[1] Οὐ τὸ τῶν πολλῶν πείσομαι πάθος οὐδ' ἡγήσομαι τὸν Ἀχιλλέα βελτίω τοῦ Διομήδους, ἀλλὰ τοὐναντίον ἐκεῖνον Ἀχιλλέως, εἰ καὶ μὴ διὰ πάντων, ἀλλ' ἔν γε τοῖς πλείοσιν.
[2] Αὐτίκα γὰρ τὸ γένος εἴ τις θαυμάζει τὸν Πηλέα καὶ τὸν Αἰακὸν σκοπῶν καὶ τὸν Δία, καὶ περὶ Διομήδους ἔχοι ἂν εἰπεῖν ὅτι καὶ αὐτὸς σπέρμα θεῖον ἦν. Θετταλίαν δὲ εἰ πάνυ τις θαυμάζει, τῇ Πελοποννήσῳ γε καὶ ἄκων εἴξει.
[3] αὐξηθείσης τοίνυν τῆς παιδείας ἴσης ἀμφοτέροις οἵους εἰκὸς γενέσθαι τοὺς ἄνδρας ἀπὸ τῶν ἔργων σκοπήσωμεν.
[4] οὐκοῦν ἐκάλει μὲν ὁ Τρωικὸς πόλεμος τοὺς ἀρίστους δοκιμάζων στρατιώτου εὐψυχίαν, ὁ δὲ γενναῖος Ἀχιλλεὺς εἰπὼν χαίρειν ὅπλοις καὶ τῇ δόξῃ τοῦ πατρὸς εἰς Σκῦρον καταφεύγει καὶ εἰς παρθενῶνα κατέδυ καὶ τὴν φύσιν ἔκρυψε τῷ σχήματι κόρη δοκεῖν εἶναι βουλόμενος ἢ παρατάξασθαι.
[5] Διομήδης δὲ οὐ μόνον αὐτὸς ὑπήκουε τῷ καιρῷ, ἀλλὰ καὶ τοὺς ἀργῶς διακειμένους ἐκίνει καὶ πρῶτον τοῦτον αὐτὸν παρὰ τοῦ Χείρωνος ἐπὶ τὰς παρθένους δραμόντα. πῶς οὖν τοῦ πρὸς τὸν πόλεμον ἕλκοντος ὁ τοῦτο πάσχων ἀνδρειότερος ἂν εἴη;
[6] ὡς τοίνυν ἧκον εἰς Ἴλιον, φοβηθέντων εὐθὺς τῶν πολεμίων ἐθαυμάζετο μὲν οὗτος, ἐπῃνεῖτο δὲ ἐκεῖνος τῶν ὑπ' Ἀχιλλέως πραττομένων ἀνιούσης ἐπὶ τὸν Διομήδην τῆς εὐδοξίας, δι' ὃν ἐκεῖνος ἐκοινώνησε τῶν ἀγώνων.
[7] χρόνου δὲ πολλοῦ διελθόντος καὶ τοῦ στρατοπέδου νοσοῦντος σκοπείτω τις τὴν ἀπόνοιαν καὶ τὴν ἀπαιδευσίαν τῶν ἠθῶν Ἀχιλλέως. πρῶτον μὲν τοίνυν εἰς ἐκκλησίαν συνῆγε παρώσας τὸν βασιλέα καὶ τοὺς περὶ ταῦτα νόμους ἐτάραξεν. ἔπειτα ὕβρισεν οὕτως ἀσελγῶς τὸν Ἀγαμέμνονα φειδόμενος οὐδενὸς ῥήματος ὡς οὐδεὶς ἂν ἄρχων τὸν αὑτοῦ στρατιώτην. τελευταῖον δὲ καὶ ξίφος ἐγύμνωσεν ἐπ' αὐτόν, καὶ εἰ μὴ θεῶν τις ἐκώλυσεν, οὐδὲν ἂν ἦν ἐμποδὼν πάντα ἐκεῖνα μάτην τοῖς Ἕλλησι πεπονῆσθαι. καὶ ταῦτα ἔπραττεν αἰχμαλώτου μιᾶς ἐρῶν, ἣν ὁρῶν ἀγομένην ἐδάκρυεν. οὕτως ἐδούλευε ταῖς ἡδοναῖς.
[8] ἀλλ' οὐ Διομήδης ἐθαύμασεν αἰχμαλώτου κάλλος, ἀλλ' ὁμοίως ἀπεῖχεν ἡδονῆς πονηρᾶς καὶ θυμοῦ τὸ μέτρον ἐκβαίνοντος. καὶ ταῦτα ὅστις οἶδεν Ὅμηρον ἱκανῶς ἐξεπίσταται. ὁ γὰρ Ἄρης ὁ παρ' αὐτοῦ τιτρωσκόμενος καὶ ἡ τὸ αὐτὸ πάσχουσα Ἀφροδίτη μαρτυροῦσι κρεῖττον ἢ οἱ πληγέντες σιδήρῳ.
[9] Πόθεν τοίνυν Ἀχιλλεὺς βελτίων Διομήδους; οὐχ ὁ μὲν ἡσύχαζεν, ὁ δὲ παρετάττετο; οὐχ ὁ μὲν ὠργίζετο, ὁ δὲ ἤλαυνε τοὺς πολεμίους; οὐχ ὁ μὲν ᾖδε πρὸς λύραν, ὁ δὲ πρὸς οἰμωγὰς τοὺς ἐναντίους καθίστη;
[10]
καὶ ταῦτα ἔπραττε Διομήδης τῆς Τύχης ἐπὶ τοὺς ἐναντίους μεθεστηκυίας καὶ τοῦ Διὸς τοῖς ἄνωθεν βέλεσι συναγωνιζομένου τοῖς Τρωσί. δεῖ δὲ τὴν ἀνδρείαν δοκιμάζειν οὐκ ἐν ταῖς εὐπραξίαις, ἀλλ' ἐν ταῖς ἀκαιρίαις. ἐν μὲν γὰρ ἐκείναις καὶ τοὺς φαυλοτέρους ὁρῶμεν εὐδοκιμοῦντας, ἐν δὲ ταύταις τοὺς τῶν ἄλλων διαφέροντας ἀντέχοντας.[11] εἰκότως ἄρα τῶν πρεσβευόντων ὡς ἐκεῖνον ἀπράκτων ἐπανελθόντων ἐπιτιμᾷ τῷ πεπομφότι. τὸ δὲ νυκτερινὸν ἔργον πότ' ἂν Ἀχιλλεὺς ὑπέμεινεν; ᾧ τοσοῦτον ἴσχυσεν ὥστε πεπτωκὸς τὸ φρόνημα τῶν Ἑλλήνων ἐπέρρωσε ταῖς τῶν ἐναντίων σφαγαῖς.
[12]
καὶ τί δεῖ τὰ πολλὰ λέγειν; οἱ γὰρ πολέμιοι πάλαι τὴν ψῆφον ἐνηνόχασιν. ὅταν γὰρ λέγωσιν· οὐδ' Ἀχιλλέα ποτὲ οὕτως ἐδείσαμεν, τότε διδάσκουσιν ἅπαντας ὡς οὐ δεῖ φιλονικεῖν οὐδ' εἰς ἴσον ἄγειν τῷ Διομήδει τὸν πολὺ λειπόμενον. κριταὶ γὰρ ἀκριβεῖς τῆς παρὰ τοῖς Ἕλλησιν ἀρετῆς οἱ πολέμιοι παρ' αὐτῶν ὧν ἔπαθον μεμαθηκότες τίς ἀμείνων καὶ τίς δεύτερος.[13]
Εἶτά μοι τὸν Ἕκτορα λέγεις ὡς ἀπέθανεν ὑπ' Ἀχιλλέως, τὸ δὲ πῶς ὑπερβαίνεις. οἶσθα γὰρ ὡς, εἴ τις προσθείη τῆς νίκης τὸν τρόπον, ἑτέρου μὲν φανεῖται τὸ ἔργον, ἑτέρου δὲ ἡ δόξα. τοῦτον δὲ τὸν Ἕκτορα πολὺ μὲν πρότερον Αἴας Ἀχιλλέως κατέβαλεν ἐν τῇ μονομαχίᾳ. ταὐτὸ δ' ἂν ἐπεποιήκει Διομήδης, εἴπερ ἦν λαχών. σημεῖον δέ, καὶ τοῦτον ηὔξατο τὸ στρατόπεδον τῶν λαγχανόντων εἶναι τῇ τῆς νίκης ἐλπίδι πρὸς τὴν εὐχὴν ἀγόμενοι.
[14] εἶθ' ὁ μὲν εὐθὺς αὐτὰ κατῄσχυνε τὰ πεπραγμένα Πολυξένης ἐρῶν, πρὸς τοὺς ἐχθροὺς σπενδόμενος, τοὺς οἰκείους προδιδούς. ὁ δὲ ἐξῆλθε μέχρι τοῦ τέλους τηρῶν τὴν τάξιν τῆς εὐνοίας, δι' ἣν ἦλθε μὲν εἰς μέσην τὴν τῶν ἐναντίων πόλιν, ἐγύμνωσε δὲ τοῦ μόνου φυλακτηρίου τὸ Ἴλιον.
[15] εἰ οὖν ὑπὲρ μὲν τοῦ τὴν πόλιν ἑλεῖν ὁ πᾶς συνειστήκει πόλεμος, τοῦτο δὲ διὰ τὴν Διομήδους τόλμαν πέπρακται, πῶς οὐ μικρὰ πάντα τὰ τῶν ἄλλων πρὸς τὰ τοῦδε τῶν τόσους καὶ τόσους ἀποκτεινάντων;
[16] Ἔτι τοίνυν ὁ μὲν αἰσχρῶς ἀποθνήσκει παρὰ τοῦ δειλοτάτου καὶ τοξότου Πάριδος, ὁ δὲ τό τε ἄστυ τῶν δυσμενῶν ἐπολιόρκησε καὶ μετ' εὐκλείας ἀπέπλευσε καὶ τῆς οἴκοι ταραχῆς καταγνοὺς οἰκιστὴς ἑτέρωθι γίνεται, καὶ τῆς ἀθανασίας ἧς ὁ Τυδεὺς ἔτυχε μικροῦ, ταύτης ἀπήλαυσε Διομήδης. [2]
[1] Ἀλλ' εἰ καὶ παράδοξον ἐνίοις φανεῖται τὸ πανταχοῦ δεύτερον παρ' ἐμοὶ κεκρίσθαι τὸν Ἀχιλλέα τῆς Αἴαντος ἀρετῆς, ὅμως οὐκ ὀκνήσω δεῖξαι τοῦθ' οὕτως ἔχον πρὸ τῆς φήμης τὴν ἀλήθειαν ποιούμενος.
[2] Τὰ μὲν γὰρ δὴ τῆς εὐγενείας αὐτῶν ἴσα, Πηλεὺς γὰρ καὶ Τελαμὼν Αἰακοῦ παῖδες, ἐκεῖνος δὲ Διός, καὶ τῷ Τροίαν συνεξελεῖν Ἡρακλεῖ τὸν Τελαμῶνα τὴν ἐπὶ Κενταύρους στρατείαν ἔχοι τις ‹ἂν› ἀντιθεῖναι Πηλέως, ἀλλ' οὐκ ἔτι τὸ ἴσον ἐν ταῖς πατρίσι σώζεται. ποῦ γὰρ ἴσον Θετταλία, τὸ τῆς Ἑλλάδος ἔσχατον, καὶ Σαλαμίς, ἣ μικροῦ μέρος τῆς Ἀττικῆς;
[3] Καινόν τις ἡγεῖται τραφῆναι μυελοῖς λεόντων τὸν Ἀχιλλέα. πρὸς τοῦτον ἐρῶ νομιμωτέραν τροφὴν τοῦ Αἴαντος. ὅστις οὖν ἄνθρωπος ὢν ὡς ἀνθρώπῳ προσήκει τέθραπται, βελτίων ἐστὶν ἐκείνου κατ' αὐτὸ τοῦτο τοῦ τραφέντος ἔξω τῶν νόμων.
[4] Ἀλλ' ὁ Τρωικὸς πόλεμος βελτίω τὸν Ἀχιλλέα δείκνυσιν. εἶτα τὸ κρύπτεσθαι μετὰ παρθένων ἄμεινον τοῦ τοῖς πολεμίοις ἐμπίπτειν; τίς γὰρ οὐκ οἶδεν ὡς ὑβρισμένης τῆς Ἑλλάδος διὰ τῶν εἰς τὸν Μενέλαον ἀδικημάτων καὶ τοῦ καιροῦ καλοῦντος τοὺς δυναμένους ἀγανακτεῖν ὑπὲρ τῶν τοιούτων κακῶν Αἴας μὲν καθεῖλκε τὰς ναῦς καὶ ἐνέβαινε καὶ ἦν ἐν πρώτοις καὶ τοὺς ἠδικηκότας ἔσπευδεν ἰδεῖν, ὁ δὲ θαυμαστὸς Ἀχιλλεὺς εἰς Σκῦρον ἔρχεται καὶ ταῖς Λυκομήδους ἀναμίγνυται θυγατράσιν ὡς δὴ καὶ αὐτὸς ὢν κόρη καὶ τὰ τῶν ἀνδρῶν φυγὼν τὰ τῶν γυναικῶν ἐπλάττετο;
[5] ἀλλ' ἐπειδή ποτε μετέσχε καὶ τῶν πραγμάτων, τὸ δὲ ὅπως ἀφήσω, τί λαμπρότερον Αἴαντος ἐπεδείξατο; τελευταῖος ἐσκηνώσατο δι' ἀνδρείαν. καὶ γὰρ Αἴας ἐπὶ θάτερα τελευταῖος ἀπὸ τῆς αὐτῆς αἰτίας. ἐληΐζετο τοὺς περιοίκους ἐκεῖνος, ὁ δὲ καὶ τοὺς πλεῖστον ἀπέχοντας.
[6] καὶ τοσαῦτα τὴν στρατιὰν ὠφελῶν οὐδέποτε ἐπήρθη πρὸς ὕβριν, ὃ ποιῶν Ἀχιλλεὺς διετέλει κινῶν τὴν τάξιν, τὰ μὴ προσήκοντα συγχέων, ἑκὼν ἀγνοῶν ἃ τοῖς βασιλεῦσιν ὀφείλεται
[7] ἐκεῖνος ἦν ὁ συνάγων εἰς ἐκκλησίαν παρώσας τὸν Ἀγαμέμνονα καὶ τοὺς ἰδιώτας ἐπαίρων αὐτοῦ καταφρονεῖν καὶ μετὰ ταῦτα διαρρήδην ὑβρίζων ἐν μέσοις τοῖς Ἕλλησι καὶ τὸ ξίφος ἕλκων ἐπὶ τὸν κρατοῦντα καὶ τὸ τελευταῖον προδιδοὺς τοὺς ὁμοφύλους καὶ κατευχόμενος τῶν Ἀχαιῶν καθήμενος ἐπὶ σκηνῆς καὶ τρυφῶν ἐν τοῖς Ἑλληνικοῖς κακοῖς.
[8] Ὁ δὲ λέγων ὡς μετὰ μὲν ἐκείνου κρείττους ἦσαν τῶν ἐναντίων οἱ Ἕλληνες, ἀφεστηκότος δὲ ἥττηντο, τὸ πᾶν ἀγνοεῖ. οὐ γὰρ Ἀχιλλεὺς ἐποίησεν ἑκάτερον, ἀλλ' ἡ Τύχη τοὺς αὐτοὺς ἰσχυροὺς ποιεῖ καὶ πάλιν ἀσθενεῖς.
[9] ἐν μὲν οὖν ταῖς εὐτυχίαις Ἀχιλλεὺς ἐλαμπρύνετο, τοῦτο δέ, οἶμαι, καὶ τοῦ φαυλοτάτου ἂν ἦν στρατιώτου, τὴν δὲ Αἴαντος ἀρετὴν ἐξέφηνεν ἡ τοῦ καιροῦ δυσκολία. τοῦ γὰρ Διὸς ἀποδιδόντος τῇ Θέτιδι χάριν καὶ ποιοῦντος τὰ τῶν Τρώων μείζω μόνος Αἴας εἰς σωτηρίαν ἤρκει καὶ ναυσὶ καὶ σώμασι δύο πολέμους πολεμῶν, τὸν μὲν πρὸς τοὺς ἐναντίους, τὸν δὲ πρὸς τὴν Τύχην.
[10] Τὸ δὲ μὴ τοῖς φίλοις ἐθέλειν βοηθεῖν Ἀχιλλέως ἦν, ὁ δὲ πείθων ἐπικουρεῖν Αἴας ἦν. καὶ ὁ μὲν ὠργίζετο, τουτέστιν ἐνόσει τὴν γνώμην, ὁ δ' ὅπως παύσεται τοῦ νοσήματος ἔπραττε.
[11] Πάντα τοίνυν τἄλλα ἀφεὶς ἀπὸ τῶν εἰς Ἕκτορα δείξω τὸ μέσον ἀμφοῖν Ὁμήρῳ μάρτυρι χρώμενος. λέγει γὰρ ὡς ὁ μέγας Αἴας ἐν τῇ μονομαχίᾳ κατέβαλε τὸν Πριάμου, καὶ εἰ μὴ θεῶν τις ἐκώλυσεν, ἀπέσφακτο ἂν ὁ Πριάμου, καὶ ὡς αὐτὸς ἱκέτευεν Ἕκτωρ ἀπηλλάχθαι τῆς μάχης.
[12] ὁ δ' αὐτὸς οὗτος μεμνημένος τῆς Ἕκτορος τελευτῆς τὴν Ἀθηνᾶν ἔδωκεν Ἀχιλλεῖ σύμμαχον. οὐκοῦν Αἴας μὲν ἐκράτησεν Ἕκτορος θεοῦ παρόντος Ἕκτορι, τοῦ δ' αὐτοῦ πάλιν Ἀχιλλεὺς θεοῦ βλάπτοντος Ἕκτορα.
[13] Ἀχιλλέα μὲν οὖν Ἀλέξανδρος ἀποκτιννύει, ἐφ' ᾧ Πρίαμος ᾐσχύνετο, τὸν δὲ Τελαμῶνος οὐδεὶς ηὐτύχησεν ἀποκτεῖναι. τὸ γὰρ δὴ ξίφος αὐτὸς μὲν ὦσεν, αὐτὸς δὲ ἐδέξατο. ταῦτ' ἐγὼ σκοπήσας πρὸς ἐμαυτὸν ἡγησάμην δοκεῖν μὲν Ἕκτορος ἀμείνω τὸν Ἀχιλλέα, εἶναι δὲ Ἀχιλλέως τὸν Αἴαντα.
[3][t][1] Οὔτε κάλλιον οὐδὲν Ἀθήνησι γέγονε Δημοσθένους κάκιόν τε οὐδὲν Αἰσχίνου. λέγω δὲ οὔτε μάτην ἐκείνῳ λοιδορούμενος οὔτε τούτῳ χαριζόμενος, ἀλλ' εἰς πράγματα βλέπων.
[2] Ὡς μὲν οὖν Ἀθηναῖός τε οὗτος καὶ πατρὸς ἀμέμπτου καὶ τὸν βίον ἀπὸ τῶν δικαίων ἔχοντος, οὐδεὶς ‹ἂν› ἀντείποι· τὸν δὲ Αἰσχίνην οὐκ ἔστιν εἰπεῖν Ἀθηναῖον, εἴγε δοῦλος ἦν ὁ πατὴρ ἐκείνῳ καὶ οὐ δοῦλος μόνον, ἀλλὰ καὶ πονηρὸς οἰκέτης. οὐ γὰρ ἂν ἐν πέδαις ἦν, εἰ μὴ πολλάκις εἴληπτο κακουργῶν. πᾶς οὖν εὖ φρονῶν ἐπῄνεσε τὴν μητέρα Δημοσθένους, τὴν δὲ Αἰσχίνου Γλαυκοθέαν ἐπῄνουν οἱ χρώμενοι μόνοι.
[3] ἐκ τοιούτων δὴ γεγονότες ὁ μὲν ἐν ὀρφανίᾳ πόνων εἴχετο καὶ συνῆν παιδευταῖς ἀφ' ὧν ἦν γενέσθαι βελτίω, τὸν δὲ Αἰσχίνην ἔδει νῦν μὲν εὐτρεπίζειν τῷ πατρὶ τὸ παιδαγωγεῖον, νῦν δὲ συνεφάπτεσθαι τῇ μητρὶ τελετῶν οὐ νενομισμένων.
[4] ἔχω λέγειν χορηγίας Δημοσθένους, εἰσφοράς, τριηραρχίας. εἴποι τις ἂν Αἰσχίνου τοὺς ὄφεις καὶ τοὺς θιάσους καὶ νεήλατα καὶ γρᾳδίων χορούς. ὁ μὲν φιλοτιμούμενος εἰς τοὺς δεσμώτας τῶν φίλων καὶ τὰς ἐπὶ τῷ καλῷ δαπάνας οὐκ ἔφυγεν, ὁ δὲ περιῄει τοὺς ἀγροὺς ἀπὸ τῆς φωνῆς τρεφόμενος οὐδὲ πάνυ τέρπων τοὺς θεωμένους. οὐ γὰρ ἂν ἐλάμβανε τραύματα.
[5] Πῶς οὖν Ἀθηναῖος ἐνομίσθη δοῦλος ὤν; ἐνέβαλεν ἑαυτὸν εἰς τοὺς δημότας τῇ τέχνῃ καὶ γραμματεὺς ὢν οὐκ ἀπείχετο τοῦ καὶ ἐνταῦθα πονηρεύεσθαι.
[6]
Σκοπῶμεν τοίνυν ἐν αὐτοῖς τοῖς μεγίστοις. ταῦτα δὲ λέγω τὰ εἰς τὴν πόλιν. ὁ μὲν ὤνησε λέγων, ὁ δὲ ἐπειδὴ προσῆλθε τοῖς κοινοῖς, ἐζημίωσε. Φιλίππου γὰρ ἐπιθυμήσαντος τῆς Ἑλλάδος καὶ τοῖς μὲν ὅπλοις οὐ πάνυ προσέχοντος, διὰ δὲ τῶν πολιτευομένων ὠνουμένου τὰς πόλεις καὶ πανταχοῦ τοῦ νοσήματος ἐπελθόντος ὁ μὲν Δημοσθένης τῷ τε διδόντι καὶ τοῖς λαμβάνουσι πολεμῶν διετέλει γράφων μὲν ἐπ' ἐκεῖνον ἀποστόλους, ὑπάγων δὲ τοῖς νόμοις τοὺς παρ' ἐκείνου πλουτοῦντας, ὁ δ' Αἰσχίνης τῷ Φιλίππῳ μικρὸν λοιδορησάμενος εἰς τὸ πιστευθῆναι τὴν πατρίδα ἀφεὶς ἐμφανῶς μετετάξατο καὶ τοσαῦτα ἔλεγεν ὅσα Φιλίππῳ συμφέροι, πραττούσης μὲν ἄμεινον τῆς πόλεως σιωπῶν, ἐν δὲ τοῖς ἐκείνης πταίσμασιν εἰς παρρησίαν ἐρχόμενος.
[7] προσῄει ὁ Φίλιππος Ὀλυνθίοις. τίς οὖν ὁ συμβουλεύων, ὁ κεκραγώς, ὁ τῶν προγόνων ἀναμιμνήσκων, ὁ τὸν δῆμον ἐγείρων, ὁ τὰ τῶν ἐπὶ Θρᾴκης Χαλκιδέων διεξιών; ὁ Δημοσθένης. ἀλλ' ἐπειδὴ πρεσβεύοντες ἦλθον ὡς Φίλιππον, οὐχ ὁ μὲν ἀνήλισκεν, ὁ δὲ ἐλάμβανεν; οὐχ ‹ὁ μὲν› αἰχμαλώτοις πολίταις ἐπηνώρθου τὰς τύχας καὶ τὰ τοῦ τυραννοῦντος ξένια διωθεῖτο, τῷ δὲ ἐδόκει δέχεσθαι; οὐχ ὁ μὲν ἔφευγε τὸ δεῖπνον Ξενόφρονος, ὁ δ' ἠσχημόνει μεθύων Φρύνωνα μιμούμενος καὶ Φρύνωνι χαίρων, ὃς διὰ τοῦ παιδὸς ἐχαρίζετο Φιλίππῳ;
[8] τίς ἦν ὁ γράφων σπεύδειν ἐπὶ Θρᾴκην καὶ μὴ διδόναι Φιλίππῳ πρὸ τῶν ὅρκων ἁρπάζειν τὰ χωρία; τίς δὲ ὁ πράττων ὅπως ἔσται Φιλίππῳ χρόνος εἰς ἁρπαγὴν τῶν χωρίων;
[9] ἓν μὲν τοῦτο τοσοῦτον, τὴν πόλιν ὁ μὲν ἔβλαψεν, ὁ δὲ ἔπραττε μὴ συμβῆναι. Φωκέας δὲ ἐννοήσας, ἔθνος τοσοῦτον ἀπολωλός, πόλεις εἴκοσι καὶ δύο διεσπασμένας, τίς οὐκ ἂν στενάξειεν Ἕλλην ἀκούων τοὺς τρόπους; τοῦτο μέντοι τὸ πάθος καὶ τὴν πολλὴν ἐρημίαν Αἰσχίνης εἴργασται ῥήμασι πεπλασμένοις Θηβαίους ἀπολεῖσθαι λέγων, Φωκέων Φιλίππῳ μέλειν, οἷς πιστεύσας ὁ δῆμος εὐθὺς οὐκ ἐξῄτει Φωκέας, οἱ δὲ ἀνῄρηντο.
[9bis] ἀλλ' οὐ Δημοσθένην ἐλάνθανεν ἐξαπατῶν, ἀλλ' ἐβόα καὶ ἐμαρτύρετο καὶ σώζειν ἐπειρᾶτο τὰς πόλεις. καὶ τὸ μέγιστον, τοῦ δήμου γὰρ τοῖς κολακεύουσι προσκειμένου μᾶλλον ἢ τοῖς τὰ βέλτιστα λέγουσιν οὐδ' οὕτως ἀγανακτήσας ἐνέλιπεν ἕλκων αὐτοὺς ἀπὸ τῶν χαριζομένων ἐπὶ τὸ ποιεῖν ἃ συμφέροι.
[10] δι' ἐκεῖνον ἔπλεον στόλοι ὑπὲρ Περινθίων, Βυζαντίων, Χερρονησιτῶν, τῆς Εὐβοίας, δι' ἐκεῖνον ἐσώζοντο μὲν οἱ κινδυνεύοντες, ἐστεφανοῦντο δὲ οἱ σώσαντες. καὶ αὐτὸς ἀνάγεσθαί τε παρῄνει καὶ ὅπως πλεύσονται τῆς πόλεως ἀξίως προὐνοεῖτο τὸν νόμον τιθεὶς τὸν ἐπανορθοῦντα τὰς περὶ τὸ ναυτικὸν ἁμαρτίας. ἐκεῖνος ἐψιλωμένην τὴν πόλιν συμμάχων ἐξ ἠπείρου καὶ θαλάττης ἀπέφραττε.
[11] καὶ οὐκ ἐν μὲν τοῖς λόγοις ἐδείκνυ τὸ πρόθυμον ὡς οὐδείς, εἰ δ' ἔδει τι προέσθαι, φείδεσθαι μᾶλλον ᾑρεῖτο, ἀλλ' εἱστία τὴν φυλήν, ἐχορήγει Παναθηναίοις, ἐχορήγει Διονυσίοις, ἐπεδίδου τριήρεις καὶ τὸν πλοῦτον ῥεῖν ἐποίει πρός τε τὸν δῆμον κοινῇ καὶ τοὺς καθέκαστον. πολλαὶ πενήτων θυγατέρες δι' ἐκεῖνον ἔτυχον γάμων.
[12] ἀντὶ δὲ τούτων τί τις ἂν ἔχοι διελθεῖν Αἰσχίνου; ποίαν πρόσοδον; ποῖον νόμον; ποῖον χωρίον; ποίαν φιλοτιμίαν; ἀνδρεῖος ἦν ἐν οἷς Ἀντιφῶντι συνηγωνίζετο κατὰ μὲν τῶν τριήρων ἥκοντι, ταῖς δὲ φροντίσι τοῦ Δημοσθένους ἐξευρημένῳ, δίκαιος Ἀναξίνῳ τῷ σκοπῷ συνών. καλὴν ἀπέδωκεν Ἀθηναίοις τὴν χάριν Πύθωνι μαρτυρῶν, ᾧ τὸ στόμα ὁ Δημοσθένης ἐνέφραξε τοῖς ἐλέγχοις.
[13] Ἐγὼ δὲ καὶ τῶν ἐν Χαιρωνείᾳ κακῶν αἰτιῶμαι τὸν Αἰσχίνην. οὐκ ἂν μὲν γὰρ ἐξῆλθον εἰς Χαιρώνειαν Ἀθηναῖοι μὴ κατειλημμένης Ἐλατείας, οὐκ ἂν δὲ ἧκεν εἰς Ἐλάτειαν Φίλιππος μὴ τῶν Ἀμφικτυονικῶν εὐπορήσας ἀφορμῶν. παρ' οὗ δὲ τὰς ἀφορμὰς ἔλαβεν, Αἰσχίνης ἦν.
[14] ἔρχεται δύναμις, ἣν ἐδέξατο μὲν Χαιρώνεια κατὰ ψήφισμα τοῦ Δημοσθένους, ἤγετο δ' ἐπ' αὐτὴν τὴν Ἀττικὴν ὑπ' Αἰσχίνου. ὁ δὲ Θηβαίους προσλαβὼν καὶ συστήσας καὶ ταῦτα μεμερισμένους καὶ τοῖς ἀττικίζουσι τοὺς τὰ Φιλίππου φρονοῦντας ἀφομοιώσας ἀπεκρούσατο τῆς χώρας τὴν μάχην καὶ ἐστεφανοῦτο. τῷ δ' Αἰσχίνῃ ποῖος στέφανος; τοῦ Φιλίππου δὲ μεθεστηκότος καὶ τῆς ἀρχῆς εἰς τὸν Ἀλέξανδρον ἡκούσης ἐτήρησεν ἑκάτερος τὴν γνώμην, ὁ μὲν πολεμῶν, ὁ δὲ θεραπεύων τὸν τύραννον.
[15] Εἴπω τὸ μέγιστον δεῖγμα τῆς ἀρετῆς ἐκείνου καὶ τῆς τούτου κακίας; ἐξῃτήθη παρὰ τῶν ἐχθρῶν Δημοσθένης, ὁ δὲ ἐθαυμάζετο. καὶ παρὰ τοῖς πολίταις ὁ μὲν ἐτιμᾶτο, ὁ δὲ ἐφθόνει. καὶ γραφόμενος αὐτὸν τοῦτο ἐδείκνυ τὸ φθονεῖν, ἑλεῖν δὲ οὐκ εἶχε καὶ φυγὴν ἐπέβαλεν αὑτῷ καὶ μεθειστήκει καὶ Ῥόδος εἶχεν αὐτόν. καὶ τὰ τοῦ πατρὸς μετῄει καὶ τῆς τῶν Ἀθηναίων φιλανθρωπίας εἰς τὴν κάθοδον οὐκ ἀπήλαυσε μόνος.
[16] Σκόπει δὲ καὶ τὴν τοῦ Δημοσθένους τελευτήν. εἶχε γάρ τι καὶ αὕτη θαυμαστόν. ἐπειδὴ γὰρ ᾔρετο τὰ τοῦ Μακεδόνος ὥστ' ἤδη καὶ ῥήτορας ἐκεῖθεν λαμβάνειν, ᾤχετο φαρμάκῳ χρησάμενος οὐκ ἐνεγκὼν κολακεῦσαι τυράννους.
[4][t][1] Τερπέσθω μὲν ὅστις ἐθέλει ναυτιλίᾳ καὶ πλείτω καὶ κινδυνευέτω, ἐμοὶ δὲ γεωργίαν τε ἔπεισιν ἐπαινεῖν καὶ τοὺς ἐν τῷ γεωργεῖν εὐδαιμονίζειν. καὶ δῆτα ἐξεταζέσθω πρὸς ἄλληλα διὰ τοῦ λόγου. φανεῖται γὰρ μετὰ μὲν τῆς πολλὰ καὶ δεινά, γεωργία δὲ ἔχουσα πάντα τὰ βέλτιστα.
[2] Παλαιότατον μὲν δὴ πρᾶγμα γεωργία καὶ ἅμα τοῖς ἀνθρώποις εἰς τὸν βίον συνεισελθόν. ἔδει γὰρ εὐθὺς μὲν γενομένους δεῖσθαι τῶν ἀπὸ γῆς τροφῶν, δεηθέντας δὲ τὴν γῆν ἐπιχειρεῖν ἐργάζεσθαι. ναυτιλίαν δὲ καὶ τὸ πλεῖν εἰσήγαγεν εἰς τὸν βίον ἡ πλεονεξία. τὸ γὰρ δὴ πλεῖν αὐτοὺς ἔρως τοῦ πλείονος ἠνάγκαζε καὶ τοῦ τολμᾶν.
[3] καὶ πρῶτον ἔργα τῶν νεῶν λῃστεῖαι καὶ τὸ ἁρπάζειν τὰ ἀλλήλων. καὶ μὴν τὸ πλεῖν μὲν αὐτὸ οὐκ ἄνευ κινδύνων, πᾶν δὲ φυγῆς ἄξιον οὗ πολὺ τὸ κινδυνεύειν. τούτου δὲ ὄντος τοιούτου μεστὴ μὲν κινδύνων ἡ θάλαττα, καθαρὰ δὲ ἡ γῆ καὶ τὸ ταύτην ἐργάζεσθαι.
[4] τίς μὲν φόβος ἐν τῷ ζεύξαντα τοὺς βοῦς ἀναρρῆξαι τὴν γῆν, τίς δὲ ἐν τῷ σπέρματα ἐπὶ τὴν γῆν ἀφεῖναι; οἱ πλωτῆρες δὲ ἐπειδὰν λύσαντες παραμείψωσι τῶν λιμένων τὰ στόματα, πλησίον ἔχοντες τὸν θάνατον πλέουσιν εἰς λεπτὴν ὁρῶντες σωτηρίας ἐλπίδα τὰ ξύλα ἐφ' ὧν φέρονται.
[5] Καὶ μὴν θεαμάτων μὲν ἥδιστον ἀγρός, ἄμπελοι, τὸ τῆς Ἀθηνᾶς δῶρον, καρποί, φυτά, λήϊα, πικρότατον δὲ ἡ θάλαττα κυκωμένη ταῖς τῶν ἀνέμων προσβολαῖς κύματά τε κυρτούμενα καὶ ἀφρὸς φοβερός. ὥστε καὶ εἴ τις ἐκ τούτων διεσώθη, διὰ πάσης ἀηδίας ἀφικόμενος σέσωσται.
[6] Ἔτι τοίνυν δικαιοσύνη μὲν κάλλιστον, ἀδικία δὲ κάκιστον. ποιεῖ δὲ γεωργία μὲν δικαίους, ναυτιλία δὲ ἀδίκους. ὁ μὲν γὰρ γεωργὸς σπείρας καὶ εὐξάμενος τοῖς θεοῖς ἀναμένει τοὺς καρποὺς καὶ δέχεται τὰς ἀμοιβὰς παρὰ τῆς γῆς λυπήσας οὐδένα οὐδέν.
[7] τοῖς δέ γε ἐμπόροις ἐν ταῖς ἐπιορκίαις τὰ ὄντα αὔξεται καὶ ἡ τέχνη πρὸς τὸ πλουτεῖν τὸ καταφρονεῖν τῶν θεῶν, καὶ ἐπὶ πᾶσαν πόλιν πλέουσι τοῦτο τὸ κακὸν ἐργαζόμενοι, ψευδόμενοι, παράγοντες, παρακρουόμενοι. καὶ ὅστις ἄριστα οἶδε τοῦτο ποιεῖν, οὗτος εὐπορώτατος ἄπεισιν.
[8] Ὑγεία παρὰ γεωργοῖς, συνεχεῖς γὰρ οἱ πόνοι, καὶ ἔστιν αὐτοῖς ἔργα καὶ θέρους καὶ χειμῶνος καὶ τῶν ἄλλων ὡρῶν. τὸ γὰρ ἀεὶ κινεῖσθαι καὶ φιλοτεχνεῖν νοσήματα μὲν ἀποκλείει, τὸ ὑγιαίνειν δὲ διατηρεῖ.
[9] πλωτῆρες δὲ τὰ πολλὰ ἀργοὶ κεῖνται, τοῦτο μὲν χειμῶνος καὶ πάλιν ἐν καπηλείοις καὶ καπνῷ, τοῦτο δὲ θέρους, ἡνίκα ἂν εὐτυχῶσιν. ἢν γὰρ ἐξ οὐρίων φέρωνται, κάθηνται ἐπὶ τῶν καταστρωμάτων πίνοντες συνεχῶς καὶ ἐσθίοντες ἔξω τοῦ μετρίου. καὶ ταῦτα εἴωθε τοῖς σώμασι νοσήματα ἐντίκτειν.
[10] ὡς ἡδὺ μὲν γεωργῷ διψήσαντι πιεῖν ἐκ πηγῆς προσθέντι τὸ στόμα τοῖς νάμασι, λυπηρὸν δὲ ναύτῃ πολὺν χρόνον ἐν πελάγει κάμνοντι πιεῖν ὕδωρ οὐδὲν βέλτιον βορβόρου.
[11]
τῷ γεωργῷ μὲν ἑσπέρας οἴκαδε ἐπανήκοντι γυνή ἐστι παραμυθία καὶ παῖδες ὁρῶντές τε καὶ ὁρώμενοι, ὁ δὲ πλέων δέδιε μὲν αὐτὸς περὶ ἑαυτοῦ, ταράττεται δὲ τῷ περὶ τῶν φιλτάτων ἀδήλῳ.[12] Κερδαλέον ἡ θάλαττα καὶ τὸ πλεῖν, ἐγὼ δὲ ᾐσθόμην καὶ γεωργοὺς πλουτοῦντας ἢ τοὺς πλέοντας. ἀλλὰ δῶμεν, εἰ δοκεῖ, πλείονα διδόναι κέρδη τὴν θάλατταν. ἀλλ' ἡ διδοῦσα αὕτη καὶ ἀφαιρεῖται καὶ μετὰ τῶν φορτίων προσαφαιρεῖται καὶ τὰς ψυχάς. καί τις ἀναχθεὶς μετὰ πολλῶν χρημάτων ἢ συγκατέδυ τοῖς χρήμασιν ἢ ἀπεσώθη γυμνός.
[13] καὶ πλείστους δὴ ἀνθρώπων ἀπειργάσατο τοῦτο ἡ θάλαττα. καὶ ὁ τῶν ἐμπόρων εὐπορώτατος ἕως ἂν πλέῃ, οὐκέτι πλούσιός ἐστιν οὐδὲ κέκτηται οὐδέν, ἀλλ' ἔστι τῶν ἀνέμων καὶ αὐτὸς καὶ τὰ ἐκείνου. ἤδη δέ τινες ὁρῶντες τὴν οἰκείαν καὶ τοῖς ὅρμοις προσπλέοντες ῥαγείσης ἐξαίφνης τῆς νεὼς ἐξέπνευσαν ἐλεεινότερον τῶν ἀποπνιγέντων.
[14] Ἥδιστον ἐν τῇ πατρίδι ταφῆναι καὶ εἰπόντα τι πρὸς τοὺς οἰκείους ἀπελθεῖν. τοῦτο γεωργοῖς παρέχει τὸ γεωργεῖν, τῶν δὲ πεπλευκότων πολλοῖς οὐδαμοῦ τάφος ἐστίν, ἀλλ' ἐν ταῖς ναυαγίαις γαστέρας ἰχθύων ἐπλήρωσαν.
[5][1] Μεγέθει μὲν ἡττᾶσθαι πόλεως ἀγρὸν ὁμολογῶ, νικᾶν δὲ τοῖς ἄλλοις φαίην ἂν ἀγρόν. καὶ πρῶτά γε τῷ τῆς πόλεως ἀγρὸν εἶναι πρεσβύτερον. τίς γὰρ οὐκ οἶδεν ὡς οἱ πρῶτοι φανέντες ἐπὶ γῆς ἄνθρωποι τῶν ὀρῶν οἱ μὲν ἐν ταῖς κορυφαῖς, οἱ δὲ ἐν τοῖς μέσοις οἰκοῦντες ἀντὶ πόλεων ἀγροὺς τοῖς ἐγγόνοις παρέδοσαν, ὀψὲ δέ ποτε καὶ μόλις συνελθόντες ᾤκισαν πόλεις; εἰ δὲ τὸ ἀρχαῖον τιμιώτερον, ἀγρὸς πόλεως τιμιώτερος.
[2] οὐ μὴν ἀμείνους γε τοὺς συνελθόντας ἡ σύνοδος ἔδειξεν, ἀλλ' εἰς τὸ κακῶς ποιεῖν ἀλλήλους μᾶλλον προήγαγε. κἂν ἐξετάζῃ τις, πλείω τὴν ἀδικίαν ἐν ταῖς πόλεσιν ἢ τοῖς ἀγροῖς εὑρήσει.
[3] τοῖς μὲν γὰρ ἔργον περὶ τὴν γῆν πονεῖν καὶ ταύτην τὰ πολλὰ διαγίγνονται σπείροντες, ἀμῶντες, τρυγῶντες, καὶ ζῶσιν ἱδρῶσι τὰς εὐπορίας κτώμενοι. οἱ δὲ ἐν τοῖς ἄστεσι γραφαῖς καὶ κατηγορίαις καὶ συκοφαντίαις κτῶνται τὰ χρήματα τἀλλήλων ἀφαιρούμενοι καὶ μηχανὰς ἃς πλέκουσι τῆς νυκτὸς μεθ' ἡμέραν ἀλλήλοις ἐπάγουσι.
[4] καὶ ἔστιν ἡ ἀγορὰ χωρίον ἐπιβουλευμάτων τοῦ μὲν ἐκεῖνον, ἐκείνου δὲ τοῦτον ἀπολέσαι ζητοῦντος. καὶ μισθὸς ῥήτορσιν ἐπ' ὀλέθρῳ δίδοται τῶν πολιτῶν καὶ λόγοι γράφονται κατὰ τῶν ἀσθενεστέρων καὶ χρήματα μάρτυρας εἰσάγει ψευδεῖς καὶ διαφθείρει δικαστάς.
[5] τὸ γὰρ ἀργεῖν ἐπὶ ταύτην ἄγει τὴν ἐργασίαν ὥσπερ αὖ καὶ ἐπὶ τοὺς τῶν σωμάτων ἔρωτας. ἐν γὰρ δὴ τοῖς ἄστεσι πολλοὶ μὲν οἱ τοῖς νέοις ἐπιτιθέμενοι, πολλοὶ δὲ οἱ γάμους ἀδικοῦντες ἔχοντες εἰς τὰ τοιαῦτα διακόνους τὸ τῶν ἀλιτηρίων γένος μαστροπῶν. καὶ γὰρ αὕτη ἡ τέχνη πόλεως, οὐκ ἀγροῦ νόσημα. οὗτοι δὴ μεθύοντες καὶ κωμάζοντες καὶ ἐρῶντες καὶ ἀντερῶντες ἀπὸ τῆς περὶ ταῦτα φιλονεικίας καὶ διὰ λοιδοριῶν καὶ πληγῶν καὶ τραυμάτων ἀφικόμενοι πολλάκις εἰς φόνον τελευτῶσιν.
[6] ἀγρὸς δὲ τῶν περὶ τὰ ἀφροδίσια μανιῶν καθαρός, ἐρῶσι δὲ οἱ τοῦτον οἰκοῦντες ἀρότρου καὶ βοὸς καὶ ἁμάξης καὶ αὔλακος καὶ τὴν πρὸς τὰς αὑτῶν γυναῖκας ἴσασιν ὁμιλίαν, ἑταίρα δὲ αὐτοὺς οὐ μεθίστησιν ἐφ' ἑαυτὴν ἀπ' ἐκείνων οὐδὲ τοῖς εἰς αὐτὴν ἀναλώμασι ποιεῖ πένητας.
[7] οὐδ' ἠριστηκὼς ὁ γεωργὸς ἐπὶ κύβους φέρεται οὐδὲ δεδειπνηκὼς ἐπὶ τὸ θυροκοπεῖν οὐδ' ὑβρίζει καὶ παίει καὶ νομίζει νεανικὸν εἶναι τὸ κακόν τι μέγα ἐργάσασθαι. ὅλως δὲ ὅσα ὑπὸ μέθης τίκτεται, τούτων οὐδὲν ἂν ὑπὸ τῶν οὐ μεθυσκομένων γένοιτο, ἐπεὶ καὶ ταῖς γυναιξὶν αὐταῖς ὑπὲρ παίδων μόνον πλησιάζουσι γενέσεως.
[8] εἰ δὴ μέγιστον ἀγαθὸν ἡ σωφροσύνη καὶ τὸ μὴ δουλεύειν ἡδοναῖς, τουτὶ δὲ τῶν ἐν ἀγροῖς οἰκούντων, οὐ τῶν ἐν ταῖς πόλεσι, πῶς οὐχὶ καὶ ταύτῃ νικῶν ἀγρὸς ἄστυ φανεῖται;
[9] Ἔτι τοίνυν εἰ μέλλουσιν ἀπολαύσεσθαι τῆς γῆς, ὡρῶν τε καὶ ἄστρων αὐτοὺς ἐμπείρους εἶναι προσήκει καὶ τοῦ πότε τι δεῖ πονεῖν καὶ γῆς φύσεως καὶ τί μὲν αὕτη δύναιτ' ἂν φέρειν, τί δὲ ἐκείνη, τί δὲ οὐκ ἂν δύναιτο. ταύτην δὲ τίς οὐκ ἂν τῶν εὖ φρονούντων προτιμήσειε τὴν σοφίαν τῆς ἐν ἄστεσιν, ἣ ποιεῖ δύνασθαι λέγειν, ᾗ πολλοὶ πολλοὺς ἀπώλεσαν δεινότητι νόμων κρατήσαντες;
[10] Ἀνδρειοτέρους τοίνυν ποτέρους χρὴ νομίζειν εἶναι, τοὺς εἴσω τείχους ἐπὶ τῶν τραπεζῶν καὶ κουρείων καὶ μυροπωλείων ἀλλήλοις συνόντας καὶ διαλεγομένους ἢ οἵτινες πρὸ τῶν θυρῶν πολλάκις ἄρκτους καὶ λέοντας καὶ παρδάλεις θηρῶνται; πρὸς μὲν γὰρ τοὺς λύκους καὶ συνεχής σφισιν ὁ πόλεμος ἀμυνομένοις ὑπὲρ τῶν βοσκημάτων, οἱ δὲ καὶ τέχναις παντοδαπαῖς ταῦτα αἱροῦσι τὰ θηρία. καὶ σιωπῶ τὰς τῶν ἑρπετῶν ἐφόδους, ὧν ἀνάγκη κρατεῖν τόν γε οὐκ ἀπολούμενον. ἀφ' ὧν ἄν μοι δοκεῖ τις εἰς παράταξιν ἐλθὼν μᾶλλον ἂν θαρρῆσαι πολεμίους ἢ ἀπὸ τῶν ἐν ταῖς πόλεσι λήρων.
[11] Ὑγείας τοίνυν πότεροι μᾶλλον μετέχουσιν, οἱ κρύος καὶ καῦμα φέρειν μεμελετηκότες καὶ τροφῇ κεκολασμένῃ χρώμενοι καὶ λουτρῷ πηγαῖς τε καὶ ποταμοῖς ἢ οἱ τοῦ θέρους μὲν τὴν ἀκτῖνα φεύγοντες, χειμῶνος δὲ ἐν ταῖς εὐναῖς κείμενοι, λουόμενοι δὲ ἐν βαλανείοις, εἰς δὲ τὴν γαστέρα τὰ ἀπὸ τῶν μαγείρων ἐγκατατιθέμενοι κακά;
[12] λέγουσι δὲ καὶ ἰατρῶν παῖδες ἐν πολὺ βελτίονι τοὺς ἐπὶ τῶν ἀγρῶν ἀέρι διαιτᾶσθαι, καὶ διὰ τοῦτο τοὺς ἐν ἄστει νοσοῦντας ἐκεῖσε κομίζουσι σύμμαχον τῇ τέχνῃ τὸν ἀέρα προσλαμβάνοντες. καὶ οἱ μὲν ἀπὸ τῶν αὐτῶν φαρμάκων ἐνταῦθά τι πλέον ὤνησαν, τοῖς δὲ καὶ τοῦτο ἀπέχρησεν αὐτὸ τὸ ἐκεῖσε κομίσαι τὸν κάμνοντα. εἰ δὲ καὶ ἆθλα ἐτίθετο μακροτέρου βίου, τῶν ἐν ἀγροῖς ταῦτ' ἂν ἐγίνετο.
[13] ἔτι τοίνυν ὁ μὲν ἀγρὸν οἰκῶν ἐλθὼν εἰς ἄστυ σκοτοδινιᾷ καὶ πειρᾶται πάλιν τὴν ταχίστην εἰς τὸν ἀγρὸν ἐπανελθεῖν πόθῳ τῆς ἡσυχίας. οἱ δ' ἐν τοῖς ἄστεσιν ὁπόταν ἀναπνεῦσαι βουληθῶσιν, εἰς τοὺς ἀγροὺς θέουσι τὰς μὲν πόλεις κλύδωνας, τοὺς δὲ ἀγροὺς λιμένας νομίζοντες, καὶ ἥ τε γνώμη ῥᾴων εὐθὺς τό τε σῶμα κουφότερον.
[14] εἰ δὲ πανταχοῦ τοῦ δεομένου τὸ πληροῦν τὴν χρείαν βέλτιον, ἐκ τῶν ἀγρῶν ἡ τροφὴ ταῖς πόλεσιν, ἀλλ' οὐκ ἐκείνοις ἀπὸ τούτων.
[15] βασάνους τοίνυν καὶ τὸν μαστιγούμενον καὶ τὸν στρεβλούμενον καὶ τὸν ἐπὶ ξίφος καὶ τὸν ἐπὶ πῦρ ψήφῳ δικαστῶν πεμπόμενον οἱ μὲν ὁρῶσιν, οἱ δὲ ἀκούουσιν. ὅσῳ τοίνυν ἥττων εἰς λύπην ὄψεως ἀκοή, τοσούτῳ τῆς ἐν ἄστει διαίτης ἡ κατ' ἀγρὸν ἀμείνων.
[16] χωρὶς δὲ τούτων οἱ μὲν δύναιντ' ἂν αὑτῶν φυλάττειν τοὺς τρόπους, τῶν δὲ ἐν ταῖς πόλεσιν ἀνθρώπων οἱ πλείους ὑπὸ τῆς τῶν ξένων ἐπιμιξίας κινοῦνται καὶ πολλοὶ τῶν σφῶν αὐτῶν ἀποστάντες τὰ ἐκείνων ἐζήλωσαν.
[17] εἰ δὲ σκηνῇ καὶ θαυματοποιοῖς καὶ τοιούτοις θεάμασιν ἀγρὸς ἡττᾶται, τοῦτ' ἔστιν ᾧ κρείττων ἐστίν, ὅτι καὶ τὴν ἀπὸ τῶν τοιούτων διαπέφευγε λύμην πρὸς τὸ βελτίους ἡδονὰς καρποῦσθαι. ἢ μικρὸν εἰς ἡδονὴν μόσχων τε καὶ ἐρίφων καὶ ἀρνῶν φωνή; εἰ δὲ οὔπω ταῦτα μεγάλα, τί ἂν ἀντιθείη πόλις ταῖς ἀηδόνων φωναῖς;
[18] ποίας δὲ οὐ γραφῆς τερπνότερον ἰωνιὰ καὶ ῥοδωνιὰ καὶ λειμῶνες καὶ κλάδοι τέττιγας φέροντες, αὐλοὶ δὲ καὶ σύριγγες νομέων εἰς αὖλιν ἐλαυνόντων βοῶν ἀγέλας καὶ αἰπόλια καὶ ποίμνια ποίων θεάτρων οὐχ ἡδίω;
[19] τὴν δὲ τῶν παλαιστῶν κόνιν καὶ τὸ τῶν πυκτῶν αἷμα τῇ κινήσει τῶν ληΐων παραβάλλειν ἄξιον; παγκρατιαστῶν δὲ πληγὰς τοῖς ταύρων ἀγῶσιν;
[20] ἑστιαθῆναι δ' ἥδιον ὑπ' ὀρόφῳ τῷ παρὰ τῶν τεκτόνων ἢ ὑπὸ σκιᾷ τῇ παρὰ τῶν δένδρων ὑπεραιωρουμένων βοτρύων; τίς οὕτως ἐν θεάτρῳ χορὸς ἀκοὴν εὔφρανεν ὡς οἱ τοὺς βότρυς πατοῦντες ἐν τοῖς ληνοῖς καὶ οἶνον ποιοῦντες σὺν ᾄσμασιν;
[21] Ἔστι μὲν οὖν εὐδαιμονέστατον θεὸν ἰδεῖν καὶ θεῷ συγγενέσθαι, τούτου δὲ ἐν ἀγρῷ τις ἂν μᾶλλον ἢ ἐν πόλει τύχοι, ἐπεὶ καὶ Ἡσίοδος ποιμαίνων ταῖς Μούσαις ἐνέτυχε καὶ Φιλιππίδης ὕστερον πολλοῖς χρόνοις τῷ Πανὶ περὶ τὸ Παρθένιον.
[22] εἰ δὲ βελτίους αἱ πόλεις, οὐκ ἂν ἐν Ἑλικῶνι καὶ Πιερίᾳ τὰς Μούσας διατρίβειν ἠκούομεν, ἀλλ' ἐν ταῖς μεγίσταις τῶν πόλεων. νῦν δὲ καὶ Διόνυσος ἐν ἀγρῷ φαίνεται τῷ Ἰκαρίῳ διαλεχθεὶς καὶ τυχὼν ξενίων καὶ δοὺς τὴν ἄμπελον.