α΄. Ὡς Ἰησοῦς ὁ στρατηγὸς τῶν Ἑβραίων πολεμήσας πρὸς Χαναναίους καὶ κρατήσας αὐτῶν τοὺς μὲν διέφθειρε, τὴν δὲ γῆν κατακληρουχήσας διένειμε ταῖς φυλαῖς.
β΄. ὡς ἀποθανόντος τοῦ στρατηγοῦ παραβαίνοντες οἱ Ἰσραηλῖται τοὺς πατρίους νόμους μεγάλων ἐπειράθησαν συμφορῶν, καὶ στασιασάντων ἡ Βενιαμὶς διεφθάρη φυλὴ χωρὶς ἀνδρῶν ἑξακοσίων.
γ΄. πῶς μετὰ ταύτην τὴν κακοπραγίαν ἀσεβήσαντας αὐτοὺς ὁ θεὸς Ἀσσυρίοις ἐδούλωσεν.
δ΄. ἡ διὰ Κενίζου τοῦ Ἀθνιήλου παιδὸς αὐτοῖς ἐλευθερία γενομένη ἄρξαντος ἔτη τεσσαράκοντα λεγομένου δὲ παρά τε Ἕλλησι καὶ Φοίνιξι κριτοῦ.
ε΄. ὅτι πάλιν ὁ λαὸς ἡμῶν ἐδούλευσε Μωαβίταις ὀκτωκαίδεκα ἔτη καὶ ὑπό τινος Ἰούδου τῆς δουλείας ἀπηλλάγη τὴν ἀρχὴν ἐπ' ἔτη κατασχόντος ὀγδοήκοντα.
Ϛ΄. ὡς Χαναναίων αὐτοὺς καταδουλωσαμένων ἐπ' ἔτη εἴκοσιν ἠλευθερώθησαν ὑπὸ Βαράκου καὶ Δεβώρας, οἳ ἦρξαν αὐτῶν ἐπ' ἔτη τεσσαράκοντα.
ζ΄. ὅτι πολεμήσαντες Ἀμαληκῖται τοῖς Ἰσραηλίταις ἐνίκησάν τε καὶ τὴν χώραν ἐκάκωσαν ἔτη ἑπτά.
η΄. ὡς Γεδεὼν αὐτοὺς ἠλευθέρωσεν ἀπὸ Ἀμαληκιτῶν καὶ ἦρξε τοῦ πλήθους ἐπὶ ἔτη τεσσαράκοντα.
θ΄. ὅτι μετ' αὐτὸν πολλοὶ γενόμενοι διάδοχοι τοῖς πέριξ ἔθνεσιν ἐπολέμησαν ἱκανῷ χρόνῳ.
ι΄. περὶ τῆς Σαμψῶνος ἀνδρείας καὶ ὅσων κακῶν αἴτιος Παλαιστίνοις ἐγένετο.
ια΄. ὡς οἱ υἱοὶ Ἠλῖ τοῦ ἱερέως ἐσφάγησαν ἐν τῇ πρὸς Παλαιστίνους μάχῃ.
ιβ΄. ὡς ὁ πατὴρ αὐτῶν ἀκούσας τὴν συμφορὰν βαλὼν ἑαυτὸν ἀπὸ τοῦ θρόνου ἀπέθανεν.
ιγ΄. ὡς νικήσαντες ἐν τούτῳ τῷ πολέμῳ τοὺς Ἑβραίους οἱ Παλαιστῖνοι καὶ τὴν κιβωτὸν αὐτῶν αἰχμάλωτον ἔλαβον.
ιδ΄. ὡς οἱ ἀπὸ Κενίζου ἄρξαντες πάντες κριταὶ ἐκλήθησαν.
περιέχει ἡ βίβλος χρόνον ἐτῶν τετρακοσίων ἑβδομήκοντα.
[1] Μωυσέος δὲ τὸν προειρημένον τρόπον ἐξ ἀνθρώπων ἀπογεγονότος Ἰησοῦς ἁπάντων ἤδη τῶν ἐπ' αὐτῷ νενομισμένων τέλος ἐχόντων καὶ τοῦ πένθους λελωφηκότος παρήγγειλεν ἐπὶ στρατείαν [2] ἕτοιμον εἶναι τὸ πλῆθος, πέμπει τε κατασκόπους εἰς Ἱεριχοῦντα τήν τε δύναμιν αὐτῶν καὶ τίνα διάνοιαν ἔχουσιν αὐτοὶ γνωσομένους, αὐτὸς δὲ ἐξήταζε τὸν στρατὸν ὡς κατὰ καιρὸν διαβησόμενος τὸν [3] Ἰόρδανον. ἀνακαλεσάμενος δὲ τοὺς τῆς Ῥουβηλίδος φυλῆς ἄρχοντας καὶ τοὺς τῆς Γάδιδος καὶ Μανασσήτιδος προεστῶτας, ἐξ ἡμισείας γὰρ καὶ τῇδε τῇ φυλῇ τὴν Ἀμορίαν κατοικεῖν ἐπετέτραπτο τῆς Χαναναίων γῆς ἕβδομον οὖσαν μέρος, ὑπεμίμνησκεν ἃ ὑπέσχοντο Μωυσεῖ, [4] καὶ παρεκάλει χαριζομένους τῇ τε ἐκείνου προνοίᾳ μηδ' ὅτε ἀπέθνησκε περὶ αὐτοὺς καμούσῃ τῷ τε κοινῇ συμφέροντι παρέχειν αὑτοὺς εἰς τὰ παραγγελλόμενα προθύμους. τῶν δ' ἑπομένων ὁπλίταις πεντακισμυρίοις ἀπὸ τῆς Ἀβέλης ἐπὶ τὸν Ἰόρδανον ἐξῄει σταδίους ἑξήκοντα.
[5] Καὶ στρατοπεδεύσαντος εὐθὺς οἱ κατάσκοποι παρῆσαν μηδὲν ἀγνοήσαντες τῶν παρὰ τοῖς Χαναναίοις· ἐλθόντες γὰρ τὸ πρῶτον ἅπασαν ἐπ' ἀδείας αὐτῶν τὴν πόλιν κατενόησαν, τῶν τε τειχῶν ὅσα καρτερὰ καὶ ὅσα μὴ τοῦτον ἔχει τὸν τρόπον αὐτοῖς ἀσφαλῶς καὶ τῶν πυλίδων αἳ πρὸς εἴσοδον τῷ στρατοπέδῳ δι' ἀσθένειαν [6] συνέφερον. ἠμέλουν δὲ θεωμένων οἱ ἐντυγχάνοντες κατὰ ἱστορίαν ξένοις προσήκουσαν ἀκριβῶς ἕκαστα πολυπραγμονεῖν τῶν ἐν τῇ [7] πόλει νομίζοντες, ἀλλ' οὐχὶ διανοίᾳ πολεμίων. ὡς δὲ γενομένης ὀψίας ὑποχωροῦσιν εἴς τι καταγώγιον τοῦ τείχους πλησίον, εἰς ὃ καὶ προήχθησαν δειπνοποιησάμενοι καὶ περὶ ἀπαλλαγῆς αὐτοῖς τὸ [8] λοιπὸν ἡ φροντὶς ἦν, μηνύονται τῷ βασιλεῖ περὶ δεῖπνον ὄντι κατασκεψόμενοί τινες τὴν πόλιν ἀπὸ τοῦ τῶν Ἑβραίων στρατοπέδου παρεῖναι καὶ ὄντες ἐν τῷ τῆς Ῥαάβης καταγωγίῳ μετὰ πολλῆς τῆς τοῦ λανθάνειν προνοίας ὑπάρχειν. ὁ δ' εὐθὺς πέμψας πρὸς αὐτοὺς ἐκέλευσεν ἀγαγεῖν συλλαβόντας, ἵνα βασανίσας μάθῃ, τί καὶ [9] βουλόμενοι παρεῖεν. ὡς δ' ἔγνω τὴν ἔφοδον αὐτῶν ἡ Ῥαάβη, λίνου γὰρ ἀγκαλίδας ἐπὶ τοῦ τείχους ἔψυχε, τοὺς μὲν κατασκόπους εἰς ταύτας ἀποκρύπτει, τοῖς δὲ πεμφθεῖσιν ὑπὸ τοῦ βασιλέως ἔλεγεν, ὡς ξένοι τινὲς εἶεν ἀγνῶτες ὀλίγῳ πρότερον ἢ δῦναι τὸν ἥλιον παρ' αὐτῇ δειπνήσαντες ἀπαλλαγεῖεν, οὓς εἰ φοβεροὶ τῇ πόλει δοκοῦσιν, ἢ κίνδυνον τῷ βασιλεῖ φέροντες ἧκον, ἀπόνως εἶναι λαβεῖν διωχθέντας.
[10] οἱ δὲ τῆς γυναικὸς οὕτως αὐτοὺς ὑπελθούσης οὐδένα ὑπονοήσαντες δόλον ἀπῆλθον οὐδ' ἐρευνήσαντες τὸ καταγώγιον. ἐπεὶ δ' ὁρμήσαντες καθ' ἃς ἐνόμιζον αὐτοὺς μάλιστα τῶν ὁδῶν ἀπέρχεσθαι καὶ κατὰ τὰς εἰς τὸν ποταμὸν φερούσας οὐδενὶ γνωρίσματι [11] περιετύγχανον, παύονται τοῦ πονεῖν. τοῦ δὲ θορύβου σταλέντος ἡ Ῥαάβη καταγαγοῦσα τοὺς ἄνδρας καὶ τὸν κίνδυνον εἰποῦσα, ὃν ὑπὲρ τῆς αὐτῶν ὑπέλθοι σωτηρίας, ἁλοῦσαν γὰρ ἀποκρύπτουσαν αὐτοὺς οὐκ ἂν διαφυγεῖν τὴν ἐκ τοῦ βασιλέως τιμωρίαν, [12] ἀλλὰ πανοικὶ αὐτὴν ἀπολέσθαι κακῶς, παρακαλέσασα διὰ μνήμης ἔχειν, ὅταν ἐγκρατεῖς τῆς Χαναναίων γῆς καταστάντες ἀμοιβὴν ἐκτῖσαι δύνωνται τῆς ἄρτι σωτηρίας, χωρεῖν ἐκέλευεν ἐπὶ τὰ οἰκεῖα ὀμόσαντας ἦ μὴν σώσειν αὐτὴν καὶ τὰ αὐτῆς, ὅταν τὴν πόλιν ἑλόντες φθείρωσι πάντας τοὺς ἐν αὐτῇ κατὰ ψήφισμα τὸ παρ' αὐτοῖς γενόμενον· ταῦτα γὰρ εἰδέναι σημείοις τοῖς ἐκ τοῦ θεοῦ [13] διδαχθεῖσαν. οἱ δὲ καὶ τῶν παρόντων αὐτῇ χάριν ἔχειν ὡμολόγουν καὶ περὶ τῶν αὖθις ὤμνυον ἔργῳ τὴν ἀμοιβὴν ἀποδώσειν· ἡνίκα δ' ἂν αἴσθηται μελλούσης ἁλίσκεσθαι τῆς πόλεως, συνεβούλευον κτῆσίν τε τὴν αὐτῆς καὶ τοὺς οἰκείους ἅπαντας εἰς τὸ καταγώγιον ἀποθεμένην ἐγκαθεῖρξαι πρὸ τῶν θυρῶν ἀνατείνασαν φοινικίδας, ὅπως εἰδὼς τὴν οἰκίαν ὁ στρατηγὸς φυλάττηται κακῶς [14] ποιεῖν· μηνύσομεν γὰρ αὐτῷ, ἔφασαν, διὰ τὸ σὸν σώζεσθαι πρόθυμον. εἰ δέ τις ἐν τῇ μάχῃ πέσοι τῶν σῶν, σύ τε οὐκ ἂν ἡμῖν ἐπενέγκοις αἰτίαν καὶ τὸν θεὸν ὃν ὀμωμόκαμεν παραιτούμεθα μηδὲν [15] ὡς ἐπὶ παραβαίνουσι τοὺς ὅρκους δυσχερᾶναι. καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἐχώρουν διὰ τοῦ τείχους καθιμήσαντες ἑαυτούς, καὶ διασωθέντες πρὸς τοὺς οἰκείους ἐδήλωσαν ὅσα πράξαντες ἐπὶ τῆς πόλεως ἧκον· Ἰησοῦς δὲ τῷ ἀρχιερεῖ Ἐλεαζάρῳ καὶ τῇ γερουσίᾳ φράζει τὰ τοῖς σκοποῖς ὁμοθέντα πρὸς τὴν Ῥαάβην· οἱ δ' ἐπεκύρουν τὸν ὅρκον.
[16] Δεδιότος δὲ τοῦ στρατοῦ τὴν διάβασιν, μέγας γὰρ ἦν ὁ ποταμὸς τῷ ῥεύματι καὶ οὔτε γεφύραις πορευτός, οὐ γὰρ ἔζευκτο τὸ πρότερον, βουλομένους τε γεφυροῦν οὐχ ἕξειν σχολὴν παρὰ τῶν πολεμίων ὑπελάμβανον πορθμείων τε μὴ τυγχανόντων, διαβατὸν αὐτοῖς ὁ θεὸς ἐπαγγέλλεται ποιήσειν τὸν ποταμὸν μειώσας αὐτοῦ [17] τὸ πλῆθος. καὶ δύο ἐπισχὼν ἡμέρας Ἰησοῦς διεβίβαζε τὸν στρατὸν καὶ τὴν πληθὺν ἅπασαν τοιούτῳ τρόπῳ· προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν ἔχοντες, ἔπειτα οἱ Λευῖται τήν τε σκηνὴν καὶ τὰ πρὸς ὑπηρεσίαν ταῖς θυσίαις σκεύη κομίζοντες, εἵποντο δὲ τοῖς Λευίταις κατὰ φυλὰς ὁ πᾶς ὅμιλος μέσους ἔχων παῖδας καὶ γυναῖκας, [18] δεδιὼς περὶ αὐτῶν μὴ βιασθεῖεν ὑπὸ τοῦ ῥεύματος. ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσι πορευτὸς ἔδοξεν ὁ ποταμός, τοῦ μὲν βάθους ἐπεσχημένου, τοῦ δὲ κάχληκος τῷ μὴ πολὺν εἶναι μηδ' ὀξὺν τὸν ῥοῦν ὥσθ' ὑποφέρειν αὐτὸν τῇ βίᾳ ἀντ' ἐδάφους κειμένου, πάντες ἤδη θαρσαλέως ἐπεραιοῦντο τὸν ποταμόν, οἷον αὐτὸν [19] ὁ θεὸς προεῖπε ποιήσειν τοιοῦτον κατανοοῦντες. ἔστησαν δὲ ἐν μέσῳ οἱ ἱερεῖς ἕως οὗ διαβαίη τὸ πλῆθος καὶ τἀσφαλοῦς ἁψάμενον τύχοι. πάντων δὲ διαβάντων ἐξῄεσαν οἱ ἱερεῖς ἐλεύθερον ἀφέντες ἤδη τὸ ῥεῦμα χωρεῖν κατὰ τὴν συνήθειαν. καὶ ὁ μὲν ποταμὸς εὐθὺς ἐκβάντων αὐτὸν τῶν Ἑβραίων ηὔξετο καὶ τὸ ἴδιον ἀπελάμβανε μέγεθος.
[20] Οἱ δὲ πεντήκοντα προελθόντες στάδια βάλλονται στρατόπεδον ἀπὸ δέκα σταδίων τῆς Ἱεριχοῦντος, Ἰησοῦς τε τόν τε βωμὸν ἐκ τῶν λίθων ὧν ἕκαστος ἀνείλετο τῶν φυλάρχων ἐκ τοῦ βυθοῦ τοῦ προφήτου κελεύσαντος ἱδρυσάμενος τεκμήριον γενησόμενον τῆς ἀνακοπῆς τοῦ ῥεύματος ἔθυεν ἐπ' αὐτοῦ τῷ θεῷ, καὶ τὴν φάσκα [21] ἑώρταζον ἐν ἐκείνῳ τῷ χωρίῳ, πάντων ὧν αὐτοῖς πρότερον συνέβαινε σπανίζειν τότε ῥᾳδίως εὐποροῦντες· τόν τε γὰρ σῖτον ἀκμάζοντα ἤδη τῶν Χαναναίων ἐθέριζον καὶ τὰ λοιπὰ λείαν ἦγον· τότε γὰρ αὐτοὺς καὶ ἡ τῆς μάννας ἐπελελοίπει τροφὴ χρησαμένους ἐπὶ ἔτη τεσσαράκοντα.
[22] Ὡς δὲ ταῦτα ποιούντων τῶν Ἰσραηλιτῶν οὐκ ἐπεξῄεσαν οἱ Χαναναῖοι τειχήρεις δ' ἡσύχαζον, πολιορκεῖν αὐτοὺς Ἰησοῦς ἔγνω. καὶ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες, περὶ δ' [23] αὐτὴν ἐν κύκλῳ μέρος τι τῶν ὁπλιτῶν φυλάττον ἦν, οἳ καὶ προῄεσαν ἑπτὰ κέρασιν αὐτῶν σαλπίζοντες παρεκάλουν τὸν στρατὸν εἰς ἀλκὴν, περιώδευόν τε τὸ τεῖχος ἑπομένης τῆς γερουσίας, καὶ σαλπισάντων μόνον τῶν ἱερέων, τούτου γὰρ οὐδὲν ἐποίησαν περισσότερον, ἀνέζευξαν [24] εἰς τὸ στρατόπεδον. καὶ τοῦτο ἐπὶ ἡμέρας ἓξ ποιησάντων τῇ ἑβδόμῃ τὸ ὁπλιτικὸν Ἰησοῦς συναγαγὼν καὶ τὸν λαὸν ἅπαντα τὴν ἅλωσιν αὐτοῖς τῆς πόλεως εὐηγγελίζετο, ὡς κατ' ἐκείνην τὴν ἡμέραν αὐτοῖς τοῦ θεοῦ ταύτην παρέξοντος αὐτομάτως καὶ δίχα [25] [τοῦ] πόνου τοῦ σφετέρου τῶν τειχῶν κατενεχθησομένων. κτείνειν μέντοι πάνθ' ὁντινοῦν εἰ λάβοιεν παρεκελεύετο καὶ μήτε κάμνοντας ἀποστῆναι τοῦ φόνου τῶν πολεμίων, μήτ' ἐλέῳ παραχωρήσαντας μήτε περὶ ἁρπαγὴν γινομένους περιορᾶν φεύγοντας τοὺς ἐχθρούς· [26] ἀλλὰ τὰ μὲν ζῷα πάντα διαφθείρειν μηδὲν αὐτοὺς εἰς ἰδίαν ὠφέλειαν λαμβάνοντας, ὅσος δ' ἂν ἄργυρος ᾖ καὶ χρυσός, ταῦτα ἐκέλευσε συγκομίζοντας ἀπαρχὴν ἐξαίρετον τῶν κατωρθωμένων τῷ θεῷ τηρεῖν ἐκ τῆς πρῶτον ἁλισκομένης πόλεως εἰληφότας· σώζειν δὲ μόνην Ῥαάβην καὶ τὴν γενεὰν αὐτῆς διὰ τοὺς γενομένους πρὸς αὐτὴν τοῖς κατασκόποις ὅρκους.
[27] Ταῦτ' εἰπὼν καὶ διατάξας τὸν στρατὸν προσήγαγεν ἐπὶ τὴν πόλιν· περιῄεσαν δὲ πάλιν τὴν πόλιν ἡγουμένης τῆς κιβωτοῦ καὶ τῶν ἱερέων τοῖς κέρασιν ἐξοτρυνόντων τὴν δύναμιν πρὸς τὸ ἔργον. καὶ περιελθόντων ἑπτάκις καὶ πρὸς ὀλίγον ἠρεμησάντων κατέπεσε τὸ τεῖχος μήτε μηχανῆς μήτε ἄλλης βίας αὐτῷ προσενεχθείσης ὑπὸ τῶν Ἑβραίων.
[28] Οἱ δ' εἰσελθόντες εἰς Ἱεριχοῦντα πάντας ἔκτεινον, τῶν ἐν αὐτῇ πρὸς τὴν παράδοξον τοῦ τείχους ἀνατροπὴν καταπεπληγότων καὶ τοῦ φρονήματος αὐτοῖς πρὸς ἄμυναν ἀχρείου γεγονότος· ἀνῃροῦντο δ' οὖν ἐν ταῖς ὁδοῖς ἀποσφαττόμενοι καὶ ἐν ταῖς οἰκίαις [29] ἐπικαταλαμβανόμενοι. παρῃτεῖτο δ' οὐδὲν αὐτούς, ἀλλὰ πάντες ἀπώλλυντο ἄχρι γυναικῶν καὶ παιδίων, καὶ νεκρῶν ἡ πόλις ἦν ἀνάπλεως καὶ διέφυγεν οὐδέν. τὴν δὲ πόλιν ἐνέπρησαν ἅπασαν [30] καὶ τὴν χώραν. καὶ τὴν Ῥαάβην σὺν τοῖς οἰκείοις εἰς τὸ καταγώγιον συμφυγοῦσαν ἔσωσαν οἱ κατάσκοποι, καὶ πρὸς αὐτὸν Ἰησοῦς ἀχθείσῃ χάριν ἔχειν ὡμολόγει τῆς σωτηρίας τῶν κατασκόπων καὶ μὴν τῆς εὐεργεσίας ταύτης ἔλεγεν ἐν ταῖς ἀμοιβαῖς οὐχ ἥττονα φανήσεσθαι, δωρεῖται δ' αὐτὴν εὐθὺς ἀγροῖς καὶ διὰ τιμῆς εἶχε τῆς πάσης.
[31] Τῆς δὲ πόλεως εἰ καί τι παρέλθοι τὸ πῦρ κατέσκαπτε καὶ κατὰ τῶν οἰκησόντων, εἴ τις πορθηθεῖσαν ἀνεγείρειν ἐθελήσειεν, ἀρὰς ἔθετο, ὅπως θεμελίους μὲν τειχῶν βαλόμενος στερηθῇ τοῦ πρώτου παιδός, τελειώσας δὲ τὸν νεώτατον τῶν παίδων ἀποβάλῃ. τῆς δὲ ἀρᾶς τὸ θεῖον οὐκ ἠμέλησεν, ἀλλ' ἐν τοῖς ὑστέροις ἀπαγγελοῦμεν τὸ περὶ αὐτὴν πάθος γενόμενον.
[32] Ἄπειρον δέ τι πλῆθος ἐκ τῆς ἁλώσεως συναθροίζεται ἀργύρου τε καὶ χρυσοῦ καὶ προσέτι χαλκοῦ μηδενὸς παραβάντος τὰ δεδογμένα μηδ' εἰς ἰδίαν ὠφέλειαν αὐτὰ διαρπασαμένων, ἀλλ' ἀποσχομένων ὡς ἤδη τῷ θεῷ καθιερωμένων. καὶ ταῦτα μὲν Ἰησοῦς τοῖς ἱερεῦσιν εἰς τοὺς θησαυροὺς παραδίδωσι καταθέσθαι. καὶ Ἱεριχοῦς μὲν τοῦτον ἀπώλετο τὸν τρόπον.
[33] Ἄχαρος δέ τις Ζεβεδαίου παῖς ὢν ἐκ τῆς Ἰούδα φυλῆς εὑρὼν χλαμύδα βασίλειον ἐκ χρυσοῦ μὲν πᾶσαν ὑφασμένην, μᾶζαν δὲ χρυσοῦ σταθμὸν ἕλκουσαν σίκλων διακοσίων καὶ δεινὸν ἡγησάμενος, εἰ ὃ κινδυνεύσας ηὕρατο κέρδος, τοῦτο τῆς ἰδίας χρείας ἀφελόμενος δοῦναι φέρων τῷ θεῷ καὶ μὴ δεομένῳ, ὄρυγμα βαθὺ ποιήσας ἐν τῇ αὐτοῦ σκηνῇ κατώρυξεν εἰς τοῦτο, λήσειν νομίζων ὡς τοὺς συστρατιώτας οὕτως καὶ τὸν θεόν.
[34] Ἐκλήθη δὲ ὁ τόπος ἐν ᾧ στρατόπεδον ἐβάλετο Ἰησοῦς Γάλγαλα· σημαίνει δὲ τοῦτο ἐλευθέριον ὄνομα· διαβάντες γὰρ τὸν ποταμὸν ἐλευθέρους ἑαυτοὺς ἤδη ἀπό τε τῶν Αἰγυπτίων καὶ τῆς ἐν τῇ ἐρήμῳ ταλαιπωρίας ἐγίνωσκον.
[35] Μετὰ δ' ὀλίγας ἡμέρας τῆς Ἱεριχοῦντος συμφορᾶς πέμπει τρισχιλίους ὁπλίτας Ἰησοῦς εἰς Ναϊὰν πόλιν ὑπὲρ τῆς Ἱεριχοῦντος κειμένην αἱρήσοντας, οἳ συμβαλόντων αὐτοῖς τῶν Ναϊητῶν τραπέντες [36] ἀποβάλλουσιν ἄνδρας ἓξ καὶ τριάκοντα. τοῦτ' ἀγγελθὲν τοῖς Ἰσραηλίταις λύπην τε μεγάλην καὶ δεινὴν ἐποίησεν ἀθυμίαν οὐ κατὰ τὸ οἰκεῖον τῶν ἀπολωλότων, καίτοι γε πάντων ἀνδρῶν ἀγαθῶν καὶ [37] σπουδῆς ἀξίων διεφθαρμένων, ἀλλὰ κατὰ ἀπόγνωσιν· πιστεύοντες γὰρ ἤδη τῆς γῆς ἐγκρατεῖς εἶναι καὶ σῶον ἕξειν ἐν ταῖς μάχαις τὸν στρατὸν οὕτως τοῦ θεοῦ προϋπεσχημένου, τεθαρρηκότας παραδόξως ἑώρων τοὺς πολεμίους· καὶ σάκκους ἐπενδύντες ταῖς στολαῖς δι' ὅλης ἡμέρας ἐν δακρύοις ἦσαν καὶ πένθει τροφῆς οὐδεμίαν ἐπιζήτησιν ποιούμενοι, μειζόνως δὲ τὸ συμβεβηκὸς εἶχον ἀχθόμενοι.
[38] Βλέπων δὲ οὕτως ὁ Ἰησοῦς τήν τε στρατιὰν καταπεπληγυῖαν καὶ περὶ τῶν ὅλων πονηρὰν ἤδη τὴν ἐλπίδα λαμβάνουσαν [39] παρρησίαν λαμβάνει πρὸς τὸν θεόν· ἡμεῖς γὰρ εἶπεν οὐχ ὑπ' αὐθαδείας προήχθημεν ὥστε ταύτην ὑπάγεσθαι τοῖς ὅπλοις τὴν γῆν, ἀλλὰ Μωυσέος τοῦ σοῦ δούλου πρὸς τοῦθ' ἡμᾶς ἐξεγείραντος, ᾧ διὰ πολλῶν τεκμηρίων ἐπηγγέλλου κτήσασθαι παρέξειν ἡμῖν τήνδε τὴν γῆν καὶ τὸν στρατὸν ἡμῶν ἀεὶ τῶν πολεμίων ποιήσειν [40] τοῖς ὅπλοις κρείττονα. τινὰ μὲν οὖν κατὰ τὰς ὑποσχέσεις ἡμῖν ἀπήντησε τὰς σάς, νῦν δὲ παρὰ δόξαν ἐπταικότες καὶ τῆς δυνάμεώς τινας ἀποβαλόντες ἐπὶ τούτοις ὡς οὐ βεβαίων τῶν παρὰ σοῦ καὶ ὧν προεῖπε Μωυσῆς ἀχθόμεθα καὶ χεῖρον ἡ τῶν μελλόντων [41] ἐλπὶς ἡμᾶς ἀνιᾷ τῇ πρώτῃ πείρᾳ τοιαύτῃ συντυχόντας. ἀλλὰ σύ, δέσποτα, δύναμις γάρ σοι τούτων ἴασιν εὑρεῖν, τό τε παρὸν ἡμῶν λυπηρὸν νίκην παρασχόμενος καὶ τὸ περὶ τῶν αὖθις δύσελπι διακείμενον οὕτως τῆς διανοίας ἔξελε.
[42] Ταῦτα μὲν Ἰησοῦς ἐπὶ στόμα πεσὼν ἠρώτα τὸν θεόν· χρηματίσαντος δὲ ἀνίστασθαι τοῦ θεοῦ καὶ καθαίρειν τὸν στρατὸν μιάσματος ἐν αὐτῷ γεγονότος κλοπῆς τε τῶν καθιερωμένων αὐτῷ χρημάτων τετολμημένης, διὰ γὰρ ταῦτα τὴν νῦν αὐτοῖς ἧτταν συμπεσεῖν, ἀναζητηθέντος δὲ τοῦ δράσαντος καὶ κολασθέντος νίκην αὐτοῖς ἀεὶ πορίζεσθαι τῶν πολεμίων, φράζει ταῦτα πρὸς τὸν λαὸν [43] Ἰησοῦς, καὶ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ τοὺς ἐν τέλει κατὰ φυλὴν ἐκλήρου. τούτου δὲ τὸ τετολμημένον ἐκ τῆς Ἰούδα φυλῆς δηλοῦντος κατὰ φατρίας πάλιν ταύτης προτίθησι τὸν κλῆρον. τὸ δ' ἀληθὲς τοῦ κακουργήματος περὶ τὴν Ἀχάρου συγγένειαν ηὑρίσκετο.
[44] κατ' ἄνδρα δὲ τῆς ἐξετάσεως γινομένης λαμβάνουσι τὸν Ἄχαρον· ὁ δ' οὐκ ἔχων ἔξαρνος εἶναι τοῦ θεοῦ δεινῶς αὐτὸν ἐκπεριελθόντος ὡμολόγει τε τὴν κλοπὴν καὶ τὰ φώρια παρῆγεν εἰς μέσον. καὶ οὗτος μὲν εὐθὺς ἀναιρεθεὶς ἐν νυκτὶ ταφῆς ἀτίμου καὶ καταδίκῳ πρεπούσης τυγχάνει.
[45] Ἰησοῦς δὲ ἁγνίσας τὸν στρατὸν ἐξῆγεν ἐπὶ τὴν Ναϊὰν αὐτὸς καὶ νυκτὸς τὰ περὶ τὴν πόλιν ἐνέδραις προλοχίσας ὑπὸ τὸν ὄρθρον συμβάλλει τοῖς πολεμίοις. τῶν δὲ μετὰ θράσους αὐτοῖς διὰ τὴν προτέραν νίκην ἐπιόντων ὑποχωρεῖν προσποιησάμενος ἕλκει τῷ τρόπῳ τούτῳ μακρὰν αὐτοὺς τῆς πόλεως διώκειν οἰομένους καὶ ὡς [46] ἐπὶ νίκῃ καταφρονοῦντας. ἔπειτ' ἀναστρέψας τὴν δύναμιν κατὰ πρόσωπον αὐτοῖς ποιεῖ, σημεῖά τε δοὺς ἃ πρὸς τοὺς ἐν ταῖς ἐνέδραις συνετέτακτο κἀκείνους ἐπὶ τὴν μάχην ἐξανίστησιν. οἱ δ' εἰσεπήδων εἰς τὴν πόλιν τῶν ἔνδον περὶ τοῖς τείχεσιν ὄντων, ἐνίων [47] δὲ καὶ πρὸς θέαν τῶν ἔξω τὴν γνώμην περισπωμένων. καὶ οἱ μὲν τὴν πόλιν ᾕρουν καὶ πάντας τοὺς ἐντυγχάνοντας ἔκτεινον, Ἰησοῦς δὲ τοὺς προσελθόντας εἰς χεῖρας βιασάμενος φυγεῖν τρέπεται, συνελαυνόμενοι δὲ ὡς εἰς ἀκέραιον τὴν πόλιν ἐπεὶ καὶ ταύτην ἐχομένην ἑώρων καὶ καταπιμπραμένην ὁμοῦ γυναιξὶ καὶ τέκνοις κατέλαβον, διὰ τῶν ἀγρῶν σκεδασθέντες καὶ ἀμύνειν αὐτοῖς ὑπὸ μονώσεως [48] οὐ δυνάμενοι . τοιαύτης δὲ τῆς συμφορᾶς τοὺς Ναϊτιανοὺς καταλαβούσης, παίδων τε ὄχλος ἑάλω καὶ γυναικῶν καὶ θεραπείας καὶ τῆς ἄλλης ἀποσκευῆς ἄπειρόν τι πλῆθος, ἀγέλας τε βοσκημάτων ἔλαβον οἱ Ἑβραῖοι καὶ χρήματα πολλά, καὶ γὰρ πλούσιον ἦν τὸ χωρίον, καὶ ταῦτα πάντα τοῖς στρατιώταις Ἰησοῦς διένειμεν ἐν Γαλγάλοις γενόμενος.
[49] Γεβεωνῖται δὲ κατοικοῦντες ἔγγιστα τοῖς Ἱεροσολύμοις τά τε τοῖς Ἱεριχουντίοις συμβεβηκότα πάθη καὶ τὰ τοῖς Ναϊτίνοις ὁρῶντες καὶ πρὸς σφᾶς μεταβήσεσθαι τὸ δεινὸν ὑπονοοῦντες, Ἰησοῦν μὲν παρακαλεῖν οὐ διέγνωσαν· οὐδὲ γὰρ τεύξεσθαί τινος τῶν μετρίων ὑπελάμβανον ἐπ' ὀλέθρῳ τοῦ Χαναναίων ἔθνους παντὸς [50] πολεμοῦντος αὐτούς· Κεφηρίτας δὲ καὶ Καριαθιαριμίτας γείτονας ὄντας αὐτοῖς ἐπὶ συμμαχίαν παρεκάλουν, οὐδ' αὐτοὺς διαφεύξεσθαι τὸν κίνδυνον λέγοντες, εἰ φθάσαιεν αὐτοὶ ληφθέντες ὑπὸ τῶν Ἰσραηλιτῶν, συνασπίσαντας δὲ αὐτοῖς διέγνωσαν διαδρᾶναι τὴν δύναμιν [51] αὐτῶν. προσδεξαμένων δὲ τοὺς λόγους αὐτῶν πέμπουσι πρέσβεις πρὸς Ἰησοῦν φιλίαν σπεισομένους οὓς μάλιστα τῶν πολιτῶν ἐδοκίμαζον [52] ἱκανοὺς πρᾶξαι τὰ συμφέροντα τῷ πλήθει. οἱ δὲ ὁμολογεῖν αὑτοὺς Χαναναίους ἐπισφαλὲς ἡγούμενοι, διαφεύξεσθαι τὸν διὰ τοῦτο κίνδυνον ὑπολαμβάνοντες, εἰ λέγοιεν αὑτοὺς μὴ προσήκειν κατὰ μηδὲν Χαναναίοις ἀλλὰ πορρωτάτω τούτων κατοικεῖν, ἥκειν τε κατὰ πύστιν τῆς ἀρετῆς αὐτοῦ πολλὴν ἀνύσαντες ὁδὸν ἔφασκον [53] καὶ τεκμήριον τοῦ λόγου τούτου τὸ σχῆμα ὑπεδείκνυον· τὰς γὰρ ἐσθῆτας καινὰς ὅτε ἐξῄεσαν οὔσας ὑπὸ τοῦ χρόνου τῆς ὁδοιπορίας αὐτοῖς τετρῖφθαι· τρυχίνας γὰρ εἰς τὸ ταῦτα πιστοῦσθαι πρὸς [54] αὐτῶν ἐπίτηδες ἔλαβον. στάντες οὖν εἰς μέσους ἔλεγον, ὡς πεμφθεῖεν ὑπὸ τῶν Γεβεωνιτῶν καὶ τῶν περιοίκων πόλεων πλεῖστον ἀπεχουσῶν τῆσδε τῆς γῆς ποιησόμενοι πρὸς αὐτοὺς φιλίαν ἐφ' αἷς πάτριον αὐτοῖς ἐστι συνθήκαις· μαθόντες γὰρ ἐκ θεοῦ χάριτος καὶ δωρεᾶς τὴν Χαναναίων αὐτοῖς γῆν κτήσασθαι δεδόσθαι τούτοις τ' [55] ἔλεγον ἥδεσθαι καὶ πολίτας ἀξιοῦν αὐτῶν γενέσθαι. καὶ οἱ μὲν ταῦτα λέγοντες καὶ ἐπιδεικνύντες τὰ τεκμήρια τῆς ὁδοιπορίας παρεκάλουν ἐπὶ συνθήκας καὶ φιλίαν τοὺς Ἑβραίους· Ἰησοῦς δὲ πιστεύσας οἷς ἔλεγον, ὡς οὐκ εἰσὶ τοῦ Χαναναίων ἔθνους, ποιεῖται πρὸς αὐτοὺς φιλίαν, καὶ Ἐλεάζαρος ὁ ἀρχιερεὺς μετὰ τῆς γερουσίας ὄμνυσιν ἕξειν τε φίλους καὶ συμμάχους καὶ μηδὲν μοχλεύσεσθαι κατ' [56] αὐτῶν ἄδικον τοῖς ὅρκοις ἐπισυναινέσαντος τοῦ πλήθους. καὶ οἱ μὲν ὧν ἤθελον τυχόντες ἐξ ἀπάτης ἀπῄεσαν πρὸς αὑτούς. Ἰησοῦς δὲ τῆς Χαναναίας στρατεύσας εἰς τὴν ὑπώρειον καὶ μαθὼν οὐ πόρρω τῶν Ἱεροσολύμων τοὺς Γεβεωνίτας κατῳκημένους καὶ τοῦ γένους ὄντας τῶν Χαναναίων, μεταπεμψάμενος αὐτῶν τοὺς ἐν τέλει [57] τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. τῶν δ' οὐκ ἄλλην ἀφορμὴν σωτηρίας ἔχειν ἢ ταύτην προφασιζομένων καὶ διὰ τοῦτ' ἐπ' αὐτὴν ἐξ ἀνάγκης καταφυγεῖν συγκαλεῖ τὸν ἀρχιερέα Ἐλεάζαρον καὶ τὴν γερουσίαν, καὶ δημοσίους αὐτοὺς δικαιούντων ποιεῖν ἐπὶ τῷ μὴ παραβῆναι τὸν ὅρκον ἀποδείκνυσιν εἶναι τοιούτους. καὶ οἱ μὲν τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς τοιαύτην φυλακὴν καὶ ἀσφάλειαν εὕραντο.
[58] Τοῦ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέως χαλεπῶς φέροντος ἐπὶ τῷ μετατάξασθαι πρὸς τὸν Ἰησοῦν τοὺς Γεβεωνίτας καὶ τοὺς τῶν πλησίον ἐθνῶν παρακαλέσαντος βασιλέας συνάρασθαι τῷ κατ' αὐτῶν πολέμῳ, ὡς τούτους τε εἶδον παρόντας σὺν αὐτῷ, τέσσαρες δὲ ἦσαν, οἱ Γεβεωνῖται καὶ στρατοπεδευσαμένους ἐπί τινι πηγῇ τῆς πόλεως οὐκ ἄπωθεν παρασκευάζεσθαι πρὸς πολιορκίαν, ἐπεκαλοῦντο [59] σύμμαχον Ἰησοῦν· ἐν τούτοις γὰρ ἦν αὐτοῖς τὰ πράγματα, ὡς ὑπὸ μὲν τούτων ἀπολεῖσθαι προσδοκᾶν, ὑπὸ δὲ τῶν ἐπ' ὀλέθρῳ τοῦ Χαναναίων γένους στρατευσάντων σωθήσεσθαι διὰ τὴν γενομένην [60] φιλίαν ὑπολαμβάνειν. καὶ Ἰησοῦς πανστρατιᾷ σπεύσας ἐπὶ τὴν βοήθειαν καὶ δι' ἡμέρας καὶ νυκτὸς ἀνύσας ὄρθριος προσμίγνυσι τοῖς πολεμίοις καὶ τραπεῖσιν εἵπετο διώκων διὰ χωρίων ἐπικλινῶν, Βηθωρὰ καλεῖται. ἔνθα καὶ τὴν τοῦ θεοῦ συνεργίαν ἔμαθεν ἐπισημήναντος αὐτοῦ βρονταῖς τε καὶ κεραυνῶν ἀφέσει καὶ [61] χαλάζης καταφορᾷ μείζονος τῆς συνήθους· ἔτι γε μὴν καὶ τὴν ἡμέραν αὐξηθῆναι πλέον, ὡς ἂν μὴ καταλαβοῦσα νὺξ ἐπίσχῃ τὸ τῶν Ἑβραίων πρόθυμον, συνέπεσεν, ὥστε καὶ λαμβάνει τοὺς βασιλέας Ἰησοῦς ἔν τινι κρυπτομένους σπηλαίῳ κατὰ Μακχίδα καὶ κολάζει πάντας. ὅτι δὲ τὸ μῆκος τῆς ἡμέρας ἐπέδωκε τότε καὶ τοῦ συνήθους ἐπλεόνασε, δηλοῦται διὰ τῶν ἀνακειμένων ἐν τῷ ἱερῷ γραμμάτων.
[62] Κατεστραμμένων δ' οὕτως τῶν περὶ τοὺς βασιλέας, οἳ τοὺς Γεβεωνίτας πολεμήσοντες ἐστράτευσαν, ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινὴν Ἰησοῦς καὶ πολὺν τῶν ἐν αὐτῇ φόνον ἐργασάμενος καὶ λείαν λαβὼν παρῆν εἰς τὸ ἐν Γαλγάλοις στρατόπεδον.
[63] τοῦ δὲ περὶ τῆς τῶν Ἑβραίων ἀρετῆς λόγου πολλοῦ φοιτῶντος εἰς τοὺς περιοίκους κατάπληξις εἶχε τοὺς ἀκούοντας τὸ τῶν ἀπολωλότων πλῆθος καὶ στρατεύουσιν ἐπ' αὐτοὺς οἱ περὶ Λίβανον ὄρος βασιλεῖς ὄντες Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδίοις τῶν Χαναναίων Παλαιστίνους προσλαβόντες στρατοπεδεύουσι πρὸς Βηρώθῃ πόλει Γαλιλαίας τῆς ἄνω Κεδέσης οὐ πόρρω· Γαλιλαίων δ' ἐστὶ καὶ [64] τοῦτο τὸ χωρίον. τοῦ δὲ στρατοῦ παντὸς ὁπλιτῶν μὲν ἦσαν μυριάδες τριάκοντα μύριοι δ' ἱππεῖς καὶ ἅρματα δισμύρια. καταπλήττει δὲ τὸ πλῆθος τῶν πολεμίων αὐτόν τε Ἰησοῦν καὶ τοὺς Ἰσραηλίτας καὶ πρὸς τὴν ἐλπίδα τοῦ κρείττονος εὐλαβεστέρως εἶχον [65] δι' ὑπερβολὴν τοῦ δέους. τοῦ θεοῦ δ' ἐξονειδίσαντος αὐτοῖς τὸν φόβον καὶ τί πλέον τῆς παρ' αὐτοῦ βοηθείας ποθοῦσιν, ὑποσχομένου τε νικήσειν τοὺς ἐχθροὺς καὶ κελεύσαντος τούς τε ἵππους ἀχρήστους ποιῆσαι καὶ τὰ ἅρματα πυρῶσαι, θαρσαλέος πρὸς τὰς [66] ὑποσχέσεις τοῦ θεοῦ γενόμενος ἐξώρμησεν ἐπὶ τοὺς πολεμίους, καὶ διὰ πέμπτης ἡμέρας ἐπ' αὐτοὺς ἐλθὼν συνάπτει καὶ καρτερὰ μάχη γίνεται καὶ φόνος κρείττων πίστεως παρὰ τοῖς ἀκροωμένοις. διώκων δ' ἐπὶ πλεῖστον ἐξῆλθε καὶ πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν [67] πλὴν ὀλίγων διέφθειρε, καὶ οἱ βασιλεῖς πάντες ἔπεσον, ὥστε τῶν ἀνθρώπων ἐπιλελοιπότων πρὸς τὸ κτείνεσθαι τοὺς ἵππους Ἰησοῦς αὐτῶν ἀνῄρει καὶ τὰ ἅρματα ἐνεπίμπρα, τήν τε χώραν ἐπ' ἀδείας διεπορεύετο μηδενὸς τολμῶντος εἰς μάχην ἐπεξελθεῖν, ἀλλὰ πολιορκίᾳ τὰς πόλεις αἱρῶν καὶ πᾶν ὅ τι λάβοι φονεύων.
[68] Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χαναναίων οὐκέτ' οὐδεὶς ὑπολέλειπτο πλὴν εἰ μή τινες ὀχυρότητι τειχῶν διέφυγον. Ἰησοῦς δ' ἐκ τῶν Γαλγάλων ἀναστρατοπεδεύσας εἰς τὴν ὄρειον ἱστᾷ τὴν ἱερὰν σκηνὴν κατὰ Σιλοῦν πόλιν, ἐπιτήδειον γὰρ ἐδόκει τὸ χωρίον διὰ κάλλος, ἕως οἰκοδομεῖν ναὸν αὐτοῖς τὰ πράγματα παράσχοι.
[69] καὶ χωρήσας ἐντεῦθεν ἐπὶ Σικίμων σὺν ἅπαντι τῷ λαῷ βωμόν τε ἵστησιν ὅπου προεῖπε Μωυσῆς καὶ νείμας τὴν στρατιὰν ἐπὶ μὲν τῷ Γαριζεῖ ὄρει τὴν ἡμίσειαν ἵστησιν, ἐπὶ δὲ τῷ Ἡβήλῳ τὴν ἡμίσειαν ἐν ᾧ καὶ ὁ βωμός ἐστι καὶ τὸ Λευιτικὸν καὶ τοὺς [70] ἱερέας. θύσαντες δὲ καὶ ἀρὰς ποιησάμενοι καὶ ταύτας ἐπὶ τῷ βωμῷ γεγραμμένας καταλιπόντες εἰς τὴν Σιλοῦν ἀνέζευξαν.
[71] Ἰησοῦς δ' ἤδη γηραιὸς ὢν καὶ τὰς τῶν Χαναναίων πόλεις ὁρῶν οὐκ εὐαλώτους ὑπό τε τῶν χωρίων ἐν οἷς ἦσαν ὀχυρότητος καὶ τῆς τῶν τειχῶν ἰσχύος, ἃ τῇ φυσικῇ τῶν πόλεων πλεονεξίᾳ προσεπιβαλλόμενοι προσεδόκων τοὺς πολεμίους ἀφέξεσθαι πολιορκίας [72] δι' ἀπόγνωσιν τοῦ λαβεῖν, καὶ γὰρ ἐπ' ὀλέθρῳ τῷ ἑαυτῶν οἱ Χαναναῖοι μαθόντες τοὺς Ἰσραηλίτας ποιησαμένους τὴν ἔξοδον τὴν ἀπ' Αἰγύπτου πρὸς τῷ τὰς πόλεις καρτερὰς ποιεῖν ἐκεῖνον ἅπαντ' ἦσαν τὸν χρόνον, συναγαγὼν τὸν λαὸν εἰς τὴν Σιλοῦν ἐκκλησίαν [73] παρήγγειλε. καὶ σπουδῇ συνδραμόντων τά τε ἤδη κατωρθωμένα καὶ τὰς γεγενημένας πράξεις, ὡς εἰσὶν ἄρισται καὶ τοῦ θείου τοῦ παρασχόντος αὐτὰς ἄξιαι καὶ τῆς ἀρετῆς τῶν νόμων οἷς κατακολουθοῦσιν ἔλεγε, βασιλεῖς τε τριάκοντα καὶ ἕνα τολμήσαντας αὐτοῖς εἰς χεῖρας ἐλθεῖν κεκρατῆσθαι δηλῶν καὶ στρατιὰν ὅση ποτὲ κατελπίσασα τῆς αὐτῶν δυνάμεως εἰς μάχην συνῆψεν ἅπασαν διαφθαρεῖσαν, [74] ὡς μηδὲ γενεὰν αὐτοῖς ὑπολελεῖφθαι. τῶν δὲ πόλεων ἐπειδήπερ αἱ μὲν ἑαλώκεσαν, πρὸς ἃς δὲ δεῖ χρόνου καὶ μεγάλης πολιορκίας διὰ τὴν τῶν τειχῶν ὀχυρότητα καὶ τὴν ἐπὶ ταύτῃ τῶν οἰκητόρων πεποίθησιν, ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ Ἰορδάνου συνεξορμήσαντας αὐτοῖς καὶ τῶν κινδύνων συναραμένους ὄντας συγγενεῖς ἀπολύειν ἤδη πρὸς τὰ οἰκεῖα χάριν αὐτοῖς ὧν συνέκαμον [75] ὁμολογοῦντας, ἕνα τε κατὰ φυλὴν ἀρετῇ προύχειν μαρτυρηθέντα πέμπειν, οἳ τὴν γῆν ἐκμετρησόμενοι πιστῶς καὶ μηδὲν κακουργήσοντες δηλώσουσιν ἡμῖν ἀδόλως αὐτῆς τὸ μέγεθος.
[76] Καὶ Ἰησοῦς μὲν τούτους ποιησάμενος τοὺς λόγους συγκάταινον ἔσχε τὸ πλῆθος καὶ ἄνδρας τοὺς ἐκμετρησομένους τὴν χώραν αὐτῶν ἐξέπεμψε παραδοὺς αὐτοῖς τινας γεωμετρίας ἐπιστήμονας, οὓς τἀληθὲς οὐκ ἔμελλε λήσεσθαι διὰ τὴν τέχνην, ἐντολὰς δοὺς ἀποτιμήσασθαι τῆς τε εὐδαίμονος ἰδίᾳ τὸ μέτρον γῆς καὶ τῆς ἧσσον [77] ἀγαθῆς. ἡ γὰρ φύσις τῆς Χαναναίων γῆς τοιαύτη τίς ἐστιν, ὡς ἴδοι τις ἂν πεδία μεγάλα καὶ καρποὺς φέρειν ἱκανώτατα καὶ συγκρινόμενα μὲν ἑτέρᾳ γῇ πανευδαίμονα νομισθησόμενα, τοῖς δ' Ἱεριχουντίων χωρίοις παραβαλλόμενα καὶ τοῖς Ἱεροσολυμιτῶν τὸ μηδὲν [78] ἀναφανησόμενα· καίτοι παντελῶς ὀλίγην αὐτῶν εἶναι τὴν γῆν συμβέβηκε ταύτης δὲ ὀρεινὴν τὴν πολλήν, ἀλλ' ὑπερβολὴν εἰς καρπῶν ἐκτροφήν τε καὶ κάλλος οὐκ ἀπολέλοιπεν ἑτέρᾳ. καὶ διὰ τοῦτο τιμητοὺς μᾶλλον ἢ μετρητοὺς τοὺς κλήρους εἶναι δεῖν ὑπέλαβε πολλάκις [79] ἑνὸς πλέθρου κἂν χιλίων ἀνταξίου γενομένου. οἱ δὲ ἄνδρες οἱ πεμφθέντες, δέκα δὲ ἦσαν, περιοδεύσαντες καὶ τιμησάμενοι τὴν γῆν ἐν ἑβδόμῳ μηνὶ παρῆσαν πρὸς αὐτὸν εἰς Σιλοῦντα πόλιν, ἔνθα τὴν σκηνὴν ἑστάκεσαν.
[80] Καὶ Ἰησοῦς Ἐλεάζαρόν τε καὶ τὴν γερουσίαν σὺν τοῖς φυλάρχοις παραλαβὼν νέμει ταῖς ἐννέα φυλαῖς καὶ τῶν Μανασσητῶν τοῖς ἡμίσεσι, κατὰ μέγεθος ἑκάστης τῶν φυλῶν τὴν μέτρησιν ποιησάμενος.
[81] κληρώσαντος δὲ αὐτοῦ, ἡ μὲν Ἰούδα λαχοῦσα πᾶσαν αἱρεῖται τὴν καθύπερθεν Ἰδουμαίαν παρατείνουσαν μὲν ἄχρι τῶν Ἱεροσολύμων τὸ δ' εὖρος ἕως τῆς Σοδομίτιδος λίμνης καθήκουσαν· ἐν δὲ [82] τῷ κλήρῳ τούτῳ πόλεις ἦσαν Ἀσκάλων καὶ Γάζα. Σεμεωνὶς δέ, δευτέρα γὰρ ἦν, ἔλαχε τῆς Ἰδουμαίας τὴν Αἰγύπτῳ τε καὶ τῇ Ἀραβίᾳ πρόσορον οὖσαν. Βενιαμῖται δὲ τὴν ἀπὸ Ἰορδάνου ποταμοῦ ἔλαχον ἄχρι θαλάσσης μὲν τὸ μῆκος, τὸ δὲ πλάτος Ἱεροσολύμοις ὁριζομένην καὶ Βηθήλοις· στενώτατος δὲ ὁ κλῆρος οὗτος ἦν διὰ τὴν τῆς γῆς ἀρετήν· Ἱεριχοῦντα γὰρ καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἔλαβον. [83] ἡ δ' Ἐφρὰν φυλὴ τὴν ἄχρι Γαζάρων ἀπὸ Ἰορδάνου ποταμοῦ μηκυνομένην ἔλαχεν, εὐρεῖαν δὲ ὅσον ἀπὸ Βεθήλων εἰς τὸ μέγα τελευτᾷ πεδίον, τῆς τε Μανασσήτιδος οἱ ἡμίσεις ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως, πλάτος δὲ ἐπὶ Βηθησάνων, ἣ νῦν Σκυθόπολις [84] καλεῖται, καὶ μετὰ τούτους Ἰσαχαρὶς Κάρμηλόν τε τὸ ὄρος καὶ τὸν ποταμὸν τοῦ μήκους ποιησαμένη τέρμονα, τὸ δὲ Ἰταβύριον ὄρος τοῦ πλάτους. Ζαβουλωνῖται δὲ τὴν μέχρι Γενησαρίδος καθήκουσαν δὲ [85] περὶ Κάρμηλον καὶ θάλασσαν ἔλαχον. τὴν δὲ ἀπὸ τοῦ Καρμήλου κοιλάδα προσαγορευομένην διὰ τὸ καὶ τοιαύτην εἶναι Ἀσηρῖται φέρονται πᾶσαν τὴν ἐπὶ Σιδῶνος τετραμμένην· Ἄρκη δὲ πόλις [86] ὑπῆρχεν αὐτοῖς ἐν τῇ μερίδι ἡ καὶ Ἐκδείπους. τὰ δὲ πρὸς τὰς ἀνατολὰς τετραμμένα μέχρι Δαμασκοῦ πόλεως καὶ τῆς Γαλιλαίας τὰ καθύπερθεν Νεφθαλῖται παρέλαβον ἕως τοῦ Λιβάνου ὄρους καὶ τῶν τοῦ Ἰορδάνου πηγῶν, αἳ τὴν ὁρμὴν ἐκ τοῦ ὄρους ἔχουσιν, ἐκ τοῦ καθήκοντος τοῖς ὅροις κατὰ τὰ βόρεια πόλεως Ἄρκης παροικούσης.
[87] Δανῖται δὲ τῆς κοίλης ὅσα πρὸς δυόμενον τέτραπται τὸν ἥλιον λαγχάνουσιν Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι Ἰάμνειάν τε πᾶσαν καὶ Γίτταν ἀπ' Ἀκκαρῶνος ἕως τοῦ ὄρους, ἐξ οὗ ἡ Ἰούδα ἦρκτο φυλή.
[88] Καὶ ἓξ μὲν ἔθνη τῶν υἱέων τοῦ Χαναναίου φέροντα τὴν ἐπωνυμίαν διεῖλεν οὕτως Ἰησοῦς καὶ τὴν γῆν ταῖς ἐννέα καὶ τῇ [89] ἡμισείᾳ φυλαῖς ἔδωκε νέμεσθαι· τὴν γὰρ Ἀμορρῖτιν καὶ αὐτὴν οὕτως ἀφ' ἑνὸς τῶν Χαναναίου παίδων καλουμένην Μωυσῆς ἤδη προειληφὼς νενεμήκει ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει· τοῦτο δὲ καὶ πρότερον δεδηλώκαμεν. τὰ δὲ περὶ Σιδῶνα καὶ Ἀρουκαίους καὶ Ἀμαθαίους καὶ Ἀριδαίους ἀδιακόσμητα ἦν.
[90] Ἰησοῦς δὲ τοῦ γήρως ἐμποδίζοντος ἤδη πράττειν ὅσα καὶ νοήσειε τῶν τε μετ' αὐτὸν τὴν ἡγεμονίαν παραλαβόντων ἀμελῶς προστάντων τοῦ κοινῇ συμφέροντος, παρήγγειλέ τε φυλῇ ἑκάστῃ τοῦ γένους τῶν Χαναναίων μηδὲν ὑπολιπεῖν ἐν τῇ κατακεκληρωμένῃ γῇ· τὴν γὰρ ἀσφάλειαν αὐτοῖς καὶ τὴν φυλακὴν τῶν πατρίων ἐθῶν ἐν μόνῳ τούτῳ καὶ Μωυσῆν αὐτοῖς εἶναι προειπεῖν καὶ τοῦτ' αὐτοὺς [91] πεπεῖσθαι. καὶ τοῖς Λευίταις δὲ τὰς ὀκτὼ καὶ τριάκοντα πόλεις ἀποδιδόναι· προειλήφεισαν γὰρ ἤδη κατὰ τὴν Ἀμορραίαν τὰς δέκα. τούτων τρεῖς ἀπονέμει τοῖς φυγάσιν οἰκεῖν ἐν αὐταῖς, πολλὴ γὰρ ἦν πρόνοια τοῦ μηδὲν ὧν Μωυσῆς διέταξε παραλιπεῖν, τῆς μὲν οὖν Ἰούδα φυλῆς Ἰέβρωνα, Σίκιμα δὲ τῆς Ἐφραίμ, τῆς Νεφθαλίτιδος δὲ Κεδέσην· ἔστι τῆς καθύπερθεν Γαλιλαίας τοῦτο [92] τὸ χωρίον. νέμει δὲ καὶ τῆς λείας ὅσα ἦν ἔτι λοιπά, πλείστη δ' ἐγεγόνει, καὶ μεγάλους πλούτους περιεβέβληντο καὶ κοινῇ πάντες καὶ κατ' ἰδίαν ἕκαστος χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῆς ἄλλης ἐπισκευῆς ἕνεκα, τετραπόδων τε πλήθους ὅσον οὐδὲ ἀριθμῷ μαθεῖν ἦν προσγενομένου.
[93] Μετὰ δὲ ταῦτα συναγαγὼν εἰς ἐκκλησίαν τὸν στρατὸν τοῖς ὑπὲρ τὸν Ἰόρδανον κατὰ τὴν Ἀμορραίαν ἱδρυμένοις, συνεστράτευον δ' αὐτοῖς πεντακισμύριοι ὁπλῖται, ἔλεξε τάδε· ἐπεὶ ὁ θεός, πατὴρ καὶ δεσπότης τοῦ Ἑβραίων γένους, γῆν τε κτήσασθαι ταύτην ἔδωκε [94] καὶ κτηθεῖσαν εἰς ἅπαν ἡμετέραν φυλάξειν ὑπείσχηται, συνεργίας δὲ τῆς παρ' ὑμῶν κατ' ἐντολὴν τὴν ἐκείνου δεομένοις ἑαυτοὺς εἰς ἅπαν προθύμους ἐδώκατε, δίκαιον ὑμᾶς μηδενὸς ἔτι δυσκόλου περιμένοντος ἀναπαύσεως ἤδη τυχεῖν φειδοῖ τῆς προθυμίας ὑμῶν, ἵν' εἰ καὶ πάλιν δεήσειεν ἡμῖν αὐτῆς ἄοκνον ἔχωμεν εἰς τὰ κατεπείξοντα [95] καὶ μὴ τοῖς νῦν καμοῦσαν αὖθις βραδυτέραν. χάριν τε οὖν ὑμῖν ὧν συνήρασθε κινδύνων καὶ οὐχὶ νῦν μόνον ἀλλ' ἀεὶ πάντως ἕξομεν, ὄντες ἀγαθοὶ μεμνῆσθαι τῶν φίλων καὶ παρὰ τῇ διανοίᾳ κρατεῖν ὅσα παρ' αὐτῶν ἡμῖν ὑπῆρξεν, ὅτι τε τὴν ἀπόλαυσιν τῶν ὑπαρχόντων ὑμῖν ἀγαθῶν δι' ἡμᾶς ἀνεβάλεσθε καὶ πονήσαντες εἰς ἃ νῦν εὐνοίᾳ θεοῦ κατέστημεν ἔπειθ' οὕτως ἐκρίνατε αὐτῶν [96] μεταλαμβάνειν. γέγονε δὲ πρὸς τοῖς ὑπάρχουσιν ἀγαθοῖς ἐκ τῶν σὺν ἡμῖν πόνων πλοῦτος ἄφθονος λείαν τε πολλὴν ἐπαξομένοις καὶ χρυσὸν καὶ ἄργυρον καὶ τὸ τούτων ἔτι πλεῖον, παρ' ἡμῖν εὔνοια καὶ πρὸς ὅ τι βουληθείητε κατ' ἀμοιβὴν πρόθυμον. οὔτε γὰρ ὧν Μωυσῆς προεῖπεν ἀπελείφθητε καταφρονήσαντες ἐξ ἀνθρώπων [97] ἀπελθόντος οὔτ' ἔστιν οὐδὲν ἐφ' ᾧ μὴ χάριν ὑμῖν οἴδαμεν. χαίροντας οὖν ὑμᾶς ἐπὶ τὰς κληρουχίας ἀπολύομεν καὶ παρακαλοῦμεν μηδένα τῆς πρὸς ἡμᾶς συγγενείας ὅρον ὑπολαμβάνειν, μηδ' ὅτι μεταξὺ ποταμὸς οὗτός ἐστιν ἑτέρους ἡμᾶς νομίσητε καὶ οὐχὶ Ἑβραίους. Ἁβράμου γὰρ ἅπαντές ἐσμεν οἵ τ' ἐνθάδε κἀκεῖ κατοικοῦντες, θεός τε εἷς, ὃς τούς τε ἡμετέρους προγόνους καὶ τοὺς ὑμῶν αὐτῶν παρήγαγεν [98] εἰς τὸν βίον· οὗ τῆς θρησκείας ἐπιμελεῖσθε καὶ πολιτείας, ἣν αὐτὸς διὰ Μωυσέος διέταξε, φυλακὴν ἔχετε τὴν πᾶσαν, ὡς ἐμμενόντων μὲν τούτοις καὶ τοῦ θεοῦ παρέξοντος εὔνουν εἶναι καὶ σύμμαχον ἑαυτόν, ἐκτραπέντων δὲ εἰς ἑτέρων ἐθνῶν μίμησιν ἀποστραφησομένου [99] τὸ γένος ὑμῶν. ταῦτα εἰπὼν καὶ καθ' ἕνα τοὺς ἐν τέλει καὶ κοινῇ τὸ πλῆθος αὐτῶν ἀσπασάμενος αὐτὸς μὲν ὑπέμεινε, προύπεμπε δ' αὐτοὺς ὁ λαὸς οὐκ ἀδακρυτὶ καὶ μόλις ἀλλήλων ἀπελύθησαν.
[100] Διαβᾶσα δὲ τὸν ποταμὸν ἥ τε Ῥουβηλὶς φυλὴ καὶ Γαδὶς καὶ ὅσοι τῶν Μανασσητῶν αὐτοῖς συνείποντο βωμὸν ὑπὲρ τῆς ὄχθης ἱδρύονται τοῦ Ἰορδάνου, μνημεῖον τοῖς ἔπειτα γενησόμενον [101] [σύμβολον] τῆς πρὸς τοὺς πέραν κατῳκημένους οἰκειότητος. ἀκούσαντες δὲ οἱ πέραν βωμὸν ἱδρῦσθαι τοὺς ἀπολυθέντας οὐ μεθ' ἧς ἐκεῖνοι γνώμης ἀνέστησαν αὐτόν, ἀλλ' ἐπὶ νεωτερισμῷ καὶ ξενικῶν εἰσαγωγῇ θεῶν, οὐκ ἤθελον ἀπιστεῖν, ἀλλὰ περὶ θείαν θρησκείαν τὴν διαβολὴν πιθανὴν νομίζοντες ἐν ὅπλοις ἦσαν, ὡς ἐπ' ἀμύνῃ τῶν τὸν βωμὸν ἱδρυσαμένων περαιωσόμενοι τὸν ποταμὸν καὶ κολάσοντες [102] αὐτοὺς τῆς παρατροπῆς τῶν πατρίων ἐθῶν. οὐ γὰρ ἐδόκει τὴν συγγένειαν αὐτοὺς λογίζεσθαι καὶ τὸ ἀξίωμα τῶν τὴν αἰτίαν εἰληφότων, ἀλλὰ τὸ τοῦ θεοῦ βουλητὸν καὶ ᾧ τρόπῳ τιμώμενος [103] χαίρει. καὶ οἱ μὲν ἐστράτευσαν ὑπ' ὀργῆς, ἐπέσχε δ' αὐτοὺς Ἰησοῦς καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ ἡ γερουσία λόγοις συμβουλεύοντες ἀπόπειραν αὐτῶν τῆς γνώμης λαβεῖν πρῶτον, ἔπειτ' ἂν κακοήθη μάθωσι τὴν διάνοιαν αὐτῶν τότε τοῖς. ὅπλοις χωρεῖν ἐπ' αὐτούς.
[104] πέμπουσιν οὖν πρεσβευτὰς πρὸς αὐτοὺς Φινεέσην τὸν υἱὸν Ἐλεαζάρου καὶ δέκα σὺν αὐτῷ τῶν ἐν τιμῇ παρὰ τοῖς Ἑβραίοις μαθησομένους, τί καὶ φρονήσαντες τὸν βωμὸν ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ [105] διαβάντες ἔστησαν. ὡς δὲ περαιωσαμένων καὶ πρὸς αὐτοὺς ἀφικομένων ἐκκλησία συνελέγη, στὰς Φινεέσης μείζω μὲν αὐτοὺς ἁμαρτεῖν ἔλεγεν, ἢ ὥστε λόγοις ἐπιτιμηθέντας νενουθετῆσθαι πρὸς τὰ μέλλοντα πλὴν οὐ πρὸς τὸ μέγεθος τῆς παρανομίας ἀπιδόντας εὐθὺς ἐφ' ὅπλα καὶ τὴν ἐκ χειρῶν τιμωρίαν ὁρμῆσαι, πρὸς δὲ τὸ συγγενὲς καὶ τὸ τάχα καὶ λόγοις ἂν σωφρονῆσαι σκοπήσαντας οὕτω [106] ποιήσασθαι τὴν πρεσβείαν, ἵνα τὴν αἰτίαν μαθόντες ὑφ' ἧς προήχθητε τὸν βωμὸν κατασκευάσαι μήτε προπετεῖς δοκῶμεν ὅπλοις μετιόντες ὑμᾶς κατὰ λογισμὸν ὅσιον ποιησαμένους τὸν βωμόν, κατι [107] δικαίως ἀμυνώμεθα τῆς διαβολῆς ἐλεγχθείσης ἀληθοῦς. οὐ γὰρ ἠξιοῦμεν ὑμᾶς πείρᾳ τῆς τοῦ θεοῦ γνώμης ἐντὸς γεγενημένους καὶ νόμων ὧν αὐτὸς ἡμῖν δέδωκεν ἀκροατὰς ὑπάρχοντας, διαζευχθέντας ἡμῶν καὶ παρόντας εἰς τὸν ἴδιον κλῆρον, ὃν κατὰ χάριν τοῦ θεοῦ καὶ τῆς ἐκείνου περὶ ἡμᾶς προνοίας ἐλάχετε, λήθην λαβεῖν αὐτοῦ καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καταλιπόντας καὶ βωμὸν ὃς ἡμῖν πάτριος ξενικοὺς θεοὺς ἐπιφέρειν τοῖς Χαναναίων κακοῖς προσκεχωρηκότας.
[108] ἀλλ' οὐδὲν ἀδικεῖν δόξετε μετανοήσαντες καὶ μὴ περαιτέρω μανέντες νόμων δὲ πατρίων αἰδῶ καὶ μνήμην λαβόντες. ἂν δ' ἐπιμένητε τοῖς ἡμαρτημένοις, οὐ περιστησόμεθα τὸν ὑπὲρ τῶν νόμων πόνον, ἀλλὰ περαιωσάμενοι τὸν Ἰόρδανον τούτοις βοηθήσομεν καὶ πρὸ αὐτῶν τῷ θεῷ, μηδὲν ὑμᾶς Χαναναίων διαφέρειν ὑπολαμβάνοντες [109] ἀλλ' ὁμοίως ἐκείνοις διαφθείροντες. μὴ γὰρ νομίσητε τῷ διαβεβηκέναι τὸν ποταμὸν καὶ τῆς τοῦ θεοῦ δυνάμεως ἔξω γεγονέναι πανταχοῦ δ' ἐν τοῖς τούτου ἐστὲ καὶ ἀποδρᾶναι τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἀπὸ ταύτης δίκην ἀδύνατον. εἰ δ' οἴεσθε τὴν ἐνθάδε παρουσίαν ὑμῖν ἐμπόδιον εἶναι τοῦ σωφρονεῖν, οὐδὲν κωλύει πάλιν [110] τὴν γῆν ὑμᾶς ἀναδάσασθαι καὶ ταύτην ἀνεῖναι μηλόβοτον. ἀλλ' εὖ ποιήσετε σωφρονήσαντες καὶ ἐπὶ νεαροῖς μετατιθέμενοι τοῖς ἁμαρτήμασι. καὶ παρακαλοῦμεν ὑμᾶς πρὸς παίδων καὶ γυναικῶν μὴ παρασχεῖν ἡμῖν ἀνάγκην ἀμύνασθαι. ὡς οὖν τῆς ὑμετέρας αὐτῶν σωτηρίας καὶ τῶν φιλτάτων ὑμῖν ἐν τῇδε τῇ ἐκκλησίᾳ κειμένης οὕτω βουλεύεσθε, λόγοις ἡττηθῆναι συμφέρειν ὑπολαμβάνοντες ἢ πεῖραν ἔργων καὶ πολέμου περιμένειν.
[111] Τοσαῦτα τοῦ Φινεέσου διαλεχθέντος οἱ προεστῶτες τῆς ἐκκλησίας καὶ τὸ πλῆθος αὐτὸ πᾶν ἤρξαντο περὶ τῶν ἐγκεκλημένων αὐτοῖς ἀπολογεῖσθαι, καὶ μήτε συγγενείας τῆς πρὸς αὐτοὺς ἀποστήσεσθαι μήτε κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμὸν λέγειν, [112] ἀλλὰ θεόν τε ἕνα γινώσκειν τὸν Ἑβραίοις ἅπασι κοινὸν καὶ τὸν πρὸ τῆς σκηνῆς βωμὸν χάλκεον, ᾧ τὰς θυσίας ποιήσειν· τὸν μέντοι γε νῦν ἀνασταθέντα, δι' ὃν καὶ ὕποπτοι γεγόνασιν, οὐ κατὰ θρησκείαν ἱδρῦσθαι, σύμβολον δὲ ὅπως εἴη καὶ τεκμήριον εἰς τὸν αἰῶνα τῆς πρὸς ὑμᾶς οἰκειότητος καὶ ἀνάγκη τοῦ σωφρονεῖν καὶ τοῖς πατρίοις ἐμμένειν, ἀλλ' οὐχὶ παραβάσεως ἀρχήν, ὡς ὑπονοεῖτε.
[113] μάρτυς δ' ἡμῖν τοῦ ἐπὶ τοιαύτῃ τὸν βωμὸν αἰτίᾳ κατασκευάσαι γένοιτο ὁ θεὸς ἀξιόχρεως, ὅθεν ἀμείνονα περὶ ἡμῶν ἔχοντες ὑπόληψιν μηδὲν καταγινώσκετε τούτων, ἐφ' οἷς ἐξώλεις εἶναι δίκαιοι πάντες ὅσοι τοῦ Ἁβράμου γένους ὄντες νεωτέροις ἐπιχειροῦσιν ἔθεσι καὶ τοῦ συνήθους τρόπου παρηλλαγμένοις.
[114] Ταῦτα εἰπόντας ἐπαινέσας ὁ Φινεέσης παρῆν πρὸς Ἰησοῦν καὶ τὰ παρ' αὐτῶν ἀνήγγειλε τῷ λαῷ. ὁ δὲ χαίρων, ὅτι μηδεμία στρατολογεῖν αὐτοὺς ἀνάγκη μέλλει μηδ' εἰς ὅπλα καὶ πόλεμον ἐξαγαγεῖν κατὰ ἀνδρῶν συγγενῶν, χαριστηρίους ὑπὲρ τούτων τῷ θεῷ θυσίας ἐπιτελεῖ. καὶ διαλύσας μετὰ ταῦτα τὸ πλῆθος εἰς τὰς [115] ἰδίας κληρουχίας Ἰησοῦς αὐτὸς ἐν Σικίμοις διῆγεν. ἔτει δ' ὕστερον εἰκοστῷ ὑπέργηρως ὢν μεταπεμψάμενος τοὺς ἐπ' ἀξιώματος μάλιστα τῶν πόλεων καὶ τὰς ἀρχὰς καὶ τὴν γερουσίαν καὶ τοῦ πλήθους ὅσον ἦν ἐφικτὸν αὐτῷ συναγαγών, ἐπεὶ παρῆσαν, τάς τε εὐεργεσίας τοῦ θεοῦ ἁπάσας ἀνεμίμνησκεν αὐτούς, πολλαὶ δὲ ἦσαν τοῖς ἐκ ταπεινοῦ σχήματος εἰς τοῦτο δόξης καὶ περιουσίας προελθοῦσι, [116] φυλάττειν τε τὴν τοῦ θεοῦ προαίρεσιν οὕτως ἔχουσαν πρὸς αὐτοὺς παρεκάλει καὶ τῇ εὐσεβείᾳ, ᾗ γε μόνῃ φίλον αὐτοῖς διαμένειν τὸ θεῖον· αὐτῷ γὰρ καλῶς ἔχειν ἀπιέναι μέλλοντι τοῦ ζῆν παραίνεσιν αὐτοῖς τοιαύτην καταλιπεῖν κἀκείνους ἠξίου διὰ μνήμης ποιήσασθαι τὴν παρακέλευσιν.
[117] Καὶ ὁ μὲν τοσαῦτα πρὸς τοὺς παρόντας διαλεχθεὶς τελευτᾷ βιοὺς ἑκατὸν ἔτη καὶ δέκα, ὧν Μωυσεῖ μὲν ἐπὶ διδασκαλίᾳ τῶν χρησίμων συνδιέτριψεν τεσσαράκοντα, στρατηγὸς δὲ μετὰ τὴν [118] ἐκείνου τελευτὴν γίνεται πέντε καὶ εἴκοσιν, ἀνὴρ [δὲ] μήτε συνέσεως ὢν ἐνδεὴς μήτε τοῦ τὰ νοηθέντα πρὸς τοὺς πολλοὺς σαφῶς ἐξενεγκεῖν ἄπειρος, ἀλλ' ἐν ἀμφοτέροις ἄκρος πρός τε τὰ ἔργα καὶ τοὺς κινδύνους εὔψυχος καὶ μεγαλότολμος πρυτανεῦσαί τε τὰ κατὰ τὴν εἰρήνην δεξιώτατος καὶ πρὸς ἅπαντα καιρὸν τὴν ἀρετὴν ἡρμοσμένος.
[119] θάπτεται δὲ ἐν πόλει Θαμνᾶ τῆς Ἐφραίμου φυλῆς. θνήσκει δὲ ὑπ' αὐτὸν τὸν καιρὸν καὶ Ἐλεάζαρος ὁ ἀρχιερεὺς Φινεέσῃ τῷ παιδὶ τὴν ἱερωσύνην καταλιπών, καὶ μνημεῖον αὐτῷ καὶ τάφος ἐν Γαβαθᾶ πόλει τυγχάνει.
[120] Μετὰ δὲ τὴν τούτων τελευτὴν Φινεέσης προφητεύει κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἐπ' ἐξωλείᾳ τοῦ Χαναναίων γένους τῇ Ἰούδα φυλῇ παρασχεῖν τὴν ἡγεμονίαν· καὶ γὰρ τῷ λαῷ διὰ σπουδῆς ἦν μαθεῖν τί καὶ τῷ θεῷ δοκεῖ. καὶ προσλαβοῦσα τὴν Σεμεωνίδα, ἐφ' ᾧτε ἐξαιρεθέντων τῶν ἐκείνης ὑποτελῶν καὶ τοὺς ἐν αὐτῇ τῇ κληρουχίᾳ τοῦτο ποιῶσιν
[121] Χαναναῖοι δ' ἀκμαζόντων αὐτοῖς κατ' ἐκεῖνον τὸν καιρὸν τῶν πραγμάτων στρατῷ μεγάλῳ κατὰ Ζεβέκην αὐτοὺς ὑπέμενον τῷ βασιλεῖ τῶν Ζεβεκηνῶν Ἀδωνιζεβέκῳ τὴν ἡγεμονίαν ἐπιτρέψαντες· τὸ δὲ ὄνομα τοῦτο σημαίνει Ζεβεκηνῶν κύριος· ἀδωνὶ γὰρ τῇ Ἑβραίων διαλέκτῳ κύριος γίνεται· ἤλπιζόν τε κρατήσειν τῶν Ἰσραηλιτῶν διὰ [122] τὸ τεθνάναι Ἰησοῦν. συμμίξαντες δὲ αὐτοῖς Ἰσραηλῖται ταῖς δυσὶ φυλαῖς αἷς προεῖπον ἐμαχέσαντο λαμπρῶς καὶ κτείνουσι μὲν αὐτῶν ὑπὲρ μυρίους, τρεψάμενοι δὲ τὸ λοιπὸν καὶ διώκοντες αἱροῦσι τὸν [123] Ἀδωνιζέβεκον, ὃς ἀκρωτηριασθεὶς ὑπ' αὐτῶν φησιν, ἀλλ' οὐκ εἰς τὸ πᾶν ἄρα λήσεσθαι θεὸν ἔμελλον τάδε πεπονθώς, ἃ κατὰ δυοῖν [124] καὶ ἑβδομήκοντα βασιλέων πρᾶξαι πρότερον οὐκ ἐνετράπην. καὶ ζῶντα μὲν κομίζουσιν ἕως Ἱεροσολύμων, τελευτήσαντα δὲ γῇ θάπτουσι. καὶ διεξῄεσαν αἱροῦντες τὰς πόλεις, πλείστας τε λαβόντες ἐπολιόρκουν Ἱεροσόλυμα· καὶ τὴν μὲν κάτω λαβόντες σὺν χρόνῳ πάντας ἔκτεινον τοὺς ἐνοικοῦντας, χαλεπὴ δ' ἦν ἡ καθύπερθεν αὐτοῖς αἱρεθῆναι τειχῶν ὀχυρότητι καὶ φύσει τοῦ χωρίου.
[125] Ὅθεν μετεστρατοπέδευσαν εἰς Νεβρῶνα καὶ ταύτην ἑλόντες κτείνουσι πάντας· ὑπελείπετο δὲ τῶν γιγάντων ἔτι γένος, οἳ διὰ σωμάτων μεγέθη καὶ μορφὰς οὐδὲν τοῖς ἄλλοις ἀνθρώποις παραπλησίας παράδοξον ἦσαν θέαμα καὶ δεινὸν ἄκουσμα. δείκνυται δὲ καὶ νῦν ἔτι τούτων ὀστᾶ μηδὲν τοῖς ὑπὸ πύστιν ἐρχομένοις ἐοικότα.
[126] καὶ τοῦτο μὲν τοῖς Λευίταις ἐξαίρετον γέρας ἔδοσαν μετὰ καὶ τῶν δισχιλίων πηχῶν, τὴν δὲ γῆν Χαλέβῳ δωρεὰν ἔδοσαν κατὰ Μωυσέος ἐντολάς· οὗτος δ' ἦν τῶν κατασκόπων εἷς ὧν ἔπεμψε Μωυσῆς [127] εἰς τὴν Χαναναίαν. διδόασι δὲ καὶ τοῖς Ἰέθρου τοῦ Μαδιανίτου ἀπογόνοις, Μωυσέος γὰρ ἦν γαμβρός, γῆν ἵνα νέμοιντο· τὴν γὰρ πατρίδα καταλιπόντες ἠκολούθησαν ἐκείνοις καὶ συνῆσαν αὐτοῖς ἐπὶ τῆς ἐρήμου.
[128] Ἡ δὲ Ἰούδα φυλὴ καὶ Σεμεωνὶς τὰς μὲν κατὰ τὴν ὀρεινὴν τῆς Χαναναίας πόλεις εἷλον, τῶν δ' ἐν τῷ πεδίῳ καὶ πρὸς θαλάσσῃ Ἀσκάλωνά τε καὶ Ἄζωτον. διαφεύγει δ' αὐτοὺς Γάζα καὶ Ἀκκάρων· πεδίων γὰρ ὄντων καὶ πολλῆς ἁρμάτων εὐπορίας κακῶς ἐποίουν τοὺς ἐπελθόντας. καὶ αἵδε μὲν αἱ φυλαὶ μεγάλως ἐκ τοῦ πολεμεῖν εὐδαιμονήσασαι ἀνεχώρησαν εἰς τὰς ἑαυτῶν πόλεις καὶ κατατίθενται τὰ ὅπλα.
[129] Βενιαμῖται δέ, τούτων γὰρ ἦν Ἱεροσόλυμα, τοῖς οἰκήτορσιν αὐτῶν συνεχώρησαν φόρους τελεῖν. καὶ οὕτως παυσάμενοι πάντες οἱ μὲν τοῦ κτείνειν οἱ δὲ κινδυνεύειν, ἐργάζεσθαι τὴν γῆν εὐσχόλουν. τὸ δ' αὐτὸ καὶ αἱ λοιπαὶ φυλαὶ τὴν Βενιαμῖτιν μιμησάμεναι ἐποίουν καὶ τοῖς τελουμένοις ἀρκούμενοι φόροις ἐπέτρεπον τοῖς Χαναναίοις ἀπολέμοις εἶναι.
[130] Ἡ δ' Ἐφρὰν πολιορκοῦσα Βήθηλα τέλος οὐδὲν ἄξιον τοῦ χρόνου καὶ τῶν πόνων ηὕρισκε τῆς πολιορκίας, οἱ δὲ καίπερ ἀχθόμενοι [131] τῇ καθέδρᾳ προσεκαρτέρουν. ἔπειτα συλλαβόντες τινὰ τῶν ἐν τῇ πόλει προελθόντα ἐπὶ κομιδῇ τῶν ἀναγκαίων τινὰς πίστεις ἔδοσαν αὐτῷ παραδιδόντι τὴν πόλιν σώσειν αὐτόν τε καὶ τοὺς συγγενεῖς αὐτοῦ. κἀκεῖνος ἐπὶ τούτοις ὤμνυε τὴν πόλιν αὐτοῖς ἐγχειριεῖν. καὶ ὁ μὲν οὕτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ ἀποκτείναντες ἅπαντας τοὺς ἐνοικοῦντας εἶχον τὴν πόλιν.
[132] Καὶ μετὰ ταῦτα πρὸς μὲν τοὺς πολεμίους μαλακῶς εἶχον οἱ Ἰσραηλῖται, τῆς δὲ γῆς καὶ τῶν ταύτης ἔργων ἐπεμελοῦντο. τῶν δὲ κατὰ τὸν πλοῦτον αὐτοῖς ἐπιδιδόντων ὑπὸ τρυφῆς καὶ ἡδονῆς τοῦ κόσμου ὠλιγώρουν καὶ τῆς πολιτείας τῶν νόμων οὐκέτ' ἦσαν [133] ἀκριβεῖς ἀκροαταί. παροξυνθὲν δ' ἐπὶ τούτοις τὸ θεῖον ἀναιρεῖ, πρῶτον μὲν ὡς φείσαιντο παρὰ τὴν αὐτοῦ γνώμην τῶν Χαναναίων, ἔπειθ' ὡς ἐκεῖνοι χρήσοιντο πολλῇ κατ' αὐτῶν ὠμότητι καιροῦ [134] λαβόμενοι. οἱ δὲ καὶ πρὸς τὰ παρὰ τοῦ θεοῦ δυσθύμως εἶχον καὶ πρὸς τὸ πολεμεῖν ἀηδῶς πολλά τε παρὰ τῶν Χαναναίων λαβόντες [135] καὶ πρὸς τοὺς πόνους ἤδη διὰ τὴν τρυφὴν ἐκλελυμένοι. καὶ συνέβαινεν ἤδη τὴν ἀριστοκρατίαν διεφθάρθαι, καὶ τὰς γερουσίας οὐκ ἀπεδείκνυσαν οὐδ' ἀρχὴν ἄλλην οὐδεμίαν τῶν πρότερον νενομισμένων, ἦσαν δὲ ἐν τοῖς ἀγροῖς ἡδονῇ τοῦ κερδαίνειν προσδεδεμένοι. καὶ διὰ τὴν πολλὴν ἄδειαν στάσις αὐτοὺς πάλιν καταλαμβάνει δεινὴ καὶ προήχθησαν εἰς τὸ πολεμεῖν ἀλλήλοις ἐκ τοιαύτης αἰτίας.
[136] Λευίτης ἀνὴρ τῶν δημοτικωτέρων τῆς Ἐφράνου κληρουχίας ὢν καὶ ἐν ἐκείνῃ κατοικῶν ἄγεται γύναιον ἀπὸ Βηθλέμων, τῆς δὲ Ἰούδα φυλῆς τοῦτ' ἔστι τὸ χωρίον. ἐρῶν δὲ σφόδρα τῆς γυναικὸς καὶ τοῦ κάλλους αὐτῆς ἡττημένος ἠτύχει τῶν παρ' ἐκείνης οὐχ [137] ὁμοίων πειρώμενος. ἀλλοτρίως δ' αὐτῆς ἐχούσης καὶ διὰ τοῦτο μᾶλλον ἐκκαιομένου τῷ πάθει μέμψεις συνεχεῖς αὐτοῖς ἐγίνοντο καὶ τέλος ἡ γυνὴ πρὸς αὐτὰς βαρυνομένη καταλιποῦσα τὸν ἄνδρα πρὸς τοὺς γονεῖς παραγίνεται μηνὶ τετάρτῳ. χαλεπῶς δὲ φέρων ὁ ἀνὴρ ἐπὶ τῷ ἔρωτι ἧκε πρὸς τοὺς πενθεροὺς καὶ διαλυσάμενος [138] τὰς μέμψεις καταλλάττεται πρὸς αὐτήν. καὶ τέτταρας μὲν ἡμέρας προσαυτόθι διαιτᾶται φιλοφρονουμένων αὐτὸν τῶν γονέων, τῇ δὲ πέμπτῃ δόξαν ἀπιέναι πρὸς αὑτὸν περὶ δείλην ἔξεισι· βράδιον γὰρ ἀπέλυον οἱ γονεῖς τὴν θυγατέρα καὶ τῆς ἡμέρας τριβὴν ἐποιοῦντο. θεράπων δ' αὐτοῖς εἷς εἵπετο καὶ ὄνος ἦν αὐτοῖς, ἐφ' ἧς ὠχεῖτο [139] τὸ γύναιον. γενομένων δ' αὐτῶν κατὰ Ἱεροσόλυμα, σταδίους δ' ἐληλύθεσαν ἤδη τριάκοντα, συνεβούλευεν ὁ θεράπων καταχθῆναί που, μὴ καί τι τῆς νυκτὸς αὐτοὺς ὁδεύοντας καταλάβῃ δύσκολον καὶ ταῦτα οὐδὲ πόρρω πολεμίων ὄντας, τοῦ καιροῦ πολλάκις ἐπισφαλῆ [140] καὶ ὕποπτα ποιοῦντος καὶ τὰ φίλα. τῷ δ' οὐκ ἤρεσεν ἡ γνώμη παρ' ἀλλοφύλοις ἀνδράσι ξενοῦσθαι, Χαναναίων γὰρ ἦν ἡ πόλις, ἀλλὰ προελθόντας εἴκοσι στάδια εἰς οἰκείαν ἠξίου κατάγεσθαι πόλιν, καὶ κρατήσας τῇ γνώμῃ παρῆν εἰς Γαβὰν φυλῆς τῆς [141] Βενιαμίτιδος ἤδη ὀψίας οὔσης. καὶ μηδενὸς ἐπὶ ξενίαν τῶν κατὰ τὴν ἀγορὰν αὐτὸν παρακαλοῦντος πρεσβύτης ἐξ ἀγροῦ κατιὼν τῆς μὲν Ἐφράμιος φυλῆς ὢν ἐν δὲ τῇ Γάβῃ διαιτώμενος συντυγχάνων αὐτῷ, τίς τε ὢν ἤρετο καὶ δι' ἃς αἰτίας στελλόμενος σκότους ἤδη [142] τὰ πρὸς τὸ δεῖπνον αὑτῷ λαμβάνοι. ὁ δὲ Λευίτης μὲν ἔφησεν εἶναι, γύναιον δὲ παρὰ τῶν γονέων ἄγων πρὸς αὐτὸν ἀπιέναι, τὴν δ' οἴκησιν ἐδήλου τυγχάνειν ἐν τῇ Ἐφράμου κληρουχίᾳ. ὁ δὲ πρεσβύτης καὶ διὰ συγγένειαν καὶ διὰ τὸ τὴν αὐτὴν φυλὴν νέμειν καὶ [143] διὰ τὴν συντυχίαν παρ' αὐτὸν ξενισθησόμενον ἦγε. νεανίαι δέ τινες τῶν Γαβαηνῶν ἐπὶ τῆς ἀγορᾶς τὸ γύναιον θεασάμενοι καὶ τὴν εὐπρέπειαν θαυμάσαντες, ἐπεὶ παρὰ τῷ πρεσβύτῃ κατηγμένην ἔμαθον καταφρονήσαντες τῆς ἀσθενείας καὶ τῆς ὀλιγότητος ἧκον ἐπὶ τὰς θύρας. τοῦ δὲ πρεσβύτου παρακαλοῦντος ἀπαλλάττεσθαι καὶ μὴ προσφέρειν βίαν μηδὲ ὕβριν ἠξίουν αὐτὸν παρασχόντα τὴν ξένην [144] πραγμάτων ἀπηλλάχθαι. συγγενῆ δὲ λέγοντος καὶ Λευῖτιν τοῦ πρεσβύτου καὶ δράσειν αὐτοὺς δεινὰ ὑφ' ἡδονῆς εἰς τοὺς νόμους ἐξαμαρτάνοντας ὠλιγώρουν τοῦ δικαίου καὶ κατεγέλων, ἠπείλουν δὲ [145] ἀποκτείνειν αὐτὸν ἐμποδίζοντα ταῖς ἐπιθυμίαις αὐτῶν. εἰς δ' ἀνάγκην περιηγμένος καὶ μὴ βουλόμενος τοὺς ξένους περιιδεῖν ὑβρισθέντας τῆς ἑαυτοῦ θυγατρὸς αὐτοῖς παρεχώρει, πληρώσειν τε τὴν ἐπιθυμίαν αὐτοὺς λέγων νομιμώτερον δίχα τῆς εἰς τοὺς ξένους ὕβρεως αὐτός τε μηδὲν ἀδικήσειν οὓς ὑπεδέξατο τούτῳ τῷ τρόπῳ [146] νομίζων. ὡς δ' οὐδὲν τῆς σπουδῆς τῆς ἐπὶ τὴν ξένην ἐνεδίδοσαν, ἀλλὰ ἐνέκειντο ταύτην παραλαβεῖν ἀξιοῦντες, ὁ μὲν ἱκέτευε μηδὲν τολμᾶν παράνομον, οἱ δ' ἁρπασάμενοι καὶ προσθέμενοι μᾶλλον τῷ βιαίῳ τῆς ἡδονῆς ἀπήγαγον πρὸς αὑτοὺς τὴν γυναῖκα καὶ δι' ὅλης νυκτὸς ἐμπλησθέντες τῆς ὕβρεως ἀπέλυσαν περὶ ἀρχομένην ἡμέραν.
[147] ἡ δὲ τεταλαιπωρημένη τοῖς συμβεβηκόσι παρῆν ἐπὶ τὴν ξενίαν καὶ ὑπὸ λύπης ὧν ἐπεπόνθει καὶ τοῦ μὴ τολμᾶν ὑπ' αἰσχύνης εἰς ὄψιν ἐλθεῖν τἀνδρί, τοῦτον γὰρ μάλιστα τοῖς γεγενημένοις ἔχειν ἀνιάτως [148] ἐλογίζετο, καταπεσοῦσα τὴν ψυχὴν ἀφίησιν. ὁ δὲ ἀνὴρ αὐτῆς οἰόμενος ὕπνῳ βαθεῖ κατεισχῆσθαι τὴν γυναῖκα καὶ μηδὲν σκυθρωπὸν ὑφορώμενος ἀνεγείρειν ἐπειρᾶτο παραμυθήσασθαι διεγνωκώς, ὡς οὐκ ἐξ ἑκουσίου γνώμης αὑτὴν παράσχοι τοῖς καθυβρίσασιν, ἀλλ' [149] ἁρπασαμένων ἐπὶ τὴν ξενίαν ἐλθόντων αὐτῶν. ὡς δὲ τελευτήσασαν ἔμαθε, σωφρόνως πρὸς τὸ μέγεθος τῶν κακῶν ἐπιθέμενος τῷ κτήνει νεκρὰν τὴν γυναῖκα κομίζει πρὸς αὑτόν, καὶ διελὼν αὐτὴν κατὰ μέλος εἰς μέρη δώδεκα διέπεμψεν εἰς ἑκάστην φυλὴν ἐντειλάμενος τοῖς κομίζουσι λέγειν τοὺς αἰτίους τῆς τελευτῆς τῇ γυναικὶ καὶ τὴν παροινίαν τῆς φυλῆς.
[150] Οἱ δ' ὑπό τε τῆς ὄψεως καὶ τῆς ἀκοῆς τῶν βεβιασμένων κακῶς διατεθέντες πρότερον οὐδενὸς τοιούτου πεῖραν εἰληφότες, ὑπ' ὀργῆς ἀκράτου καὶ δικαίας εἰς τὴν Σιλοῦν συλλεγέντες καὶ πρὸ τῆς σκηνῆς ἀθροισθέντες εἰς ὅπλα χωρεῖν εὐθὺς ὥρμηντο καὶ [151] χρήσασθαι τοῖς Γαβαηνοῖς ὡς πολεμίοις. ἐπέσχε δ' αὐτοὺς ἡ γερουσία πείσασα μὴ δεῖν ὀξέως οὕτως πρὸς τοὺς ὁμοφύλους ἐκφέρειν πόλεμον πρὶν ἢ λόγοις διαλεχθῆναι περὶ τῶν ἐγκλημάτων, τοῦ νόμου μηδ' ἐπὶ τοὺς ἀλλοτρίους ἐφιέντος δίχα πρεσβείας καὶ τοιαύτης πρὸς τὸ μετανοῆσαι πείρας τοὺς δόξαντας ἀδικεῖν στρατιὰν [152] ἀγαγεῖν· καλῶς οὖν ἔχει τῷ νόμῳ πειθομένους πρὸς τοὺς Γαβαηνοὺς ἐξαιτοῦντας τοὺς αἰτίους ἐκπέμψαι καὶ παρεχομένων μὲν ἀρκεῖσθαι τῇ τούτων κολάσει, καταφρονησάντων δὲ τότε τοῖς ὅπλοις [153] αὐτοὺς ἀμύνασθαι. πέμπουσιν οὖν πρὸς τοὺς Γαβαηνοὺς κατηγοροῦντες τῶν νεανίσκων τὰ περὶ τὴν γυναῖκα καὶ πρὸς τιμωρίαν αἰτοῦντες τοὺς δράσαντας μὲν οὐ νόμιμα, γενομένους δὲ δικαίους [154] ἀντ' αὐτῶν ἐκείνων ἀποθανεῖν. οἱ δὲ Γαβαηνοὶ οὔτε τοὺς νεανίσκους ἐξέδοσαν καὶ δεινὸν ἀλλοτρίοις ὑπακούειν προστάγμασιν ἡγοῦντο πολέμου φόβῳ μηδενὸς ἀξιοῦντες εἶναι χείρους ἐν τοῖς ὅπλοις μήτε διὰ πλῆθος μήτε δι' εὐψυχίαν. ἦσαν δὲ ἐν παρασκευῇ μεγάλῃ καὶ τῶν ἄλλων φυλετῶν, συναπενοήθησαν γὰρ αὐτοῖς ὡς ἀμυνούμενοι βιαζομένους.
[155] Ὡς δὲ τοιαῦτα τοῖς Ἰσραηλίταις τὰ παρὰ τῶν Γαβαηνῶν ἀπηγγέλθη, ὅρκους ποιοῦνται μηδένα σφῶν ἀνδρὶ Βενιαμίτῃ δώσειν πρὸς γάμον θυγατέρα στρατεύσειν τε ἐπ' αὐτούς, μᾶλλον αὐτοῖς δι' ὀργῆς ὄντες ἢ τοῖς Χαναναίοις τοὺς προγόνους ἡμῶν παρειλήφαμεν [156] γενομένους. παραχρῆμά τε ἐξῆγον ἐπ' αὐτοὺς τὸ στρατόπεδον μυριάδας τεσσαράκοντα ὁπλιτῶν· καὶ Βενιαμιτῶν τὸ ὁπλιτικὸν ἦν ὑπὸ δισμυρίων καὶ πεντακισχιλίων καὶ ἑξακοσίων, ὧν ἦσαν εἰς [157] πεντακοσίους ταῖς λαιαῖς τῶν χειρῶν σφενδονᾶν ἄριστοι, ὥστε καὶ μάχης πρὸς τῇ Γαβᾷ γενομένης τρέπουσι τοὺς Ἰσραηλίτας οἱ Βενιαμῖται ἄνδρες τε πίπτουσιν ἐξ αὐτῶν εἰς δισμυρίους καὶ δισχιλίους, ἐφθάρησαν δὲ ἴσως ἂν καὶ πλείονες, εἰ μὴ νὺξ αὐτοὺς ἐπέσχε [158] καὶ διέλυσε μαχομένους. καὶ οἱ μὲν Βενιαμῖται χαίροντες ἀνεχώρουν εἰς τὴν πόλιν, οἱ δ' Ἰσραηλῖται καταπεπληγότες ὑπὸ τῆς ἥττης εἰς τὸ στρατόπεδον. τῇ δ' ἐπιούσῃ πάλιν συμβαλόντων οἱ Βενιαμῖται κρατοῦσι καὶ θνήσκουσι τῶν Ἰσραηλιτῶν ὀκτακισχίλιοι [159] καὶ μύριοι, καὶ δείσαντες τὸν φόνον ἐξέλιπον τὸ στρατόπεδον. παραγενόμενοι δὲ εἰς Βέθηλα πόλιν ἔγγιστα κειμένην καὶ νηστεύσαντες κατὰ τὴν ὑστεραίαν τὸν θεὸν ἱκέτευον διὰ Φινεέσου τοῦ ἀρχιερέως παύσασθαι τῆς ὀργῆς τῆς πρὸς αὐτοὺς καὶ ταῖς δυσὶν αὐτῶν ἥτταις ἀρκεσθέντα δοῦναι νίκην καὶ κράτος κατὰ τῶν πολεμίων. ὁ δὲ θεὸς ἐπαγγέλλεται ταῦτα διὰ Φινεέσου προφητεύσαντος.
[160] Ποιήσαντες οὖν τὴν στρατιὰν δύο μέρη τὴν μὲν ἡμίσειαν προλοχίζουσι νυκτὸς περὶ τὴν πόλιν, οἱ δ' ἡμίσεις συνέβαλον τοῖς Βενιαμίταις ὑπεχώρουν τε ἐγκειμένων, καὶ ἐδίωκον οἱ Βενιαμῖται τῶν Ἑβραίων ὑποφευγόντων ἠρέμα καὶ ἐπὶ πολὺ θελόντων εἰς ἅπαν [161] αὐτοὺς ἐξελθεῖν ἀναχωροῦσιν εἵποντο, ὡς καὶ τοὺς ἐν τῇ πόλει πρεσβύτας καὶ νέους ὑπολειφθέντας διεκδραμεῖν δι' ἀσθένειαν αὐτοῖς πασσυδὶ βουλομένους χειρώσασθαι τοὺς πολεμίους. ὡς δὲ πολὺ τῆς πόλεως ἀπέσχον, ἐπαύσαντο μὲν φεύγοντες οἱ Ἑβραῖοι, ἐπιστραφέντες δ' ἵστανται πρὸς μάχην καὶ τοῖς ἐν ταῖς ἐνέδραις [162] οὖσι τὸ σημεῖον αἴρουσιν ὃ συνέκειτο. οἱ δ' ἐξαναστάντες μετὰ βοῆς ἐπῄεσαν τοῖς πολεμίοις. οἱ δὲ ἅμα τε ἠπατημένους αὑτοὺς ᾔσθοντο καὶ ἐν ἀμηχανίᾳ συνεστήκεσαν, καὶ εἴς τι κοῖλον συνελαθέντας καὶ φαραγγῶδες χωρίον περιστάντες κατηκόντισαν, ὥστε [163] πάντας διαφθαρῆναι πλὴν ἑξακοσίων. οὗτοι δὲ συστραφέντες καὶ πυκνώσαντες ἑαυτοὺς καὶ διὰ μέσων ὠσάμενοι τῶν πολεμίων ἔφυγον ἐπὶ τὰ πλησίον ὄρη, καὶ κατασχόντες ἱδρύθησαν. οἱ δ' ἄλλοι πάντες [164] περὶ δισμυρίους ὄντες καὶ πεντακισχιλίους ἀπέθανον. οἱ δ' Ἰσραηλῖται τήν τε Γάβαν ἐμπιπρᾶσι καὶ τὰς γυναῖκας καὶ τῶν ἀρρένων τοὺς μὴ ἐν ἀκμῇ διεχρήσαντο, τάς τε ἄλλας τῶν Βενιαμιτῶν πόλεις ταὐτὰ δρῶσιν, οὕτως τε ἦσαν παρωξυμμένοι, ὡς καὶ Ἰάβησον τῆς Γαλαδίτιδος οὖσαν, ὅτι μὴ συμμαχήσειεν αὐτοῖς κατὰ τῶν Βενιαμιτῶν, πέμψαντες μυρίους καὶ δισχιλίους ἐκ τῶν τάξεων [165] ἐκέλευσαν ἀνελεῖν. καὶ φονεύουσι τὸ μάχιμον τῆς πόλεως οἱ πεμφθέντες σὺν τέκνοις καὶ γυναιξὶ πλὴν τετρακοσίων παρθένων. ἐπὶ τοσοῦτον ὑπ' ὀργῆς προήχθησαν τῷ κατὰ τὴν γυναῖκα πάθει προσλαβόντες καὶ τὸ κατὰ τὴν ἀναίρεσιν τῶν ὁπλιτῶν.
[166] Μετάνοια δ' αὐτοὺς λαμβάνει τῆς τῶν Βενιαμιτῶν συμφορᾶς καὶ νηστείαν ἐπ' αὐτοῖς προέθεντο καίτοι δίκαια παθεῖν αὐτοὺς ἀξιοῦντες εἰς τοὺς νόμους ἐξαμαρτάνοντας, καὶ τοὺς διαφυγόντας αὐτῶν ἑξακοσίους διὰ πρεσβευτῶν ἐκάλουν· καθίδρυντο [167] γὰρ ὑπὲρ πέτρας τινὸς Ῥοᾶς καλουμένης κατὰ τὴν ἔρημον. οἱ δὲ πρέσβεις ὡς οὐκ ἐκείνοις τῆς συμφορᾶς μόνοις γεγενημένης ἀλλὰ καὶ αὐτοῖς τῶν συγγενῶν ἀπολωλότων ὀδυρόμενοι πρᾴως ἔπειθον φέρειν καὶ συνελθεῖν εἰς ταὐτὸ καὶ μὴ παντελῆ τῆς Βενιαμίτιδος φυλῆς ὄλεθρον τό γε ἐπ' αὐτοῖς καταψηφίσασθαι. συγχωροῦμεν δὲ ὑμῖν, ἔλεγον, τὴν ἁπάσης τῆς φυλῆς γῆν καὶ λείαν ὅσην ἂν ἄγειν [168] δυνηθῆτε. οἱ δὲ τῶν καθ' ἑαυτοὺς θεοῦ ψήφῳ γεγονότων καὶ κατ' ἀδικίαν τὴν αὐτῶν γνωσιμαχήσαντες κατῄεσαν εἰς τὴν πάτριον φυλὴν πειθόμενοι τοῖς προκαλουμένοις. οἱ δ' Ἰσραηλῖται γυναῖκας αὐτοῖς τὰς τετρακοσίας ἔδοσαν παρθένους τὰς Ἰαβίτιδας, περὶ δὲ τῶν διακοσίων ἐσκόπουν, ὅπως κἀκεῖνοι γυναικῶν εὐπορήσαντες [169] παιδοποιῶνται. γεγενημένων δὲ αὐτοῖς ὅρκων ὥστε μηδενὶ Βενιαμίτῃ συνοικίσαι θυγατέρα πρὸ τοῦ πολέμου, οἱ μὲν ὀλιγωρεῖν συνεβούλευον τῶν ὀμωμοσμένων ὡς ὑπ' ὀργῆς ὀμόσαντες οὐ γνώμῃ καὶ κρίσει, τῷ δὲ θεῷ μηδὲν ἐναντίον ποιήσειν εἰ φυλὴν ὅλην κινδυνεύουσαν ἀπολέσθαι σῶσαι δυνηθεῖεν, τάς τε ἐπιορκίας οὐχ ὅταν ὑπὸ ἀνάγκης γένωνται χαλεπὰς εἶναι καὶ ἐπισφαλεῖς, ἀλλ' ὅταν ἐν [170] κακουργίᾳ τολμηθῶσι. τῆς δὲ γερουσίας πρὸς τὸ τῆς ἐπιορκίας ὄνομα σχετλιασάσης ἔφη τις τούτοις τε γυναικῶν εὐπορίαν ἔχειν εἰπεῖν καὶ τήρησιν τῶν ὅρκων. ἐρομένων δὲ τὴν ἐπίνοιαν, ἡμῖν, εἶπεν, τρὶς τοῦ ἔτους εἰς Σιλὼ συνιοῦσιν ἕπονται κατὰ πανήγυριν [171] αἱ γυναῖκες καὶ αἱ θυγατέρες. τούτων κατὰ ἁρπαγὴν ἐφείσθω γαμεῖν Βενιαμίτας ἃς ἂν δυνηθεῖεν ἡμῶν οὔτε προτρεπομένων οὔτε κωλυόντων. πρὸς δὲ τοὺς πατέρας αὐτῶν δυσχεραίνοντας καὶ τιμωρίαν λαμβάνειν ἀξιοῦντας φήσομεν αὐτοὺς αἰτίους φυλακῆς ἀμελήσαντας τῶν θυγατέρων, ὅτι δὲ δεῖ τῆς ὀργῆς ἐπὶ Βενιαμίτας ὑφεῖναι [172] χρησαμένους αὐτῇ καὶ θᾶττον ἀμέτρως. καὶ οἱ μὲν τούτοις πεισθέντες ψηφίζονται τὸν διὰ τῆς ἁρπαγῆς γάμον τοῖς Βενιαμίταις. ἐνστάσης δὲ τῆς ἑορτῆς οἱ μὲν διακόσιοι κατὰ δύο καὶ τρεῖς πρὸ τῆς πόλεως ἐνήδρευον παρεσομένας τὰς παρθένους ἔν τε ἀμπελῶσι [173] καὶ χωρίοις ἐν οἷς λήσειν ἔμελλον, αἱ δὲ μετὰ παιδιᾶς οὐδὲν ὑφορώμεναι τῶν μελλόντων ἀφυλάκτως ὥδευον· οἱ δὲ σκεδασθεισῶν εἴχοντο ἐξαναστάντες. καὶ οὗτοι μὲν οὕτως γαμήσαντες ἐπ' ἔργα τῆς γῆς ἐχώρησαν καὶ πρόνοιαν ἐποιήσαντο πάλιν εἰς τὴν προτέραν [174] εὐδαιμονίαν ἐπανελθεῖν. Βενιαμιτῶν μὲν οὖν ἡ φυλὴ κινδυνεύσασα τελέως ἐκφθαρῆναι τῷ προειρημένῳ τρόπῳ κατὰ τὴν Ἰσραηλιτῶν σοφίαν σώζεται ἤνθησέ τε παραχρῆμα καὶ ταχεῖαν εἴς τε πλῆθος καὶ τὰ ἄλλα πάντα ἐποιήσατο τὴν ἐπίδοσιν. οὗτος μὲν οὖν ὁ πόλεμος οὕτως παύεται.
[175] Ὅμοια δὲ τούτοις παθεῖν καὶ τὴν Δάνην συνέβη φυλὴν [176] ἐξ αἰτίας τοιαύτης εἰς τοῦτο προαχθεῖσαν. τῶν Ἰσραηλιτῶν ἐκλελοιπότων ἤδη τὴν ἐν τοῖς πολέμοις ἄσκησιν καὶ πρὸς τοῖς ἔργοις ὄντων τῆς γῆς Χαναναῖοι καταφρονήσαντες αὐτῶν συνεποιήσαντο δύναμιν, οὐδὲν μὲν αὐτοὶ πείσεσθαι προσδοκῶντες, ὡς δὲ βεβαίαν τὴν τοῦ ποιήσειν κακῶς τοὺς Ἑβραίους ἐλπίδα λαβόντες ἐπ' ἀδείας [177] τὸ λοιπὸν οἰκεῖν τὰς πόλεις ἠξίουν. ἅρματά τε οὖν παρεσκευάζοντο καὶ τὸ ὁπλιτικὸν συνεκρότουν αἵ τε πόλεις αὐτῶν συνεφρόνουν καὶ τῆς Ἰούδα φυλῆς τὴν Ἀσκάλωνα καὶ Ἀκαρῶνα παρεσπάσαντο ἄλλας τε πολλὰς τῶν ἐν τῷ πεδίῳ καὶ Δανίτας εἰς τὸ ὄρος ἠνάγκασαν συμφυγεῖν οὐδὲ ὀλίγον αὐτοῖς ἐπιβατὸν τοῦ πεδίου [178] καταλιπόντες. οἱ δ' οὔτε πολεμεῖν ὄντες ἱκανοὶ γῆν τε οὐκ ἔχοντες ἀρκοῦσαν πέμπουσιν ἐξ αὐτῶν πέντε ἄνδρας εἰς τὴν μεσόγειον κατοψομένους γῆν, εἰς ἣν μετοικήσαιντο. οἱ δ' οὐ πόρρω τοῦ Λιβάνου ὄρους καὶ ἐλάσσονος Ἰορδάνου τῶν πηγῶν κατὰ τὸ μέγα πεδίον Σιδῶνος πόλεως ὁδὸν ἡμέρας μιᾶς προελθόντες καὶ κατασκεψάμενοι γῆν ἀγαθὴν καὶ πάμφορον σημαίνουσι τοῖς αὑτῶν· οἱ δ' ὁρμηθέντες στρατῷ κτίζουσιν αὐτόθι πόλιν Δάνα ὁμώνυμον τῷ Ἰακώβου παιδὶ φυλῆς δ' ἐπώνυμον τῆς αὐτῶν.
[179] Τοῖς δ' Ἰσραηλίταις προύβαινεν ὑπό τε ἀπειρίας τοῦ πονεῖν τὰ κακὰ καὶ ἀπὸ τῆς περὶ τὸ θεῖον ὀλιγωρίας· μετακινηθέντες γὰρ ἅπαξ τοῦ κόσμου τῆς πολιτείας ἐφέροντο πρὸς τὸ καθ' ἡδονὴν καὶ βούλησιν ἰδίαν βιοῦν, ὡς καὶ τῶν ἐπιχωριαζόντων παρὰ τοῖς Χαναναίοις [180] ἀναπίμπλασθαι κακῶν. ὀργίζεται τοίνυν αὐτοῖς ὁ θεὸς καὶ ἣν σὺν πόνοις μυρίοις εὐδαιμονίαν ἐκτήσαντο, ταύτην ἀπέβαλον διὰ τρυφήν. στρατεύσαντος γὰρ ἐπ' αὐτοὺς Χουσαρσάθου τοῦ τῶν Ἀσσυρίων βασιλέως πολλούς τε τῶν παραταξαμένων ἀπώλεσαν καὶ [181] πολιορκούμενοι κατὰ κράτος ᾑρέθησαν, εἰσὶ δ' οἳ διὰ φόβον ἑκουσίως αὐτῷ προσεχώρησαν, φόρους τε τοῦ δυνατοῦ μείζονας ἐπιταγέντες ἐτέλουν καὶ ὕβρεις παντοίας ὑπέμενον ἕως ἐτῶν ὀκτώ, μεθ' ἃ τῶν κακῶν οὕτως ἠλευθερώθησαν.
[182] Τῆς Ἰούδα φυλῆς τις Κενίαζος ὄνομα δραστήριος ἀνὴρ καὶ τὸ φρόνημα γενναῖος, χρησθὲν αὐτῷ μὴ περιορᾶν ἐν τοιαύτῃ τοὺς Ἰσραηλίτας ἀνάγκῃ κειμένους ἀλλ' εἰς ἐλευθερίαν αὐτοὺς ἐξαιρεῖσθαι τολμᾶν, παρακελευσάμενος συλλαμβάνεσθαι τῶν κινδύνων αὐτῷ τινάς, ὀλίγοι δ' ἦσαν, οἷς αἰδὼς ἐπὶ τοῖς τότε παροῦσιν ἐτύγχανε [183] καὶ προθυμία μεταβολῆς, πρῶτον μὲν τὴν παρ' αὐτοῖς οὖσαν φρουρὰν τοῦ Χουσαρσάθου διαφθείρει, προσγενομένων δὲ πλειόνων τῶν συναγωνιζομένων ἐκ τοῦ μὴ διαμαρτεῖν περὶ τὰ πρῶτα τῆς ἐπιχειρήσεως, μάχην τοῖς Ἀσσυρίοις συνάπτουσι καὶ πρὸς τὸ παντελὲς αὐτοὺς ἀπωσάμενοι περαιοῦσθαι τὸν Εὐφράτην ἐβιάζοντο.
[184] Κενίαζος δὲ ὡς ἔργῳ πεῖραν αὐτοῦ δεδωκὼς τῆς ἀνδραγαθίας γέρας ὑπὲρ αὐτῆς λαμβάνει παρὰ τοῦ πλήθους ἀρχήν, ὥστε κρίνειν τὸν λαόν. καὶ ἄρξας ἐπ' ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον.
[185] Τελευτήσαντος δὲ τούτου πάλιν τὰ τῶν Ἰσραηλιτῶν ὑπὸ ἀναρχίας ἐνόσει πράγματα, καὶ τῷ μὴ διὰ τιμῆς ἄγειν τὸν θεὸν [186] μηδὲ τοῖς νόμοις ὑπακούειν ἔτι μᾶλλον ἐκακοῦτο, ὡς καταφρονήσαντα αὐτῶν τῆς ἀκοσμίας τῆς κατὰ τὴν πολιτείαν Ἐγλῶνα τὸν Μωαβιτῶν βασιλέα πόλεμον πρὸς αὐτοὺς ἐξενεγκεῖν καὶ πολλαῖς μάχαις αὐτῶν κρατήσαντα καὶ τοὺς φρονήματι τῶν ἄλλων διαφέροντας ὑποτάξαντα πρὸς τὸ παντελὲς αὐτῶν τὴν δύναμιν ταπεινῶσαι [187] καὶ φόρους αὐτοῖς ἐπιτάξαι τελεῖν. καθιδρύσας δ' αὐτῷ ἐν Ἱεριχοῦντι βασίλειον ταύτην ἀποδείξας οὐδὲν τῆς εἰς τὸ πλῆθος κακώσεως παρέλιπεν εἴς τε πενίαν αὐτοὺς κατέστησεν ἐπὶ ὀκτωκαίδεκα ἔτη. λαβὼν δ' οἶκτον ὁ θεὸς τῶν [Ἰσραηλιτῶν] ἐφ' οἷς ἔπασχον καὶ ταῖς ἱκετείαις αὐτῶν ἐπικλασθεὶς ἀπήλλαξε τῆς ὑπὸ τοῖς Μωαβίταις ὕβρεως. ἠλευθερώθησαν δὲ τούτῳ τῷ τρόπῳ.
[188] Τῆς Βενιαμίτιδος φυλῆς νεανίας Ἰούδης μὲν τοὔνομα Γήρα τε πατρὸς τολμῆσαί τε ἀνδρειότατος καὶ τῷ σώματι πρὸς τὰ ἔργα χρῆσθαι δυνατὸς τῶν χειρῶν τὴν ἀριστερὰν ἀμείνων κἀπ' ἐκείνης [189] τὴν ἅπασαν ἰσχὺν ἔχων κατῴκει μὲν ἐν Ἱεριχοῦντι καὶ αὐτός, συνήθης δὲ γίνεται τῷ Ἐγλῶνι δωρεαῖς αὐτὸν θεραπεύων καὶ ὑπερχόμενος, ὡς διὰ τοῦτο καὶ τοῖς περὶ τὸν βασιλέα προσφιλῆ τυγχάνειν [190] αὐτόν. καί ποτε σὺν δυσὶν οἰκέταις δῶρα τῷ βασιλεῖ φέρων ξιφίδιον κρύφα τῷ δεξιῷ σκέλει περιδησάμενος εἰσῄει πρὸς αὐτόν. ὥρα δ' ἦν θέρους καὶ τῆς ἡμέρας ἤδη μεσούσης ἀνεῖντο αἱ φυλακαὶ ὑπό [191] τε τοῦ καύματος καὶ πρὸς ἄριστον τετραμμένων. δοὺς οὖν τὰ δῶρα τῷ Ἐγλῶνι ὁ νεανίσκος, διέτριβε δ' ἔν τινι δωματίῳ δεξιῶς πρὸς θέρος ἔχοντι, πρὸς ὁμιλίαν ἐτράποντο. μόνοι δ' ἦσαν τοῦ βασιλέως καὶ τοὺς ἐπεισιόντας τῶν θεραπόντων ἀπιέναι κελεύσαντος [192] διὰ τὸ πρὸς Ἰούδην ὁμιλεῖν. καθῆστο δ' ἐπὶ θρόνου καὶ δέος εἰσῄει τὸν Ἰούδην, μὴ διαμάρτῃ καὶ μὴ δῷ καιρίαν πληγήν. ἀνίστησιν οὖν αὐτὸν ὄναρ εἰπὼν ἔχειν ἐκ προστάγματος αὐτῷ δηλῶσαι [193] τοῦ θεοῦ. καὶ ὁ μὲν πρὸς τὴν χαρὰν τὴν τοῦ ὀνείρατος ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου, πλήξας δ' αὐτὸν Ἰούδης εἰς τὴν καρδίαν καὶ τὸ ξιφίδιον ἐγκαταλιπὼν ἔξεισι προσκλίνας τὴν θύραν. οἵ τε θεράποντες ἠρέμουν εἰς ὕπνον τετράφθαι νομίζοντες τὸν βασιλέα.
[194] Ὁ δ' Ἰούδης τοῖς Ἱεριχουντίοις ἀποσημαίνων κρυπτῶς παρεκάλει τῆς ἐλευθερίας ἀντιλαμβάνεσθαι. οἱ δ' ἀσμένως ἀκούσαντες αὐτοί τε εἰς τὰ ὅπλα ᾔεσαν καὶ διέπεμπον εἰς τὴν χώραν τοὺς ἀποσημαίνοντας κέρασιν οἰῶν· τούτοις γὰρ συγκαλεῖν τὸ πλῆθος [195] πάτριον. οἱ δὲ περὶ τὸν Ἐγλῶνα πολὺν μὲν χρόνον ἠγνόουν τὸ συμβεβηκὸς αὐτῷ πάθος, ἐπεὶ δὲ πρὸς ἑσπέραν ἦν, δείσαντες μή τι νεώτερον εἴη περὶ αὐτὸν γεγονός, εἰσῆλθον εἰς τὸ δωμάτιον καὶ νεκρὸν εὑρόντες ἐν ἀμηχανίᾳ καθειστήκεσαν, καὶ πρὶν τὴν φρουρὰν [196] συστραφῆναι τὸ τῶν Ἰσραηλιτῶν αὐτοῖς ἐπέρχεται πλῆθος. καὶ οἱ μὲν παραχρῆμα ἀναιροῦνται, οἱ δ' εἰς φυγὴν τρέπονται ὡς ἐπὶ τὴν Μωαβῖτιν σωθησόμενοι, ἦσαν δὲ ὑπὲρ μυρίους. καὶ Ἰσραηλῖται προκατειληφότες τοῦ Ἰορδάνου τὴν διάβασιν διώκοντες ἔκτεινον καὶ κατὰ τὴν διάβασιν πολλοὺς αὐτῶν ἀναιροῦσι, διέφυγέ τε οὐδεὶς [197] τὰς χεῖρας αὐτῶν. καὶ οἱ μὲν Ἑβραῖοι τούτῳ τῷ τρόπῳ τῆς ὑπὸ τοῖς Μωαβίταις δουλείας ἀπηλλάγησαν, Ἰούδης δ' ἐκ τῆς αἰτίας ταύτης τιμηθεὶς τῇ τοῦ πλήθους παντὸς ἡγεμονίᾳ τελευτᾷ τὴν ἀρχὴν ἔτεσιν ὀγδοήκοντα κατασχών, ἀνὴρ καὶ δίχα τῆς προειρημένης πράξεως ἐπαίνου δίκαιος τυγχάνειν. καὶ μετὰ τοῦτον Σαάγαρος ὁ Ἀνάθου παῖς αἱρεθεὶς ἄρχειν ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει κατέστρεψε τὸν βίον.
[198] Ἰσραηλῖται δὲ πάλιν, οὐδὲν γὰρ ἐπὶ διδαχῇ τοῦ κρείττονος ἐλάμβανον τῶν πρότερον ἠτυχημένων ὑπό τε τοῦ μήτε σέβειν τὸν θεὸν μήθ' ὑπακούειν τοῖς νόμοις, πρὶν ἢ καὶ τῆς ὑπὸ Μωαβίταις ἀναπνεῦσαι δουλείας πρὸς ὀλίγον Ἀβίτω τοῦ Χαναναίων [199] βασιλέως δουλοῦνται. οὗτος γὰρ ἐξ Ἀσώρου πόλεως ὁρμώμενος, αὕτη δ' ὑπέρκειται τῆς Σεμαχωνίτιδος λίμνης, στρατοῦ μὲν ὁπλιτῶν τριάκοντα ἔτρεφε μυριάδας μυρίους δὲ ἱππέας, τρισχιλίων δὲ ἁρμάτων ηὐπόρει. ταύτης οὖν στρατηγὸς τῆς δυνάμεως Σισάρης τιμῆς πρώτης παρὰ τῷ βασιλεῖ τυγχάνων συνελθόντας πρὸς αὐτὸν τοὺς Ἰσραηλίτας ἐκάκωσε δεινῶς, ὥστε αὐτοῖς ἐπιτάξαι τελεῖν φόρους.
[200] Εἴκοσι μὲν οὖν ἔτη ταῦτα πάσχοντες ἤνυσαν μήτε αὐτοὶ φρονεῖν ὑπὸ τῆς δυστυχίας ὄντες ἀγαθοὶ καὶ τοῦ θεοῦ πλέον δαμάσαι ἔτι θέλοντος αὐτῶν τὴν ὕβριν διὰ τὴν περὶ αὐτὸν ἀγνωμοσύνην, ἵνα μεταθέμενοι τοῦ λοιποῦ σωφρονῶσιν διδαχθέντες τὰς συμφορὰς αὐτοῖς ἐκ τῆς περιφρονήσεως τῶν νόμων ὑπάρξαι, Δαβώραν [201] [δέ] τινα προφῆτιν, μέλισσαν δὲ σημαίνει τοὔνομα κατὰ τὴν Ἑβραίων γλῶσσαν, ἱκέτευον δεηθῆναι τοῦ θεοῦ λαβεῖν οἶκτον αὐτῶν καὶ μὴ περιιδεῖν ἀπολλυμένους αὐτοὺς ὑπὸ Χαναναίων. ὁ δὲ θεὸς ἐπένευσε σωτηρίαν αὐτοῖς καὶ στρατηγὸν αἱρεῖται Βάρακον τῆς Νεφθαλίδος ὄντα φυλῆς· βάρακος δέ ἐστιν ἀστραπὴ κατὰ τὴν Ἑβραίων γλῶσσαν.
[202] Μεταπεμψαμένη δ' ἡ Δαβώρα τὸν Βάρακον ἐπιλέξαντα τῶν νέων μυρίους ἐκέλευε χωρεῖν ἐπὶ τοὺς πολεμίους· ἀποχρῆναι γὰρ [203] τοσούτους τοῦ θεοῦ προειρηκότος καὶ νίκην ἀποσημήναντος. Βαράκου δὲ φαμένου οὐ στρατηγήσειν μὴ κἀκείνης αὐτῷ συστρατηγούσης ἀγανακτήσασα, σὺ μέν, εἶπε, γυναικὶ παραχωρεῖς ἀξίωμα ὃ σοὶ δέδωκεν ὁ θεός, ἐγὼ δὲ οὐ παραιτοῦμαι. καὶ συναριθμήσαντες [204] μυρίους ἐστρατοπεδεύσαντο πρὸς Ἰταβυρίῳ ὄρει. ἀπήντα δ' αὐτοῖς ὁ Σισάρης τοῦ βασιλέως κελεύσαντος καὶ στρατοπεδεύονται τῶν πολεμίων οὐκ ἄπωθεν. τοὺς δ' Ἰσραηλίτας καὶ τὸν Βάρακον καταπλαγέντας τὸ πλῆθος τῶν πολεμίων καὶ ἀναχωρεῖν διεγνωκότας ἡ Δεβώρα κατεῖχε τὴν συμβολὴν ποιεῖσθαι κατ' ἐκείνην κελεύουσα τὴν ἡμέραν· νικήσειν γὰρ αὐτοὺς καὶ συλλήψεσθαι τὸν θεόν.
[205] Συνῄεσαν οὖν καὶ προσμιγέντων ὄμβρος ἐπιγίνεται μέγας καὶ ὕδωρ πολὺ καὶ χάλαζα, τόν τε ὑετὸν κατὰ πρόσωπον ἤλαυνε τῶν Χαναναίων ἄνεμος ταῖς ὄψεσιν αὐτῶν ἐπισκοτῶν, ὡς τὰς τοξείας ἀχρήστους αὐτοῖς εἶναι καὶ τὰς σφενδόνας· οἵ τε ὁπλῖται [206] διὰ τὸ κρύος χρῆσθαι τοῖς ξίφεσιν οὐκ εἶχον. τοὺς δ' Ἰσραηλίτας ἧττόν τε ἔβλαπτε κατόπιν γινόμενος ὁ χειμὼν καὶ πρὸς τὴν ἔννοιαν τῆς βοηθείας τοῦ θεοῦ θάρσος ἐλάμβανον, ὥστε εἰς μέσους ὠσάμενοι τοὺς πολεμίους πολλοὺς αὐτῶν ἀπέκτειναν. καὶ οἱ μὲν ὑπὸ τῶν Ἰσραηλιτῶν, οἱ δ' ὑπὸ τῆς οἰκείας ἵππου ταραχθέντες [207] ἔπεσον, ὡς ὑπὸ τῶν ἁρμάτων πολλοὺς αὐτῶν ἀποθανεῖν. Σισάρης δὲ καταπηδήσας τοῦ ἅρματος ὡς εἶδε τὴν τροπὴν γινομένην, φυγὼν ἀφικνεῖται παρά τινα τῶν Κενελίδων γυναῖκα Ἰάλην ὄνομα, ἣ κρύψαι τε ἀξιώσαντα δέχεται καὶ ποτὸν αἰτήσαντι δίδωσι γάλα διεφθορὸς [208] ἤδη. ὁ δὲ πιὼν τοῦ μέτρου δαψιλέστερον εἰς ὕπνον τρέπεται. ἡ δὲ Ἰάλη κοιμωμένου σιδήρεον ἧλον ἐλάσασα σφύρῃ κατὰ τοῦ στόματος καὶ τοῦ χελυνίου διέπειρε τὸ ἔδαφος καὶ τοῖς περὶ τὸν Βάρακον μικρὸν ὕστερον ἐλθοῦσιν ἐπεδείκνυε τῇ γῇ προσηλωμένον.
[209] καὶ οὕτως μὲν ἡ νίκη αὕτη περιέστη κατὰ τὰ ὑπὸ Δαβώρας εἰρημένα εἰς γυναῖκα. Βάρακος δὲ στρατεύσας ἐπ' Ἄσωρον Ἰοαβινόν τε ὑπαντιάσαντα κτείνει καὶ τοῦ στρατηγοῦ πεσόντος καθελὼν εἰς ἔδαφος τὴν πόλιν στρατηγεῖ τῶν Ἰσραηλιτῶν ἐπ' ἔτη τεσσαράκοντα.
[210] Τελευτήσαντος δὲ Βαράκου καὶ Δαβώρας κατὰ τὸν αὐτὸν καιρὸν μετὰ ταῦτα Μαδιηνῖται παρακαλέσαντες Ἀμαληκίτας τε καὶ Ἄραβας στρατεύουσιν ἐπὶ τοὺς Ἰσραηλίτας καὶ μάχῃ τε νικῶσι τοὺς [211] συμβαλόντας καὶ τὸν καρπὸν δῃώσαντες τὴν λείαν ἐπήγοντο. τοῦτο δὲ ποιούντων ἐπ' ἔτη ἑπτὰ εἰς τὰ ὄρη τῶν Ἰσραηλιτῶν ἀνεστάλη τὸ πλῆθος καὶ τῶν πεδίων ἐξεχώρουν ὑπονόμους τε καὶ σπήλαια ποιησάμενοι πᾶν ὅ τι τοὺς πολεμίους διέφυγεν ἐν τούτοις εἶχον [212] φυλάττοντες. οἱ γὰρ Μαδιηνῖται κατὰ ὥραν θέρους στρατεύοντες τὸν χειμῶνα γεωργεῖν τοῖς Ἰσραηλίταις ἐπέτρεπον, ὅπως ἔχωσι πεπονηκότων αὐτῶν εἰς ἃ βλάπτωσι. λιμὸς δ' ἦν καὶ σπάνις τροφῆς καὶ τρέπονται πρὸς ἱκετείαν τοῦ θεοῦ σώζειν αὐτοὺς παρακαλοῦντες.
[213] Καὶ Γεδεὼν ὁ Ἰάσου παῖς Μανασσίδος φυλῆς ἐν ὀλίγοις δράγματα σταχύων φερόμενος κρυπτῶς εἰς τὴν ληνὸν ἔκοπτε· τοὺς γὰρ πολεμίους ἐδεδίει φανερῶς τοῦτο ποιεῖν ἐπὶ τῆς ἅλωος. φαντάσματος δὲ αὐτῷ παραστάντος νεανίσκου μορφῇ καὶ φήσαντος εὐδαίμονα καὶ φίλον τῷ θεῷ, ὑποτυχών τοῦτο γοῦν, ἔφη, τεκμήριον τῆς εὐμενείας αὐτοῦ μέγιστον τῇ ληνῷ με νῦν ἀντὶ ἅλωος χρῆσθαι.
[214] θαρσεῖν δὲ παρακελευσαμένου καὶ πειρᾶσθαι τῆς ἐλευθερίας ἀνασώζειν ἀδυνάτως ἔχειν ἔλεγε· τήν τε γὰρ φυλὴν ἐξ ἧς ὑπῆρχε πλήθους ὑστερεῖν καὶ νέον αὐτὸν εἶναι καὶ τηλικούτων πραγμάτων ἀσθενέστερον. ὁ δὲ θεὸς αὐτὸς ἀναπληρώσειν τὸ λεῖπον ἐπηγγέλλετο καὶ νίκην παρέξειν Ἰσραηλίταις αὐτοῦ στρατηγοῦντος.
[215] Τοῦτ' οὖν διηγούμενος ὁ Γεδεὼν τισὶ τῶν νέων ἐπιστεύετο, καὶ παραχρῆμα πρὸς τοὺς ἀγῶνας ἕτοιμον ἦν τὸ στρατόπεδον μυρίων ἀνδρῶν. ἐπιστὰς δὲ κατὰ τοὺς ὕπνους ὁ θεὸς τῷ Γεδεῶνι τὴν ἀνθρωπίνην φύσιν αὐτῷ φίλαυτον οὖσαν ἐδήλου καὶ πρὸς τοὺς ἀρετῇ διαφέροντας ἀπεχθανομένην, ὅπως τε τὴν νίκην παρέντες τοῦ θεοῦ δοκεῖν νομίζουσιν ἰδίαν ὡς πολὺς στρατὸς ὄντες καὶ πρὸς [216] τοὺς πολεμίους ἀξιόμαχος. ἵνα μάθωσιν οὖν βοηθείας τῆς αὐτοῦ τὸ ἔργον, συνεβούλευε περὶ μεσοῦσαν τὴν ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος ἄγειν τὴν στρατιὰν ἐπὶ τὸν ποταμὸν καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτως πίνοντας εὐψύχους ὑπολαμβάνειν, ὅσοι δ' ἂν ἐσπευσμένως καὶ μετὰ θορύβου πίνοντες τύχοιεν τούτους δειλοὺς [217] νομίζειν καὶ καταπεπληγότας τοὺς πολεμίους. ποιήσαντος δὲ τοῦ Γεδεῶνος κατὰ τὰς ὑποθήκας τοῦ θεοῦ τριακόσιοι ἄνδρες εὑρέθησαν ταῖς χερσὶ μετὰ φόβου προσενεγκάμενοι τὸ ὕδωρ τεταραγμένως, ἔφησέ τε ὁ θεὸς τούτους ἐπαγόμενον ἐπιχειρεῖν τοῖς πολεμίοις. ἐστρατοπεδεύοντο δὲ ὑπὲρ τοῦ Ἰορδάνου μέλλοντες εἰς τὴν ἐπιοῦσαν περαιοῦσθαι.
[218] Γεδεῶνος δ' ἐν φόβῳ καθεστῶτος, καὶ γὰρ νυκτὸς ἐπιχειρεῖν αὐτῷ ὁ θεὸς προειρήκει, τοῦ δέους αὐτὸν ἀπαγαγεῖν βουλόμενος κελεύει προσλαβόντα ἕνα τῶν στρατιωτῶν πλησίον χωρεῖν ταῖς Μαδιηνιτῶν σκηναῖς· παρ' αὐτῶν γὰρ ἐκείνων λήψεσθαι φρόνημα καὶ [219] θάρσος. πεισθεὶς δὲ ᾔει Φρουρὰν τὸν ἑαυτοῦ θεράποντα παραλαβών, καὶ πλησιάσας σκηνῇ τινι καταλαμβάνει τοὺς ἐν αὐτῇ ἐγρηγορότας καὶ τὸν ἕτερον ὄναρ διηγούμενον τῷ συσκηνοῦντι, ὥστε ἀκούειν τὸν Γεδεῶνα. τὸ δὲ τοιοῦτον ἦν· μᾶζαν ἐδόκει κριθίνην ὑπ' εὐτελείας ἀνθρώποις ἄβρωτον διὰ τοῦ στρατοπέδου κυλιομένην τὴν τοῦ βασιλέως σκηνὴν καταβαλεῖν καὶ τὰς τῶν στρατιωτῶν πάντων.
[220] ὁ δὲ σημαίνειν ὄλεθρον τοῦ στρατοῦ τὴν ὄψιν ἔκρινε λέγων, ὅθεν τοῦτ' αὐτῷ συνιδεῖν ἐπῆλθε, πᾶν τὸ σπέρμα τὸ καλούμενον κρίθινον εὐτελέστατον ὁμολογεῖσθαι τυγχάνειν, τοῦ δ' Ἀσιανοῦ παντὸς τὸ Ἰσραηλιτῶν ἔστιν ἰδεῖν ἀτιμότερον νῦν γεγενημένον ὅμοιον [221] δὲ τῷ κατὰ κριθὴν γένει. καὶ τὸ παρὰ τοῖς Ἰσραηλίταις νῦν μεγαλοφρονοῦν τοῦτ' ἂν εἴη Γεδεὼν καὶ τὸ σὺν αὐτῷ στρατιωτικόν. ἐπεὶ οὖν τὴν μᾶζαν φῂς ἰδεῖν τὰς σκηνὰς ἡμῶν ἀνατρέπουσαν, δέδια μὴ θεὸς Γεδεῶνι τὴν καθ' ἡμῶν νίκην ἐπινένευκε.
[222] Γεδεῶνα δ' ἀκούσαντα τὸ ὄναρ ἐλπὶς ἀγαθὴ καὶ θάρσος ἔλαβε καὶ προσέταξεν ἐν τοῖς ὅπλοις εἶναι τοὺς οἰκείους διηγησάμενος αὐτοῖς καὶ τὴν τῶν πολεμίων ὄψιν, οἱ δ' ἕτοιμοι πρὸς τὰ παραγγελλόμενα φρονηματισθέντες ὑπὸ τῶν δεδηλωμένων ἦσαν.
[223] καὶ κατὰ τετάρτην μάλιστα φυλακὴν προσῆγε τὴν ἑαυτοῦ στρατιὰν Γεδεὼν εἰς τρία μέρη διελὼν αὐτήν, ἑκατὸν δὲ ἦσαν ἐν ἑκάστῳ. ἐκόμιζον δὲ πάντες ἀμφορέας κενοὺς καὶ λαμπάδας ἡμμένας ἐν αὐταῖς, ὅπως μὴ κατάφωρος τοῖς πολεμίοις ἡ ἔφοδος αὐτῶν γένηται, καὶ ἐν τῇ δεξιᾷ κριοῦ κέρας· ἐχρῶντο δὲ τούτοις ἀντὶ σάλπιγγος.
[224] χωρίον δὲ πολὺ κατεῖχε τὸ τῶν πολεμίων στράτευμα, πλείστην γὰρ αὐτοῖς εἶναι συνέβαινε κάμηλον, καὶ κατὰ τὰ ἔθνη νεμηθέντες ὑφ' [225] ἑνὶ κύκλῳ πάντες ἦσαν. οἱ δ' Ἑβραῖοι, προειρημένον αὐτοῖς ὁπόταν γένωνται πλησίον τῶν πολεμίων ἐκ συνθήματος σάλπιγξί τε ἠχήσαντας καὶ τοὺς ἀμφορέας κατεάξαντας ὁρμῆσαι μετὰ τῶν λαμπάδων ἀλαλάξαντας καὶ νικᾶν θεοῦ Γεδεῶνι βοηθήσοντος, τοῦτ' [226] ἐποίησαν. ταραχὴ δὲ λαμβάνει τοὺς ἀνθρώπους ἔτι [τε] ὑπνοῦντας καὶ δείματα· νὺξ γὰρ ἦν καὶ ὁ θεὸς τοῦτο ἤθελεν. ἐκτείνοντο δὲ ὀλίγοι μὲν ὑπὸ τῶν πολεμίων, οἱ δὲ πλείους ὑπὸ τῶν συμμάχων διὰ τὸ τῇ γλώσσῃ διαφωνεῖν. ἅπαξ δὲ καταστάντες εἰς ταραχὴν πᾶν τὸ προστυχὸν ἀνῄρουν νομίζοντες εἶναι πολέμιον, φόνος τε [227] πολὺς ἦν. καὶ φήμῃ πρὸς τοὺς Ἰσραηλίτας τῆς Γεδεῶνος νίκης ἀφικομένης ἐν τοῖς ὅπλοις ἦσαν, καὶ διώξαντες λαμβάνουσι τοὺς πολεμίους ἐν κοίλῳ τινὶ χαράδραις περιειλημμένῳ οὐ δυναμέναις διαπερᾶναι χωρίῳ καὶ περιστάντες κτείνουσιν ἅπαντας καὶ δύο τῶν [228] βασιλέων Ὤρηβόν τε καὶ Ζῆβον. οἱ δὲ λοιποὶ τῶν ἡγεμόνων τοὺς περιλειφθέντας τῶν στρατιωτῶν ἐνάγοντες, ἦσαν δὲ μύριοι καὶ ὀκτακισχίλιοι, στρατοπεδεύονται πολὺ τῶν Ἰσραηλιτῶν ἄπωθεν. Γεδεὼν δὲ οὐκ ἀπηγορεύκει πονῶν, ἀλλὰ διώξας μετὰ παντὸς τοῦ στρατοῦ καὶ συμβαλὼν ἅπαντας διέφθειρε τοὺς πολεμίους καὶ τοὺς λοιποὺς ἡγεμόνας Ζεβὴν καὶ Ζαρμούνην αἰχμαλώτους λαβὼν ἀνήγαγεν.
[229] ἀπέθανον δ' ἐν αὐτῇ τῇ μάχῃ Μαδιηνιτῶν τε καὶ τῶν συστρατευσάντων αὐτοῖς Ἀράβων περὶ μυριάδας δώδεκα, λεία τε πολλὴ χρυσὸς καὶ ἄργυρος καὶ ὕφη καὶ κάμηλος καὶ ὑποζύγια λαμβάνεται τοῖς Ἑβραίοις. Γεδεὼν δὲ παραγενόμενος εἰς Ἐφρὰν τὴν ἑαυτοῦ πατρίδα κτείνει τοὺς τῶν Μαδιηνιτῶν βασιλέας.
[230] Ἡ δ' Ἐφράμιδος φυλὴ τῇ Γεδεῶνος εὐπραγίᾳ δυσχεραίνουσα στρατεύειν ἐπ' αὐτὸν διεγνώκει, τὸ μὴ προαγγεῖλαι τὴν ἐπιχείρησιν αὐτοῖς τὴν κατὰ τῶν πολεμίων ἐγκαλοῦντες. Γεδεὼν δὲ μέτριος ὢν καὶ πᾶσαν ἀρετὴν ἄκρος οὐκ αὐτὸς ἔλεγεν αὐτοκράτορι χρησάμενος λογισμῷ τοῖς ἐχθροῖς ἐπιθέσθαι χωρὶς αὐτῶν, ἀλλὰ τοῦ θεοῦ κελεύσαντος· τὴν δὲ νίκην οὐχ ἧττον αὐτῶν ἔφασκεν ἰδίαν ἢ τῶν [231] ἐστρατευκότων εἶναι. καὶ τούτοις παρηγορήσας αὐτῶν τὴν ὀργὴν τοῖς λόγοις μᾶλλον τοὺς Ἑβραίους ὠφέλησε τῆς ἐπὶ τῶν πολεμίων εὐπραξίας [φήσας αἰτίους]· ἐμφυλίου γὰρ αὐτοὺς στάσεως ἄρχειν μέλλοντας ἐρρύσατο. τῆς μέντοι ὕβρεως ταύτης ἡ φυλὴ δίκην ἐξέτισεν, ἣν δηλώσομεν κατὰ καιρὸν ἴδιον.
[232] Γεδεὼν δὲ τὴν ἀρχὴν ἀποθέσθαι βουλόμενος βιασθεὶς ἔσχεν αὐτὴν ἐπ' ἔτη τεσσαράκοντα βραβεύων αὐτοῖς τὰ δίκαια καὶ περὶ τῶν διαφορῶν ἐπ' αὐτὸν βαδιζόντων κύρια πάντα ἦν τὰ ὑπ' αὐτοῦ λεγόμενα. καὶ ὁ μὲν γηραιὸς τελευτήσας ἐν Ἐφρὰν τῇ πατρίδι θάπτεται.
[233] Παῖδες δὲ ἦσαν αὐτῷ γνήσιοι μὲν ἑβδομήκοντα, πολλὰς γὰρ ἔγημε γυναῖκας, νόθος δ' εἷς ἐκ παλλακῆς Δρούμας Ἀβιμέλεχος τοὔνομα, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀναχωρήσας εἰς Σίκιμα πρὸς τοὺς ἀπὸ μητρὸς συγγενεῖς, ἐντεῦθεν γὰρ ἦν, καὶ λαβὼν ἀργύριον παρ' αὐτῶν, οἳ διὰ πλῆθος ἀδικημάτων ἦσαν ἐπίσημοι, [234] ἀφικνεῖται σὺν αὐτοῖς εἰς τὸν πατρῷον οἶκον καὶ κτείνει πάντας τοὺς ἀδελφοὺς πλὴν Ἰωθάμου· σώζεται γὰρ οὗτος διαφυγεῖν εὐτυχήσας. Ἀβιμέλεχος δὲ εἰς τυραννίδα τὰ πράγματα μεθίστησι κύριον αὑτὸν ὅ τι βούλεται ποιεῖν ἀντὶ τῶν νομίμων ἀποδείξας καὶ δεινῶς πρὸς τοὺς τοῦ δικαίου προϊσταμένους ἐκπικραινόμενος.
[235] Καί ποτε δημοτελοῦς Σικίμοις οὔσης ἑορτῆς καὶ τοῦ πλήθους παντὸς ἐκεῖ συνειλεγμένου ὁ ἀδελφὸς αὐτοῦ Ἰωθάμης, ὃν καὶ διαφυγεῖν ἔφαμεν, ἀνελθὼν ἐπὶ τὸ ὄρος τὸ Γαριζείν, ὑπέρκειται δὲ τῆς Σικιμίων πόλεως, ἐκβοήσας εἰς ἐπήκοον τοῦ πλήθους ἡσυχίαν [236] αὐτῷ παρασχόντος ἠξίου μαθεῖν τὰ ὑπ' αὐτοῦ λεγόμενα. γενομένης δὲ σιγῆς εἶπεν, ὡς τὰ δένδρα φωνὴν ἀνθρώπειον προϊέμενα συνόδου γενομένης αὐτῶν δεηθείη συκῆς ἄρχειν αὐτῶν. ἀρνησαμένης δ' ἐκείνης διὰ τὸ τιμῆς τῆς ἐπὶ τοῖς καρποῖς οἰκείας οὔσης ἀπολαύειν οὐχ ὑπ' ἄλλων ἔξωθεν προσγινομένης, τὰ δένδρα τῆς ἐπὶ τῷ ἄρχεσθαι φροντίδος οὐκ ἀπελείπετο, ἐδόκει δ' αὐτοῖς ἀμπέλῳ [237] τὴν τιμὴν παρασχεῖν. καὶ ἡ ἄμπελος χειροτονουμένη τοῖς τῆς συκῆς χρησαμένη λόγοις παρῃτεῖτο τὴν ἀρχήν. τὸ δ' αὐτὸ καὶ τῶν ἐλαιῶν ποιησαμένων ῥάμνος, ἐδεήθη γὰρ αὐτῆς ὥστε παραλαβεῖν [238] τὴν βασιλείαν τὰ δένδρα, πυρεῖα δὲ ἀγαθὴ παρασχεῖν τῶν ξύλων ἐστίν, ὑπισχνεῖται τὴν ἀρχὴν ἀναλήψεσθαι καὶ ἀόκνως ἔχειν. δεῖ μέντοι συνιζάνειν αὐτὰ ὑπὸ τὴν σκιάν, εἰ δ' ὄλεθρον ἐπ' αὐτῇ [239] φρονοῖεν, ὑπὸ τοῦ ἐνόντος πυρὸς διαφθαρεῖεν. ταῦτα δ' οὐ γέλωτος ἕνεκα, φησί, λέγω, ὅτι δὲ πολλῶν ἀγαθῶν ἐκ Γεδεῶνος πεπειραμένοι περιορῶσιν Ἀβιμέλεχον ἐπὶ τῶν ὅλων ὄντα πραγμάτων σὺν αὐτῷ τοὺς ἀδελφοὺς ἀποκτείναντες, ὃν πυρὸς οὐδὲν διοίσειν. καὶ ὁ μὲν ταῦτα εἰπὼν ὑπεχώρησε καὶ διῃτᾶτο λανθάνων ἐν τοῖς ὄρεσι δεδιὼς ἐπ' ἔτη τρία τὸν Ἀβιμέλεχον.
[240] Μετ' οὐ πολὺ δὲ τῆς ἑορτῆς Σικιμῖται, μετενόησαν γὰρ ἐπὶ τοῖς Γεδεῶνος υἱοῖς πεφονευμένοις, ἐξελαύνουσι τὸν Ἀβιμέλεχον τῆς πόλεως καὶ τῆς φυλῆς· ὁ δὲ κακοῦν τὴν πόλιν ἐφρόντιζε. τῆς δ' ὥρας τῆς τοῦ τρυγᾶν γενομένης ἐδεδίεσαν συλλέγειν τὸν καρπὸν [241] προϊόντες μή τι δράσῃ κακὸν Ἀβιμέλεχος εἰς αὐτούς. ἐπιδημήσαντος δὲ πρὸς αὐτοὺς τῶν ἀρχόντων τινὸς Γυάλου σὺν ὁπλίταις καὶ συγγενέσι τοῖς αὐτοῦ φυλακὴν οἱ Σικιμῖται δέονται παρασχεῖν αὐτοῖς, ἕως ἂν τρυγήσωσι. προσδεξαμένου δ' ἐκείνου τὴν ἀξίωσιν [242] προῄεσαν καὶ Γυάλης σὺν αὐτοῖς τὸ οἰκεῖον ἄγων ὁπλιτικόν. ὅ τε οὖν καρπὸς μετὰ ἀσφαλείας συνάγεται καὶ δειπνοῦντες κατὰ συμμορίαν φανερῶς ἀπετόλμων ἤδη βλασφημεῖν τὸν Ἀβιμέλεχον, οἵ τε ἄρχοντες ἐνέδραις καταλαμβανόμενοι τὰ περὶ τὴν πόλιν πολλοὺς τῶν Ἀβιμελέχου συλλαμβάνοντες ἀνῄρουν.
[243] Ζάβουλος δέ τις τῶν Σικιμιτῶν ἄρχων ξένος ὢν Ἀβιμελέχου ὅσα παροξύνειεν Γυάλης τὸν δῆμον πέμπων ἀγγέλους ἐμήνυεν αὐτῷ καὶ παρῄνει λοχᾶν πρὸ τῆς πόλεως· πείσειν γὰρ Γυάλην ἐξελθεῖν ἐπ' αὐτόν, καὶ τὸ λοιπὸν ἐπ' ἐκείνῳ τυγχάνειν ὥστε ἀμύνασθαι· γενομένου γὰρ τούτου διαλλαγὰς αὐτῷ μνηστεύσεσθαι πρὸς τὸν [244] δῆμον. ὅ τε οὖν Ἀβιμέλεχος ἐκάθισεν ἐνεδρεύων καὶ ὁ Γυάλης ἀφυλακτοτέρως διέτριβεν ἐπὶ τοῦ προαστείου καὶ Ζάβουλος σὺν αὐτῷ. ἰδὼν δὲ ὁπλίτας ἐπιφερομένους Γυάλης πρὸς Ζάβουλον ἔλεγεν ἄνδρας [245] αὐτοῖς ἐπιέναι καθωπλισμένους. τοῦ δὲ σκιὰς εἶναι φαμένου τῶν πετρῶν, πλησίον ἤδη γινομένων τὸ ἀκριβὲς κατανοῶν οὐ σκιὰς ἔλεγε ταῦτ' εἶναι, λόχον δ' ἀνδρῶν. καὶ Ζάβουλος, οὐ σὺ μέντοι, φησίν, Ἀβιμελέχῳ κακίαν ἐπεκάλεις; τί οὖν οὐκ ἐπιδεικνύεις τὸ [246] τῆς ἀρετῆς μέγεθος εἰς μάχην αὐτῷ συμβαλών; Γυάλης δὲ θορυβούμενος συνάπτει τοῖς Ἀβιμελέχου καὶ πίπτουσι μέν τινες τῶν σὺν αὐτῷ, φεύγει δ' αὐτὸς εἰς τὴν πόλιν τοὺς ἄλλους ἀγόμενος. καὶ Ζάβουλος πολιτεύεται Γυάλην ἐκβληθῆναι τῆς πόλεως κατηγορήσας, ὡς μαλακῶς πρὸς τοὺς Ἀβιμελέχου στρατιώτας ἀγωνίσαιτο.
[247] Ἀβιμέλεχος δὲ πυθόμενος ἐξελευσομένους αὖθις κατὰ τρύγητον τοὺς Σικιμίους ἐνέδραις προλοχίζεται τὰ περὶ τὴν πόλιν, καὶ προελθόντων ἡ μὲν τρίτη μοῖρα τῆς στρατιᾶς καταλαμβάνει τὰς πύλας ἀφαιρησομένη τὴν εἴσοδον τοὺς πολίτας, οἱ δ' ἄλλοι σκιδναμένους [248] μεταθέουσι, πανταχοῦ τε φόνος ἦν. καὶ κατασκάψας εἰς ἔδαφος τὴν πόλιν, οὐ γὰρ ἀντέσχε πρὸς τὴν πολιορκίαν, ἅλας κατὰ τῶν ἐρειπίων σπείρας προῆγε. καὶ Σικιμῖται πάντες οὕτως ἀπώλοντο· ὅσοι δὲ κατὰ τὴν χώραν σκεδασθέντες διέφυγον τὸν κίνδυνον, οὗτοι πέτραν ὀχυρὰν εὑρόντες ἐπ' αὐτῆς ἱδρύονται τειχίσαι [249] τε ταύτην παρεσκευάζοντο. ἔφθη τε τὴν διάνοιαν αὐτῶν Ἀβιμέλεχος μαθὼν ἐλθεῖν ἐπ' αὐτοὺς μετὰ τῆς δυνάμεως καὶ φακέλλους ὕλης ξηρᾶς περιβαλὼν τῷ χωρίῳ δι' αὐτοῦ φέρων ταῦτα ποιεῖν τὴν στρατιὰν παρεκελεύσατο. καὶ ταχέως περιληφθείσης ἐν κύκλῳ τῆς πέτρας τοῖς ξύλοις πῦρ ἐμβάλλουσιν ὅσα τε μᾶλλον ἐξάπτειν φύσιν [250] ἔχει καὶ μεγίστην αἴρουσι φλόγα. καὶ διαφεύγει μὲν ἀπὸ τῆς πέτρας οὐθείς, ἀλλ' ἅμα γυναιξὶ καὶ τέκνοις ἀπώλοντο, ἄνδρες μὲν περὶ πεντακοσίους καὶ χιλίους, τὸ δὲ ἄλλο πλῆθος ἱκανόν. καὶ Σικιμίταις μὲν τοιαύτη συμφορὰ συνέπεσε μείζων καὶ τῆς ἐπ' αὐτῇ λύπης γενομένη πλὴν ὅτι κατὰ δίκην ἐπ' ἀνδρὸς εὐεργέτου συνθεῖσι κακὸν τηλικοῦτον.
[251] Ἀβιμέλεχος δὲ τοῖς Σικιμιτῶν κακοῖς καταπλήξας τοὺς Ἰσραηλίτας μειζόνων ἐφιέμενος δῆλος ἦν καὶ μηδαμοῦ περιγράψων τὴν βίαν, εἰ μὴ πάντας ἀπολέσειεν. ἤλαυνεν οὖν ἐπὶ Θήβας καὶ τὴν μὲν πόλιν ἐξ ἐπιδρομῆς αἱρεῖ, πύργου δ' ὄντος ἐν αὐτῇ μεγάλου, εἰς ὃν πᾶν τὸ πλῆθος συνέφυγε, πολιορκεῖν τοῦτον παρεσκευάζετο.
[252] καὶ αὐτὸν πλησίον ὁρμῶντα τῶν πυλῶν γυνὴ θραύσματι μύλης βαλοῦσα κατὰ τῆς κεφαλῆς τυγχάνει, πεσὼν δὲ Ἀβιμέλεχος τὸν ὑπασπιστὴν παρεκάλει κτείνειν αὐτόν, μὴ τῆς γυναικὸς ὁ θάνατος αὐτοῦ δόξειεν ἔργον. καὶ ὁ μὲν τὸ προσταχθὲν ἐποίει.
[253] ὁ δὲ τοιαύτην ὑπὲρ τῆς εἰς τοὺς ἀδελφοὺς παρανομίας ποινὴν ἐξέτισε καὶ τῶν εἰς Σικιμίους αὐτῷ τετολμημένων· τούτοις δὲ κατὰ τὴν Ἰωθάμου μαντείαν ἡ συμφορὰ συνέπεσε. τὸ μέντοι σὺν Ἀβιμελέχῳ στράτευμα πεσόντος αὐτοῦ σκεδασθὲν ἀνεχώρησεν ἐπὶ τὰ οἰκεῖα.
[254] Τῶν δὲ Ἰσραηλιτῶν τὴν ἡγεμονίαν Ἰάρης ὁ Γαλαδηνὸς ἐκ τῆς Μανασσίτιδος φυλῆς παραλαμβάνει ἀνὴρ τά τε ἄλλα εὐδαίμων καὶ παῖδας ἀγαθοὺς πεποιημένος τριάκοντα μὲν τὸν ἀριθμὸν ἱππεύειν δὲ ἀρίστους καὶ τῶν κατὰ τὴν Γαλαδηνὴν πόλεων ἀρχὰς ἐγκεχειρισμένους. οὗτος δύο καὶ εἴκοσι ἔτη τὴν ἀρχὴν κατασχὼν τελευτᾷ γηραιὸς καὶ ταφῆς ἐν Καμμὼν πόλει τῆς Γαλαδηνῆς ἀξιοῦται.
[255] Πάντα δὲ τὰ τῶν Ἑβραίων εἰς ἀκοσμίαν καὶ ὕβριν τοῦ θεοῦ καὶ τῶν νόμων ὑπεφέρετο, καὶ καταφρονήσαντες αὐτῶν Ἀμμανῖται καὶ Παλαιστῖνοι στρατῷ μεγάλῳ διήρπαζον τὴν χώραν καὶ τὴν Περαίαν ἅπασαν κατασχόντες καὶ ἐπὶ τὴν τῶν λοιπῶν ἤδη κτῆσιν [256] διαβαίνειν ἐτόλμων. Ἑβραῖοι δὲ σωφρονισθέντες ὑπὸ τῶν κακῶν εἰς ἱκετείαν ἐτράποντο τοῦ θεοῦ καὶ θυσίας ἐπέφερον παρακαλοῦντες αὐτὸν μετριάσαντα καὶ πρὸς τὴν δέησιν αὐτῶν ὑπαχθέντα παύσασθαι τῆς ὀργῆς· ὁ δὲ θεὸς μεταβαλόμενος εἰς τὸ ἡμερώτερον ἔμελλεν αὐτοῖς βοηθεῖν.
[257] Ἀμμανιτῶν δ' ἐστρατευκότων ἐπὶ τὴν Γαλαδηνὴν ὑπήντων οἱ ἐπιχώριοι πρὸς τὸ ὄρος δεόμενοι τοῦ στρατηγήσοντος. ἦν δέ τις Ἰαφθᾶς ἀνὴρ διὰ τὴν πατρῴαν ἀρετὴν δυνατὸς καὶ δι' οἰκείαν [258] αὐτοῦ στρατιὰν ἣν ἔτρεφεν αὐτὸς μισθοφόρων. πρὸς τοῦτον οὖν πέμψαντες ἠξίουν αὐτὸν συμμαχεῖν ἐπαγγελλόμενοι παρασχεῖν εἰς ἅπαντ' αὐτῷ τὸν χρόνον τὴν ἰδίαν ἡγεμονίαν. ὁ δ' οὐ προσίεται τὴν παράκλησιν αὐτῶν ἐγκαλῶν, ὅτι μὴ βοηθήσειαν αὐτῷ ὑπὸ τῶν [259] ἀδελφῶν ἀδικουμένῳ περιφανῶς· οὐ γὰρ ὄντα ὁμομήτριον αὐτοῖς ἀλλὰ ξένον περὶ τὴν μητέρα δι' ἐρωτικὴν ἐπιθυμίαν ἐπαχθεῖσαν αὐτοῖς ὑπὸ τοῦ πατρὸς ἐξέβαλον καταφρονήσαντες τῆς αὐτοῦ ἀσθενείας.
[260] καὶ ὁ μὲν διέτριβεν ἐν τῇ Γαλαδίτιδι καλουμένῃ χώρᾳ πάντας τοὺς ὁποθενοῦν παραγινομένους πρὸς αὐτὸν ἐπὶ μισθῷ δεχόμενος. ἐκλιπαρησάντων δ' αὐτῶν καὶ ὀμοσάντων εἰς ἀεὶ παρέξειν αὐτῷ τὴν ἡγεμονίαν ἐστράτευε.
[261] Καὶ ποιησάμενος ὀξεῖαν τὴν τῶν πραγμάτων ἐπιμέλειαν ἐν πόλει Μασφαθῇ καθίσας τὸν στρατὸν πρεσβείαν πέμπει παρὰ τὸν Ἀμμανίτην αἰτιώμενος τῆς ἁλώσεως. ὁ δὲ ἀντιπέμψας ᾐτιᾶτο τῶν Ἰσραηλιτῶν τὴν ἔξοδον τὴν ἀπ' Αἰγύπτου καὶ τῆς Ἀμορραίας αὐτοὺς [262] ἠξίου παραχωρεῖν ὡς πατρῴας οὔσης ἀρχῆθεν. ἀποκρινάμενος δὲ ὁ Ἰαφθᾶς, ὡς οὔτε τῆς Ἀμορραίας τοῖς προγόνοις αὐτῶν εὐλόγως ἐγκαλοῦσι χάριν τε μᾶλλον τῆς Ἀμμανίτιδος αὐτοῖς ἔχειν ὀφείλουσι παρεθείσης, δυνατὸν γὰρ Μωυσεῖ καὶ ταύτην λαβεῖν παραχωρεῖν τε ἰδίας εἰπὼν γῆς, ἣν θεοῦ κατακτησαμένου μετὰ τριακόσια ἔτη νέμονται, μάχεσθαι πρὸς αὐτοὺς ἔφησεν.
[263] Καὶ τοὺς μὲν πρέσβεις ταῦτ' εἰπὼν ἀπέλυσεν· αὐτὸς δ' εὐξάμενος νίκην καὶ θυσιάσειν ὑποσχόμενος, ἂν σῶος εἰς τὰ οἰκεῖα ὑποστρέψῃ, καὶ πᾶν ὅ τι καὶ πρῶτον αὐτῷ συντύχοι ἱερουργήσειν, συμβαλών τε νικᾷ παρὰ πολὺ καὶ φονεύων ἐδίωκε μέχρι πόλεως Μανιάθης, καὶ διαβὰς εἰς τὴν Ἀμμανῖτιν πόλεις τε ἠφάνισε πολλὰς καὶ λείαν ἤλασε καὶ τοὺς οἰκείους δουλείας ἀπήλλαξεν ἐν ἔτεσιν [264] ὀκτωκαίδεκα ταύτην ὑπομείναντας. ἀναστρέφων δὲ συμφορᾷ περιπίπτει κατ' οὐδὲν ὁμοίᾳ τοῖς κατωρθωμένοις αὐτῷ· ὑπήντησε γὰρ ἡ θυγάτηρ αὐτῷ, μονογενὴς δ' ἦν, ἔτι παρθένος. ὁ δὲ ἀνοιμώξας ἐπὶ τῷ μεγέθει τοῦ πάθους κατεμέμφετο τῆς περὶ τὴν ὑπάντησιν [265] σπουδῆς τὴν θυγατέρα· καθιερῶσαι γὰρ αὐτὴν τῷ θεῷ. τῇ δὲ τὸ συμβησόμενον οὐκ ἀηδῶς προσέπεσεν ἐπὶ νίκῃ τοῦ πατρὸς καὶ ἐλευθερίᾳ τῶν πολιτῶν τεθνηξομένῃ, παρεκάλεσε δὲ δύο μῆνας αὐτῇ παρασχόντα πρὸς τὸ μετὰ τῶν πολιτῶν ἀποθρηνῆσαι τὴν [266] νεότητα τότε ποιεῖν τὰ κατὰ τὴν εὐχήν. συγχωρήσας δὲ τὰ κατὰ τὸν προειρημένον χρόνον μετὰ τοῦτον διελθόντα θύσας τὴν παῖδα ὡλοκαύτωσεν οὔτε νόμιμον οὔτε θεῷ κεχαρισμένην θυσίαν ἐπιτελῶν, μὴ διαβασανίσας τῷ λογισμῷ τὸ γενησόμενον οἷόν τε πραχθὲν δόξει τοῖς ἀκούσασι.
[267] Τῆς δ' Ἐφράνου φυλῆς ἐπ' αὐτὸν στρατευσάσης, ὅτι μὴ κοινώσαιτο τὴν ἐπ' Ἀμμανίτας ἔλασιν αὐτοῖς, ἀλλὰ μόνος καὶ τὴν λείαν ἔχοι καὶ τὴν ἐπὶ τοῖς πεπραγμένοις δόξαν, πρῶτον μὲν ἔλεγεν, ὡς οὔτε λάθοιεν αὐτοὺς οἱ συγγενεῖς πολεμούμενοι καλούμενοί τε πρὸς συμμαχίαν οὐ παρεγένοντο δέον καὶ πρὸ δεήσεως ἐγνωκότας [268] ἐπειχθῆναι, ἔπειθ' ὡς ἄδικα πράττειν ἐπιχειροῦσι τοῖς πολεμίοις οὐ τολμήσαντες εἰς χεῖρας ἐλθεῖν, ἐπὶ δὲ τοὺς συγγενεῖς ὡρμηκότες· ἠπείλει τε σὺν τῷ θεῷ λήψεσθαι δίκην παρ' αὐτῶν, ἂν μὴ σωφρονῶσιν.
[269] ὡς δ' οὐκ ἔπειθεν, ἀλλὰ συνέβαλεν αὐτοῖς ἐλθοῦσι μετὰ στρατιᾶς, ἣ μετάπεμπτος ἐκ τῆς Γαλαδηνῆς ἐληλύθει, φόνον τε πολὺν αὐτῶν εἰργάσατο καὶ διώκων τραπέντας προλαβὼν μέρει τινὶ προαπεσταλμένῳ τοῦ Ἰορδάνου τὰς διαβάσεις κτείνει περὶ δισχιλίους καὶ τετρακισμυρίους γεγονότας.
[270] Αὐτὸς δὲ ἄρξας ἓξ ἔτη τελευτᾷ καὶ θάπτεται ἐν τῇ αὐτοῦ πατρίδι Σεβέῃ· τῆς Γαλαδηνῆς δ' ἐστὶν αὕτη.
[271] Τελευτήσαντος δὲ Ἰαφθᾶ τὴν ἀρχὴν Ἀψάνης παραλαμβάνει φυλῆς ὢν Ἰουδαϊκῆς Βηθλέμων δὲ πόλεως. τούτῳ δὲ παῖδες ἦσαν ἑξήκοντα, τριάκοντα μὲν ἄρρενες αἱ λοιπαὶ δὲ θυγατέρες, οὓς καὶ πάντας ζῶντας κατέλιπε τὰς μὲν ἀνδράσιν ἐκδοὺς τοῖς δὲ γυναῖκας ἠγμένος. πράξας δ' οὐδὲν ἐν τῷ ἑπταετεῖ γενομένῳ χρόνῳ λόγου καὶ μνήμης ἄξιον γηραιὸς ὢν ἀπέθανε καὶ ταφῆς ἐν τῇ πατρίδι τυγχάνει.
[272] Ἀψανοῦς δ' οὕτως ἀποθανόντος οὐδ' ὁ μετ' αὐτὸν παραλαβὼν τὴν ἡγεμονίαν Ἤλων ἐπ' ἔτη δέκα κατασχὼν αὐτὴν φυλῆς ὢν τῆς Ζαβούλης ἔπραξέ τι σπουδῆς ἄξιον.
[273] Ἀβδὼν δὲ Ἤλωνος παῖς φυλῆς μὲν τῆς Ἐφραμίτιδος πόλεως δὲ τῆς Φαραθωνιτῶν γεγονώς, αὐτοκράτωρ ἡγεμὼν ἀποδειχθεὶς μετ' Ἤλωνα μόνης ἂν τῆς εὐπαιδίας μνημονευθείη, [μηδὲν ἔργον] διὰ τὴν εἰρήνην καὶ τὴν ἄδειαν τῶν πραγμάτων λαμπρὸν μηδ' αὐτὸς [274] εἰργασμένος. υἱοὶ δὲ ἦσαν αὐτῷ τεσσαράκοντα καὶ τούτων τὴν γενεὰν καταλιπόντες τριάκοντα, ἤλαυνέ τε σὺν αὐτοῖς οὖσιν ἑβδομήκοντα πᾶσιν ἱππάζειν ἀρίστοις γεγενημένοις, καὶ πάντας ὑπὲρ γῆς ἀπολιπὼν θνήσκει γηραιὸς καὶ ταφῆς ἐν Φαραθῷ λαμπρᾶς τυγχάνει.
[275] Μετὰ δὲ τοῦτον Παλαιστῖνοι τελευτήσαντα κρατοῦσι τῶν Ἰσραηλιτῶν καὶ φόρους παρ' αὐτῶν ἐλάμβανον ἐπ' ἔτη τεσσαράκοντα. ταύτης δ' ἐλευθεροῦνται τῆς ἀνάγκης τούτῳ τῷ τρόπῳ·
[276] Μανώχης τις Δανιτῶν ἐν ὀλίγοις ἄριστος καὶ τῆς πατρίδος ὁμολογούμενος πρῶτος εἶχε γύναιον ἐπ' εὐμορφίᾳ περίβλεπτον καὶ τῶν κατ' αὐτὸ διαφέρον. παίδων δ' οὐ γινομένων αὐτῷ δυσφορῶν ἐπὶ τῇ ἀπαιδίᾳ θεὸν ἱκέτευεν ἐπὶ τὸ προάστειον συνεχῶς φοιτῶν μετὰ τῆς γυναικὸς δοῦναι διαδοχὴν αὐτοῖς γνησίαν· μέγα δέ ἐστι [277] τοῦτο πεδίον. ἦν δὲ καὶ μανιώδης ὑπ' ἔρωτος ἐπὶ τῇ γυναικὶ καὶ διὰ τοῦτο ζηλότυπος ἀκρατῶς. μονωθείσῃ δὲ τῇ γυναικὶ φάντασμα ἐπιφαίνεται τοῦ θεοῦ νεανίᾳ καλῷ παραπλήσιον μεγάλῳ καὶ εὐαγγελιζόμενον αὐτῇ παιδὸς γονὴν κατὰ θεοῦ πρόνοιαν καλοῦ τε καὶ [278] ῥώμην ἐπιφανοῦς, ὑφ' ᾧ πονήσειν Παλαιστίνους ἀνδρουμένῳ. παρῄνει τε τὰς κόμας αὐτῷ μὴ ἀποκείρειν· ἔσται δ' αὐτῷ πρὸς ἄλλο μὲν ποτὸν ἀποστροφὴ τοῦ θεοῦ τοῦτο προστάσσοντος, πρὸς ὕδωρ δὲ μόνον οἰκειότης. καὶ ὁ μὲν ταῦτ' εἰπὼν ᾤχετο κατὰ βούλησιν ἐλθὼν τοῦ θεοῦ.
[279] Ἡ δὲ τἀνδρὶ παραγενομένῳ τὰ παρὰ τοῦ ἀγγέλου ἐκδιηγήσατο ἐκθαυμάζουσα τοῦ νεανίσκου τὸ κάλλος καὶ τὸ μέγεθος, ὡς ἐκεῖνον ἐκ τῶν ἐπαίνων εἰς ἔκπληξιν κατὰ ζηλοτυπίαν περιστῆναι [280] καὶ ὑπόνοιαν τὴν ἐκ τοιούτου πάθους κινουμένην. ἡ δὲ βουλομένη τὴν ἄλογον τἀνδρὸς λύπην σταλῆναι τὸν θεὸν ἱκέτευε πάλιν πέμψαι τὸν ἄγγελον, ὡς ἂν καὶ τῷ ἀνδρὶ αὐτῆς ὁραθείη. καὶ παραγίνεται πάλιν κατὰ χάριν τοῦ θεοῦ ὁ ἄγγελος ὄντων ἐν τῷ προαστείῳ καὶ τῇ γυναικὶ φαίνεται τοῦ ἀνδρὸς μεμονωμένῃ. ἡ δ' ἐπιμεῖναι δεηθεῖσα ὡς ἂν ἀγάγοι τὸν ἄνδρα συγχωρήσαντος μέτεισι τὸν Μάνωχον.
[281] ὁ δὲ θεασάμενος οὐδ' οὕτως ἐπαύετο τῆς ὑπονοίας ἠξίωσέ τι καὶ αὐτῷ δηλοῦν ὅσα καὶ τῇ γυναικὶ μηνύσειεν. ἀρκέσειν δὲ φράσαντος ταύτην μόνην εἰδέναι, τίς εἴη λέγειν ἐκέλευεν, ἵνα τοῦ [282] παιδὸς γενομένου χάριν αὐτῷ καὶ δωρεὰν παράσχωσι. τοῦ δὲ μηδέ τινων αὐτῷ δεῖσθαι φήσαντος, οὐδὲ γὰρ κατὰ χρείαν ταῦτα εὐαγγελίσασθαι περὶ τῆς τοῦ παιδὸς γονῆς, τοῦ δὲ μεῖναι παρακαλοῦντος καὶ ξενίων μετασχεῖν οὐκ ἐπένευσε, πεισθεὶς δ' ὅμως λιπαροῦντος [283] ἐπιμεῖναι ὡς ἂν ξένιον αὐτῷ τι κομίσῃ, καὶ θύσαντος ἔριφον τοῦ Μανώχου καὶ τοῦτον ὀπτᾶν τῇ γυναικὶ κελεύσαντος, ἐπεὶ πάντ' ἦν εὐτρεπῆ, προσέταξεν ἐπὶ τῆς πέτρας ἀποθέσθαι τούς τε [284] ἄρτους καὶ τὰ κρέα χωρὶς τῶν ἀγγείων. καὶ ποιησάντων ἅπτεται τῇ ῥάβδῳ ᾗ εἶχε τῶν κρεῶν, τὰ δὲ λάμψαντος πυρὸς ἅμα τοῖς ἄρτοις ἐκαίετο καὶ ὁ ἄγγελος διὰ τοῦ καπνοῦ ὥσπερ ὀχήματος ἀνιὼν εἰς οὐρανὸν αὐτοῖς φανερὸς ἦν. Μανώχην δὲ φοβούμενον, μή τι σφαλερὸν αὐτοῖς ἐκ τῆς ὄψεως τοῦ θεοῦ γένοιτο, θαρσεῖν ἡ γυνὴ παρεκελεύετο· ἐπὶ γὰρ συμφέροντι τῷ αὐτῶν τὸν θεὸν αὐτοῖς ὁραθῆναι.
[285] Καὶ κύει τε ἐκείνη καὶ φυλακὴν εἶχε τῶν ἐντολῶν, καὶ γενόμενον τὸ παιδίον Σαμψῶνα καλοῦσιν, ἰσχυρὸν δ' ἀποσημαίνει τὸ ὄνομα. ηὔξετο δ' ὁ παῖς ῥᾳδίως καὶ δῆλος ἦν προφητεύσων ὑπὸ τῆς περὶ τὴν δίαιταν σωφροσύνης καὶ τῆς τῶν τριχῶν ἀνέσεως.
[286] Ἀφικόμενος δὲ μετὰ τῶν γονέων εἰς Θάμνα πόλιν τῶν Παλαιστίνων πανηγύρεως ἀγομένης ἐρᾷ παρθένου τῶν ἐπιχωρίων παρακαλεῖ τε τοὺς γονεῖς ἄγεσθαι πρὸς γάμον αὐτῷ τὴν κόρην. τῶν δὲ ἀρνουμένων διὰ τὸ μὴ ὁμόφυλον εἶναι, τοῦ θεοῦ κατὰ τὸ Ἑβραίων σύμφορον ἐπινοοῦντος τὸν γάμον ἐκνικᾷ μνηστεύσασθαι τὴν παρθένον.
[287] συνεχῶς δ' ἀπερχόμενος πρὸς τοὺς γονεῖς αὐτῆς συντυγχάνει λέοντι καὶ γυμνὸς ὢν ἐκδεξάμενος αὐτὸν ἄγχει ταῖς χερσὶ καὶ εἰς τὸ χωρίον τὸ ὑλῶδες ἐνδοτέρω τῆς ὁδοῦ ῥίπτει τὸ θηρίον.
[288] Πάλιν τε ἀπιὼν πρὸς τὴν κόρην ἐπιτυγχάνει σμήνει μελιττῶν ἐν τῷ στήθει τοῦ λέοντος ἐκείνου νενοσσευκότων, καὶ ἀνελόμενος τρία μέλιτος κηρία σὺν τοῖς λοιποῖς δώροις οἷς ἐκόμιζε δίδωσι [289] τῇ παιδί. τῶν δὲ Θαμνιτῶν παρὰ τὴν εὐωχίαν τὴν τῶν γάμων, εἱστία γὰρ αὐτοὺς ἅπαντας, διὰ δέος τῆς ἰσχύος τοῦ νεανίσκου τριάκοντα δόντων αὐτῷ τοὺς ἀκμαιοτάτους λόγῳ μὲν ἑταίρους ἐσομένους ἔργῳ δὲ φύλακας, μή τι παρακινεῖν ἐθελήσειεν, τοῦ πότου προβάντος καὶ παιδιᾶς οὔσης, οἷα φιλεῖ παρὰ τοὺς τοιούτους καιρούς, [290] ὁ Σαμψὼν εἶπεν, ἀλλὰ προβάλλοντος ἐμοῦ λόγον εἰ λύσετε τοῦτον ἐφ' ἡμέρας ἑπτὰ ποιούμενοι τὴν ζήτησιν, ὀθόνας τε καὶ στολὰς γέρας τῆς συνέσεως κατ' ἄνδρα ἕκαστον φέρεσθε παρ' ἐμοῦ. φιλοτιμουμένων δὲ ὁμοῦ τε συνετοὺς δόξαι καὶ κέρδος εὕρασθαι καὶ λέγειν ἀξιούντων φησίν, ὅτι τὸ πάμβορον γεγεννήκοι βορὰν [291] ἡδεῖαν ἐξ αὐτοῦ καὶ πάνυ ἀηδοῦς ὄντος. τῶν δ' ἐπὶ τρεῖς ἡμέρας οὐ δυναμένων ἐξευρεῖν τὸ νοούμενον παρακαλούντων δὲ τὴν κόρην μαθοῦσαν παρὰ τοῦ ἀνδρὸς αὐτοῖς μηνῦσαι, καὶ γὰρ ἠπείλουν ἐμπρήσειν αὐτὴν τοῦτο μὴ παρασχοῦσαν, ὁ Σαμψὼν δεομένης τῆς [292] κόρης εἰπεῖν αὐτῇ τὸ μὲν πρῶτον ἀντέχειν ἐπειρᾶτο, ἐγκειμένης δ' αὐτῆς καὶ εἰς δάκρυα προπιπτούσης καὶ τεκμήριον τιθεμένης τῆς πρὸς αὐτὴν δυσνοίας τὸ μὴ λέγειν αὐτῇ, μηνύει τὰ περὶ τὴν ἀναίρεσιν αὐτῇ τοῦ λέοντος καὶ ὡς τὰ τρία βαστάσας ἐξ αὐτοῦ κηρία [293] μέλιτος γεγονότα κομίσειεν αὐτῇ. καὶ ὁ μὲν οὐδὲν ὑφορώμενος δολερὸν σημαίνει τὸ πᾶν, ἡ δ' ἐκφέρει τὸν λόγον τοῖς δεηθεῖσι. κατὰ οὖν τὴν ἑβδόμην ἡμέραν, καθ' ἣν ἔδει τὸν προβληθέντα λόγον αὐτῷ διασαφεῖν, πρὶν ἢ δῦναι τὸν ἥλιον συνελθόντες φασίν, οὔτε λέοντος ἀηδέστερόν τι τοῖς ἐντυγχάνουσιν οὔτε ἥδιον μέλιτος χρωμένοις.
[294] καὶ ὁ Σαμψὼν εἶπεν οὐδὲ γυναικὸς εἶναί τι δολερώτερον, ἥτις ὑμῖν ἐκφέρει τὸν ἡμέτερον λόγον. κἀκείνοις μὲν δίδωσιν ἃ ὑπέσχετο λείαν ποιησάμενος Ἀσκαλωνιτῶν τοὺς κατὰ τὴν ὁδὸν αὐτῷ συντυχόντας, Παλαιστῖνοι δ' εἰσὶ καὶ οὗτοι, τὸν δὲ γάμον ἐκεῖνον παραιτεῖται καὶ ἡ παῖς ἐκφαυλίσασα τῆς ὀργῆς αὐτὸν συνῆν αὐτοῦ φίλῳ νυμφοστόλῳ γεγονότι.
[295] Πρὸς δὲ τὴν ὕβριν ταύτην Σαμψὼν παροξυνθεὶς ἅπαντας ἔγνω σὺν αὐτῇ Παλαιστίνους μετέρχεσθαι. θέρους δ' ὄντος καὶ πρὸς ἄμητον ἤδη τῶν καρπῶν ἀκμαζόντων συλλαβὼν τριακοσίας ἀλώπεκας καὶ τῶν οὐρῶν ἐξάψας λαμπάδας ἡμμένας ἀφίησιν εἰς [296] τὰς ἀρούρας τῶν Παλαιστίνων. καὶ φθείρεται μὲν οὕτως αὐτοῖς ὁ καρπός, Παλαιστῖνοι δὲ γνόντες Σαμψῶνος εἶναι τὸ ἔργον καὶ τὴν αἰτίαν δι' ἣν ἔπραξε, πέμψαντες τοὺς ἄρχοντας εἰς Θαμνὰ τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς συγγενεῖς ζῶντας κατέπρησαν ὡς αἰτίους τῶν κακῶν γεγονότας.
[297] Σαμψὼν δὲ πολλοὺς ἐν τῷ πεδίῳ τῶν Παλαιστίνων ἀποκτείνας Αἰτὰν κατῴκει, πέτρα δ' ἐστὶν ὀχυρὰ τῆς Ἰούδα φυλῆς. Παλαιστῖνοι δ' ἐστράτευον ἐπὶ τὴν φυλήν. τῶν δ' οὐ δικαίως λεγόντων τιμωρίαν αὐτοὺς εἰσπράττεσθαι περὶ τῶν Σαμψῶνος ἁμαρτημάτων φόρους αὐτοὺς τελοῦντας, εἰ βούλονται μὴ ἔχειν αἰτίαν [298] ἔφασαν αὐτοῖς ὑποχείριον Σαμψῶνα δοῦναι. οἱ δὲ ἀνεπίκλητοι βουλόμενοι τυγχάνειν παρῆσαν ἐπὶ τὴν πέτραν τρισχίλιοι ὁπλῖται καὶ καταμεμψάμενοι τῶν εἰς Παλαιστίνους αὐτῷ τετολμημένων ἄνδρας ἅπαντι τῷ γένει τῶν Ἑβραίων συμφορὰν ἐπενεγκεῖν δυναμένους, ἥκειν τε λέγοντες ὅπως αὐτὸν λαβόντες ὑποχείριον δῶσιν αὐτοῖς [299] ἠξίουν ἑκοντὶ τοῦθ' ὑπομένειν. ὁ δὲ λαβὼν ὅρκους παρ' αὐτῶν μηδὲν τούτων ποιήσειν περισσότερον ἀλλὰ τοῖς ἐχθροῖς ἐγχειριεῖν μόνον, καταβὰς ἐκ τῆς πέτρας αὑτὸν ἐν τῇ τῶν φυλετῶν τίθησιν ἐξουσίᾳ, κἀκεῖνοι δήσαντες αὐτὸν δυσὶ καλωδίοις ἦγον παραδοῦναι [300] τοῖς Παλαιστίνοις. καὶ γενομένων κατὰ χωρίον, ὃ Σιαγὼν καλεῖται νῦν διὰ τὴν Σαμψῶνος ἀνδραγαθίαν ἐπ' αὐτῷ γενομένην, πάλαι δ' ἦν ἀνώνυμον, οὐκ ἄπωθεν ἐστρατοπεδευκότων τῶν Παλαιστίνων, ἀλλ' ὑπαντώντων μετὰ χαρᾶς καὶ βοῆς ὡς ἐπὶ κατωρθωμένοις οἷς ἐβούλοντο, διαρρήξας τὰ δεσμὰ Σαμψὼν ἁρπασάμενος ὄνου σιαγόνα παρὰ ποσὶν οὖσαν εἰς τοὺς πολεμίους ὤσατο καὶ παίων αὐτοὺς τῇ σιαγόνι κτείνει εἰς χιλίους, τοὺς δὲ ἄλλους τρέπεται ταραχθέντας.
[301] Σαμψὼν δὲ μεῖζον ἢ χρὴ ἐπὶ τούτῳ φρονῶν οὐ κατὰ θεοῦ συνεργίαν ἔλεγε τοῦτο συμβῆναι, τὴν δ' ἰδίαν ἀρετὴν ἐπέγραψε τῷ γεγονότι, τῶν πολεμίων τοὺς μὲν πεσεῖν τοὺς δ' εἰς φυγὴν τραπῆναι [302] διὰ τοῦ παρ' αὐτοῦ δέους αὐχῶν. δίψους δ' αὐτὸν ἰσχυροῦ κατασχόντος κατανοῶν ὡς οὐδέν ἐστιν ἀνθρώπειος ἀρετὴ τῷ θεῷ πάντα προσεμαρτύρει καὶ καθικέτευε μηδὲν τῶν εἰρημένων πρὸς ὀργὴν λαβόντα τοῖς πολεμίοις αὐτὸν ἐγχειρίσαι, παρασχεῖν δὲ βοήθειαν [303] πρὸς τὸ δεινὸν καὶ ῥύσασθαι τοῦ κακοῦ. καὶ πρὸς τὰς ἱκετείας ἐπικλασθεὶς ὁ θεὸς πηγὴν κατά τινος πέτρας ἀνίησιν ἡδεῖαν καὶ πολλήν, ὅθεν καὶ Σαμψὼν ἐκάλει τὸ χωρίον Σιαγόνα καὶ μέχρι τοῦ δεῦρο τοῦτο λέγεται.
[304] Μετὰ δὲ ταύτην τὴν μάχην Σαμψὼν καταφρονῶν τῶν Παλαιστίνων εἰς Γάζαν ἀφικνεῖται καὶ ἔν τινι τῶν καταγωγίων διέτριβε. μαθόντες δὲ τῶν Γαζαίων οἱ ἄρχοντες τὴν αὐτόθι παρουσίαν αὐτοῦ τὰ πρὸ τῶν πυλῶν ἐνέδραις καταλαμβάνουσιν, ὅπως ἐξιὼν μὴ [305] λάθῃ. Σαμψὼν δέ, οὐ γὰρ λανθάνουσιν αὐτὸν ταῦτα μηχανησάμενοι, περὶ μεσοῦσαν ἤδη τὴν νύκτα ἀναστὰς ἐνράσσει ταῖς πύλαις, αὐταῖς τε φλιαῖς καὶ μοχλοῖς ὅση τε ἄλλη περὶ αὐταῖς ἦν ξύλωσις ἀράμενος κατωμαδὸν εἰς τὸ ὑπὲρ Ἑβρῶνος ὄρος φέρων κατατίθησιν.
[306] Παρέβαινε δ' ἤδη τὰ πάτρια καὶ τὴν οἰκείαν δίαιταν παρεχάρασσεν ξενικῶν μιμήσει ἐθισμῶν καὶ τοῦτ' αὐτῷ ἀρχὴ κακοῦ γίνεται· γυναικὸς γὰρ ἑταιριζομένης παρὰ τοῖς Παλαιστίνοις ἐρασθεὶς [307] Δαλάλης τοὔνομα συνῆν αὐτῇ. καὶ τῶν Παλαιστίνων οἱ τοῦ κοινοῦ προεστῶτες ἐλθόντες πρὸς αὐτὴν πείθουσιν ἐπαγγελίαις μαθεῖν παρὰ τοῦ Σαμψῶνος τὴν αἰτίαν τῆς ἰσχύος, ὑφ' ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. ἡ δὲ παρὰ πότον καὶ τοιαύτην συνουσίαν θαυμάζουσα τὰς πράξεις αὐτοῦ ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον [308] προύχει κατ' ἀρετήν. ὁ δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν Δαλάλην φάμενος, εἰ κλήμασιν ἑπτὰ δεθείη ἀμπέλου ἔτι καὶ περιειλεῖσθαι δυναμένοις, ἀσθενέστερος ἂν πάντων ἔσοιτο.
[309] ἡ δὲ τότε μὲν ἡσύχασεν, ἀποσημήνασα δὲ τοῖς ἄρχουσι τῶν Παλαιστίνων ἐνίδρυσε τῶν στρατιωτῶν ἔνδον τινὰς καὶ μεθύοντα κατέδει τοῖς κλήμασι κατὰ τὸ ἰσχυρότατον, ἔπειτ' ἀνεγείρασα ἐδήλου [310] παρεῖναί τινας ἐπ' αὐτόν. ὁ δὲ ῥήξας τὰ κλήματα βοηθεῖν ὡς ἐπερχομένων αὐτῷ τινων ἐπειρᾶτο. καὶ ἡ γυνὴ συνεχῶς ὁμιλοῦντος αὐτῇ τοῦ Σαμψῶνος δεινῶς ἔχειν ἔλεγεν, εἰ κατ' ἀπιστίαν εὐνοίας τῆς πρὸς αὐτὸν μὴ λέγει ταῦθ' ἅπερ δεῖται, ὡς οὐ σιγησομένης [311] ὅσα μὴ γινώσκεσθαι συμφέρειν οἶδεν αὐτῷ. τοῦ δὲ πάλιν ἀπατῶντος αὐτὴν καὶ φήσαντος ἑπτὰ κάλοις δεθέντα τὴν ἰσχὺν ἀπολέσειν, ἐπεὶ καὶ τοῦτο ποιήσασα οὐδὲν ἤνυσεν, τρίτον συνυφῆναι [312] τὰς κόμας αὐτοῦ ἐμήνυσεν. ὡς δ' οὐδὲ τούτου γενομένου ἀληθὲς ηὑρίσκετο, δεομένης τελευταῖον ὁ Σαμψών, ἔδει γὰρ αὐτὸν συμφορᾷ περιπεσεῖν, χαρίζεσθαι βουλόμενος τῇ Δαλάλῃ, ἐμοῦ, φησίν, ὁ θεὸς κήδεται καὶ κατὰ τὴν ἐκείνου πρόνοιαν γεννηθεὶς κόμην ταύτην τρέφω παρεγγυήσαντος μὴ ἀποκείρειν τοῦ θεοῦ· τὴν γὰρ ἰσχὺν [313] εἶναί μοι κατὰ τὴν ταύτης αὔξησιν καὶ παραμονήν. ταῦτα μαθοῦσα καὶ στερήσασα τῆς κόμης αὐτὸν παραδιδοῖ τοῖς πολεμίοις οὐκέτ' ὄντα ἰσχυρὸν ἀμύνασθαι τὴν ἔφοδον αὐτῶν. οἱ δ' ἐκκόψαντες αὐτοῦ τοὺς ὀφθαλμοὺς δεδεμένον ἄγειν παρέδοσαν.
[314] Προϊόντος δὲ τοῦ χρόνου ηὔξετο ἡ κόμη τῷ Σαμψῶνι, καὶ ἑορτῆς οὔσης τοῖς Παλαιστίνοις δημοτελοῦς καὶ τῶν ἀρχόντων καὶ γνωριμωτάτων ἐν ταὐτῷ εὐωχουμένων, οἶκος δ' ἦν δύο κιόνων στεγόντων αὐτοῦ τὸν ὄροφον, ἄγεται μεταπεμψαμένων ὁ Σαμψὼν εἰς [315] τὸ συμπόσιον, ὅπως ἐνυβρίσωσιν αὐτῷ παρὰ τὸν πότον. ὁ δὲ δεινότερον τῶν κακῶν ὑπολαμβάνων τὸ μὴ δύνασθαι ὑβριζόμενος ἀμύνασθαι, τὸν χειραγωγοῦντα παῖδα πείθει, προσαναπαύσασθαι χρῄζειν [316] εἰπὼν ὑπὸ κόπου, τοῖς κίοσιν αὐτὸν ἐγγὺς ἀγαγεῖν. ὡς δὲ ἧκεν, ἐνσεισθεὶς αὐτοῖς ἐπικαταβάλλει τὸν οἶκον ἀνατραπέντων τῶν κιόνων τρισχιλίοις ἀνδράσιν, οἳ πάντες ἀπέθανον, ἐν αὐτοῖς δὲ καὶ Σαμψών. καὶ τὸν μὲν τοιοῦτον κατέσχε τέλος ἄρξαντα τῶν Ἰσραηλιτῶν [317] εἴκοσιν ἔτη. θαυμάζειν δὲ ἄξιον τῆς ἀρετῆς καὶ τῆς ἰσχύος καὶ τοῦ περὶ τὴν τελευτὴν μεγαλόφρονος τὸν ἄνδρα καὶ τῆς ὀργῆς τῆς μέχρι τοῦ τελευτᾶν πρὸς τοὺς πολεμίους. καὶ τὸ μὲν ὑπὸ γυναικὸς ἁλῶναι δεῖ τῇ φύσει τῶν ἀνθρώπων προσάπτειν ἥττονι ἁμαρτημάτων οὔσῃ, μαρτυρεῖν δὲ ἐκείνῳ τὴν εἰς τὰ ἄλλα πάντα τῆς ἀρετῆς περιουσίαν. οἱ δὲ συγγενεῖς ἀράμενοι τὸ σῶμα αὐτοῦ θάπτουσιν ἐν Σαρασᾶ τῇ πατρίδι μετὰ τῶν συγγενῶν.
[318] Μετὰ δὲ τὴν Σαμψῶνος τελευτὴν προέστη τῶν Ἰσραηλιτῶν Ἠλὶς ὁ ἀρχιερεύς. ἐπὶ τούτου λιμῷ τῆς χώρας κακοπαθούσης αὐτῶν Ἀβιμέλεχος ἐκ Βηθλέμων, ἔστι δὲ ἡ πόλις αὕτη τῆς Ἰούδα φυλῆς, ἀντέχειν τῷ δεινῷ μὴ δυνάμενος τήν τε γυναῖκα Νααμεὶν καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς αὐτῷ γεγενημένους Χελλιῶνα καὶ [319] Μαλαῶνα ἐπαγόμενος εἰς τὴν Μωαβῖτιν μετοικίζεται. καὶ προχωρούντων αὐτῷ κατὰ νοῦν τῶν πραγμάτων ἄγεται τοῖς υἱοῖς γυναῖκας Μωαβίτιδας Χελλιῶνι μὲν Ὀρφᾶν Ῥούθην δὲ Μαλαῶνι. διελθόντων δὲ δέκα ἐτῶν ὅ τε Ἀβιμέλεχος καὶ μετ' αὐτὸν οἱ παῖδες [320] δι' ὀλίγου τελευτῶσι, καὶ ἡ Ναάμις πικρῶς ἐπὶ τοῖς συμβεβηκόσι φέρουσα καὶ τὴν ὑπ' ὄψιν τῶν φιλτάτων ἐρημίαν οὐχ ὑπομένουσα, δι' ἣν καὶ τῆς πατρίδος ἐξεληλύθει, πάλιν εἰς αὐτὴν ἀπηλλάττετο· [321] καὶ γὰρ ἤδη καλῶς τὰ κατ' αὐτὴν ἐπυνθάνετο χωρεῖν. οὐκ ἐκαρτέρουν δὲ διαζευγνύμεναι αὐτῆς αἱ νύμφαι, οὐδὲ παραιτουμένη βουλομένας συνεξορμᾶν πείθειν ἐδύνατο, ἀλλ' ἐγκειμένων εὐξαμένη γάμον εὐτυχέστερον αὐταῖς οὗ διημαρτήκεσαν παισὶ τοῖς αὐτῆς γαμηθεῖσαι καὶ τῶν ἄλλων ἀγαθῶν κτῆσιν, ὅτε τὰ πρὸς αὐτὴν οὕτως [322] ἐστί, μένειν αὐτόθι παρεκάλει καὶ μὴ συμμεταλαμβάνειν αὐτῇ βούλεσθαι πραγμάτων ἀδήλων τὴν πάτριον γῆν καταλιπούσας. ἡ μὲν οὖν Ὀρφᾶ μένει, τὴν δὲ Ῥούθην μὴ πεισθεῖσαν ἀπήγαγε κοινωνὸν παντὸς τοῦ προστυχόντος γενησομένην.
[323] Ἐλθοῦσαν δὲ Ῥούθην μετὰ τῆς πενθερᾶς εἰς τὴν Βηθλεέμων Βοώζης Ἀβιμελέχου συγγενὴς ὢν δέχεται ξενίᾳ. καὶ ἡ Ναάμις, προσαγορευόντων αὐτὴν ὀνομαστί, δικαιότερον εἶπε Μαρὰν καλεῖτέ με· σημαίνει δὲ καθ' Ἑβραίων γλῶτταν ναάμις μὲν εὐτυχίαν, μαρὰ [324] δὲ ὀδύνην. ἀμήτου δὲ γενομένου ἐξῄει καλαμησομένη κατὰ συγχώρησιν τῆς πενθερᾶς ἡ Ῥούθη, ὅπως τροφῆς εὐποροῖεν, καὶ εἰς τὸ Βοώζου τυχαίως ἀφικνεῖται χωρίον. παραγενόμενος δὲ Βόαζος μετ' ὀλίγον καὶ θεασάμενος τὴν κόρην ἀνέκρινε τὸν ἀγροκόμον περὶ τῆς παιδός. ὁ δὲ μικρὸν ἔμπροσθεν παρ' αὐτῆς ἅπαντα προπεπυσμένος [325] ἐδήλου τῷ δεσπότῃ. ὁ δὲ τῆς περὶ τὴν πενθερὰν εὐνοίας ἅμα καὶ μνήμης τοῦ παιδὸς αὐτῆς ᾧ συνῴκησεν ἀσπασάμενος καὶ εὐξάμενος αὐτῇ πεῖραν ἀγαθῶν καλαμᾶσθαι μὲν αὐτὴν οὐκ ἠξίωσεν, θερίζειν δὲ πᾶν ὅ τι καὶ δύναιτο καὶ λαμβάνειν ἐπιτρέπει προστάξας τῷ ἀγροκόμῳ μηδὲν αὐτὴν διακωλύειν λαμβάνειν, ἄριστόν [326] τε παρέχειν αὐτῇ καὶ ποτόν, ὁπότε σιτίζοι τοὺς θερίζοντας. Ῥούθη δὲ ἄλφιτα λαβοῦσα παρ' αὐτοῦ ἐφύλαξε τῇ ἑκυρᾷ καὶ παρῆν ὀψὲ κομίζουσα μετὰ τῶν σταχύων· ἐτετηρήκει δ' αὐτῇ καὶ ἡ Ναάμις ἀπομοίρας βρωμάτων τινῶν, οἷς αὐτὴν ἐπολυώρουν οἱ γειτονεύοντες· διηγεῖται δὲ αὐτῇ καὶ τὰ παρὰ τοῦ Βοάζου πρὸς αὐτὴν εἰρημένα.
[327] δηλωσάσης δ' ἐκείνης ὡς συγγενής ἐστι καὶ τάχα ἂν δι' εὐσέβειαν προνοήσειεν αὐτῶν, ἐξῄει πάλιν ταῖς ἐχομέναις ἡμέραις ἐπὶ καλάμης συλλογὴν σὺν ταῖς Βοάζου θεραπαινίσιν.
[328] Ἐλθών τε μετ' οὐ πολλὰς ἡμέρας καὶ Βόαζος ἤδη τῆς κριθῆς λελικμημένης ἐπὶ τῆς ἅλωος ἐκάθευδε. τοῦτο πυθομένη ἡ Ναάμις τεχνᾶται παρακατακλῖναι τὴν Ῥούθην αὐτῷ· καὶ γὰρ ἔσεσθαι χρηστὸν αὐταῖς ὁμιλήσαντα τῇ παιδί· καὶ πέμπει τὴν κόρην ὑπνωσομένην [329] αὐτοῦ παρὰ τοῖς ποσίν. ἡ δέ, πρὸς οὐδὲν γὰρ ἀντιλέγειν τῶν ὑπὸ τῆς ἑκυρᾶς κελευομένων ὅσιον ἡγεῖτο, παραγίνεται καὶ παραυτίκα μὲν λανθάνει τὸν Βόαζον βαθέως καθυπνωκότα, περιεγερθεὶς δὲ περὶ μέσην νύκτα καὶ αἰσθόμενος τῆς ἀνθρώπου [330] παρακατακειμένης ἀνέκρινε τίς εἴη. τῆς δ' εἰπούσης τοὔνομα καὶ φαμένης ὡς αὐτῆς δεσπότην συγχωρεῖν, τότε μὲν ἡσυχίαν ἄγει, ὄρθριος δὲ πρὶν ἢ τοὺς οἰκέτας ἄρξασθαι κινεῖσθαι πρὸς τὸ ἔργον περιεγείρας αὐτὴν κελεύει τῶν κριθῶν λαβοῦσαν ὅ τι καὶ δύναιτο πορεύεσθαι πρὸς τὴν ἑκυρὰν πρὶν ὀφθῆναί τισιν αὐτόθι κεκοιμημένην, φυλάττεσθαι σῶφρον τὴν ἐπὶ τοιούτοις διαβολὴν καὶ μάλιστ' [331] ἐπὶ μὴ γεγονόσι. περὶ μέντοι τοῦ παντὸς οὕτω, φησίν, ἔσται, [ἐρωτᾶν] τὸν ἔγγιστά μου τῷ γένει τυγχάνοντα, εἰ σοῦ χρεία γαμετῆς ἐστιν αὐτῷ, καὶ λέγοντι μὲν ἀκολουθήσεις ἐκείνῳ, παραιτουμένου δὲ νόμῳ σε συνοικήσουσαν ἄξομαι.
[332] Ταῦτα τῇ ἑκυρᾷ δηλωσάσης εὐθυμία κατεῖχεν αὐτὰς ἐν ἐλπίδι τοῦ πρόνοιαν ἕξειν αὐτῶν Βόαζον γενομένας. κἀκεῖνος ἤδη μεσούσης τῆς ἡμέρας κατελθὼν εἰς τὴν πόλιν τήν τε γερουσίαν συνῆγε καὶ μεταπεμψάμενος Ῥούθην ἐκάλει καὶ τὸν συγγενῆ, καὶ [333] παραγενομένου φησίν· Ἀβιμελέχου καὶ τῶν υἱῶν αὐτοῦ κλήρων κρατεῖς; ὁμολογήσαντος δὲ συγχωρούντων τῶν νόμων κατὰ ἀγχιστείαν, οὐκοῦν, φησὶν ὁ Βόαζος, οὐκ ἐξ ἡμισείας δεῖ μεμνῆσθαι τῶν νόμων. ἀλλὰ πάντα ποιεῖν κατ' αὐτούς. Μαάλου γὰρ δεῦρ' ἥκει γύναιον, ὅπερ εἰ θέλεις τῶν ἀγρῶν κρατεῖν γαμεῖν σε δεῖ κατὰ τοὺς [334] νόμους. ὁ δὲ Βοάζῳ καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παρεχώρει συγγενεῖ μὲν ὄντι καὶ αὐτῷ τῶν τετελευτηκότων, εἶναι δὲ καὶ γυναῖκα [335] λέγων αὐτῷ καὶ παῖδας ἤδη. μαρτυράμενος οὖν ὁ Βόαζος τὴν γερουσίαν ἐκέλευε τῇ γυναικὶ ὑπολῦσαι αὐτὸν προσελθοῦσαν κατὰ τὸν νόμον καὶ πτύειν εἰς τὸ πρόσωπον. γενομένου δὲ τούτου Βόαζος γαμεῖ τὴν Ῥούθην καὶ γίνεται παιδίον αὐτοῖς μετ' ἐνιαυτὸν [336] ἄρρεν. τοῦτο ἡ Ναάμις τιτθευομένη κατὰ συμβουλίαν τῶν γυναικῶν Ὠβήδην ἐκάλεσεν ἐπὶ γηροκομίᾳ τῇ αὐτῆς τραφησόμενον· ὠβήδης γὰρ κατὰ διάλεκτον τὴν Ἑβραίων ἀποσημαίνει δουλεύων. Ὠβήδου δὲ γίνεται παῖς Ἰεσσαῖος, τούτου Δαβίδης ὁ βασιλεύσας καὶ παισὶ τοῖς αὐτοῦ καταλιπὼν τὴν ἡγεμονίαν ἐπὶ μίαν καὶ εἴκοσι [337] γενεὰς ἀνδρῶν. τὰ μὲν οὖν κατὰ Ῥούθην ἀναγκαίως διηγησάμην ἐπιδεῖξαι βουλόμενος τὴν τοῦ θεοῦ δύναμιν, ὅτι τούτῳ παράγειν ἐφικτόν ἐστιν εἰς ἀξίωμα λαμπρὸν καὶ τοὺς ἐπιτυχόντας, εἰς οἷον ἀνήγαγε καὶ Δαβίδην ἐκ τοιούτων γενόμενον.
[338] Ἑβραῖοι δὲ τῶν πραγμάτων αὐτοῖς ὑπενεχθέντων πάλιν πόλεμον ἐκφέρουσι Παλαιστίνοις διὰ τοιαύτην αἰτίαν· Ἠλὶ τῷ [339] ἀρχιερεῖ δύο παῖδες ἦσαν Ὁφνίης τε καὶ Φινεέσης. οὗτοι καὶ πρὸς ἀνθρώπους ὑβρισταὶ γενόμενοι καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς οὐδενὸς ἀπείχοντο παρανομήματος, καὶ τὰ μὲν ἐφέροντο τῶν γερῶν κατὰ τιμήν, ἃ δ' ἐλάμβανον αὐτοῖς ἁρπαγῆς τρόπῳ, γυναῖκάς τε τὰς ἐπὶ θρησκείᾳ παραγινομένας ὕβριζον φθοραῖς ταῖς μὲν βίαν προσφέροντες τὰς δὲ δώροις ὑπαγόμενοι· τυραννίδος δ' οὐθὲν ἀπέλειπεν [340] ὁ βίος αὐτῶν. ὅ τε οὖν πατὴρ αὐτὸς ἐπὶ τούτοις χαλεπῶς εἶχεν ὅσον οὐδέπω προσδοκῶν ἥξειν ἐκ θεοῦ τιμωρίαν αὐτοῖς ἐπὶ τοῖς πραττομένοις, τό τε πλῆθος ἐδυσφόρει, κἀπειδὴ φράζει τὴν ἐσομένην συμφορὰν ὁ θεὸς τοῖς παισὶν αὐτοῦ τῷ τε Ἠλὶ καὶ Σαμουήλῳ τῷ προφήτῃ παιδὶ τότε ὄντι, τότε φανερὸν ἐπὶ τοῖς υἱοῖς πένθος ἦγε.
[341] Βούλομαι δὲ τὰ περὶ τοῦ προφήτου πρότερον διεξελθὼν ἔπειθ' οὕτως τὰ περὶ τοὺς Ἠλὶ παῖδας εἰπεῖν καὶ τὴν δυστυχίαν [342] τὴν τῷ παντὶ λαῷ Ἑβραίων γενομένην. Ἀλκάνης Λευίτης ἀνὴρ τῶν ἐν μέσῳ πολιτῶν τῆς Ἐφράμου κληρουχίας Ῥαμαθὰν πόλιν κατοικῶν ἐγάμει δύο γυναῖκας Ἄνναν τε καὶ Φενάνναν. ἐκ δὴ ταύτης καὶ παῖδες αὐτῷ γίνονται, τὴν δ' ἑτέραν ἄτεκνον οὖσαν ἀγαπῶν [343] διετέλει. ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ Ἀλκάνου εἰς Σιλὼ πόλιν θῦσαι, ἐνταῦθα γὰρ ἡ σκηνὴ τοῦ θεοῦ ἐπεπήγει καθὼς προειρήκαμεν, καὶ πάλιν κατὰ τὴν εὐωχίαν νέμοντος μοίρας κρεῶν ταῖς τε γυναιξὶ καὶ τοῖς τέκνοις, ἡ Ἄννα θεασαμένη τοὺς τῆς ἑτέρας παῖδας τῇ μητρὶ περικαθημένους, εἰς δάκρυά τε προύπεσε καὶ τῆς [344] ἀπαιδίας αὑτὴν ὠλοφύρετο καὶ τῆς μονώσεως. καὶ τῆς τἀνδρὸς παραμυθίας τῇ λύπῃ κρατήσασα εἰς τὴν σκηνὴν ᾤχετο τὸν θεὸν ἱκετεύουσα δοῦναι γονὴν αὐτῇ καὶ ποιῆσαι μητέρα, ἐπαγγελλομένη τὸ πρῶτον αὐτῇ γενησόμενον καθιερώσειν ἐπὶ διακονίᾳ τοῦ θεοῦ [345] δίαιταν οὐχ ὁμοίαν τοῖς ἰδιώταις ποιησόμενον. διατριβούσης δ' ἐπὶ ταῖς εὐχαῖς πολὺν χρόνον Ἠλὶς ὁ ἀρχιερεύς, ἐκαθέζετο γὰρ πρὸ τῆς σκηνῆς, ὡς παροινοῦσαν ἐκέλευεν ἀπιέναι. τῆς δὲ πιεῖν ὕδωρ φαμένης, λυπουμένης δ' ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν, θαρσεῖν παρεκελεύετο παρέξειν αὐτῇ παῖδας τὸν θεὸν καταγγέλλων.
[346] Παραγενομένη δ' εὔελπις πρὸς τὸν ἄνδρα τροφὴν χαίρουσα προσηνέγκατο, καὶ ἀναστρεψάντων εἰς τὴν πατρίδα κύειν ἤρξατο καὶ γίνεται παιδίον αὐτοῖς, ὃν Σαμουῆλον προσαγορεύουσι· θεαίτητον ἄν τις εἴποι. παρῆσαν οὖν ὑπὲρ τῆς τοῦ παιδὸς θύσοντες [347] γενέσεως δεκάτας τ' ἔφερον. ἀναμνησθεῖσα δ' ἡ γυνὴ τῆς εὐχῆς τῆς ἐπὶ τῷ παιδὶ γεγενημένης παρεδίδου τῷ Ἠλὶ ἀνατιθεῖσα τῷ θεῷ προφήτην γενησόμενον· κόμη τε οὖν αὐτῷ ἀνεῖτο καὶ ποτὸν ἦν ὕδωρ. καὶ Σαμουῆλος μὲν ἐν τῷ ἱερῷ διῆγε τρεφόμενος, Ἀλκάνῃ δ' ἐκ τῆς Ἄννας υἱεῖς τε γίνονται καὶ τρεῖς θυγατέρες.
[348] Σαμουῆλος δὲ πεπληρωκὼς ἔτος ἤδη δωδέκατον προεφήτευε. καί ποτε κοιμώμενον ὀνομαστὶ ἐκάλεσεν ὁ θεός· ὁ δὲ νομίσας ὑπὸ τοῦ ἀρχιερέως πεφωνῆσθαι παραγίνεται πρὸς αὐτόν. οὐ φαμένου [349] δὲ καλέσαι τοῦ ἀρχιερέως ὁ θεὸς εἰς τρὶς τοῦτο ποιεῖ. καὶ Ἠλὶς διαυγασθείς φησι πρὸς αὐτόν, ἀλλ' ἐγὼ [μὲν], Σαμουῆλε, σιγὴν ὡς καὶ τὸ πρὶν ἦγον, θεὸς δ' ἐστὶν ὁ καλῶν, σήμαινέ τε πρὸς αὐτόν, ὅτι παρατυγχάνω. καὶ τοῦ θεοῦ φθεγξαμένου πάλιν ἀκούσας ἠξίου λαλεῖν ἐπὶ τοῖς χρωμένοις· οὐ γὰρ ὑστερήσειν αὐτὸν ἐφ' [350] οἷς ἂν θελήσῃ διακονίας. καὶ ὁ θεός ἐπεί, φησί, παρατυγχάνεις, μάνθανε συμφορὰν Ἰσραηλίταις ἐσομένην λόγου μείζονα καὶ πίστεως τοῖς παρατυγχάνουσι, καὶ τοὺς Ἠλὶ δὲ παῖδας ἡμέρᾳ μιᾷ τεθνηξομένους καὶ τὴν ἱερωσύνην μετελευσομένην εἰς τὴν Ἐλεαζάρου οἰκίαν· Ἠλὶς γὰρ τῆς ἐμῆς θεραπείας μᾶλλον τοὺς υἱοὺς καὶ παρὰ [351] τὸ συμφέρον αὐτοῖς ἠγάπησε. ταῦτα βιασάμενος ὅρκοις εἰπεῖν αὐτῷ τὸν προφήτην Ἠλίς, οὐ γὰρ ἐβούλετο λυπεῖν αὐτὸν λέγων, ἔτι μᾶλλον βεβαιοτέραν εἶχε τὴν προσδοκίαν τῆς τῶν τέκνων ἀπωλείας. Σαμουήλου δὲ ηὔξετο ἐπὶ πλέον ἡ δόξα πάντων ὧν προεφήτευσεν ἀληθινῶν βλεπομένων.
[352] Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ Παλαιστῖνοι στρατεύσαντες ἐπὶ τοὺς Ἰσραηλίτας στρατοπεδεύονται κατὰ πόλιν Ἀμφεκᾶν, δεξαμένων δ' ἐξ ὀλίγου τῶν Ἰσραηλιτῶν συνῄεσαν εἰς τὴν ἐχομένην καὶ νικῶσιν οἱ Παλαιστῖνοι καὶ κτείνουσι μὲν τῶν Ἑβραίων εἰς τετρακισχιλίους, τὸ δὲ λοιπὸν πλῆθος συνδιώκουσιν εἰς τὸ στρατόπεδον.
[353] Δείσαντες δὲ περὶ τῶν ὅλων Ἑβραῖοι πέμπουσιν ὡς τὴν γερουσίαν καὶ τὸν ἀρχιερέα τὴν κιβωτὸν τοῦ θεοῦ κελεύοντες κομίζειν, ἵνα παρούσης αὐτῆς παρατασσόμενοι κρατῶσι τῶν πολεμίων ἀγνοοῦντες, ὅτι μείζων ἐστὶν ὁ καταψηφισάμενος αὐτῶν τὴν συμφορὰν [354] τῆς κιβωτοῦ, δι' ὃν καὶ ταύτην συνέβαινεν εἶναι. παρῆν τε οὖν ἡ κιβωτὸς καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς τοῦ πατρὸς αὐτοῖς ἐπιστείλαντος, εἰ ληφθείσης τῆς κιβωτοῦ ζῆν ἐθέλουσιν, εἰς ὄψιν αὐτῷ μὴ παραγίνεσθαι. Φινεέσης δὲ ἤδη καὶ ἱερᾶτο τοῦ πατρὸς αὐτῷ [355] παρακεχωρηκότος διὰ τὸ γῆρας. θάρσος οὖν ἐπιγίνεται πολὺ τοῖς Ἑβραίοις ὡς διὰ τὴν ἄφιξιν τῆς κιβωτοῦ περιεσομένοις τῶν πολεμίων, κατεπλήττοντο δὲ οἱ πολέμιοι δεδιότες τὴν παρουσίαν τῆς κιβωτοῦ τοῖς Ἰσραηλίταις. ταῖς μέντοι γε ἑκατέρων προσδοκίαις [356] οὐχ ὅμοιον ἀπήντησε τὸ ἔργον, ἀλλὰ συμβολῆς γενομένης ἣν μὲν ἤλπιζον νίκην Ἑβραῖοι τῶν Παλαιστίνων αὕτη γίνεται, ἣν δ' ἐφοβοῦντο ἧτταν οὗτοι ταύτην Ἑβραῖοι παθόντες ἔγνωσαν αὐτοὺς μάτην ἐπὶ τῇ κιβωτῷ τεθαρσηκότας· ἐτράπησάν τε γὰρ εὐθὺς εἰς χεῖρας ἐλθόντες τῶν πολεμίων καὶ ἀπέβαλον εἰς τρισμυρίους, ἐν οἷς ἔπεσον καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς, ἥ τε κιβωτὸς ἤγετο πρὸς τῶν πολεμίων.
[357] Ἀπαγγελθείσης δὲ τῆς ἥττης εἰς τὴν Σιλὼ καὶ τῆς αἰχμαλωσίας τῆς κιβωτοῦ, Βενιαμίτης γάρ τις αὐτοῖς ἄγγελος ἀφικνεῖται νεανίας παρατετευχὼς τῷ γεγονότι, πένθους ἀνεπλήσθη πᾶσα ἡ [358] πόλις. καὶ Ἠλὶς ὁ ἀρχιερεύς, ἐκαθέζετο γὰρ καθ' ἑτέρας τῶν πυλῶν ἐφ' ὑψηλοῦ θρόνου, ἀκούσας οἰμωγῆς καὶ νομίσας νεώτερόν τι πεπρᾶχθαι περὶ τοὺς οἰκείους καὶ μεταπεμψάμενος τὸν νεανίαν, ὡς ἔγνω τὰ κατὰ τὴν μάχην, ῥᾴων ἦν ἐπὶ τὸ τοῖς παισὶ τοῖς αὐτοῦ συνενηνεγμένοις περὶ τὸ στρατόπεδον ὡς ἂν προεγνωκὼς παρὰ τοῦ θεοῦ τὸ συμβησόμενον καὶ προαπηγγελκώς· συνέχει γὰρ ἀκριβῶς [359] τὰ κατὰ προσδοκίαν συντυχόντα τῶν δεινῶν. ὡς δὲ καὶ τὴν κιβωτὸν ἤκουσεν ᾐχμαλωτίσθαι πρὸς τῶν πολεμίων, ὑπὸ τοῦ παρ' ἐλπίδας αὐτῷ τοῦτο προσπεσεῖν περιαλγήσας ἀποκυλισθεὶς ἀπὸ τοῦ θρόνου τελευτᾷ, ὀκτὼ καὶ ἐνενήκοντα βιώσας ἔτη τὰ πάντα καὶ τούτων τεσσαράκοντα κατασχὼν τὴν ἀρχήν.
[360] Θνήσκει δὲ κατ' ἐκείνην τὴν ἡμέραν καὶ ἡ Φινεέσου τοῦ παιδὸς γυνὴ μὴ καρτερήσασα ζῆν ἐπὶ τῇ τἀνδρὸς δυστυχίᾳ. κυούσῃ μὲν αὐτῇ προσηγγέλη τὸ περὶ τὸν ἄνδρα πάθος, τίκτει δ' ἑπταμηνιαῖον παῖδα, ὃν καὶ ζήσαντα Ἰαχώβην προσηγόρευσαν, σημαίνει δὲ ἀδοξίαν τὸ ὄνομα, διὰ τὴν προσπεσοῦσαν δύσκλειαν τότε τῷ στρατῷ.
[361] Ἦρξε δὲ πρῶτος Ἠλὶς Ἰθαμάρου τῆς ἑτέρου τῶν Ἀαρῶνος υἱῶν οἰκίας· ἡ γὰρ Ἐλεαζάρου οἰκία τὸ πρῶτον ἱερᾶτο παῖς παρὰ πατρὸς ἐπιδεχόμενοι τὴν τιμήν, ἐκεῖνός τε Φινεέσῃ τῷ παιδὶ αὐτοῦ [362] παραδίδωσι, μεθ' ὃν Ἀβιεζέρης υἱὸς ὢν αὐτοῦ τὴν τιμὴν παραλαβὼν παιδὶ αὐτοῦ Βόκκι τοὔνομα αὐτὴν κατέλιπε, παρ' οὗ διεδέξατο Ὄζις υἱὸς ὤν, μεθ' ὃν Ἠλὶς ἔσχε τὴν ἱερωσύνην, περὶ οὗ νῦν ὁ λόγος, καὶ τὸ γένος τὸ ἀπ' ἐκείνου μέχρι τῶν κατὰ τὴν τοῦ Σολομῶνος βασιλείαν καιρῶν. τότε δὲ οἱ Ἐλεαζάρου πάλιν αὐτὴν ἀπέλαβον.