[1] Ἔφθασε μὲν ἡ φύσις τὸν νόμον καὶ τοὺς ἅμα γεγονότας εἰς ὑμέναιον οὐκ ἐᾷ συνελθεῖν, βεβαιοῖ δὲ ὅμως τὴν φύσιν ὁ νόμος καὶ δι' ἑκατέρων ἄμφω προῆλθε, φύσις μὲν νόμῳ καταβάλλουσα γένεσιν, νόμος δὲ βεβαιῶν ἃ τῇ φύσει δοκεῖ. δεῖ δ' ἐπὶ τῷ νόμῳ βραχέα φιλοσοφῆσαι.
[2] Τῶν ὄντων ὄντως ἅπαντα γένη φύσει μὲν ὁμοίως ἀπὸ γάμου προῆλθε, γάμῳ δὲ ὅμως οὐχ ὁμοίῳ συνάπτεται. ὁ μὲν γὰρ θηριώδης καὶ ἀλόγιστος βίος ἀφῃρημένος φύσει τὸ κρίνειν πάντα μὲν γάμοις συγχέει, πάντα δὲ ἀλλήλοις πλησιάζειν ἐᾷ. οἷς καὶ συνάπτεται μὲν παῖς ἧς προελήλυθε, γίνεται δὲ πατὴρ ᾗ συνῆλθε μιγνύμενος, καὶ μαθεῖν οὐκ ἐᾷ παρὰ τῆς ὁμιλίας ὃ γέγονεν ἕκαστον. ἄδηλον δὲ παρ' αὐτοῖς καὶ παῖς καὶ πατὴρ ὅσοις γάμος δοκεῖ.
[3] οὐ μὴν τοῦ λόγου μετειληφότες τοιοῖσδε γάμοις παραπλήσιοι, ἀλλ' ὥρισται παῖς καὶ διέστη πατὴρ καὶ διακέκριται μήτηρ καὶ τὸ προαχθὲν οὐκ οἶδε τῷ κεκομικότι συνάπτεσθαι καὶ τὴν συγγένειαν οἷς διέστη τετίμηκε.
[4] καὶ τὰ μὲν ἄλλα συγγένειαν ποιεῖ συναπτόμενα, τὰ δὲ συγγενῆ συγγένειαν βεβαιοῖ διιστάμενα. ἃ καλῶς εἰδὼς ὁ τὸν παρόντα νόμον εἰσενεγκὼν ἀδελφοὺς οὐκ ἐᾷ ταῖς τῶν ἀδελφῶν συναφθῆναι συνοίκοις.
[5] Ναί, φησίν, ἀλλ' ἐπικουρίας δεῖ χηρευούσαις ταῖς γυναιξίν. ἀδικεῖς, ἄνθρωπε, τὴν συμμαχίαν ἡδοναῖς ὁριζόμενος, ὥσπερ οὐκ ἐνὸν συμμαχεῖν, εἰ μὴ γάμος παρῆν. ἔξω ὑμεναίων ἐπιφέρεις τὴν χάριν ἀμείνω. ἔσο τὴν συγγένειαν εὐνοίᾳ μᾶλλον ἢ τῷ γάμῳ τιμῶν. τὸ μὲν γὰρ εὔνουν πρὸς χάριν δοκεῖς πεπραχέναι τοῦ γένους, τὸ δὲ γάμῳ συμμαχεῖν συναπτόμενος αὐτῆς εἶναι παρασκευάζεις τῆς ἡδονῆς.
[6] τί δὲ χηρείαν ἐρεῖς γυναικός, ἔνθα τοῦ συνόντος ἀδελφὸς καταλείπεται; μενέτω πατὴρ τοῖς παρ' ἐκείνου γεγονόσι παισὶ καὶ μὴ συγχωρείτω τῆς χηρείας αἰσθάνεσθαι ‹ταύτην ἐκ› τῶν παρ' αὑτοῦ συμμαχῶν. ἄδηλον ποιείτω τὴν τύχην ἡ χάρις. καὶ τὴν συμφορὰν ἐπικουφιζέτω τῇ χηρείᾳ ἐπικουρῶν καὶ μὴ ποιείτω γυναῖκα μὲν δοκεῖν ἀποβλέπειν εἰς ἡδονάς, αὑτὸν δὲ γάμῳ συγγενείας ἀλλότριον. οἷς γὰρ συνάπτεται, διεῖλε τὸ γένος.
[7] Ναί, φησίν, ἀλλὰ γυναιξὶν ἡδοναὶ πρόχειροι. κρείττους δὲ τῶν οὐ προσηκόντων οἱ συγγενεῖς. ἀμείνους εἰς παράπαν οἱ συγγενεῖς καὶ τὸ παρ' αὐτῶν κομιζόμενον ἐκ τοῦ προσήκοντος γίνεται δίκαιον.
[8] οὔπω τεθέαμαι μᾶλλον τὸ παρανομεῖν ἐπαινούμενον. τί δὲ τῶν γυναικῶν κατηγορεῖς ἡδονὰς καὶ ταύτας βεβαιοῖς συναπτόμενος; εἰ γυναῖκες νοσήσασαι πάσχουσιν, οἱ προσήκοντες εἴργουσι καὶ κωλυταὶ γίνονται τῆς ἐκείνων ἀκρασίας, οὐ σύμμαχοι.
[9] καὶ ἔμοιγε δοκεῖς οὐδὲν ἐπαισθάνεσθαι τῶν ἐν γάμῳ δεινῶν. τί γὰρ δεῖ τούτων χηρείαν μὲν ἐλεεῖν προσποιεῖσθαι καὶ παίδων ὀρφανίαν οἰκτείρειν, εἶτα τὰς συμφορὰς ἐπιδιπλασιάζειν αὐταῖς συναπτόμενον; ὁ χηρείαν εἰσάπαξ μὴ συγχωρῶν δευτέραν ἐργάζεται καὶ παῖδας ὀρφανοὺς ὀδυρόμενος ἑτέρους ὀρφανοὺς πραγματεύεται. οἷς γὰρ γάμον ἐργάζεται δεύτερον, δευτέρας συμφορὰς ἀπεργάζεται καὶ ποιεῖ γάμον οὐ δυστυχήματος κώλυμα, τῶν ὄντων δὲ δυστυχημάτων μᾶλλον ἐπίδοσιν.
[10] μέγα τοῖς ἀνθρώποις τὸ γένος καὶ συγγένεια συνάπτειν οἶδε τὰ διιστάμενα. πατέρες μὲν γὰρ ἐκ τοῦ γάμου καθίστανται, προέρχονται δὲ δι' ὑμεναίων ἀδελφοὶ πρὸς ἀλλήλους προσήκοντες καὶ συζυγίᾳ μιᾷ πολὺς προέρχεται τῶν σωμάτων κατάλογος.
[11] καὶ συμμαχεῖν μὲν ἀλλήλοις, ἤν που δέῃ, προῄρηνται, προανακόπτουσι δὲ τὰς τῶν ἐπιόντων ἐπιβουλάς, καὶ συγγένεια γίνεται ἡ πλείστη τῆς ἐπικουρίας συντέλεια καλῶς ὁριζομένοις ‹καὶ› βεβαίως τὰ νόμον τῆς φύσεως οὐ παραβαίνοντα νόμιμα.