[1]
[1] Ὁ μὲν πολεμικὸς Ὅμηρον θαυμαζέτω τῶν τακτικῶν, ὁ δ' αὖ τεκτονικὸς τῶν περὶ τεκτονικῆς ἐμπείρως εἰρημένων. οὐ μὴν οὐδὲ τοὺς ἰατροὺς εἴποι τις ἂν ἀπορεῖν ὅθεν αὐτὸν ἀγασθήσονται. ἴδοι δ' ἂν καὶ ἡνίοχος καὶ ναυτικὸς ἀμφότεροι τὰς ἑαυτῶν τέχνας παρ' αὐτῷ. μακρὸν δ' ἂν εἴη λέγειν μαντικήν, χαλκευτικήν, τοὺς ὑπὲρ δικαιοσύνης, τοὺς ὑπὲρ τῶν θείων λόγους. ἀλλ' ὅ μοι δοκεῖ κοινῇ πάντας ὠφελεῖν, τοῦτο ἔγωγέ φημι τὰς γνώμας, ὧν αἱ μὲν εἴργουσι τῶν πονηρῶν, αἱ δὲ ἐπαίρουσι πρὸς τὰ χρηστά.
[2] πάσας μὲν οὖν ἂν εὕροι τις νοῦν ἐχούσας καὶ προσήκοντα λογισμὸν καὶ τοῖς ἐθέλουσι πείθεσθαι φερούσας τὸ κέρδος, δοκεῖ δέ μοι τὰς ἄλλας νικᾶν καὶ πολλῷ γε τῷ μέτρῳ ἣν πρὸς τοὺς προβούλους ἀπεφήνατο περὶ τοῦ μὴ δεῖν τὸν ὅλον καιρὸν τῆς νυκτὸς ὕπνου ποιεῖσθαι. πάντως δὲ κἂν αὐτὸν Ὅμηρον εἴ τις ἤρετο, τοῦτο ἂν ἀπεκρίνατο τὸ πολὺ τὰς ἄλλας ἡττᾶσθαι.
[3] τί τούτου τεκμήριον; οὐ Νέστωρ αὐτὴν οὐδὲ Ὀδυσσεὺς οὐδὲ ὁ δεῖνα τῶν Ἀχαιῶν, ἀλλ' ὁ τῶν θεῶν κορυφαῖος πεποίηται λέγων. καὶ μὴν οὐκ ἂν αὐτήν, εἰ μὴ πασῶν ἄριστα ἔχουσαν ἑώρα, τῷ πάντων ἀρίστῳ περιῆπτε θεῶν. ἄξιον δὲ καὶ τοὺς λογισμοὺς αὐτοὺς προάγοντας ἐξετάσαι τὸν λόγον.
[4] Οὐ χρή, φησίν, ἄνδρα παννύχιον ἀναπαύεσθαι ᾧ βουλῆς ἀνάγκη. ὅρα τοίνυν ὅπως τὸ συμφέρον ἀμφοτέρωθεν προείδετο, τοῦ τε ἀνδρὸς καὶ τῶν πραγμάτων. οὐ γὰρ ὅλως μὴ καθεύδειν φησὶ δεῖν, ἀλλὰ μὴ καθεύδειν ἀεί, ὥστε τὸ μὲν τοῦ ὕπνου μέρος σώζει τὸν ἄρχοντα, τὸ δὲ τῆς ἀγρυπνίας αὐτὴν τὴν ἀρχήν. διὰ ταῦτα μερίζει τὴν νύκτα πρὸς ἀνάπαυσιν καὶ βουλήν.
[5] τοῦτο μὲν τοίνυν οὕτως αὐτῷ μετρίως ἔχει, καὶ οὐδὲν ἀδύνατον οὐδὲ ἀμήχανον προσέταξεν ἐκείνῳ, ὃ δὲ νῦν πεποίηκεν, ἀκριβοῦς συμβουλῆς, ἣν εἰ μὴ φυλάξειεν ὁ βουληφόρος κατ' αὐτὸν εἰπεῖν τὸν Ὅμηρον, οἰχήσεται ταχέως αὐτός τε ἐκεῖνος καὶ ὧν ἐτάχθη προνοεῖν, ἄλλως τε καὶ εἰ τύχοι πολεμῶν καὶ πολλοῖς ἐφεστηκώς.
[6] ἅπερ ἀμφότερα ἦν ‹ἐν› ἐκείνοις τοῖς καιροῖς ἐν οἷς ὁ λόγος ἐλέχθη. σκοπῶμεν δὲ οὕτως. ἔστιν ὁπλιτικὸν τοῖς ἄρχουσιν, ἔστι ναυτικὸν πολλάκις, εἰσὶ τοξόται, σφενδονῆται, ψιλοί, πᾶν ἁπλῶς εἰπεῖν εἶδος εἰς πόλεμον φέρον. τούτων ἁπάντων αὐτῷ φροντιστέον, ὅπως, εἰ μὲν ἔχοι καλῶς, φυλαχθήσεται, εἰ δὲ μή, πρὸς τὸ βέλτιον ἐπανορθώματος τυχόντα μεταστήσεται.
[7]
ἐπαινέσεται μὲν τὸν μελετῶντα τὴν τέχνην, κακιεῖ δὲ τὸν οὐ θέλοντα παρέχειν ἑαυτὸν ἀγαθὸν στρατιώτην, καὶ τῷ μὲν δώσει τιμάς, τῷ δὲ ζημίας, καὶ τὸν μὲν σωφρονίσει, τὸν δὲ καταστήσει βελτίω. ἐκείνῳ μελήσει ναυτῶν, κυβερνητῶν, ὅπλων, πόρων, ἀφορμῶν, καιροῦ πολέμου στρατοπέδῳ ῥοπὴν φέροντος.[8]
δεῖ μὲν αὐτὸν τὰ τῶν πολεμίων ἀνιχνεύειν, δεῖ δὲ πράττειν ὅπως μὴ τὰ αὐτῶν οἱ πολέμιοι γνώσονται. εἰ πεζομαχίας ἡ χρεία, τοῦτο ἐξετάσει, εἰ ναυμαχίας, τοῦτο ζητήσει, εἰ μηχανήματα προσοιστέον, εἰ προδοσίᾳ τοὺς ἐχθροὺς ληπτέον. δεῖ μὲν αὐτὸν ἐμβαλεῖν τοῖς δυσμενέσι στάσιν, δεῖ δὲ τὰς παρὰ τοῖς οἰκείοις ἐκκόπτειν. ἰάσεται ναῦς κεκμηκυίας, ἐκπέμψει τὰς ἄριστα πλεούσας ἐπ' ἔργον, ἑτέρας ναυπηγήσεται. θύσει θεοῖς, χρήσεται μαντείαις.[9] οὐδεὶς ἂν ἐφίκοιτο τοῦ πλήθους τῶν πραγμάτων ἃ τοῖς βασιλεῦσι πρόκειται. τούτων ἕκαστον καὶ βουλευθῆναι δεῖ καὶ πραχθῆναι. τό τε γὰρ ἄνευ βουλῆς ἐπιχειρῆσαι τοῖς ἔργοις πολλάκις ἔβλαψεν ἃ φεύγειν ἄξιον ταῦτα ἡμῶν διωκόντων τό τε βουλεύεσθαι μόνον, πράττειν δὲ μηδὲν οὐδ' ὁτιοῦν ὤνησεν. ἅπασα γὰρ σκέψις πράξεων ἄμοιρος οὐκ ἔχει τὸ κέρδος.
[10] δεῖ τοίνυν, ὅπερ ἔφην, ἀμφοτέρων. οὐκοῦν τὴν ἡμέραν μὲν ἔργων, τὴν δὲ νύκτα βουλῆς εἶναι δεῖ καιρόν. εἰ δὲ τὴν μὲν ὕπνῳ δώσομεν, εἰς δὲ τὴν ἄξομεν τὰ ἀμφοτέρων, ἐλάττων ὁ καιρὸς τῆς χρείας. καὶ δεῖ δυοῖν θάτερον, ἢ πρὶν μαθεῖν ὅ τι βέλτιστον ἅπτεσθαι τῶν πραγμάτων ἢ μαθόντας ὅ τι βέλτιστον οὐκ ἔχειν χρῆσθαι τοῖς πράγμασιν.
[11] Εἰς ταύτην ἄγει τὴν ἀνάγκην τοὺς βασιλέας τὸ τῶν ἀρχομένων πλῆθος καὶ τῶν πραγμάτων. ἄνευ δὲ τούτων καὶ καθεύδειν ἔξεστι. τεκμήριον δέ, οὐδὲν ζημιώσει τὸν ἰδιώτην ὕπνος. μικρῶν γάρ, οἶμαι, κύριος, οἰκιδίου φαύλου καὶ τριῶν ἢ τεττάρων ἀνδραπόδων καὶ δραχμῶν οὐ πολλῶν, καὶ τὸ τῆς ἡμέρας ἀπέχρησε μέτρον εἰς βουλήν τε καὶ ἔργον. τί λέγω τῆς ἡμέρας ἁπάσης, ἐπεὶ σμικρὸν ἡμέρας μέτρον ταῦτα ἀμφότερα δέχεται; κἂν εἴ τις αὐτῷ κελεύοι τὸ μὴ καθεύδειν, ἀλλὰ καὶ σκοπεῖν, ὦ βέλτιστε, φήσαι, τί γὰρ περιβέβλημαι τοσοῦτον ὅσον καὶ νυκτὸς προσδεῖν;
[12]
εἰ τοίνυν οὐδεμία ζημία τοῖς ἰδιώταις ἐκ τοῦ καθεύδειν παρὰ τὸ μὴ πολλοῖς ἐφεστηκέναι πράγμασιν, οἷς γε συμβαίνει πολλῶν πραγμάτων εἶναι κυρίοις, τούτοις ἡ μεγίστη βλάβη, τὸν ὕπνον εἰ μὴ φεύγοιεν.[13] Ὁρᾷς, ὦ 'γαθέ, τὸν κυβερνήτην, ὃν οὐκ ἄν μοι δοκεῖ τις ἁμαρτεῖν εἰπὼν βασιλέα τῆς νεώς; οὐ τῆς νυκτὸς ἐπελθούσης ἐπὶ τῶν οἰάκων κάθηται τὰ ὄμματα στήσας ἀκριβῶς πρὸς τὰ ἄστρα καὶ οὐ φιλονεικεῖ τοῖς ναύταις περὶ τῆς ἀναπαύλης; καὶ οἱ μὲν κεῖνται καθεύδοντες μετὰ πολλῆς τῆς ῥᾳστώνης, οἱ μὲν ἐπὶ τῶν καταστρωμάτων, οἱ δὲ ἐν κοίλῃ τῇ νηί. ὁ δὲ οὐ ζηλοτυπεῖ τῆς ῥᾳστώνης ἐκείνους, ἀλλ' ἐν τῷ μὴ καθεύδειν αὐτὸς ἐκείνοις ἀποδίδωσι τὸ τρυφᾶν.
[14] οὐδ' ἔπεισεν ἡ νὺξ ἐπελθοῦσα τὸν Ἕκτορα ἀναπαύεσθαι, ἀλλ' ἐν αὐτῇ τὰ μέγιστα κατορθοῦν ἠξίου καὶ συνῆγεν οὓς ἐχρῆν καὶ δώρων ὑποσχέσει πρὸς κατασκοπὴν τοὺς ἐπιτηδείους ἐξήγειρε.
[15] καὶ μηδεὶς ἐννοείτω τὸ τέλος εἴ γε βαρύ, ἀλλ' εἰ μὴ τὸ βούλευμα λόγον εἶχέ τινα. τοῦ μὲν γὰρ ἡ τύχη κυρία, τὸ δὲ παρ' ἡμῶν αὐτῶν ἀπαιτοῦμεν.
[16]
ὁ δὲ Ἀγαμέμνων ἐκεῖνος εἰ δουλεύειν ᾤετο δεῖν ὕπνῳ, τίς ἂν ἤγειρε τοὺς ἀρίστους εἰς σύλλογον; πότε δ' ἂν ὁ Διομήδης Ὀδυσσέα λαβὼν ἐσκέψατο τὰ τῶν πολεμίων πράγματα; οὕτω καὶ Τροίαν Ἕλληνες παρεστήσαντο. οὗτος ὁ καιρὸς τοῖς Ἀχαιοῖς παρέδωκε τὴν Πριάμου πόλιν τῶν μὲν Τρώων ὑπὸ μέθῃ κειμένων, τῶν δὲ οὐχ ἡττηθέντων ὕπνου.[17] καὶ τί δεῖ ‹τὰ› παλαιὰ λέγειν; ἀλλὰ τὸν ἁπανταχοῦ περιφερόμενον τίς οὐκ οἶδε λόγον ὅς φησι δεῖν ἐν νυκτὶ βουλῆς ἔχεσθαι; ὁ δὲ σοφὸς Σοφοκλῆς τί μαθὼν εὐφρόνην ἀπεκάλει τὴν νύκτα; οὐχ ὅτι τὸ φρονεῖν ὡς ἄριστα τότε μάλιστα τοῖς ἀνθρώποις παραγίνεται; [18] Εἰς ταῦτα ὁρῶν ὁ βασιλεὺς ἀποσειέσθω τὸν ὕπνον εἰδὼς ὡς οὐκ ἔστιν ὁμοῦ ῥᾳθυμεῖν καὶ πολλοῖς ἐπιτάττειν.
[2][t][1] Ὅμηρος ὁ ποιητὴς τῷ μὲν τὰς τῶν Τρώων διηγεῖσθαι συμφορὰς ἐπὶ δικαιοσύνην μοι δοκεῖ τοὺς ἀνθρώπους παρακαλεῖν δεικνὺς ἃ τοὺς ἀδικοῦντας ἀναμένει κακά, τῷ δὲ λέγειν τοὺς Ὀδυσσέως ἄθλους καρτερικοὺς φαίνεται τοὺς ἀνθρώπους ἀπεργάζεσθαι. τίς γὰρ οὐκ ἂν πάντα φέρειν παιδευθείη ὁρῶν ἐκεῖνον ἐν τοῖς ἔπεσιν ὑπὸ τῶν οἰκετῶν τῶν αὑτοῦ προπηλακιζόμενον, ἔχοντα δὲ παρ' ἑαυτῷ τὼ χεῖρε καὶ τοὺς καιροὺς ἀναμένοντα;
[2] ποιῶν δὲ ἀμείνους τοὺς ἀνθρώπους τῷ τῶν ὑποθέσεων βουλήματι οὐχ ἧττον διὰ τῶν παραινέσεων ἃς ἐγκατέπλεκεν ὠφελεῖ νῦν μὲν λέγων ὅπως δεῖ προσφέρεσθαι ξένοις, νῦν δὲ ὅπως θεοῖς, πάλιν δὲ ᾗτινι γνώμῃ χρηστέον ἐν τοῖς ὑπὲρ πατρίδος κινδύνοις.
[3] πάντα μὲν οὖν ἐπαίνων ἄξια, νικᾶται δὲ τῷ πρὸς τοὺς βασιλεῖς ὑπὲρ ἀγρυπνίας εἰρημένῳ. καὶ γὰρ τὸν ἄρχοντα ποιήσας ἀγαθὸν ‹ἀγαθοὺς› δι' ἐκείνου ‹καὶ› τοὺς ἀρχομένους ἐποίησε. θαυμάσειε δ' ἄν τις τὸ καὶ τῶν πραγμάτων αὐτῷ μελῆσαι καὶ τοῦ περὶ τούτων βουλευομένου. οἷς φεύγειν χρῆναι τὸν ὕπνον εἰπὼν οὐ δι' ὅλου προσέθηκεν, ἀλλ' ἠξίωσε τὸν καιρὸν τέμνειν εἰς ὕπνον καὶ φροντίδα. οὐ χρὴ γάρ φησι παννύχιον εὕδειν ἄνδρα μεγάλην ἀρχὴν ἔχοντα καλῶς καὶ προσηκόντως εἰπών.
[4] ὅρα γὰρ πόσα περιέστηκε τὸν βασιλεύοντα. πλήθους ἐπιμελήσεται στρατιωτῶν καὶ ὅπως ἔσονται κρείττους τῆς τῶν ἀντιπάλων ἀρετῆς καὶ τῆς ἐν τοῖς ὅπλοις μελέτης εἰδὼς ὅτι μετ' ἀμαθίας τὸ πλῆθος ἄχρηστον. ἐπὶ τούτοις ὅπλων ποιήσεται καὶ τροφῆς φροντίδα, ὅπως τὰ μὲν ἄριστα κατασκευασθῇ, τὴν δὲ ἔχωσιν ἄφθονον. τοῖς δὲ παρακελεύσεται τὸ τεῖχος παρασκευάζειν, τοῖς δὲ τάφρον περιελαύνειν, τοῖς δὲ σκόλοπας καταπηγνύναι.
[5] σκοπείτω δὲ τῶν νεῶν τὸν ἀριθμὸν καὶ τούτων τίνες ἀκέραιοι, τίνες δὲ χρῄζουσαι θεραπείας. σκοπείτω δὲ περὶ τῶν τοξοτῶν, περὶ τῶν ἱππέων, περὶ τῶν ὁπλιτῶν, καὶ τὰ μὲν καλῶς κείμενα φυλαττέτω, τὰ δὲ κακῶς ἐπανορθούτω πρὸς τὸ χρηστότερον, τὰ δὲ τῶν ἐναντίων ὅπως ἕξει στάσιν ποιείτω.
[6] μυρία παρὰ τῶν πραγμάτων ὁ βασιλεὺς ἂν ἀπαιτοῖτο, κἀπειδὴ μικρὸν εἰς βουλὰς καὶ πράξεις τὸ τῆς ἡμέρας μέτρον, δεῖται καὶ τῆς νυκτὸς οὐκ ὀλίγον ἀποδιδόναι τῇ περὶ ταῦτα προνοίᾳ. τοῦτο γὰρ αὐτῷ διατηρήσει τὴν ἀρχήν, ἂν μὲν ἡ νὺξ δέχηται τὰς βουλάς, τῆς δὲ ἡμέρας φανείσης ἐπιτελῇ τὰ δόξαντα.
[7] Ταῦτα πρὸς τὸν πολλῶν ἡγούμενον Ὅμηρος λέγει, τὸν δὲ ἰδιώτην ἀφίησι καθεύδειν. τί γὰρ ἄν τις αὐτὸν ταύτης ἀποστεροίη τῆς ἡδονῆς δυοῖν ἀνδραπόδοιν κύριον καὶ μνῶν τεττάρων, εἰ δὲ βούλει, πλειόνων ταλάντων; περὶ γὰρ τοσούτων πρὸς τῇ νυκτὶ καὶ τῆς ἡμέρας καθεύδων τὸ πλεῖον [καὶ] βουλεύεσθαι δύναιτ' ἂν ἤδη.
[8] τοῖς μὲν οὖν ἰδιώταις πολλὴν παρέχει τὴν ἀνάπαυλαν τὸ μὴ περὶ πολλῶν ἠναγκάσθαι φροντίζειν, τοὺς δέ γε βασιλεῖς τὰ μεγέθη τῶν ἀρχῶν αἷς ἐφεστήκασιν ἀφαιρεῖται τὸν ὕπνον. καὶ μὴν κἀκεῖνο αἰσχρὸν τοὺς κυβερνήτας ὑπομένειν ἀμείνους εἶναι τῶν τὰ τηλικαῦτα ἐγκεχειρισμένων. νόμος γὰρ οὗτος κυβερνητῶν κρείττους εἶναι τῆς ὕπνων δυναστείας. καίτοι τοὺς ἄλλους ὁρῶσιν ἐπὶ τῶν καταστρωμάτων καθεύδοντας, ἀλλ' οὐ διὰ τοῦτο τὸν αὑτῶν ἀφέντες πόνον πρὸς τἀκείνων καταφέρονται, ἀλλ' ἴσασιν ὅτι ναύτης μὲν ὑπὸ τῆς τάξεως ἣν τέτακται καθεύδειν τέτακται, κυβερνήτην δὲ ἡ τῆς νεὼς ἀρχὴ βλέπειν ἐπαναγκάζει πρὸς τὰ ἄστρα.
[9] Σκόπει δὴ τοῦτον τὸν Ἀγαμέμνονα τὸν τὴν συμβουλὴν δεξάμενον οἷός τις ἦν ἐν τοῖς μετὰ ταῦτα. τὸν μὲν ὕπνον ἀπεσείσατο, τοὺς δὲ ἀρίστους συνήγαγε τὰ τῶν ἐναντίων σκεψομένους καὶ τηλικοῦτον εἰργάσατο διὰ τῶν ἀπεσταλμένων ἔργον ἐν τῇ νυκτὶ ὥστε καὶ τοὺς Τρῶας εἰς ἀθυμίαν ἐμβαλεῖν καὶ τοῖς Ἕλλησι καίτοι κακῶς πεπραχόσι θαρρῆσαι παρασχεῖν.
[10] οὐ τοίνυν οὐδὲ ὁ τῶν Τρώων στρατηγὸς ὑπὸ τῆς εὐημερίας εἰς ῥᾳστώνην ἀπέκλινεν, ἀλλὰ καὶ αὐτὸς ἆθλα προὐτίθει τῆς νυκτὸς τοῖς τολμῶσι τῷ νεωρίῳ προσελθεῖν, καὶ τύχῃ μὲν ὁ Δόλων ἐχρήσατο χείρονι, τοῦτο δὲ οὐκ ἐλέγχει τὴν Ἕκτορος βουλὴν ὡς οὐκ ἦν ἀγαθή.
[11] ὅλως δὲ τῆς νυκτὸς ἡ φύσις συμπράττει πρὸς εὐβουλίαν οὐχ ἑλκομένου τῇδε κἀκεῖσε τοῦ λογισμοῦ καὶ τῆς ψυχῆς ὑπὸ τοῦ πλήθους τῶν ἐν ἡμέρᾳ πραττομένων ταραττομένης, ἀλλ' ἡσυχίᾳ ῥᾳδίως εὑρισκούσης τὸ δέον. ἐντεῦθεν εὐφρόνη καλεῖται παρὰ τῶν ποιητῶν ἡ νὺξ καὶ τὴν παροιμίαν ἐποίησε τὰς βουλὰς εἰς τὸν τῆς νυκτὸς ἄγειν καιρόν.
[12] Ταῦτα δεῖ πάντα τοὺς βασιλεῖς ἐνθυμουμένους ἥκιστα μὲν ὕπνῳ δουλεύειν, μάλιστα δὲ τοῦ φροντίζειν ἔχεσθαι.
[3][t][1] Ἔστι μὲν τὸ χρησιμώτατον πάντων τῶν ἐν τῷ βίῳ ῥητορική, τῶν δ' αὖ ῥητόρων τὸ κεφάλαιον Δημοσθένης. ὃς παρῆλθε μὲν τὸν Ἰσοκράτην, ἀπέκρυψε δὲ τὸν αὑτοῦ διδάσκαλον Ἰσαῖον, κρείττων δὲ φανεὶς καὶ τῶν καθ' ἑαυτὸν καὶ τῶν ἔμπροσθεν οὐδὲ τοῖς ἐσομένοις ἅμιλλαν ἔδωκεν, ὢν δὲ λέγειν ἄριστος πολὺ βελτίων ἦν τὴν προαίρεσιν, ὃς κατὰ μὲν τῆς πατρίδος οὐκ ἐδέξατο χρυσίον, ὑπὲρ δὲ τῆς ἐνεγκούσης διετέλεσε πονῶν καὶ τοσοῦτον ἀπέσχε τοῦ γενέσθαι πονηρὸς ὥστε καὶ τοὺς ἄλλους ἐπηνάγκαζεν εἶναι χρηστούς.
[2] τῶν μὲν οὖν πολιτευμάτων οἷς ὤρθου τὰς Ἀθήνας ἐν ἑτέροις καιροῖς μνημονεύσομεν, νῦν δέ μοι τὴν γνώμην ἐκείνην ἐπῆλθε θαυμάσαι, δι' ἧς οὐ μόνον τοὺς ἐκκλησιάζοντας ἡνίκα παρῆλθεν ὤνησεν, ἀλλὰ καὶ πάντας ἁπλῶς οἷς ὁμιλῆσαι τοῖς ἐκείνου συγγράμμασιν ὑπῆρχεν. ἀποφαίνεται γὰρ τὸ δεῖν χρημάτων ὡς οὐκ ἐνὸν ἄλλως ἢ μετ' ἐκείνων τὰ δέοντα πραχθῆναι.
[3] Καὶ τὰ μὲν ἐκείνου ταῦτα, μαρτυρεῖ δὲ τῷ λόγῳ τὰ πράγματα. πρῶτον μέν, ἵν' ἀπὸ τοῦ μεγίστου ποιήσωμαι τὴν ἀρχήν, τὰ ταῖς πόλεσιν ἀναγκαιότατα δι' ἐκείνων γίνεται, τὰ τείχη, τὰ ὅπλα, νῆες, νεώσοικοι, λουτρῶν χάριτες, ἱερῶν κάλλη, χαρακώματα, τάφροι.
[4] καὶ μὴν τῶν μὲν θεῶν εὔνοιαν αἱ θυσίαι προσάγονται, λαμπρῶς δὲ θύειν τοῖς εὐποροῦσιν ὑπάρχει. ταὐτὰ τοίνυν καὶ περὶ τῶν ἀναθημάτων ἔστιν εἰπεῖν. στρατεία δὲ πῶς ἂν ἐκπεμφθείη συμμάχοις κινδυνεύουσιν ἄνευ σιτηρεσίου; σιτηρέσιον δὲ πῶς ἂν γένοιτο χρημάτων χωρίς;
[5] Οὐ τοίνυν τὰ μὲν τῶν πόλεων οὕτω, τὰ δὲ καθέκαστον ἑτέρως, ἀλλὰ κἀνταῦθα τὸ ἴσον κρατεῖ. σκεψώμεθα γάρ. δεῖ μὲν οἰκίαν οἰκοδομεῖσθαι, δεῖ δὲ γύναιον ἄγεσθαι, δεῖ δὲ τοὺς γινομένους παῖδας τρέφειν. τούτων δὲ ἕκαστον ἐκ δαπάνης ὁρμᾶται. εἰ τῶν ἀρρωστούντων ἀφέλοις τὰ χρήματα, ταχὺ τεθνήξονται, εἰ τῶν σοφίας ἐπιθυμούντων, οὐδέποτε κτήσονται. δεῖ μὲν γὰρ βιβλία ὠνεῖσθαι, δεῖ δὲ τὰς μαθήσεις παρὰ τῶν ἐπισταμένων πρίασθαι. ἁπλῶς δὲ τῶν τε τὰς ψυχὰς ὠφελούντων καὶ τῶν τὰ σώματα φυλαττόντων οὐδὲν ὃ μὴ τὴν ἀφορμὴν ἐκεῖθεν λαμβάνει, ἐπεὶ καὶ πρὸς αὐτὴν τὴν ἐσθῆτα δεῖ χρημάτων, ὧν χωρὶς οὐκ ἔστιν αὐτὴν κτήσασθαι.
[6] τίς δ' ἂν ἀποδημία συμφέρουσα γένοιτο μὴ τούτων ὑπόντων; τίς δ' ἂν χρήσιμος πρὸς τὴν ἐνεγκοῦσαν φανείη μὴ χορηγῶν, μὴ λειτουργῶν, μὴ τριηραρχῶν, μὴ πρῶτος ἐν ταῖς ἐπιδόσεσιν ἐνδεικνύμενος; οὐκ ἂν τυραννὶς ἐπὶ πλεῖον ἀρκέσειε πενίᾳ συνεζευγμένη, οὐκ ἂν βασιλεία ταύτης ὑπούσης. καὶ δημοκρατίαν ἴσμεν χρημάτων ἀπορίᾳ ταχέως κινουμένην. μετὰ τούτων ἔστι καὶ τοὺς ἐπιτηδείους ὠφελεῖν καὶ τῶν δυσμενῶν κρατεῖν. πρόχειρον γὰρ τοὺς εὐπόρους ξενικῶν προσθήκῃ τὰς δυνάμεις αὐξῆσαι.
[7] Εἰ τοίνυν οἷς περιουσία χρημάτων, τούτοις ἅπαντα χωρεῖ κατὰ νοῦν, ἀνάγκη μηδὲν πληροῦσθαι τῶν δεόντων, ἔνθα τούτων ἡ σπάνις. οὔτε ἄνευ ὅπλων ἔστι ποιεῖσθαι πόλεμον οὔτε ἄνευ σκάφους περαιοῦσθαι τὴν θάλατταν οὔτε βαδίζειν χωρὶς ποδῶν οὔτε ἄνευ χρημάτων τοῦ δέοντος τυχεῖν. ὥσπερ γὰρ ὀφθαλμῶν ἐστερημένον οὐκ ἔστιν ὁρᾶν, οὕτω τὸν ἐν ἐνδείᾳ καθεστῶτα χρημάτων ἃ προσῆκεν οὐκ ἔστι ποιεῖν.
[8] Ἀπόβλεψον δὴ εἰς τὴν Ἀθημαίων πόλιν καὶ μᾶλλον ἐκ τοῦ παραδείγματος θαυμάσῃ τὸν λόγον. ἐκεῖνοι μὲν γὰρ ἕως ἐθάρρουν μυρίοις ταλάντοις ἐν ἀκροπόλει κειμένοις, ἡγοῦντο μὲν τῶν Ἑλλήνων, ἐκράτουν δὲ τῶν Λακεδαιμονίων, ἦσαν δὲ φοβερώτεροι τῷ Περσῶν βασιλεῖ· ἐπεὶ δὲ προϊὼν ὁ χρόνος ἐξανάλωσε τὰς περιουσίας, ὑπέκυψαν μὲν τοῖς ἐχθροῖς, τυράννους δὲ παρεδέξαντο, κατέσκαψαν δὲ τὰ τείχη τῶν δυσμενῶν κελευόντων.
[9] ἐπ' αὐτῶν τοίνυν τῶν καιρῶν ἐν οἷς ἐπολιτεύετο Δημοσθένης οὐδὲν οὕτως ἐλυμήνατο τοῖς πράγμασιν ὡς τὸ τῆς ἀπορίας. οὐδὲ ἄλλο τι Φίλιππον ηὔξησεν ἢ τὸ πλουτεῖν, καὶ τοσοῦτον ἴσχυσε τῷ κεκτῆσθαι χρυσίον ὥστε τῶν ἄμεινον ἠσκημένων πολεμεῖν τὰς πόλεις ἐπρίατο τοὺς παρ' ἑκάστῃ προστάτας ὠνούμενος.
[10] Οὐ τοίνυν Δημοσθένης μὲν οὕτως, ἄλλως δὲ Πίνδαρος, οὐδ' οὗτοι μὲν πάντα συνᾴδουσι, Θουκυδίδης δὲ τοὐναντίον φθέγγεται, ἀλλὰ καὶ ῥήτορας καὶ συγγραφέας καὶ ποιητὰς ταὐτὸν εὑρήσεις λέγοντας· δεῖ χρημάτων τοῖς μὴ μέλλουσιν ἁμαρτήσεσθαι τοῦ δέοντος. ὥστ', εἴπερ καὶ ὑμῖν ἔρως τοῦ κατορθοῦν, ἐπιμελητέον πόρων.