5745 423 0 7 12 0 II-III d. C. Storiografia Cassius Dio LXXI Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 9

Cassius Dio - Historiae Romanae LXXI

   περὶ μὲν οὖν τοῦ Ἀντωνίνου τό γε νῦν ἔχον τοσαῦτα, ἦρξε δὲ εἴκοσι καὶ τέσσαρα ἔτη. Xiph. 257, 23. 24 R. St.

[2]    Μάρκος δὲ Ἀντωνῖνος ὁ φιλόσοφος ἐπειδὴ τοῦ ποιησαμένου αὐτὸν τελευτήσαντος Ἀντωνίνου τὴν ἀρχὴν ἔσχε, προσειλήφει ἐς κοινωνίαν τοῦ κράτους [2] εὐθὺς τὸν τοῦ Λουκίου Κομόδου υἱὸν Λούκιον Βῆρον. αὐτὸς μὲν γὰρ ἀσθενὴς ἦν τῷ σώματι καὶ τὰ πολλὰ λόγοις ἐσχόλαζε (λέγεται γὰρ καὶ αὐτοκράτωρ ὢν μὴ αἰδεῖσθαι μηδὲ ὀκνεῖν ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ προσιέναι τῷ ἐκ Βοιωτῶν φιλοσόφῳ, καὶ ἐς ἀκρόασιν τῶν ῥητορικῶν Ἑρμογένους [3] λόγων μὴ ὀκνῆσαι παραγενέσθαι· προσέκειτο δὲ τοῖς ἐκ τῆς στοᾶς μάλιστα δόγμασιν), ὁ δὲ Λούκιος ἔρρωτό τε καὶ νεώτερος ἦν, τοῖς στρατιωτικοῖς τε ἔργοις καταλληλότερος. ὅθεν καὶ γαμβρὸν αὐτὸν ἐπὶ τῇ θυγατρὶ Λουκίλλᾳ [2] [1] ὁ Μάρκος ποιήσας εἰς τὸν πρὸς Πάρθους ἔπεμψε πόλεμον. ὁ γὰρ Οὐολόγαισος πολέμου ἦρξε, καὶ στρατόπεδόν τε ὅλον Ῥωμαϊκὸν τὸ ὑπὸ Σεβηριανῷ τεταγμένον ἐν τῇ Ἐλεγείᾳ, χωρίῳ τινὶ τῆς Ἀρμενίας, περισχὼν πάντοθεν αὐτοῖς ἡγεμόσι κατετόξευσε καὶ διέφθειρε, καὶ τῆς Συρίας ταῖς [2] πόλεσι πολὺς ἐπῄει καὶ φοβερός. ὁ οὖν Λούκιος ἐλθὼν ἐς Ἀντιόχειαν καὶ πλείστους στρατιώτας συλλέξας, καὶ τοὺς ἀρίστους τῶν ἡγεμόνων ὑφ' ἑαυτὸν ἔχων, αὐτὸς μὲν ἐν τῇ πόλει ἐκάθητο διατάττων ἕκαστα καὶ τὰς τοῦ πολέμου χορηγίας ἀθροίζων, Κασσίῳ δὲ τὰ στρατεύματα ἐπέτρεψεν. [3] καὶ ὃς ἐπιόντα τε τὸν Οὐολόγαισον γενναίως ὑπέμεινε, καὶ τέλος ἐγκαταλειφθέντα ὑπὸ τῶν συμμάχων καὶ ὀπίσω ἀναχωρήσαντα ἐπεδίωξε, μέχρι τε Σελευκείας καὶ Κτησιφῶντος ἤλασε, καὶ τήν τε Σελεύκειαν διέφθειρεν ἐμπρήσας, καὶ τὰ τοῦ Οὐολογαίσου βασίλεια τὰ ἐν τῇ Κτησιφῶντι κατέσκαψεν. ἔν [4] γε μὴν τῇ ὑποστροφῇ πλείστους τῶν στρατιωτῶν ὑπὸ λιμοῦ καὶ νόσου ἀπέβαλεν, ἀπενόστησε δ' ὅμως ἐς τὴν Συρίαν μετὰ τῶν λοιπῶν στρατιωτῶν. καὶ ὁ μὲν Λούκιος τούτοις ἐπεκυδαίνετο καὶ μέγα ἐφρόνει, οὐ μὴν αὐτῷ καὶ τὰ τῆς [3] [1] ἄκρας εὐτυχίας ἐς ἀγαθόν τι ἀπέβη· λέγεται γὰρ μετὰ ταῦτα καὶ τῷ πενθερῷ Μάρκῳ ἐπιβεβουλευκώς, πρίν τι καὶ δρᾶσαι, φαρμάκῳ διαφθαρῆναι. Xiph. 258, 9259, 10 R. St.

[2]    τὸν μέντοι Κάσσιον ὁ Μᾶρκος τῆς Ἀσίας ἁπάσης ἐπιτροπεύειν ἐκέλευσεν. αὐτὸς δὲ τοῖς περὶ τὸν Ἴστρον βαρβάροις, Ἰάζυξί τε καὶ Μαρκομάνοις, ἄλλοτε ἄλλοις χρόνον συχνὸν ὡς εἰπεῖν δι' ὅλου τοῦ βίου, τὴν Παννονίαν ἔχων ὁρμητήριον, ἐπολέμησε. Xiph. 259, 1013 R. St.

[1a]    ὅτι Λαγγιοβάρδων καὶ Ὀβίων ἑξακισχιλίων τὸν Ἴστρον περαιωθέντων τῶν περὶ Βίνδικα ἱππέων ἐξελασάντων καὶ τῶν ἀμφὶ Κάνδιδον πεζῶν ἐπιφθασάντων, εἰς παντελῆ φυγὴν οἱ βάρβαροι ἐτράποντο, ἐφ' οἷς οὕτω πραχθεῖσιν ἐν δέει καταστάντες ἐκ πρώτης ἐπιχειρήσεως οἱ βάρβαροι, πρέσβεις παρὰ Ἰάλλιον Βάσσον τὴν Παννονίαν διέποντα στέλλουσι, Βαλλομάριόν τε τὸν βασιλέα Μαρκομάνων καὶ ἑτέρους δέκα, κατ' ἔθνος ἐπιλεξάμενοι ἕνα. καὶ ὅρκοις τὴν εἰρήνην οἱ πρέσβεις πιστωσάμενοι οἴκαδε χωροῦσιν. Petr. Patr. exc. de leg.4G 6 (Hoesch. p. 15 6 fr. 6 Muell. Fragm. hist. gr. 4 p. 186).

[2]    πολλοὶ δὲ καὶ τῶν ὑπὲρ τὸν Ῥῆνον Κελτῶν μέχρι τῆς Ἰταλίας ἤλασαν, καὶ πολλὰ ἔδρασαν ἐς τοὺς Ῥωμαίους δεινά· οἷς ὁ Μᾶρκος ἀντεπιὼν Πομπηιανόν τε καὶ Περτίνακα τοὺς ὑποστρατήγους ἀντικαθίστη. καὶ ἠρίστευσεν ὁ Περτίναξ, ὅστις καὶ ὕστερον αὐτοκράτωρ ἐγένετο. ἐν μέντοι τοῖς νεκροῖς τῶν βαρβάρων [3] καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. καίτοι δὲ ἰσχυροτάτου ἀγῶνος καὶ λαμπρᾶς νίκης γεγενημένης, ὅμως ὁ αὐτοκράτωρ αἰτηθεὶς παρὰ τῶν στρατιωτῶν οὐκ ἔδωκε χρήματα, αὐτὸ τοῦτο εἰπὼν ὅτι ὅσῳ ἂν πλεῖόν τι παρὰ τὸ καθεστηκὸς λάβωσι, τοῦτ' ἐκ τοῦ αἵματος τῶν τε γονέων σφῶν καὶ τῶν συγγενῶν ἐσπεπράξεται· [4] περὶ γάρ τοι τῆς αὐταρχίας ὁ θεὸς μόνος κρίνειν δύναται. οὕτω καὶ σωφρόνως καὶ ἐγκρατῶς αὐτῶν ἦρχεν, ὥστε καίπερ ἐν τοσούτοις καὶ τηλικούτοις πολέμοις ὢν μηδὲν ἔξω τοῦ προσήκοντος μήτ' ἐκ κολακείας μήτ' ἐκ φόβου ποιῆσαι. Xiph. 259, 13-26 R. St.

[11]   ὅτι ὁ Μᾶρκος Ἀντωνῖνος ἐν τῇ Παννονίᾳ κατέμεινεν, ἵνα καὶ ταῖς τῶν βαρβάρων πρεσβείαις χρηματίζῃ. πολλοὶ γὰρ καὶ τότε πρὸς αὐτὸν ἦλθον, οἱ μὲν συμμαχίας ὑπισχνούμενοι, ὧν ἡγεῖτο Βαττάριος παῖς ἐτῶν δώδεκα, καὶ χρήματά τε ἔλαβον, καὶ Τάρβον δυνάστην πλησιόχωρόν σφων, ἔς τε τὴν Δακίαν ἐλθόντα καὶ ἀργύριον αἰτοῦντα, ἀπειλοῦντά τε πολεμήσειν εἰ μὴ λάβοι, ἀνεῖρξαν· [5] οἱ δὲ εἰρήνην αἰτούμενοι, ὥσπερ οἱ Κούαδοι, καὶ ἔτυχόν γε αὐτῆς, ἵνα τε ἀπὸ τῶν Μαρκομάνων ἀποσπασθῶσι, καὶ ὅτι ἵππους καὶ βοῦς πολλὰς ἔδωκαν, τούς τε αὐτομόλους πάντας καὶ τοὺς αἰχμαλώτους, πρότερον μὲν ἐς μυρίους καὶ τρισχιλίους, ὕστερον δὲ καὶ τοὺς λοιποὺς ἀποδώσειν ὑπέσχοντο.

[6] οὐ μέντοι καὶ τῆς ἐπιμιξίας τῆς ἐν ταῖς ἀγοραῖς ἔτυχον, ἵνα μὴ καὶ οἱ Μαρκομάνοι οἵ τε Ἰάζυγες, οὓς οὔτε δέξεσθαι οὔτε διήσειν διὰ τῆς χώρας ὠμωμόκεσαν, ἅμα μιγνύωνταί σφισι καὶ ὡς Κούαδοι καὶ αὐτοὶ ὄντες τά τε τῶν Ῥωμαίων κατασκέπτωνται καὶ τὰ ἐπιτήδεια ἀγοράζωσιν. οὗτοί τε οὖν πρὸς τὸν Μᾶρκον ἀφίκοντο, καὶ ἕτεροι συχνοὶ παραδώσοντες ἑαυτοὺς οἱ μὲν κατὰ γένη [7] οἱ δὲ καὶ κατὰ ἔθνη ἐπρεσβεύσαντο. καὶ αὐτῶν οἱ μὲν ἐστρατεύσαντο ἄλλοσέ ποι πεμφθέντες, ὥσπερ καὶ τῶν ἁλισκομένων τῶν τε αὐτομολούντων ‹οἱ› δυνάμενοι, οἱ δὲ καὶ γῆν οἱ μὲν ἐν Δακίᾳ οἱ δὲ ἐν Παννονίᾳ οἱ δὲ Μυσίᾳ καὶ Γερμανίᾳ τῇ τε Ἰταλίᾳ αὐτῇ [8] ἔλαβον. καὶ αὐτῶν ἐν Ῥαβέννῃ τινὲς οἰκοῦντες ἐνεωτέρισαν, ὥστε καὶ τὴν πόλιν κατασχεῖν τολμῆσαι. καὶ διὰ τοῦτ' οὐκέτ' ἐς τὴν Ἰταλίαν οὐδένα τῶν βαρβάρων ἐσήγαγεν, ἀλλὰ καὶ τοὺς προαφιγμένους ἐξῴκισεν. Exc. U4G 57 (p. 407), inde Suid. l. l.

[9]    ὅτι ἦλθον καὶ Ἄστιγγοι καὶ Λάκριγγοι εἰς βοήθειαν τοῦ Μάρκου. Petr. Patr. exc. de leg.4G 8 (Hoesch. p. 16 6 fr. 7 Muell. Fragm. hist. gr. 4 p. 186).

[12]

[1]    ὅτι Ἄστιγγοι, ὧν Ῥᾶός τε καὶ Ῥάπτος ἡγοῦντο, ἦλθον μὲν ἐς τὴν Δακίαν οἰκῆσαι ἐλπίδι τοῦ καὶ χρήματα καὶ χώραν ἐπὶ συμμαχίᾳ λήψεσθαι, μὴ τυχόντες δὲ αὐτῶν παρακατέθεντο τὰς γυναῖκας καὶ τοὺς παῖδας τῷ Κλήμεντι ὡς καὶ τὴν τῶν Κοστουβώκων χώραν τοῖς ὅπλοις κτησόμενοι, νικήσαντες δὲ ἐκείνους καὶ τὴν Δακίαν [2] οὐδὲν ἧττον ἐλύπουν. δείσαντες δὲ οἱ Λάκριγγοι μὴ καὶ ὁ Κλήμης φοβηθείς σφας ἐς τὴν γῆν ἣν αὐτοὶ ἐνῴκουν ἐσαγάγῃ, ἐπέθεντο αὐτοῖς μὴ προσδεχομένοις καὶ πολὺ ἐκράτησαν, ὥστε μηδὲν ἔτι πολέμιον τοὺς Ἀστίγγους πρὸς τοὺς Ῥωμαίους πρᾶξαι, πολλὰ δὲ δὴ τὸν Μᾶρκον ἱκετεύσαντας χρήματά τε παρ' αὐτοῦ λαβεῖν καὶ χώραν γε ἀπαιτῆσαι, ἄν γέ τι κακὸν τοὺς τότε πολεμοῦντάς [3] οἱ δράσωσι. καὶ οὗτοι μὲν ἔπραξάν τι ὧν ὑπέσχοντο, Κοτινοὶ δὲ ἐπηγγείλαντο ‹μὲν› αὐτοῖς ὅμοια, Ταρρουτήνιον δὲ Πάτερνον τὸν τὰς ἐπιστολὰς αὐτοῦ τὰς Λατίνας διὰ χειρὸς ἔχοντα παραλαβόντες ὡς καὶ ἐπὶ τοὺς Μαρκομάνους αὐτῷ συστρατεύσοντες οὐ μόνον οὐκ ἐποίησαν τοῦτο, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον δεινῶς ἐκάκωσαν, καὶ μετὰ ταῦτα ἀπώλοντο. Exc. U4G 58 (p. 408).

[3]

[5]    τῶν δὲ Μαρκομάνων εὐτυχησάντων ἔν τινι μάχῃ καὶ τὸν Οὐίνδικα τὸν Μᾶρκον ἔπαρχον ὄντα ἀποκτεινάντων, τούτῳ μὲν τρεῖς ἀνδριάντας ἔστησε, κρατήσας δὲ αὐτῶν Γερμανικὸς ὠνομάσθη· Γερμανοὺς γὰρ τοὺς ἐν τοῖς ἄνω χωρίοις οἰκοῦντας ὀνομάζομεν.

[4]

[1]   καὶ οἱ καλούμενοι δὲ Βουκόλοι κατὰ τὴν Αἴγυπτον κινηθέντες καὶ τοὺς ἄλλους Αἰγυπτίους προσαποστήσαντες ὑπὸ ἱερεῖ τινι [καὶ] Ἰσιδώρῳ, πρῶτον μὲν ἐν γυναικείοις στολαῖς τὸν ἑκατόνταρχον τῶν Ῥωμαίων ἠπατηκότες ὡς δὴ γυναῖκες τῶν Βουκόλων καὶ χρυσία δώσουσαι αὐτῷ ὑπὲρ τῶν ἀνδρῶν προσιόντα σφίσι κατέκοψαν, καὶ τὸν συνόντα αὐτῷ καταθύσαντες ἐπί τε τῶν σπλάγχνων αὐτοῦ [2] συνώμοσαν καὶ ἐκεῖνα κατέφαγον· ἦν δὲ Ἰσίδωρος ἀνδρίᾳ πάντων τῶν καθ' ἑαυτὸν ἄριστος· ἔπειτα ἐκ παρατάξεως τοὺς ἐν Αἰγύπτῳ Ῥωμαίους νικήσαντες μικροῦ καὶ τὴν Ἀλεξάνδρειαν εἷλον, εἰ μὴ Κάσσιος ἐκ Συρίας πεμφθεὶς ἐπ' αὐτούς, καὶ στρατηγήσας ὥστε τὴν πρὸς ἀλλήλους σφῶν ὁμόνοιαν λῦσαι καὶ ἀπ' ἀλλήλων ἀποχωρίσαι (διὰ γὰρ τὴν ἀπόνοιαν καὶ τὸ πλῆθος αὐτῶν οὐκ ἐθάρρησε συμβαλεῖν ἀθρόοις αὐτοῖς), οὕτω δὴ στασιάσαντας ἐχειρώσατο.

[5]

[1]    ἐν δὲ τῷ πολέμῳ τοῦ Μάρκου τῷ πρὸς τοὺς Γερμανούς, ἵνα καὶ ταῦτα μνήμης ἀξιωθείη, μειράκιον μὲν αἰχμάλωτον ἐρωτηθέν τι ὑπ' αὐτοῦ "οὐ δύναμαι" ἔφη "ἀποκρίνασθαί σοι ὑπὸ τοῦ ῥίγους· ὥστε εἴ τι μαθεῖν ἐθέλεις, κέλευσόν μοι ἱματίδιόν τι, εἴγε ἔχεις, δο[2]θῆναι·" στρατιώτης δέ τις νυκτὸς φυλακὴν τοῦ Ἴστρου ποιούμενος, καί τινα βοὴν ἐκ τῆς περαίας συστρατιωτῶν ἑαλωκότων ἀκούσας, διενήξατό τε εὐθὺς ὥσπερ εἶχε, καὶ λύσας αὐτοὺς ἀνεκομίσθη. Xiph. 259, 26-160, 6; 249, 27-250, 7 R. St. [cf. vol. 2 p. VIII sq.].

   ἦν δὲ τῷ Μάρκῳ ὁ Ῥοῦφος ὁ Βασσαῖος ἔπαρχος, τὰ μὲν ἄλλα ἀγαθός, ἀπαίδευτος δὲ ὑπ' ἀγροικίας, καὶ τὰ πρῶτά γε τοῦ βίου ἐν πενίᾳ [3] τραφείς· ἀναδενδράδα δέ ποτε αὐτὸν κλῶντα ἀνέλαβέ τις, καὶ ἐπειδή γε μὴ εὐθὺς ἅμα τῷ πρώτῳ κελεύσματι κατέβη, ἐπετίμησεν αὐτῷ καὶ ἔφη "ἄγε, ἔπαρχε, κατάβηθι". τοῦτο γὰρ ὡς καὶ πρὸς ὑπερηφανοῦντα καὶ τεταπεινωμένον αὐτὸν εἶπεν· ὅπερ ἡ τύχη μετὰ ταῦτα αὐτῷ ἔδωκεν. Xiph. 250, 714 R. St.

[6]

[1]    ὁ δ' αὐτοκράτωρ ὁσάκις ἀπὸ τοῦ πολέμου σχολὴν ἦγεν, ἐδίκαζε, καὶ ὕδωρ πλεῖστον τοῖς ῥήτορσι μετρεῖσθαι ἐκέλευε, τάς τε πύστεις καὶ τὰς ἀνακρίσεις ἐπὶ μακρότερον ἐποιεῖτο, ὥστε πανταχόθεν τὸ δίκαιον ἀκριβοῦν. καὶ κατὰ τοῦτο καὶ ἕνδεκα πολλάκις καὶ [ἐν] δώδεκα ἡμέραις τὴν αὐτὴν δίκην, καίπερ νυκτὸς ἔστιν ὅτε δικάζων, [2] ἔκρινε. φιλόπονος γὰρ ἦν, καὶ ἀκριβῶς πᾶσι τοῖς τῇ ἀρχῇ προσήκουσι προσεφέρετο, καὶ οὐδὲν ἐν παρέργῳ οὔτε ἔλεγεν οὔτε ἔγραφεν οὔτε ἐποίει, ἀλλ' ἔστιν ὅτε καὶ περὶ τοῦ βραχυτάτου ἡμέρας ὅλας ἀνήλισκεν, οὐκ ἀξιῶν τὸν αὐτοκράτορα ἐξ ἐπιδρομῆς τι πράττειν· καὶ γὰρ ἐνόμιζεν ὅτι κἂν ἐλάχιστόν τι παρίδῃ, διαβολὴν [3] αὐτῷ τοῦτο καὶ ἐπὶ τὰ ἄλλα πάντα οἴσει. καίτοι οὕτως ἀσθενὴς τῷ σώματι ἐγένετο ὥστε μήτε τὸ ψῦχος τήν γε πρώτην ὑπομεῖναι, ἀλλὰ καὶ πρὶν διαλεχθῆναι τοῖς στρατιώταις συνεληλυθόσιν ἤδη κατὰ τὸ παρηγγελμένον ἀναχωρῆσαι, καὶ τροφὴν βραχυτάτην, καὶ [4] ταύτην ἐν νυκτὶ ἀεί, λαμβάνειν. οὐ γὰρ ἔστιν ὅ τι μεθ' ἡμέραν πλὴν τοῦ φαρμάκου τοῦ θηριακοῦ καλουμένου ἐσιτεῖτο. ἐλάμβανε δὲ τοῦ φαρμάκου οὐχ οὕτως ὅτι ἐδεδίει τι, ὡς ὅτι τοῦ τε στομάχου καὶ τοῦ θώρακος φαύλως εἶχε· καί φασιν ὅτι δι' ἐκεῖνο ἀνταρκεῖν πρός τε τἆλλα καὶ πρὸς τοῦτο ἐδύνατο.

[7]

[1]    τοὺς δὲ Ἰάζυγας οἱ Ῥωμαῖοι ἔν τε τῇ γῇ [ποτε] τότε καὶ μετὰ τοῦτο καὶ ἐν τῷ ποταμῷ ἐνίκησαν. λέγω δὲ οὐχ ὅτι ναυμαχία τις ἐγένετο, ἀλλ' ὅτι διὰ τοῦ Ἴστρου πεπηγότος φεύγουσί σφισιν ἐπακολουθήσαντες [2] καὶ ἐκεῖ ὡς ἐν ἠπείρῳ ἐμαχέσαντο. αἰσθόμενοι γὰρ οἱ Ἰάζυγες ὅτι ἐπιδιώκονται, ὑπέστησαν αὐτοὺς ἐλπίσαντες ῥᾳδίως ἅτε καὶ ἀήθεις τοῦ κρυστάλλου ὄντας κατεργάσεσθαι, καὶ οἱ μὲν κατὰ πρόσωπον αὐτοῖς συνέρραξαν, οἱ δὲ ἐκ τῶν πλαγίων παριππεύσαντες· οἱ γὰρ ἵπποι σφῶν δεδιδαγμένοι καὶ ἐν τῷ τοιούτῳ θεῖν [3] ἀσφαλῶς ἦσαν. ἰδόντες δὲ τοῦτο οἱ Ῥωμαῖοι οὐκ ἐφοβήθησαν ἀλλὰ συστραφέντες καὶ πᾶσιν ἅμα αὐτοῖς ἀντιμέτωποι γενόμενοι τάς τε ἀσπίδας οἱ πλείους ἔθηκαν, καὶ τὸν ἕτερον πόδα ἐπ' αὐτῶν, ὅπως ἧττον ὀλισθαίνωσιν, ἀπερείσαντες ἐδέξαντό σφας προσπεσόντας, καὶ ἀντιλαμβανόμενοι οἱ μὲν τῶν χαλινῶν οἱ δὲ τῶν ἀσπίδων [4] τῶν τε κοντῶν ἐπεσπῶντο αὐτούς, κἀκ τούτου συμπλεκόμενοι κατέβαλλον καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους· ἐκ γάρ τοι τῆς βίας οὐκέτ' ἀντέχειν πρὸς τὸν ὄλισθον ἐδύναντο. ὠλίσθαινον μὲν γὰρ καὶ οἱ Ῥωμαῖοι· ἀλλ' εἴθ' ὕπτιός τις αὐτῶν ἔπεσε, συνεφείλκετο τὸν ἀντίπαλον καὶ τοῖς ποσὶν ἐς τοὐπίσω ἀνερρίπτει ὥσπερ ἐν πάλῃ, [5] καὶ οὕτως ἐπάνωθεν αὐτοῦ ἐγίγνετο· εἴτε καὶ ἐπὶ στόμα, κατελάμβανεν αὐτὸν προκαταπίπτοντα αὐτῷ τῷ στόματι. οἱ γὰρ βάρβαροι καὶ ἄπειροι τοιουτοτρόπου ἀγωνίας ‹καὶ› κουφότεροι ὄντες οὐχ οἷοί τε ἦσαν ἀντέχειν, ὥστε καὶ ἀπὸ πολλῶν ὀλίγοι διέφυγον. Xiph. 250, 7251, 22 R. St.

[13]   ὅτι ἐπρεσβεύσαντο οἱ Ἰάζυγες εἰρήνης δεόμενοι πρὸς Μᾶρκον, οὐ μέντοι καὶ ἔτυχόν τινος· ἄπιστόν τε γὰρ τὸ φῦλον αὐτῶν ὁ Μᾶρκος εἰδὼς ὄν, καὶ προσέτι καὶ ὑπὸ τῶν Κουάδων ἀπατηθείς, [6] ἐπίπαν ἐξελεῖν ἠθέλησεν. οἱ γὰρ Κούαδοι οὐχ ὅτι ἐκείνοις τότε συνεμάχησαν, ἀλλὰ καὶ τοὺς Μαρκομάνους πρότερον, ὡς ἔτι ἐπολέμουν, καταφεύγοντας ἐς τὴν σφετέραν ὅτε βιασθεῖεν ἐδέχοντο, καὶ οὔτ' ἄλλο τι ὧν ὡμολογήκεσαν ἐποίουν, οὔτε τοὺς αἰχμαλώτους πάντας ἀπέδοσαν ἀλλ' ὀλίγους, καὶ τούτους οἷς οὔτε ἐς πρᾶσιν [7] οὔτε ἐς ὑπηρεσίαν τινὰ χρήσασθαι ἐδύναντο. εἰ δ' οὖν τινας καὶ τῶν ἀκμαζόντων ἀπεδίδοσαν, ἀλλὰ τούς γε συγγενεῖς αὐτῶν οἴκοι κατεῖχον, ἵνα καὶ ἐκεῖνοι πρὸς αὐτοὺς αὐτομολῶσι. καὶ τὸν βασιλέα σφῶν Φούρτιον ἐκβαλόντες Ἀριόγαισον αὐτοὶ ἐφ' ἑαυτῶν βασιλέα [8] σφίσιν ἐστήσαντο. καὶ τούτοις διὰ ταῦτα ὁ αὐτοκράτωρ οὔτε ἐκεῖνον ὡς καὶ νόμῳ τινὶ γεγονότα ἐβεβαίωσεν, οὔτε τὰς σπονδάς, καίπερ πέντε μυριάδας αἰχμαλώτων ἀποδώσειν ὑπισχνουμένοις, ἀνενεώσατο. Exc. U4G 59 (p. 409).

[14]

[1]    ὅτι τῷ Ἀριογαίσῳ ὁ Μᾶρκος οὕτω χαλεπῶς ἔσχεν ὥστε καὶ ἐπικηρῦξαι ἵνα, ἂν μέν τις ζῶντα αὐτὸν ἀγάγῃ, χιλίους, ἂν δὲ ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ ἀποδείξῃ, πεντακοσίους χρυσοῦς λάβῃ, καίτοι τά τε ἄλλα ἀεί ποτε φιλανθρώπως καὶ τοῖς πολεμιωτάτοις [2] χρώμενος, καὶ Τιριδάτην σατράπην τά τε ἐν τῇ Ἀρμενίᾳ ταράξαντα καὶ τὸν τῶν Ἡνιόχων βασιλέα ἀποσφάξαντα, τῷ τε Οὐήρῳ ἐπιτιμῶντί οἱ περὶ τούτων τὸ ξίφος ἐπανατεινάμενον, μὴ κτείνας ἀλλ' ἐς Βρεττανίαν πέμψας. οὕτω μὲν οὖν τότε ἐπ' αὐτὸν παρωξύνθη, οὐ μέντοι καὶ κακόν τι ἁλόντα μετὰ ταῦτα ἔδρασεν, ἀλλ' ἐς Ἀλεξάνδρειαν ἀπέστειλεν. Exc. V. 304 (p. 717).

[8]   Μαρκομάνους μὲν οὖν καὶ Ἰάζυγας πολλοῖς καὶ μεγάλοις ἀγῶσι καὶ κινδύνοις Μᾶρκος ὑπέταξεν· ἐπὶ δὲ τοὺς καλουμένους Κουάδους καὶ πόλεμος αὐτῷ συνέστη μέγας καὶ νίκη παράδοξος εὐτυχήθη, μᾶλλον δὲ παρὰ θεοῦ ἐδωρήθη. κινδυνεύσαντας γὰρ ἐν τῇ μάχῃ [3] τοὺς Ῥωμαίους παραδοξότατα τὸ θεῖον ἐξέσωσε. κυκλωσάντων γὰρ αὐτοὺς τῶν Κουάδων ἐν τόποις ἐπιτηδείοις συνασπίσαντες οἱ Ῥωμαῖοι προθύμως ἠγωνίζοντο, καὶ οἱ βάρβαροι τὴν μὲν μάχην ἐπέσχον, προσδοκήσαντές σφας ῥᾳδίως ὑπό τε τοῦ καύματος καὶ ὑπὸ τοῦ δίψους αἱρήσειν, πάντα δὲ τὰ πέριξ διαλαβόντες ἀπέφραξαν, ὅπως μηδαμόθεν ὕδωρ λάβωσι· πολὺ γὰρ καὶ τῷ πλήθει [4] περιῆσαν. τῶν οὖν Ῥωμαίων ἐν παντὶ κακοῦ καὶ ἐκ τοῦ καμάτου καὶ ἐκ τῶν τραυμάτων τοῦ τε ἡλίου καὶ τοῦ δίψους γενομένων, καὶ μήτε μάχεσθαι διὰ ταῦτα μήτε χωρῆσαί πῃ δυναμένων, ἀλλ' ἔν τε τῇ τάξει καὶ τοῖς τόποις ἑστηκότων καὶ κατακαιομένων, νέφη πολλὰ ἐξαίφνης συνέδραμε καὶ ὑετὸς πολὺς οὐκ ἀθεεὶ κατερράγη· [5] καὶ γάρ τοι λόγος ἔχει Ἀρνοῦφίν τινα μάγον Αἰγύπτιον συνόντα τῷ Μάρκῳ ἄλλους τέ τινας δαίμονας καὶ τὸν Ἑρμῆν τὸν ἀέριον ὅτι μάλιστα μαγγανείαις τισὶν ἐπικαλέσασθαι καὶ δι' αὐτῶν τὸν ὄμβρον ἐπισπάσασθαι.

[9]

[1]    ταῦτα μὲν περὶ τούτων ὁ Δίων φησίν, ἔοικε δὲ ψεύδεσθαι, εἴτε ἑκὼν εἴτε ἄκων. οἶμαι δὲ τὸ πλέον ἑκών· καὶ πῶς γὰρ οὔ, ὅστις οὐκ ἠγνόει τὸ τάγμα τῶν στρατιωτῶν τὸ κεραυνοβόλον ἰδίως καλούμενον (ἐν γὰρ τῷ τῶν λοιπῶν [2] καταλόγῳ καὶ αὐτοῦ μνημονεύει), ὅπερ ἀπ' οὐδεμιᾶς ἑτέρας αἰτίας (οὐδὲ γὰρ ἄλλη τις λέγεται) ἢ ἀπὸ τοῦ κατὰ τόνδε συμβάντος τὸν πόλεμον οὕτω προσηγορεύθη. ὃ καὶ αἴτιον τότε τοῖς τε Ῥωμαίοις τῆς σωτηρίας ἐγένετο καὶ τοῖς βαρβάροις τῆς ἀπωλείας, ἀλλ' οὐχ ὁ Ἀρνοῦφις ὁ μάγος· οὐδὲ γὰρ μάγων συνουσίαις [3] καὶ γοητείαις ὁ Μάρκος χαίρειν ἱστόρηται. ἔστι δὲ ὃ λέγω τοιοῦτον. τάγμα ἦν τῷ Μάρκῳ (καλοῦσι δὲ τὸ τάγμα οἱ Ῥωμαῖοι λεγεῶνα) τῶν ἀπὸ Μελιτηνῆς στρατιωτῶν· εἰσὶ δὲ τὸν Χριστὸν πρεσβεύοντες ἅπαντες. ἐν οὖν τῇ μάχῃ ἐκείνῃ προσιόντα τῷ Μάρκῳ τὸν ἔπαρχον, ἀμηχανοῦντι πρὸς τὴν [4] περίστασιν καὶ δεδιότι περὶ σύμπαντι τῷ στρατῷ, εἰπεῖν λέγεται ὡς οἱ καλούμενοι Χριστιανοὶ οὐκ ἔστιν ὅ τι οὐ δύνανται ταῖς εὐχαῖς, καὶ ὅτι παρὰ σφίσι τάγμα ὅλον τυγχάνει ὂν τούτου τοῦ γένους. τὸν οὖν Μάρκον ἀκούσαντα παρακλήσει [5] χρήσασθαι πρὸς αὐτοὺς ὡς ἂν εὔξωνται τῷ σφετέρῳ θεῷ, εὐξαμένων δὲ αὐτῶν παραχρῆμα ἐπακούσαντα τὸν θεὸν τοὺς μὲν πολεμίους κεραυνῷ βαλεῖν, τοὺς δὲ Ῥωμαίους ὄμβρῳ παραμυθήσασθαι· ἐφ' οἷς καταπλαγέντα τὸν Μάρκον ἰσχυρῶς τούς τε Χριστιανοὺς κατὰ δόγμα τιμῆσαι καὶ τὴν λεγεῶνα [6] κεραυνοβόλον προσαγορεῦσαι. λέγεται δὲ καὶ ἐπιστολήν τινα περὶ τούτων εἶναι τοῦ Μάρκου. ἀλλ' οἱ Ἕλληνες, ὅτι μὲν τὸ τάγμα κεραυνοβόλον λέγεται, ἴσασι καὶ αὐτοὶ μαρτυροῦσι, τὴν δὲ αἰτίαν τῆς προσηγορίας ἥκιστα λέγουσι.

[10]

[1]    προστίθησι δὲ ὁ Δίων ὅτι τοῦ ὄμβρου καταρραγέντος πρῶτον μὲν ἄνω πάντες ἀνέκυπτον καὶ ἐς τὰ στόματα αὐτὸν ἐδέχοντο, ἔπειτα οἱ μὲν τὰς ἀσπίδας οἱ δὲ καὶ τὰ κράνη ὑποβάλλοντες αὐτοί τε χανδὸν ἔσπων καὶ τοῖς ἵπποις πίνειν ἐδίδοσαν, καὶ τῶν βαρβάρων [2] σφίσιν ἐπιδραμόντων ἔπινόν τε ὁμοῦ καὶ ἐμάχοντο, καὶ ἤδη γέ τινες τιτρωσκόμενοι τό τε αἷμα περιχεόμενον ἐς τὰ κράνη καὶ τὸ ὕδωρ ἅμα ἀνερρόφουν. κἂν ἔπαθόν τι δεινὸν ὑπὸ τῶν πολεμίων ἐπικειμένων αὐτοῖς, περὶ τὸ πίνειν οἱ πλείους ἠσχολημένοι, εἰ μὴ χάλαζα ἰσχυρὰ καὶ κεραυνοὶ οὐκ ὀλίγοι τοῖς πολεμίοις ἐνέπεσον.

[3] ἦν οὖν ὁρᾶν ἐν τῷ αὐτῷ χωρίῳ ὕδωρ τε ἅμα καὶ πῦρ ἐκ τοῦ οὐρανοῦ φερόμενα· καὶ οἱ μὲν ὑγραίνοντό τε καὶ ἔπινον, οἱ δὲ ἐπυροῦντο καὶ ἔθνησκον. καὶ οὔτε τῶν Ῥωμαίων τὸ πῦρ ἥπτετο, ἀλλ' εἴ που καὶ προσέμιξέ σφισιν, εὐθὺς ἐσβέννυτο· οὔτε τοὺς βαρβάρους ὁ ὑετὸς ὠφέλει, ἀλλὰ καὶ ἐπὶ μᾶλλον τὴν φλόγα αὐτῶν ὥσπερ [4] ἔλαιον ἤγειρεν, ὕδωρ τε ὑόμενοι ἐζήτουν. καὶ οἱ μὲν ἑαυτοὺς ἐτίτρωσκον ὡς καὶ τῷ αἵματι τὸ πῦρ κατασβέσοντες, οἱ δὲ καὶ πρὸς τοὺς Ῥωμαίους προσέτρεχον ὡς καὶ μόνους σωτήριον ὕδωρ ἔχοντας· ἠλέησε γοῦν αὐτοὺς καὶ ὁ Μᾶρκος. παρὰ δὲ τῶν στρατιωτῶν [5] τὸ ἕβδομον αὐτοκράτωρ προσηγορεύθη. καίπερ δὲ οὐκ εἰωθώς, πρὶν τὴν βουλὴν ψηφίσασθαι, τοιοῦτόν τι προσίεσθαι, ὅμως ἐδέξατό τε αὐτὸ ὡς καὶ παρὰ θεοῦ λαμβάνων, καὶ τῇ γερουσίᾳ ἐπέστειλεν.

   ἡ μέντοι Φαυστῖνα μήτηρ τῶν στρατοπέδων ἐπεκλήθη. Xiph. 251, 22-24 7 260, 62-62, 5 R. St. [cf. vol. 2 p. VIII sq.].

[22]   τοῦ δὲ Περτίνακος ἐπὶ ταῖς ἀνδραγαθίαις ὑπατείαν λαβόντος, ὅμως ἦσαν οἳ νεμεσῶντες ἐπὶ τῷ εἶναι αὐτὸν τὸ γένος ἐξ ἀφανῶν τὸ τῆς τραγῳδίας ἐπέλεγον,

            "τοιαῦθ' ὁ τλήμων πόλεμος ἐξεργάζεται",

οὐκ εἰδότες ὅτι καὶ μοναρχήσει. Xiph. 262, 59 R. St.

[15]   ὅτι τοῖς Μαρκομάνοις πρεσβεύσασιν, ὅτι πάντα τὰ προσταχθέντα σφίσι χαλεπῶς μὲν καὶ μόλις, ἐποίησαν δ' οὖν, τό τε ἥμισυ τῆς χώρας τῆς μεθορίας ἀνῆκεν, ὥστε αὐτοὺς ὀκτώ που καὶ τριάκοντα σταδίους ἀπὸ τοῦ Ἴστρου ἀποικεῖν, καὶ τὰ χωρία τάς τε ἡμέρας τῆς ἐπιμιξίας ἀφώρισε (πρότερον γὰρ οὐ διεκέκριντο), τούς τε ὁμήρους ἠλλάξατο. Exc. U4G 60 (p. 410).

[16]

[1]    ὅτι οἱ Ἰάζυγες κακωθέντες ἐς ὁμολογίαν ἦλθον, αὐτοῦ Ζαντικοῦ τὸν Ἀντωνῖνον ἱκετεύσαντος. πρότερον μὲν γὰρ τὸν Βανάδασπον τὸν δεύτερόν σφων βασιλέα ἔδησαν, ὅτι διεκηρυκεύσατο αὐτῷ· τότε δὲ πάντες οἱ πρῶτοι μετὰ τοῦ Ζαντικοῦ ἦλθον, καὶ συνέθεντο τὰ αὐτὰ τοῖς Κουάδοις καὶ τοῖς Μαρκομάνοις, πλὴν καθ' ὅσον τὸ διπλάσιον αὐτῶν ἀπὸ τοῦ Ἴστρου ἀποικήσειν ἤμελλον.

[2] ὁ γὰρ αὐτοκράτωρ ἤθελε μὲν [καὶ] αὐτοὺς καὶ παντάπασιν ἐκκόψαι· ὅτι γὰρ καὶ τότε ἔτι ἔρρωντο καὶ ὅτι μεγάλα τοὺς Ῥωμαίους κακὰ ἔδρασαν, ἐξ ἐκείνου κατεφάνη ‹ὅτι› τῶν τε αἰχμαλώτων μυριάδας δέκα ἀπέδοσαν, οὓς μετὰ πολλοὺς μὲν πραθέντας πολλοὺς δὲ τελευτήσαντας πολλοὺς δὲ καὶ φυγόντας εἶχον, καὶ ἱππέας εὐθὺς ὀκτακισχιλίους ἐς συμμαχίαν οἱ παρέσχον, ἀφ' ὧν πεντακισχιλίους καὶ πεντακοσίους ἐς Βρεττανίαν ἔπεμψεν. Exc. U4G 61 (p. 410).

[17]

[1]    ὅτι ὁ Κάσσιος καὶ ἡ Συρία νεοχμώσαντες ἠνάγκασαν καὶ παρὰ γνώμην τὸν Μᾶρκον Ἀντωνῖνον τοῖς Ἰάζυξι συμβῆναι· οὕτω γὰρ πρὸς τὰ ἀγγελθέντα ἐξεπλάγη ὥστε μηδὲ ἐπιστεῖλαι τῷ συνεδρίῳ τὰς αἱρέσεις ἐφ' αἷς αὐτοῖς συνηλλάγη, καθάπερ ἐπὶ τῶν ἄλλων ἐποίει. Exc. U4G 62 (p. 410).

[Xiphilinus]

[22]

[2]    τοῦ δὲ Κασσίου κατὰ τὴν Συρίαν νεωτερίσαντος σφόδρα ἐκπλαγεὶς ὁ Μᾶρκος τὸν Κόμμοδον τὸν υἱὸν ἐκ τῆς Ῥώμης, ὡς καὶ ἐς ἐφήβους ἤδη τελεῖν

[Xiphilinus]

δυνάμενον, μετεπέμψατο. ὁ δὲ δὴ Κάσσιος Σύρος μὲν ἐκ τῆς Κύρου ἦν, ἀνὴρ δὲ ἄριστος ἐγένετο, καὶ ὁποῖον ἄν τις αὐτοκράτορα ἔχειν εὔξαιτο, πλὴν καθ' ὅσον Ἡλιοδώρου τινὸς ἀγαπητῶς ἐς τὴν τῆς Αἰγύπτου ἡγεμονίαν ἐξ ἐμπειρίας ῥητορικῆς προχωρήσαντος [3] υἱὸς ἦν. τοῦτο δὲ δὴ δεινῶς ἥμαρτεν ὑπὸ Φαυστίνης ἀπατηθείς· αὕτη γὰρ τὸν ἄνδρα ἀρρωστήσαντα (ἦν δὲ τοῦ Εὐσεβοῦς Ἀντωνίνου θυγάτηρ) προσδοκήσασα ὅσον οὐκ ἤδη τελευτήσειν, ἐφοβήθη μὴ τῆς ἀρχῆς ἐς ἄλλον τινά, ἅτε τοῦ Κομμόδου καὶ νέου καὶ ἁπλουστέρου τοὺς τρόπους ὄντος, περιελθούσης ἰδιωτεύσῃ, καὶ ἔπεισε τὸν Κάσσιον δι' ἀπορρήτων παρασκευάσασθαι ἵν', ἄν τι ὁ Ἀντωνῖνος πάθῃ, καὶ αὐτὴν καὶ τὴν αὐταρχίαν λάβῃ.

[23]

[1] ταῦτ' οὖν αὐτῷ διανοουμένῳ ἀγγελία ἦλθε τὸν Μᾶρκον τεθνηκέναι,

[Xiphilinus]

οἷά που φιλεῖ τοιαῦτα ἐπὶ τὸ χεῖρον ἀεὶ θρυλεῖσθαι· καὶ εὐθύς, οὐκ ἀναμείνας αὐτὴν ἀκριβῶσαι, ἔφεσιν τῆς ἀρχῆς ἐποιήσατο ὡς καὶ πρὸς τῶν στρατιωτῶν τῶν ἐν τῇ Παννονίᾳ τότε ὄντων προκεχειρισμένος.

[2] καὶ ὁ μέν, εἰ καὶ τὰ μάλιστα μὴ ἐς μακρὰν τἀληθὲς ἔμαθεν, ὅμως ἐπειδήπερ ἅπαξ ὑπεκεκινήκει οὐ μετεβάλετο, ἀλλὰ τά τε ἐντὸς τοῦ Ταύρου πάντα διὰ βραχέος προσεποιήσατο καὶ [3] παρεσκευάζετο ὡς καὶ πολέμῳ τὸ κράτος ἕξων· ὁ δὲ δὴ Μᾶρκος παρὰ τοῦ Οὐήρου τοῦ τῆς Καππαδοκίας ἄρχοντος τὴν ἐπανάστασιν αὐτοῦ μαθὼν τέως μὲν συνέκρυπτεν αὐτά, ἐπεὶ δὲ οἱ στρατιῶται τῇ τε φήμῃ ἰσχυρῶς ἐταράσσοντο καὶ ἐλογοποίουν πολλά, συνεκάλεσεν αὐτοὺς καὶ ἀνέγνω τοιάδε·

[24]

[1]    "οὐκ ἀγανακτήσων, ὦ συστρατιῶται, ἢ ὀδυρούμενος παρελήλυθα. χαλεπαίνειν μὲν γὰρ τί δεῖ πρὸς τὸ δαιμόνιον, ᾧ πάντα ἔξεστιν; ὀλοφύρεσθαι δὲ ἴσως ἀνάγκη τοὺς ἀδίκως δυστυχοῦντας· ὃ καὶ ἐμοὶ νῦν συμβέβηκε. πῶς γὰρ οὐ δεινὸν πολέμοις ἡμᾶς ἐκ πολέμων συμφέρεσθαι; πῶς δ' οὐκ ἄτοπον καὶ ἐμφυλίῳ συμπλακῆναι; [2] πῶς οὐκ ἀμφότερα καὶ δεινότητι καὶ ἀτοπίᾳ νικᾷ τὸ μηδὲν πιστὸν ἐν ἀνθρώποις εἶναι, ἀλλ' ἐπιβεβουλεῦσθαί τέ με ὑπὸ τοῦ φιλτάτου καὶ ἐς ἀγῶνα ἀκούσιον καθίστασθαι μήτε τι ἠδικηκότα μήτε τι πεπλημμεληκότα; τίς μὲν γὰρ ἀρετὴ ἀσφαλής, τίς δὲ φιλία ἔτι νομισθήσεται ἐμοῦ ταῦτα πεπονθότος; πῶς δ' οὐκ ἀπόλωλε μὲν πίστις, [3] ἀπόλωλε δὲ ἐλπὶς ἀγαθή; ἀλλ' εἰ μὲν μόνος ἐγὼ ἐκινδύνευον, παρ' οὐδὲν ἂν τὸ πρᾶγμα ἐποιησάμην (οὐ γάρ που καὶ ἀθάνατος ἐγεννήθην)· ἐπεὶ δὲ δημοσία τε ἀπόστασις, μᾶλλον δὲ ἐπανάστασις γέγονε. καὶ ὁ πόλεμος πάντων ὁμοίως ἡμῶν ἅπτεται, ἐβουλόμην, εἰ οἷόν τε ἦν, προσκαλέσασθαι τὸν Κάσσιον καὶ δικαιολογήσασθαι πρὸς αὐτὸν [4] παρ' ὑμῖν ἢ παρὰ τῇ γερουσίᾳ· καὶ ἡδέως ἂν ἀμαχεὶ παρεχώρησα αὐτῷ τῆς ἡγεμονίας, εἰ τοῦτο τῷ κοινῷ συμφέρειν ἐδεδόχει. ὑπὲρ τοῦ κοινοῦ γὰρ καὶ πονῶν καὶ κινδυνεύων διατελῶ, τοσοῦτόν τε ἐνταυθοῖ χρόνον ἔξω τῆς Ἰταλίας πεποίηκα, ἄνθρωπος καὶ γέρων ἤδη καὶ ἀσθενὴς καὶ οὔτε τροφὴν ἄλυπον οὔθ' ὕπνον ἄφροντιν λαβεῖν [25] [1] δυνάμενος. ἐπεὶ δ' οὐκ ἄν ποτε συγκαθεῖναι ἐς τοῦτο ὁ Κάσσιος ἐθελήσειε (πῶς γὰρ ἂν πιστεύσειέ μοι, ἄπιστος οὕτω περὶ ἐμὲ γεγενημένος), ὑμᾶς γε ὦ συστρατιῶται χρὴ θαρρεῖν. οὐ γάρ που κρείττους Κίλικες καὶ Σύροι καὶ Ἰουδαῖοι καὶ Αἰγύπτιοι ὑμῶν οὔτε ἐγένοντό ποτε οὔτε ἔσονται, οὐδ' ἂν μυριάκις πλείους ὑμῶν, ὅσῳ νῦν [2] ἐλάττους εἰσίν, ἀθροισθῶσιν. οὐ μὴν οὐδ' αὐτὸς ὁ Κάσσιος, εἰ καὶ τὰ μάλιστα καὶ στρατηγικὸς εἶναι καὶ πολλὰ κατωρθωκέναι δοκεῖ, λόγου τινὸς ἄξιος νῦν ἂν φανείη· οὔτε γὰρ ἀετὸς κολοιῶν ἢ καὶ λέων νεβρῶν ἡγησάμενος ἀξιόμαχος γίγνεται, καὶ τὸν Ἀραβικὸν τόν τε Παρθικὸν ἐκεῖνον πόλεμον οὐ Κάσσιος ἀλλ' ὑμεῖς κατειργάσασθε.

[3] ἄλλως τε, εἰ καὶ ἐκεῖνος ἐκ τῶν πρὸς Πάρθους πραχθέντων εὐδόκιμός ἐστιν, ἔχετε καὶ ὑμεῖς Οὐῆρον, ὃς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον αὐτοῦ καὶ ἐνίκησε πλείω καὶ κατεκτήσατο. ἀλλὰ τάχα μὲν καὶ ἤδη μετανενόηκε, ζῶντά με μεμαθηκώς· οὐ γάρ που καὶ ἄλλως ἢ ὡς τετελευτηκότος μου τοῦτ' ἐποίησεν. ἂν δὲ καὶ ἐπὶ πλεῖον ἀντίσχῃ, ἀλλ' ὅταν γε καὶ προσιόντας ἡμᾶς πύθηται, πάντως γνωσιμαχήσει, [26] [1] καὶ ὑμᾶς φοβηθεὶς καὶ ἐμὲ αἰδεσθείς. ἐγὼ γοῦν ἓν μόνον ὦ συστρατιῶται δέδοικα (εἰρήσεται γὰρ πᾶσα πρὸς ὑμᾶς ἡ ἀλήθεια), μὴ ἤτοι αὐτὸς ἑαυτὸν ἀποκτείνῃ, αἰσχυνθεὶς ἐς τὴν ἡμετέραν ὄψιν ἐλθεῖν, ἢ ἕτερός τις μαθὼν ὅτι τε ἥξω καὶ ὅτι ἐπ' αὐτὸν ὁρμῶμαι [2] τοῦτο ποιήσῃ. μέγα γάρ μου ἆθλον καὶ τοῦ πολέμου καὶ τῆς νίκης, καὶ ἡλίκον οὐδεὶς πώποτε ἀνθρώπων ἔλαβεν, ἀφαιρήσεται. τί δὲ τοῦτό ἐστιν; ἀδικήσαντα ἄνθρωπον ἀφεῖναι, πρὸς φιλίαν ὑπερβάντα φίλον μεῖναι, πίστιν καταλύσαντι πιστὸν διαγενέσθαι.

[3] παράδοξα μὲν ἴσως ταῦθ' ὑμῖν φαίνεται, ἀλλ' οὐκ ἀπιστεῖν ὑμᾶς αὐτοῖς δεῖ· οὐ γάρ που καὶ ἁπλῶς πάντα τὰ ἀγαθὰ ἐκ τῶν ἀνθρώπων ἀπόλωλεν, ἀλλ' ἔστι καὶ παρ' ἡμῖν ἔτι τῆς ἀρχαίας ἀρετῆς λείψανον. ἂν δέ που ἀπιστῇ τις, καὶ διὰ τοῦτο μεῖζόν ἐστί μοι τὸ ἐπιθύμημα, ἵνα ὃ μηδεὶς ἂν πιστεύσειε γενέσθαι δύνασθαι, [4] τοῦτο ἴδῃ γενόμενον. ὡς ἔγωγε τοῦτ' ἂν μόνον ἐκ τῶν παρόντων κακῶν κερδάναιμι, εἰ δυνηθείην καλῶς θέσθαι τὸ πρᾶγμα καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ ἐμφυλίοις πολέμοις ἔστιν ὀρθῶς χρήσασθαι".

[27]

[1]   ταῦτα μὲν ὁ Μᾶρκος καὶ πρὸς τοὺς στρατιώτας εἶπε καὶ πρὸς τὴν γερουσίαν ἔγραψεν, οὐδὲν οὐδαμοῦ τὸν Κάσσιον κακηγορήσας, πλὴν ὅτι ἀχάριστον αὐτὸν συνεχῶς ἀπεκάλει. οὐ μὴν οὐδὲ ἐκεῖνος ὑβριστικόν τι οὔτε εἶπέ ποτε ἐς τὸν Μᾶρκον οὔτ' ἔγραψε. Xiph. 262, 9264, 25 R. St.

[1a]    ὅτι παρασκευαζομένου τοῦ Μάρκου εἰς τὸν κατὰ Κασσίου πόλεμον, οὐδεμίαν βαρβαρικὴν συμμαχίαν ἐδέξατο, καίτοι πολλῶν· συνδραμόντων αὐτῷ, λέγων μὴ χρῆναι τοὺς βαρβάρους εἰδέναι τὰ μεταξὺ Ῥωμαίων κινούμενα κακά. Petr. Patr. exc. Vat. 119 (p. 224 Mai. 6 p. 206, 2428 Dind.)

[2]    παρασκευαζομένῳ δὲ Μάρκῳ πρὸς τὸν ἐμφύλιον πόλεμον ἄλλαι τε πολλαὶ νῖκαι κατὰ διαφόρων βαρβάρων ἐν ταὐτῷ καὶ ὁ Κασσίου θάνατος ἀπηγγέλθη. προσπεσὼν γὰρ βαδίζοντι τῷ Κασσίῳ Ἀντώνιος ἑκατόνταρχος ἐξαίφνης ἔτρωσε κατὰ τοῦ αὐχένος οὐ πάνυ πληγῇ [2] καιρίᾳ. καὶ ὁ μὲν τῇ ῥύμῃ τοῦ ἵππου ἐξαχθεὶς ἀτελὲς τὸ τόλμημα κατέλιπεν, ὥστ' ὀλίγου διαφυγεῖν αὐτόν, ὁ δὲ δέκαρχος ἐν τούτῳ τὸ λοιπὸν προσκατειργάσατο· καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμόντες πρὸς τὸν αὐτοκράτορα ὥρμησαν. Xiph. 264, 2532 R. St.

[28]

[1]    ὅτι ὁ Μᾶρκος Ἀντωνῖνος τοσοῦτον ἤχθετο τῷ τοῦ Κασσίου ὀλέθρῳ ὥστε ἀποκεφαλισθέντος οὐδὲ τὴν κεφαλὴν αὐτοῦ ἰδεῖν ὑπέμεινεν, ἀλλὰ πρὶν πλησιάσαι τοὺς αὐτόχειρας ταφῆναί που ἐκέλευσεν. Exc. Val. 305 (p. 717).

[27]   καὶ ὁ μὲν οὕτω μῆνάς τε τρεῖς καὶ ἡμέρας ἓξ ‹τὴν ἀρχὴν› ὀνειρώξας ἐσφάγη, καὶ ὁ υἱὸς αὐτοῦ ἑτέρωθι ὢν ἐφονεύθη· καὶ ὁ Μᾶρκος, ἐπιὼν τὰ ἔθνη τὰ τῷ Κασσίῳ συνεξαναστάντα, πάνυ φιλανθρώπως πᾶσιν ἐχρήσατο, καὶ οὐδένα οὔτε τῶν ἐλαττόνων οὔτε τῶν ἐπιφανεστέρων διεχρήσατο. Xiph. 264, 32265, 5 R. St.

[28]

[2]    ὅτι ὁ αὐτὸς τῶν βουλευτῶν τινα τῶν σὺν τῷ Κασσίῳ οὔτ' ἀπέσφαξεν οὔτε ἔδησεν οὔτε ἐν ἄλλῃ τινὶ φρουρᾷ οὐδένα ἐποιήσατο, οὐ μὴν οὐδὲ ἐς τὸ δικαστήριον αὑτοῦ ἐσήγαγεν, ἀλλ' ἁπλῶς ὡς καὶ ἄλλο τι ἐγκαλουμένους πρὸς τὴν γερουσίαν ἔπεμψεν, ἡμέραν [3] αὐτοῖς ῥητὴν δίκης προθείς. τῶν δ' ἄλλων ὀλίγους πάνυ, ὅσοι καὶ ἔργῳ τι οὐ μόνον τῷ Κασσίῳ συνεπεπράχεσαν ἀλλὰ καὶ καθ' ἑαυτοὺς ἐκεκακουργήκεσαν, ἐδικαίωσεν. τεκμήριον δὲ ὅτι Φλάουιον Καλουίσιον τὸν τῆς Αἰγύπτου ἄρχοντα οὔτε ἐφόνευσεν [4] οὔτε τὴν οὐσίαν ἀφείλετο, ἀλλ' ἐς νῆσον ἁπλῶς ἐνέβαλεν. τὰ δὲ ὑπομνήματα τὰ περὶ αὐτοῦ γενόμενα κατέκαυσεν, ἵνα μηδ' ὀνείδισμά τι ἐξ αὐτῶν σχῇ, καὶ πάντας τοὺς συγγενομένους αὐτῷ ἀφῆκεν. Exc. Val. 306 (p. 717).

[29]

[1]    κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον μετήλλαξε καὶ ἡ Φαυστῖνα, εἴτε ὑπὸ τῆς ποδάγρας ἣν εἶχεν, εἴτε ἄλλως, ἵνα μὴ ἐλεγχθῇ ἐφ' οἷς πρὸς τὸν Κάσσιον συνετέθειτο. καίτοι ὁ Μᾶρκος πάντα τὰ γράμματα τὰ ἐν τοῖς κιβωτίοις εὑρεθέντα τοῦ Πούδεντος διέφθειρε μηδὲν ἀναγνούς, ἵνα μηδ' ὄνομά τινων τῶν ἐπιβούλων μάθῃ τῶν τι κατ' αὐτοῦ γεγραφότων, κἀκ τούτου καὶ ἄκων αὐτοὺς ἀναγκασθῇ [2] μισῆσαι. λέγεται δὲ καὶ ὅτι Οὐῆρος ἐς τὴν Συρίαν, ἧς καὶ τὴν ἀρχὴν ἔλαβε, προπεμφθείς, καὶ εὑρὼν αὐτὰ ἐν τοῖς σκεύεσι τοῦ Κασσίου ἠφάνισεν, εἰπὼν ὅτι μάλιστα μὲν ἐκείνῳ τοῦτ' ἔσται κεχαρισμένον, ἂν δὲ καὶ χαλεπήνῃ τι, ἄμεινόν γε ἔσται ἕνα ἑαυτὸν [3] ἀντὶ πολλῶν ἀπολέσθαι. Μᾶρκος γε μὴν οὕτω τι φόνοις οὐκ ἔχαιρεν ὥστε καὶ τοὺς μονομάχους ἐν τῇ Ῥώμῃ ὥσπερ ἀθλητὰς ἀκινδύνως ἑώρα μαχομένους· σιδήριον γὰρ οὐδέποτε οὐδενὶ αὐτῶν ὀξὺ ἔδωκεν, ἀλλὰ καὶ ἀμβλέσιν ὥσπερ ἐσφαιρωμένοις πάντες ἐμάχοντο.

[4] καὶ οὕτω γε πόρρω παντὸς φόνου καθειστήκει ὥστε καὶ λέοντά τινα δεδιδαγμένον ἀνθρώπους ἐσθίειν ἐκέλευσε μὲν ἐσαχθῆναι αἰτησαμένου τοῦ δήμου, οὔτε δὲ ἐκεῖνον εἶδεν οὔτε τὸν διδάσκαλον αὐτοῦ ἠλευθέρωσε, καίπερ ἐπὶ πολὺ τῶν ἀνθρώπων ἐγκειμένων οἱ, ἀλλὰ καὶ κηρυχθῆναι προσέταξεν ὅτι οὐδὲν ἄξιον ἐλευθερίας πεποίηκεν. Xiph. 265, 516 R. St. usque ad v. 12, et (v. 18) Exc. Val. 307 (p. 718) et (v. 1018) Exc. Val. 308 (p. 718).

[Xiphilinus]

[30]

[1]    τὴν δὲ Φαυστῖναν ἀποθανοῦσαν ἰσχυρῶς πενθήσας

   ἔγραψε τῇ βουλῇ μηδένα τῶν Κασσίῳ συναραμένων τεθνάναι, ὡς καὶ ἐκ μόνου τούτου παραμυθίου τινὸς ἐπὶ τῇ Φαυστίνῃ τυχεῖν δυνησόμενος.

[2]    "μὴ γὰρ γένοιτο" ἔφη "μηδένα ὑμῶν ὑπ' ἐμοὶ μήτε τῇ ἐμῇ

[Xiph. exc. Val.]

μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι". καὶ τέλος ἔφη ὅτι "ἂν μὴ τούτου τύχω, σπεύσω πρὸς τὸν θάνατον". οὕτω τι καθαρὸς διὰ πάντων καὶ χρηστὸς καὶ εὐσεβὴς ἐγένετο, καὶ οὐδὲν αὐτὸν ἐξεβιάσατο ἔξω τι τῶν ἑαυτοῦ ἠθῶν πρᾶξαι, οὐχ ἡ ἀνοσιουργία τῶν τετολμημένων

   οὐχ ἡ προσδοκία τῶν ὁμοίων ἐκ τῆς πρὸς ἐκείνους [3] συγγνώμης. τοσοῦτον γὰρ ἄπεσχε συμπλάσαι τινὰ ἐπιβουλὴν ἐψευσμένην καὶ σκευωρήσασθαί τινα τραγῳδίαν μὴ γεγενημένην, ὥστε καὶ τοὺς φανερώτατα ἐπαναστάντας αὐτῷ καὶ ὅπλα κατά τε αὐτοῦ καὶ κατὰ τοῦ υἱέος αὐτοῦ λαβόντας, καὶ στρατηγοὺς καὶ δημάρχους καὶ βασιλέας, ἀφεῖναι, καὶ μηδένα αὐτῶν μήτε δι' ἑαυτοῦ μήτε διὰ τῆς γερουσίας μήτε δι' ἄλλης [4] προφάσεως μηδεμιᾶς ἀποκτεῖναι. ἐξ οὗπερ καὶ πάνυ τι πιστεύω ὅτι καὶ τὸν Κάσσιον αὐτόν, εἴπερ ἐζωγρήκει, πάντως ἂν ἐσεσώκει. καὶ γὰρ πολλοὺς καὶ εὐηργέτησε τῶν σφαγέων, ὅσον τὸ ἐπ' αὐτοῖς, αὐτοῦ τε καὶ τοῦ υἱέος αὐτοῦ. Xiph. 265, 1624 R. St. (usque ad p. 270 v. 4`9; et v. 27. 28), et (p. 270 v. 4`727) Exc. Val. 309 (p. 718).

[31]

[1]    ἐνομοθετήθη δὲ τότε μηδένα ἐν τῷ ἔθνει ὅθεν τὸ ἀρχαῖον ἔστιν ἄρχειν, ὅτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ τὴν πατρίδα αὐτοῦ ἐχούσῃ ἡγεμονεύων ἐνεόχμωσε. τῷ δὲ Μάρκῳ καὶ τῇ Φαυστίνῃ ἐψηφίσατο ἡ βουλὴ ἔν τε τῷ Ἀφροδισίῳ τῷ ‹τε› Ῥωμαίῳ εἰκόνας ἀργυρᾶς ἀνατεθῆναι καὶ βωμὸν ἱδρυθῆναι, καὶ ἐπ' αὐτοῦ πάσας τὰς κόρας [2] τὰς ἐν τῷ ἄστει γαμουμένας μετὰ τῶν νυμφίων θύειν, καὶ ἐς τὸ θέατρον χρυσῆν εἰκόνα τῆς Φαυστίνης ἐπὶ δίφρου ἀεί, ὁσάκις γ' ἂν ἐκεῖνος θεωρῇ, ἐσφέρεσθαί τε καὶ ἐν τῇ προεδρίᾳ ἐξ ἧς ζῶσα ἐθεᾶτο τίθεσθαι, καὶ περὶ αὐτὴν τὰς γυναῖκας τὰς δυνάμει προεχούσας συγκαθίζεσθαι.

[3]    ὁ δὲ Μᾶρκος ἐλθὼν ἐς τὰς Ἀθήνας καὶ μυηθεὶς ἔδωκε μὲν τοῖς Ἀθηναίοις τιμάς, ἔδωκε δὲ καὶ πᾶσιν ἀνθρώποις διδασκάλους ἐν ταῖς Ἀθήναις ἐπὶ πάσης λόγων παιδείας μισθὸν ἐτήσιον φέροντας.

[32]

[1] ἐλθὼν δὲ ἐς τὴν Ῥώμην καὶ πρὸς τὸν δῆμον διαλεγόμενος, ἐπειδὴ μεταξὺ λέγοντος αὐτοῦ τά τε ἄλλα καὶ ὅτι πολλοῖς ἔτεσιν ἀποδεδημηκὼς ἦν, ἀνεβόησαν "ὀκτώ" καὶ τοῦτο καὶ ταῖς χερσίν, ἵνα δὴ καὶ χρυσοῦς τοσούτους ἐς τὸ δεῖπνον λάβωσι, προσενεδείξαντο, διεμειδίασε καὶ ἔφη καὶ αὐτὸς "ὀκτώ", καὶ μετὰ ταῦτα ἀνὰ διακοσίας δραχμὰς αὐτοῖς κατένειμεν, ὅσον οὔπω πρότερον εἰλήφεσαν.

[2] ταῦτά τε ἔπραξε, καὶ τοῖς ὀφείλουσί τι τῷ βασιλικῷ καὶ τῷ δημοσίῳ πᾶσι πάντα τὰ ὀφειλόμενα ἀφῆκεν ἀπὸ ἐτῶν ἓξ καὶ τεσσαράκοντα, χωρὶς τῶν ἑκκαίδεκα τοῦ Ἁδριανοῦ· καὶ πάντα τὰ περὶ [3] αὐτῶν γράμματα ἐν τῇ ἀγορᾷ καυθῆναι ἐκέλευσε. χρήματά τε πολλαῖς πόλεσιν ἔδωκεν, ἐν αἷς καὶ τῇ Σμύρνῃ δεινῶς ὑπὸ σεισμοῦ φθαρείσῃ· καὶ αὐτὴν καὶ βουλευτῇ ἐστρατηγηκότι ἀνοικοδομῆσαι προσέταξεν. ἀφ' οὗπερ καὶ νῦν θαυμάζω τῶν αἰτιωμένων αὐτὸν ὡς οὐ μεγαλόφρονα γενόμενον· τὰ μὲν γὰρ ἄλλα οἰκονομικώτατος ὡς ἀληθῶς ἦν, τῶν δ' ἀναγκαίων ἀναλωμάτων οὐδὲ ἓν ἐξίστατο, καίπερ μήτε τινὰ ἐσπράξει χρημάτων, ὥσπερ εἶπον, λυπῶν, καὶ πλεῖστα ὅσα ἐξ ἀνάγκης ἔξω τῶν ἐγκυκλίων δαπανῶν.

[33]

[1]   ἐπειδὴ δὲ τὰ Σκυθικὰ αὖθις αὐτοῦ ἐδεήθη, γυναῖκα τῷ υἱεῖ θᾶττον δι' αὐτὰ ἢ ἐβούλετο Κρισπῖναν συνῴκισεν· οἱ γὰρ Κυιντίλιοι οὐκ ἠδυνήθησαν, καίπερ δύο τε ὄντες καὶ φρόνημα καὶ ἀνδρίαν ἐμπειρίαν τε πολλὴν ἔχοντες, τὸν πόλεμον παῦσαι, καὶ διὰ [2] τοῦτ' ἀναγκαίως αὐτοὶ οἱ αὐτοκράτορες ἐξεστράτευσαν. ὁ δὲ Μᾶρκος καὶ χρήματα ἐκ τοῦ δημοσίου ᾔτησε τὴν βουλήν, οὐχ ὅτι μὴ ἔκειντο ἐπὶ τῇ τοῦ κρατοῦντος ἐξουσίᾳ, ἀλλ' ὅτι ὁ Μᾶρκος πάντα τῆς βουλῆς καὶ τοῦ δήμου καὶ αὐτὰ καὶ τἆλλα ἔλεγεν εἶναι· "ἡμεῖς γάρ" ἔφη πρὸς τὴν βουλὴν λέγων "οὕτως οὐδὲν ἴδιον ἔχομεν ὥστε [3] καὶ ἐν τῇ ὑμετέρᾳ οἰκίᾳ οἰκοῦμεν". ταῦτά τε εἰπών, καὶ τὸ δόρυ τὸ αἱματῶδες παρὰ τῷ Ἐνυείῳ ἐς τὸ πολέμιον δὴ χωρίον, ὥς γε καὶ τῶν συγγενομένων αὐτῷ ἤκουσα, ἀκοντίσας ἐξωρμήθη, καὶ τῷ Πατέρνῳ δοὺς χεῖρα μεγάλην ἔπεμψεν αὐτὸν ἐς τὸν τῆς μάχης ἀγῶνα. καὶ οἱ βάρβαροι ἀντέτειναν μὲν διὰ τῆς ἡμέρας ἁπάσης, [3] κατεκόπησαν δὲ ὑπὸ τῶν Ῥωμαίων πάντες, καὶ ὁ Μᾶρκος τὸ δέκατον αὐτοκράτωρ προσηγορεύθη. Xiph. 265, 24267, 4 R. St.

[18]   ὅτι οἱ Ἰάζυγες ἐπρεσβεύσαντο, καὶ ᾔτησάν τινα ἀφεθῆναί σφισιν ἐκ τῶν ὡμολογημένων· καὶ συνεχωρήθη τινὰ αὐτοῖς, ἵνα μὴ καὶ παντελῶς ἀλλοτριωθῶσιν. οὐ μέντοι πρότερον οὔτε οὗτοι οὔτε οἱ Βοῦροι συμμαχῆσαι τοῖς Ῥωμαίοις ἠθέλησαν, πρὶν πίστεις παρὰ Μάρκου λαβεῖν ἦ μὴν μέχρι παντὸς τῷ πολέμῳ χρήσεσθαι· ἐφοβοῦντο γὰρ μὴ καταλλαγεὶς τοῖς Κουάδοις, ὥσπερ καὶ πρότερον, προσοίκους σφίσι πολεμίους ὑπολείπηται. Exc. U4G 63 (p. 410).

[19]

[1]    ὅτι ὁ Μᾶρκος τοὺς πρεσβευομένους τῶν ἐθνῶν ἐδέχετο οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντας, ἀλλ' ὥς που ἕκαστοι αὐτῶν ἢ πολιτείαν ἢ ἀτέλειαν ἢ ἀίδιον ἢ καὶ πρὸς χρόνον τινὰ ἄνεσιν τοῦ φόρου λαβεῖν ἢ καὶ τὴν τροφὴν ἀθάνατον ἔχειν ἄξιοι ἦσαν. καὶ ἐπειδὴ οἱ [2] Ἰάζυγες χρησιμώτατοι αὐτῷ ἐγίγνοντο, πολλὰ καὶ ἐκ τῶν ἐπιτεταγμένων σφίσιν ἀφῆκε, μᾶλλον δὲ πάντα πλὴν τῶν κατά τε τὰς συνόδους αὐτῶν καὶ κατὰ τὰς ἐπιμιξίας συγκειμένων, τοῦ τε μὴ ἰδίοις πλοίοις σφᾶς χρῆσθαι καὶ τοῦ τῶν νήσων τῶν ἐν τῷ Ἴστρῳ ἀπέχεσθαι. καὶ ἐφῆκεν αὐτοῖς πρὸς τοὺς Ῥοξολάνους διὰ τῆς Δακίας ἐπιμίγνυσθαι, ὁσάκις ἂν ὁ ἄρχων αὐτῆς ἐπιτρέψῃ σφίσιν. Exc. U4G 64 (p. 411).

[20]

[1]    ὅτι τοῖς Κουάδοις καὶ τοῖς Μαρκομάνοις πρεσβευσαμένοις δύο μυριάδες ἑκατέροις στρατιωτῶν ἐν τείχεσιν ὄντες οὔτε νέμειν οὔτε γεωργεῖν οὔτ' ἄλλο τι μετὰ ἀδείας ποιεῖν ..., ἀλλὰ καὶ αὐτομόλους παρ' αὐτῶν καὶ αἰχμαλώτους τῶν σφετέρων πολλοὺς ὑπεδέχοντο, μὴ πάνυ τι αὐτοὶ ταλαιπωρούμενοι διὰ τὸ καὶ βαλανεῖα [2] καὶ πάντα ἀφθόνως ἔχειν τὰ ἐπιτήδεια, ὥστε τοὺς Κουάδους μὴ φέροντας τὸν ἐπιτειχισμὸν μεταναστῆναι πανδημεὶ πρὸς Σεμνόνας ἐπιχειρῆσαι. ὁ δὲ Ἀντωνῖνος προμαθὼν τὴν διάνοιαν αὐτῶν, τὰς διόδους ἀποφράξας ἐκώλυσεν. οὕτως οὐ τὴν χώραν αὐτῶν προσκτήσασθαι ἀλλὰ τοὺς ἀνθρώπους τιμωρήσασθαι ἐπεθύμει. Exc. U4G 65 (p. 411).

[21]

[1]    ὅτι καὶ Ναρισταὶ ταλαιπωρήσαντες τρισχίλιοι ἅμα ηὐτομόλησαν καὶ γῆν ἐν τῇ ἡμετέρᾳ ἔλαβον. Exc. U4G 66 (p. 412).

[33]   καὶ εἴγε πλέον ἐβεβιώκει, πάντα τὰ ἐκεῖ ἂν ἐκεχείρωτο· νῦν δὲ τῇ ἑπτακαιδεκάτῃ τοῦ Μαρτίου μετήλλαξεν, οὐχ ὑπὸ τῆς νόσου ἣν καὶ τότε ἐνόσησεν, ἀλλ' ὑπὸ τῶν ἰατρῶν, ὡς ἐγὼ σαφῶς ἤκουσα, [34] τῷ Κομμόδῳ χαριζομένων. μέλλων οὖν ἀποθνήσκειν τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο (οὐ γὰρ ἤθελε δοκεῖν ὑπ' αὐτοῦ θνήσκειν) καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι ἔφη "ἄπελθε πρὸς τὸν ἀνατέλλοντα· ἐγὼ γὰρ ἤδη δύομαι". τελευτήσας δὲ ἄλλα τε πολλὰ ἐς τιμὴν ἔλαβε καὶ χρυσοῦς ἐς αὐτὸ τὸ συνέδριον ἔστη. ὁ μὲν οὖν Μᾶρκος οὕτω μετήλλαξεν. Xiph. 267, 414 R. St.

[2]    ὅτι οὕτω θεοσεβὴς ἦν ὁ Μᾶρκος ὥστε καὶ ἐν ταῖς ἀποφράσιν οἴκοι θύειν. Exc. Val. 310 (p. 721).

   ὅτι εἶχε μὲν καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, καὶ ἄριστα

διὰ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἦρξε, πλὴν καθ' ὅσον οὐ πολλὰ τῷ σώματι ἀνδρίζεσθαι ἐδύνατο· καὶ τοῦτο ἐξ ἀσθενεστάτου [3] καρτερικώτατον ἀπέδειξε. πλεῖστον δὲ ἐν εὐεργεσίᾳ διῆγεν· ὅθεν που καὶ νεὼν αὐτῆς ἐν τῷ Καπιτωλίῳ ἱδρύσατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήπω ἀκουσθέντι προσκαλέσας αὐτήν. αὐτὸς μὲν γὰρ ἁπάντων τῶν ἁμαρτημάτων ἀπείχετο, καὶ οὔτε ἑκὼν οὔτ' ἄκων ἐπλημμέλει. τὰ δὲ δὴ τῶν ἄλλων ἁμαρτήματα, καὶ μάλιστα [4] τὰ τῆς γυναικός, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν, ἀλλ' εἰ μέν τις χρηστόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐς ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προσεποιεῖτο, λέγων ὅτι ποιῆσαι μέν τινι ἀνθρώπους ὁποίους βούλεται ἔχειν ἀδύνατόν ἐστι, τοῖς δὲ δὴ οὖσι προσήκει, ἐς ὅ τι ἄν τις αὐτῶν τῷ κοινῷ χρήσιμος ᾖ, χρῆσθαι. καὶ ὅτι οὐ προσποιητῶς ἀλλ' ἐξ ἀρετῆς πάντα ἔπραττε, πρόδηλον· [5] ἔτη γὰρ ὀκτὼ καὶ πεντήκοντα καὶ μῆνας δέκα ἡμέρας τε εἴκοσι καὶ δύο ζήσας, κἀν τούτοις τῷ τε πρὶν Ἀντωνίνῳ συχνὸν χρόνον ὑπάρξας καὶ αὐτὸς ἐννέα καὶ δέκα ἔτη καὶ ἕνδεκα ἡμέρας αὐταρχήσας, ὅμοιος διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. οὕτως ὡς ἀληθῶς [35] [1] ἀγαθὸς ἀνὴρ ἦν καὶ οὐδὲν προσποιητὸν εἶχε. πάμπολλα μὲν γὰρ καὶ ὑπὸ παιδείας ὠφελήθη, ἔν τε τοῖς ῥητορικοῖς ἔν τε τοῖς ἐκ φιλοσοφίας λόγοις ἀσκηθείς· τῶν μὲν γὰρ τόν τε Φρόντωνα τὸν Κορνήλιον καὶ τὸν Ἡρώδην τὸν Κλαύδιον διδασκάλους εἶχε, τῶν δὲ τόν τε Ῥούστικον τὸν Ἰούνιον καὶ Ἀπολλώνιον τὸν Νικομηδέα, [2] τοὺς Ζηνωνείους λόγους μελετῶντας, ἀφ' οὗ δὴ παμπληθεῖς φιλοσοφεῖν ἐπλάττοντο, ἵν' ὑπ' αὐτοῦ πλουτίζωνται. πλεῖστον δὲ ὅμως ὑπὸ τῆς φύσεως ἐξήρθη· καὶ γὰρ πρὶν ἐκείνοις ὁμιλῆσαι, ἰσχυρῶς πρὸς ἀρετὴν ὥρμητο. τοῖς τε γὰρ συγγενέσι πᾶσι, πολλοῖς καὶ δυνατοῖς [3] πλουσίοις τε οὖσιν, οὕτω τι ἔτι παῖς ὢν ἤρεσεν ὥσθ' ὑπὸ πάντων αὐτῶν ἀγαπηθῆναι, καὶ διὰ τοῦτο ὑπὸ τοῦ Ἁδριανοῦ ὅτι μάλιστα ἐς τὸ γένος ποιηθεὶς οὐχ ὑπερεφρόνησεν, ἀλλὰ καίτοι νέος ὢν καὶ Καῖσαρ τῷ ‹τε› Ἀντωνίνῳ παρὰ πᾶσαν τὴν ἀρχὴν ἐμμελέστατα ἐδούλευσε καὶ τοὺς ἄλλους τοὺς πρώτους ἀνεπαχθῶς ἐτίμησεν.

[4] ἠσπάζετό τε τοὺς ἀξιωτάτους ἐν τῇ Τιβεριανῇ οἰκίᾳ ἐν ᾗ ᾤκει, πρὶν τὸν πατέρα ἰδεῖν, οὐχ ὅπως τὴν στολὴν τὴν καθήκουσαν ἐνδεδυκώς, ἀλλὰ καὶ ἰδιωτικῶς ἐσταλμένος, καὶ ἐν αὐτᾷ γε τῷ δωματίῳ ἐν ᾧ ἐκάθευδε. καὶ πολλοὺς νοσοῦντας ἐπεσκέπτετο, καὶ [5] πρὸς τοὺς διδασκάλους οὐκ ἔστιν ὅτε οὐκ ἐφοίτα. μανδύας τε φαιάς, ὁσάκις γε καὶ ἄνευ τοῦ πατρὸς προῄει, ἐνεδύετο, καὶ τῷ φωτὶ τῷ προηγουμένῳ οὐκ ἔστιν ὅτε καθ' ἑαυτὸν ἐχρήσατο. καὶ πρόκριτος τῆς ἱππάδος ἀποδειχθεὶς ἐσῆλθεν ἐς τὴν ἀγορὰν μετὰ [6] τῶν λοιπῶν, καίπερ Καῖσαρ ὤν. οὕτω μὲν οὖν ἄλλως τε καλῶς ἐπεφύκει καὶ ἐκ τῆς παιδείας ἐπὶ πλεῖστον ὠφελήθη, Ἑλληνικῶν τε καὶ Λατίνων ῥητορικῶν καὶ φιλοσόφων λόγων, καίπερ ἐς ἄνδρας ἤδη τελῶν καὶ ἐλπίδα αὐταρχήσειν ἔχων, ἀεὶ διεπίμπλατο.

[36]

[1] καὶ πρὸ τοῦ Καῖσαρ ἀποδειχθῆναι ὄναρ ἔδοξεν ὤμους τε καὶ χεῖρας ἐλεφαντίνους ἔχειν καὶ αὐταῖς πάντα ὅσα τοῖς ἄλλοις χρῆσθαι. ἐκ δ' οὖν τῆς πολλῆς ἀσχολίας τε καὶ ἀσκήσεως ἀσθενέστατον τὸ [2] σῶμα ἔσχε, καίτοι τοσαύτῃ εὐεξίᾳ ἀπ' ἀρχῆς χρησάμενος ὥστε καὶ ὁπλομαχεῖν καὶ σῦς ἀγρίους ἐν θήρᾳ καταβάλλειν ἀπὸ ἵππου, τάς τε ἐπιστολὰς τὰς πλείστας οὐ μόνον ἐν τῇ πρώτῃ ἡλικίᾳ ἀλλὰ καὶ [3] μετὰ ταῦτα αὐτοχειρίᾳ τοῖς πάνυ φίλοις γράφειν. οὐ μέντοι καὶ ἐπαξίως ἑαυτοῦ εὐδαιμόνησεν· οὔτε γὰρ τὸ σῶμα ἔρρωτο, καὶ κακοῖς πλείστοις παρὰ πᾶσαν ὡς εἰπεῖν τὴν ἡγεμονίαν περιέπεσεν. ἀλλ' ἔγωγε ἐξ αὐτῶν τούτων μᾶλλον αὐτὸν τεθαύμακα, ὅτι ἔν τε ἀλλοκότοις καὶ ἐν ἐξαισίοις πράγμασι αὐτός τε διεγένετο καὶ τὴν [4] ἀρχὴν διεσώσατο. ἓν δ' οὖν τοῦτο ἐς τὴν οὐκ εὐδαιμονίαν αὐτοῦ συνηνέχθη, ὅτι τὸν υἱὸν καὶ θρέψας καὶ παιδεύσας ὡς οἷόν τε ἦν ἄριστα, πλεῖστον αὐτοῦ ὅσον διήμαρτε. περὶ οὗ ἤδη ῥητέον, ἀπὸ χρυσῆς τε βασιλείας ἐς σιδηρᾶν καὶ κατιωμένην τῶν τε πραγμάτων τοῖς τότε Ῥωμαίοις καὶ ἡμῖν νῦν καταπεσούσης τῆς ἱστορίας. Xiph. 267, 14-268, 21 R. St., et (usque ad c. 36, 3) Exc. Val. 311 [6 Suid. s. v. Μάρκος gl. 3, usque ad ἐξήρθη p. 277 v. 12] et (c. 36, 4) Exc. Val. 3124a (p. 721 sq.).