταγόρου μᾶλλον καὶ Γοργίου τὰς ὀφρῦς ἀνεσπακώς, αὐθάδης ἐν ἐκκλησίαις καὶ δημηγόρος ὑπὲρ τὸν Ὀλύμπιον, πόρνος ἐν συμποσίοις καὶ κατεαγὼς ἐν ταῖς μέθαις, ἀνδρόγυνος ἐπὶ τῆς ἑσπέρας, ὑπὲρ τὸν Πρωτέα τὴν φύσιν ἀμείβων.

[43] τίς δὴ γένωμαι ἢ τίνα εὕρω τῶν κακῶν μεταβολήν; φεύγοντά με τὰς ἑαυτοῦ διατριβὰς μεταδιώκει, ἐγκείμενον δὲ ὁρῶν καὶ ἀπολωλότα εἰρωνευόμενος ἐρωτᾷ· τί δέ, οὐ μισάνθρωπος ἦσθα; τί δέ, οὐκ ἐπὶ τῆς ἐσχατιᾶς ᾤκεις; τί δέ, οὐκ ἔβαλλες ταῖς βώλοις προσιόντα με; πῶς οὖν ἑάλως; εἰπέ μοι. ἢ τί δὴ πέπονθας; ἢ τίς σε ἤγαγεν ἐνταυθοῖ; ἆρα ὑποκρίνῃ τὸν ἔρωτα καὶ φιλεῖν Ἀλκιβιάδην προσποιῇ πεπονθὼς οὐδέν;

[44]    Ἀποπνίγομαι, νὴ τοὺς θεούς, καὶ παραρρήγνυμαι τὴν χλεύην οὐ φέρων καὶ τὸν γέλωτα ἐκείνου τὸν πολύν. ἐκκόψατε δὴ τοὺς καταράτους ὀφθαλμούς, ὦ πεντακόσιοι, τοὺς ἐμοὺς τοὺς προδότας τῆς ἐμῆς ἀνδρίας γενομένους. οὗτοι γὰρ πρῶτοι τὸ κακὸν ἐδέξαντο καὶ τὸ κάλλος δι' αὐτῶν εἰσρυὲν τὸν λογισμὸν τὸν ἐμὸν κατεδουλώσατο.

[45] πάλαι μὲν δι' ἔρωτα γυναικὸς καὶ κάλλος τὴν Ἐλλάδα κατὰ τῆς Ἀσίας ὁπλισθῆναι ποιητῶν ἀκούων μῦθον τὸν λόγον ἡγούμην καὶ τὴν ὑπόθεσιν οὐκ ἀξιόχρεων εἶναι τοῦ πολέμου καὶ τῶν ἡρωικῶν κατεγέλων συμφορῶν, εἰ δι' Ἔρωτα συνέβησαν τοῖς τότε. νυνὶ δὲ τί; πείθομαι τῷ λόγῳ καὶ τὸν θεὸν μέγαν καὶ φύσεως ἀνθρωπίνης κρείττονα διὰ τῆς ἐμαυτοῦ συμφορᾶς ἐπιγινώσκω καὶ φιλῶ γε αὐτὸν τῆς μισανθρωπίας καὶ τὰ ἔργα θαυμάζω οἷα ἔδρασεν ἐξ ἀρχῆς. πολὺν ἐπὶ Τροίας ἡρωικὸν φόνον εἰργάσατο, πολλὰς Ἑλλήνων καὶ βαρβάρων σφαγάς, πολλὰς κατήνεγκε πόλεις, πολλὰ κατέσκαψε τείχη, πολλὰς ἀκροπόλεις παρέδωκε πυρί, πολυτρόπως ἀνέτρεψε τὸν ἡμέτερον βίον. οὗτος ἐπὶ κρημνοὺς ἄγει, οὗτος ἀναγκάζει βαπτίζειν εἰς ἑαυτοὺς τὰ ξίφη, ἀγχόνῃ παραδίδωσιν, ἐπὶ τὸ βάραθρον ὠθεῖ Τίμωνα καὶ καλὴν παρ' ἐμοῦ λαμβάνει τῆς ὑπερηφανίας τὴν δίκην.

[46]

ἀσθένειαν κατεγίνωσκον τῶν ἡττωμένων Ἀλκιβιάδου πρότερον, πολλὰς ἐποιούμην κατηγορίας, καὶ τῶν εἰς ἔρωτα ὑπαγομένων αὐτοῦ κατεγίνωσκον καὶ τὸν Σωκράτην πολὺς ἦν χλευάζων ἐπὶ τοῖς παιδικοῖς· πίνει δέ τις δι' ὅλης ἡμέρας; μειρακίου δὲ ἀνέχεται κωμάζοντος; φιλοσοφεῖν προσποιούμενος ἄνθρωπος καὶ τρίβωνα ἔχων στεφανοῦται καὶ τὸν Ἔρωτά φησιν εἶναι θεόν; ἀλλὰ νῦν κακήν τινα ταύτην, ὦ θεοί, παλινῳδίαν ᾄδειν ἀναγκάζομαι.

[47] οὐ νέμεσις Σωκράτην οὐδὲ Ἀγάθωνα οὐδὲ Ἀθηναίους ἅπαντας ἀμφὶ τοιῷδε μειρακίῳ κόπτεσθαι καὶ πάσχειν κακῶς μετὰ τὸ ἆθλον τῆς κολακείας καὶ τὸν κῶμον τὸν οὐκ ἀγεννῆ. ὑπὲρ Νάρκισσον, ὑπὲρ τὸν Ἀμυκλαῖον ἐκεῖνον ἔφηβον Ἀλκιβιάδης, ὑπὲρ τὸν Ἡρακλέους ἐρώμενον τὴν ὥραν. ἀλλ' ἐκεῖνοι μὲν προὔλαβον τοὺς ἐραστὰς τῷ θανάτῳ, ἐγὼ δὲ ἀντιστρόφου πειρῶμαι τῆς τύχης.

[48] τοσοῦτον δέ μοι περίεστι τοῦ πρὸς αὐτὸν ἔρωτος ὥστε ἕτεροι μὲν τοὺς ὁρῶντας αὐτὸν μακαρίζουσιν, ἐγὼ δὲ καὶ Ἀγαθάρχῳ φθονῶ τῆς ὕβρεως καὶ Ταυρέαν ζηλῶ τῆς πληγῆς ἣν ἐπὶ κόρρης ἐδέξατο[. ἔπαισε] χορηγὸς ὢν καὶ στεφανούμενος. καὶ τὸν Ὀλύμπιον ἐπὶ τούτῳ μᾶλλον ἢ τῇ προσηγορίᾳ μακαρίζω. μέγα δὲ καὶ τοῦτο ἐμαυτῷ πρὸς φιλοτιμίαν ἡγοῦμαι τὸ δι' Ἀλκιβιάδην ἀπόλλυσθαι τήμερον καὶ πρόφασιν ἔχειν τοῦ θανάτου τὸν ἔρωτα.

[49]    Ἄγε δή, ὦ γενναία κεφαλή, τῶν καλλίστων γὰρ ἄρχεις, τοὺς ἐραστάς, πολλοὺς ἐπὶ τὸ βάραθρον, πολλοὺς ἐπὶ τὸ κώνειον Ἀθηναίων, ἐπὶ τὸ Τίμωνος παράδειγμα τοὺς σοὺς ἐραστὰς ἄγε. ζήλωσον τὸν ἡμέτερον βίον. μισάνθρωπον σαυτὸν καὶ Τίμωνος ἐρώμενον γνήσιον ἀπόδειξον. ἅλις ἐχέτω σοι τὰ τῆς πορνείας καὶ τῆς πρὸς ἀνθρώπους ὁμιλίας. μηδενὶ τῶν ἐραστῶν ἐπινεύσῃς μηκέτι μηδ' ἂν σοφώτατός τις ἀνθρώπων ἁπάντων τυγχάνῃ καὶ τὴν παρὰ τοῦ Πυθίου μαρτυρίαν προσειληφὼς μηδ' ἂν τοῦ Διὸς ἔχῃ τὴν προσηγορίαν.

[50] ἐπὶ τὰς γυναῖκας τῶν Ἀθηναίων τῇ ὥρᾳ, ἐπὶ τὰς μοιχείας ἀπόχρησαι τῇ φύσει. πάντας Ἀλκμαιωνίδας ἀπόφηνον τοὺς Ἀθηναίων παῖδας. ὅλου μοι γενοῦ τοῦ δήμου πατήρ. καὶ τοὺς Λακεδαιμονίων βασιλεῖς εἰς τὸ Ἀττικὸν μετάστησον γένος ἀνθ' Ἡρακλέους αὐτὸν Ἀλκμαίωνα ἐπιστήσας προστάτην. ἀντὶ σκηπτοῦ τινος καὶ λοιμοῦ καὶ θείας προσβολῆς ὄφθητι τῷ τῶν ἀνθρώπων γένει.

[51] δύνασαι δὲ ἀρκέσαι πρὸς τὴν Τίμωνος ἐπιθυμίαν. στοχάζομαί σου τῆς πολιτείας. τὴν φύσιν ἐπιγινώσκω τὴν σήν, Ἀλκιβιάδη. μείζω φρονεῖς τῶν νόμων. ταπεινὴν ἡγῇ τὴν δημοκρατίαν καὶ τοὺς νόμους τοῦ Σόλωνος, μικρὸν Περικλέα καὶ φαῦλον νομίζεις τὸ Θεμιστοκλέους παράδειγμα, τὴν ἀκρόπολιν περινοεῖς, τὸν ζῆλον ἄγεις πρὸς Πεισίστρατον, τυραννίδος ἐραστὴς τυγχάνεις. τὰς Λακεδαιμονίων περιμένεις εἰσβολάς.

[52] ἀλλὰ μικρὸν τὸ ἐνθύμημα μίαν ἀπολέσαι πόλιν, ἕνα διαφθεῖραι δῆμον. σὺ δὲ ἐπὶ τὴν στρατηγίαν παρελθὼν καὶ τριήρων, ὅπλων, καταλόγων, ἱππέων, χρημάτων καταστὰς κύριος, δυνάμεως τοσαύτης, συμμαχίας, τῆς κατὰ θάλατταν ἀρχῆς κατὰ πάντων ἀνθρώπων ὄφθητι γενναῖος καὶ πρὸς ἅπαντας μισάνθρωπος.

[53] μή μοι μέχρι τῶν ὅρων τῆς Ἑλλάδος τὰς πράξεις μηδὲ εἴσω Πελοποννήσου τὴν Ἀλκιβιάδου καθείρξῃς δυναστείαν. ὑπὲρ τὸν Αἰγαῖον πόντον, ὑπὲρ τὸν Ἰόνιον, Ἀλκιβιάδη, νεῶν στόλον ἐξαγαγεῖν ‹ἐπὶ τὴν ἕω›, ἐπὶ τὴν ἑσπέραν. πολλὰς κατὰ Σικελίαν, πολλὰς ἐν Ἑλλησπόντῳ σφαγὰς καὶ πόλεων ἀναιρέσεις πανταχοῦ τῆς οἰκουμένης ἀπεργασάμενος ἅπαντας ἀνάστησον. κοινὸν ἅπασιν ἀπόδειξον τὸν πόλεμον, βασιλεῖ, Λακεδαιμονίοις, Ἀθηναίοις, τοῖς ἐκ Σικελίας, τοῖς ἀπὸ τῆς Ἀσίας, σατράπαις, βαρβάροις, Ἕλλησι, πᾶσιν ἀνθρώποις.

[54] μίμησαι τὴν Ἔριν ἐκείνην τὴν Ὁμηρικὴν ἣ τὰ πρῶτα ἐκ φαύλων ὁρμηθεῖσα πᾶν τὸ μέσον οὐρανοῦ τε καὶ γῆς προϊοῦσα ἐπλήρωσε. τοῦτόν μοι τὸν κῶμον κατὰ τῆς οἰκουμένης ἁπάσης, Ἀλκιβιάδη, κώμασον. ταῦτα ἔχε Τίμωνος τὰ συνθήματα. τούτων μέμνησο τῶν λόγων. παραχωρῶ σοι τῆς τοῦ μισανθρώπου προσηγορίας. καὶ σὲ μὲν ἐντεῦθεν θεοὶ φυλάττοιεν ταῖς μελλούσαις ἀνθρώπων συμφοραῖς, ἐμὲ δὲ ἤδη τις ἐπὶ τὸν ἕτερον ἐρώμενον ἀγέτω, τὸν θάνατον.