536 64 0 1 0 0 II-III d. C. Storiografia Cassius Dio XVIII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae XVIII

[57]

[77]    πλεῖστοι ὅσοι ἐστρατεύσαντο, ὥς που πολλὰ ἑκουσίως πολλοὶ ὧν οὐδὲν ‹ἂν› ἀναγκαζόμενοι δράσειαν ποιοῦσι. τὸ μὲν γὰρ προσταττόμενόν σφισι ὡς καὶ βίαιον δυσχεραίνουσιν, τὸ δ' αὐθαίρετον ὡς καὶ αὐτοκράτορες ἀγαπῶσιν. V. 51 (p. 609).

[58]

[1]    ... καὶ διέτριψαν συχνὰς ἡμέρας, ἐς μὲν παράταξιν μὴ συνιόντες, ἀκροβολισμοῖς δέ τισι καὶ πείραις τῶν τε ψιλῶν καὶ τῶν ἱππέων χρώμενοι. οἱ μὲν γὰρ Ῥωμαῖοι ἠπείγοντο ὅτι τάχιστα συμβαλεῖν· τῇ τε γὰρ δυνάμει ἔρρωντο καὶ τροφὴν οὐ πολλὴν εἶχον, καὶ διὰ ταῦτα πολλάκις καὶ πρὸς τὸ χαράκωμά σφων προσέμισγον· [2] ὁ δὲ δὴ Φίλιππος τοῖς μὲν ὅπλοις ἀσθενέστερος ὤν, τῇ δὲ παρασκευῇ τῶν ἐπιτηδείων διὰ τὸ τὴν οἰκείαν οἱ ἐγγὺς εἶναι προφέρων ἀνεῖχεν, ἐκτρυχώσειν αὐτοὺς ἀμαχεὶ προσδοκήσας. καὶ εἴπερ ἐκεκρατήκει τῆς γνώμης, πάντως ἄν τι ἐξείργαστο· νῦν δὲ καταφρονήσας τῶν Ῥωμαίων ὡς φοβουμένων αὐτόν, ὅτι πρὸς χωρίον τι ὅθεν ἐπισιτίσασθαί σφισι λῷον ἦν μετέστησαν, ἐπῆλθέ τε αὐτοῖς [3] ἁρπαγὰς ποιουμένοις ἀπροσδόκητος, καί τινας καὶ διέφθειρεν. αἰσθόμενος δὲ τοῦτο ὁ Γάλβας ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου, καὶ προςπεσὼν αὐτῷ μὴ προσδεχομένῳ πολλῷ πλείους ἀνταπέκτεινεν. ἡττηθείς τε καὶ προσέτι καὶ τρωθεὶς οὐκέτι κατὰ χώραν ἔμεινεν, ἀλλ' ἡμέρας τινὰς πρὸς ἀναίρεσιν καὶ ταφὴν δὴ τῶν νεκρῶν σπεισάμενος [4] ἔπειτα ὑπὸ τὴν πρώτην νύκτα ἀπανέστη. οὐ μέντοι ὁ Γάλβας ἐπεδίωξεν αὐτόν· τῇ τε γὰρ ἀπορίᾳ τῶν τροφῶν καὶ τῇ ἀπειρίᾳ τῶν χωρίων, τὸ δὲ δὴ πλεῖστον καὶ τῇ ἀγνωσίᾳ τῆς παρασκευῆς αὐτοῦ καὶ δέει μὴ ἀπερισκέπτως ποι προχωρῶν σφαλῇ, οὐκ ἠθέλησε περαιτέρω προχωρῆσαι, ἀλλ' ἐς τὴν Ἀπολλωνίαν ἀνεκομίσθησαν. κἀν τούτῳ καὶ ὁ Ἀπούστιος μετὰ τῶν Ῥοδίων καὶ μετὰ τοῦ Ἀττάλου περιπλέων συχνὰς μὲν νήσους ἐχειρώσατο ... ........................................ ........................................ ........................................

[5]    .... οἱ Ἴνσουμβροι ἐταράχθησαν· Ἀμίλκας γάρ τις Καρχηδόνιος τῷ τε Μάγωνι συστρατεύσας καὶ ἐν τοῖς χωρίοις ἐκείνοις ὑπομείνας τέως μὲν ἡσυχίαν εἶχεν, ἀγαπῶν εἰ διαλάθοι, ἐπεὶ δ' ὁ Μακεδονικὸς πόλεμος ἐνέστη, τούς τε Γαλάτας ἀπέστησε τῶν Ῥωμαίων καὶ μετ' αὐτῶν ἐπὶ Λίγυας στρατεύσας καὶ ἐκείνων τινὰς [6] προσεποιήσατο. μάχης δέ σφισι μετὰ ταῦτα πρὸς τὸν Λούκιον Φούριον στρατηγὸν γενομένης ἡττήθησαν καὶ ἐπρεσβεύσαντο σπονδῶν δεόμενοι. καὶ οἱ μὲν Λίγυες ἔτυχον αὐτῶν· τότε δ' ἄλλοι ... ................χ.. εν ἄλλους Γαλάτας .................. ........... αιρεσιν ......κ.ς.......... δεινὸν μὲν ...η. συνε.ημ.δ.μ ..ν.......................... ἐκυρίευεν ε. .............................. ταις ἐπε.φακ εστ..δ.γεω .........ν........... οὐκ ..ε......ε...υ.ες τὴν μν.

[57]

[81] μην· ..ιχθείο.................διη.η.......... τῶν ἐπινικίων τυχεῖν ἠξίου· λόγων τε ἐπ' ἀμφότερα πολλῶν γενομένων (οἱ μὲν γὰρ ἄλλως τε καὶ πρὸς τὴν τοῦ Αὐρηλίου κακοήθειαν συνεσπούδαζον αὐτῷ, καὶ τήν τε νίκην ἐμεγάλυνον καὶ παραδείγμασι πολλοῖς ἐχρῶντο· οἱ δὲ τῇ τε τοῦ ὑπάτου ἰσχύϊ ἠγωνίσθαι αὐτὸν ἔλεγον, μηδεμίαν ἰδίαν αὐτοκράτορα ἀρχὴν ἔχοντα, καὶ προσέτι καὶ λόγον παρ' αὐτοῦ ἀπῄτουν ὅτι τὰ προσταχθέντα οὐκ ἐπεποιήκει) ὅμως ἔλαβεν αὐτά. καὶ ὁ μὲν ἐκεῖνα πρὶν τὸν Αὐρήλιον ε ... θες ... ν ἑώρτασεν.

   ὁ δὲ δὴ Οὐερμίνα ................εστ..ε μὲν παρὰ τῶν .χ.. P. 4 (p. 464 sq.).

[60]   ὅτι ὁ Φίλιππος ἡττηθεὶς ἐπεκηρυκεύσατο τῷ Φλαμινίνῳ· καὶ ὅς, εἰ καὶ τὰ μάλιστα καὶ τῆς Μακεδονίας ἐγλίχετο καὶ τῇ παρούσῃ οἱ εὐτυχίᾳ ἐπίπαν ἐπεξελθεῖν ἐπεθύμει, ὅμως ἐσπείσατο. αἴτιον δὲ ὅτι ἐφοβήθη μὴ οἵ τε Ἕλληνες ὑπεξαιρεθέντος αὐτοῦ τό τε φρόνημα τὸ παλαιὸν ἀναλάβωσι καὶ σφᾶς οὐκέτι θεραπεύσωσι, καὶ οἱ Αἰτωλοὶ ἐν μεγάλῳ καὶ τότε αὐχήματι, ὅτι τὸ πλεῖστον τῆς νίκης κατειργάσαντο, ὄντες ἐπαχθέστεροί σφισι γένωνται, ὅ τε Ἀντίοχος ἔς τε τὴν Εὐρώπην, ὥσπερ ἠγγέλλετο, ἔλθῃ καὶ τῷ Φιλίππῳ συμμαχήσῃ. U4G 11 (p. 381).