[1]
[1] Ἐπὶ πολλῶν μὲν καὶ ἄλλων δοκοῦσί μοι τῆς ὀρθῆς δόξης οἱ πολλοὶ τῶν ἀνθρώπων ἁμαρτάνειν, μάλιστα δὲ τοῦτο πεπόνθασιν οἱ τὸ γαμεῖν ὡς ἓν τῶν δεινοτάτων φεύγοντες. εἶτα μέγα φρονοῦσιν ὡς εὖ βεβουλευμένοι τὰ πάντων ἀσυμφορώτατα ᾑρημένοι. καὶ διὰ τοῦτο πολλοὺς αὑτῶν καθιστᾶσι μιμητὰς διχῆ βλάπτοντες τὸν ἀνθρώπινον βίον οἷς τε αὐτοὶ πράττουσι καὶ οἷς τοὺς ἄλλους παρακαλοῦσι.
[2] παραδῶμεν δέ, εἰ δοκεῖ, τὸ πρᾶγμα λογισμοῖς καὶ τοὺς μέν, εἰ οἷόν τε, μεταστήσωμεν, τοὺς δὲ ποιεῖν ἃ ἀνδρός ἐστι νοῦν ἔχοντος ἀναγκάσωμεν.
[3] Δίκαιον δὲ θεοῖς ὁμογνώμονας εἶναι καὶ μὴ διεστάναι κατὰ τὴν κρίσιν μηδὲ στασιάζοντας φαίνεσθαι πρὸς τοὺς τῶν ὅλων κυρίους. πῶς οὖν ὁ Ζεὺς περὶ γάμου βεβούλευται καὶ πάντες οἱ τὸν οὐρανὸν ἔχοντες; οὐ τὴν μὲν Ἥραν αὐτὸς ἔγημε, τὴν δ' Ἀφροδίτην Ἥφαιστος καὶ ἄλλος ἄλλην καὶ πάντες πατέρες ἐκλήθησαν καὶ ἀδελφοί;
[4] τί δέ; οὐ σεμνύνονται ταῖς ἀπὸ τοῦ πράγματος κλήσεσιν; οὐ γαμήλιος μὲν ὁ Ζεύς, ἡ δὲ Ἥρα συζυγία; ἡ δὲ Ἀφροδίτη πάντα ἀφεῖσα τὰ ἄλλα περὶ τοῦτο διατρίβει. γάμος ἔδειξεν Ἀπόλλω καὶ Ἄρτεμιν, γάμος τὸν Ἄρην, γάμος τὸν Ἡρακλέα, τὴν Ἑλένην, τοὺς Διοσκούρους. οὐ γὰρ μόνον θεοὶ θεαῖς ἠξίωσαν μίγνυσθαι, ἀλλὰ καὶ μέχρι γῆς ἦλθον τοὺς ἡμιθέους σπείροντες.
[5] οἱ δὲ ἡμίθεοι ζηλωταὶ τῶν πατέρων καταστάντες ἐγένοντο καὶ αὐτοὶ πατέρες, οἱ μὲν καθ' ἡσυχίαν γαμοῦντες, οἱ δὲ καὶ πολέμους ὑπὲρ τῶν γυναικῶν ἀράμενοι. ἀκούομεν δὲ τοῦ Μίνω παῖδας καὶ Δαρδάνου καὶ Ταντάλου.
[6] εἰ δὲ τὸ γαμεῖν οὐ καλὸν ἦν, οὔτ' ἂν οἱ θεοί ποτε τοῦτο μετῆλθον τούς τε ἐξ αὑτῶν γεγονότας πάντως ἂν ἀπέτρεπον. νῦν δὲ ἔργῳ μεμαρτυρήκασι θείαν εἶναι τὴν ὑπὲρ παίδων μίξιν. οὔτε γὰρ μὴ τὸ βέλτιστον ἰδεῖν τοὺς θεοὺς ἔστιν εἰπεῖν οὔτ' εὖ εἰδότας ἐξεπίτηδες πρὸ τῶν ἀμεινόνων αἱρεῖσθαι τὰ χείρω.
[7] ὅστις οὖν ταῦτα πεπεισμένος παρὰ τῶν θεῶν φεύγει τὸν γάμον, κατηγορεῖ τῶν θεῶν ὡς τὰ φαῦλα τετιμηκότων καὶ βούλεται δοκεῖν ἐκείνων εἶναι φρονιμώτερος ὡς τῶν μὲν τοῦ δέοντος ἐκπεπτωκότων, αὐτὸς δὲ τὸ κάλλιστον εὑρών.
[8] ὅταν δὲ τοῦτο ποιῇ, περιφανῶς ἀσεβεῖ καὶ γίνεται τῶν τοὺς βωμοὺς ἀνασπώντων μιαρώτερος οὐ τιμῆς τινος ἀποστερῶν τοὺς κρείττονας, ἀλλὰ πονηροὺς οἷς ποιοῦσιν ἀποφαίνων τοὺς Ὀλυμπίους.
[9] Ἀλλ' ἐῶ ταῦτα. τῇ φύσει δὲ ὅστις μάχεται, πῶς ἂν σωφρονεῖν δοκοίη; τί οὖν τὸ βούλημα τῆς φύσεως εἶναι νομίζεις ἢ μίξεις καὶ γονὰς καὶ τόκους; τεκμήριον δέ, τὰ γὰρ μὴ μετέχοντα λογισμοῦ τῶν ζώων ταῖς ἐκείνης ἀνάγκαις ἕλκεται καὶ δείκνυσιν ἔγγονα.
[10] καλῶς ἄρα παρὰ ταῖς ἀρίσταις τῶν Ἑλληνίδων πόλεων ἐν ἐγκλήματι τὸ μὴ γαμεῖν ἔκειτο. θαυμάζω δὲ εἰ τοῖς μὲν πατράσι χάριν εἰσόμεθα τοῦ γενέσθαι, μὴ νομιοῦμεν δὲ καὶ αὐτοὶ ταῖς πόλεσιν ὀφείλειν τοὺς ἀνθ' ἡμῶν ἐκείνας διαδεξομένους. ἢ χρήματα μὲν ὀφείλοντας μὴ θεῖναι δεινόν, σώματα δὲ ὀφείλοντας μὴ βουληθῆναι φυτεῦσαι μέτριον;
[11] οὕτω τοίνυν ἀδικοῦσι περιφανῶς οἱ τὸν γάμον φεύγοντες καὶ τὰ μέγιστα καταβλάπτουσιν αὑτούς τε καὶ τὰς πόλεις καὶ συνταράττουσιν ἅπαντα τὰ ἐν τῇ γῇ καλά. ποῖαι μὲν γὰρ θυσίαι θεοῖς ἔτι; ποῖα δὲ βουλευτήρια; ποῖαι δὲ ἐκκλησίαι; ποῖαι δὲ στρατεῖαι κατὰ γῆν; τίνες ἀπόστολοι;
[12]
τὰς δὲ πόλεις αὐτὰς ὅλως πῶς οἷόν τε μένειν, ἂν τοὺς ἐνοικοῦντας ἐξέλῃ τις; ἐρημωθεῖεν ἂν αἱ πόλεις, εἰ σταίη τὰ τῶν γάμων καὶ μὴ προβαίνοι. ὅταν γὰρ οἱ μὲν ὄντες ἀπίωσιν, οἱ δὲ ἀντ' ἐκείνων μὴ φαίνωνται, πῶς οὐκ ἀνάγκη τοῦτο ὅπερ ἔφην συμβαίνειν;[13]
Καὶ μὴν οὐδ' ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς κοινῇ μὲν ταῖς πόλεσι λυσιτελεῖ, τοὺς δὲ καθ' ἕκαστον οὐδὲν ὠφελεῖ. καὶ γὰρ ἐκείνοις πολλὰ ἂν ἐκ τοῦ πράγματος γένοιτο τὰ συμφέροντα. τῷ πλουσίῳ μὲν γὰρ ἡ περιουσία διπλασία καθίσταται, τῷ πένητι δὲ πολλάκις μὲν χρήματα προσεγένετο, πολλάκις δὲ ἀντ' ἐκείνων τῆς γυναικὸς ὁ τρόπος χρηστῆς τε οὔσης καὶ σώφρονος καὶ φιλεργοῦ.
[14] ἐν μὲν τοῖς ἀγαθοῖς ὁ γεγαμηκὼς ἕξει τὴν συνησθησομένην, ἐν δὲ τοῖς ἑτέροις τὴν συναχθεσθησομένην. ὁ μὲν εἰργάσατο χρήματα διατρίβων ἐπὶ τῆς ἀγορᾶς, ἡ δὲ ἔνδον οὖσα λαβοῦσα ἐφύλαξεν, ἀλλ' οὐκ οἰκέται, διαφθείρουσι γὰρ μάταιον ποιοῦντες τῷ δεσπότῃ τὸν πόνον. ἔτι τοίνυν τράπεζαι τοῖς γεγαμηκόσιν ἡδίους, ὅταν ἐπανιὼν ἀπαγγέλλῃ πρὸς τὸ γύναιον τὴν ἔξω λαμπρότητα.
[15] καὶ μὴν ὅστις ἐπιθυμεῖ γῆν πολλὴν ἐπελθεῖν καὶ θάλατταν καὶ πόλεις γνῶναι καὶ τρόπους ἀνθρώπων ἐκμαθεῖν, οὗτος ὑπὲρ τῆς οἰκίας τεθαρρηκὼς καὶ πλεῖ καὶ βαδίζει. εἰ δ' αὐτὸς ἀναγκάζοιτο, καὶ τἄνδον διοικεῖν καὶ τῶν κοινῶν ἐπιμελεῖσθαι, κακὸς ἂν εἴη καὶ πολιτευόμενος καὶ τῆς οἰκίας φύλαξ μεριζομένης αὐτῷ τῆς γνώμης εἰς ἑκατέραν φροντίδα καὶ διὰ τοῦτο μηδέτερον ἱκανῶς ἐπιτελούσης.
[16] τὸ δὲ πάντων βαρύτατον ἀνθρώποις, ἀρρωστία καὶ νόσος, μίαν ἔχει μεγίστην παραμυθίαν γυναῖκα παρακαθημένην. κἂν πάντες κάμνωσι θεραπεύοντες, ἀδελφός, θεῖος, ἀνεψιός, οἱ λοιποὶ συγγενεῖς, ἐπιτήδειοι, φυλέται, μόνη καθάπερ ἀδαμαντίνη πρὸς τοὺς πόνους ἀρκεῖ δακρύουσα, τρέμουσα, περιτρέχουσα, τοὺς ἰατροὺς ἱκετεύουσα, τοῖς θεοῖς εὐχομένη τὸ κακὸν ἀπὸ τοῦ συνοικοῦντος ἐφ' αὑτὴν μεταστῆσαι.
[17]
τῶν γεγαμηκότων ἀνάγκη καὶ τοὺς οἰκέτας εἶναι κοσμιωτέρους. ἡ γὰρ πονεῖν ἀναγκάζουσα καὶ τρυφᾶν οὐκ ἐπιτρέπουσα καὶ τῶν δρωμένων ἕκαστον σκεπτομένη καὶ πανταχοῦ περιάγουσα τοὺς ὀφθαλμοὺς ἔνδον κάθηται.[18] εἰ δὲ τὸ φίλων πολλῶν εὐπορεῖν μέγα, τὸ γένει προσθεῖναι γένος πῶς οὐ χρησιμώτερον; οὐδὲν γὰρ ἄλλ' ἢ τεῖχος τῶν γεγαμηκότων γίνεται τὸ πλῆθος τῶν οἰκείων, οἳ κατηγοροῦντι μὲν συγκατηγοροῦσι, κρινομένῳ δὲ συναπολογοῦνται, ἀδικουμένῳ δὲ βοηθοῦσι, βουλευομένῳ δὲ συμπαραινοῦσι. διὰ τούτους πολλὰ μὲν ἔστιν ἰδεῖν, πολλὰ δὲ ἀκοῦσαι, πολλὰ δὲ προγνῶναι, πολλὰ δὲ μὴ παθεῖν.
[19] Ὁ δὲ δὴ μέγιστος καὶ κάλλιστος καὶ χρησιμώτατος τοῦ γάμου καρπὸς οἱ παῖδες νῦν μὲν ὄντες ἔργων συλλήπτορες, νῦν δὲ γηροτρόφοι, μετὰ ταῦτα δὲ θάπτοντες, ἔπειτα κοσμοῦντες τοὺς τάφους ἐνιαυτῶν πληρουμένων.
[20] εἰ δὲ δὴ καὶ οἱ παῖδες ἀγαθοὶ γένοιντο καί τινος ἀρετῆς μετειληφότες, πηλίκον ἂν εἴη τῷ πατρί; καὶ γὰρ ἂν μὴ τῶν λαμπρῶν ἐκεῖνος ᾖ καὶ τῶν ἀπὸ γενεᾶς τινος γνωριζομένων, τῆς ὧν ἐγέννησεν εὐκλείας κοινωνήσας ὀνομαστὸς κατέστη. ἔστι δὲ πρῶτον μὲν καὶ μέγιστον αὐτὸν ἀγαθὸν εἶναι, δεύτερον δὲ καὶ οὐ πολλῷ τοῦ πρώτου λειπόμενον τοιούτους υἱεῖς παρέχεσθαι.
[21] τί οὖν τῶν ποιούντων εὐδαιμονίαν παραβάλοι τις ἄν; ἢ ῥητορικὴν ἢ φιλοσοφίαν ἢ πρεσβείαν ἢ στρατείαν; ἀρκεῖ γὰρ εἰς ἅπασαν εὐδαιμονίαν τὰ τῶν ἐγγόνων τῷ γεγεννηκότι παρὰ πάντων ἔργα θαυμαζόμενα.
[22] τὰ μὲν τοίνυν καλὰ λόγος εἶναι χαλεπά, τοῦτο δὲ ὂν ἡλίκον ἐδείξαμεν καὶ τῶν ῥᾳδίως ἐστὶ πραττομένων. ἐπειδὰν γάρ τις ὁρμήσῃ γαμεῖν, προσῆλθε τοῖς τὰ τοιαῦτα πράττουσιν. εἶπεν ὅτου δέεται, προσέπεμψε τῷ τρέφοντι παρθένον. ὁ δὲ ἐλθὼν ἐπῄνεσε τὸν νεανίσκον, τὸ γένος, τὴν φύσιν, τὴν σωφροσύνην, ἐμνήσθη που τοῦ τῆς οὐσίας μέτρου καὶ ἢ πείσας εὐθὺς ἀπῆλθεν ἢ εἰ μὴ τοῦτο, δευτέρα καὶ τρίτη πρόσοδος τὴν σπουδὴν ἐπλήρωσεν, ἄλλως θ' ὅταν καὶ πρὸς τὴν αὑτοῦ τύχην ἕκαστος μετίῃ τὴν κόρην, ὁ εὔπορος τὴν πολλὰ κεκτημένην, ὁ χρημάτων ἐνδεὴς τὴν οὐχ ὑπερβάλλουσαν τῷ κλήρῳ. καίτοι πένητας ἴσμεν ἀξιωθέντας γυναικὸς πλούτῳ νικώσης.
[23] ἅμα δὲ τῷ γάμῳ καὶ δόξα βελτίων συνεισέρχεται. ὅ τε γὰρ πρότερον ἐπαινούμενος θαυμαστότερος γίνεται μᾶλλον δοκῶν σωφρονεῖν οἷς τέ τινες ἦσαν πρὸ τῶν γάμων αἰτίαι λύονται. καὶ ὅλως ἐλευθέρου σχήματος ἀντιποιουμένῳ πρέπον παρὰ μὲν γυναικὸς ἐπὶ τὰ κοινὰ προϊέναι, παρὰ δὲ γυναῖκα πάλιν ἀπὸ τῶν κοινῶν ἀναστρέφειν.
[24] τῷ τοιούτῳ καὶ συμβουλεύοντι προσέχουσι καὶ πρεσβείαν ἐγχειρίζουσι καὶ δίαιταν ἐπιτρέπουσι. δοκεῖ γὰρ ὁ παῖδας τρέφων καὶ θεοὺς φοβεῖσθαι καὶ ἀνθρώπους αἰσχύνεσθαι καὶ δόξης ἐπιθυμεῖν καὶ τὸ δίκαιον τιμᾶν. δόξα δὲ τῷ μὲν οὐ βουληθέντι γαμεῖν ἡ χείρων, τῷ δὲ ἑλομένῳ γυναικὶ συνοικεῖν ἡ βελτίων ἀναγκαίως ἕπεται.
[25] καὶ τοσοῦτον ἰσχύει τούτων ἑκάτερον ὥσθ' ὁ μὲν ἄγαμος, κἂν σωφρονῇ, τὴν ἐναντίαν φήμην ἐφέλκεται, ὁ δ' αὖ γεγαμηκώς, κἂν εἰς ἡδονὰς ἐκφέρηται, συκοφαντεῖσθαι δοκεῖ· πολλὴν γὰρ ἔχει ἀνάγκην εἰς τὸ σωφρονεῖν τὸ γύναιον.
[26] Ἐξελεγχόμενοι τοίνυν ὑπὸ τῶν εἰρημένων ὅτι τῶν καλλίστων αὑτοὺς ἀποστεροῦσιν οἱ φεύγοντες τὸν γάμον τὰς μοιχείας φασὶ δεδοίκαμεν καὶ βαρὺ τὰς τῶν παίδων ἀποβολὰς ἡγούμεθα, ὥσπερ ταῦτα πάντως ἀκολουθοῦντα τῷ γάμῳ. καίτοι τίς οὐκ οἶδεν ὡς αἱ μοιχεῖαι μὲν ὀλίγαι, τὸ δὲ σωφρονεῖν ἐν τοῖς πλείοσι; καὶ περὶ τῶν παίδων ἴσον λέγω· πλείους ἴσμεν σωθέντας ἢ τεθνεῶτας.
[27] Πάντων οὖν ἀτοπώτατον, εἰ τῶν παραδειγμάτων πειθόντων ὅτι μᾶλλον ἔστιν ἀπολαῦσαι τῶν χρηστῶν ἢ περιπεσεῖν ταῖς συμφοραῖς δείσομεν τὸ πρᾶγμα μᾶλλον ἢ ζητήσομεν, καὶ ταῦτα πολλῆς βοηθείας εἰς ἀμφότερα ταῦτα προφαινομένης. οὐ γὰρ ὀλίγον εἰς σωφροσύνην γυναικῶν αἱ συμβουλίαι δύνανται καὶ τὸ φυλάττειν οὐδέ γε εἰς σωτηρίαν παίδων θυσίαι καὶ τὰ ἀναθήματα.
[28] ὅλως δὲ εἴ τις ἄνθρωπος ὢν ζητεῖ τινα πρᾶξιν καθαρὰν δυσκόλων, οὐκ οἶδε ζητῶν ἃ θεῶν ἐστι μόνων. ἐπεὶ τίνι τῶν πάντων οὐ συνέζευκται λυπηρά; οὐκ ἀκούεις τῶν γεωργῶν αἰτιωμένων νῦν μὲν αὐχμούς, νῦν δ' ὄμβρων ὑπερβολάς; οὐ τῶν κατὰ θάλατταν ἐμπόρων τὰ τῆς θαλάττης κακά, τοὺς σκηπτούς, τὰ κύματα, τοὺς λῃστάς, ἕτερα μυρία;
[29] οὐ σήμερον μὲν ὁ ῥήτωρ θαυμάζεται, τῆς δ' ὑστεραίας ἐν γραφαῖς ἐστι καὶ κινδύνοις; ἀθλητὴς δὲ παγκρατιάζων ἤδη που τὸν ὀφθαλμὸν ἐξεκόπη. ἀλλ' οὐκ ἀφίστησιν αὐτοὺς τῶν ἔργων ὁ φόβος.
[30] εἰ δέ, ὥσπερ ὑμεῖς οὐ γαμεῖτε διὰ τὰς μοιχείας, οὕτως ἐκείνων οἱ μὲν τὸ γεωργεῖν, οἱ δὲ τὸ πλεῖν, οἱ δὲ τὸ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν ἔφευγον, κατελέλυτο ἂν πάντα τὰ κοσμοῦντα τοῖς ἀνθρώποις τὸν βίον.
[31] Τί οὖν ἐγώ φημι; δεῖν ἐκεῖνα μᾶλλον ἐννοεῖν, ὑμέναιον, κρότον, τοὺς παραπέμποντας, τοὺς δαιτυμόνας, δᾷδας, εὐωχίας, παίδων ἐλπίδας, αὐτοὺς τοὺς παῖδας, ὧν οὐδὲν ἥδιον τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώπων.
[2][t][1] Ὁ τὴν φυλακὴν τοῦ βίου ζητῶν αἱρείσθω τὰ τείχη. πᾶν γὰρ ὃ ταῖς πόλεσι σώζεται, φρουρεῖται τοῖς τείχεσι. τειχίζει μὲν γὰρ οὐρανὸς τοὺς θεούς, τὰ δὲ θνητῶν διατηροῦσι περίβολοι, καὶ ὃ τοῖς θεοῖς οὐρανός, τὰ τείχη θνητοῖς.
[2] καὶ ἔγωγε τοὺς ποιητὰς ἄγαμαι τειχιστὰς τοὺς θεοὺς πεποιηκότας τῆς Τροίας. οὕτως καὶ ὅσοι τειχῶν οὐ δεδέηνται, τεῖχος κατεσκευάσαντο καὶ τιμᾶται καὶ παρ' αὐτοῖς οὐκ ἐν χρείᾳ καθεστηκόσιν ἡ τέχνη.
[3] σοφώτεροι μὲν γὰρ ἐκ τειχῶν ἄνθρωποι γίνονται, καὶ κατ' ἐξουσίαν ἐκκλησιάζειν τείχη δεδώκασιν. ἔπειτα πρὸς μάχης ἐπαίρει παρασκευήν, καὶ κατασκευὰς τῶν ὅπλων ἑστηκότες περίβολοι νέμουσι.
[4]
καὶ μὴν τὰ τείχη σωφροσύνην διατηρεῖ· παθεῖν γὰρ οὐκ ἐῶσι γυναῖκας ὅσα γυναιξὶν οἱ πόλεμοι φέρουσι. καὶ δικαστηρίων σωζομένων ἐκ τείχους ἐντεῦθεν ἄνθρωποι καθεστήκασι δίκαιοι.[5] εἰ δὲ διὰ τείχους ἐρρωμένοι γεγόναμεν καὶ περὶ τῶν δεόντων βουλευόμεθα καὶ τὰ δίκαια σώζεται τείχεσι καὶ μετὰ τούτων τὸ σωφρονεῖν, πῶς οὐκ εἰς ὅσον οἷόν τε τιμητέον τὰ τείχη;
[6] Ναί, φησίν, ἀλλὰ δειλίας τὰ τείχη γίνεται πρόφασις. δειλίαν ὀνομάζεις τὴν πρόνοιαν καὶ τὰ κάλλιστα τῶν ἔργων αἰσχίστοις περιβάλλεις ὀνόμασι. καὶ δι' ὧν ἐρεῖς οὐκ ἐᾷς περιβάλλεσθαι, ἀλλὰ καθίστασαι τῆς ἀσφαλείας κατήγορος ὄκνον ὀνομάζων τὴν φυλακήν.
[7] τοὐναντίον, ἄνθρωπε, θαρρεῖν τὸ τεῖχος, οὐ δεδιέναι παρέχεται. καὶ γὰρ ὅπλων ἀποσοβῆσαι παρασκευὴν καὶ ξίφος ἀπαμύναι ἐχθρῶν καὶ κατ' ἐξουσίαν πορίσασθαι νίκην τοῖς μαχομένοις μόνη τῶν τειχῶν παρέσχεν ἡ τέχνη.
[8] πῶς οὖν ἔτι δειλίαν ἐρεῖς τὰ μόνα δειλίαν ἀνῃρηκότα καθάπαξ; τοὐναντίον γὰρ ἔγωγε ἔγνωκα τοῖς πολεμίοις ἐκ τῶν περιβόλων ἐγγίνεσθαι τὸ δέος. καὶ γὰρ τί πάθωσιν οἱ ἄνωθεν πολεμοῦντες; μὴ δεδοίκασιν; ὥστε εἰ μὲν τὸ δέος τῶν πολεμίων ἐρεῖς, ὁμολογεῖς καὶ τὸ τεῖχος· εἰ δὲ τῶν πολιτῶν, ἀπὸ τῶν ἔργων θήσω τὴν τόλμαν. ἄφες οὖν ταύτης τῆς αἰτίας τὸ τεῖχος.
[9] Ναί, φησίν, ἀλλὰ δαπανηρὰ τοῖς κτωμένοις τὰ τείχη. τείχη τὸν ὄντα πόρον ἀνάλωσε. καὶ πόθεν ὁ τῶν ἀνθρώπων τετήρηται πλοῦτος; τὴν περιουσίαν φρουροῦσι περίβολοι καὶ μετὰ τῶν χρωμένων τηροῦσι τὰ χρήματα καὶ κοινὴ φυλακὴ περιουσίας εἰσὶ καὶ τῶν πολιτῶν, ὥστε τὰ τείχη τοῖς κατοικοῦσιν οὐ δαπάνην ἐπήγαγεν, ἀλλὰ τὸν ὄντα τετήρηκε πλοῦτον.
[10] καὶ διχόθεν εἰσὶν αἱ περιουσίαι δι' αὐτῶν τῶν τειχῶν. τὸν μὲν γὰρ οὐκ ὄντα πλοῦτον συλλέγειν ἑστηκότες περίβολοι νέμουσι, τὸν δὲ γεγενημένον ἐκ τῆς τῶν τειχῶν φυλακῆς ὑπάρχει διατηρεῖν. ὥστε οὐ τὸ τεῖχος δαπανηρόν, ἀλλὰ τὴν οὖσαν ἐπέσχε δαπάνην.
[11] φέρε γάρ, πρὸς θεῶν, εἰ πολέμιοι τοῖς κατοικοῦσι προσβάλοιεν, καὶ πάντα φιλεῖ κατεργάσασθαι πόλεμος, τήν τε τῆς πόλεως περιουσίαν ὑφαρπάσαι πειρώμενοι καὶ μηδένα λοιπὸν τοῖς κατοικοῦσι πόρον καταλιπεῖν, εἰ ταῦτα πράττειν οἱ πολέμιοι σπεύδοιεν, τί τοῦ μὴ παθεῖν καταστήσεται κώλυμα; ἢ δηλονότι τὸ μὴ παραιρεῖσθαι τὸν ἔνδοθεν πλοῦτον φιλοτιμεῖται τῶν περιβόλων ἡ τέχνη; πῶς οὖν οὐκ ἄλογον πολεμίους μὲν πάντα καταλαβεῖν ὑπὸ τῶν περιβόλων κωλύεσθαι, κατηγορεῖν δὲ τειχῶν ὡς δαπάνης αἰτίων;
[12] μέγα τὰ τείχη καὶ περίβολοι τοῖς χρωμένοις σωτήριον. καὶ ἡ τύχη τοῖς κτωμένοις ἀσφάλειαν τὴν περὶ τὰ τείχη πεποίηται τέχνην, ὅτιπερ οὐκ ἔστιν εἶναι τοὺς ἀγνοοῦντας τειχίζεσθαι.
[13] καὶ τοίνυν, εἰ νόμοι μὲν κρατοῦσιν ὑπὸ τειχῶν, διὰ δὲ περιβόλων πολιτεύεται δίκαια καὶ συνοίσουσιν οἷς ἂν εἶεν ταῦτα γινόμενα, καὶ τειχίσαι πᾶσι τιμητέον τὰ τείχη τιμᾶν εἰδότα καὶ πολιτείαν καὶ βίον.
[3][t][1] Οὐκ οἶδα εἰ τὴν ἐμπορίαν ‹ἂν› ἠτίμασεν ὁ θεῶν εἰδὼς γεγονότα τὸν πλοῦν. προῆλθε μὲν γὰρ τὸ χρῆμα τῆς Ἀθηνᾶς, καὶ σοφῆς θεοῦ γεγονὸς πάντως που τῷ βίῳ καταφανὲς πρὸς ὄνησιν. τὸ γὰρ ἐξ ἀγαθῶν καὶ ταῦτα θεῶν τοῖς λαβοῦσιν ὠφέλιμον.
[2] ὁρῶσα γὰρ ἡ θεὸς ἀνόνητα τὰ τῆς γῆς τοῖς ἀνθρώποις τυγχάνοντα μὴ προσόντος τοῦ πλεῖν οὕτως ἐργάζεσθαι δέδωκε θάλατταν ὡς παρέσχε πονεῖν ἡ φύσις τὴν ἤπειρον, καὶ τὸ μὴ ῥᾴδιον ὁπωσοῦν διελθεῖν ἑτοιμότερον παρέσχε πορίζεσθαι.
[3] καὶ πρῶτον ἀνθρώπους σοφωτέρους εἶναι παρέσχεν ὁ πλοῦς, οἷς ἄλλην ἐξ ἄλλης καταλαμβάνουσι γῆν, εἶτα ἀνδρείους ἀποτελεῖ τολμῶντας ὁρᾶν τὰ πρὸς τὴν θάλατταν καὶ τοῖς πνεύμασιν ἀνταγωνίζεσθαι σπεύδοντας, εἶτα δικαίους ἐπιβάντας νεώς. οἷς γὰρ δέονται πρὸς τὸ μή τι παθεῖν τῶν θεῶν, καὶ παντός εἰσι δικαιότεροι. καὶ μὴν τὸ σωφρονεῖν ἡ τῆς γῆς ἀλλοτρίωσις δίδωσιν. οἷς γὰρ οὐχ ὁρῶσιν ‹αἷς› πλησιάζωσι, καὶ σωφροσύνην ἐπιτηδεύουσιν.
[4] εἰ δὴ οὖν προῆλθε θεῶν καὶ πᾶσαν ἀρετὴν παρέσχεν ἀσκεῖν, εἰς ὅσον οἷόν τε τιμητέον τὸν πλοῦν.
[5] Ναί, φησίν, ἀλλ' ἐπὶ κακίᾳ τῶν ἀνθρώπων παρεσκεύασται πλοῦς. καὶ τί ἂν ἕτερον φυλάξαι τὸ δίκαιον, εἰ τὸν πλοῦν ‹τις› ἀφαιρήσεται; ἄλλην ἐξ ἄλλης καταλαμβάνουσι γῆν καὶ τὰ παρὰ πᾶσιν ἐκμανθάνοντες νόμιμα τηροῦσι τὰ δίκαια. καὶ τοσοῦτον αὐτοῖς τοῦ δικαίου περίεστιν ὥστε παρενθήκην αὐτοῦ εὑρεῖν τοῖς ὅθεν ἀπαίρουσιν. ἃ γὰρ ἑτέρωθεν ἔμαθον, τοῖς οἰκείοις εἰσήγαγον, καὶ γίνεται νομοθέτης δικαίων ἐξ ἑτέρων νομοθετούμενος.
[6] καὶ μὴν δεδοικότες μή τι πάθωσι πλέοντες δικαιότεροι γίνονται καὶ καθίσταται τῶν δικαίων φύλαξ ὁ φόβος. εἰ ‹δὲ› δεδοικότες μένουσι δίκαιοι καὶ καλοῦντες θεούς εἰσιν ὁσιώτεροι καὶ τὰ παρὰ πᾶσιν ἐκμανθάνοντες δίκαια δικαιοσύνην ἐπιτηδεύουσι, πῶς ἄν τις αἰτιῷτο τὸν πλοῦν ἐπεισφέροντα τοῖς πλέουσιν ἄδικα;
[7] Ναί, φησίν, ἀλλὰ τὸ πλεῖν ἐστι σφαλερώτατον. οὐκοῦν μέγιστον, εἰ παρ' αὐτὸ κινδυνεύουσιν ἄνθρωποι; μεγάλα δὲ μεγάλοις κατορθοῦται τοῖς πόνοις. ἃ δὲ πονεῖν οὐκ ἐᾷ τοὺς χρωμένους, οὐκ ὤνησεν.
[8] ὁρᾷς τὰς μάχας εἰς οἷον πόνον τοῖς χρωμένοις ἐκβαίνουσιν. ἀλλ' εἰ καὶ τὸ πολεμεῖν ἐπικίνδυνον, τὸ κατορθοῦν ἐνδοξότερον, καὶ οὐ τὰς μάχας ἀποδιδράσκουσιν ἄνθρωποι τοὺς κινδύνους σκοποῦντες, ἀλλ' αὐτοὺς ἑκουσίως ὑφίστανται τὸ νικᾶν λογιζόμενοι. καὶ ἀφαιροῦνται τῶν κινδύνων τὴν αἴσθησιν αἱ τῆς νίκης λαμπρότητες.
[9] Ὅθεν μετὰ τοῦ πλεῖν καὶ τὸ κτῆμα θεῶν πορισθὲν ὅλοις ὄνησις γεγένηται πλείστη. τετίμηνται μὲν γὰρ οἱ πορίσαντες, ἠσπάσαντο δὲ οἱ καθάπαξ ἀσκήσαντες. καὶ τὴν ἴσην ὁ πλοῦς κομιεῖ πᾶσιν ὄνησιν, θεοῖς μὲν τὴν τιμήν, ἀνθρώποις δὲ πόρον οὐ μέτριον.