8890 436 0 14 1 0 IV d. C. Retorica Libanius VIII Progymnasmata Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 31

Libanius - Progymnasmata VIII

Ἐγκώμια.

[1]

Διομήδους.

[1]    Ὁμήρῳ καὶ κατὰ τοῦτο φαίην ἂν ἥδεσθαι, ὅτι τὸν Διομήδην ὧν προσῆκεν ἠξίωσεν ἐν τῇ ποιήσει. ὃ δὲ τὸν Ὅμηρον ἐπαινῶ πεποιηκότα, τοῦτο καὶ αὐτὸς μιμήσομαι οὐχ ὡς ἱκανῶς ἐκείνου τὴν ἀρετὴν τοῦ Διομήδους οὐ δεδηλωκότος, ἀλλ' ὅτι καὶ αὐτὸς ἀμείνων ἂν εἴην λέγων ὡς δυνατὸν ἢ μηδὲ ὅσα ἔξεστι λέγων.

[2] Πατρὶς μὲν οὖν τῆς Πελοποννήσου τὸ κάλλιστον αὐτῷ καὶ περιφανέστατον καὶ μάλιστα τῇ Ἥρᾳ κεχαρισμένον. ἀκούεις γὰρ ὃ πρὸς τὸν Δία ἐν μνήμῃ πόλεων ἃς εἶναι φιλτάτας ἑαυτῇ φησι καὶ ὡς πρώτην εἰποῦσα τὴν Ἀργείων ἔπειτα τὰς ἄλλας προστίθησι. τοῦτο δὲ τὸ Ἄργος πρῶτον ἀνῆκεν ἀνθρώπους ἐκ γῆς καί εἰσιν Ἀργεῖοι παλαιότατοι πάντων.

[3] τοιαύτην οὖν παρεχόμενος τὴν πόλιν ἐξ ἀγαθῶν τε ἔφυ κἀκείνων ἄξιον ἑαυτὸν ἀπέδειξε. Τυδεὺς μὲν γὰρ τούτῳ πατήρ, ἐκείνῳ δ' Οἰνεύς. τούτῳ δὲ ἐκ θεῶν τὸ γένος. τὸν δὲ Τυδέα τοῦτον ἄλλα τε ἐκόσμει πολλὰ καὶ ἡ ἐπὶ Θήβας στρατεία. ὡς γὰρ ἦλθεν εἰς Θήβας πεμπόντων Ἀργείων καὶ συνεγένετο τοῖς πολεμίοις ἐν πρεσβευτοῦ σχήματι, πρὸ τῆς μάχης καὶ τῶν κοινῶν ἔργων ἐδείκνυε τοῖς Θηβαίοις ὅσον αὐτῶν Ἀργεῖοι βελτίονες πυκνὰς μὲν τὰς προκλήσεις ποιούμενος, πυκνὰς δὲ τὰς νίκας ἀναιρούμενος.

[4] ἐκ τοιούτου δὴ γενόμενος Διομήδης καὶ μητρὸς ἧς ἦν Ἄδραστος πατήρ, ἀνὴρ μετὰ τῆς εὐβουλίας κεκτημένος καὶ μέγεθος τύχης, ἀξίως μὲν ἐπαιδεύετο τῆς εὐγενείας, τοῦ καιροῦ δὲ τῶν ἔργων ἥκοντος ἐδείκνυ τὴν παιδείαν. ἀνέβη μὲν γὰρ ἐς τὸ Πήλιον καὶ ἐφοίτα τῷ Χείρωνι, ταχὺ δὲ ἐλάμβανε τάς τε τῆς ψυχῆς ἀρετὰς καὶ ὅσαι τοῦ σώματος ὥστε τῇ μὲν ὁρᾶν ἃ πράττειν ἄξιον, τῷ δ' ἐπιτελεῖν ἃ δόξειε.

[5] τοῦ Τρωικοῦ δ' ἐπελθόντος πολέμου καὶ βασανίζοντος ἀρετὴν καὶ κακίαν ὁ μὲν Ἰθακήσιος μαίνεσθαι δοκεῖν ἐβούλετο μᾶλλον ἢ στρατεύεσθαι καὶ τῇ περὶ τὸ ζεῦγος ἀναρμοστίᾳ τὸ μὴ σωφρονεῖν ἐπλάττετο, Πηλέως δὲ ὁ παῖς καὶ Θέτιδος τὰ παρθένων ἐσχηματίζετο καὶ μετὰ παρθένων διῆγε καὶ τὰ ὅπλα ῥίψας ἠφάνιζε τῷ πλάσματι τὴν φύσιν. ἀλλ' οὐχ ὁ Τυδέως. ἀλλ' ἡδέως μὲν ἐδέξατο τὸν καιρόν, ἀσμένως δὲ ἔθετο τὰ ὅπλα, προθύμως δὲ καθεῖλκε τὰς ναῦς. ἐμέμνητο δὲ τοῦ πατρὸς καὶ τὸν ζῆλον οἴκοθεν εἶχεν.

[6] ἐπεὶ δὲ ἧκον εἰς Τροίαν, ὁ μὲν ἑκών, οἱ δὲ φεύγοντες τὸν κίνδυνον ἄκοντες, ὧν τὸν μὲν Παλαμήδης ἤλεγξε, τὸν δὲ Πηλέως οὗτος αὐτὸς ὁ Διομήδης, ἦν μὲν καὶ τὸν ἄλλον ἅπαντα χρόνον χρήσιμος τοῖς πράγμασι, μάλιστα δὲ ἐκ τῆς ὀργῆς διεδείχθη τῆς Ἀχιλλέως. μεμψαμένου ‹γὰρ› τὸν Ἀγαμέμνονα τούτου καὶ τοῦ συμμαχεῖν ἀποστάντος καὶ διὰ τῆς μητρὸς τὸν Δία πεπεικότος μετατάξασθαι καὶ λαμπρῶς ἐκείνου τὰ τῶν Τρώων ᾑρημένου καὶ τὰ τῶν Ἑλλήνων φθείροντος καὶ ἀπολλύντος Διομήδης ἐστὶν ὁ τὴν ἑαυτοῦ φύσιν ἀντιτάξας τῇ τοῦ καιροῦ δυσκολίᾳ καὶ γενομένης μάχης ἐμπίπτων τοῖς ἐναντίοις καὶ ἀφειδῶς ἀποσφάττων.

[7]

οὕτω δὲ οὐ κατεῖχεν ἑαυτὸν ὥστε τῶν μὲν οἰκείων ἐκπηδῶν, τῶν δὲ πολεμίων ἁπτόμενος οὐ παρεῖχε τοῖς ὁρῶσι γινώσκειν ὁποτέρων ἦν ὁ στρατιώτης. ἔφερε δὲ τὸν ὁπλίτην οὐδέν, ἀλλ' ὅτῳ περιπέσοι, τοῦτον εὐθὺς ἀπέφερεν. οὐχ οὕτω χειμάρρους παρασύρει τὰς γεφύρας ὡς ἐκεῖνος τὰς φάλαγγας. ἔπιπτε μὲν ὑπ' ἐκείνου Πάνδαρος ἀπὸ τῶν τόξων ὠφελῶν τὴν Πριάμου καὶ δίκην ἐδίδου πρέπουσαν τῷ κεκινηκέναι τὰς σπονδάς.

[8] Αἰνείας τοῦ Διομήδους μὲν ἡττᾶται, διὰ δὲ τῶν θεῶν σώζεται. οὕτω δὲ ἐξῆλθεν ἀμείνων καὶ τοὺς βαρβάρους κτείνων καὶ ποιῶν ἐλάττους ἀεὶ ὥστε καταγνόντες ἑαυτῶν ἀφέντες τὰς ἐν τοῖς ὅπλοις ἐλπίδας εὐχαῖς τῷ Διομήδει τὴν Ἀθηνᾶν ἐπανίστασαν, ὁ δὲ θαυμαστὸς Ἕκτωρ ὃς συνέχειν ἐδόκει τὰ πράγματα τοῖς Τρωσίν, ὑφ' οὗ τὸ Ἴλιον ἐσώζετο, πρόφασιν εὑρὼν τῆς οἴκαδε πορείας ἀκμάζουσαν ἀφῆκε τὴν μάχην καὶ πρὸς τὴν πόλιν ἐχώρει κινήσων τὰς Τρωάδας εἰς εὐχήν.

[9] τοῦτο δὲ ἦν λιπεῖν φόβῳ τὴν τάξιν, οὐ χρείαν θεραπεύειν αὐτοῦ δεομένην. οὐ γὰρ δὴ στρατηγοῦ φωνὴν ἀπῄτει τὸ ῥῆμα τοῦτο, ὅτι προσῆκεν εὔξασθαι, ἀλλὰ κἂν Ἰδαῖος ἤρκεσε τῷ λόγῳ καί τις ἂν ἄλλος ἴσως τῶν ἐκείνῳ τεταγμένων ὑπηρετεῖν. ἀλλ', οἶμαι, τὴν διακονίαν ἥρπασεν εἰς σωτηρίαν.

[10]    Οὐ τοίνυν δεινὸς μὲν ἦν τρέψασθαι τοὺς πολεμίους, θυμῷ δὲ ἐδούλευε καὶ ταῖς ἡδοναῖς ἐχαρίζετο, ἀλλ' οὕτως ἤσκει τούτων ἁπάντων ἐγκράτειαν ὥστε καὶ εἰ μὴ δεινὸς ἦν ἐν μάχαις, ἀπό γε τούτων ἱκανῶς ‹ἂν› εὐδοκίμει. ὅταν οὖν ἀκούῃς ὡς ἔτρωσε νῦν μὲν τὸν Ἄρην, νῦν δὲ τὴν Ἀφροδίτην, ταῦτα ἡγοῦ ‹δηλοῦν› κεκρατῆσθαι τὰ πάθη, ποιητῶν γὰρ νόμος ἀντὶ τούτων δὴ τῶν παθῶν ὀνομάζειν θεούς.

[11]    Ἀλλὰ γὰρ ἐπὶ τὰς μάχας πάλιν ἐπανακτέον τὸν λόγον. φανεῖται γὰρ ἐν τοῖς ἐσχάτοις ἀτυχήμασι μείνας ἐπὶ τῆς ἀνδρείας καὶ μείνας γε μόνος καὶ τῶν φευγόντων κατηγορῶν. ἐπειδὴ γὰρ ἔδοξε τῷ Διὶ τὰ τῶν Τρώων αὐξῆσαι καὶ πάντες οἱ πρὸ τοῦ λαμπροὶ τῆς ἀκαιρίας ἥττηντο, ὁ βασιλεύς, Ὀδυσσεύς, ὧν πλεῖστος ὁ λόγος, Αἴας ἑκάτερος, Νέστορα δὲ τὸ περὶ τὸν ἵππον κατεῖχε πάθος, ὁ δὲ Ἕκτωρ ὑπὸ τοῦ Διὸς ἐπηρμένος σφοδρῶς ἐπέκειτο, Διομήδης ἵσταται πρὸς τὴν συμφορὰν τοῦ γέροντος καὶ μεμψάμενος τὸν Ὀδυσσέα τῆς δειλίας κἀκεῖνον εἰς τὸ ἅρμα ἀναλαβὼν αὖθις ἐτάραττε τοὺς ἐχθρούς, ὅτε δὴ καὶ τοῖς ἐξ οὐρανοῦ βαλλόμενος βέλεσιν οὐ μετεβάλλετο. ἀλλ' ὁ μὲν Ζεὺς ἄνωθεν ἐμάχετο τοῖς κεραυνοῖς, ὁ δὲ καὶ ταῦτα ἠνείχετο καὶ τὴν μὲν ἀνδρείαν ἐν τούτοις ἐνεδείκνυτο, τὸ δὲ εἰδέναι πείθεσθαι συμβούλῳ τῷ μὴ τὴν παραίνεσιν ἀτιμάσαι τοῦ γέροντος, ὃς ἔπειθε τὸν Διομήδην εἶξαι τῷ Διί.

[12] σεμνύνει μὲν δὴ καὶ ταῦτα τὸν ἥρω, πολὺ δ' ἐστὶ καλλίω τὰ δεύτερα. διὰ γάρ τοι τοῦτον καὶ τὴν τούτου παρρησίαν οὐκ ἀπῆλθον ἀπὸ τῆς Τροίας Ἕλληνες ἄπρακτοι. πιεζομένου γὰρ ταῖς συμφοραῖς Ἀγαμέμνονος καὶ σαφῶς ἀπειρηκότος καὶ μεμνημένου φυγῆς ἐν τοῖς ἀρχομένοις καὶ κελεύοντος ἀνάγεσθαι καὶ τῶν ἄλλων οὓς ἔδει κωλύειν ἡσυχαζόντων, τοῦτο δέ, οἶμαι, σύμβολον ἦν ἢ τοῦ μὴ τὸ βέλτιστον ὁρᾶν ἢ τοῦ μὴ τολμᾶν ὃ βέλτιστον ἡγοῦντο λέγειν, μόνος ὁ Διομήδης ἤλγησέ τε ὑπὸ τῆς αἰσχύνης καὶ τὸ παραστὰν οὐκ ἀπεκρύψατο, ἀλλὰ μάλ' ἀνδρείως δειλὸν ‹Ἀγαμέμνονα› ἀποκαλέσας καὶ τοῖς φαυλοτάτοις τῶν Ἑλλήνων ἀνεῷχθαι τὴν θάλασσαν, αὑτῷ καλὸν μένειν ἔφησεν. οὐδὲ γὰρ προσήκειν προδοῦναι τὰς παρὰ τῶν θεῶν ἐλπίδας.

[13] οὕτω δὴ τὴν αἰσχύνην ἀνελὼν καὶ κατασχὼν τὸν στρατὸν ἐπὶ τοῦ πρέποντος σχήματος πάλιν ἑτέρᾳ δημηγορίᾳ τὸν στρατὸν ἐπέρρωσε διαπτύσας μὲν τὴν ὀργὴν Ἀχιλλέως, μεμψάμενος δὲ τὴν πρεσβείαν καὶ τὸ μὴ συνεῖναι τοῦθ' ὅτι τοῖς δώροις ἐκεῖνος ἔσται χαλεπώτερος.

[14]

τοῖς μὲν οὖν λόγοις κρείττους ἐποίησε τοὺς Ἕλληνας ἀπαλλάξας ἀθυμίας, νυκτὸς δὲ ἐπελθούσης καὶ καθεύδοντας τοὺς πολλοὺς ὠφελεῖ κουφίζων τοῖς τολμήμασι τὰ δυστυχήματα. ἀπέκτεινε μὲν τοίνυν τὸν Δόλωνα καὶ τοὺς πολεμίους ἐν ἀγνοίᾳ τῶν Ἑλληνικῶν πραγμάτων ἐτήρησε πρὶν ἀποκτεῖναι τἀκείνων μαθών, εἰδὼς δὲ ὡς καιρὸς ἐπιθέσθαι τοῖς Θρᾳξὶν ἐφειστήκει καὶ κειμένους ἀπέσφαττεν ὕπνῳ κατειλημμένους, ὥστε οὐκ ἀπήλαυσαν οἱ Τρῶες τῆς τοῦ Ῥήσου συμμαχίας, Ὀδυσσεὺς δὲ μᾶλλον εἵπετο μάρτυς ἢ συνεργὸς τῶν ἐκείνῳ δρωμένων.

[15] ἐπεὶ δὲ ἔδει βληθῆναι καὶ τοῦτο ἐπεπόνθει, τῶν πραγμάτων οὐδ' οὕτως ἀφειστήκει παντελῶς, ἀλλ' οὐκ ἔχων τῷ σώματι συντελεῖν τῇ γνώμῃ συνηγωνίζετο τὰς παρακλήσεις ἀντὶ τῶν χειρῶν συνεισφέρων τῇ χρείᾳ. καὶ τί δεῖ λέγειν ἵππων ἀγῶνας καὶ νίκην ἣν ἀνείλετο τὰς Εὐμήλου παραδραμών, ὧν τὸ τάχος Ὅμηρος τοῖς τῶν ὀρνίθων ἀπεικάζει πτεροῖς;

[16] Ὅμηρος δέ μοι παίζειν δοκεῖ τῶν Ἀχαιῶν ἄριστον μετ' Ἀχιλλέα τιθεὶς τὸν Αἴαντα. οἷς γὰρ αὐτὸς ἐκεῖνος πεποίηκεν ἀμφοτέρων ἀμείνων ὁ Διομήδης πέφηνε. τοῦ μὲν γὰρ ἐκράτησε μονομαχῶν, ἡνίκα ὁ Πατρόκλου τάφος ἐτιμᾶτο τοῖς ἄθλοις καὶ τὸ πρᾶγμα δέος ἤνεγκε τοῖς θεωμένοις περὶ τοῦ Τελαμῶνος, τὸ δὲ ὅτι κρείττων ἦν Ἀχιλλέως, ἡ τῶν Τρώων πόλις ἐβόα. τὰς δὲ τῶν πολεμίων ἀρετὰς οἱ πολέμιοι καλῶς ἴσασι τὴν ἀπόδειξιν τῆς ἑκάστου φύσεως ἐξ αὐτῶν ὧν πεπόνθασι λαμβάνοντες.

[17] καὶ μήν, εἴ τις ἤρετο ὁντιναοῦν τί κατήνεγκε τὸ Ἴλιον, τὴν κλοπὴν εὐθὺς ἀκούσεται τοῦ ἀγάλματος, οὗ μένοντος εἴσω τειχῶν ἔδει μένειν τὴν πόλιν, μεταστάντος δὲ ἑτέρωσε μηκέτ' εἶναι τὴν πόλιν. τοῦτο τοίνυν τοῦ Διομήδους ἔργον. καὶ ὅστις τῶν Ἀχαιῶν εἰς Ἴλιον ἦλθε, διὰ τοῦτον εἰσῆλθε. καὶ πάντα ἦν τὰ πάντων γ' ἑνὸς ἥρωος, τοῦ Διομήδους. διὰ τοῦτον ἄνδρας ἔσφαττον, διὰ τοῦτον χρήματα ἥρπαζον, διὰ τοῦτον γυναῖκας ἦγον, διὰ τοῦτον ἔλαβε τέλος ὁ μακρὸς ἐκεῖνος πόλεμος.

[18] οὗτος παρέδωκε τὴν Πριάμου πόλιν σιδήρῳ καὶ πυρί. καὶ εἴ τις τὸν ἵππον ὃς ἐδέξατο τὸν λόχον αἰτιᾶται τῆς τοῦ Ἰλίου καταστροφῆς, μάλιστα μὲν ἐκεῖθεν καὶ τοῦτο ἴσχυσε, κατέβη δ' αὖ κἀνταῦθα. καὶ ἦν ὑπὲρ τοὺς ἄλλους θαυμαζόμενος καὶ τυχὼν ὧν τὸν ἀγαθὸν ἐχρῆν ἐμβὰς εἰς τὴν ναῦν λαμπρῶς ἀνήγετο.

[2][t]

Ἐγκώμιον Ὀδυσσέως.

[1]    Ἁπάντων ἔμοιγε τῶν ἡρώων Ὅμηρος ὁ ποιητὴς θαῦμα γενναῖον ἐκτέθεικεν, οὐχ ἥκιστα δὲ Ὀδυσσέως, ὃν τῆς μὲν Ἰλιάδος πεποίηκε κοινωνόν, τῇ δὲ ἑτέρᾳ ποιήσει μόνον τετίμηκε.

[2] καί μοι δοκεῖ τῷ προγόνῳ τούτου χαριζόμενος Ἑρμῇ ταῦτα εἰς αὐτὸν σπουδάσαι. τοῦτο δὲ αὐτὸ καὶ ἡμᾶς εἰκότως ἂν ἐπεγείροι πρὸς τὸν ἔπαινον τοὺς τῆς αὐτῆς τέχνης ἧς προστάτης αὐτὸς οὗτος ὁ θεός, ὃς γεννήσας Αὐτόλυκον ἔδωκεν ἐντεῦθεν Ὀδυσσεῖ τοῦ γένους τὰς ἀφορμάς. παρ' οὗ δοκεῖ καὶ τὸ συνέσει νικᾶν εἰς αὐτὸν καταβῆναι. ὥσπερ γὰρ οἱ φύντες ἐξ Ἄρεος ἔρωτα πολέμου ἔσχον καὶ κατὰ τοῦτο διήνεγκον, οὕτω καὶ οὗτος Ἑρμῆν παρεχόμενος πρόγονον συνέσει πάντας ἀπέκρυψεν.

[3]    Ἀλλ' ὑπὲρ μὲν τούτων ὕστερον, πατρὶς δὲ αὐτῷ νῆσος εὐφυὴς εἰς φορὰν ἀνδρῶν ἀγαθῶν καὶ οὐ πλήθει καρπῶν μᾶλλον ἢ ταῖς τούτων ἀρεταῖς κοσμουμένη. τραφεὶς δὲ ἐν βασιλείοις οὐκ ἠμέλησεν Ὀδυσσεὺς παιδείας, ἀλλ' εἷς ἦν τῶν ὡς Χείρωνα πεφοιτηκότων καὶ μαθόντων ὁπόσα Χείρων ἐδίδασκε. καταβὰς γὰρ ἀπὸ τοῦ Πηλίου τὴν γνώμην ἐν τοῖς ἀεὶ παραπίπτουσι τῶν πραγμάτων ἐδείκνυ.

[4] καὶ τῶν τε ὑπὲρ τῆς Ἑλένης ὅρκων οὗτος αἴτιος ἦν καὶ ἐπειδὴ τὸν Μενέλαον ὁ Πριάμου παῖς ἀδικήσας εἶχεν ἁρπάσας ἐκείνην, οὕτως ἤλγησεν ὥστ' αὐτὸς περιιὼν ἤγειρε τὸν στρατόν. καὶ διὰ τοῦτον Ἀχιλλεὺς οὐκ ἔμεινεν ἐν Σκύρῳ μετὰ τῶν παρθένων ἀκούων τὸν πόλεμον, ἀλλ' ἀντὶ τοῦ σὺν ἐκείναις εἶναι διέφερε τὸν πόλεμον ἀκόλουθα πράττων. οὗτος καὶ τὸν ἐκείνου παῖδα μετὰ ταῦθ' ὕστερον ἐπὶ τὴν Τροίαν ἐκ τῆς νήσου κομίζει.

[5] καὶ σιωπῶ τὸν Φιλοκτήτην καὶ μυρία πρὸς τούτοις ἕτερα, κρινέσθω δὲ Ὀδυσσεὺς ἀφ' ὧν ἐν τοῖς Ἑλληνικοῖς ἀτυχήμασιν ἔπραξεν, εἰ μηδὲ ἐκεῖνο μικρὸν τὸ πρεσβεύσαντα πρὸς τοὺς ἐναντίους θαῦμα τῆς ἑαυτοῦ δεινότητος ἐμβαλεῖν τοῖς ἀκροωμένοις.

[6] ἀλλὰ μεθειστήκει μὲν Ἀχιλλεὺς διενεχθεὶς πρὸς τὸν Ἀγαμέμνονα κόρης ἕνεκα, συμμεθειστήκει δὲ πρὸς τοὺς ἐναντίους ὁ Ζεὺς Θέτιδι χαριζόμενος. πεῖραν δὲ ὁ βασιλεὺς εἰς τὸ στρατόπεδον καθίει καὶ φυγῆς ἐμέμνητο, οἱ δὲ ὡς ἤκουσαν, εὐθὺς ἐπὶ τὰς ναῦς ἔθεον καὶ ὁ πόλεμος διελέλυτο, τὰ δὲ πράγματα ἀπολώλει, ὁ δὲ καιρὸς ἐκεῖνος ὡς ἀληθῶς ἀνδρὸς ἐδεῖτο τοῦ μέλλοντος ἐπισχήσειν τὴν τοσαύτην αἰσχύνην.

[7] ἐφάνη τοίνυν οὗτος αὐτὸς Ὀδυσσεὺς καὶ τὸ σκῆπτρον Ἀγαμέμνονος ἁρπάσας ἐπὶ τοὺς τῆς θαλάσσης ἐπιθυμοῦντας ἐφέρετο καὶ πρὸς ὁρμὴν οὕτω ζέουσαν ἀντέταξε τοὺς λόγους, μᾶλλον δέ, πρὸς μὲν οὓς ἀπέχρη λόγος, τούτους κατεῖχε λέγων, οὓς δὲ πληγῶν ἑώρα χρῄζοντας, τούτους πληγαῖς ἐπανῆγεν εἰς τὸ μένειν. μετὰ τοιούτου δὴ σχήματος πᾶσαν ἐπιὼν τὴν στρατιὰν ἀπέσπασε τῶν νεῶν τοὺς Ἕλληνας καὶ μένειν τοὺς μὲν ἔπεισε, τοὺς δὲ ἠνάγκασε καὶ τὸ αἰσχρὸν ἀνεῖλε καὶ τοὺς ὀρεγομένους τῆς οἰκείας ἐπαινέτας εἶχεν ἐπὶ τῇ δημηγορίᾳ τῇ περὶ τῆς μονῆς. τοσοῦτον ἴσχυσεν ὁ ῥήτωρ.

[8]    Καὶ μὴν κἀκεῖνο σημεῖον οὐ μικρὸν τῆς Ὀδυσσέως δεινότητος τὸ πρεσβείας δεῆσαν ὡς τὸν Ἀχιλλέα αὐτὸν φέρειν τοῖς ἐκπέμπουσι τὰς ἐλπίδας. σκόπει γάρ. ἔτι μελλόντων ἐξιέναι παρ' Ἀγαμέμνονος ὁ Νέστωρ ἐκεῖνον ὡς δεινότατον παρεκελεύετο φροντίζειν ὅπως διδάξει τὸν ἄνδρα. τὸ δὲ αὐτὸν μὲν μένειν κατὰ χώραν τὸν Νέστορα, τὸν δὲ ἰέναι παρὰ τὸν Ἀχιλλέα τίνος σύμβολον; οὐ τοῦ ‹τοῦτον› τοῖς λόγοις κρατεῖν τοῦ Νέστορος, ὃν αὐτὸ τοῦτο εἰς Ἴλιον ἤγαγε τὸ λέγειν δύνασθαι;

[9]    Ἆρ' οὖν λέγειν μὲν ἱκανός, πράττειν δὲ οὐ τοιοῦτος; οὐ ταῦτά φησι Διομήδης, ὃς ὑποστὰς τὴν κατασκοπὴν μίαν εὗρεν αὑτῷ σωτηρίαν τὴν Ὀδυσσέως κοινωνίαν διαρρήδην εἰπὼν καὶ πυρὸς καταφρονεῖν ἐκείνου παρόντος. καὶ ὡς οὕτως· ἐγίνωσκεν ἐδήλωσε τὸ ἔργον. καὶ γὰρ ὁ τὸν Δόλωνα προϊδὼν καὶ φράσας τῷ Τυδέως οὗτος ἦν καὶ ὁ τοὺς Θρᾷκας εὑρὼν οὓς ἐμήνυσεν εἰλημμένος ὁ Δόλων οὗτος ἦν καὶ ὁ δείξας τὸν Διομήδην μαθητοῦ τάξιν πρὸς τὸν διδάσκαλον ἔχοντα πρὸς αὐτόν.

[10] καὶ τί δεῖ τἄλλα λέγειν ἃ καθεύδοντας ἔδρασε τοὺς ἐναντίους; ἀλλ' ἐν τοῖς ἐσχάτοις καιροῖς κεκυκλωμένος ὑπὸ τῶν ἐναντίων ἐξὸν ἀποχωρεῖν μετὰ χείρονος τοῦ σχήματος εἵλετο μένων κινδυνεύειν μετὰ τοῦ κρείττονος. καὶ πάλιν ἕτερα οὐ φαυλότερα τῶν προτέρων ἐπολιτεύετο δευτέραν φυγὴν ἐπισχὼν καὶ δευτέραν αἰσχύνην ἀνελὼν καί, νὴ Δία γε, καὶ συμφορὰν μετὰ τῆς αἰσχύνης.

[11] ὁ μὲν γὰρ κελεύων ἀνάγεσθαι πάλιν Ἀγαμέμνων ἦν, ὁ δὲ ἐμφράττων τῷ βασιλεῖ τὸ στόμα καὶ κωλύων μὴ τοιούτους προΐεσθαι λόγους ὁ Ἰθακήσιος, ὃς εἰ μὴ τότε ἐμποδὼν ἔστη τοῖς κακῶς βεβουλευμένοις, ἅπαντ' ἂν διέφθαρτο τῶν μὲν Τρώων ἐπικειμένων καὶ κατάκρας ἐλαυνόντων, τῶν δὲ ἐν τῷ τῶν νεῶν ἅπτεσθαι κατακοπτομένων.

[12]    Τοσαῦτα τοίνυν ἐκ τοῦ λέγειν ὠφελῶν οὐδ' ὅσα δοκεῖ τοῦ σώματος εἶναι καλά, τούτων ἐστέρητο, ῥώμης λέγω καὶ τάχους. φέρε γάρ, τίς ἰσχυρότατος; οὐχ ὁ Τελαμῶνος; τίς ἐν ποδῶν τάχει τὰ πρωτεῖα ἔχων; οὐχ ὁ τῶν Λοκρῶν ἡγούμενος ὁ ὁμώνυμος τούτου; οὐ τοίνυν ἐν οἷς εὐδοκίμουν οὗτοι, τούτων Ὀδυσσεὺς δεύτερος ἐγίνετο.

[13] εἰ δέ τις χαίρει τῶν Τρώων ἡττημένων καὶ τῆς Τροίας ἁλούσης, μὴ κοινὸν ἡγείσθω τῶν Ἑλλήνων τὸ ἔργον, ἀλλ' ἑνὸς ἀνδρὸς Ὀδυσσέως καὶ τῆς ἐκείνου διανοίας τε καὶ τόλμης, ὃς ἐλθὼν εἰς μέσους τοὺς πολεμίους τὴν ἱερὰν ἄγκυραν ὑπέσπασε, λέγω δὴ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα, τὸ τῆς Τροίας φυλακτήριον, οὗ στερηθεῖσαν οὐκέτ' εἶναι τὴν πόλιν ἔδει.

[14] λέγουσι δέ τινες καὶ τοῦ λόχου τὸ πλεῖστον ἐπ' ἐκεῖνον ἐλθεῖν καὶ τὴν ἐκείνου σοφίαν ἐμπλῆσαι τὸν ἵππον τῶν ἀρίστων ἀνδρῶν. διὰ ταῦτα Ὅμηρος ἀρχόμενος τῆς εἰς ἐκεῖνον ποιήσεως τὴν ἐκ τῶν πραγμάτων εὐφημίαν αὐτῷ σέσωκεν εἰπών· ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε.

[15] δοκεῖ δέ μοι καὶ ταῖς περὶ τὴν οἴκαδε κομιδὴν δυσκολίαις Ὀδυσσεὺς κεχρῆσθαι καὶ τοσούτοις ὡμιληκέναι κακοῖς, οὐχ ὅτι αὐτὸς ἄξιος ἦν κακῶς παθεῖν, ἀλλ' ὅπως οἱ μετὰ ταῦτα ἀκούοντες τίς ἦν ἐν τοῖς δυσκόλοις ἐπιθυμήσωσι σοφίας ὡς πάντα διαφευγούσης τὰ δυσχερῆ.

[16] θεώρει δὲ τὸν ἄνδρα παρὰ πάντα τὸν πλοῦν. οὐ γὰρ ἔστιν ἔνθα οὐχ εὑρήσεις ἔργα θαύματος ἄξια. εὐθὺς μὲν οὖν ἀναχθεὶς ἐξ Ἰλίου προσβαλὼν Κίκοσιν ἑλὼν τὴν πόλιν ἀπηλλάγη καὶ γεγόνασιν εὐπορώτεροι κοινῇ. προσσχὼν δὲ τοῖς Λωτοφάγοις, ὁ δὲ λωτὸς οὗτος τοὺς γευσαμένους κατεῖχε καὶ πάντα ἔπειθεν ἡγεῖσθαι πλὴν αὑτοῦ μικρά, τοιαύτης τοίνυν γῆς ἐπιβὰς καὶ ἐκ ταύτης ἐπανήγαγε τοὺς ἑταίρους καὶ ταῦτα γεγευμένους.

[17] τί δ' ἄν τις εἴποι μεῖζον ἢ ὅτι ὁ Πολύφημος ὁ τοσοῦτος μὲν τῷ σώματι, τοιοῦτος δὲ τῇ ὠμότητι ἐν χεροῖν ἔχων αὐτὸν καὶ μόνον οὐ κατεδηδοκὼς ἐτυφλοῦτο παρ' Ὀδυσσέως; ὡς γὰρ οἴνῳ κατεκοίμισε τὸν Κύκλωπα, τἄλλα ῥᾳδίως εἰργάζετο. καὶ τὸ ἔτι μεῖζον, οὕτω κακῶς διαθεὶς αὐτὸν διέφυγεν ἐπὶ τῇ θύρᾳ καθήμενον ὑπό τι τῶν ἐξιόντων προβάτων ὑποδύς.

[18] καὶ δὴ καὶ Λαιστρυγόνων οὐ πολὺ τούτου μετριωτέρων καταγελάσας ἀπῆλθε. Κίρκη δὲ ἡ φαρμακὶς ἡ πρὸς βούλημα μεταποιοῦσα εἰς τὰς τῶν ζώων ἰδέας καὶ πάντα ἰσχύουσα τῇ τέχνῃ οὐκ ἴσχυσε κρατῆσαι τῆς Ὀδυσσέως φύσεως, ἀλλ' οὕτως αὐτὸν ἔδεισέ τε καὶ ἐθαύμασεν ὥστε καὶ ὅσους αὐτῷ τῶν ἑταίρων μεταβεβλήκει πρὸς τὰ ἀρχαῖα ἀποκατέστησεν.

[19] οἱ τοίνυν ἐπαινοῦντες τὸν Ἡρακλέα τοῦτο μέγιστον τῶν αὐτοῦ λέγουσιν ὡς ὢν ἐν ζῶσιν ἔτι τοῖς ὑπὸ γῆν ὡμίλησεν. ἦλθε τοίνυν καὶ ταύτην Ὀδυσσεὺς τὴν ὁδὸν καὶ κατὰ τὸ μέγιστον τῶν Ἡρακλέους Ἡρακλεῖ παρισοῦται.

[20] Σειρῆνες δὲ αἱ πάντας ἀπολλύουσαι τοῖς ᾄσμασι μάτην ᾖδον Ὀδυσσέως παραπλέοντος. αἱ δὲ ἐρῶσαί τε αὐτοῦ καὶ κατέχουσαι καὶ ποιήσειν ἀθάνατον ὑπισχνούμεναι τί σοι φαίνονται μαρτυρεῖν; ἢ γὰρ τὴν ὄψιν ὁρῶσαι περικαλλῆ τοῦτο ἔπαθον ἢ παρὰ τῆς συνέσεως ὁ ἔρως ἐλάμβανε τὴν ἀρχήν. ὁ δ' οὕτως ἄρα δίκαιος ὥστε καὶ τῆς τε πατρίδος ἐμέμνητο καὶ τοῦ παιδὸς οὐκ ἠμνημόνει καὶ τῆς γυναικὸς εἴχετο, ὥστε ταῦτα πάντα λῆρον ἡγεῖτο πρὸς τὸ κομίσασθαι τὴν Ἰθάκην.

[21] ἔδει δὲ αὐτόν, ὡς ἔοικε, καὶ μετὰ ναυάγιον σωθῆναι καὶ πλῆθος κακῶν ὧν οὐκ ἄν τις εἴποι. ὃν νῦν μὲν τῆς νεὼς ῥαγείσης ἡ τρόπις ἔφερε, νῦν δὲ τῆς σχεδίας διαλυθείσης ἡ περὶ τὸ νεῖν ἐξέφερεν εἰς τὴν νῆσον τέχνη, ἣν ᾤκουν οἱ Φαίακες. ἧς καὶ γυμνὸς ἐπιβὰς ἐθαυμάζετο παραχρῆμα μὲν ὑπὸ τῆς Ἀλκινόου θυγατρός, μικρὸν δ' ὕστερον πεῖραν αὑτοῦ διδοὺς ὑφ' ἁπάντων. ἐκλήθη μὲν γὰρ ὑπὸ τῶν Φαιάκων ἐπὶ θέαν ἄθλων, ἐκπλήξας δὲ αὐτοὺς οἷς ἐποίησεν ἀπῆλθεν, ὥστε αὐτὸν καὶ πλουτίσαντες ἀπέπεμπον οἴκαδε.

[22] καὶ ταῦτα πάντα ἐγίνετο τῆς Ἀθηνᾶς βουλομένης, τὸ δὲ βούλεσθαι ταῦτα τὴν Ἀθηνᾶν ἦν ἐκ τοῦ συζῆν ἀρετῇ τὸν Ὀδυσσέα. δι' ἣν καὶ θαλαττίοις δαίμοσιν ἔμελε καὶ ἡ Λευκοθέα νέοντι παρῆν καὶ παρεῖχεν ἀφ' ὧν ἔμελλε διαφεύξεσθαι τὸν κλύδωνα.

[23] εἶχεν Ἰθάκην. ἤδη καινὸν θαῦμα ἀπὸ τῆς καρτερίας αὐτοῦ. πράγματα γὰρ ὁρῶν ἐπὶ τῆς οἰκίας, ἃ κἂν λίθινον ἐξεβιάσατο πρὸς φωνήν, μνηστήρων ὕβριν, χρήματα ἀναλισκόμενα, φθειρόμενον οἶκον, γυναῖκα ἄκουσαν ἑλκομένην εἰς γάμον, δούλων εἰς αὑτὸν παροινίαν, ὅτε δὴ καὶ ἐλακτίζετο, σιγῇ πάντα φέρειν ἠξίου καὶ κρύπτειν ἑαυτὸν ἐν πτωχοῦ σχήματι καὶ τοὺς καιροὺς ἀναμένειν. ὧν ἐπελθόντων ἔδειξέ τε ὃς ἦν καὶ τοὺς ὑβριστὰς τοξεύων ἀνήλισκε.

[24]    Θαυμαστὸς ἦν Αἴας, ἀλλὰ τούτου δεύτερος. δηλοῖ δὲ καὶ ἡ περὶ τῶν ὅπλων κρίσις. μέγας ἦν Ἀχιλλεὺς ἐν ὅπλοις, ὁ δὲ ἐν συνέσει. τοῦτο δὲ ἰσχυρότερον ἐκείνου. ὅλως δὲ ὅ τι πέπρακται ἐπὶ Τροίας γενναῖον, δι' Ὀδυσσέως πέπρακται τοῦ κατασχόντος τοὺς Ἕλληνας ἐπὶ τοῦ πολέμου μέχρι τέλους. καὶ τὸ ἔτι μεῖζον, ὅσῳ χαλεπώτερος Ἕκτορος ὁ Κύκλωψ, τοσούτῳ κρείττων ὁ τούτου κρατήσας τοῦ κτείναντος ἐκεῖνον. καὶ μὴν τῶν μὲν οὐκ ἐπανηκόντων εὐτυχέστερος, τῶν δὲ ἐπανηκόντων σεμνότερος δι' ὧν ἐπαναπλέων κατώρθωσεν.

[25]    Εἰ δὲ μέγιστον εἰς εὐδαιμονίαν τὸ ὧν τις ἐπιθυμεῖ καλλίστων τυχεῖν, καὶ τοῦτο Ὀδυσσέως. τὴν γὰρ Ἰθάκην ἰδὼν καὶ τῶν αὑτοῦ κύριος καταστὰς γηραιὸς ἐτελεύτησεν.

[3][t]

Ἐγκώμιον Ἀχιλλέως.

[1]    Ὅμηρος ἐραστήν με κατέστησεν Ἀχιλλέως, οἶμαι δὲ καὶ πάντας ὅσοι τῆς ἐκείνου μετέσχον ποιήσεως. ἐρεῖν δὲ πάντα οὐκ ἂν δυναίμην, ἀλλ' ὅσα ἐπέρχεταί μοι τὸν ἥρω κοσμεῖν ἔχοντα μὲν παρὰ τοῦ ποιητοῦ τὴν ἀξίαν, δίκαιον δὲ ὄντα καὶ τῆς παρ' ἐμοῦ δυνάμεως ἀπολαῦσαι, κἂν ᾖ σμικρά.

[2]    Ὅτι μὲν δὴ πρόγονος αὐτῷ τῶν θεῶν ὁ κορυφαῖος καὶ ὅτι τὸ τῶν Αἰακιδῶν γένος κρεῖττον τῶν ἄλλων ἡμιθέων, περὶ μὲν ταῦτα τί δεῖ καὶ διατρίβειν; ὧν κοινωνοῦντες εὑρίσκονται πλείους. ἀλλ' ἥ γε μήτηρ αὐτοῦ θεὸς καὶ τροφὴ μυελοὶ λεόντων ἀντὶ γάλακτος. οἷς ἀμφοτέροις πολὺ διήνεγκεν. οὐ γὰρ τίτθη παραλαβοῦσα τὸ παιδίον μαστοῖς ἔτρεφεν, ἀλλ' ἣν ὁ Χείρων ᾔδει πρὸς ἀνδρείαν αὐτῷ συμβαλουμένην ‹τροφήν›, ταύτην ἐπενόησε τὴν κοινὴν ἀνθρώπων ἀφείς.

[3] οὗτος γὰρ ὁ Κένταυρος εἰς πάντας μὲν ἥρωας ἀπέθετο τὰ παιδεύματα, περὶ δὲ τὸν Πηλέως καὶ Θέτιδος μᾶλλον ἐφιλοτιμήσατο πάσης παιδείας ἐμπιπλὰς αὐτῷ τὴν ψυχήν, τοῦτο μὲν μουσικῆς, τοῦτο δὲ ἰατρικῆς, ὥστε τῇ μὲν πραΰνειν τὸν θυμόν, τῇ δὲ ἀπελαύνειν τὰ νοσήματα.

[4] ἤσκει δὲ καὶ τὼ πόδε πρὸς τάχος ἀναγκάζων αὑτὸν παραθεῖν. τά γε μὴν πολεμικὰ δεινότατον ἁπάντων ἀπειργάσατο καὶ τὴν γνώμην ἔτρεψεν αὐτοῦ πρὸς τὸν Ἡρακλέους ζῆλον, ὥστε πλείονος τὸν ἀγῶνα ἦγεν ὧν ἀπὸ τῆς εἰρήνης ἡδέων ἐπεθύμουν ἕτεροι.

[5] διέδειξε τοῦτο καλῶς ὁ Τρωικὸς πόλεμος. οὗ τοὺς μὲν ἄλλους μετασχεῖν ἐποίησε τὸ πρόσθεν ὀμωμοκέναι, ἔδει γὰρ ἢ τοῖς Τρωσὶ πολεμεῖν ἢ πολεμεῖσθαι παρὰ τῶν κρειττόνων ὡς τῶν συνθηκῶν ἀμελουμένων. εἰ δέ τίς μοι λέγει Σκῦρον καὶ παρθενῶνα καὶ σχῆμα γυναικεῖον, συκοφάντην ἔγωγε τοῦτον ἡγοῦμαι καὶ κακοδαίμονα καὶ ψευδολόγον. οὔτε γὰρ τῆς παρὰ Πηλέως ἀρετῆς οὔτε τῆς παρὰ Χείρωνι παιδείας οὔτε τῆς Ἀχιλλέως φύσεως ταῦτά γε ἄξια.

[6] ἀλλ', εἰ δοκεῖ, δῶμεν αὐτὸν καὶ κρυφθῆναι καὶ πάλιν ἐκπηδῆσαι τοῦ παρθενῶνος. τάχα γὰρ ἂν καὶ τοῦτο μέρος τῆς εὐφημίας εἴη, εἰ τῇ τε μητρὶ φοβουμένῃ χαρίσασθαι δεῖν ᾠήθη καὶ τὴν φύσιν οὐ κατῄσχυνεν οἷς ὑπήκουσε τῷ καλοῦντι.

[7] ἀλλ' ἐκεῖσε ἐπάνειμι, ὅτι τοῖς μὲν ἄλλοις οὐδὲ βουλομένοις ἐνῆν μὴ στρατεύειν, ἐνεβίβαζον γὰρ αὐτοὺς εἰς τὰς ναῦς ὅρκοι καὶ σπονδαί, Ἀχιλλέα δὲ ὅρκος μὲν οὐδείς, ὁ δὲ τῆς δόξης ἔρως ὥπλιζε

[8] καὶ πρῶτον μὲν τῆς πλάνης ἀπήλλαξε τὸ στρατόπεδον. ᾔδει μὲν γὰρ τὴν χώραν τῶν ἠδικηκότων οὐδείς, ὅποι δὲ τύχοι φερόμενοι προσέπιπτον οἷς μὲν ἐνεκάλουν, τούτους εὑρεῖν οὐ δυνάμενοι, οὓς δὲ οὐδὲν ᾐτιῶντο, τούτους κακῶς ποιοῦντες, τὴν δέ γε Μυσίαν Τρωάδα νομίσαντες ἐπιβάντες ἐδῄουν.

[9] ὡς δὲ ἐπῆλθον οἱ Μυσοὶ καὶ μάχη συνειστήκει, τιτρώσκεται μὲν ὁ Τήλεφος, οἱ δὲ γνόντες τὴν ἁμαρτίαν ἀπέπλεον αἰσχυνόμενοι τοῖς πεπραγμένοις, τοῦ δὲ ἕλκους ἴασιν οὐ δεχομένου χρῆται μὲν ὁ τρωθεὶς τῷ θεῷ, πέμπεται δὲ ὡς Ἀχιλλέα μόνον ἀκούσας ἰατρὸν ἔσεσθαι. καὶ ὁ μὲν ἰᾶτο, ὁ δὲ ἐδήλου τῶν πολεμίων τὴν γῆν. οὗτος γὰρ ὡμολόγητο μισθός, ὥστε οὐδὲν ‹ἂν› ἐκώλυε διαφυγεῖν τοὺς Τρῶας τὴν δίκην, εἰ μὴ Ἀχιλλέως τὸ δόρυ καὶ τὰ παρ' ἐκείνου πρὸς Τήλεφον τὴν ἄγνοιαν ἔλυσεν.

[10] ἐπεὶ δὲ εὗρον τὴν Τροίαν, Κύκνος μὲν ὁ Ποσειδῶνος, ἐν ᾧ πλείστας εἶχον οἱ Τρῶες τὰς ἐλπίδας, εὐθὺς ἀπέθνησκεν ὑπ' Ἀχιλλέως, οἱ λοιποὶ δὲ δείσαντες ἔφυγον. καὶ περιῆν τοῖς μὲν Ἕλλησι τρυφᾶν, τοῖς δὲ ἐναντίοις κατακεκλεῖσθαι. καθείρξας γὰρ αὐτοὺς εἰς τὸ ἄστυ καὶ παραδοὺς τοῖς ὁμοφύλοις τὴν πολιορκίαν ἐπὶ τὰς ἐκεῖθεν πόλεις ὠφελούσας τοὺς πολεμίους ἐχώρει περικόπτων αὐτοὺς πανταχόθεν καὶ καθιστὰς εἰς ἐρημίαν φίλων. ἔφερε δὲ τὸν στρατιώτην οὐδείς, οὐκ ἠπειρώτης, οὐ νησιώτης, ἀλλὰ τρεῖς παρέσυρε καὶ εἴκοσι πόλεις. τοσαύτην ἐρημίαν περὶ Ἴλιον εἰργάσατο.

[11] καὶ τὸ μέγιστον, οὐ χρημάτων ἔρως ἔπειθε κινδυνεύειν αὐτόν, οὐ γὰρ αὐτὸς ἐγίνετο τῶν λαφύρων κύριος, ἀλλ' ἰδίους μὲν τοὺς κινδύνους, κοινὰ δὲ τὰ ἆθλα τῶν Ἑλλήνων ἐποίει, καὶ τὸν πλοῦτον τῶν ἀπολωλότων εἶχε τὸ κοινόν. καὶ διὰ ταύτας τὰς εὐπορίας οὐ κατελύσαντο τὸν πόλεμον αἰσχρῶς.

[12] τοῦ νοσήματος δὲ ἐμπεσόντος καὶ τῶν καταλόγων κενουμένων ὁ μὲν ἄρχειν ἀξιῶν αὐτὸς ὢν αἴτιος τῶν κακῶν ἐπανόρθωσιν οὐκ ἐζήτει, ἀλλ' οὐδὲ ὁ δεινότατος Ὀδυσσεὺς οὐδὲ ὁ σοφώτατος Νέστωρ οὐδὲν ἤλγησαν, ἀλλ' ὁρῶντες φθειρομένην τὴν στρατιὰν ἡσύχαζον. μόνος δὲ Ἀχιλλεὺς ἐκκλησίαν τε ἐποίει καὶ μάντιν ἐκάλεσε καὶ βοηθεῖν ὑπισχνεῖτο καὶ παρεκάλει πρὸς τὸ θαρρεῖν καὶ οὐ προαπέστη πρὶν εὗρεν ἴασιν τοῖς κακοῖς.

[13] ἄριστον μὲν οὖν ἦν στεφάνων αὐτὸν καὶ ἀναρρήσεων ἐπὶ τούτοις τυγχάνειν, διὰ δὲ τὴν τῶν εὖ παθόντων ἀγνωμοσύνην προὐπηλακίζετο καὶ τοῦ γέρως ἀπεστερεῖτο κύριος μὲν ὢν κατασχεῖν καὶ τοὺς ἥκοντας ἀποσφάξαι καὶ προσέτι γε τὸν ἀπεσταλκότα, πρᾴως δὲ τῆς Βρισηΐδος ἀποστὰς τοῦ μὴ πάντα συγχέαι.

[14] οὐ μὴν ἔμεινεν ἐπὶ τοῦ συμμαχεῖν, ἀλλὰ τὴν μὲν ἐπιείκειαν ἔδειξεν ἐν τῷ μὴ φιλονεικῆσαι περὶ τῆς ἀνθρώπου, τὸ δὲ μὴ παροινούμενος φέρειν ἐν τῷ τῆς συμμαχίας ἀποστῆναι. ἔργῳ γὰρ ἐβούλετο διδάξαι τὸν ὑβριστὴν εἰς ὅντινα ὄντα ἡμάρτανε.

[15] καὶ οὐκ ἔφθη χαλεπήνας καὶ συμμετέστησεν αὑτῷ τὸν Δία, ὥσθ' ὁ πρότερον μείζω ποιῶν τὰ τῶν Ἑλλήνων καὶ τοῖς βαρβάροις ἐγκείμενος ἐπὶ τοὺς Ἕλληνας μετὰ βαρβάρων ἐστράτευσε σκηπτοῖς αὐτοὺς ἐξελαύνων καὶ τοῖς ἐξ οὐρανοῦ πεμπομένοις βέλεσιν, οἱ δὲ τειχήρεις ἐκεῖνοι καὶ τρέμοντες καὶ οἷς ἤρκει σωθῆναι πῦρ ἐπὶ τὰς τῶν Ἑλλήνων ναῦς ἐκόμιζον καὶ ὅπως αὑτοὺς μὴ λάθωσιν ἀναχθέντες ἐσκόπουν.

[16] ἐνταῦθα δὴ φαίνεται τοῖς πράγμασιν ὁπόσος ἦν Ἀχιλλεύς. ὡς γὰρ ἔκειτο μὲν τὸ τεῖχος, ἐκεκράτηντο δὲ λαμπρῶς, σωτηρίας δὲ πόρος οὐδαμόθεν ἦν, ἐπὶ τὸν ὑβρισμένον ὁ παροινεῖν τολμήσας καταφεύγει δῶρα τὰ μὲν διδούς, τὰ δὲ ὑπισχνούμενος, εἰς τὸ γένος αὐτὸν εἰσάγων, διὰ τῶν πρεσβευτῶν ἱκετεύων λῆξαι τῆς ὀργῆς.

[17] ὁ δὲ οὐκ ἦν ἄρα μειράκιον ῥᾳδίως ἑλκόμενον οὐδ' ἐξεπλάγη χρυσίον ἀκούων οὐδὲ πόλεις οὐδὲ αἰχμαλώτους, ἀλλ' ἐγνωκὼς αὑτὸν καὶ τίς ὢν ἠτιμάζετο τὴν ἀπέχθειαν ἐφύλαττε, τὰ δὲ τῶν Ἑλλήνων πράγματα καὶ δὴ μᾶλλον διεφθείρετο. πῦρ μὲν ἐπενέμετο τὴν Πρωτεσιλάου ναῦν, ἐλπὶς δὲ ἦν ἐπὶ πάσας προβήσεσθαι τὸ κακόν, σαφὴς δὲ ὄλεθρος ἐπεκρέματο τοῖς ὅλοις.

[18] ἐνταῦθα δακρύει μὲν ὁ Πάτροκλος, κάμπτεται δὲ ὁ Πηλέως τοῖς πολλοῖς ἐκείνοις δώροις οὐ μεταπεισθείς. καὶ μέσην τινὰ ἔρχεται. τοῦ πολέμου μὲν γὰρ οὐ συνεφάπτεται τῇ χειρί, τῇ δὲ μοίρᾳ τῶν Μυρμιδόνων τὴν βοήθειαν ἐπλήρωσε καὶ κοσμήσας τὸν Πάτροκλον τοῖς ὅπλοις τοῖς ἑαυτοῦ τοσοῦτον ἴσχυσε παρεῖναι νομιζόμενος ὥστε ἀναπνεῦσαι μὲν τοὺς Ἕλληνας, περιφόβους δὲ γενέσθαι τοὺς Τρῶας, πολλὴν δὲ τοῖς πράγμασι φανῆναι τὴν μετάστασιν.

[19] ὡς δὲ ἤκουσεν ἀπεσφάχθαι τὸν Πάτροκλον, μικροῦ μὲν ἑαυτὸν ἀπέσφαξεν, οὕτως ἦν φιλέταιρος καὶ τοσοῦτον ἐποιεῖτο τοῦ συνήθους λόγον, κωλυθεὶς δὲ ὑπ' Ἀντιλόχου πρὸς τὸν πόλεμον ἠπείγετο συμπεσεῖν ἐπιθυμῶν τῷ Πατρόκλου σφαγεῖ καὶ ταῦτα εἰδὼς ὡς κοινὸν αὑτοῦ κἀκείνου κατεψηφίζετο θάνατον. ἔδει γὰρ αὐτὸν ἐφ' Ἕκτορι κεῖσθαι καὶ τοῦτο ἦν βούλημα τῶν Μοιρῶν. ὁ δὲ τὴν τιμωρίαν τοῦ τὸν ἑταῖρον ἀποκτείναντος τιμιωτέραν ἐποιήσατο τῆς ἑαυτοῦ κεφαλῆς.

[20] καὶ λαβὼν ὅπλα παρὰ Ἡφαίστου, ἦν δὲ ἄρα καὶ τὰ πρότερα τῆς αὐτῆς τέχνης, θεῖα γὰρ ἀμφότερα, μεστὸν μὲν τὸ πεδίον νεκρῶν, μεστὸν δὲ τὸν ποταμὸν ἐποίει ὥστε αὐτοῦ καὶ τὸν εἰς τὴν θάλατταν ἀνακόπτεσθαι δρόμον, φεύγοντα δὲ τὸν λαμπρὸν ἔδειξε τὸν Πριάμου καὶ μετὰ ταῦτα κείμενον [ἐδείκνυ]. πραξάμενος δὲ τὴν τιμωρίαν διὰ τοῦ φόνου τὸν μὲν ἐκείνου νεκρὸν ᾔσχυνεν ἑλκύσας, τὸν Πατρόκλου δὲ ἐτίμησεν ἄθλοις.

[21] ἡκούσης δὲ τῷ Πριάμῳ πανταχόθεν συμμαχίας πάντα ἤλεγξε καὶ τοῦ μηδενὸς ἀπέφηνεν ἄξια Μέμνονά τε διαφθείρας τὸν Αἰθίοπας ἄγοντα καὶ Πενθεσίλειαν ᾗ γυναῖκες ἠκολούθουν ἀνδρῶν ἐς μάχην φοβερώτεραι.

[22]    Ὅσοι μὲν οὖν ἄλλοι τῶν Ἑλλήνων ἐτρώθησαν, οἱ βάρβαροι τοῖς τούτων ηὐδοκίμησαν τραύμασιν, Ἀχιλλεὺς δὲ ἀποθνήσκων οὐδενὶ ἀνθρώπων περιέθηκε δόξαν. τόξων δὲ Ἀπόλλωνος ἡττηθῆναι καὶ κόσμος τῷ πεπονθότι καὶ τὸ κάλλιστον. τῷ πολέμῳ γὰρ τεθνεὼς περιέθηκε δόξαν. καὶ τὸ Ἴλιον οὐκ ἄνευ τῆς Ἀχιλλέως οἰκίας ἑάλω. διὰ γὰρ τοῦ Νεοπτολέμου τὸ πᾶν ἐξειργάσατο.

[23]

   Ἦν τις ἐν τῇ στρατιᾷ ταχύς, ἀλλὰ μετ' Ἀχιλλέα, καὶ καλός, ἀλλὰ μετ' ἐκεῖνον. καὶ τί δεῖ καθ' ἕκαστον παραβάλλειν Ὁμήρου κηρύξαντος ὡς πάντες μετ' Ἀχιλλέα δεύτεροι.

[4][t]

Ἐγκώμιον Θερσίτου.

[1]    Παραιτησάμενος Ὅμηρον ἔχειν μοι συγγνώμην ὃν ἐκεῖνος εἰπεῖν ἐβουλήθη κακῶς, τοῦτον αὐτὸς ἐγκωμιάζειν ἐπιχειρῶ, Θερσίτην λέγω. πειράσομαι δὲ περὶ αὐτοῦ διαλεχθῆναι μικρὰ καὶ τὸν Ὅμηρον αὐτὸν ἔς τινα παρεχόμενος μάρτυρα.

[2]    Πρῶτον μὲν τοίνυν οὐκ ἐκ φαύλων οὐδὲ ἀνωνύμων ἦν γονέων, εἰ μὴ φαῦλόν τις ἡγεῖται τὸν Ἄγριον καὶ τὸν τούτου πατέρα καὶ τὸν ἐκείνου, ἀλλ' οὐδεὶς ἂν εὖ φρονῶν. ὥστ' εἴπερ ἐβούλετο Θερσίτης ἐν τοῖς Ἕλλησι σεμνύνειν ἑαυτὸν ἀπὸ τῶν προγόνων, ὥσπερ ὁ τούτου συγγενὴς Διομήδης, οὐκ ἂν ἠπόρησεν, ἀλλ' εἶχεν ἂν καὶ αὐτὸς εἰπεῖν· Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο. νῦν δὲ οὐδ' ὅτε ἠδικεῖτο ὑπ' Ὀδυσσέως, ἐμνήσθη τῶν πατέρων, ὡς ἄν τις ἀξιῶν αὐτὸς ἀπὸ τῶν αὑτοῦ παρὰ τοῖς ἄλλοις εὐδοκιμεῖν.

[3] τραφεὶς τοίνυν, ὡς εἰκὸς τὸν ἐκ τοιούτων, καὶ δυνάμενος ἔργων κοινωνεῖν τοῖς ἥρωσι πρεπόντων ἧκε μὲν ἐπὶ τὸν σῦν, ὅτε δὴ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἀρίστους ὁ Μελέαγρος ἐπὶ τὸν τῆς χώρας ἐκεῖνον λυμεῶνα συνῆγεν, ἀπελθὼν δὲ ἐκεῖθεν ἠσθένησέ τε καὶ ἡ νόσος αὐτῷ τὸ σῶμα κατέβλαψεν.

[4]

οὐ μὴν τήν γε ψυχὴν ἐποίησε χείρονα οὐδὲ ἐξέβαλεν αὐτῆς οὔτε τὴν ἀνδρείαν οὔτε τὸ δόξης ἐπιθυμεῖν. σημεῖον δέ, τῶν γὰρ Ἀτρειδῶν ἀγειρόντων τὸν ἐπὶ τοὺς βαρβάρους στόλον ἔχων πρόφασιν εὐπρόσωπον, εἴπερ ἐβούλετο ῥᾳθυμεῖν, τὴν περὶ τὸ σῶμα τύχην οὐκ ἤνεγκεν οἴκοι μένων περὶ τῶν ἔργων ἀκούειν, ἀλλ' ἀφειμένος τῆς ἀπὸ τῶν ὅρκων ἀνάγκης, ἣ τοὺς ἄλλους εἰς τὰς ναῦς ἐνεβίβαζεν, ὥσπερ ἅπαντας ὅρκους ὀμωμοκὼς ἔπλει καὶ παρωξύνετο κατὰ τῶν ἠδικηκότων ὁ χωλὸς καὶ φολκὸς νομίζων δεῖσθαι τὸν πόλεμον ψυχῆς τολμᾶν ἐπισταμένης, ὥστε μοι δοκεῖ καὶ τοὺς ἄλλους εἰς τὴν ἀναγωγὴν ποιῆσαι προθυμοτέρους ὁ τοιοῦτον σῶμα τῷ Τρωικῷ πολέμῳ συνεισφέρων.

[5] τίς γὰρ οὐκ ἂν ᾐσχύνθη τῶν ἄλλων ἀστρατείαν εἶναι ζητῶν Θερσίτου δοράτων καὶ τραυμάτων ἐρῶντος; ἀκούων δέ, ὡς εἰκός, Ὀδυσσέα τε καὶ τὸν Πηλέως τὸν καλὸν αἰσχρῶς ἑαυτοὺς ἐκκλέπτειν τῶν ἀγώνων πειρωμένους καὶ τὸν μὲν σχῆμα κόρης, τὸν δὲ δόξαν μανίας ὑπεισιόντα κατεγέλα τε καὶ λόγους ἔλεγε πρέποντας τῇ τοιαύτῃ κακίᾳ οὐ φθονῶν τῷ μὲν τῆς συνέσεως, τῷ δὲ τῆς ἀνδρείας, ἐπεὶ οὕτω γ' ἂν ἐφθόνει μὲν Αἴαντι τῷ Τελαμῶνος, ἐφθόνει δὲ τῷ γλυκυτέρῳ τοῦ μέλιτος Νέστορι.

[6] ἀλλ' οἶμαι, τὰ κακὰ τῶν ἔργων μὴ κακίζειν οὐκ εἶχεν. οὐκοῦν οὔτ' ἀντεῖπεν Ἀχιλλεῖ ποιοῦντι τὸν ἐν τῇ νόσῳ σύλλογον οὔτ' ἐφήσθη τὴν τιμὴν ἀφαιρεθέντι, ἀλλ' αὐτῷ τοὐναντίον συνάχθεται. οὐ τοίνυν οὐδὲ Ὀδυσσέως τὴν θεωρίαν ἀπάγοντος διαβάλλει τὸν ἑλόμενον. ἀλλ' ὑπὸ τῶν οὐκ ὀρθῶς πραττομένων ἐκινεῖτο πρὸς λόγους καὶ τὰς κατὰ τῶν ἁμαρτανόντων αἰτίας οὐ δεδιὼς τὰς τύχας ἐνίων οὐδὲ τοὺς μὲν δυναστείαν ἔχοντας κολακεύων, τοῖς δὲ τοῦ δήμου χαλεπὸς ὢν καὶ προπηλακίζων καὶ ἐλαύνων ἕκαστον τῶν ἀσθενεστέρων.

[7] ᾔδει γὰρ ὅτι τούτοις μὲν εἰς τὸ σωφρονεῖν ἀρκεῖ τὸ μὴ τρυφᾶν, τοῖς δὲ ἐν ἀρχαῖς καὶ πλήρεσι τραπέζαις καὶ πλούτοις δεῖ τινος ἔχοντος φρόνημα καὶ παρρησίαν συμφέρουσαν, ὃς ἔμελλεν εἴσεσθαι τὰ ἁμαρτανόμενα καὶ ἐπιπλήξειν καὶ καταβοήσεσθαι καὶ τὰ μὲν διακωλύσειν, τὰ δὲ ἐπανορθώσειν καὶ δείσειν τῶν ἁπάντων μηδέν, μὴ σκῆπτρον, μὴ δεινότητα ἀνδρός, μὴ φίλων πλῆθος, μὴ τοὺς ἐκείνων προβεβλημένους.

[8] οἷον ὕστερον συνέβη γενέσθαι παρ' Ἀθηναίοις τὸν Δημοσθένην, ᾧ τὸ κοινῇ συμφέρον πρὸ τῶν αὑτῷ λυσιτελούντων ἐκέκριτο καὶ λέγων οἷς ᾔδει τὸν δῆμον ἀνιάσων μᾶλλον ᾑρεῖτο λυπεῖν ἢ χαρίζεσθαι κακῶς.

[9] ἐπὶ ταύτης αὑτὸν καὶ Θερσίτης ἔταξε τῆς τάξεως. καὶ πολλαὶ μέν, ὡς εἰκός, ἐκκλησίαι πολλὰς καὶ καλὰς ἐδέξαντο δημηγορίας τοῦ ῥήτορος οὐ βραχέα περὶ μεγάλων λέγοντος, ἀλλ' ἐκτείνοντος πρὸς τὴν χρείαν τοὺς λόγους, πάνυ δ' ἄξιον ἄγασθαι τοῦτον τὸν καὶ παρ' Ὁμήρου μνήμης ἠξιωμένον.

[10] ὁρῶν γὰρ ἐκεῖνος τὸν ἄρχειν ἀξιοῦντα τῶν ἄλλων αἰχμαλώτοις δουλεύοντα γυναιξὶ καὶ ποτὲ μὲν αἴτιον λοιμοῦ τῷ στρατοπέδῳ γινόμενον, ποτὲ δὲ ἀποκόπτοντα τῆς δυνάμεως τὸν Ἀχιλλέα νῦν μὲν διὰ τὴν Χρύσου, νῦν δὲ διὰ τὴν Βρισέως καὶ σκοποῦντα μόνον ὅπως ὥρας ἀπολαύοι σωμάτων, εἰ δ' ἐντεῦθεν ἔτι χεῖρον ἕξει τὰ πράγματα τοῖς Ἀχαιοῖς οὐ προτιμῶντα καὶ ἐν μὲν τῷ φανερῷ μεμνημένον φυγῆς, λάθρα δὲ κατασκευάζοντα τὴν μονὴν καὶ τὰ μὲν αὐτὸν λέγοντα, τὰ δὲ διὰ τῶν κολάκων πράττοντα καὶ ποιοῦντα ἔργον μὴ ὅτι βασιλέως, ἀλλ' οὐδὲ ἰδιώτου χρηστοῦ παρελθὼν μάλα ἀξίοις τοῦ γένους ἐχρήσατο λόγοις τὴν φιλοχρηματίαν εὐθὺς προφέρων, ὃ καὶ παρ' Ἀχιλλέως εἰς αὐτὸν εἴρητο πρότερον. καίτοι πῶς οὐ δεινόν, ὅταν μὲν Ἀχιλλεὺς λέγῃ, μὴ εἶναι τὸν λόγον ἀνόητον, ὅταν δὲ ἕτερος;

[11]

οὐκοῦν τὴν μὲν τοῦ Θερσίτου δικαιοσύνην ‹δεικνύει› τὸ τἀληθῆ κατηγορηκέναι, τὴν δ' ὑπὲρ τῶν κοινῶν φροντίδα τὸ τῆς συμμαχίας ἀποστάντος Ἀχιλλέως ἀγανακτεῖν, τὸ δὲ ἀνδρεῖον τὸ θαρρούντως ἐπιτιμᾶν τῷ τὴν ἀρχὴν ἔχοντι καὶ τὸ φάσκειν εἶναι τὸν ὑβρισμένον ἐκείνου κρείττονα.

[12] ὡς δὲ καὶ πόλεσι προσέβαλλε καὶ αἰχμαλώτους ᾕρει δῆλον οἷς περὶ αὑτοῦ λέγει ποιεῖ. οὐ γὰρ ἂν ἐν τοῖς τἀναντία συνειδόσιν οὕτως ἀναιδῶς ἠλαζονεύετο, ἀλλ' ἔχων μαρτυροῦντα τὰ πράγματα σεμνοῖς εἰκότως ἐπὶ τῆς ἐκκλησίας ἐχρῆτο τοῖς λόγοις, πλὴν εἰ μὴ μεμηνέναι φαίη τις αὐτόν. ἀλλ' οὐχ Ὅμηρός γε τοῦτο ἔφησεν, ἀλλὰ φοξὸν μὲν καὶ ψεδνὴν λάχνην καὶ μακρολογεῖν καὶ τὰ τοιαῦτα εἶπε, τοῦτο δ' οὐ προσέθηκεν. οὐκοῦν ἅ γε τοῦ μεμηνότος ἐστὶν ὁ σωφρονῶν οὐκ ἄν ποτε πάθοι. εἷς οὖν ἦν τῶν τοῖς πολεμίοις φοβερῶν ὁ Θερσίτης, εἴ γε τοὺς υἱοὺς ἐκείνων δεσμίους ἦγεν.

[13] εἰ δὲ μὴ οὕτω ταῦτ' εἶχεν, ἀλλ' ἦν παντάπασιν ἄχρηστος, οὐκ ἂν ἧκε τὴν ἀρχὴν οὐκ ἐῶντος τοῦ Διομήδους· εἰ δὲ καὶ τοῦτο παρώφθη, ταῖς γε ἐκκλησίαις οὐκ ἂν ἐνοχλεῖν ἐπέτρεπεν οὐδὲ τὰ μὴ προσήκοντα αὑτὸν ἐγκωμιάζειν εἰδὼς ὅτι καὶ αὐτὸς ἂν μετεῖχε τῆς αἰσχύνης.

[14]

φέρε δή, τί τούτοις ἦν τοῖς λόγοις χείρων τοῦ Νέστορος; μᾶλλον δέ, πῶς οὐ βελτίων; ὁ μὲν γὰρ ἀμφοτέρους θεραπεύει, τόν τε ἠπειληκότα καὶ τὸν ὑβρισμένον, καὶ οἶδε μὲν ἅπαντα καλῶς, εἰπεῖν δὲ ἃ φρονεῖ καθαρῶς οὐ τολμᾷ.

[15] Θερσίτης δὲ οὐδὲν προκαλυψάμενος πρὸ τῆς τύχης τὴν ἀρετὴν ἄγει. καὶ ταῦτα ἔλεγεν οὐ ζηλοτυπῶν αὐτὸν τῆς Βρισηΐδος, ἀλλ' ὁρῶν ἃ συμβήσεται μὴ συμπολεμοῦντος Ἀχιλλέως, ἃ καὶ αὐτὸς Ὅμηρος διηγεῖται. φαίνετ' οὖν ἡ παρρησία παρὰ τῷ Θερσίτῃ μείζων ἢ παρὰ τῷ Νέστορι τῷ γενεᾶς βασιλεύοντι τρίτης.

[16] οὔκουν ἐμίσει μάλιστα τὸν Ἀχιλλέα, ἀλλ' ἐκεῖνον μέν, ὡς εἰκός, ὀγκούμενον κατεμέμφετο, τοῖς δ' ἄλλοις, ὁπότε καιρὸς ἦν, ὑπὲρ ἐκείνου προσέκρουεν οὐδένα ὑπ' οὐδενὸς τό γε αὑτοῦ μέρος ἐῶν ἀδικεῖσθαι.

[17] καὶ ὅτι γε ηὐδοκίμει λέγων, ἐμαρτύρησαν οἱ Ἕλληνες οὔτε ἐκβαλεῖν μεταξὺ λέγοντα δεῖν εἰπόντες οὔτε δίκην ἀπαιτῆσαι τῶν εἰρημένων ὡς ἄν, οἶμαι, μετ' ἀληθείας εἰρημένων. ἀλλά τις ἦν ὁ παροινῶν, ὁ ῥήτωρ εἶναι βουλόμενος, ὁ δακνόμενος τῷ ῥεύματι τῶν τοῦ Θερσίτου λόγων καὶ ῥήματι διαβάλλων τὴν τέχνην.

[18] ἀμφοτέρους τοίνυν ἔλαβε μάρτυρας ἀνὴρ ἐκεῖνος τοῦ δικαίως κεχρῆσθαι τοῖς λόγοις, τόν τε πλήξαντα ἐκεῖνον καὶ τὸν Ἀγαμέμνονα, τὸν μὲν τῷ σιγῆσαι, τὸν δὲ αὐτῷ τῷ πλῆξαι. τοῦ γὰρ μηδὲν αὐτὸν ἔχειν ἐλέγχειν ὁμολογία τοῦτό γε ἦν, οὐ δὴ τοῦ πεπονθότος τοῦτο ψόγος, ἀλλὰ τοῦ δράσαντος.

[19] καὶ μέμφοιτ' ἄν τις εἰκότως ὑπὲρ μὲν τοῦ σώματος τὴν τύχην, ὑπὲρ δὲ τῆς ἀσελγείας τὸν παραβάντα τοὺς τῆς Ὕβρεως νόμους. Θερσίτης δὲ καὶ ταύτῃ θαυμάζοιτ' ἄν, ὅτι πάσχων κακῶς ἠπίστατο φέρειν καὶ οὐκ ηὐτομόλησε παρὰ τοὺς πολεμίους, οὓς καὶ ἐπῆρεν ἂν καὶ θρασεῖς ἐποίησε πάντα ἐξαγγείλας τὰ τῶν Ἑλλήνων ἀπόρρητα.

[5][t]

Ἐγκώμιον Δημοσθένους.

[1]    Εἰ μὴ Δημοσθένην ἐπαινεσόμεθα, παρ' οὗ γέγονεν ἡμῖν τὸ δύνασθαι λέγειν, πάντων ἀδικώτατα πράξομεν.

[2]    Εὐθὺς τοίνυν ἐκεῖνο μέγιστόν ἐστιν εἰπεῖν, ὅτι γενόμενος ἐξ ἀρίστης πόλεως ἄξιον αὑτὸν τῆς ἐνεγκούσης ἔδειξεν. Ἀθηναῖος μὲν γὰρ ἁνήρ, πόλεως πρεσβυτάτης καὶ θεοφιλεστάτης, θεοῖς μὲν ἐμβαλούσης ἔρωτα, δεξαμένης δὲ παρ' ἐκείνων δωρεάς, κοινωσάσης δὲ τὰ δοθέντα τῷ ‹θνητῷ› γένει, μακρὸν λέγειν ναυμαχίας, πεζομαχίας, νίκας, τρόπαια καὶ πάντα τὰ Ἀθηναίων καλά.

[3] τεχθεὶς δὲ παρ' ἐκείνοις ἐκ πατρὸς ἐπιεικοῦς καὶ τὸν βίον ἀπὸ τῶν δικαίων ποιουμένου τύχῃ μὲν βλάπτεται, γνώμῃ δὲ πρὸς τὴν τύχην ἵσταται. καταλειφθεὶς μὲν γὰρ ἐν ὀρφανίᾳ καὶ παρούσης ἐξουσίας εἰς τὸ ῥᾳθυμεῖν οὐκ ἔμεινεν ἐν ἀπαιδευσίᾳ, τοῦτο δὴ τὸ τῶν ἐνταῦθα ἡκόντων, οὐδ' ἐπειδὴ τὸν ἐπιτάξοντα οὐκ εἶχε, διὰ τοῦτο πρὸς ῥᾳστώνην ἔδραμεν, ἀλλ' ἀντὶ τοῦ πατρὸς ἑαυτῷ καταστὰς εἴχετο πόνων. καὶ τῶν ἐπιτρόπων τὰς ἁρπαγὰς νέος μὲν ὢν διήνεγκεν, ἀνὴρ δὲ γενόμενος διήλεγξεν οὕτω καλοὺς λόγους ὑπὲρ τοῦ δικαίου συνθεὶς ὥστε καὶ τοὺς πρεσβυτέρους τῶν τότε ῥητόρων ἐν θαύματι καθεστάναι.

[4] τὸ δὲ κάλλιστον τῶν ἐν ἐκείνοις τοῖς πράγμασιν, οὐ γὰρ ὅσων ἀπέδειξεν ἀπεστερημένος εἰσεπράξατο, ἀλλ' ἐπὶ τοῖς ἐλέγχοις πρᾷος ἐγίνετο μικρὰ μὲν λαβών, ἀφεὶς δὲ τὰ πλείω. τῇ μεγαλοψυχίᾳ τοίνυν ἀφ' ἑστίας χρησάμενος αὐτὸς ἦν ἐν τοῖς κοινοῖς χορηγῶν, εἰσφέρων, τριηραρχῶν.

[5] ἐν δὲ χορηγιῶν μνήμῃ δίκαιον μηδ' ἐκεῖνο παρελθεῖν· ἐφειστήκει μὲν γὰρ τὰ Διονύσια, χορηγὸς δὲ οὐκ ἦν τῇ Πανδιονίδι φυλῇ, ταραχὴ δὲ ἦν ἐν τῷ δήμῳ καὶ τῷ δοκεῖν ἠμελῆσθαι παρὰ τῆς πόλεως τὸν θεόν. ὁ δ' ἑκὼν ὑποστὰς ‹τὸ› τέλος ἀνεῖλε τὰ δυσχερῆ.

[6]    Μικρὰ ταῦτα, τὴν προαίρεσιν εἴ τις ἐξετάζοι μεθ' ἧς ἥψατο τοῦ βήματος. ἴδοι δ' ἄν τις τὸν Δημοσθένην καλῶς, εἰ πρότερον σκέψαιτο τὸν Φιλίππου τρόπον. ἐκεῖνος προσέθηκε μηχανὴν τοῖς Ἕλλησι χαλεπωτάτην τὴν διὰ τῶν χρημάτων. οὐ γὰρ ὁπλίτας συνέστησεν ἐπ' αὐτοὺς καὶ στρατόπεδα καὶ δι' ἀγώνων ᾕρει τὰς πόλεις, ἀλλ' ἐδίδου χρυσίον, ὠνεῖτο τοὺς προεστηκότας καὶ δι' ἐκείνων εἶχε τὰς πόλεις.

[7] καὶ τοῦ νοσήματος κατασχόντος τὴν Ἑλλάδα καὶ τῶν ἑκασταχοῦ πολιτευομένων δεχομένων ἐπὶ ταῖς πατρίσι Δημοσθένης μόνος οὐχ ὑπέσχε τὴν χεῖρα, ἀλλ' ὁρῶν ἑτέρους πλουτοῦντας αὐτὸς εἰ σώζοι τὴν ἑαυτοῦ, κέρδος ἡγεῖτο καὶ διὰ τῆς φωνῆς ἀνθίστατο τῷ διδόντι, τοῖς λαμβάνουσι, τῷ δήμῳ τὸν μὲν ἀποκρουόμενος, τῶν δὲ ἐλέγχων τὴν πονηρίαν, τῶν δὲ αἰτιώμενος τὴν ῥᾳθυμίαν.

[8] ἐπῄει Φίλιππος Ὀλυνθίοις, ὁ δὲ ἀνίστη τοὺς Ἀθηναίους ἐπὶ τὴν σωτηρίαν τῶν ἀποίκων πυκναῖς δημηγορίαις. καί, τὸ Δημοσθένους μέρος, οὐχ εἷλεν ὁ Φίλιππος Ὄλυνθον, Εὐθυκράτους δὲ ἡ μισθαρνία τὴν τούτου σπουδὴν διέφθειρε.

[9] πάλιν πρεσβεύων ὡς τὸν Φίλιππον ἐμίσει τὸν τύραννον καὶ ἐμισεῖτο παρ' αὐτοῦ χαριζόμενος οὐδέν, φεύγων τὰ λήμματα καὶ μέχρι τῶν ξενίων. προὐδίδοσαν ἕτεροι τὴν Θρᾴκην μέλλοντες, ὁ δὲ ἐβόα· σπεύδωμεν. πάλιν Φωκέας ἔπειθεν Αἰσχίνης ψευδόμενος, ὁ δὲ ἐκώλυε. καὶ Φωκεῖς ἦσαν ἄν, εἰ μὴ τὴν ἀλήθειαν τῶν παρ' ἐκείνου λόγων ἡ τῶν ἐλπίδων ἐνίκησεν ἡδονή.

[10] ἀλλ' οὐδὲ ἀνῃρημένων Φωκέων ἡσύχαζεν, ἀλλ' ἔκρινεν ὃν ἡγεῖτο Φιλίππῳ παραδεδωκέναι τὰς πόλεις. ὁ δὲ πάλιν ἐφενάκισε καὶ πονηρὸς ὢν ἀπέφυγεν. οὐ μὴν διὰ τοῦτο Δημοσθένης ἀγανακτήσας ἀπέστη τῶν κοινῶν, ἀλλ' ἐφύλαττε διὰ τέλους τὴν τάξιν πόνους τῷ Φιλίππῳ παρέχων καὶ τριβὴν ἐμποιῶν.

[11] εἰς Πελοπόννησον παρεδύετο καὶ πρεσβείᾳ Δημοσθένους ἐξηλαύνετο. τῆς Εὐβοίας ἥπτετο καὶ πρεσβείαις ὁμοῦ καὶ στόλῳ ἐξεκρούετο. διὰ μὲν Δημοσθένην ὁ δῆμος ἐκινεῖτο, διὰ δὲ τὸν δῆμον αἱ πόλεις ἐλεύθεροι, Βυζάντιον, Χερρόνησος, Πέρινθος. δι' ἐκεῖνον οὐκ ἐξέπεσεν ἡ πόλις τῆς θαλάττης. ὁ γὰρ τὸ ναυτικὸν διαφθειρόμενον ἐπανορθώσας τῷ νόμῳ καὶ τὸ πλεῖν Ἀθηναίοις δέδωκε καὶ τὸ κεκτῆσθαι τὴν θάλατταν.

[12] συστήσας τοίνυν οὕτω τὸ ναυτικὸν ἐξήρπασεν αὐτὸ τοῦ πυρὸς ὃ προσῆγεν Ἀντιφῶν. οὗτος γὰρ ἧκε μὲν ἐπὶ τῷ καῦσαι τὰς ναῦς, ἐξῃρέθη δὲ πρὶν ἐμβαλεῖν ὑπὸ τοῦ Δημοσθένους. μόνος γὰρ ἐκεῖνος ὑπὲρ τῶν κοινῶν ἄγρυπνος ἦν καὶ διετέλει γράφων, λέγων, πρεσβεύων, προϊέμενος οἴκοθεν, οὐ λαμβάνων κατὰ τῆς ἐνεγκούσης.

[13] οὕτως οὐ μόνον ἔσωζε τὴν πόλιν, ἀλλὰ καὶ ὅπως μὴ τὴν χείρω λάβοι δόξαν ἐπραγματεύετο. Πύθωνος γὰρ ἥκοντος ἐπὶ τῷ δεῖξαι τὴν πόλιν ἀδικοῦσαν ἠναντιώθη καὶ τοὺς Φιλίππου φίλους οἳ παρῆσαν μάρτυρας τῇ πόλει κατέστησε τοῦ βελτίονος λόγου.

[14] πολλὰς μὲν ἐποιήσατο τὰς πρεσβείας, πανταχόθεν δὲ νικῶν ἀπῆλθε πολλὰς μὲν κρίσεις, ἀεὶ δὲ συκοφαντούμενος ἀπεδείχθη Δημοσθένης. οὐκ ἐφῆκε Φίλιππον προσελθεῖν τοῖς τείχεσιν, ἀλλ' ἔστησεν ἐν Χαιρωνείᾳ τὸν κίνδυνον τὴν Θηβαίων πόλιν Ἀθηναίοις προσθεὶς διὰ πρεσβείας, ἣν ἐλπὶς ἦν συνεπιστρατεύσειν ἐπ' Ἀθήνας τῷ Φιλίππῳ, καὶ μοῖραν τηλικαύτην ἀπέκοψε τοῦ πολεμίου, προσένειμε δὲ τοῖς πολίταις. καὶ ταῦτα εἰκότως εἶχε προνοεῖν. κρατήσας γὰρ οἴνου καὶ τὴν ψυχὴν ἐλευθερώσας τῆς ἐκεῖθεν ταραχῆς κατὰ πολλὴν ὀξύτητα τῶν φρενῶν ᾔδει τὸ δέον.

[15] θαυμαστὸς ὁ Περικλῆς, ἀντηγωνίζετο γὰρ τοῖς Λακεδαιμονίοις, τοῖς Ἀργείοις, τοῖς Μεγαρεῦσι τοῖς οὐκ ἀναμίξασι προδοσίαν πολέμοις, ὁ δὲ ἀντηγωνίζετο ταῖς Φιλίππου τέχναις, τοῖς δώροις, ταῖς ἀπάταις, ταῖς ἐπιορκίαις δι' ὧν ἐκεῖνος εἶχε τὰς πόλεις πρὶν ὃ βούλεται δηλῶσαι.

[16] Θεμιστοκλῆς κρείττων ἐφάνη τοῦ Πέρσου, τρυφῶντος ἀνθρώπου καὶ ἐκλελυμένου καὶ παραπαίοντος καὶ τῶν συμφερόντων οὐδὲν εἰπεῖν δυναμένου, ὁ δὲ κρείττων ἐγένετο τῶν Φιλίππου καὶ πόνων καὶ χρημάτων.

[17] καὶ ὁ μὲν ἐκολάκευσε τὸν βάρβαρον καὶ ἐνεχείρισεν ἑαυτὸν τῷ Μήδῳ καὶ δεσπότην ἐποιήσατο τὸν δυσμενῆ, Δημοσθένης δὲ ὡς ἔγνω τὴν τύχην Μακεδόνων γεγονυῖαν, οὐδὲν ἀνάξιον τῶν βεβιωμένων ὑπέμεινεν, ἀλλ' ἐπειδὴ δυοῖν θάτερον ἐχρῆν, ἢ θεραπεῦσαι Μακεδόνας ἢ προαπελθεῖν, μετέστησεν ἑαυτὸν τοῦ βίου φαρμάκῳ θαύματος μὲν ἀξίως βιούς, ἐφάμιλλον δὲ τῷ βίῳ τὴν τελευτὴν δεξάμενος.

[6][t]

Ἐγκώμιον δικαιοσύνης.

[1]    Δικαιοσύνην καλὸν μὲν ἐπιτηδεύειν, καλὸν δὲ ἐγκωμιάζειν. περὶ ἧς τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι θεοῖς ἐστι φίλη καὶ ταύτην ἀσκοῦσι καὶ ταύτῃ συζῶσιν. ἐν μὲν γὰρ τοῖς ἑτέροις διεστήκασι καὶ τῷ μὲν ὅπλων, τῷ δὲ χαλκείων, τῷ δὲ γάμων μέλει, δίκαιοι δὲ πάντες εἶναι βούλονται καὶ εἰσίν.

[2] ὁ δὲ Ζεὺς καὶ πάρεδρον ποιεῖται τὴν Δίκην ὡς οὐκ ἂν ἄλλως κάλλιον διοικήσων οὔτε τὴν ἐν οὐρανῷ βασιλείαν οὔτε τὰ ἐν τῇ γῇ πράγματα. τῶν δ' αὖ ἡμιθέων ὅσοι τὸν αὑτῶν βίον τοιοῦτον παρέσχοντο, ζῶντες ὁμοίως καὶ μεταστάντες εὐδαιμονέστερον διαιτῶνται.

[3] τίς γὰρ οὐκ ἀκήκοε περὶ Μίνωος ὡς ὑπὸ γῆν κάθηται τοῖς ἀπιοῦσι δικαστὴς τοῖς μὲν ὁσίως βεβιωκόσιν ἆθλα διδούς, τοὺς δὲ πονηροὺς πέμπων εἰς τὸ τῆς τιμωρίας χωρίον; Αἰακὸς δὲ ὁμοπάτριος μὲν ἀδελφὸς τούτου, γενόμενος δὲ οὐ χείρων τὴν γνώμην πλέον ἴσχυσε τῆς κοινῆς τῶν Ἑλλήνων ἀτυχίας καὶ τὸν ἐκ τῶν αὐχμῶν λιμὸν ἔλυσεν εὐχαῖς.

[4]    Καὶ τί δεῖ περὶ τὰ παλαιὰ διατρίβειν ἔτι καὶ νῦν τοῦ πράγματος εὐδοκιμοῦντος; πρῶτον μὲν τοίνυν θεοῖς οἱ τοιοῦτοι φίλοι, φίλοι δὲ ὄντες εἰκότως ἂν καὶ τυγχάνοιεν τῶν παρ' ἐκείνων ἀγαθῶν, σωτηρίας, ὑγείας, πλούτου, τῶν ἄλλων ὅσα κάλλιστα καὶ μέγιστα νομίζεται.

[5] εἰ δὲ δὴ καὶ πένησιν εἶναι συμβαίη τοῖς τοιούτοις, ἥ γε ἐπὶ τῆς ψυχῆς δικαιοσύνη τὴν ἄκραν αὐτοῖς εὐδαιμονίαν παρέχει. οἷς γε μᾶλλον τῶν χορηγούντων καὶ χρήματα ἐπιδιδόντων ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι παρὰ τῶν πολιτῶν ὑπάρχει. καὶ ὅπερ Ὅμηρος ἔφησε περὶ τῶν δεινῶν εἰπεῖν, ὅτι θεοῖς παραπλήσιοι δι' ἀγορᾶς ἔρχονται, τοῦτ' ἄν τις δικαιότερον ὑπὲρ τῶν δικαίων εἴποι. τούτους γὰρ ὡς ἀληθῶς ἅπαντες αἰδοῦνται καθάπερ δαίμονας.

[6] σύλλογός τίς ἐστι καὶ βουλὴ περὶ συμμαχίας. τοῖς τούτων λόγοις οἱ καθήμενοι προσέχουσιν. οὐ γὰρ διαβάλλει τὴν γνώμην ὑποψία χρημάτων. πρεσβείαν ὁ καιρὸς καλεῖ. τούτους χειροτονοῦσι καὶ πέμπουσιν εἰδότες ὡς οὐχ οὕτω πολλὰ δώσουσιν οἱ πολέμιοι, δι' ἃ προήσονται τὸ τῶν πραγμάτων συμφέρον. ἀλλὰ καὶ τὰς δυνάμεις οὐχ ἑτέροις ἐγχειρίζουσιν οἵ γε σώζεσθαι βουλόμενοι νομίζοντες μεῖζον ἰσχύσειν τοῦ στρατοπέδου τὴν γνώμην τοῦ στρατηγοῦ.

[7]

τίς οὐκ ἂν εὔξαιτο τῷ τοιούτῳ κηδεῦσαι; τίς οὐκ ἂν τὴν τούτου διώξειε φιλίαν; τίνι δὲ οὐκ αἰσχύνη τῷ τοιούτῳ πολεμεῖν; ὁ δίκαιος κατηγορῶν πιστεύεται καὶ κρινόμενος ἀποφεύγει καὶ μαρτύρων οὐ δεῖται πολλῶν μαρτυροῦντος τοῦ τρόπου. δικαζομένῳ δὲ εἰ μαρτυρήσειε, κατὰ τοῦτο ἡ ψῆφος ἐξηνέχθη. θεωρίαν δὲ εἰ δεήσειε πέμπειν, τίς ἂν αἱρεθείη πρὸ τοῦ δικαίου; δῆλον γὰρ ὡς τὰ διὰ τούτου γινόμενα κεχαρισμένα τοῖς θεοῖς.

[8] καὶ μὴν οἵ γε ἀμφισβητοῦντες ἢ περὶ γῆς ἢ περὶ χρημάτων τοὺς ἀποδεδειγμένους δικαστὰς ὑπεριδόντες ἐπὶ τούσδε καταφεύγουσι. τούτοις καὶ ἡ γῆ φέρει καρποὺς καὶ γυναῖκες τίκτουσι, τούτοις ἡδέως ἄν τις γένοιτο σύμπλους ὡς καὶ τῆς θαλάττης κηδομένης τοῦ πλοίου τοῦ τὸν δίκαιον φέροντος. οὗτος ὅλῃ πόλει σωτήριος οὐ μόνον τὰ βέλτιστα συμβουλεύων, ἀλλὰ καὶ πολεμίων παύων θυμόν. καί τις ἂν ὅλῃ πόλει τὰς αἰτίας ἀφείη τὸν δίκαιον αἰδεσθείς.

[9] οὐ μὴν οὐδὲ γαστρὶ δουλεύοιεν ἂν οἱ δίκαιοι δεδοικότες μὴ φθείρῃ τὸν τρόπον ἡ πλησμονὴ καὶ τῶν κεκριμένων καλῶν ἐκβάλῃ καὶ πρὸς τὰς ἀτόπους ἡδονὰς ἑλκύσῃ. ζῶντες δὲ ἐν τοιαύτῃ διαίτῃ καὶ διαφύγοιεν ἂν νόσους. οἶμαι δ', εἰ καὶ λῃσταὶ προσπεσόντες ἀφέλοιεν τὰ ὄντα, πολλοὺς ἔσεσθαι τοὺς δώσοντας καὶ τοσαῦτα καὶ πλείω κέρδος αὑτῶν ἡγουμένους τὴν δόσιν.

[10] οἱ μὲν οὖν ἄλλοι πλουτήσαντες κακῶς καὶ χαρισάμενοι ταῖς ἡδοναῖς ἐν τῷ βίῳ δεδιότες εἰς Ἅιδου πορεύονται τῶν ἐνταῦθα κακῶν ἐκεῖ τὰς δίκας εἰδότες γινομένας, ὁ δέ γε δίκαιος χαίρων μεθίσταται καλῶν ἀποδημίαν τὴν τελευτήν, κήπους καὶ ἄνθη καὶ αὔρας ὀνειροπολῶν, καὶ ἀπελθόντος διαρκεῖ τοὔνομα καθάπερ Ἀριστείδου τοῦ Λυσιμάχου.

[11] καὶ μόνοις τοῖς δικαίοις καλὰ μὲν τὰ τῇδε, καλλίω δὲ τὰ ὑπὸ γῆν. καὶ θάπτονται μὲν σὺν ἐπαίνοις, χωροῦσι δὲ παρὰ φίλους τοὺς ἐκεῖ θεοὺς τοῖς παισὶν οἱ μὲν καταλιπόντες μετὰ χρημάτων τὴν παρὰ πάντων εὔνοιαν, οἱ δ' αὖ τὴν εὔνοιαν ἀντὶ χρημάτων.

[12] ὁ ἀριστεὺς ἂν μὴ δίκαιος ᾖ, ταῖς χερσὶ καὶ κατὰ τῶν πολιτῶν ἂν χρήσαιτο. ὁ ῥήτωρ ἂν δικαιοσύνης ἀμελῇ, συμφορὰ τοῖς χρωμένοις ἐστί. σωφροσύνη δὲ οὐδ' ἂν γένοιτο τὴν ἀρχὴν μὴ δικαιοσύνης ἡγουμένης. καὶ ὅλως τὰ μὲν ταύτης κεκοινωνηκότα καὶ τοὺς κεκτημένους καὶ τοὺς ἄλλους ἂν ὠφελήσειε, τὰ δὲ ἐστερημένα καὶ τοῖς ἔχουσι κακὰ καὶ ὅσοι τούτοις συζῶσιν.

[7][t]

Ἐγκώμιον γεωργίας.

[1]    Φθάσας ἡμᾶς Ἡσίοδος ἐπῄνεσε τὴν γεωργίαν ὁμοίᾳ τε καὶ ἴσῃ σπουδῇ χρησάμενος περί τε θεῶν γενεαλογίαν καὶ τὰ περὶ γῆν παιδεύματα. δῆλον γὰρ ὅτι μέγα τε καὶ ἀγαθὸν ἡγούμενος τῆς αὑτοῦ μούσης ἠξίωσε.

[2] πῶς γὰρ ἂν εἴη μικρὸν ὑπὸ τοιούτων καὶ τηλικούτων θεῶν συμπεπορισμένον; ἀκούεις γὰρ ὡς Ἀθηνᾶ βοῦν τε ἤγαγεν ὑπὸ ζυγὸν καὶ ἄροτρον ἔδωκεν ἀνθρώποις, Διόνυσος δὲ τὴν τῆς ἀμπέλου χάριν ἔφηνε, πυροὶ δὲ καὶ κριθαὶ Δήμητρος δόσις. ἐλαία δὲ ὡς Ἀθηνᾶς ἱερὸν καὶ εὕρημα τῆς θεοῦ τὸ φυτόν, ἐν τῇ πρὸς Ποσειδῶ κρίσει ‹τῇ› περὶ τῆς Ἀττικῆς ἐδηλώθη.

[3] ἕως μὲν οὖν ἡ τέχνη τῆς γεωργίας ἀπῆν, οὐδὲν διέφερεν ὁ τῶν ἀνθρώπων βίος τοῦ τῶν θηρίων οὐδὲ πόλεων ἦσαν κατασκευαὶ οὐδὲ τάξις πολιτείας οὐδὲ νόμων θέσις, ἀλλὰ χάριτι τὸ δίκαιον ἐκρίνετο καὶ ὁ ἀσθενὴς ὑπὸ τοῦ ἰσχύοντος εἵλκετό τε καὶ ἤγετο. γεωργίαν δὲ ἡγοῦμαι συναγαγεῖν τε ἀνθρώπους καὶ ἄστη κτίσαι καὶ ὁμόνοιαν ἐμφυτεῦσαι καὶ τὰ διάφορα ἐκεῖθεν ὑπὸ τῶν νόμων λύεσθαι.

[4]    Μυρία μὲν οὖν ἐπιτηδεύματα κατὰ ἀνθρώπους, ἄριστον δὲ ἡ γεωργία. τὸ γὰρ μέγιστον κέρδος δίδωσι τοῖς γεωργοῦσι. τοῦτο δέ ἐστιν αὐτοὺς ἀγαθοὺς εἶναι. ἀνὴρ γὰρ ἀρούρᾳ προσκείμενος καὶ περὶ τὴν γῆν ἐσπουδακὼς πόρρω μὲν ἀγορᾶς καὶ τῆς ἐν ἀγορᾷ φιλονεικίας, πόρρω δὲ δικαστηρίων καὶ τῶν ἐν δικαστηρίοις συκοφαντιῶν, πόρρω δὲ ἐκκλησίας καὶ τῶν ἐπ' ἐκκλησίας θορύβων, οὐ γραφόμενος, οὐ ψευδόμενος, οὐ φεύγων, οὐ τὰ ψευδῆ μαρτυρῶν, οὐ τὴν ἴσην ἀνταπόδοσιν ἀπαιτῶν, οὐκ ἐργαζόμενος χρήματα ἐξ ὧν ἕτερον συμφοραῖς περιέβαλλεν, ἀλλὰ σπείρας καὶ τὰ ἄλλα ποιήσας ὁπόσα περὶ τὰ φυτὰ περιμένει τὰς ὥρας καὶ τὸν ἐκεῖθεν πόρον, μετὰ μὲν εὐχῶν καταβάλλων τὰ σπέρματα, τῶν δὲ καρπῶν ἀπαρχόμενος τοῖς δεδωκόσι θεοῖς, φιλοπραγμοσύνης ὅτι πλεῖστον ἀπέχων ἅτε ἐν βουσὶ καὶ προβάτοις καὶ αἰξὶ διατρίβων, ὥστε μοι δοκοῦσι καὶ ῥᾷον τυγχάνειν τῶν θεῶν, ἡνίκα ἂν αὐτοὺς καλῶσιν αἰτοῦντες ἑαυτοῖς ἀγαθά, οὐ γὰρ δὴ ἑτέροις κακά.

[5]    Καὶ μὴν καὶ σωφροσύνην παρὰ τοῖς γεωργοῦσι μάλιστα ἂν εὕροιμεν. οὐ γὰρ δὴ ἑταῖραι καὶ κῶμοι καὶ προαγωγοὶ καὶ μέθαι πρὸς Ἀφροδίτην αὐτοὺς ἐρεθίζουσιν, οὐ γὰρ ἀγρῶν ταῦτα ἐπιχώρια, προσέχουσι δὲ τὸν νοῦν τῇ γυναικὶ καὶ τὰς δικαίας ἐπίστανται μόνον μίξεις τὰς ὑπὲρ παίδων γονῆς.

[6] εἰ δὲ ἀνδρείας ἐστὶ θάλπους ἐνεγκεῖν καὶ ψύχους ὑπερβολήν, γεωργοῖς ἀεὶ ἀνάγκη πρὸς ταῦτα μάχεσθαι. οὐ γὰρ δὴ ὑποροφίοις οὖσιν ἀνύοιτ' ἂν τὸ ἔργον, ἀλλ' ἀνάγκη πονεῖν ὑπαιθρίοις θέρους τε καὶ χειμῶνος.

[7]    Ὅταν οἱ φιλοσοφοῦντες πονῶσιν, ὀλίγοι δὲ οὗτοι, σφόδρα ἀξιοῦσι τιμᾶσθαι, καὶ μὴν σοφίας γε οὐ μικρὸν μέρος ἔρχεται εἰς γεωργίαν. ἢ γὰρ οὐ σοφίας τὸ ἐπιστήμονας εἶναι τῶν ἄστρων; γεωργὸς τοίνυν ἂν μή τι εἰδῇ περὶ πλειάδων καὶ τῶν ἄλλων ἃ εἰδότι αὐτῷ λυσιτελήσει, τὸ μὲν ὄνομα αὐτῷ γεωργὸς ἂν εἴη, τοῦ δὲ ἔργου πλεῖστον διαμαρτάνοι, καὶ ἀπολλύοιτ' ἂν αὐτῷ ξύμπας ὁ μόχθος οὐ τοῦ καιροῦ τυγχάνων.

[8]    Τοιοῦτοι μὲν ἀπὸ τοῦ γεωργεῖν τὰς ψυχὰς γίνονται, διαφεύγουσι δὲ καὶ τὰς πολυειδεῖς ταύτας νόσους ἃς ἐντίκτει τὸ τρυφᾶν, ὑφ' ὧν ὁρῶμεν διαφθειρομένους τοὺς εὐδαίμονας καλουμένους. πρὶν γὰρ τοῦτο ἐκβαλεῖν τὸ ἀρρώστημα ἕτερον προσέπεσε, καί εἰσι συνεχῶς ἐν χερσὶν ἰατρῶν. γεωργοὶ δὲ οὐδὲν ἂν δέοιντο ἰατρῶν. τὸ γὰρ πονεῖν ἀεὶ περὶ γῆν φρουρὰ τοῖς σώμασι καί εἰσι κρείττους ἁλῶναι ὑπὸ τοιαύτης προσβολῆς. εἰ δὲ δὴ μέγιστον ἐν ἀνθρώποις ἡ ὑγεία, καὶ τοῦτο γεωργία περιείληφεν.

[9]    Ἠπείρων μὲν δὴ καὶ νήσων κόσμος αἱ πόλεις, αὐτὰς δὲ τὰς πόλεις ὃ συνίστησί τε καὶ συνέχει γεωργία. καὶ γὰρ τὰ μεγέθη τῶν οἰκοδομημάτων καὶ τὰ κάλλη τῶν ἱερῶν καὶ τὰς ἐπ' εἰρήνης εὐωχίας καὶ τὰς εἰς πόλεμον παρασκευὰς γεωργίᾳ προστιθείς τις οὐκ ἂν ἀδικοίη.

[10] γνοίη δ' ἄν τις τὴν ἀπ' ἐκείνης ῥοπήν, εἰ λογίσαιτο πρὸς ἑαυτόν, τίς ἂν εἴη ὁ βίος ἡμῶν γεωργίας ἀπούσης. εἰ γὰρ δὴ τόν τε οἶνον ἐξέλοι τις τούς τε πυροὺς ὀπώραν τε καὶ τὸ τῆς Ἀθηνᾶς δῶρον, τοῖς λύκοις ἂν ἐξείη πρὸς ἡμᾶς ὑπὲρ εὐδαιμονίας ἐρίζειν. ἀλλ' οὐδ' ἂν ἐν ταῖς μάχαις μετὰ ἀλκῆς συμπλεκοίμεθα τοῖς ἐναντίοις. πάλαι γάρ με ἐδίδαξεν Ὅμηρος ὅτι πέφυκεν ἄνθρωπος σίτῳ καὶ οἴνῳ κτᾶσθαι τὴν ἀλκήν.

[11] εἰ δέ τις οἴεται τερπνότερον εἶναι τὸν ἐν ἄστει βίον, ἐνθυμηθήτω πρὸς ἑαυτόν, οἷον μέν ἐστιν ἄμπελον ὁρᾶν καὶ βότρυς κρεμαμένους, οἷον δὲ ὑπὸ πίτυι καὶ πλατάνῳ μεσημβρίας κεῖσθαι, οἷον δὲ ἰδεῖν λήια ζεφύρων αὔραις κινούμενα, οἷον δὲ ἀκοῦσαι βοῶν μυκωμένων καὶ προβάτων βληχωμένων, οἷον δὲ θέαμα δαμάλεις σκιρτῶσαι καὶ ἕλκουσαι γάλα.

[12] ἐμοὶ μὲν γὰρ δοκεῖ μηδὲν εἶναι τὰ ἐν τοῖς θεάτροις δεικνύμενα πρὸς τὴν ἀπ' ἐκείνων ἡδονήν, ἐπεὶ καὶ τὸ διὰ τῶν κρουνῶν ὕδωρ καὶ μακρῶν φερόμενον ὀχετῶν φαίην ἂν λείπεσθαι τῶν πηγῶν αὐτῶν. πολλῷ γὰρ καθαρώτερα τὰ ἐκ τῆς γῆς ἀναδιδόμενα νάματα τῶν ἐπὶ τὰ ἄστη τεκτόνων χερσὶν ἀγομένων.

[13] καλὸν μέν τισι δοκεῖ τὸ ἐπίστασθαι παλαίειν κᾆτα στεφανοῦσθαι καὶ κρατεῖν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν. ἀλλὰ τοῦτο μὲν ῥώμην ἔδειξε τὴν τοῦ κρατοῦντος, ὤνησε δὲ τοὺς συνελθόντας οὐδέν, γεωργοὶ δὲ τοῖς αὑτῶν πόνοις τρέφουσιν ἅπαντας.

[14]    Ῥητορικὴν δὲ ὅστις θαυμάζει, λογιζέσθω πρὸς ἑαυτὸν ὡς ἄνευ μὲν ῥητορικῆς εἶεν ἂν αἱ πόλεις, ἄνευ δὲ γεωργίας οὐκ ἂν εἶεν, ἀναμιμνησκέσθω δὲ καὶ τῆς Τριπτολέμου διφρείας καὶ τῶν ὑποπτέρων δρακόντων καὶ τῶν μετεώρων σπερμάτων καὶ ὡς οὐδαμοῦ τοῦτο περὶ τῆς ῥητορικῆς ἐμυθολογήθη, διότι τὸ μέν, οἶμαι, πᾶσιν ἀνθρώποις ἀναγκαῖον, καὶ ἐλευθέροις καὶ δούλοις, καὶ Ἕλλησι καὶ βαρβάροις, ῥητορικῆς δὲ οὐ τοσαύτη χρεία. τῶν γοῦν Ἑλλήνων αὐτῶν εὕροις ἂν οὐκ ὀλίγους τοῦ πράγματος ἠμεληκότας.

[15]    Ναυτιλίᾳ δὲ ὅστις μάλιστα τίθεται, χρημάτων ὁ τοιοῦτος ἐπιθυμεῖ μετὰ κινδύνων καὶ χειμώνων καὶ ἔστι δοῦλος κερδῶν. εἰ δὲ ἀποθανεῖται κακῶς, καὶ προσέτι ἄταφος ἔσται φθειρόμενος ἐν τοῖς κύμασιν. ἀλλὰ κἀκεῖνος μέντοι ἴστω διὰ τῆς γεωργίας ἔχων τὸ πλεῖν. ἢν γὰρ μὴ τὴν ὁλκάδα τῶν ἀπὸ γῆς ἐμπλήσας ἀνάγηται, πρότερον ἀπολεῖται λιμῷ ἢ τοὺς λιμένας ἐφ' οὓς ἐπείγεται ὄψεται.

[16]    Οὕτω γεωργία κάλλιστόν τε καὶ χρησιμώτατον καὶ πάντα νικᾷ τὰ ἐπαινούμενα.

[8][t]

Ἐγκώμιον βοὸς συγγραφικῷ χαρακτῆρι.

   Περὶ βοὸς τί μεῖζον εἴποι τις ἂν ἢ ὅτι φίλος θεοῖς ὁ βοῦς, τοῦτο μὲν Σελήνῃ, τοῦτο δὲ Δήμητρι καὶ ἔτι γε Ἡλίῳ. ἡ μὲν γὰρ τούτους ζευξαμένη πορεύεται τὴν ἑαυτῆς πορείαν, Δημήτηρ δὲ διὰ βοὸς δίδωσι τὰ ἑαυτῆς δῶρα ἀνθρώποις, Ἡλίου δὲ ἱερὰν ἀγέλην ἀκούεις. ἐπεὶ δὲ ἥψαντό τινες πεινῶντες, οὕτως ἤλγησεν ὥστε αὐτοὺς πλέοντας ἀπώλεσε διὰ Διός.

[2] καὶ στέφανος μὲν οὐρανῷ τὰ ἄστρα, συντελεῖ δὲ καὶ ὁ ταῦρος εἰς τοῦτον δὴ τὸν οὐρανοῦ στέφανον. γῆ δὲ οὐχ ἡ μὲν ἔχει βοῦν, ἡ δὲ ἀπεστέρηται τοῦ βοός, ἀλλ' οὗ γένος ἀνθρώπων, ἐνταῦθα καὶ βοῶν, ὥστε οὐκ ἔστιν ἀνθρώπων ὅστις οὐκ εἶδε βοΐδιον καλὸν μὲν δὴ καὶ εὐθὺς γεννώμενον καὶ ἐπὶ τὸ γάλα τῆς τεκούσης τρέχον, κάλλιον δὲ ἤδη μητρὶ παραθέον. καὶ ὀφθαλμοῖς ὅτου ἂν εἴπῃς ἥδιον τὸ ἐκείνου σκίρτημα. καὶ ὑπὸ τῶν βουκόλων ὁ μόσχος ὥσπερ παιδίον ἀγαπᾶται.

[3] τροφὴ δὲ αὐτοῖς οὐκ ἀπὸ παντός, ἀλλὰ τὰ ἐκ τῆς γῆς φυόμενα βόσκει τὸ βοῶν γένος. ἐν λειμῶνι δὲ ἀγέλη βοῶν τοῦ λειμῶνος οὐ φαυλότερον θέαμα. τὰ γὰρ χρώματα τῶν ἀνθέων ἐν τῇ τριχὶ δεικνύει, τοὺς μὲν φοινικοῦς, τοὺς δὲ λευκούς, τοὺς δὲ ἴοις ἐοικότας, οἱ δέ τινες καὶ πάντα συνάγουσι.

[4]    Τοῦ κάλλους δὲ μνησθεὶς ἀνεμνήσθην Ὁμήρου, ὃς ἐνδείξασθαι βουλόμενος ὡς εἴησαν ὀφθαλμοὶ τῇ Ἥρᾳ καλοί τε καὶ μεγάλοι βοῶπιν αὐτὴν ἐκάλεσε. καὶ τὸ ἐρασθῆναι δὲ Πασιφάην ταύρου μὴ ἄλλο τι νομίζομεν ἢ τεκμήριον εἶναι κάλλους βοῶν;

[5] καὶ τί λέγω Πασιφάην; ὁ Ζεύς, ἐπειδὴ τὴν Ἰὼ μεταβαλεῖν ἔδει, βοῦν αὐτὴν ἐποίησε καὶ οὕτω συνῆν ὡς οὐ καταβλάψων αὑτῷ τὴν τῆς ὁμιλίας ἡδονὴν ἐν τῷδε τῷ τύπῳ. καὶ ἑαυτὸν δέ, ἐπεὶ χρῆν ἕτερον εἶδος ὑποδύντα θηρᾶσαι τὴν Εὐρώπην, εἰς ταῦρον μετέστησε καὶ εἷλε τὰ παιδικά. θαυμάσασα γὰρ ἡ κόρη τὴν ὥραν προσελθοῦσα ἐφιζάνει καὶ ἤγετο διὰ θαλάττης εἰς Κρήτην.

[6]    Ἔστι μὲν οὖν δὴ τῶν ζώων πολλὰ λαμπρὰ μὲν ἐν ὥρᾳ, εἰ καὶ μὴ ἴσα βουσί, χρῆσθαι δὲ ἀνθρώποις οὐ μάλα ἐπιτήδεια, βοῦς δὲ ἐν τῷ ὠφελεῖν ἀνθρώπους τὸ αὑτοῦ κάλλος πάρεισιν. ὠφελεῖ δὲ τὰ μέγιστα καὶ πάντα. τροφῆς μὲν γὰρ οὐκ οὔσης οὐδ' ἂν ἄνθρωποι εἴησαν, ἀνθρώπων δὲ οὐκ ὄντων οὐδ' ἂν πόλεις εἴησαν οὐδὲ τέχναι οὐδ' ὅσα νῦν ἔστιν. ἄνθρωπος δὲ μετὰ μὲν βοὸς γῆν ἐργάζοιτ' ἄν, ἄνευ δὲ βοὸς οὐκ ἂν ἀρόσαι, μὴ ἀρῶν δὲ οὐκ ἂν σπείραι, μὴ σπείρων δὲ οὐκ ἂν ἀμήσαιτο. οὕτω τὸ τῶν βοῶν γένος συνέχει τὸν βίον ἀνθρώποις.

[7] καλῶς ἄρα Ἡσίοδος καὶ τῶν Μουσῶν ἀξίως τρία τίθησιν ἐν πρώτοις, οἶκον καὶ γυναῖκα καὶ βοῦν, ὡς τῷ μὲν ἀντέχοι πρὸς τὰς ὥρας, ἐκ δὲ τῆς παιδοποιοῖτο, διὰ δὲ ἐκείνου καρποῖτο τὴν γῆν καὶ σώζοιτο.

[8] τὸ δ' αὐτὸ ἰσχυρόν τε καὶ θυμοειδὲς καὶ πρᾷον. δηλοῦται δὲ ἡ μὲν ἰσχὺς τοῖς ἄχθεσιν ἃ βόες ἕλκουσιν, ἡ δὲ πρᾳότης ἐν τῷ τῶν βουκόλων ἀνέχεσθαι καὶ γεωργῶν καὶ ἑκόντα ὑπιέναι ζυγὸν καὶ πρὸς τὰς πληγὰς μηδὲν ποιεῖν ἀσελγές. καὶ τῷ θυμῷ δὲ κέχρηται δικαίως ἐπὶ τὰ βλάπτοντα τῶν θηρίων.

[9] κατιδὼν δὲ εἰς τὰ κέρατα γνοίης ἂν σαφῶς ὅτι δὴ μάλιστα θεοῖς ἐμέλησε βοῶν. ἔδοσαν γὰρ αὐτοῖς περὶ τὸ μέτωπον τὰ ὅπλα καὶ οὐκ ἀφῆκαν βορὰν τοῖς θηρίοις ὥσπερ ἵππους καὶ ὄνους. ὁ βοῦς δὲ οὕτως ἐστὶ καλὸς καὶ ἀγαθὸς ὥστε πρὸς μὲν τοὺς οἰκείους οὐκ ἔστιν αὐτῷ κέρατα, πρὸς δὲ τοὺς ἐχθροὺς καὶ λίαν ἔστιν. ἔδωκε μὲν γὰρ καὶ ἐλάφῳ κέρατα ἡ φύσις καλά, ἀλλὰ τηνάλλως ταῦτα ἔχει καὶ οὐδὲν ὠφελεῖ, ἤδη δὲ καὶ διωκομένην ὑπὸ κυνῶν ἐζημίωσεν. ὑπὸ γὰρ τούτων παρεδόθη τοῖς κυσίν.

[10]    Ἵππον δὲ ὅστις ἐπαινεῖ διὰ τοὺς πολέμους καὶ τὰς ἱππομαχίας, ἀκούσεται παρ' ἡμῶν εἰρήνην καὶ γεωργίαν τιμιωτέραν εἶναι. οὐκοῦν ἵππου μὲν ἐν τοῖς ἀηδέσιν ἄνθρωποι χρῄζουσι, βοὸς δὲ ἐν τοῖς ἡδίστοις.

[11] ἔτι τοίνυν τὰ μὲν περὶ γῆν ἵπποις οὐ πράττεται. βόες δὲ συντελοῦσιν εἰς τὰ τοῦ πολέμου, τοῦτο μὲν τὴν τροφὴν ἐξ αὑτῶν ἄγοντες, τοῦτο δὲ τὰς ἀσπίδας ποιοῦντες. μὴ γὰρ ἀμνημονείτω τις τῆς Αἴαντος, ἣν ὁ Τυχίος ἐδημιούργησε. καὶ αὐτὸ δὲ τὸ πολεμεῖν ζώντων ἐστί, τὸ δὲ ζῆν ἀπὸ τῶν καρπῶν, ἐκεῖνοι δὲ ἀπὸ τοῦ βοός.

[12] εἰ δέ μοι λέγεις ἅρματα ἁμιλλητήρια, τέρψιν λέγεις, ἐγὼ δὲ ὠφέλειαν ἀφ' ἧς καὶ αὐτοῖς τοῖς ἵπποις ἔνι ζῆν καὶ τρέχειν. αἱ γὰρ κριθαὶ τῶν βοῶν πόνος. ταχὺς ὁ ἵππος, ἀλλ' οὐδὲ ὁ βοῦς βραδύς. λακτίζει τὸ λυποῦν ὁ ἵππος. ἔνι καὶ τῷ βοῒ τοῦτο. καὶ ἔτι προσκέκτηται κέρατα.

[13] μέγιστον μὲν οὖν ἀνθρώποις εὔνοια θεῶν, τοῦτο δὲ αἱ θυσίαι φιλοῦσιν ἐργάζεσθαι. θύομεν δὲ οὐχ ἵππους, ἀλλὰ βοῦς. καὶ δὴ καὶ γεύσασθαι βοὸς μὲν ἀνθρώποις νόμος, ἵππου δὲ οὐ νόμος. τὰ δὲ κρέα ταῦτα καὶ πολεμοῦσι χρηστά, καθάπερ τοῖς Ἀχαιοῖς. ὅταν οὖν τοῦτο καὶ θεοὺς ἡμῖν διαλλάττῃ καὶ εὐωχεῖσθαι παρέχῃ, πῶς οὐ μέγα νομιστέον;

[14]    Ἡρακλῆς καὶ Θησεὺς ὀνομαστοὶ μὲν ἀπὸ τῶν ἄθλων, ἐν δὲ ἑκατέρου τοῖς ἄθλοις αἱ μὲν βόες αἱ Γηρυόνου τὸν Ἡρακλέα, τὸν δὲ Θησέα εὐδόκιμον ἐποίησεν ὁ ἐν Κρήτῃ ταῦρος κατενεχθείς. τὸ δὲ δὴ κεφάλαιον, βοῦς Αἰγυπτίοις ἐστὶ θεὸς καὶ τιμᾶται παρ' αὐτοῖς ὁ Ἆπις ὅσαπερ παρ' Ἕλλησιν ὁ Ζεύς τε καὶ οἱ ἄλλοι θεοί.

[15]    Βοῦς καὶ ζῶν ἀνθρώποις συνεργὸς καὶ ἀπελθὼν ὤνησεν. ὅστις γὰρ οὐκ ἔχων μελίττας σμήνους ἐπιθυμεῖ μελιττῶν, βοῦν κτείνει ῥοπάλοις, εὐθὺς δὲ τὸ σῶμα τίκτει μελίττας. καὶ ἔστιν ἡ τελευτὴ τοῦ βοὸς μελίττης γένεσις.

[9][t]

Ἐγκώμιον φοίνικος καὶ μηλέας.

[1]    Ἐπαινέσαι φυτὰ προαιρούμενος ἃ προῆλθε θεῶν οὐκ οἶδα μᾶλλον ὅ τι θαυμάσομαι, μηλέαν ἢ φοίνικα. προῆλθε μὲν γὰρ ἄμφω θεῶν, θεῶν δὲ τῶν ἴσων. ὅ τε γὰρ φοίνιξ προῆλθεν Ἀπόλλωνος τό τε αὖ μῆλον εἰς Ἄρην ἀνενήνοχεν, ὥστε μίαν ἀμφοῖν λαβοῦσι τοῦ βίου τὴν γένεσιν ἴσος ἔπαινος ἐξ ἡμῶν ἐποφείλεται.

[2]    Καὶ γεγενημένα τοῦ καλλίστου θεοῦ ‹παρὰ τοῖς› καλλίστοις χώροις ἐπίσταται φύεσθαι. τὰ μὲν γὰρ ἄλλα τῶν δένδρων ἢ φύειν οἶδεν ‹ἐν› τοῖς ὄρεσιν ἢ προσοικεῖν τὴν θάλασσαν, μόνα δὲ τῶν ὄντων μηλέα καὶ φοίνιξ παρὰ τοῖς ἡμερωτέροις τῶν χωρίων εἴωθε φύεσθαι, καὶ τὸ ἥμερον τῇ τῶν χωρίων σημαίνει πρᾳότητι, καὶ τὸ δὴ κάλλιστον, φύειν οὐκ οἶδε μὴ πονούσης τῆς τέχνης ὥσπερ οὐκ ἀνεχόμενα φύεσθαι μὴ λαβόντα καὶ φύσιν καὶ τέχνην.

[3] καὶ τιμῶντα καὶ φύσιν καὶ πόνον διαιρεῖται ταῖς ὥραις εἰς βλάστην. ἡ μὲν γὰρ οἶδε προϊέναι τοῦ θέρους καὶ παρὰ τοῦ καλλίστου τῶν θεῶν προελήλυθεν Ἄρεος καὶ δυεῖν ὡρῶν τῶν ἐπαινουμένων φανεῖσα τὰς μετ' ἐκείνας ἠγνόησε. χειμῶνα μὲν γὰρ ἀγνοεῖ καὶ μετόπωρον, ἃ τῶν ἀνθρώπων ἀνεῖλε τὰς πράξεις καὶ τῆς μηλέας συνανεῖλε τὸ κάλλος. φοίνιξ δὲ τελευτῶν λήγειν οὐκ οἶδε τῆς βλάστης, πρὸς δὲ οὐ μίαν ἤνθησεν ὥραν, ἀλλ' ἔστι καὶ τῶν ὡρῶν μονιμώτερος καὶ μεταβαλλούσης τῆς ὥρας ἡ τύχη τὴν τοῦ φοίνικος οὐ μετέθηκε βλάστην.

[4] μηλέα τοίνυν καὶ φοίνιξ τιμῶσαν ἔσχε τὴν φύσιν ἑκάτερον. ὁ μὲν γὰρ φοίνιξ ὑψοῦ πρόεισι καὶ γῆς ἀνέχει τὰ μάλιστα καὶ παρ' αὐτὸν ὡς εἰπεῖν ἰέναι σπεύδει τὸν οὐρανὸν ὥσπερ οὐκ ἀνεχόμενος μένειν ἐν γῇ καὶ τῆς γῆς γεγονώς. τὸν δὲ τοῦ βίου χρόνον παραπλήσιον ἔχει τῷ μεγέθει τοῦ σώματος. οὔκουν ἔστιν οὐδεὶς ὃς θᾶττον οἶδεν ἀναιρούμενον φοίνικα, ἀλλ' οἶδε μόνον τῶν φυομένων μακροβιώτατον.

[5] κόμη δὲ αὐτῷ προῆλθεν εἰς κάλλος καὶ διαιρεῖ τῇδε κἀκεῖσε τὸ βλάστημα, καὶ ὃ τῶν δένδρων ἐπαινετώτατον, ὅτι τοῖς μὲν ἄλλοις προϊόντα πανταχῆ τὰ βλαστήματα σώματος εἶδος οὐ δίδωσιν ἴσον, μόνος δὲ φοίνιξ κατευθὺ προϊὼν ἐπὶ τῆς κεφαλῆς διασώζει τὴν βλάστην δυσὶ τοῖς ἐναντιωτάτοις καλοῖς κοσμηθείς, ἐπὶ μῆκός τε ἰὼν ὡς ἀνέμῳ κλινόμενος, καὶ πρὸς τοῦτον ἀνθεστηκὼς ὡς μὴ πολύ τι τῆς γῆς ἐπαρθείς.

[6] ἡ δ' αὖ μηλέα βραχύ τι προελήλυθε καὶ μένει τοῖς ὁρῶσιν ἐγγὺς καὶ γεγονὸς ἔρωτος βλάστημα τοῖς ἐρῶσι χαρίζεται καὶ τοὺς θεατὰς οὐκ ἀφαιρεῖται τὴν ὄψιν. καὶ κατέχει τὸ δένδρον ἡ φύσις ἐφ' ἑαυτῆς ὥσπερ δείσασα μή τις ἐμπεσὼν διαφθείρειεν ἄνεμος καὶ τὸ βλάστημα πανταχόθεν ἀνίησιν ὥσπερ τοὺς ἐραστὰς ψυχαγωγοῦσα διαπαντός.

[7]    Ἀλλὰ μὴν οἱ καρποὶ παρ' ἑκατέροιν οἷοι; φοίνικες μὲν γὰρ τὸ χρῶμα παντοδαποί. καὶ πρῶτόν εἰσι τοῦ τεκόντος ἐπώνυμοι, προϊόντες δὲ ἐρυθραίνονται καὶ παρ' αὑτῶν φοινισσόμενοι τὰ μὲν τῷ παντὶ βλαστήματι μένουσι, τὰ δὲ πρὸς ἤλεκτρον φέρονται καὶ πάντα χρώματα τῷ κάλλει διέσωσαν. φοινίσσονται μὲν γὰρ ὡς εἰς ἄλλο τι μὴ μεταπίπτοντες, λευκαίνονται δὲ ὡς ἑτέρῳ μὴ προσγινόμενοι. καὶ συμμεταβάλλει ταῖς ὥραις ἡ πρόσοψις. ὠχρὰν μὲν γὰρ ἔαρ εἴληφεν, εἶτα θέρους φοινίσσεται καὶ πρὸς ἀπόλαυσιν οὐκ ἀπέοικε μέλιτος. μηλέα δὲ τὸν καρπὸν διετήρησεν ὅσον ἔρως ἐπόθησεν.

[8]    Ἆρα καὶ μόνα ταῦτα περὶ τούτων τῶν δένδρων ἔχω διεξελθεῖν; πολλὰ μὲν τοιαῦτα λέγειν ‹ἔχων› ἀποστερῶ τὰ λοιπὰ μὴ προσθείς. φοίνιξ μὲν γὰρ παντὸς ἀγῶνος γίνεται στέφανος καὶ τὸν θαλλὸν ἔχει νίκης ὑπόμνημα, μηλέα δ' αὖθις στεφανοῖ τὸν ἀγῶνα τὸν Πυθικόν.

[9]

ἔτι καὶ πρὸς τούτοις ἑκάτερον τοῖς νοσοῦσιν ἐπικουρεῖ. τά τε γὰρ φοίνικος εἰς ἀπαλλαγὴν προῆλθε νοσήματος ἅ τε μῆλον ἐργάζεται, λύσις καθίσταται πάθους.

[10] εἶτα τίς μηλέᾳ παραθήσει τὸν φοίνικα; ὁ μὲν γὰρ ἐπὶ κόμης ἐβλάστησε μόνης, ἡ δὲ διὰ παντὸς ἐξανθεῖ τοῦ βλαστήματος. ταύτῃ μὲν μηλέα φέρει τὸ πλέον, ὁ φοίνιξ δὲ πῶς εἰς τὴν τῆς μηλέας ἄνεισι τάξιν; ὁ μὲν εἰς ἅπασαν ἐκόμησεν ὥραν, ἡ δὲ εἰς ἕνα καιρὸν μόνον ἐβλάστησεν.

[11]    Ἦν πολλὰ ἕτερα περὶ αὐτῶν διεξελθεῖν, ἀλλ' ἀφαιρεῖται τὸ πλῆθος ἑκάτερον. ἃ γὰρ περὶ ἑκατέρου λέγειν καθέστηκεν ἄπορον, συναμφοτέρων ἐστὶν ἀπορώτερον.