8442 746 0 16 1 0 IV d. C. Retorica Libanius Progymnasmata Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 155

Libanius - Progymnasmata XI

Ἠθοποιίαι.

[1]

Τίνας ἂν εἴποι λόγους Μήδεια μέλλουσα ἀποσφάττειν τοὺς ἑαυτῆς παῖδας;

[1]    Εἶχον ἄρα καὶ αὐτὴ βοήθειαν τὴν παρὰ τῆς τέχνης καὶ οὐκ ἔμελλον ἀλγήσειν μόνον ἀδικουμένη, ἀλλὰ καὶ λήψεσθαι δίκην. οὐκέτι βασιλεὺς Ἰάσων, οὐκέτι τῷ Κορινθίων ἐπαιρόμενος πλούτῳ. πάντα ἀνέτρεψεν ὁ στέφανος, πάντα διέφθειρεν ὁ πέπλος, πάντα συγκέχυται τῷ πυρί. καὶ πρόσεστι τῇ συμφορᾷ τὸ τῆς ἀγνοίας μέρος, τὸ μηδὲν ὑπιδέσθαι τῶν παρ' ἐμοῦ.

[2] τί οὖν; ἀρκεῖν ἡγησόμεθα ταῦτα καὶ πλέον οὐδὲν ζητήσομεν; μηδαμῶς. ἔστιν ἑτέρα τιμωρία χαλεπωτέρα τῆς προτέρας οὐδὲν δεομένη φαρμάκων καὶ λανθανούσης μηχανῆς, ἀλλὰ γνώμης ἀνδρειοτέρας καὶ δεξιᾶς μηδὲν ὀκνούσης. εἰσὶ παῖδες τῷ πάντων ἀδικωτάτῳ καὶ καλεῖται πατήρ. ἀφελώμεθα ταύτην αὐτὸν τὴν παραμυθίαν καὶ τὴν προσηγορίαν.

[3]    Οὐδὲν ἐᾷ με τῶν δικαίων ἐξετάζειν τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἐμῶν κακῶν, ἀλλ' ὅταν λογίσωμαι τί δράσασα τίνων ἀπολέλαυκα, πάντα πρὸς δίκην ἡγοῦμαι μικρά. Αἰήτης ἐμοὶ πατὴρ καὶ Σκυθῶν ἦν βασιλεύς. καὶ παρθενία καὶ φήμη βελτίων καὶ πολλοὶ τῶν ἐν τέλει μνηστῆρες καὶ τῶν παρόντων ἐλπίδες ἀμείνους.

[4]

κατέπλευσεν ὁ μιαρὸς οὗτος ὁ μήτε θεοὺς φοβούμενος μήτ' ἀνθρώπους αἰδούμενος καὶ ἦν ἐν πᾶσι κακοῖς καὶ τῶν ἀδυνάτων ἔδει γενέσθαι κρείττω, ταύρων πῦρ ἀφιέντων, ὁπλιτῶν ἐκ γῆς ἀνατρεχόντων, δράκοντος οὐκ εἰδότος καθεύδειν.

[5] τὸ μὲν οὖν δίκαιον ἦν ἥττω δειχθῆναι τῶν ὅλων καὶ πεσεῖν αὐτὸν καὶ τὴν νίκην γενέσθαι τοὐμοῦ πατρὸς καὶ μὴ καταγελάσαι τῆς Αἰήτου βασιλείας ἄνθρωπον ἑνὸς πλοίου δεσπότην· ἐγὼ δὲ ἡ πάντας μὲν παρελθοῦσα προδότας πονηρίᾳ, πάντας δὲ ἀνοήτους μωρίᾳ τοὺς μὲν οἰκείους ἐχθρούς, τοὺς δὲ ἐχθροὺς οἰκείους ἡγησάμην καὶ κατὰ τῆς πατρίδος ἔστην μετὰ τῶν ἀλλοφύλων καὶ τὴν τέχνην ἀντέταξα τῇ φύσει.

[6] τῶν θηρίων ἔσβεστο τὸ πῦρ, ἤνεγκαν οἱ ταῦροι τὸν ζυγόν, εἶξεν ἀρότρῳ γῆ πάντων στερροτέρα, καθεύδων ὤφθη δράκων οὔπω πρότερον τοῦτο παθών, ἐν χερσὶν ἦν τὸ δέρας τοῦ τρέμοντος, ἐγὼ δὲ ἐπὶ τούτοις ἀνέβαινον εἰς τὴν ναῦν πολλαῖς πιστεύσασα καὶ μεγάλαις ἐπαγγελίαις, ὅρκοις, αὐταῖς ταῖς εὐεργεσίαις. ἐδέξατο τῆς ἐμῆς εὐνοίας ἀπόδειξιν καὶ Ἰωλκός, οὗ βασιλεὺς Πελίας δυσμενὴς γέρων ὑπὸ τούτων ἃς ἐγέννησε κατεκόπτετο νεότητος ἐλπίδι προαπελθὼν ἀπάτῃ.

[7] τὰ μὲν εἰς Ἰάσονα παρ' ἐμοῦ τοιαῦτα, τὰ μὲν οἴκοι, τὰ δὲ ἐπὶ τῆς Ἑλλάδος· αἱ δὲ ἀμοιβαὶ τίνες; Κόρινθον εἶδε καὶ τὴν Κρέοντος ἀρχὴν καὶ περὶ τῆς Γλαύκης ἤκουσε καὶ λόγος οὐδεὶς τῶν ἐμῶν, ἀλλ' ἐγάμει παῖδας ἔχων. ᾖδεν ὑμέναιον ζώσης ἐμοῦ καὶ πάντα ἐκεῖνα ἐξεβέβλητο καὶ πρὸς τὸν ἔρωτα τῆς δυναστείας αἱ παρ' ἐμοῦ χάριτες ἠμέληντο. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλ' ἠλαυνόμην, ὑβριζόμην, προὐπηλακιζόμην. ἐντεῦθεν εἰκότως μὲν ἠγανάκτουν, πρὸς δὲ τὴν μόνην καταφυγὴν εἶδον, τὴν τέχνην, ἡ δὲ ἤρκεσε.

[8] χωρῶμεν δὴ καὶ διὰ τῶν λοιπῶν καὶ δι' ὅσων ἔξεστιν ἴωμεν. πλῆττε, Μήδεια, παῖδας, σφάττε παῖδας τοὺς Ἰάσονος, ἀνδρὸς ἀδίκου, πονηροῦ πατρός, ξένου κακοῦ. μηδέν σε τῶν πάντων διαλλαττέτω, μὴ φύσις, μὴ γαστήρ, μὴ λογισμὸς ὠδίνων, μὴ τροφή, μὴ φωνή, μὴ μορφή. ζημιούσθω μὲν Ἰάσων τοῖς παισίν, οἱ δὲ τὴν παρὰ τῶν ἐχθρῶν διαφευγέτωσαν αἰκίαν. μὴ γὰρ λάβοιεν τούτους οἱ Γλαύκης συγγενεῖς μηδ' ἀφεῖεν εἰς αὐτοὺς τὸν θυμόν.

[9] δεινὸν μὲν τὸ ἔργον, ἀλλ' ἀκόλουθον τῷ προτέρῳ. περὶ τὴν φύσιν ἀσεβήσομεν. τοῦτο πάλαι τετολμήκαμεν. ἀδελφοῦ φόνος ἐπὶ τὸν τῶν παίδων παραπέμπει φόνον. τῆς αὐτῆς ἐστι καὶ τοῦτο γνώμης, τῆς αὐτῆς δεξιᾶς.

[10]    Ἥκετε, ὦ παῖδες, ὑπὸ τὸ ξίφος, ἥκετε. τοῦτο εἰς ὑμᾶς ὁ πατὴρ ὠθεῖ δι' ἐμοῦ. εἰ γὰρ ἐκεῖνος ἦν χρηστός, οὐδέν γε τούτων ἔδει. καλαί γε αἱ μορφαί, καλὸς ὁ τύπος τοῦ σώματος. ἀλλ' ἐοίκασι τῷ πατρί. τοῦθ' ἡδίω μοι ποιήσει τὸν φόνον.

[11]    Οἱ μὲν οὖν αὐτίκα κείσονται, ἐγὼ δὲ ἄνωθεν ἐξ ἀέρος μέσου τὸν ἀλιτήριον ὄψομαι, καὶ στένων καὶ πάντα ποιῶν βοήσεται μέν, οὐ μὴν λήψεταί μου. τοιούτῳ ζεύγει θαρρῶ δρακόντων. ἐπιβᾶσα δὲ τῶν Ἀθηνῶν ἐκεῖσε τὴν λύπην ἀποθήσομαι.

[2][t]

Τίνας ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκτορι;

[1]    Ἥκει δὴ πρὸς ἔργον ὁ φόβος καὶ τοὺς ἐμοὺς λόγους Ἕκτωρ ὑπεριδὼν ἔγνω με τὰ βέλτιστα εἰσηγουμένην. παρῄνουν ἑαυτοῦ φείδεσθαι. ὁ δὲ ἠφείδησε. τοιγαροῦν τέθνηκεν οὐκ ἐν ταῖς ἡμετέραις, ὦ θεοί, χερσίν, ἀλλ' ὑπὸ τοῦ Ἀχιλλέως.

[2] τὸ δὲ ἐκεῖνον τεθνάναι τὸν Πρίαμόν ἐστιν ἀπολωλέναι, τὴν Ἑκάβην, τοὺς ἀδελφούς, τουτὶ τὸ παιδίον, ἐμέ, τὴν πόλιν ὅλην. ἐκεῖνος ἔσωζε τὸ Ἴλιον. πόθεν οὖν ἔτι σωθήσεται; ἔρρει πάντα καὶ διέφθαρται. καὶ γέγονα γυναικῶν ἀθλιωτάτη. οἵας με γεύσας ὁ δαίμων εὐδαιμονίας ἀπεστέρησεν;

[3] ἦν μοι πατὴρ καὶ μήτηρ ἐν βασιλείοις καὶ χορὸς ἀδελφῶν καὶ πάντα λαμπρά. τούτοις προσεγένετο μεῖζον ἕτερον, σύνοικος Ἕκτωρ, ὁπλίτης θαυμαστός, ‹σύμβουλος› ἀγαθός. ἐβλεπόμην, εὐδαιμονιζόμην. καὶ τὴν Ἀνδρομάχην τις προσειπὼν τὴν τοῦ στρατηγοῦ προσέθηκεν ἄν, τὴν τοῦ κρατοῦντος, τὴν μακαρίαν.

[4] ἔδει μὲν οὖν μέχρι γήρως δι' ὁμοίας ἀφικέσθαι τῆς τύχης, ἀλλ' οὐκ εἴασεν ὁ χαλεπὸς οὗτος Ἀχιλλεύς, ὃν ἡ Θέτις ἔτεκεν ἐπ' ἐμοί. κατήνεγκέ μοι τὸν πατέρα, ἀπέσφαξε τοὺς ἀδελφούς, δουλείαν ἐπέβαλε τῇ μητρί, εἶτα ἀπέδοτο, καὶ οὐδὲ αὐτὴ περίεστι.

[5] καὶ ταῦτα δεινὰ μέν, φορητὰ δὲ ἐποίησας, Ἕκτορ, τὰ δυστυχήματα καὶ τὰ πάντων παρεῖχες μόνος καὶ ὧν ἐστερόμην, ᾤμην εἶναί μοι διὰ σέ. ἀλλ' ἀπεσφάγης, ἐδέξω τὴν πληγήν. ᾠχόμεθα, ἀπολώλαμεν. πρόσεισι τὰ δεινά, πλησίον ὁ κίνδυνος, ἐγγὺς τὸ πῦρ. ὁρᾶν μοι δοκῶ τοὺς Τρῶας κατακοπτομένους, τὰς γυναῖκας ὑβριζομένας, ‹τὰς παρθένους› αἰσχυνομένας, τοὺς παῖδας ἑλκομένους, ὁρᾶν τὸν σίδηρον, ὁρᾶν τὴν φλόγα. ἀνέῳκται τοῖς πολεμίοις τὸ Ἴλιον οὐκέτι σοῦ προβεβλημένου τῶν πυλῶν.

[6]    Ὦ παιδίον, ἴσως σε λαβών τις τῶν πολεμίων προσαράξει τῷ πύργῳ. γενναῖος ἦν ὁ πατήρ. ὀφείλεις δίκας τοῖς Ἀχαιοῖς. ἐμὲ δὲ ἄρα ἀποκτενεῖ τις. τοῦτο γοῦν εὐτυχήσομεν. ἀλλ' οὐκ ἔστι. δουλεία με μένει καὶ διακονία, πληγαὶ καὶ διὰ τέλους δάκρυα. καὶ γῆν ἴσως ὄψομαι παρ' ἧς ἡμῖν οὗτος ὁ πολέμιος ἐπῆλθε. τάχα που καὶ τὸ δεινὸν ἀναγκασθήσομαι, μίγνυσθαι τῷ τὸν Ἕκτορα ἀπεκτονότι. [3] [t]

Τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ κειμένῳ;

[1]    Οἴμοι τῆς παρούσης συμφορᾶς. πέπτωκας, Πάτροκλε. ἐφ' ἑτέραις μὲν ἐπέμπου ταῖς ἐλπίσιν, ἑτέρας δὲ τῆς τύχης ἐπειράθης. ἐγὼ μὲν ἤλπιζόν σε νενικηκότα δέχεσθαι, νυνὶ δὲ τετελευτηκότα θρηνῶ. ἐπὶ κακῷ τότε τοῖς Ἕλλησιν ἐβοήθησας. οὐκέτι γὰρ ὄψομαί σε τὸν φιλέταιρον, τὸν πάντων μοι τῶν ἑταίρων τιμιώτατον. εἴθε μοι κατὰ σκηνὴν ἔμενες, καὶ τούτων ἂν ἦμεν ἡμεῖς ἀπηλλαγμένοι τῶν θρήνων. ταῦτ' ἐφοβούμην, ταῦτ' ἐκβέβηκεν.

[2] ἀλλὰ γὰρ ἀναμιμνήσκομαι τῶν πρότερον ἀγαθῶν, τῶν τότε, ὅτε μὲν κατεφρόνεις Ἀγαμέμνονος, ἐμὲ δὲ ἠγάπας, ὅτε ἀντὶ τοῦ τὸν σὸν γηροβοσκεῖν πατέρα τὴν μετ' ἐμοῦ πορείαν εἵλου καὶ οὔτε μήτηρ οὔτ' ἄλλος οὐδεὶς ἔπειθέ σε μένειν.

[3] τὰ δ' ἐπὶ τούτοις οὐκ ἐλάττω· σὺ γὰρ ἦσθα ὁ φιλῶν μὲν οὓς ἠγάπων, μισῶν δὲ οἷς ἀπηχθόμην, χαίρων δὲ τοῖς ἐμοῖς ἤθεσι μᾶλλον ἢ τοῖς τῶν ἑτέρων, εὐνοῶν, συμβουλευόμενος, τιμὴν ἀπονέμων τὴν ἀξίαν, συνοργιζόμενος, ᾧ τὴν ἐμὴν ἐπίστευσα πανοπλίαν, ὅτε πολεμεῖν ἐβουλήθης, ὅτε τοὺς Ἕλληνας καὶ πάσας τὰς ναῦς τοῦ πυρὸς ἀπήλλαξας.

[4] καὶ ταῦτα μὲν οὕτως, τὰ δ' ἐντεῦθεν δάκρυα, θρῆνοι, ὀδυρμοί. τίς μοι τὴν σὴν πληρώσει τάξιν; ποίοις ἂν ὀφθαλμοῖς ἴδοιμι τὸν σὸν πατέρα, ὅταν ἐνθάδε κείμενόν σε καταλελοιπὼς ἀνέλθω;

[5] ἀλλ' ἐπειδὴ τοῦτό γε παθεῖν ἐχρῆν, ὡς οὐκ ὤφελεν, οὐδὲ τελευτήσαντος ἀπολείψομαι, ἀλλ' ἀμυνῶ σοι κατὰ τὸ δυνατόν. ἐπειδὰν δὲ κἀμὲ τὸν βίον καταλῦσαι δέῃ, σὺν σοὶ κείσομαι. οὐ γάρ μοι θέμις μεθ' οὗ ζῶν διετέλουν, τούτου τελευτήσαντος ἐχθρὸν γενέσθαι.

[6] εἶεν, ἐχέτω μὲν ταῦτα ἡμῖν ὡς ἔχει, ἐγὼ δὲ λοιπὸν ἐπὶ τὴν μάχην καὶ τὸν Ἕκτορα τρέψομαι καὶ οὐ πρότερον ἀνήσω πρὶν ἂν τοῦ σοῦ γεγονότος φονέως λαβόμενος καὶ τοῦτον ἀνελὼν περὶ τὸ σὸν ἑλκύσω μνῆμα οὐκ ὀλίγην ἐμαυτῷ τοῦ παρόντος ἐπὶ σοὶ πάθους διὰ τῆς Ἕκτορος ἀναιρέσεως παραμυθίαν διδούς.

[7]

ἀλλὰ τί ταῦτα λέγω γυμνὸς ὅπλων ἄνθρωπος τῷ πάντων μοι τῶν ἑταίρων τιμιωτάτῳ τὴν ἐμὴν διὰ τῶν ὅπλων ἀσφάλειαν συναπολωλεκώς, ἐφ' ᾗ νῦν ὁ πάντων ἔχθιστος φαιδρύνεται; πόθεν οὖν ὅπλων εὐπορήσομεν; οὔτε γὰρ Αἴαντα ἀφοπλίζειν καλὸν τά τε τῶν ἄλλων οὐχ ἁρμόδια.

[8] ἀλλ' εὗρον δι' ὧν εὐπορήσομεν ὅπλων. ἐπὶ τὴν μητέρα πορεύσομαι. αὕτη πρὸς τὸν Ἥφαιστον ἀφίξεται. ἐκεῖθέν μοι τὴν πρέπουσαν πανοπλίαν κομιεῖ, ᾗ χρησάμενος τιμωρήσω τῷ πεπτωκότι φίλῳ καὶ δίκην λήψομαι παρὰ τοῦ ταύτης τῆς συμφορᾶς αἰτίου.

[4][t]

Τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἡττωμένων τῶν Ἑλλήνων;

[1]    Ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν Ἀγαμέμνων γινώσκει τὴν ἡμετέραν ῥοπὴν καὶ παθὼν μεμάθηκε μὴ τοὺς ἀρίστους ἀτιμάζειν. φεύγει καὶ τρέμει καὶ πέφρικε καὶ περὶ ἀποπλοίας ποιεῖται λόγον ἐν τοῖς Ἀχαιοῖς ὁ νεανίας. καίτοι τούτων οὐδὲν ἂν ἦν, εἰ σωφρονεῖν ἤθελε καὶ μὴ τοῖς ἑαυτοῦ λυμαίνεσθαι πράγμασι.

[2] καλῶς, ὦ θεοί, καλῶς ἐδικάσατε τοὺς μὲν ταπεινοὺς ἄραντες μεγάλους, τοὺς Τρῶας, τοὺς δὲ φοβεροὺς δι' ἐμοῦ πρότερον ταπεινώσαντες, τοὺς Ἕλληνας. μηδεὶς γὰρ ἀχάριστος εὖ πραττέτω. οὐκ ᾐσχύνθη τὰς τρεῖς καὶ εἴκοσι πόλεις τὰς ὑπ' ἐμοῦ πεσούσας Ἀγαμέμνων, οὐ τοὺς κατὰ θάλατταν πόνους, οὐ τὰς ἐν τῇ γῇ ταλαιπωρίας, οὐ τὸν πλοῦτον ἐκείνων ὃν εἰς αὐτὸν μετήνεγκα, οὐ λάφυρα, οὐ γυναῖκας, ὧν μεστὴν ἔχων τὴν σκηνὴν ἑτέρων ἐπεθύμει.

[3] καὶ ταῦτ' ἐποίουν ἐγὼ μήτε τοῖς Τρωσὶν ἔχων ὑπὲρ τῆς ἐμαυτοῦ γῆς ἐγκαλεῖν μήθ' ὅρκων ἀνάγκῃ κατειλημμένος, ἀλλ' ἔπλεον δόξης τ' ἔρωτι καὶ τῷ τοῖς ὑβρισμένοις ἐθέλειν χαρίζεσθαι.

[4]

τίνα δὴ καὶ τὰ λυπήσαντα τὸν χρηστὸν βασιλέα; ταῦτα ἃ καὶ μόνα δικαίως ἄν μοι τιμὰς ἤνεγκεν, εἰ καὶ μηδὲν ἐτύγχανον ἐν τοῖς ὅπλοις τοὺς πολεμίους λελυπηκώς. ἐξεπολέμωσε τῷ στρατῷ τὸν Ἀπόλλω γυναικὸς ἕνεκα μιᾶς ἧς τὸν πατέρα γέροντα ἄνθρωπον μικροῦ συνέκοψεν, ᾧ τρόπον τινὰ συνεπρέσβευσεν ὁ θεός. εἶθ' οἱ μὲν ἀνηλίσκοντο λοιμῷ, ὁ δὲ τῆς Χρυσηίδος ἀπήλαυεν, ἔμελε δὲ οὐδενὶ τοῦ πράγματος. χρόνου δὲ προϊόντος ἐφρόντισα, ἤλγησα, ὁμολογῶ, τοὺς ἀπολλυμένους ἠλέησα.

[5] τίνες οὖν οἱ τούτων μισθοί; κήρυκες εὐθὺς ἐπὶ τὸ γέρας τοὐμὸν καὶ ἀφείλοντο. καὶ πολὺ τούτων χαλεπώτερα ῥήματα, ἐν οἷς δύσεριν καὶ φιλόνεικον καὶ ἀφόρητον καὶ βαρὺν ὠνόμαζε καὶ ἀνάγεσθαι τὴν ταχίστην ἐκέλευεν ὡς ἐν ἄλλοις ἔχων τὰς τῆς νίκης ἐλπίδας.

[6] πῶς οὖν ἐνίκησεν; ἔτι καὶ τεῖχος προὐβάλετο τῶν νεῶν. οὕτως ἀρκοῦσι πρὸς σωτηρίαν τῶν ὅλων αἱ τῶν ἀρίστων ἐλπίδες. εὐδαίμων εἰμί τις τὴν ἡμέραν ταύτην ἰδών, οὐκ ἀρνοῦμαι, ἣ τὴν ἔμπροσθεν τῶν πραγμάτων ἀνέτρεψε τύχην.

[7] ὁ τὰ μὲν πολλὰ κρυπτόμενος Ἕκτωρ, ἐπίδειξιν δὲ νομίζων ἀνδρείας τὸ μέχρι τῆς δρυὸς προελθεῖν μέμφεται τῇ νυκτὶ τὰς ναῦς ἐξελομένῃ τοῦ πυρός. καὶ καλῶς γε μέμφεται. κἂν ἡμέρα φανῇ, δυνήσεται τὸ πῦρ ἐμβαλεῖν ἐμοῦ μὲν ἡσυχάζοντος, τοῦ Διὸς δὲ τοῖς ὑβρικόσι πολεμοῦντος.

[8] ἡγοῦμαι μὲν οὖν καὶ τὸ στράτευμα τῶν ἀδικημάτων κοινωνεῖν. εἰ γὰρ λαβόντες λίθους οὐκ ἐπέτρεπον τῷ τοιαῦτα βλάπτοντι τὰ πράγματα, πάντως ἄν, κἂν ἄκων, ἐσωφρόνει. νῦν δὲ ὁ μὲν ἠσέλγαινεν, οἱ δὲ ἐσιώπων. διὰ τοῦτο ἐλαύνονται, σφάττονται καὶ τὸν Ἕκτορα δεδοίκασιν ὥσπερ τι τῶν ἐξ οὐρανοῦ βελῶν.

[9] οἶδα τοίνυν ὡς ὀδύρεται μὲν ἐπὶ τοῖς παροῦσιν Ἀγαμέμνων, κατηγορήσει δὲ τῆς αὑτοῦ μανίας, ἐκπέμψει δὲ τοὺς ἀπολογησομένους. αἱ δὲ τῆς Ἀθηνᾶς ὑποσχέσεις εἰς ἔργον ἥξουσι. δώρων μοι μεμνήσεται πολλῶν Ἀγαμέμνων, ἐγὼ δὲ οὐδὲν οὕτως οὔτ' ὄψομαι οὔτ' ἀκούσομαι μέγα, δι' ὃ τὴν ὀργὴν ἐκβαλὼν συμπαρατάξομαι.

[5][t]

Τίνας ἂν εἴποι λόγους Αἴας μέλλων ἑαυτὸν ἀποσφάττειν;

[1]    Ὢ δύο μεγίστων κακῶν, μανίας τε ἣν ἐμάνην καὶ σωφροσύνης ἣν νῦν σωφρονῶ. δρῶν μὲν οὐκ ᾔδειν ἃ ἔδρων, δράσας δὲ μανθάνω τὰ πεπραγμένα. ἀπέκτεινα μέν, ἀλλὰ βοσκήματα. ἀπέκτεινα μέν, ἀλλ' ὡς οὐκ ἤθελον. καὶ ηὐφραινόμην μὲν ὡς δίκην λαμβάνων, ἐσφάττετο δὲ βοσκήματα, ζῶσι δὲ οἱ πονηρότατοι βασιλεῖς καὶ ὁ κατάρατος Ὀδυσσεύς.

[2] μικρὸν δὲ εἰς συμφορὰν ἤδη μοι φαίνεται τὸ μὴ τῶν ὅπλων τυχεῖν. ὑπερβέβληκε μανία τὴν ἐπ' ἐκείνοις λύπην καὶ τήν γε μανίαν αὐτὴν τὸ πάλιν ἀνελθεῖν.

[3] τίς μοι τὴν ψυχὴν ἐτάραξε τῶν θεῶν; τίς τῷ μὲν ἠδικημένῳ πεπολέμηκε, τοῖς δὲ ἠδικηκόσι κεχάρισται; τίς οὕτω κρίσιν ἄτοπον ἐπῄνεσεν; Αἴας Ὀδυσσέως φαυλότερος τοῖς Ἕλλησιν ὁ παραταξάμενος πρὸς τὴν τύχην; οὐ μείζω μὲν ἐγεγόνει τὰ τῶν ἐναντίων, Ἀχιλλεὺς δὲ ἀπῄει ὑβρισμένος; τοιαῦτα γὰρ τοῖς ἀρίστοις παρὰ τῶν Ἀτρειδῶν τὰ γέρα. μέγας δ' ἦν Ἕκτωρ καὶ βαρὺς θεῶν εὐνοία τεθαρρηκώς. οὗ φανέντος ἔλιπε μὲν τὴν τάξιν ὁ γενναῖος καὶ τιμῶν ἄξιος, ἔλιπον δὲ ἄλλοι πολλοὶ τῶν ἐν τέλει, φυγῆς δὲ ὁ βασιλεύων ἐμέμνητο πολλάκις, αἱ δὲ ἐλπίδες ἐπιλελοίπεσαν.

[4] τίς οὖν ἀντέσχε πρὸς ἐκεῖνον τὸν χειμάρρουν; τίς μονομαχῶν μὲν κατέβαλε τὸν Πριάμου, τὸ πῦρ δὲ ἀπεκρούσατο τῶν νεῶν; διὰ τίνα καὶ σκηνὰς ἔχουσι καὶ πλεῖν δύνανται καὶ ζῶσι καὶ δικάζουσιν; ἐῶ τοὺς περὶ τῶν νεκρῶν ἀγῶνας. ἀλλὰ τὸ τῆς συγγενείας δίκαιον τίνος ἐποιεῖτο τὴν πανοπλίαν; νῦν δὲ ὁ μὲν Ἀχιλλέως ἀνεψιὸς ἄτιμος, ὁ δ' οὐδὲν ἐκείνῳ προσήκων κεκόσμηται.

[5] ταῦτα οὐ ξίφους ‹ἄξια›; ἀλλ' οὐ κατέκοπτον τοὺς δυσμενεῖς. ἀλλὰ χαρίζομαι δή τι καὶ τρίτον Ὀδυσσεῖ, καὶ τουτὶ τὸ ξίφος. ἐπεὶ μὴ τοὺς ἐχθρούς, ἐμὲ κτεινάτω. δόξῃ συμβεβίωκα καὶ τὴν νῦν αἰσχύνην οὐ φέρω. δεῖ γὰρ τοὺς ἀγαθοὺς ἢ ζῆν εὐδοκιμοῦντας ἢ τεθνηκέναι. μὴ γὰρ ἴδοιμι τοὺς Ἕλληνας ἔτι, μηδ' εἰ μέλλοιέν μου φείδεσθαι, μηδὲ δοίην ἐμαυτὸν ὑπὲρ τούτων τοῖς ἐναντίοις.

[6] αἰσχύνομαι τὰ κατωρθωμένα, οὐ δύναμαι δὲ ἀποπλεῖν οἴκαδε. τὸ δὲ ἐπὶ τούτοις ἀφόρητον. παῖς εἰμι Τελαμῶνος τοῦ ταύτην μὲν καθελόντος τὴν πόλιν, ἀριστεῖα δὲ κεκομικότος εἰς Σαλαμῖνα. πολλῶν οὖν μοι θανάτων δεινότερον εἰπεῖν πρὸς ἐκεῖνον καὶ διηγήσασθαι τὰ κατ' ἐμαυτόν. κειμένῳ δὲ ὁ βουλόμενος ἐπεμβαινέτω.

[6][t]

Τίνας ἂν εἴποι λόγους Αἴας μετὰ τὴν μανίαν;

[1]    Ὢ τῆς ἄρτι μανίας, ὢ τῆς νῦν σωφροσύνης, οἷα μὲν ἔδρασα παραφρονήσας, οἷα δὲ αἰσθάνομαι δράσας. ἐμάνην ψήφῳ θεῶν. τί οὖν ἐπὶ τῆς μανίας οὐκ ἔμεινα; ἀπέλαβον τοὺς λογισμοὺς εἰς τὸ μειζόνως δυστυχεῖν. τίς ἄρα μοι συνεξέπλευσεν Ἐριννὺς ἐκ Σαλαμῖνος πλέοντι;

[2] ὢ πολλῶν κατορθωμάτων, εἰς οἷον ἥκω πέρας; ἐξέστην τῶν φρενῶν, ἐμαυτὸν ἠγνόησα. τιμωρίαν ᾤμην λαμβάνειν, ᾔδειν δὲ ὧν ἐποίουν οὐδέν. οὐκ Ὀδυσσεὺς ἦν ὁ δεχόμενος τὴν πληγήν, ὁ θεοῖς ἐχθρός, ὁ πανοῦργος, οὐδὲ Μενέλαος ὁ μαλακὸς οὐδ' Ἀγαμέμνων, ὃν κακῶς ποιῶν οὐκ ἀπέκτεινεν Ἀχιλλεύς.

[3] ἀλλ' ἡ μὲν ὁρμὴ κατ' ἐκείνων, αἱ δὲ σφαγαὶ κατὰ τῶν βοσκημάτων. καὶ τὴν ἔχθραν δείξας ἠτύχησα τῶν ἔργων. καίτοι δίκαια μὲν ἐβουλόμην, δικαίοις δ' ἐπεχείρουν. ἀνθρώπους ἀναισθήτους, ἀγνώμονας, κακῶς δικάσαντας μετῄειν, θαυμάσαντας δὲ τὴν Ὀδυσσέως κομψείαν, οὐδαμοῦ θέντας τὰς ἐμὰς ἀριστείας.

[4] ὁ πλέων ἐγὼ πανταχοῦ καὶ τροφὴν ἀγείρων τῷ στρατῷ καὶ τὴν ἴσην εἰσφέρων Ἀχιλλεῖ ῥοπήν, ὁ πρᾷος εἰς τοὺς ἄρχοντας, ὁ πλείω πράττων ἢ λαλῶν, ὁ τὸν Ἕκτορα κομψὸν ἀποφήνας, ὁ καταβαλὼν ῥᾳδίως, ὁ παρ' αὐτοῦ θαυμαζόμενος ἐπ' ἀνδρείᾳ Ἕκτορος, ὁ μετὰ ταῦτα ἀπόντος Ἀχιλλέως ἀντ' ἐκείνου τοῖς πράγμασιν ἀρκέσας, ὁ τῇ τῆς τύχης ἐπηρείᾳ τὴν ἀρετὴν ἀντιτάξας, ὁ βοῶν, ὁ προτρέπων, ὁ μαχόμενος, ὁ ῥυόμενος τὸ ναυτικόν, ὁ τοὺς νεκροὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐξαρπάσας ἐκ τῶν ἐναντίων, ὁ τὸ σῶμα Ἀχιλλέως κομίσας, ὁ τὰ ὅπλα, ὦ θεοί, οἵων ἔτυχον τῶν Ἀχαιῶν.

[5] κρίσις ἦν καὶ Ὀδυσσεὺς ἀνίστατο φιλονεικήσων καὶ λόγον ἀπαιτῶν ἐντεχνάζειν. καὶ τῶν ἔργων ἡ μαρτυρία παρῶστο καὶ ἀπῆλθον ἐγὼ μὲν ἄτιμος, ὁ δὲ τοῖς ὅπλοις κοσμούμενος τοῖς ἐμοῖς μετ' Ἀχιλλέα. ταῦτα οὐκ ὀργῆς ἄξια; ταῦτα οὐ δίκης; ταῦτα οὐ ξίφους; [6] ἀπεπλάνησέ με τῆς ἐγχειρήσεως ὁ δαίμων καὶ ἀπήνεγκεν ἑτέρωσε καὶ προσέθηκε τῇ τῶν Ἑλλήνων ψήφῳ τὴν τῆς μανίας αἰσχύνην. ἀλλὰ γὰρ ἔχω τῶν συμφορῶν τὴν λύσιν. ἃ γὰρ ἐκείνους οὐκ ἠδυνήθην, ταῦτα ἐμαυτὸν δυνήσομαι δρᾶσαι.

[7] ὦ σφαγεῦ, σύ μοι παρ' Ἕκτορος ἐγένου, πρὸς τὴν χρείαν ἄρκεσον. ἐχθροῦ δῶρον εἶ, σοὶ πρέπει τοὖργον. τίς γένωμαι ζῶν; ποίαν ὁδὸν ἔλθω πραγματείας; συμπαρατάξομαι τοῖς Ἕλλησι; ἀλλ' οὔτε φέρω τοιαῦτ' εἰργασμένος οὔτ' ἀσφαλές. ἀλλὰ μετατάξομαι πρὸς τοὺς Τρῶας; ἀλλ' οὔτ' εὐπρεπὲς οὔτ' ἄλλως ἀσφαλές. τῶν τε γὰρ νῦν ὄντων ὀνειδῶν οὐκ ἔλαττον εἰς αἰσχύνην βαρβάρους ὑπ' Αἴαντος εὖ παθεῖν οὕς τε εἴργασμαι τοσαῦτα δεινά, τούτοις οὐκ ἔνι πιστεῦσαι.

[8] τί δὴ λοιπόν; ἐπαναπλεῖν οἴκαδε μετὰ λαμπροῦ γε τοῦ σχήματος; καὶ τί πρὸς τὸν πατέρα λέξω τῆς νεὼς ἐκβὰς τὸν συγκαθελόντα μὲν Ἡρακλεῖ τὴν Τροίαν, ἀπελθόντα δὲ σὺν ἀριστείοις; τί διηγήσομαι πυνθανομένῳ; τὰ ὅπλα; τὴν κρίσιν; τὴν ἧτταν; τὰ βεβουλευμένα μοι; τὰ ἡμαρτημένα; μήποτ' ἐκείνην ἴδοιμι τὴν ἡμέραν. ὥρα δὲ δὴ τὸν σίδηρον ὠθεῖν. τοῦ δὲ παιδὸς θεοῖς μελήσει καὶ Τεύκρῳ.

[7][t]

Τίνας ἂν εἴποι λόγους Αἴας στερηθεὶς τῶν ὅπλων;

[1]    Πάλαι μὲν κατὰ βαρβάρων Ἕλληνες ὡπλιζόμεθα τὴν ἐκ βαρβάρων εἰς ἡμᾶς ἀδικίαν ἀμυνόμενοι, νῦν δὲ κατηγορεῖν τῶν πολεμίων ἀφέντες τὰ τῶν ὁμοφύλων κατοδυρόμεθα δράματα. τί ταῦτα, σύμμαχοι, φάσκω; τίς Ἕλλην ὑπάρχων τὰ τῶν βαρβάρων ἐμιμήσατο; ὁ Λαέρτου τὰ δυσμενῶν κατ' Αἴαντος ἐβουλεύσατο.

[2] ἔσπευσα τῆς πανοπλίας κρατήσειν τοῖς πόνοις. ἐπορεύθην τοῖς κινδύνοις ἐμαυτὸν παραβαλλόμενος, οὐ δόλον ὑφορώμενος, οὐ συμφορὰν λογιζόμενος, οὐκ ὀκνήσας τὸν κίνδυνον, ἀλλ' ἔρωτι τῆς ἀρετῆς καὶ τῶν βλημάτων λαθόμενος. ἐκράτησα τοίνυν βουλήματος, ἤνυσα τὸν ἆθλον, οὐ διήμαρτον τοῦ πόνου. ἀλλὰ κρατήσας νενικημένος ἐλέγχομαι καὶ μόνον τὸν πόνον κληρονομήσας πεφώραμαι τῶν μὲν κινδύνων πειραθείς, τοῦ δὲ ἔρωτος ἀφαιρούμενος.

[3] τίς τοίνυν ὁ παραπείσας; τίς ὁ κατ' ἐμοῦ κωμάσας τῆς πανοπλίας σοφίσματι ‹κρατήσας›; Ἰθακήσιος ἀνήρ, οἴμοι, Λαέρτου παῖς, ὁ συνασπίσας πρότερον, νῦν δὲ πολεμῶν, βουλεύματι στρατεύσας κατὰ τῶν Τρώων, Τρὼς δὲ τὴν γνώμην γενόμενος, ὁ τὰς Πριαμιδῶν ὑπερβαλόμενος τύχας καὶ Δαρδάνου παῖδας ταῖς ἀδικίαις νικήσας. μὴ γὰρ γύναιον ἥρπασε. κοῦφον ἦν τὸ τόλμημα, εἰ κόρην ἐσύλησε. τῆς γὰρ ἡδονῆς στερηθεὶς παραμυθίαν ‹ἂν› ἐλάμβανον. ἀλλὰ γυμνὸς τῆς ἀσπίδος, ἔρημος τῆς πανοπλίας, ἄοπλος ἀναπέφηνα. τῶν τῆς ἀριστείας ὀργάνων σεσυλημένος ἐλέγχομαι.

[4] καλεῖ πόλεμος Αἴαντα. παρατάξεως ἡ χρεία. πρὸ τοῦ ἄστεος ἡ μάχη. ἐξιέναι, στρατεύεσθαι, παρατάττεσθαι προσήκει. πῶς οὖν στρατεύσομαι τῆς πανοπλίας στερούμενος; πῶς δὲ γυμνὸς τοῦ θώρακος φοβήσω; τεῖχος ἀριστέως ἡ πανοπλία νενόμισται, φρούριον ἀρραγὲς ἡ πανοπλία πεπίστευται, κἀκ τῆς ἀσπίδος νικηφόρος ὀνομάζομαι. οὕτω με Τρῶες ἐθαύμαζον στρατευόμενον. οὕτως ἐφόβησα τὸν πολέμιον μαχόμενος μίξας προθυμίᾳ τῆς ἀσπίδος τὸ κατόρθωμα.

[8][t]

Τίνας ἂν εἴποι λόγους ἡ Νιόβη κειμένων τῶν παίδων;

[1]    Ὦ θεοὶ καὶ δαίμονες, πόθεν ταυτὶ τὰ πολλὰ βέλη καὶ δεινὰ καὶ πάντα κατὰ τῶν ἐμῶν παίδων; φεῦ τῶν κακῶν. ἀπολώλεκα τοὺς ἐμαυτῆς ἅπαντας τοὺς δώδεκα. καὶ οὐκ ἔστιν ὁ προσερῶν ἔτι με μητέρα τὴν ὑπὸ τοσούτων ἄρτι τοῦτο καλουμένην.

[2] ὢ τῶν ἐμπεπηγότων τοῖς σώμασιν οἰστῶν. ὢ τοῦ ῥέοντος διὰ τῶν σωμάτων αἵματος. ὢ κάλλους θυγατέρων, ὢ κάλλους υἱέων. ὦ πλοκάμων ὥρα, ὦ προσώπων χάριτες. ὢ στέρνων φιλτάτων. οὐδὲν ἄρα τούτων ᾐδέσθησαν οἱ τοξεύοντες.

[3] τίνι πρῶτον περιχυθῶ; τίνα κλαύσω δεύτερον; ἐπὶ τίνα ἔλθω τρίτον; τίνα ὑπερβῶ; τίνος ἅψωμαι; πόθεν ἄν μοι γένοιτο πλῆθος δακρύων ἀποχρῶν νεκροῖς δώδεκα; τίς ἔσται τῆς ἐκφορᾶς ὁ τρόπος; ἀθρόους δεήσει κομίζειν καὶ κλίνῃ κλίνην ἀκολουθεῖν ἢ τὸν μὲν θάπτειν, ἐφ' ἕτερον δὲ τρέχειν; εἷς ἔσται τάφος ἅπασιν ἢ καθ' ἕκαστον εἷς, καὶ δώδεκα στῆλαι καὶ τοσαῦτα ἐπιγράμματα;

[4] ὢ καινοῦ πάθους. ἐν ἀνδρῶσι τὰ τοῦ πολέμου, ἐν παρθενῶσι τὰ τῶν παρατάξεων. ἀφελκέτω τις τὰ βέλη, καλυπτέτω τοὺς νεκρούς. ἀπείρηκα βλέπουσα τὰ τραύματα. τίς ἡμῖν ἐπεστράτευσε δαίμων; αἰσθάνομαι ἡ κακοδαίμων, συνίημι μόλις· ἡ μήτηρ ὑμᾶς, ὦ παῖδες, ἀπολώλεκεν. ἐγὼ τὴν τύχην ὑμῖν μετέβαλον καὶ τοῖς γε ἄλλοις ἀνθρώποις τὰς περὶ ἐμοῦ φωνάς. ἦσαν γὰρ ἔμπροσθεν· ὡς εὐδαίμων ἡ Νιόβη, γεγονυῖα μὲν ἐκ τοιούτων, τεκοῦσα δὲ τοιούτους καὶ προσέτι τοσούτους. τῷ δὲ ἄρα γε καὶ μεῖζον ἕτερον προσῆν, συνουσία θεοῦ καὶ φιλία Λητοῦς, ἣν ὁρᾷ παροῦσαν, ἧς ἀκούει λαλούσης.

[5] πρὸς ταύτην ἐγώ ποτε παίζουσα τὴν θεὸν ἡ δυστυχὴς ἠρίθμησα τοὺς ἐμαυτῆς, ἡ δὲ οὐκ ἤνεγκε γυναῖκα μωραίνουσαν. ἀλλὰ τὴν πολλὴν ἐκείνην καὶ μακρὰν φιλίαν ῥῆμα μικρὸν φθάσαν τὸν λογισμὸν διέσπασε καὶ διέλυσεν. ἴδε, πόσα δύναται γλώττης ἁμαρτία.

[6] ὢ τῆς ὑπερβολῆς, ὢ τῆς ὠμότητος. οὐκ ἦν ἱκανὸν ἀποστερῆσαί με τῆς πρὸς αὐτὴν ὁμιλίας, οὐκ ἦν ἱκανὸν ἐκβαλεῖν με τῆς συνουσίας; ἀλλ' ἔδει τι καὶ σώματι παθεῖν. ἦσαν αὗται αἱ χεῖρες, ἦσαν ὀφθαλμοὶ καὶ πόδες. τούτων ἔδει τι πεπηρῶσθαι, μᾶλλον δὲ ἀντὶ τούτων τὴν οὐκ εἰδυῖαν σιωπᾶν γλῶτταν.

[7]

ἀλλ' ἔδει τινὰ πεσεῖν πάντως τοῖς Ἀπόλλωνος βέλεσι. τί οὖν; οὐκ ἦν ἐμοὶ σῶμα τῇ φθεγξαμένῃ, τῇ πεπονηρευμένῃ; οὐχ οὕτως ἂν καὶ τὸ δίκαιον ἐσώζετο τῆς τιμωρίας ἐπὶ τὴν ἀδικοῦσαν ἐλθούσης; νῦν δέ, ὦ θεοὶ καὶ νόμοι καὶ δίκη, κακὴ μὲν ἡ μήτηρ, ἀναμάρτητοι δὲ οἱ παῖδες. καὶ ζῇ μὲν ἡ μήτηρ, τεθνᾶσι δὲ οἱ παῖδες. τί πλημμελοῦντες, ὦ Λητοῖ καὶ Ἄρτεμι καὶ Ἄπολλον καὶ βέλη;

[8] ἀλλ' ἔδει τοῦτο τηλικοῦτον ὂν παροφθῆναι τὸ δίκαιον. εἷς παῖς ἀποθνησκέτω, μία κόρη πιπτέτω. εἰ δὲ ὀλίγον τοῦτο, νειμώμεθα τοὺς ἐμούς. εἰ δὲ δεῖ καὶ πλείονας ἀπελθεῖν, ἀλλὰ κατάλιπέ μοι τὸ καλεῖσθαι μητέρα φεισαμένη σώματος ἑνὸς ἀφ' ἑκατέρου γένους.

[9] ἀλλ' ἀνάγκη τοὺς ἐμοὺς παῖδας πάντας καὶ πάσας ἐξαλειφθῆναι. τί οὖν μὴ κἀμὲ προσέθηκας, ἀλλὰ κολάζεις τῷ ζῆν;

[10] τουτὶ μὲν οὖν τὸ κακὸν ἐμαυτῇ λύσω. διὰ τί γὰρ βιώσομαι; ἵνα δακρύοιμι καὶ θρηνοίην καὶ ταῦτά μοι συνειδείη μόνα ἡμέρα καὶ νύξ; ἵνα ἐπὶ τοὺς τάφους τρέχοιμι καὶ μάτην καλοίην τοὺς ἐμαυτῆς καὶ καλοίμην ἀθλιωτάτη πασῶν;

[11] τί με παραμυθήσεται τῶν πάντων; τίς ἕτερος τοιαῦτα παθών; καλή γε ἡ νίκη τῶν θεῶν. οἶκον εὐδαίμονα κεκενώκασιν. ἦ που φιλοτιμοῦνται νῦν ὡς ἀπεκτονότες δώδεκα. ἀλλ' οὐκ ἔσονται δώδεκα, οὔ. προστίθετε γὰρ καὶ τρισκαιδεκάτην δι' ὑμᾶς ἀπολουμένην ἐμέ.

[9][t]

Τὸ αὐτό.

[1]    Ὢ δεινοῦ πάθους καὶ παραδόξου συμφορᾶς καὶ δεινῆς ἀωρίας τῶν μεγάλων συμφορῶν. κεῖταί μοι πλήρωμα παίδων δυστυχὲς εἰς ἑκατέραν μεμερισμένον τὴν φύσιν, ἴσην ἑνὶ καιρῷ τὴν συμφορὰν δεξάμενον, κρεῖττον παραδείγματος οὔτε πραχθὲν πρότερον οὔτε πρὸς τὸ μέλλον ἐνδεχόμενον συμβῆναι.

[2] ὦ πολλὰς ὠδῖνας ὠδίνασα ἐγώ, πολλὰ δὲ αὐχήσασα πρότερον ἐπὶ τοῖς παισί, μέγαν δὲ ἐγείρασα ἐπὶ τοῖς κειμένοις τὸν θρῆνον, ἄπαις ἡ δυστυχής, ἐν ἐρημίᾳ μὲν τῶν παίδων, ἐν ἀφθονίᾳ δὲ πολλῶν δακρύων καὶ τῶν ἐπ' αὐτοῖς θρήνων.

[3] μεῖζον ἐφρόνησα τῆς θνητῆς φύσεως, ἡμιλλήθην πρὸς τὴν τῶν κρειττόνων εὐπαιδίαν, ἐπὶ πολλῇ δὲ τῇ ζημίᾳ ἐπέγνων ὡς μή ποτ' ὤφελον μήτηρ εἶναι, ἣ ἐγενόμην εὐτυχής, ὡς ἐνόμιζον, καὶ παίδων γενέσει διέφερον τῶν πολλῶν ἑκατέρῳ τῷ γένει κομῶσα, πολλοῖς μὲν ᾐθέοις, πολλαῖς δὲ παρθένοις ἀγαλλομένη, αἱ δὲ εὐτυχίαι πολλάκις τὴν γνώμην διαφθείρουσι.

[4]

καὶ τοῦτο οἶδα παθοῦσα, ὅτε τῆς Λητοῦς μεῖζον ἐφρόνησα. οὐ συνίην ἡ δυστυχὴς ὡς τὰ μὲν θεῖα ἀθάνατα καὶ διαρκῆ καὶ πάντων ἀπαθῆ κακῶν, τὰ δὲ ἀνθρώπινα ταῖς μεταβολαῖς ὑπόκειται· [5] ἀλλ' ἐπειδὴ ταῦτα ἐξήμαρτον, ἐμὲ τὴν τιμωρίαν ὑπομεῖναι ἐχρῆν καὶ τοῖς Ἀρτέμιδος καὶ τοῖς Ἀπόλλωνος βέλεσι τοξευθῆναι. ἀλλ' οὐχ οὕτως ἐδίκασαν ἡμῖν οἱ κρείττους, ἀλλὰ τοὺς παῖδας τοὺς πόρρω τῆς αἰτίας, τοὺς οὐδὲν εἰπόντας οὐδὲ αὐχήσαντας, οἷον ἡ δυστυχὴς ἐγώ, τούτους ἀπολωλέκασι.

[6] φεῦ τῶν ἐλπίδων τῶν προτέρων ἐκείνων καὶ τῆς παρούσης ταύτης μεταβολῆς. ἐγὼ μὲν λαμπάδα γαμήλιον ᾤμην προσάψειν τοῖς ᾐθέοις καὶ ταῖς παρθένοις, ἔφθη δὲ ἡ συμφορὰ τὰς ἐπ' ἐκείνων ἐλπίδας.

[7] τίνα ὀδυροῦμαι πρῶτον; τίνα στενάξω; τίνα ἀνακαλέσομαι τῶν κειμένων; τίς χρόνος ἀρκέσει μοι πρὸς τὸν χορόν; ποῖον δακρύων πλῆθος ἀποδώσει κατ' ἀξίαν τοῖς κειμένοις; τίς ὁ μετὰ ταῦτα ἔσται μοι βίος; οὔτε γὰρ λήθην δύναμαι λαβεῖν τῶν ἐμαυτῆς κακῶν, ἀλλ' ἐν ὄψει τὰ δυσχερῆ καὶ τὰ δεινὰ ἐν ὀφθαλμοῖς, καὶ οὐδεὶς χρόνος τηλικοῦτος ‹ὃς› ἀρκέσει πρὸς τὸν θρῆνον ἐμοί.

[8] μία γένοιτ' ἂν ἀπαλλαγή, εἰ συναπέλθοιμι τοῖς δάκρυσιν εἰς ἀναίσθητον μεταβολὴν ἢ τῷ θανάτῳ σβέσαιμι τὸ δεινὸν ἀγχόνῃ χρησαμένη ἢ κατὰ θαλάττης καὶ πετρῶν ἐμαυτὴν ἀφεῖσα ἢ κατ' ἐμαυτῆς ἐνέγκασα τὴν καιρίαν. [10] [t]

Τίνας ἂν εἴποι λόγους ὁ Βελλεροφόντης μέλλων μάχεσθαι τῇ Χιμαίρᾳ;

[1]    Ἡδίστης ξενίας πικρὸν ὁρῶ τὸ τέλος καὶ μεγίστην φιλοτιμίαν λαμπρὸς διαδέχεται πόλεμος. ταύτην δίδωμι σωφροσύνης δίκην, ταύτην τῆς ἐμῆς ἀρετῆς ὑπομένω τιμωρίαν.

[2] ἦν μοι βίος εὐδαίμων ἐν Ἄργει, ἀλλ' ἀρχὴ τῶν φαινομένων κακῶν ἐκεῖθεν ἐγίνετο. ἐθαυμαζόμην ὁρώμενος, ἀφανεῖ δὲ τῷ κάλλει τὸ φαινόμενον κοσμήσας πειρῶμαι κινδύνων. ἤρα μου γυνὴ βασιλέως, ἐγὼ δὲ σωφροσύνης.

[3] καὶ τότε μὲν ἐνίκησεν ἔρως ἐμός, ὁ δὲ τῆς γυναικὸς ἡττώμενος πικρῶς ἐπεξέρχεται καὶ τῆς ἥττης ἀμύνεται ἀπάτην καὶ ψεῦδος παρακαλέσασα συμμάχους.

[4] ἀλλ' ὁ μὲν βασιλεὺς ἐκεῖνος ὀργιζόμενος ἐφείσατο, ὁ δὲ μηδὲν θυμωθεὶς γέγονεν ἀπάτης ὠμῆς διακονία καὶ ξένον ἐποίησε τὸν πόλεμον καὶ μάχην οἵαν οὐδεὶς ἀνθρώπων ἤκουσε.

[5] σύνοδον εὗρε θηρίων καινὴν καὶ χαλεπὰς ἔμιξε φύσεις πολλάς. προβέβληται μὲν ὁ λέων κομῶν, ὁ δὲ κατόπιν πολέμιος δράκων ἐστί. τὴν δὲ Χίμαιραν ἐκ νώτων ἔχει προκύπτουσαν ὡς ἐξ ὕλης πολλὴν τὴν τοῦ στόματος ἀποπέμπουσαν φλόγα. καὶ τριπλοῦς ὁ κίνδυνος, ὀδοῦσι λέοντος ἁλῶναι καὶ δράκοντος ἰῷ καὶ ῥύμῃ πυρός.

[6] καὶ προσιόντα δέδοικα τὸν θῆρα καὶ στρεφόμενον οὐκ ἔχω τὸν δράκοντα θαρρεῖν κἂν θέλω προσελθεῖν, οὐ τολμῶ κωλύοντος τοῦ πυρός.

[7] ἀλλ' εἰς καιρόν μοι τὰ Πηγάσου πτερά. μεταβήσομαι πρὸς τὸν ἀέρα μετάρσιος, οὐδεὶς γὰρ ἐπὶ τῆς γῆς ἱστάμενος νικήσει τὸ τοσοῦτον κακόν, ἀλλὰ καὶ αὐτὸν προσλαβὼν τὸν ἀέρα βοηθὸν καὶ καινῷ χρησάμενος ὀχήματι καὶ χεῖρας παρακαλέσας καὶ ῥώμην καὶ ἀνδρίαν συμμαχῆσαι τῇ ἀδελφῇ σωφροσύνῃ μηδὲν χεῖρον ἢ τοῖς ἐναντίοις ἔρωσι συνεμάχησεν ἀπάτη καὶ συκοφαντία καὶ δόλος. [11] [t]

Τίνας ἂν εἴποι λόγους ζωγράφος γράφων τὸν Ἀπόλλωνα εἰς δάφνινον ξύλον τοῦ ξύλου μὴ δεχομένου τὰ χρώματα;

[1]    Ἀρνεῖταί σου τὸν ἔρωτα καὶ μέχρι δένδρων, Ἄπολλον, ἡ ποθουμένη παρθένος. οὐ βούλεταί σοι σπένδεσθαι καὶ μεταβληθεῖσα τὴν φύσιν. σωφροσύνην ἀσπάζεται καὶ δένδρον γενομένη. φεύγει καὶ τὸν τύπον ἐν τοῖς χρώμασι δεικνύμενον καὶ καταισχύνει μου τὴν τέχνην μὴ δεχομένη τὴν γραφήν. ἡ μὲν χεὶρ χαράττει θεόν, τὰ δὲ χρώματα λύεται πολεμούμενα τῷ ξύλῳ.

[2] τί ταῦτα, ζωγράφοι; οὐκέτι τοῖς βουλήμασιν ἡμῶν συντρέχει τὰ χρώματα, οἷς δὲ βούλεται ἡ δεξιὰ διαμάχεται τὰ ξύλα. ἦν ἄρα καὶ δένδρον ψυχῆς οὐκ ἀπηλλαγμένον. οἰκεῖ τὸ δένδρον μετὰ τῆς προσηγορίας. Δάφνη μὲν ἡ κόρη, Δάφνη δὲ τὸ φυτόν. τὸ μῖσος ἐν ἀμφοτέροις. ἔφυγεν οὖσα παρθένος δρόμον ἔχουσα σύμμαχον, νῦν δὲ γενομένη φυτὸν φεύγει πάλιν τὴν κοινωνίαν. οὐ δέχεταί σε, Πύθιε, κἂν περιπτύσσῃ τοῖς χρώμασι, κἂν εἰκόνι συμπλέκῃ. πάλιν ἀρνεῖται τὸν πόθον.

[3] ταύτην οἶδεν ἡ τέχνη θυσίαν παρέχειν τοῖς θεοῖς τύποις καὶ γραφαῖς εἰκόνων τὸ θεῖον ἐναπομάττουσα. ὦ Ζεῦ, θεῶν πάτερ, καὶ σὲ μὲν ἐγεγράφειν καὶ ἐξ Ὀλύμπου τύπον εἰς ἀνθρώπους μετήνεγκα. Ἥραν συζυγίαν τῷ θεῷ χαράττων οὐ διήμαρτον. Ἀθηνᾶ πρόμαχε, μετὰ πατρός σε συνέγραψα, ἀλλὰ χαίρουσα πάλαι πολέμοις οὐκ ἐπολέμεις τῇ γραφῇ. ἤδη ποτὲ καὶ τῆς Ἠχοῦς κατεψευσάμην τὸν πόθον καὶ τὴν ἀσώματον θεὸν ἀποτυπώσας οὐκ ἤσχαλλον καὶ φωνὴν ἐβιαζόμην παρθένον δεῖξαι τοῖς τύποις, ὑπηρέτει δέ μοι ἡ τέχνη χρώμασιν ἀναγκασθεῖσα.

[4] νῦν δὲ παρθένος μόνη με νικᾷ μνήμῃ καὶ προσρήματι. καὶ οὖσα δένδρον τοὔνομα, συνδεδένδρωται καὶ τὸ βούλημα. ἰσοφρονεῖ κόρῃ φυτόν, μᾶλλον δέ, κόρη γίνεται. τὸν γὰρ λογισμὸν οὐκ ἤμειψε.

[5] καὶ νῦν ἔσται διήγημα τοῖς ποιηταῖς ἀπιστούμενον. διηγοῦνται μεταβολὴν καὶ μῦθον ᾖδον τοῖς παισί. διηγήσονται καὶ φυτοῦ τὴν πρὸς τὸν Ἀπόλλωνα φυγὴν καί τινας ἕξουσι τοὺς δεξομένους τὸν λόγον.

[6] ὦ θεὸς μηδὲ χρώμασι τῇ κόρῃ διαλλαττόμενος, ὦ θεὸς νενικημένος, κἂν περιπτύσσηται φυτόν. ποῦ σου τὸ τόξον, Ἄπολλον; ὃ μόνη Δάφνη νενίκηκε. μετὰ σοῦ κεκρατημένου κεκράτηται καὶ τὰ χρώματα.

[12][t]

Τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐρῶν μετὰ τὴν ἀναίρεσιν Πενθεσιλείας;

[1]    Ἄπιστον καὶ μετὰ τὸ πάθος τὸ διήγημα. μετὰ τρόπαιον δακρύω, μετὰ νίκην ὀδύρομαι. ἑάλων κατορθώσας τὸν πόλεμον. καὶ τῆς πολεμίας, οἴμοι τῆς ξυμφορᾶς, κρατῶν ἐγενόμην αἰχμάλωτος. αἰνίγματι γὰρ τὰ καθ' ἡμᾶς παραπλήσια. ὦ πόλεμε τῷ νικήσαντι χαλεπώτατε, μετέστησας ἡμῖν τὴν προσδοκίαν ἐπὶ θάτερον.

[2]

ἐγέλων ἐπὶ τῆς παρατάξεως παιδιὰν τὴν μάχην οἰόμενος καὶ γυναικῶν εἶναι τὸν πόλεμον ὑπολαμβάνων. ἀρκέσειν ἐνόμιζον τὴν θέαν πρὸς κατόρθωμα, ἀλλ', ὡς ἔοικε, δυσκαταγώνιστος ἦν ὁ πόλεμος. καὶ ἀσθενεῖν μὲν Ἀμαζόνες ἐδόκουν φαινόμεναι, δύσμαχοι δὲ τοῖς ἔργοις ἐφάνησαν ὑπερβαίνουσαι τῷ τολμήματι τὴν φύσιν, νικῶσαι καὶ πίπτουσαι καὶ χείρω δεικνύουσαι βεβλημέναι τὸν ἀριστεύσαντα.

[3] κατ' ἐκείνης πέμπων τὴν βολὴν ἐξετόξευον, οὐκ ᾔδειν δὲ ὡς κατ' Ἄρεος ὁρμῶν Ἀφροδίτην εὑρήσω. ὦ πᾶσιν Ἔρως πολεμιώτατε, εἷλες Ἀχιλλέα δι' ἀψύχου σώματος. ἐκάλυπτεν ἡ σκευὴ τὴν εὐπρέπειαν καὶ τὸ κάλλος ἀγνοῶν διαφθεῖραι τὴν πολεμίαν ἐσπούδαζον. ἀλλ' εἰ γυμνὴ καθ' ἡμῶν παρετάξω, εἶχες ἂν πρὸ τῆς βολῆς ἡττώμενον τὸν πολέμιον.

[4] πῶς διαγράψω τὸ φαινόμενον; ἀδυνατεῖ γὰρ καὶ λόγος καὶ τέχνη τὴν εἰκόνα τῆς κόρης τεχνάσασθαι. ἀκόρεστος ἡ θέα γοητεύουσα τὸν ἐρῶντα πρὸς πόθον. οἵας ἡμᾶς ἀπεστέρησεν ἡ δεξιά. ὡς πολεμίαν τὴν παροῦσαν ἀριστείαν νενίκηκα.

[5]

ἀλλὰ παραμυθήσομαι τοῖς δευτέροις τὴν συμφοράν. ἀπολογήσομαί σοι κειμένῃ πληρῶν τὰ τῆς ὁσίας περιφανέστατα. ἀνεῖλον ὡς πολεμίαν. ὡς οἰκείαν κοσμήσω τῷ τάφῳ. ἀναθήσω σοι τὸ ξίφος τὰ τῆς εὐγνωμοσύνης ἐν τούτῳ πιστούμενος.

[13][t]

Τὸ αὐτό.

[1]    Ἄγε, τί ταῦτα; μετὰ νίκην δεδουλώμεθα, μετὰ τρόπαιον πεπτώκαμεν. οἷα τῶν κειμένων τὰ σκῦλα. οὕτω λαφυραγωγοῦνται νεκροί. πόθος ἡμῖν μετὰ νίκην μάχεται καὶ καταπολεμεῖ θεὸς ἐν ἀψύχῳ σώματι. ἠγνόουν τοιούτους πολεμίους ἔχων. ἰσχυρότερα μετὰ τὴν τελευτὴν τὰ σώματα. ἃ γὰρ ζῶντα οὐκ ἔδρασαν, μετὰ θάνατον δεδύνηνται.

[2] μέμφομαι τὴν νίκην. οὐ φέρω τὸ κατόρθωμα. ἐγκαλῶ τῷ πολέμῳ ὅτι μοι τοιαύτην νίκην ἐβράβευσεν ἐξ ἧς ὤφθην αἰχμάλωτος. μὴ γὰρ πόλεμον ἐπολέμησα; κατ' ἐμαυτοῦ συμφορὰν ἤγειρα. μὴ γὰρ νίκην ηὐτύχησα; δουλείας μελέτην ἠγωνιζόμην. εἴθε μήποτε τοιαύτην μάχην ἐτόλμησα. Ὦ πόλεμε μετὰ τὴν νίκην ἀπάνθρωπε, τοιούτους ἡμῖν νεκροὺς δεδώρησαι τοὺς μετὰ θάνατον βλάπτοντας.

[3] ἐγὼ καὶ τῇ μελίᾳ μέμφομαι καὶ μισῶ ξίφος ἐν ᾧ νενίκηκα, ὅτι μοι κατὰ πάντων ἀφειδῶς ὥρμησαν. τί γὰρ ὁ δείλαιος ἐμαινόμην ἀνήμερα; οὐκ ἦσαν καὶ νίκης ἕτεροι τρόποι; πόσα πολεμίων αἰχμάλωτα σώματα; εἴ μοι περιῆς, ὦ φιλτάτη, ἀπὸ τῆς μάχης ἂν εἰς τὸν θάλαμον ὥρμησα, ἀπὸ τῆς παρατάξεως εἰς ὑμέναιον. γάμος ὁμοῦ καὶ πόλεμος, εὐωχία καὶ λύθρος, ὑμέναιοι καὶ σφαγαί. εἶδεν ἄν τις ἐκ παρατάξεως νυμφίον στεφάνῳ κοσμούμενον, οὐχ οἷον εἶδεν ὁ Ἐνυάλιος, ἀλλ' οἷον Ἀφροδίτη ἐν παστάσιν.

[4] εὐδαίμων ἦν ὁ Πηλεὺς θαλαττίᾳ συνοικῶν δαίμονι καὶ θαυμαζόμενος ἐπὶ τῷ γάμῳ. τοῦτον ἄν, εἴ μοι περιῆς, ἀνεκαινίσαμεν.

[14][t]

Τίνας ἂν εἴποι λόγους ὁ Χείρων ἀκούσας ἐν τῷ παρθενῶνι τὸν Ἀχιλλέα εἶναι;

[1]    Ὦ Πήλιον, ἀλλότρια σῆς χορείας τὰ θρυλλούμενα, ὦ παιδεία καὶ ἀρετὴ καταισχυνθεῖσα τοῖς λόγοις. τίς τῶν τῆς ἀδοξίας ῥημάτων ἄγγελος; τίς αἰσχρᾷ φήμῃ ὑπηρετεῖν ἐτόλμησεν ἄπιστα μὲν λέγων κατηγορῶν τῆς ἀληθείας, τάχα δέ που καὶ πιστευόμενος;

[2] τίνα καταιτιάσομαι τῆς ἀδοξίας ἐραστήν; τίνα τῶν προγόνων μιμησάμενος Ἀχιλλεὺς τὰ τῶν παρθένων ἠγάπησεν; Αἰακὸν ἢ τὸν Πηλέα; ἀλλ' ὁ μὲν ἐκ Διὸς χειροτονίαν ἐδέξατο, ὁ δὲ σωφροσύνης ἆθλον τὸν Θέτιδος γάμον καὶ θεῶν κηδεστὴς θνητὸς ὢν ἀνηγόρευται καὶ οἷς πεπαίδευται παραπλήσια κατείργασται.

[3] τοῦτον, νὴ Δία, τὸ Πήλιον ἀκοντίοις σεμνυνόμενον ἔτρεμε, τούτου καὶ δεξιὰν ἔφριττε θὴρ καταγωνιζόμενος. ποῦ σοι, παῖ Πηλέως, τῆς ἱππικῆς τὰ διδάγματα; ποῦ δρόμοι καὶ γυμνάσια, δι' ὧν ἐφάνης ἀήττητος;

[4] εἰς τοιοῦτον ἄρα τέλος ἐξεπαίδευον, ἐξέπεμπον διαθλήσοντα, ἵνα Χείρωνος δεξιὰν διαδέξωνται παρθένοι; ἵνα μετὰ Πήλιον Λυκομήδης οἰκειώσηται; ἵνα τὸν Πηλέως, σιωπῶ καὶ τοὔνομα, κόραι σύννομον ἐκδέξωνται; ὦ μόνος τῶν ἀνομοίων κοινωνίαν εἰργασμένος, Λυκομήδους καὶ Χείρωνος. καὶ μετὰ πάλην ὁ θάλαμος καὶ μετὰ τὴν ἱππικὴν ἱστουργία, παρθενὼν μετὰ κυνηγέσια. πῶς ταλασία τὰ διδάγματα τοῦ Χείρωνος; πῶς ἐδίδαξε δεξιὰν τόξον φέρειν διδαχθεῖσαν τὰ τῶν παρθένων ἐργάζεσθαι;

[5] οἴμοι τῆς ἀκοῆς. ἆρα καὶ χλαῖνα γυναικεία κατεκόσμησεν; ἆρα καὶ κρήδεμνον καταισχύνει τὸν βόστρυχον; ‹βαυκίδας› ὑπέμειναν πόδες κατὰ θηρίων ἐπ' ὄρεσι βαίνοντες, δρόμῳ φθάσαντες τοὺς τάχει πάντων κρατήσαντας; σὰς χεῖρας οὐ διέφυγεν οὔθ' ἵππος κροαίνων οὔτε λέων ὁρμῇ φερόμενος. σὴν ψυχὴν νενίκηκεν οὐ φόβος, οὐ τρόμος, οὐκ ἀπειλὴ δυσμενῶν.

[6] ἀλλ' ὧν ἠπιστάμην τἀναντία νῦν ἀγγέλλουσι, κἂν ἀπώσωμεν τοὺς λόγους, ἡ φήμη πολλοῖς πεπίστευται· τοῦ Ἀχιλλέως πρόγονοι θεοί. οἷς τὴν ἀδοξίαν αὐτὸς προσανέθηκεν. ἔστι γὰρ αἷμα θεῶν, παρθένος δὲ τὴν προαίρεσιν.

[7] τίς ἄρα Θέτιδι τούτων ἄγγελος γενήσεται; θεὸς γὰρ οὖσα καὶ γυνὴ τοῖς παροῦσιν αἰσχυνθήσεται, διὸ μήτηρ ἀνδρὸς κληθεῖσα καὶ κόρης εἰσαῦθις κληθήσεται ἐπιμελείας ‹χωρὶς› τῆς φύσεως διττὸν λαβοῦσα τὸ πρόσρημα καὶ δι' ἑνὸς τοῦ φιλτάτου τοῖς ἐναντίοις κληθεῖσα.

[8] λυέσθω μοι τοίνυν τὰ τῆς ἀρετῆς παιδευτήρια, ἀφείσθω μοι νέων κατάλογος προσφιλής. τὸ γὰρ τῆς παιδείας φοβεῖ με τέλος ὡς ἀκλεές.

[15][t]

Τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἀφαιρούμενος τὴν Βρισηίδα;

[1]    Ἕστηκας, ὦ Μενέλαε, ‹ἐν› τῇ γῇ τὴν ὄψιν πηξάμενος. ἀπεστράφης, Διόμηδες, μὴ θέλων ἀπιοῦσαν τὴν κόρην θεάσασθαι. σιωπᾷς, ὦ γέρον, ἔτι μὴ πιστεύων τῷ δράματι. ἐσφάλημεν Πάριν ἔχοντες ἕτερον ὁπλιζόμενον κατὰ τῆς πατρίδος. τί τὸν Ἀλέξανδρον Ἀγαμέμνων ἀμύνεται μάτην; ἄμφω τὰς ἀλλοτρίας ἁρπάζουσιν. εὐτρέπιζε μετὰ μικρόν, Ὀδυσσεῦ, τῷ βασιλεῖ τὴν Πηνελόπην ἐπιθυμήσαντι. τραγῴδησον, πρύτανι, τὰς ὡραίας τῶν γυναικῶν τῷ κρατοῦντι προσφέρεσθαι.

[2] τί οὖν ὄφελος ἐμοὶ τῆς ἐμῆς ἐστερημένῳ διὰ τὴν Ἑλένην ὁπλίζεσθαι; δυσσεβῶ εἰ βάρβαρον ἠδικηκότα μηδὲν ἀμύνομαι ὑπὲρ τοῦ λυπήσαντός με δεινῶς. ἀλλ' οὐκέτι καθάψεται χεὶρ Ἀχιλλέως Τρωικῆς παρατάξεως μετὰ τὴν Βρισηΐδος ἀφαίρεσιν. ἐσφάλην καὶ τὴν ἀρχὴν κατὰ τῆς ἐμῆς ἐρωμένης ὁπλιζόμενος. οὔτε γὰρ αἰχμάλωτον εὗρον οὔτε ταύτην ἀφῄρημαι.

[3] ἐκέρδανας, ὦ Τροία, διὰ τὴν Βρισηΐδα τὴν ἅλωσιν. ξέσει Πρίαμος ἐν λίθῳ τὴν κόρην ἀνάθημα τῆς Ἰλίου σωτήριον, παρὰ τὸ τῆς Τύχης τέμενος ἀνορθώσει ταύτης τὸ ξόανον. γράψει Φρὺξ αὐτὴν παρὰ τὴν ἑστίαν φυγών μου τὸ δόρυ τὸ μείλινον.

[4] Διόμηδες φίλτατε, μακρὰν ἀπ' ἐμοῦ καταβόα τῇ σάλπιγγι. ὅταν με τοῦ ξίφους ὁ κτύπος προτρέψηται, μέλος με κατασχήσει τῆς φόρμιγγος. ἀσπὶς ὅταν ἐρεθίσῃ κτυπουμένη τῷ δόρατι, πλῆκτρόν με καταθέλξει καὶ χορδὴ κρουομένη τοῖς ᾄσμασι.

[5] τίνα δοκεῖς, ὦ Πάτροκλε, τὸν ἀήτην περιπνέοντα; ἐπισκόπει τὴν αὔραν τὴν ἐπὶ Φθίαν ἄγουσαν. ἀποπλεύσωμεν ἀπὸ τῆς Τροίας χάριν ἔχοντες τοῖς βαρβάροις, ὑπὸ δὲ τῶν Ἀργείων πολεμούμενοι.

[6] μάτην ἐκοπίασα, μάτην ἐπῆλθον οὐχ ἑκὼν πόλεις ἃς τεθέαμαι, ὁδὸν δ' ἔδωκα τούτων τὰ τείχη τοῖς βαδίζειν ἐθέλουσιν. οἰκεῖ τις τὴν ἐρημίαν ἄπολις ὢν διὰ τὸν Θέτιδος. ἔτι τις θρηνῶν υἱὸν πατὴρ τὴν Περσεφόνην ἠσπάσατο, ἔτι τις λέγων· ποῦ ποτ' ἐστὶν ὁ Θετταλός; τῷ πλησίον ἠσπάσατο, ὁ δὲ καὶ δεικνὺς τῷ ἀγνοοῦντι συντέθνηκεν. ἅπαντα δὲ ἦν ὡς εἰπεῖν τὰ τῆς πορείας Ἀχιλλέως ἐγκώμια.

[7] τὰ δὲ πάντα συνδήσας τῷ κρατοῦντι προσέφερον. μίαν δὲ ἐμαυτῷ παραμυθίαν ἐτήρουν αἰχμάλωτον. ὁ δέ με τὰς εὐεργεσίας ἀμειβόμενος καὶ τῆς μιᾶς αἰχμαλώτου Βρισηΐδος ἀπεστέρησεν.

[8]

ἀλλ' εἶεν. ἵνα μὴ καιρὸν εὕρω τῆς σάλπιγγος διηγούμενος, ἓν ἔτι βούλομαι φθέγξασθαι προπετὲς ὡς ἀδικούμενος. ἐράτω τις, ὦ θεοί, καὶ Κλυταιμνήστρας ἐν Ἄργει. τῶν ἴσων Ἀγαμέμνων τύχοι, καὶ πείθομαι.

[16][t]

Τίνας ἂν εἴποι λόγους Πολυξένη κελευομένη παρὰ τῶν Ἑλλήνων κομίζεσθαι λεγόντων αὐτῇ ὅτι νύμφη ἔσῃ τοῦ Ἀχιλλέως;

[1]    Ὅτε δι' Ἕκτορος ἀδελφὸν ἐστράτευες, Ἀγάμεμνον, οὐχ οὕτως ἦλθες ὁπλιζόμενος. οὐ τῷ Τηλεμάχῳ νύμφην ‹ἄξῃ› μετὰ τῆς ἀσπίδος, Ἰθακήσιε. ὦ παῖ τοῦ γαμοῦντος, ὅστις εἶ, δίχα με τῶν ξιφῶν τῷ θαλάμῳ προπέμψατε. ποίαν ἔχω τὴν διαφορὰν πολεμουμένη καὶ νυμφευομένη διὰ τοῦ δόρατος;

[2] μίαν καὶ παρ' ὑμῶν ὡς κόρη χάριν αἰτῶ. ἐπειδὴ τὸ πρὶν τρέμουσα τὸν Πηλέως οὐ τεθέαμαι, δειξάτω μοι τις αὐτόν, ἵνα τὸν νυμφίον ἀσπάσωμαι. ἤκουον αὐτὸν παντὸς τοῦ γένους ἀντίπαλον. ἰδεῖν ἐπείγομαι, παρθένου Φρυγίας εἰ πόθῳ δεδούλωται.

[3] οὐκ ἐβόας πρὸ μικροῦ, Διόμηδες, πεπτωκότα τὸν Θέτιδος; καὶ τίνι με προσάγεις; ἀπόκριναι. ἀπολέσας τὴν Ἑλένην, στερηθεὶς Ἀχιλλέως ἐθρήνεις, Μενέλαε. καὶ τίς, εἰπέ μοι, πρὸς θεῶν, ὁ νυμφευόμενος; ἐρωτῶ. μαρτυρεῖ μοι τὰ φθάσαντα; αἰκίζει τις τὸν Θετταλὸν ὄνειρός τε καὶ φάντασμα; εἰ δὲ τὸ σπουδαζόμενον ἐφ' ὑμῖν ἐστιν ἀνελεῖν με, μή με νύμφην Ἀχιλλέως ὀνομάζοντες σφαγιάσητε.

[4] πάτερ, ὦ γέρον Πρίαμε, τί κόπτεις κατὰ μικρὸν τὸν πολιόν σου πλόκαμον; ηὔξω νύμφην τὴν Πολυξένην θεάσασθαι. ἰδού, σοί τις δαίμων καινοτέρως ἐπεβούλευσε, καὶ τὰ καλά σου τῆς ἀριστείας, ὦ Πάρι, τρόπαια τοῦ γένους ὑπάρχει πολέμια. ἓν βέλος κατ' Ἀχιλλέως ἠκόνησας, ἵνα μηδὲν τῶν σῶν ἐάσῃς [κἂν] λείψανον. κρεῖττον δέ μοι γενήσεται κατοικεῖν κάτω μετὰ τοῦ Ἕκτορος. τί γὰρ ὄψομαι τερπνὸν μετὰ τῶν ζώντων αἰχμάλωτος; [17] [t]

Τίνας ἂν εἴποι λόγους Μήδεια γαμοῦντος ἑτέραν Ἰάσονος;

[1]    Νῦν ἤθελον παρεῖναι μετὰ τῶν ταύρων καὶ τὸν δράκοντα, ἵνα παρ' αὐτοῖς τῷ Θετταλῷ συστῶ καὶ δικάσωμαι. νυμφίος Ἰάσων ἑτέρας μεθ' ἡμᾶς καὶ τὸ δέρας καὶ τὸν Ἄψυρτον. χορεύει τις παρὰ τὸν γάμον παίζων μου τὴν ὑπόθεσιν. σκιρτᾷ τις ὑφ' ἡδονῆς γελῶν με· τί μετ' Ἀργείων ἡ βάρβαρος; ἄλλος ὑπὸ Διονύσου βαλλόμενος περιπλέκεταί με δακρύουσαν καὶ παρενοχλεῖ μου τὰς ἀκοὰς ψιθυρίζων ἀντὶ Ἰάσονος ἔχειν με.

[2] καὶ σιωπῶ γένος θεῶν ὃ πολλάκις ὀμνύων ἠσέβησεν. ἐν γῇ Σκυθῶν τὴν Ἄρτεμιν ὤμνυε, τὸν Ποσειδῶνα παρὰ τὴν θάλατταν, παρὰ τὴν Ἑλλάδα τὴν Ἀθηνᾶν καὶ Δία τὸν Ὀλύμπιον. πάντας λέγει τοὺς ἀρίστους, πῶς οὐκ οἶδα, θεούς. πολλοὺς γάρ μοι κατεβόα ψευδόμενος. ἰδού, κἀκείνοις κἀμοὶ καὶ τοῖς παισὶν ἀγνωμονεῖ.

[3] τὸν ἕσπερον περιμένεις, ὦ Θετταλέ, τὸν ἐράσμιον. κἀγὼ τοῦτον φυλάττω πρὸς φόνους ἐπιτήδειον. ὀνειροπολεῖς τὴν παστάδα καὶ τὸ πῦρ τὸ γαμήλιον. κἀγὼ τὸ ξίφος καὶ τὸν στέφανον τὸν Ἡφαίστειον. σπεύδεις ἀνάψαι τὴν δᾷδα τῇ Κύπριδι. κἀγὼ τῷ σῷ Ἔρωτι τὴν σὴν νύμφην. χαριστήριον πλεῖον ὧν δέδωκα δίδωμί σοι τὰ δάκρυα.

[4] ἕτοιμος ἵσταται τῶν δρακόντων ὁ δίφρος. μετὰ τὴν τόλμαν φευξοῦμαι μετέωρος. εὐγενίσω δὲ τὰς τῶν γυναικῶν μονογάμους καὶ νόμον ἐν τῇ Ἑλλάδι θήσω τὸν σώφρονα. δείξω γὰρ φόβῳ τῆς ἐμῆς ἱστορίας ἑτέρων ἐρᾶν τοὺς συνοίκους μὴ βούλεσθαι, ἀλλὰ ταύτας ἔχειν κυρίας γυναῖκας ἄχρι τῆς τελευτῆς ὧν καὶ τὸ ἄνθος τῆς παρθενίας ἐμίαναν.

[18][t]

Τίνας ἂν εἴποι λόγους πόρνη σωφρονήσασα;

   Ἐρρέτω μοι γένος προαγωγῶν. οὐκέτι δύο καὶ τριῶν ὀβολῶν τῷ προσιόντι πιπράσκομαι. καθελεῖ μοί τις τὰ περὶ τὴν Κύπριν τῶν ἐραστῶν ἀναθήματα, ὧν καὶ τῇ μνήμῃ μόνῃ μέμφομαι τὰ μιάσματα.

[2] ἥρπαζον τὸ ῥόδον, ἤσκουν τὴν ἀναισχυντίαν, ὠνειροπόλουν τὰ χείρονα, ἔσπευδον τὴν νύκτα τῆς ἡμέρας αἰσχροτέραν ἐργάσασθαι. ἔτι περιπλεκομένη τὸν δεῖνα τὸν πλησίον ἐθήρευον, ἐπέσκωπτον τῷ γείτονι ψιθυρίζουσα. ἐμὸς ἦν ὁ λῃστής, ἐφίλουν τὸν ἀποκήρυκτον, μεστὴν εἶχον τὴν οἰκίαν ἀνδρῶν ἀπρεπῶν.

[3] ἀλλὰ καθαίρω τὴν γνώμην, φεύγω τὴν Ἀφροδίτην, φιλῶ τῆς Ἀθηνᾶς τὴν ἐπιείκειαν. νόμον ἐν τῷ Λιβάνῳ θήσω τοῦτον, ἵνα τοῦ γράμματος ἔχῃ τὴν δύναμιν· ἐξόν σοι, γύναι, καὶ σωφρονεῖν καὶ φεύγειν τὴν Ἀφρογένειαν μή σου τῆς ἀσελγείας ἀφορμὴν τὴν Ἀφροδίτην προβάλλου μοι. οὐ πέφρακται ταῖς σώφροσιν ἱκετεύειν τέμενος. φεύγει καὶ Κύπρις τὸν γάμον, εὖ οἶδα, τὸν ἐφύβριστον, ὅπου πολλάκις ἀγνοεῖ τὸ σπέρμα πατὴρ ὃ πεφύτευκεν, ‹καὶ› ὁ δεύτερος τοῦ πρώτου σφετερίζεται καὶ μίσγεται τὰ γένη καὶ πάντα τίκτει δυσσέβειαν. ταῦτα γράφω καὶ γράψω καὶ τούτοις χρήσομαι. τάχα τῶν ἑταιρῶν ἀνελῶ τὸ πικρὸν ἐργαστήριον. [19] [t]

Τίνας ἂν εἴποι λόγους δειλὸς θεασάμενος πόλεμον ἐν τῇ ἰδίᾳ οἰκίᾳ γεγραμμένον;

[1]    Τίς, ὦ θεοί, στρατόπεδον ἀπέδειξε τὴν ἐμὴν οἰκίαν; ποῖος ὥπλισεν Ἄρης; ποῖος στρατηγὸς ταύτας ἤγαγε τὰς τάξεις οὐδὲ συμβαλεῖν μελλούσας; ἀλλ' ὁ πόλεμος ἀκμάζει καὶ τὰ πολλὰ τῆς μάχης γεγένηται.

[2] πρότερον ‹τῶν› ἔξω θορύβων καταφυγὴν εἶχον τὴν οἰκίαν καὶ μακρὰς ἐρεσχελίας οὐ φέρων τῶν πολιτῶν διασώζειν ἐμαυτὸν ἐβουλευόμην ἐν τῇδε. νῦν δὲ τῆς φυγῆς ἀξίαν ὁρῶ καὶ προσιδεῖν οὐ δύναμαί πως.

[3] ὑπὲρ εἰρήνης ἦν ἐκκλησία. τῶν συνιόντων ἐγενόμην. εἶτα πόλεμον ἠπείλησαν οἱ ῥήτορες. ὡς βέλη πολεμίων φεύγων τοὺς λόγους ἔθεον οἴκαδε, τὴν ὁμόνοιαν ἔνδον τῆς καλῆς οἰκίας εὕρισκον, ἣν ὁ ζωγράφος ὁ δεινὸς τὴν τέχνην ὥπλισε καθ' ἡμῶν καὶ πόλεμον ἔστησε πολὺν ἐν ὀλίγῳ χρόνῳ, πόλεμον οἷον αἱ πόλεις κατασκευάζουσιν ἀπὸ πολλῶν χρημάτων.

[4] πάσας μὲν ἔστησε τὰς τάξεις, ὁπλίτας, ἱππέας, τοξότας, σφενδονήτας, καὶ μένει ἐν ἡσυχίᾳ οὐδέν, ἀλλ' ὁ πόλεμος τῶν ἱππέων πολὺς καὶ χεῖρες ἐνεργοῦσι γενναῖαι καὶ βέλη προσομιλεῖ τε τοῖς σώμασι καὶ μέλλει προσομιλεῖν ἐξ ἀέρος καὶ πᾶν ὄργανον ἐνεργεῖ καὶ τὸν σίδηρον ἠκονημένον ὁρῶ καὶ πολλὴν ἔχει τὴν λαμπηδόνα. ἁπλοΐδες ὅσαι φοίνισσαι, τραυματίαι δὲ πολλοὶ καὶ θνήσκοντες τὸ εἶδος. αἴρουσι πολλοὺς ἑταῖροι καὶ φεύγων ἕτερος λαμβάνεται καὶ γενόμενος ἱκέτης μετὰ τῆς ἱκετείας δέχεται τὴν πληγήν.

[5] τούτοις ἀναγκάζομαι συζῆν καὶ μετὰ τούτων ἡμέρας πολλὰς καὶ διαίτας διάγειν. οὐ γὰρ ἔχουσι κόρον οὐδὲ τέλος τοῦ ἔργου. ἀπηνέστεροι τῶν μαχομένων ἀληθῶς εἰσι, χαλεπώτεροι τῶν ἐν πεδίοις. ἐκείνοις μὲν καὶ νὺξ ἐπῆλθε καὶ διήλλαξε καὶ δείπνου καιρὸς καὶ πεσόντων ἀναίρεσις, τούτους δὲ θεῶν ἢ ἀνθρώπων οὐδεὶς ἀποστήσει τῶν πολέμων.

[6] Ἡράκλεις, οἱ μὲν ἀναμένουσιν ὡς ἐτάχθησαν οὐκ εἰδότες οὐδὲ μικρὸν εἴκειν ἀνάγκῃ. φεύγειν ἐντεῦθεν καλόν. ἐξίσταμαι τοῦ κτήματος. ἐχέτω τὴν οἰκίαν πλήρη μάχης ὁ στρατιώτης. μόνος ὑμᾶς ὁ ζωγράφος θεωρείτω.

[20][t]

Τίνας ἂν εἴποι λόγους δειλὸς φιλάργυρος εὑρὼν χρύσεον ξίφος;

[1]    Ὦ Τύχης καινὰ δῶρα, ὦ γνώμης ἀμφίβολα τολμήματα. τί γὰρ καὶ δράσομεν; εἴξομεν τῷ φόβῳ; ἀλλὰ μένειν κελεύει τὸ κέρδος ἐλεύθερον. εἴθε μήποτε τέχνας ἐξήσκησαν ἄνθρωποι. τί γὰρ καὶ βούλονται; οὐκέτι τὸν ἵππον ἀγαπῶσι τῇ μάχῃ. πλουτοῦσι τῷ πολέμῳ ἢ χρυσῷ κατ' ἀλλήλων ὁπλίζονται. καὶ μὴν οὐ μᾶλλον σίδηρος ἢ χρυσὸς βάλλειν ἐπίσταται;

[2] ἀλλὰ τί ταῦτα μάτην λογίζομαι; οὕτω καθ' ἡμῶν βραβεύει τὸ δαιμόνιον. τοιαύτας ἀναιρεῖ τὰς δωρεὰς ἡ Τύχη. εἴθε πονηρὸς ἐγενόμην ἐγώ. ἐκέρδησά γε ἂν τὸν ἐπὶ τούτῳ τῷ πλούτῳ φόβον. τί γάρ με δειλὸν ἡ φύσις ἔτεκε; τί δὲ φιλοκερδὴς ἐγενόμην ἄνωθεν; εἴθε μου τὰς ὠδῖνας ἔφθη ἡ πρὸ ταύτης σιγὴ τῆς θέας, ἣν οὐ φέρω ἰδεῖν τάχα καὶ μόνῃ τῇ θέᾳ. εἴθε ἦν παρὸν καὶ τὸ κέρδος τῷ τραύματι. πολλάκις ὀνομάζειν φοβοῦμαι τὸ ξίφος. ἀναγκάζει τὸ κέρδος.

[3] ἀλλὰ τί ταῦτα διέξειμι; εἴπω γειτόνων τοῖς πλησιάζουσιν. ἐξεῦρον γάρ τι πρὸς τὸ παρόν, ὦ Τύχη. κοινωνήσω τοῖς διοδεύουσι τοῦ κτήματος, ὅτε τὴν θέαν πεφόβημαι, καὶ τὴν χεῖρα περιθεὶς καὶ ταῖς γνώμαις τούτων κινηθεὶς κουφίσω τὸν δειμὸν ἐννοῶν τὸ κέρδος.

[4] εἴθε μοι ἦν τάλαντον ἢ χρυσοῦ κόσμος ἕτερος. καλὸς ἂν ἦν ὁ θησαυρός. νυνὶ δὲ μείζων ὁ φόβος τοῦ κτήματος. εἰσὶ γάρ, εἰσὶ πολλαὶ κέρδους προφάσεις. προσεδρεύσω τῷ τόπῳ. ἐνταυθοῖ μενῶ τοὺς θεοὺς ἱκετεύων συμμαχῆσαί μοι. τῷ χρόνῳ μελετήσας τὸ τόλμημα τάφον ἢ κέρδος ἕξω τὸ προκείμενον.

[21][t]

Τίνας ἂν εἴποι λόγους ὁ Μενέλαος μαθὼν περὶ τῆς Ἀγαμέμνονος τελευτῆς;

[1]    Φεῦ τῆς μαντείας τῆς δυστυχοῦς. οἷα ἔσπευδον ἀκοῦσαι καὶ μαθεῖν ἃ κέρδος ἦν ἔμοιγε μέχρι παντὸς ἀγνοεῖν. οἴχεται Ἀγαμέμνων καὶ τέθνηκεν ὁ πάντων ἐμοὶ φίλτατος οὐκ ἐν καλῷ τὴν πληγὴν δεξάμενος, ἀλλ' ἀφ' ὧν ἥκιστ' ἐχρῆν.

[2] καὶ μείζω τὰ τῆς αἰσχύνης ἐπὶ τῷ πάθει τῆς ἀπηντηκυίας συμφορᾶς. ὁ τῆς Ἑλλάδος ἁπάσης ἡγούμενος, ὁ τοῦ μεγάλου πολέμου στρατηγός, ὁ τοῖς Ἡρακλέους κατορθώμασιν ἁμιλληθεὶς καὶ τὸ μέγα κατὰ τῆς Ἀσίας ἐγείρας τρόπαιον οἴκοι γενόμενος ἔχει τὴν καιρίαν καὶ τέθνηκε καὶ τῆς τοῦ πολέμου τύχης κρείττων ἀναφανεὶς καὶ οὐδὲν ἀνήκεστον παθὼν ἐν τοῖς ὅπλοις ἐν εἰρήνῃ καὶ ἐπὶ τῆς αὑτοῦ ἑστίας καὶ οἴκοι γενόμενος διέφθαρται.

[3] ὦ δυστυχὴς ἐγὼ τῶν παρόντων. εἰς οἵαν ἀφῖκταί μοι τὰ πράγματα μεταβολήν. πρότερον μὲν λαμπρὸς ἦν καὶ παρὰ πᾶσιν ἐπίσημος τῇ δόξῃ κοινὰ πρὸς Ἀγαμέμνονα σκῆπτρα ἔχων καὶ τῆς Ἑλλάδος ἁπάσης ἡγούμενος, καὶ τὸ Πελόπειον γένος ἐμὸν ἦν καὶ δι' ἡμῶν ἔσχε τῆς δόξης τὴν ἐπίδοσιν. νῦν δὲ ὁ μὲν οἴχεται οὔτ' ἐπὶ παρατάξεως πεσὼν οὔτ' ἐν καλῷ δεξάμενος τὴν πληγήν, ἀλλὰ γυναικείας ἐπιβουλῆς γενόμενος πάρεργον.

[4] ἐμὲ δὲ δαίμων τις ἀπάγει τῆς Ἑλλάδος καὶ πόρρω κατέχει τῆς οἰκείας καὶ τῶν ἐπικουρησόντων Ἀγαμέμνων ἔρημος. οὐ γὰρ ἤρκει ὁ πρότερος ἐκείνῳ πόλεμος ‹ὁ› μακρὸς καὶ συνεχὴς πρὸς τοὺς ἀπὸ τῆς Ἀσίας πάντας καὶ τὰ τῶν κινδύνων συνεχῆ πολλαῖς περιόδοις ἐνιαυτῶν μετρούμενα, ἀλλ' ὅτε μετὰ τὴν νίκην τὰ τῆς εἰρήνης ἀπέκειτο καὶ ἐν ῥᾳστώνῃ τὸν βίον διεξάγειν ἐξῆν, εἰς τὴν ἐναντίαν ἀφίγμεθα μεταβολήν.

[5] ὁ μὲν κεῖται πεσών, ἐγὼ δὲ πολλῇ θαλάττῃ κατεχόμενος καὶ μακρὰν ἀνύων πλάνην οὔπω δεδύνημαι τῆς οἰκείας ἐπιβῆναι οὐδ' ἀποδοῦναι τὸν ἴσον Ἀγαμέμνονι ἔρανον. ἀλλ' ἐκεῖνος μὲν ὑπὲρ ἐμοῦ τὰ δεινότατα ὑπέστη τοσούτοις ‹ἑαυτὸν› πολέμοις παραβαλλόμενος καὶ προκινδυνεύων τοῦ παντὸς Ἑλληνικοῦ, ἐγὼ δὲ οὐχ οἷός τε ἐγενόμην ἐπαμῦναι κειμένῳ, ἀλλ' ἡ φήμη καταλαβοῦσα διὰ τῆς μαντείας μοι τὴν συμφορὰν ἀπήγγειλεν, ὡς μηδὲν ἔχειν πλέον ἢ στένειν ἐπὶ τοῖς ἀπηντηκόσιν.

[6] ἦ που νῦν Αἴγισθος μέγα φρονεῖ καὶ τὰ σκῆπτρα Ἀγαμέμνονος ὑποδεξάμενος ἔχει πολλοὺς τοὺς ὑπακούοντας. ἐγὼ δὲ οὐ δύναμαι δίκην παρ' ἐκείνου λαβεῖν. τί γάρ με δεῖ περιεῖναι καὶ μέγα φρονεῖν; τίς ἡδονὴ τοῦ μετὰ ταῦτα βίου, εἰ μὴ δίκην ὑπὲρ ἐκείνου λήψομαι;

[22][t]

Τίνας ἂν εἴποι λόγους Μενοικεὺς ὑπὲρ νίκης τῆς πατρίδος ἑαυτὸν ἀποσφάξαι βουλόμενος;

   Ὁ μάντις ἔφηνε τῆς γνώμης τὴν ἀφορμὴν καὶ ᾗ δέον ἐστὶ σώζεσθαι τὴν πόλιν ἢ τοὐναντίον οἴχεσθαι προηγόρευσεν. ὁ πατὴρ δὲ ὅλος τῆς φύσεώς ἐστι καὶ τὸν παῖδα βούλεται σώζεσθαι καὶ φυγῆς μοι δίδωσι σύνθημα ἀναίρεσιν καὶ ἀνδραποδισμὸν τῆς πατρίδος καταψηφιζόμενος.

[2] ἐγὼ δὲ οὐκ ἂν προδότης γενοίμην τῆς ἐμαυτοῦ οὐδὲ φιλόψυχος οὕτω καὶ πρὸς τὸν θάνατον ἀγεννὴς ὡς μὴ δοῦναι τῇ πατρίδι τὴν νίκην καὶ τὸ μεῖναι πρὸς τὸ μέλλον ἀεὶ ἐπὶ τοῦ ἴσου σχήματος.

[3] κοινὸς μὲν ἁπάντων ὁ θάνατος καὶ ἀναγκαῖον πάντας γενομένους ἀποθανεῖν, τὸ δὲ ἐν καλῷ τῷ σχήματι δέξασθαι τὴν τελευτὴν τῶν εὖ φρονούντων ἴδιον. εἰ μὲν οὖν πεισθείην τῷ πατρὶ καὶ φυγῇ χρησαίμην, ἁλώσεται μὲν ἡ πόλις, πεσεῖται δὲ τὰ τείχη ταύτης, πολὺς δὲ ὁ φόνος τῶν ἐν ἡλικίᾳ, ἀνδραποδισθήσονται δὲ παῖδες καὶ γυναῖκες, καὶ τὸ μέγα ὄνομα τῶν Θηβῶν οὐκ ἐπὶ τῆς Ἑλλάδος ἕξει τὴν δόξαν.

[4] ἐμοὶ δὲ ἐπονείδιστος ὁ βίος, εἰ μὴ τῆς Ἑλλάδος προαπελθεῖν ἑλοίμην. εἰ δὲ ὑποσταίην τὴν σφαγὴν καὶ κατ' ἐμαυτοῦ τὴν πληγὴν ἐνέγκαιμι, πεσεῖται μὲν τὸ τῶν ἐχθρῶν στρατόπεδον, δίκην δὲ ὑφέξουσιν οἱ στρατεύσαντες ἐφ' ἡμῖν, ἡ πόλις δ' ἔσται περιβόητος ἐπὶ τοῖς τροπαίοις μεγάλην τὴν ἐλευθερίαν ἔχουσα, ἀγαλλομένη τῇ νίκῃ. ταῦτα δὲ ἡμῖν ἐπιγράψουσιν ἅπαντες καὶ πολὺς ὁ Μενοικεὺς ἐν ἐπαίνοις καὶ ἐγκωμίοις ἰσοθέους τιμὰς ἔχων.

[5]    Οὐ δεῖ δὴ μαλακίζεσθαι. ὢ πόσοι πεπτώκασιν ἐπὶ τῆς παρατάξεως. πόσοι πολεμοῦντες ἐδέξαντο τὴν πληγήν. τούτων ἕνα με καὶ αὐτὸν γενέσθαι δεῖ καὶ μείζονα ἐκείνων τὴν δόξαν λαβεῖν. τοῖς μὲν γὰρ οὐδὲν ἐγκώμιον τῆς πατρίδος προαπελθοῦσιν, ἐμοὶ δὲ τὸ πᾶν ἀπόκειται τῆς δόξης καὶ τὰς τιμὰς ἰσοθέους ἕξω καὶ τὴν μνήμην παρὰ πᾶσι τῆς ἐμαυτοῦ πατρίδος προαπελθών.

[23][t]

Τίνας ἂν εἴποι λόγους Ὀδυσσεὺς ἐν τῷ τοῦ Κύκλωπος σπηλαίῳ καταληφθείς;

[1]    Φεῦ τῆς ἀτόπου θέας καὶ τῆς ἄγαν κινδύνων ὑπερβολῆς. ἐπιλέλοιπέ με τὰ τῶν λογισμῶν καὶ ᾧ χρήσομαι πρὸς τὸν πονηρὸν οὐκ ἔχω. πῶς ἂν δυνηθείην τὸν κίνδυνον ἐκφυγεῖν; ἄμαχος τὴν γνώμην καὶ θηριώδης τὸ ἦθος καὶ τῆς τῶν γιγάντων φύσεως ἀτοπώτερος καὶ τοσοῦτος τὴν ῥώμην καὶ τηλικοῦτος τὸ μέγεθος ὡς μόνοις ἂν τοῖς Διὸς σκηπτοῖς κατενεχθῆναι.

[2]

ἀποτετείχισταί μοι τὰ τῆς ἐξόδου καὶ τὰ τῆς αὐλῆς ἀποκέκλεισται. μηχανὴν δὲ εὑρεῖν ἢ λύσιν τῶν δεινῶν ἀμήχανον. προκείμεθα γὰρ τῷ θηρίῳ πρὸς βοράν. μικρὸν αὐτῷ κατὰ δυάδας λαβεῖν καὶ διαχειρίσασθαι. οἱ μὲν ἤδη τεθνήκασιν, ὧν τὰ λείψανα οὐκ εὐτυχῆ πρόκειται, οἱ δὲ ἔχουσι τὸν φόβον, ἅπαντες δὲ κατεπτήχασι, πρὸς δὲ ἡμᾶς ὁρῶσι καὶ τὴν ἡμετέραν τέχνην καὶ σύνεσιν.

[3] πολλοῖς ὡμίλησα κακοῖς, πολλοῖς προσεγυμνάσθην πολέμοις. ἀλλ' ἐκεῖνα μὲν καὶ ἀνθρώπινα καὶ εἰωθότα, καὶ τὰ μὲν ὅπλοις ἦν βιάσασθαι, τὰ δὲ τοῖς λογισμοῖς ἐκφυγεῖν. μέγα ὁ τῶν Ἰλιέων πόλεμος, ἀλλὰ πολλοὺς εἶχον τοὺς συνισταμένους, καὶ τὰς νίκας μὲν ἦν ἐπεξιέναι, τὴν ἧτταν δὲ παραμυθεῖσθαι τῇ φυγῇ.

[4] πολλοὺς μὲν ἐκ τοῦ φανεροῦ πόνους ἐπεδειξάμην τοῖς πολεμίοις, ἤδη δὲ καὶ νυκτὸς ἐπέστην τῷ Τρωικῷ, τὸν Δόλωνα ἀνεῖλον, τὸν Ῥῆσον διεχειρισάμην, τοῖς πολλοῖς Θρᾳξὶν ἐπέστησα τὴν συμφοράν, εἰς μέσους ἐγενόμην τοὺς πολεμίους σχῆμα ὑποκρινάμενος ἕτερον καὶ τὸ φυλακτήριον τῆς Τροίας ἐξειλόμην καὶ τοῖς Ἕλλησι παρέδωκα τῆς νίκης τὸ ἐνέχυρον ἔχειν. τὴν Σώκου πληγὴν ἤνεγκα γενναίως, τοῦ τελευταίου λόχου καὶ αὐτὸς ἡγεμὼν ἐγενόμην.

[5]

τὴν Τροίαν κατήνεγκα, ἀλλὰ νῦν ἄπορά μοι τὰ τῶν λογισμῶν εἰς σωτηρίαν. Κίκονας ἀνεῖλον, ἦν γὰρ πρὸς ἴσους ὁ πόλεμος. κρείττων ἐγενόμην τῆς Λωτοφάγων ἡδονῆς, ἐπ' ἐμοὶ γὰρ ἦν τὸ φυλάξασθαι. τὴν Λαιστρυγόνων ὠμότητα διέφυγον, καιρὸν γὰρ εἶχον τῆς φυγῆς.

[6] ἀλλὰ νῦν ὥσπερ ἐν δεσμωτηρίῳ καθεῖργμαι, ὃ μήτε διαρρῆξαι ῥᾴδιον μήτε παρακινῆσαι τὴν ἐν θύραις ἐμβολὴν τοῦ λίθου. ἐστρατήγηται μὲν γὰρ τὰ πρῶτά μοι καλῶς, οἴνῳ κατεπόντισα τὸ θηρίον, καὶ πρόκειται, εἴ γε βουλοίμην διαχειρίσασθαι. ἀλλ' εἰ τελευτήσειεν, ἡμῖν ἀπόκειται λιμῷ διαφθαρῆναι οὐκ οὔσης ἐξόδου οὐδὲ δυνάμεως τοσαύτης ἥτις ἀρκέσει πρὸς ἔκβασιν ἐλευθερῶσαι τῆς ἐπικειμένης πέτρας. μόνης γὰρ τῆς Κύκλωπος χειρὸς καὶ τῆς ἐκείνου δυνάμεως καὶ ἐπιθεῖναι τὸν λίθον καὶ ἀφελέσθαι.

[7] οὐκοῦν περιεῖναι δεῖ, εἴ γε μέλλοιμεν τὰς ἐξόδους ἔχειν. περιόντος δὲ οὐκ ἔστι σώζεσθαι. μέσον δεῖ τούτων ἀμφοτέρων. τῶν πυλῶν οὐκ ἔστιν εὑρεῖν ἡμῖν εἰ μὴ δι' ἐκεῖνον ἀφαίρεσιν, ἔξω δὲ καταστᾶσι μηδὲ δυνηθῆναι ἐκείνου λαβεῖν. συνῆκα τὸ πρακτέον, ὀψὲ μέν, ἀλλ' ὅμως συνῆκα. πήρωσιν δεῖ καταψηφίζεσθαι καὶ τὸν ἕνα ὀφθαλμὸν ἐκτυφλοῦν. οὕτω γὰρ γενήσεται ὡς δυνηθῆναι τὸν λίθον ἐξελεῖν καὶ ἀδεὴς ἡμῖν ἔσται οὐκ ἔχων ὅ τι χρήσεται ἑαυτῷ.

[8] ταῦτα δεδόχθω, ταῦτα τολμῶμεν. στέλεχος ἐλαίας τουτὶ πρόκειται. πυρῶσαι δεῖ καὶ ἐκτριβέντι εἰς ὀξὺ ὥσπερ αἰχμῇ κατὰ τοῦ ὀφθαλμοῦ χρήσασθαι. καὶ τὸ μὲν ξύλον οὗτοι μετεωρίσουσιν, ἐγὼ δὲ εἰς τὸν ὀφθαλμὸν ἐρείσας πηρὸν ἀποδεῖξαι πειράσομαι. εὖ γε τῆς ἐπινοίας, εὖ γε τοῦ τολμήματος. γένοιτο δὲ εἰς καλὸν ἐκβῆναι τῇ τύχῃ.

[24][t]

Τίνας ἂν εἴποι λόγους Ὀδυσσεὺς πρὸς τὸν Κύκλωπα ὁρῶν τοὺς ἑταίρους ἐσθίοντα;

[1]    Πολλῶν μὲν δὴ καὶ ἄλλων πεπείραμαι κακῶν καὶ πάλαι μέν, ὅτε βαρβάρους πρῶτον κατεπολέμησα, καὶ νῦν ὅτε κακῶς τὴν θάλατταν ἔπλευσα, ἅτε στρατιώτης οὐκ εὐτυχὴς καὶ ναύτης δυστυχής· ἔδει δέ με καὶ πρὸς Κυκλώπων ἄντρα ἐλθεῖν καὶ τὴν ἀσεβῆ σου ταύτην, Πολύφημε, τράπεζαν ἰδεῖν, ἣν παρέθηκας σαυτῷ πρῶτος καὶ μόνος πληρώσας αὐτὴν πανδαισίας κακῶν.

[2]

ἐνέτυχον μὲν οὖν πρὸ σοῦ ἀνδράσι λῃστρικοῖς καὶ βαρβάροις ἀνημέροις, οὐκ οἶδα δὲ ἄνομον τράπεζαν τεθεαμένος πλὴν ταύτης ἧς γέγονας ἡγεμὼν πληρώσας αὐτὴν τοσούτων νεκρῶν ὁλοκλήρων.

[3] εἴθε μὲν οὖν σου πρῶτον ἔργον ἐγενόμην ἢ τελευταῖος τεθνήξεσθαι, οἶδα γὰρ ὡς παραθήσεις με τελευταῖον τροφῆς ἀπανθρώπου λείψανον, καὶ εἴθε Κικόνων ἐγενόμην ἔργον καὶ μὴ τὸν πόλεμον τὸν πρὸς ἐκείνους νενικήκειν, ἄμεινον ἡττημένος ἢ νίκην νενικηκὼς λοιδορουμένην. ἐγὼ δ' ἡδέως Λαιστρυγόνων ‹ἂν› ἠνεσχόμην, ἵν' ἔχωσι τάφους οἱ νεκροί. οὐ γὰρ μικρὸν παραμύθιον ἀνθρώπῳ ἀποθνήσκοντι στήλη καὶ τάφος. ὁλόκληρον κατέχει τὸν ἄνθρωπον ἡ στήλη.

[4] νῦν δὲ εὕρηταί τις ἐν ἀνθρώποις τάφος τοσούτων σωμάτων γαστὴρ αὕτη τὴν ἄσπαρτον μιμουμένη καὶ θυμὸς ἀπαραίτητος δαπάνην ὅλης εἰρεσίας ναυτικῆς. ὁ γάρ σοι, Πολύφημε, λογισμὸς ὄκνον οὐκ ἔχει οὐδ' ἐβουλεύσω ποτὲ ἀνθρώπινον, ἀλλ' ἔλεον μὲν ἐξῴκισας σεαυτοῦ, δίκῃ δὲ λοιδορῇ πάντοτε, χαίρεις δὲ τροφαῖς ἀθέσμοις. παρὰ μικρὸν ὅλον ὁρῶ βίον δαπανώμενον.

[5] τίς ἡ τοσαύτη φθορὰ τῶν σωμάτων; τίς πολλὴ νόσος κατέσχε ψυχὰς ἀνθρωπίνας; νενίκηκας τὴν ἐξ Αἰθιοπίας καταβαίνουσαν λοιμώδη νόσον. ὦ πόλεμοι παλαιοὶ καὶ τάξεις ἀρχαῖαι καὶ μάχαι συνεχεῖς.

[25][t]

Τίνας ἂν εἴποι λόγους Ὀδυσσεὺς τοὺς μνηστῆρας ἀνελών;

[1]    Ἓν ἀγώνισμά μοι κατελείπετο καὶ τοῦτο ἔχει τέλος εὐτυχὲς καὶ κεῖται τὸ τῶν μνηστήρων πλήρωμα. οἴχονται πάντες οἱ τοῖς ἐμοῖς ἀναιδῶς χρώμενοι. καὶ τῆς ὕβρεως μὲν ἐλευθέρα ἡ γυνή, ἐλεύθερος δὲ τῆς ἐπιβουλῆς ὁ παῖς, ἐμοὶ δὲ περίεστι τῶν οἴκοι κρατεῖν.

[2] πολλοῖς μὲν ἐνήθλησα κινδύνοις κακοῖς, οὐδὲν δὲ παρέσχε μοι τῆς ἀγωνίας τὴν ὑπερβολὴν ὡς ἡ ὑπὸ μνηστήρων ὕβρις τῆς γυναικός. παρανόημα ἀνδρὸς βαρβάρου τὸ κινῆσαν τὸν πόλεμον καὶ τὴν Ἑλλάδα ἐξοπλίσαν κατὰ τῆς βαρβάρου. ἐγὼ δὲ τὸν στόλον ἐκεῖνον συνεκρότησα καὶ φεύγοντας τοὺς Ἕλληνας ἐπέσχον. ἐγὼ καὶ τὸν Ἀχιλλέα ὥπλισα καὶ παρέδωκα σύμμαχον τοῖς Ἕλλησι.

[3] τὰ δὲ ἐπὶ τῆς Τροίας, Σῶκον οὐ λέγω καὶ τὸν ἐκείνου ἀδελφὸν καὶ τὸ πολὺ τῶν Λυκίων ἔθνος, ὅσους αὐτὸς διεχειρισάμην, ἀλλὰ καὶ Δόλωνα εἷλον καὶ τοῖς Θρᾳξὶν ἐπέστην καὶ τὸ σύνθημα ἔδωκα τοῦ φόνου τῷ Διομήδει. ἐγὼ τὸ μέγα φυλακτήριον τῆς Τροίας ἐξήγαγον καὶ παρέδωκα τοῖς Ἕλλησι τῆς νίκης τὴν ἀφορμήν. ἐγὼ καὶ τὸν Τελαμῶνος παρευδοκίμησα περὶ τῶν ὅπλων κρινόμενος καὶ τὸν τελευταῖον λόχον συνεκρότησα τὸν Ἑλληνικόν, καὶ τὸ τοῦ δουρείου ‹ἵππου› τόλμημα ἐμὸν ἔργον ἐγένετο.

[4] τὰ δὲ ἐπὶ τῆς πλάνης πολλὰ καὶ μυρία. Κίκονας εἷλον, Λαιστρυγόνων ἐξέφυγον τὴν ὠμότητα, Κύκλωπα ἠμυνάμην, τῶν Καλυψοῦς ὑπερεῖδον ἐρώτων, τοῦ Κίρκης κυκεῶνος κρείττων ἐγενόμην.

[5] τὰ δὲ ἐπὶ τῆς θαλάττης δεινὰ τὰ πολλὰ καὶ μυρία διήθλησα. τὴν Σκύλλαν ὑπομείνας, τὴν Χάρυβδιν καὶ μέσος ἑκατέρων ἐλθὼν τὰς Σειρῆνας παρέπλευσα φωνῆς αὐτῶν οὔτε ἀνήκοος μείνας καὶ τὰ τῶν ἀκουσάντων μὴ παθών. Λωτοφάγους δὲ οὐ λέγω οὐδὲ ὅσα μοι περὶ τὴν Αἰολίαν πέπρακται. ἀλλ' ἐγὼ τὴν εἰς Ἅιδου πορείαν ἦλθον μόνος Ἡρακλεῖ τὰ ἴσα τολμήσας καὶ δυνηθείς.

[6] ἀλλ' ἀπέκειτο τῶν προειρημένων χαλεπώτερα τὰ οἴκοι καὶ τὰ τῶν μνηστήρων τολμήματα. ἐκεῖνοι ἐπείρων τῆς γυναικὸς καὶ τὸν παῖδα ἔσπευδον ἀνελεῖν, τὴν ἐμὴν ἀνήλισκον περιουσίαν, ὕβριζον παρόντα. ἀλλὰ δεδώκασι δίκην καὶ τῆς ἐμῆς τοξείας πάρεργον γεγόνασιν. ἐπ' ἀδείας ἀπόκειται τῶν οἴκοι κρατεῖν.

[7] ἀλλὰ συστήσονται τούτοις οἱ προσήκοντες καὶ ἐπεξελεύσονται ὑπὲρ τῶν ἀνῃρημένων καὶ μάχης μοι δεήσει. οὐκοῦν οἴκοι μένειν ἀκαιρία δεινή. εἰ δὲ ἐπὶ τὸν ἀγρὸν γενοίμην, ἔστι καὶ διὰ κινδύνων ἐλθόντα κρατεῖν καὶ μηχανὴν εὑρεῖν δι' ἧς ἔσται σπεισάμενον ἐπ' ἐμαυτοῦ μένειν.

[26][t]

Τίνας ἂν εἴποι λόγους εὐνοῦχος ἐρῶν;

[1] Ἓν ἔτι λοιπὸν Ἔρωτι λείπεται τὸ καὶ τοὺς τεθνηκότας ἀλλήλων παρασκευάζειν ἐρᾶν. νεκρὸς γὰρ ὢν καὶ αὐτὸς ἡδονὰς οὐ διέφυγον, ἀλλ' ἤδη γέγονα τοῖς ἐκείνου βέλεσι θήραμα. ὑπηρέτης κατέστην αὐτοῦ πράττειν ὃ βούλεται μὴ δυνάμενος.

[2] ὢ πόθου πέρας οὐκ ἔχοντος. κἂν γὰρ ἀποτύχω, γέγονα δυστυχής, κἂν τύχω, πάλιν εἰμὶ δυστυχέστερος ἄγειν οὐκ ἔχων εἰς πρᾶξιν τὸ τῆς προαιρέσεως. οὐκ ἔστιν, ὦ Ἔρως, ἐν ἐμοὶ τελεῖσθαι τὰ σά. μάτην ἡμῖν ἐπαφῆκας τὰ βέλη καὶ τὴν φαρέτραν ἐκένωσας καὶ πρὸς γάμον ἠνάγκασας σπουδάζειν τὸν οὐκ εἰδότα συνάπτεσθαι.

[3] οὐκ ἔστι συνάγειν ἃ μὴ συνελθεῖν ἡ φύσις ἀφῆκε. προῆλθον ἀνὴρ καὶ γέγονα διὰ τέχνης ἀμφίβολος ἄνθρωπος καὶ μὴ πράττων ὡς ἄνθρωπος μόνον πρὸς τὸ νοσεῖν κατέστην ἀνήρ. τὸ γὰρ πράττειν ἀφῄρημαι. οὔτε μένειν εἴασεν ὅπερ ὑπῆρχον ἡ Τύχη οὔτε μεταβεβλημένον ἀφῆκεν ὁ Ἔρως.

[4] ἤκουον καὶ πρώην ἐρώτων καὶ παραδόξους τούτους ἐνόμιζον. νῦν δὲ σμικροὶ πάντες πρὸς τὸν ἐμὸν παράλογον κατέστησαν ἔρωτα. ἥλω Πασιφάη ποτὲ ταύρου καὶ τέχνην ἔσχε πρὸς τὴν μίξιν ἐπίκουρον. ἐγὼ δὲ πάντα παρὰ τῆς φύσεως κομισάμενος ἐκ τέχνης ἠτύχησα.

[5] ἀλλ', ὦ Ἔρως, ἢ παῦσον τὸ πάθος ἢ τὴν φύσιν μετάβαλε. τούτων γὰρ πέφυκεν ἕτερον ἑτέρῳ πολέμιον.

[27]

Τίνας ἂν εἴποι λόγους ζωγράφος γράψας κόρην καὶ ἐρασθεὶς αὐτῆς;

[1]    Οὐδὲν ἄρα κάλλους ἐστὶ δυνατώτερον, εἴγε καὶ διὰ χρωμάτων θηρᾶν ἐπίσταται καὶ τοῖς ἀψύχοις ἁλίσκεσθαι παρασκευάζει τὰ ἔμψυχα. συνῆλθε πεποικιλμένῳ κηρῷ καὶ τὸν εἰργασμένον ἐρᾶν κατηνάγκασε τούτου. ὢ τέχνης προελθούσης κατὰ τοῦ κτησαμένου, ὢ δεξιᾶς ἀδικούσης μετὰ τῶν ὀφθαλμῶν τὴν διάνοιαν. τεχνίτης καλεῖσθαι βουλόμενος ἀγαθὸς ἐραστὴς νῦν ἀτυχὴς ὀνομάζομαι.

[2] ἔγραψα πολλάκις ἐρώντων ὑπόθεσιν καὶ διετύπουν χρώμασι τὰ τούτων μυστήρια. ἐποίουν Ἔρωτός τινα τετρωμένον τῷ βέλει μὴ παρούσης πληγῆς. ἐξήπτετο καὶ πάλιν ἐκ λαμπάδος μὴ φαινομένης πῦρ. φωνὴν παρεῖχον διὰ τῆς τέχνης ὡς εἰπεῖν τῷ κηρῷ καὶ σκιὰν δοκεῖν διαλέγεσθαι παρεσκεύαζον. ἔγραφον ἄρτι μὲν τὸν ἐρῶντα δυσφοροῦντα πολύ, μετ' ὀλίγον δὲ πρὸς τὴν ἐρωμένην δηλοῦντα σχήματι τὴν προαίρεσιν, ἄλλοτε δὲ δῶρον ἐκπέμποντα, καὶ πολλάκις ψυχαγωγούμενον οἷα δὴ πεπεικότα, πολλάκις δὲ καὶ ἀποτυγχάνοντα καὶ πάλιν δακρύοντα.

[3] καὶ οὐ μόνον τὰ παρ' ἀνθρώποις ἐμιμούμην εἰκόνι, ἀλλὰ καὶ θεοὺς παρειχόμην δουλεύοντας Ἔρωτι καὶ τὴν ἐκείνων φύσιν μετέπλαττον πρὸς ὃ μὴ πάσχειν πεφύκασιν, οἷον τὸν Δία βοῦν ἐποίουν δι' ἔρωτα καὶ τὴν Εὐρώπην ἐπὶ τῶν νώτων φέρειν ἠνάγκαζον καὶ περαιοῦσθαι διὰ τῶν χρωμάτων τὴν θάλασσαν. κύκνος ἦν δι' ἐμὲ καὶ ὅτε πλούτῳ χαρίζεσθαι προῃρούμην, χρυσός. ἔγραφον πάλιν αὐτὸν μετὰ τοῦ κεραυνοῦ καὶ σώζων τὸ φοβερὸν ἀπεστρεφόμην τὸ δεδιός.

[4] τί δέ; Ἀπόλλων βραδύτερος κόρης διὰ τῆς ἐμῆς ἐγίγνετο δεξιᾶς καὶ δρόμον ἀπέραντον ἐνετίθουν τοῖς χρώμασιν ἐν οὐ κινουμένοις ποσίν. οἶδα κηρῷ δήσας τὸν Ἄρεα. καὶ πᾶν ἁπλῶς ἐγίγνετό μοι ὑπόθεσις. ἐγὼ δὲ νῦν ἑτέροις γεγένημαι.

[5] γράφετε, ὦ τεχνῖται, καινόν τι τὸν ἐμὸν ἔρωτα ἐκδιηγούμενοι. οἷς ἔπλασα, τούτοις ἑάλωκα. κόρης ἐρῶ. καὶ τυχεῖν μὲν ταύτης γέγονεν εὔπορον, οὔτε γὰρ βαδίζειν οὔτε παραιτεῖσθαι τὴν πρᾶξιν ἐπίσταται, μίγνυσθαι δὲ ταύτῃ καὶ τὴν ἐπιθυμίαν ἄγειν εἰς πέρας ἐστὶν ἀδύνατον. πείθω τὴν οὐ πεφυκυῖαν πείθεσθαι, ἀσπάζομαι φύσιν ἀναίσθητον.

[6] ἀλλ', ὦ χρώματα, τῆς τοιαύτης παύεσθε χάριτος καὶ μὴ πάθος ἐγείρετε μὴ παρεχόμενα μετὰ ταῦτα τὴν ἴασιν.